Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia in occursum domini
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyrillus-hierosolymitanus" aria-label="More works by Cyrillus Hierosolymitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.1
Σήμερον γὰρ ὤφθη ὁ θεὸς τῶν θεῶν ἐν Σιών. σήμερον δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ θεοῦ Ἱερουσαλήμ, ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου ἄνοιγε τὰς πύλας τῷ ἀνοίξαντι πᾶσι τὰς οὐρανίους πύλας καὶ ἀνοίξαντι πᾶσι τὰς παραδείσου πύλας καὶ ἀνοίξαντι τῶν τάφων ἐπὶ σταυροῦ τὰς πύλας καὶ συντρίψαντι ᾅδου τὰς ἀπ' αἰῶνος πύλας καὶ συγκλείσαντι παραδόξως τῆς παρθενίας τὰς πύλας. Σήμερον ὁ πάλαι τῷ Μωσῇ χρηματίσας ἐπὶ τοῦ ὄρους Σινᾶ θεοπρεπῶς πληροῖ τὸν νόμον ὑπὸ νόμον γενόμενος δουλοπρεπῶς. σήμερον ὁ θεὸς ἀπὸ Θαιμὰν ἐν Σιὼν ἔρχεται. σήμερον ὁ οὐράνιος νυμφίος μετὰ θεομήτορος παστάδος ἐν τῷ ναῷ παραγίνεται. θυγατέρες Ἱερουσαλὴμ ἐξέλθετε εἰς ἀπάντησιν αὐτοῦ. τὰς λαμπάδας φαιδρῶς τῷ φωτὶ τῷ ἀληθινῷ ἐξάψατε, τοὺς χιτῶνας τῶν ψυχῶν τῷ νυμφίῳ Χριστῷ εὐτρεπίσατε.

Intertext edge

Open linked passage

Note