Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia in occursum domini
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyrillus-hierosolymitanus" aria-label="More works by Cyrillus Hierosolymitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
6.1
Ἀλλὰ γὰρ φέρε λοιπὸν τὰ περὶ τῆς ἡμέρας ἐκ τῶν ἱερῶν εὐαγγελίων ἀκούσωμεν. φησὶ γὰρ περὶ Χριστοῦ ὁ θαυμάσιος Λουκᾶς, ὅτι, ὅτε ἐπληρώθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωυσέως, ἀνήγαγον τὸν Ἰησοῦν εἰς Ἱερουσαλήμ, τοῦ παραστῆσαι αὐτὸν τῷ κυρίῳ, καθὼς γέγραπται ἐν τῷ νόμῳ κυρίου, ὅτι πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται. Σαμουὴλ μὲν οὖν καὶ Ἰσαὰκ ὁμοῦ τε καὶ Ἰακὼβ Ἰωσήφ τε καὶ ἕτεροι οἱ ἐκ στειρώσεως παρ' ἐλπίδα τεχθέντες καὶ διανοίξαντες ἀκάρπους μήτρας μητέρων ἅγιοι τῷ κυρίῳ ἐκλήθησαν, Χριστὸς δὲ ὁ μόνος ἐκ μόνης, τοῦ μόνου μονογενής, παρθένου τεχθεὶς καὶ μὴ διανοίξας πύλας παρθενικὰς οὐχ ἅγιος τῷ κυρίῳ, ἀλλ' ἅγιος τῶν ἁγίων καὶ κύριος τῶν κυρίων καὶ θεὸς τῶν θεῶν καὶ πρωτότοκος τῶν πρωτοτόκων ἀρχόντων ἄρχων τε καὶ βασιλεὺς βασιλευόντων καὶ κληθήσεται καὶ πιστευθήσεται καὶ προσκυνηθήσεται καὶ νῦν ἐν τῷ ναῷ ὑπὸ Συμεὼν κηρυχθήσεται. 7 Ἦν γάρ, φησίν, ἄνθρωπος ἐν Ἱερουσαλήμ, ᾧ ὄνομα Συμεών. καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος, καὶ πνεῦμα ἅγιον ἦν ἐν αὐτῷ. καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου μὴ ἰδεῖν θάνατον πρὶν ἢ ἰδεῖν τὸν Χριστὸν κυρίου. καὶ ἦλθεν ἐν τῷ πνεύματι εἰς τὸ ἱερόν. καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν, τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ, καὶ αὐτὸς ὁ Συμεὼν ἐδέξατο αὐτὸν εἰς τὰς ἀγκάλας αὐτοῦ καὶ ηὐλόγησε τὸν θεὸν καὶ εἶπε· νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ. Τίς λαλήσει τὰς δυναστείας τοῦ κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; ὁ κατέχων τὴν γῆν πᾶσαν δρακὶ ἀγκάλαις πρεσβύτου χωρεῖται, καὶ βαστάζεται ὁ φέρων τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ. 8 Ἀγαλλιάσθω ὁ Ἀδὰμ διὰ Συμεὼν πρὸς Χριστὸν λέγων· νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ. νῦν ἀπολύεις με τῶν αἰωνίων δεσμῶν νῦν ἀπολύεις με τῆς φθορᾶς. νῦν ἀπολύεις με τοῦ θανάτου. νῦν ἀπολύεις με τῆς λύπης, ὁ ἐμὸς υἱὸς καὶ θεός. Ὃν ἐν τῷ ναῷ Συμεὼν ἐναγκαλιζόμενος καὶ τὸ ξένον τῆς οἰκονομίας μυστήριον πᾶσι τοῖς ἔθνεσι καὶ Ἰουδαίοις εὐαγγελιζόμενος σκιρτᾷ καὶ ἀγαλλιᾷ, καὶ λαμπρᾷ καὶ διαπρυσίῳ φωνῇ περὶ αὐτοῦ ἀνακέκραγε λέγων· οὗτός ἐστιν ὁ ὢν καὶ προὼν καὶ ἀεὶ τῷ πατρὶ συμπαρών, ὁμοούσιος, ὁμόθρονος, ὁμόδοξος, ὁμοδύναμος, ἰσοδύναμος, παντοδύναμος, ἄναρχος, ἄκτιστος, ἀναλλοίωτος, ἀπερίγραπτος, ἀόρατος, ἄῤῥητος, ἀκατάληπτος, ἀψηλάφητος, ἀκατανόητος, ἀτέκμαρτος. 9 Οὗτός ἐστι τῆς πατρικῆς δόξης τὸ ἀπαύγασμα. οὗτός ἐστιν ὁ χαρακτὴρ τῆς πάντων συστάσεως. τοῦτο τὸ φῶς τῶν φώτων, ἐκ πατρικῶν ἀνατέλλον τῶν κόλπων. οὗτος ὁ θεὸς τῶν θεῶν, καὶ ἐκ θεοῦ θεὸς γνωριζόμενος. οὗτος ἡ πηγὴ τῆς ζωῆς ἐκ πηγῆς τῆς τοῦ πατρὸς ζωῆς προερχόμενος. οὗτος ὁ ποταμὸς τοῦ θεοῦ, ἐξ ἀβύσσου θείας ἐκπορευόμενος, ἀλλ' οὐ χωριζόμενος. οὗτος ὁ θησαυρὸς τῆς ἀγαθότητος τῆς πατρικῆς καὶ ἀεννάου μακαριότητος. τοῦτο τὸ ὕδωρ τῆς ζωῆς καὶ τὸ ζωὴν τῷ κόσμῳ χαριζόμενον. οὗτος ἡ ἀκτὶς ἡ ἄκτιστος, ἐκ προφώτου ἡλίου γεννώμενος, ἀλλ' οὐ τεμνόμενος. 10 Οὗτός ἐστιν ὁ ἐκ μὴ ὄντων εἰς τὸ εἶναι θεὸς λόγος λόγῳ μόνῳ τὰ πάντα συστησάμενος. οὗτός ἐστιν ὁ ἑωσφόρος πρὸ ἑωσφόρου τὰς ἀσωμάτους διακοσμήσας δυνάμεις τῶν οὐρανίων, ἀσωμάτων, ἀοράτων στρατευμάτων καὶ ταγμάτων. οὗτός ἐστιν ὁ τανύσας τὸν οὐρανὸν μόνος καὶ περιπατῶν ἐπὶ θαλάσσης ὡς ἐπὶ ἐδάφους. οὗτός ἐστιν ὁ ὀμίχλῃ σπαργανώσας τὴν ἄβυσσον. οὗτός ἐστιν ὁ στερεώσας τὴν γῆν ἐπὶ τῶν ὑδάτων. οὗτός ἐστιν ὁ ψάμμῳ περιτειχίσας τὴν θάλασσαν. οὗτός ἐστιν ὁ διορίσας τὸ φῶς ἀπὸ τοῦ σκότους. οὗτός ἐστιν ὁ τὴν κυκλικὴν τῶν ἀστέρων συντάξας διακόσμησιν. οὗτός ἐστιν ὁ πάντα τὸν ὁρώμενον καὶ νοούμενον κόσμον ἐν σοφίᾳ συστησάμενος. οὗτος ὁ χερσὶν ἀχειροπλάστοις ἐκ πηλοῦ διαπλάσας καὶ μορφώσας τὸν ἄνθρωπον. οὗτός ἐστιν ὁ κατ' εἰκόνα θεοῦ δημιουργήσας ἡμᾶς, καὶ νῦν αὐτὸς κατ' εἰκόνα τὴν ἡμετέραν γενόμενος ἄνθρωπος. Ἄνθρωπος, ἀλλὰ μὴν καὶ θεὸς ὁ αὐτός. ἄνθρωπος τὸ ὁρώμενον, ὅλως ὡς κἀγὼ αὐτὸς μετὰ τῶν ἐμῶν, ἵνα με καθα ρίσας σώσῃ, θεὸς τὸ νοούμενον, τέλειος ἐκ τελείου πατρὸς τὴν οὐσίαν ἔχων. ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων δεσποτικῇ νῦν τὴν ἐμὴν μορφὴν ἔλαβε τὴν δουλικήν, οὐ μειώσας τῆς θεότητος τὸ ἀξίωμα, ἀλλ' ἁγιάσας τῆς ἐμῆς φύσεως τὸ φύραμα. ἄνω ὅλος καὶ κάτω ὅλος ὁ αὐτὸς γνωριζόμενος, ἄνω γεννηθεὶς ἀχρόνως καὶ κάτω ἀσπόρως, τῶν ἄνω ποιητὴς ὡς θεὸς καὶ κάτω ποίημα ὡς ἄνθρωπος. 11 Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, ἄκουε, Ἰσραήλ. κύριος ὁ θεός σου οὗτός ἐστιν ὃν ἐγὼ ὁ σὸς ἱερεὺς Συμεὼν ἐν ἀγκάλαις βαστάζων μεγάλῃ κηρύττω τῇ φωνῇ τῷ λαῷ ἐν τῷ ναῷ διαμαρτυρόμενος. διὸ προσέχετε λαός μου τὸν λόγον μου, κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στόματός μου. τοῦτο τὸ παιδίον ἐστί, περὶ οὗ Ἰσαΐας προεκήρυξε λέγων, ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς (τῆς τοῦ πατρός) ἄγγελος, θαυμαστός, σύμβουλος, θεὸς ἰσχυρός, ἐξουσιαστής, ὦ Ἰσραήλ, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος. εἰ οὖν θεὸς ἰσχυρὸς τοῦτο τὸ παιδίον, περὶ αὐτοῦ δῆλον ὅτι εἴρηκε Δαβίδ· ὀφθήσεται ὁ θεὸς τῶν θεῶν ἐν Σιών. περὶ τούτου παιδίου Ἱερεμίας βοᾷ· ὅτι ὁ θεὸς ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη. 12 Τοῦτο τὸ παιδίον ἐστὶν ὁ πάλαι τῷ Ἰσραὴλ τὴν θάλασσαν διαῤῥήξας καὶ τὸν φαραὼ βυθίσας καὶ τὸν νόμον δοὺς τοῖς Ἰσραηλίταις καὶ τὸ μάννα ἐπομβρίσας καὶ στύλῳ πυρὸς τὸ γένος τῶν Ἑβραίων ὁδηγήσας καὶ πέτραν ῥήξας καὶ βάτον πυροδρόσου φλογὸς ἄφλεκτον φυλάξας. τοῦτο τὸ παιδίον τεσσαρακονταετῆ φονευτὴν Μωσέα τοῦ αἰγυπτιακοῦ λαοῦ πεποίηκε καὶ τεσσαράκοντα ἔτη ποιμένα προβάτων ἀνέδειξε καὶ τεσσαράκοντα ἔτη ὁδηγὸν τῷ Ἰσραὴλ κατέστησε, καὶ τεσσαράκοντα ἡμέρας νηστεῦσαι ἐδυνάμωσεν, ὡς καὶ αὐτὸ τὸ παιδίον μετὰ τὸ βάπτισμα τεσσαράκοντα ἡμέρας ἐνήστευσε καὶ μετὰ τεσσαράκοντα ἡμέρας τῆς ἐκ νεκρῶν ἀναστάσεως εἰς τὴν ἄνω Ἱερουσαλὴμ ἀνελήλυθε καὶ μετὰ τεσσαράκοντα ἡμέρας τῆς ἐκ παρθένου γεννήσεως νῦν εἰς τὴν ἐπίγειον Ἱερουσαλὴμ εἰσελήλυθε. 13 Περὶ τούτου τοῦ παιδίου Ἀμβακοὺμ προεκήρυξε λέγων· ὁ θεὸς ἀπὸ Θαιμὰν ἥξει, τουτέστιν ἐκ τοῦ νότου. ἐκ νότου γὰρ τῆς Ἱερουσαλήμ, ἐκ Βηθλεέμ, νῦν ἐν Σιὼν εἰσελήλυθε. διὰ τοῦτο τὸ παιδίον Μωυσῆς ὑμῖν διεμαρτύρετο λέγων ὅτι προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν, καὶ πᾶς ὁ μὴ ἀκούων αὐτοῦ ἐξολοθρευθήσεται ἡ ψυχὴ αὐτοῦ. Περὶ τούτου τοῦ παιδίου ὁ προφήτης Δαβὶδ ηὔχετο λέγων· ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ ἐμφάνηθι, ἐξέγειρον τὴν δυναστείαν σου καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς. καὶ πάλιν· ταχὺ προκαταλαμβανέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου κύριε. καὶ πάλιν· κύριε κλῖνον τοὺς οὐρανούς σου καὶ κατάβηθι. καὶ ἄλλως· σὺ κύριε ὁ θεὸς τῶν δυνάμεων πρόσσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη. διὸ γνῶτε ἔθνη καὶ ἡττᾶσθε. 14 Ἴδετε Ἰουδαῖοι καὶ πείσθητε ὅτι τοῦτο τὸ παιδίον ὑμνοῦσιν ἄγγελοι, τούτῳ προσκυνοῦσιν ἀρχάγγελοι, τοῦτο τρέμουσιν ἐξουσίαι, τοῦτο δοξάζουσι δυνάμεις, τούτῳ δουλεύουσι τὰ χερουβίμ, τοῦτο θεολογεῖ τὰ σεραφίμ. τούτῳ δουλεύει ὁ ἥλιος, τούτῳ λειτουργεῖ σελήνη, τούτῳ ὑπακούει τὰ στοιχεῖα, τούτῳ ὑποτάσσονται αἱ πηγαί. τοῦτο τὸ παιδίον ἰδοῦσαι πύλαι ᾅδου συνετρίβησαν, πύλαι δὲ οὐράνιοι ἀνεπετάσθησαν, καὶ ᾅδης ἰδὼν ἐτρόμαξε. τοῦτο τὸ παιδίον θάνατον κατήργησε, τὸν διάβολον ᾔσχυνε, τὴν κατάραν ἔλυσε, τὴν λύπην κατέπαυσε, τὸν ὄφιν συνέτριψε, τὸ μεσότοιχον διέκοψε, τὸ πονηρὸν χειρόγραφον τῶν ἁμαρτιῶν διέῤῥηξε, τὴν ἁμαρτίαν ἐπάτησε, τὴν πλάνην κατέλυσε, τὴν κτίσιν ἀνέστησε. τοῦτο τὸ παιδίον τὸν Ἀδὰμ διέσωσε, τὴν Εὔαν ἀνέπλασε, τὰ ἔθνη ἐκάλεσε, τὸν κόσμον ἐφώτισε. 15 Διὸ δεῦτε καὶ ὑμεῖς φιλόχριστοι καὶ φιλόθεοι. τῇ τοῦ κυρίου καὶ δεσπότου ὑπαντῇ φαιδροὶ πάντες καὶ καθαροὶ ὑπαντήσωμεν, μὴ νομικῶς, ἀλλὰ πνευματικῶς, μὴ γαστρὶ τρυφῶντες, ἀλλὰ πνεύματι σκιρτῶντες, μὴ οἴνῳ μεθύοντες, ἀλλὰ τῷ πνεύματι ζέοντες. οὕτως σήμερον φαιδροὶ φαιδρῶς τὰς λαμπάδας κοσμήσωμεν. οὕτως ὡς υἱοὶ φωτὸς τοὺς κηροὺς τῷ φωτὶ τῷ ἀληθινῷ Χριστῷ προσαγάγωμεν, διότι φῶς εἰς ἀποκάλυψιν ἐθνῶν τῷ κόσμῳ ἐπέφανε. διὸ ὡς φῶτα ἐκ φωτὸς ὑπὲρ χιόνα ἀναλάμψωμεν, ὑπὲρ γάλα τυρωθέντες, ὑπὲρ λίθον σάπφειρον αὐγασθέντες, ὑπὲρ περιστερὰς ἀσπίλους εἰς οὐρανοὺς ἀναπτάντες, οὕτως ἐν νεφέλαις εἰς θεοῦ ὑπάντησιν ἐξέλθωμεν. 16 Ἅπαντες σήμερον καὶ διὰ παντὸς τὰ τῆς ἑορτῆς βοήσωμεν. μετὰ ἀγγέλων χορεύσωμεν. μετὰ ποιμένων καταυγασθῶμεν. μετὰ μάγων προσκυνήσωμεν. μετὰ τῆς Βηθλεὲμ ἑορτάσωμεν. μετὰ τῆς Σιὼν ὑπαντήσωμεν. μετὰ τοῦ ναοῦ ἁγιασθῶμεν. μετὰ τῆς παρθένου μεγαλύνοντες ἀγαλλιασθῶμεν. μετὰ Ἰωσὴφ προσενέγκωμεν ὡς δύο τρυγόνας τὴν ψυχὴν καὶ τὸ σῶμα. μετὰ Συμεὼν Χριστὸν ἐναγκαλισώμεθα, καὶ μετὰ Ἄννης ἀνθομολογησώμεθα. ὅπως τῶν αἰωνίων ἀγαθῶν ἐντὸς γενώμεθα χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

Intertext edge

Open linked passage

Note