Homilia in paralyticum juxta piscinam jacentem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyrillus-hierosolymitanus" aria-label="More works by Cyrillus Hierosolymitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
10.1
Ἔγειραι, ἆρόν σου τὸν κράββατον καὶ περιπάτει. ἀλλὰ πρῶτον ἔγειραι, πρῶτον ἀπόβαλε τὴν νόσον. εἶτα ἀνάλαβε τὸ τῆς πίστεως νεῦρον. ἴσχυσον πρῶτον κατὰ τοῦ φέροντός σε κραββάτου, καὶ ξυλίνῳ σκεύει τὰ πολυχρονίως σεβάσματα μαθὲ βαστάζειν. καὶ προσέταττεν τὸ ξύλινον φορεῖον βαστάζειν ἐκεῖνος ὁ σωτήρ, περὶ οὗ εἴρηται· φορεῖον ἑαυτῷ ἐποίησεν ὁ βασιλεὺς ἀπὸ ξύλων τοῦ Λιβάνου. στύλους αὐτοῦ ἐποίησεν ἀργύριον, ἀνάκλιτον αὐτοῦ πορφύραν, ἐντὸς αὐτοῦ λιθόστρωτον. τοῦ πάθους ἐστὶν τὰ σύμβολα ἐν τοῖς ᾄσμασιν ἀποκείμενα τοῖς νυμφικοῖς καὶ νηφαλίοις καὶ σωφρονικοῖς. μὴ γάρ, πρὸς τὴν τῶν πολλῶν ὑπόληψιν ἐκλαβὼν τὰ ῥήματα καὶ ἀτενίσας μηδέν, ἐρωτικὰ νομίσῃς εἶναι καὶ ἐμπαθῆ τὰ ᾄσματα, ἀλλὰ νυμφικὰ τὰ ῥήματα σωφροσύνης πεπληρωμένα. Καὶ εἰ μὴ νοεῖς τὰ ᾄσματα, ἐλθὲ ἐπὶ τὰς παροιμίας, καὶ ὁδῷ καὶ βαθμίσιν ἀνάβηθι ἐπ' ἐκεῖνα. ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, (ὡς περὶ γυναικὸς ὁ λόγος,) καὶ ἀπέστειλεν τοὺς ἑαυτῆς δούλους. καὶ πάλιν ἀλλαχοῦ λέγει· ἐράσθητι αὐτῆς καὶ τηρήσει σε. οὐ γυναικὸς ἔρως, ἀλλὰ σοφίας τῆς ἔρωτα ἐξοριζούσης. ὅπου γὰρ σοφίας κτῆσις, ἐκεῖ καὶ ἔρωτος ἐξορισμός. οὐ γὰρ κατὰ σοφίαν τὰ πάθη, ἀλλὰ σοφὰ τὰ νοήματα. ἵπποι θηλυμανεῖς ἐγενήθησαν, ἄλογος ἡ ὁρμή. ἐὰν τοίνυν ἐν τοῖς ᾄσμασιν ἀκούσῃς ὡς περὶ νυμφίου καὶ νύμφης τὰ λεγόμενα, μὴ χαμαὶ πέσῃς, μηδὲ ἐμπαθῶς ἄκουε ταῦτα, ἐκ τῶν ἀπαθῶν τὰ πάθη μεταγύμναζε.