Homilia in occursum domini
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyrillus-hierosolymitanus" aria-label="More works by Cyrillus Hierosolymitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1
Χαῖρε σφόδρα, θύγατερ Σιών. κήρυττε χαράν, θύγατερ Ἱερουσαλήμ. χόρευε λαὸς πόλεως τῆς τοῦ θεοῦ. σκιρτήσατε πύλαι καὶ τείχη Σιὼν καὶ πᾶσα ἡ γῆ. βοήσατε τὰ ὄρη, καὶ οἱ βουνοὶ μεγάλα σκιρτήσατε. ποταμοὶ κροτήσατε χεῖρας, καὶ ὄχλοι Σιὼν περιλάβετε, θεοῦ παρουσίαν ἐν αὐτῇ βλέποντες. συμφωνείτω σήμερον τὰ οὐράνια τοῖς ἐπιγείοις, καὶ ἀνυμνείτω ἡ ἄνω μετὰ τῆς κάτω Ἱερουσαλήμ, διὰ Χριστὸν τὸν ἐν αὐτῇ, οὐράνιον καὶ ἐπίγειον. οὐράνιον νοεραὶ δυνάμεις περιχορεύσατε, ἐπίγειον οἱ ἐπὶ τῆς γῆς σὺν ἀγγέλοις ὑμνήσατε.