Homilia in occursum domini
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyrillus-hierosolymitanus" aria-label="More works by Cyrillus Hierosolymitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
4.1
Τοιγαροῦν πάντα τὰ ἔθνη κροτήσατε χεῖρας. πάντα τὰ πέρατα τῆς γῆς δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ θεοῦ. πᾶσα πνοὴ αἰνεσάτω τὸν κύριον. πᾶσα ἡ γῆ προσκυνησάτω, πᾶσα γλῶσσα ᾀσάτω, πᾶσα ψαλλέτω, πᾶσα δοξολογησάτω παιδίον θεόν, τεσσαρακονθήμερον καὶ προαιώνιον, παιδίον μικρὸν καὶ παλαιὸν τῶν ἡμερῶν, παιδίον θηλάζον καὶ τῶν αἰώνων ποιητήν. Βρέφος βλέπω καὶ θεόν μου γνωρίζω, βρέφος θηλάζον καὶ τὸν κόσμον διατρέφον, βρέφος κλαυθμυρίζον καὶ κόσμῳ ζωὴν καὶ χαρὰν χαριζόμενον, βρέφος σπαργανούμενον καὶ τῶν σπαργάνων με τῆς ἁμαρτίας λυτρούμενον, βρέφος ἐν ἀγκάλαις μητρὸς μετὰ σαρκὸς ἀληθῶς ἀνελλιπῶς ἐπὶ γῆς, καὶ αὐτὸν καὶ ἐν κόλποις τοῦ πατρὸς ἀληθῶς καὶ ἀνελλιπῶς ἐν οὐρανοῖς.