Homilia in paralyticum juxta piscinam jacentem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyrillus-hierosolymitanus" aria-label="More works by Cyrillus Hierosolymitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
11.1
Τὰ τοίνυν θεῖα τῶν ᾀσμάτων μελέτα, σωφροσύνης πεπληρωμένα, τοῦ πάθους Χριστοῦ μηνυτικά. καὶ γὰρ τὰ περὶ τοῦ πάθους τοῦ σωτῆρος διηγούμενα καὶ τὸν τόπον λέγει· εἰσῆλθεν εἰς κῆπον, διὰ τὸν ἐκεῖ ταφέντα. καὶ τῶν ἀρωμάτων ἐμνημόνευσεν· ἔλαβεν μύρον μου πλῆρες· ἐπληρώθη γὰρ ἡ οἰκονομία. καὶ μετὰ τὴν ἀνάστασιν ἔλεγεν· ἔφαγον τὸν ἄρτον μου μετὰ μέλιτός μου. ἔδωκαν γὰρ αὐτῷ ἀπὸ μελισσίου κηρίον. καὶ τὰ περὶ τοῦ οἴνου τοῦ ἐσμυρνισμένου ἔλεγεν πάλιν τὰ ᾄσματα· ποτιῶ σε ἀπὸ τοῦ οἴνου τοῦ μυρεψικοῦ. καὶ τὰ περὶ τοῦ μύρου τοῦ ἐπιχυθέντος ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ἀλλαχοῦ ἔλεγεν· ἕως οὗ ὁ βασιλεὺς ἐν ἀνακλίσει αὐτοῦ, νάρδος μου ἔδωκεν ὀσμὴν αὐτοῦ. ἀνακειμένου γὰρ αὐτοῦ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ συνέτριψεν εἰσελθοῦσα γυνὴ ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτίμου καὶ ἐπέχεεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Οὕτω καὶ περὶ τοῦ σταυροῦ. φορεῖον. τὸ ξύλον τοῦ σταυροῦ, τὸ βαστάζον. στύλους αὐτοῦ ἐποίησεν ἀργύριον. ἡ ἀρχὴ τοῦ σταυροῦ ἀργύριον ἦν, ἡ προδοσία. ὥσπερ γὰρ οἶκος περικαλλὴς ἔχει χρύσεον ὄροφον ἄνωθεν ἐπικείμενον, τὸ δὲ πᾶν τῆς κατασκευῆς στύλοι μετεωρίζουσιν, οὕτω καὶ τοῦ σταυρωθῆναι Χριστὸν καὶ ἀναστῆναι ἀργύριον ἦν ἡ ἀρχή. εἰ μὴ γὰρ Ἰούδας προέδωκεν, οὐκ ἂν ἐσταυρώθη. διὰ τοῦτο, ὡς ὀνομαστοῦ πάθους τὴν ἀρχήν, στύλους αὐτοῦ ἐποίησεν ἀργύριον. 12 Ἐπίβασις αὐτοῦ πορφύρα. διὰ τοῦτο καὶ πορφύραν ἐνέδυσαν αὐτόν, παίζοντες μέν, προφητικῶς δὲ ἐργαζόμενοι· βασιλεὺς γὰρ ἦν. εἰ καὶ τὰ μάλιστα κατὰ χλεύην ἔπραττον, ἀλλ' ἔπραττον τέως· τὸ δὲ σύμβολον τῆς βασιλικῆς ἀξίας ἐγένετο. καὶ εἰ ἀκάνθινος στέφανος, ἀλλὰ στέφανος, καὶ ὑπὸ στρατιωτῶν δεδεμένος. βασιλεῖς γὰρ ὑπὸ στρατιωτῶν ἀναγορεύονται. ἐπίβασις αὐτοῦ πορφύρα, ἐντὸς αὐτοῦ λιθόστρωτον. ἴσασιν οἱ τῆς ἐκκλησίας σπουδαῖοι λιθόστρωτον, τὸν λεγόμενον γαββαθᾶν, ἐν τοῖς Πιλάτου ὄντα. 13 Ταῦτα δέ μοι λέλεκται ἐν παρεκβάσει τῇ ἐπὶ τοῦ κραββάτου ἐπὶ τὸ φορεῖον ἐληλυθότι. εἶπε τοίνυν πρὸς αὐτόν· ἔγειραι, ἆρον τὸν κράββατόν σου καὶ περιπάτει. πολυχρόνιον μὲν τὸ νόσημα, ὀξυτάτη δὲ ἡ ἔμπλαστρος. πολυετὴς μὲν ἡ πάρεσις, ὀξυτάτη δὲ ἡ νεύρωσις. ὁ γὰρ νεύρων ποιητής, ὁ ποικίλας παρέχων τὰς ἰατρείας τυφλοῖς, ὁ διὰ πηλοῦ ἐπιχρίσεως παραδόξως τὴν ἔμπλαστρον χαρισάμενος. τῷ γὰρ ὁρῶντι πηλὸς εἰ ἐπιχυθείη, ἐμποδίζει τὸ βλέπειν· Ἰησοῦς δὲ διὰ πηλοῦ τοῖς μὴ βλέπουσιν τὸ βλέπειν ἐχαρίζετο. καὶ ἄλλοις πάλιν δι' ἄλλων ἡ δύναμις· ᾧ μὲν γὰρ τὸ ἔγειραι ἆρον τὸν κράββατόν σου καὶ περιπάτει. Ὅση νομίζεις ἔκπληξις ἔλαβεν τοὺς ὁρῶντας; ἀλλ' ἦν τὸ μὲν ὁρώμενον θαυμαστόν, ἡ δὲ ἀπιστία δεινή. καὶ νόσος μὲν πολυετὴς θεραπεύεται, ἀπιστία δὲ πολυχρόνιος οὐκ ἐθεραπεύθη. ἀλλ' ἐπέμενον οἱ Ἰουδαῖοι τοῖς παθήμασιν, τὸ δὲ θεραπεύεσθαι οὐκ ἤθελον. 14 Εἰ δὲ δέον ἐκπλαγῆναι τὸ συμβάν, δέον προσκυνῆσαι τῶν ψυχῶν καὶ σωμάτων ἰατρόν. οἱ δὲ ἐγόγγυζον. γογγυστῶν γὰρ ἦσαν ἀπόγονοι, οἱ τὰ καλὰ διαστρέφοντες εἰς κακά, οἱ λέγοντες τὸ πικρὸν γλυκύ, καὶ τὸ γλυκὺ πικρόν. Ἰησοῦς δὲ μετὰ πάσης οἰκονομίας εἰργάζετο ἐν σαββάτῳ, τὰ ὑπὲρ σάββατον ἐργαζόμενος, ἵνα ἡ ἐργασία πείσῃ. ἐπειδὴ γὰρ λόγος λόγῳ μάχεται, τὸ δὲ ἔργον ἄμαχον, ἐθεράπευεν ἐν σαββάτῳ, διδάσκων, ἵνα μὴ ὁ λόγος ἀντιλογικὸς γένηται, ἀλλ' ἡ ἐργασία πείσῃ τοὺς ὁρῶντας. 15 Ἔφασκον ἐκεῖνοι· σάββατόν ἐστιν, οὐκ ἔξεστίν σοι ἆραι τὸν κράββατόν σου. νομοθέτης παρῆν, καὶ ἄλλος τὸ οὐκ ἔξεστίν σοι ἔλεγεν. κατάστησον κύριε νομοθέτην ἐπ' αὐτούς, περὶ τοῦ σωτῆρος εἴρηται. ὁ δὲ ἀρτίως καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα ἰατρευθεὶς παρὰ τῆς σοφίας σοφὸν λαβὼν λόγον εὐθὺς ἀποκρίνεται, οὐ νομικῶς ἀποκριθῆναι ἔχον, ἀλλὰ συντόμως ποιούμενος τὴν ἀπόκρισιν. Ἴστε μου, φησί, πάντες τὴν πολυχρόνιον νόσον καὶ τὸ πολυετὲς τῆς ἀνακλίσεως, τὸ ἀπερίστατον τῆς ταλαιπωρίας. οὐδεὶς ὑμῶν ποτε κηδεμονικὸν ἔδειξεν λαβών με καὶ πρῶτον ἐμβαλὼν εἰς τὴν κολυμβήθραν, ἵνα θεραπευθῶ. καίτοι τότε κηδεμονικὸν οὐκ ἐνδειξάμενοι πῶς νῦν τὸ νομοθετικὸν ἐλάβετε, οὐκ ἔξεστίν σοι ἆραι τὸν κράββατόν σου, λέγοντες; Συντομωτάτην τοίνυν ποιοῦμαι πρὸς ὑμᾶς τὴν ἀπόκρισιν· ὁ ποιήσας με ὑγιῆ ἐκεῖνός μοι εἶπεν. εἰ ἐμοῦ καταφρονεῖτε, πρὸς τὸ πρᾶγμα τὴν ἔκπληξιν λάβετε. οὐκ ἔμπλαστρον ἐπέθηκεν, οὐκ ἰατρικοῖς ἐχρήσατο μηχανήμασιν ἢ βοηθήμασιν. λόγῳ εἶπεν, καὶ τὸ ἔργον ἐπηκολούθησεν. προσέταξε, καὶ τὸ πρόσταγμα ἐγὼ ἐπιτελῶ. εὐπειθὴς γέγονα τούτου τῷ προσ τάγματι τοῦ διὰ προσταγμάτων θεραπεύσαντος. εἰ μὲν γὰρ ὁ προστάξας πρὸς τὸ ἰαθῆναι ἀνίσχυρος ἦν τοῖς προστάγμασιν, οὐκ ἔδει τούτοις ὑπακούειν. ἐπειδὴ δὲ λόγοις προστέτακται ἐναργὲς πολυχρόνιον παῦσαι πάθημα, δικαιότατα ἀκούω τούτου, οὗ καὶ νόσος ἀκούσασα ἀπηλλάγη. ὁ ποιήσας με ὑγιῆ ἐκεῖνός μοι εἶπεν, ἆρον τὸν κράββατόν σου. 16 Οὐκ ᾔδει ὁ θεραπευθείς, τίς ἐστιν ὁ θεραπεύων. πολὺ τὸ ἀκενόδοξον τοῦ σωτῆρος ἡμῶν παρίσταται. ἰατρεύσας γὰρ ἐξέκλινεν, ἵνα μὴ γνωρισθῇ ἐπὶ τῇ ἰατρείᾳ. ἡμεῖς δὲ πᾶν τοὐναντίον ποιοῦμεν. εἰ συμβῇ ποτε ὀνείρατα θεάσασθαι, ἢ διὰ χειρῶν βοηθῆσαι, ἢ δαίμονα δι' ἐπικλήσεως ἀπελάσαι, τοσοῦτον ἀπέχομεν τοῦ κρύψαι τὸ κατόρθωμα, ὥστε καὶ μὴ ἐρωτώμενοι καυχώμεθα. Ἰησοῦς δέ, τοῖς ἔργοις διδάσκων ἡμᾶς τὸ μὴ περὶ ἑαυτοῦ λέγειν, τὴν ἴασιν παρέχων ἐξέκλινεν ἅμα, ἵνα μὴ γνωρίζηται, εὐκαίρως ἀναχωρῶν καὶ εὐκαίρως παρών. ὅτε μὲν γὰρ ἐχρῆν κλεϊσθῆναι τὴν εὐφημίαν τοῦ κατορθώματος, τότε ἀναχωρεῖ. ὅτε δὲ τῶν ὄχλων ἀναχώρησις γέγονεν, ἵνα μετὰ τῆς σωματικῆς ἰατρείας ἐπαγάγῃ καὶ τὰ τῆς ψυχῆς τεθεραπευμένα, τότε παρὼν ἔλεγεν· ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε. 17 Ποικίλος δέ ἐστιν ἰατρός, ποτὲ μὲν πρῶτον ψυχὴν θεραπεύων, εἶτα σῶμα, ποτὲ δὲ ἀντιστρόφως. μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται. διδάσκων δι' ἑνὸς πολλούς. οὐ γὰρ πρὸς ἐκεῖνον μὲν ὁ λόγος μόνον, ἀλλὰ γὰρ καὶ πρὸς πάντας ἡμᾶς. εἴ ποτε γὰρ παθήμασιν περιπέσωμεν ἢ λύπαις ἢ ἀνάγκαις, μηδεὶς θεῷ προσγραφέτω. ὁ γὰρ θεὸς ἀπείραστός ἐστι κακῶν, πειράζει δὲ αὐτὸς οὐδένα. ἕκαστος δὲ ἡμῶν σειραῖς ἁμαρτιῶν σφιγγόμενος μαστιγοῦται. Μηκέτι ἁμάρτανε ἵνα μὴ χεῖρόν σοί τι γένηται. ἄκουε τοῦ ῥητοῦ πᾶς ἄνθρωπος, καὶ ὁ πρὸ τούτου πορνεύων ἀποτιθέσθω τὸ πάθος, καὶ ὁ πρὸ τούτου πλεονέκτης γενοῦ ἐλεήμων. ἀκουέτω ὁ ἅρπαξ, μηκέτι ἁμάρτανε. Πολλὴ καὶ θεοῦ ἡ ἀμνησικακία, δαψιλὴς ἡ χάρις. ἀλλὰ μὴ τὸ ὑπέρμετρον τῆς ἀνεξικακίας ἐφόδιον λάμβανε τῆς καταφρονήσεως, μηδ' ὅτι θεὸς μακρόθυμος, διὰ τοῦτο ἁμάρτανε. ἀλλὰ θεραπεύθητι λοιπὸν τὰ σαρκικὰ πάθη, καὶ λέγε καὶ σὺ τὸ εὐκαίρως ἀναγνωσθέν. ὅτε γὰρ ἦμεν ἐν τῇ σαρκί, τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν ἐὰν δὲ λέγῃ ὁ ἀπόστολος, ὅτε ἦμεν ἐν τῇ σαρκί, οὐ ταύτην ἔλεγεν τὴν σάρκα, ἣν περιβεβλήμεθα, ἀλλὰ τὰς σαρκικὰς πράξεις. ἔτι γε σάρκα φορῶν ἔλεγεν, ὅτε ἦμεν ἐν τῇ σαρκί. ἀλλ' ὅνπερ τρόπον μέλλοντος ἐπάγεσθαι κατακλυσμοῦ ὁ θεὸς ἔλεγεν, οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας, τοῦ πνεύματος εἰς σαρκικὴν προαίρεσιν μεταβαλλομένου, οὕτως καὶ ἐνταῦθα ὁ ἀπόστολος λέγει, ὅτε ἦμεν ἐν τῇ σαρκί. 18 Μηδεὶς τοίνυν ἔστω ἐν σαρκί, ἀλλ' ἐν σαρκὶ ὢν μὴ κατὰ σάρκα περιπατείτω. οὐ γὰρ βούλεται ἡμᾶς ὁ ἀπόστολος τελείως ἑαυτοὺς ἐξαγαγόντας ἐκ τοῦ κόσμου μὴ ἐργάζεσθαι φαῦλον, ἀλλ' ἐν σαρκὶ ὄντας ἡμᾶς καταδουλῶσαι τὴν σάρκα, καὶ μὴ ἄρχεσθαι ὑπ' αὐτῆς. μὴ δουλωθῶμεν, ἀλλ' ἄρξωμεν. τροφῇ χρησώμεθα συμμέτρῳ, μὴ τῇ γαστριμαργίᾳ καταφερόμενοι, ἀλλὰ χαλινοῦντες τὴν γαστέρα, ἵνα καὶ τῶν ὑπὸ γαστέρα ἄρξωμεν. ἀρχέσθω τὸ σῶμα ὑπὸ τῆς ψυχῆς, καὶ μὴ συρέσθω ἡ ψυχὴ ὑπὸ τῶν σαρκικῶν ἡδονῶν. Μηκέτι ἁμάρτανε, ἵνα μή τί σοι χεῖρον γένηται. κηρύσσει μὲν ἅπασιν ὁ λόγος, γένοιτο δὲ πάντα τὰ ὦτα ἀκούειν. οὐ γὰρ πᾶσα ἀκοὴ σαρκὸς δεχομένη τὸν λόγον ἤδη δέχεται εἰς τὴν διάνοιαν. διὰ τοῦτο ὁ σωτὴρ ἔλεγεν· ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω, τοῖς ἔχουσιν ὦτα σαρκὸς διαλεγόμενος. 19 Ἀκουέτω τοίνυν ἅπας Ἰησοῦ καὶ μηκέτι ἁμαρτανέτω, ἀλλὰ τῷ ἁρματιῶν συγχωρητῇ προσδράμωμεν. καὶ εἰ νοσοῦμεν, προσφύγωμεν· εἴτε ἀλγοῦμεν τὴν ψυχήν, τῷ ἰατρῷ τῆς γνώσεως ἐξακολουθήσωμεν· εἴτε πεινῶμεν, τὸν ἄρτον δεξώμεθα· εἴτε ἐνεκρώθημεν, τὴν ἀνάστασιν λάβωμεν. εἴτε ἐν ἀγνοίᾳ κατεγηράσαμεν, τὴν σοφίαν παρὰ τῆς σοφίας αἰτησώμεθα. Ἀλλ' ἐξείλκυσεν ἡμᾶς λόγος εἰς μῆκος λόγου. καὶ ἴσως γεγόναμεν ἐμπόδιον πατρικῆς διδασκαλίας. καιρὸς δὲ καλεῖ καὶ μειζόνων ἐπακοῦσαι ῥημάτων, ἵνα ὠφεληθέντες ἐκ μειζόνων ἔργων θεῷ διὰ τῶν ἔργων τὴν δοξολογίαν ἀναπέμψωμεν, ᾧ ἡ δόξα καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.