Homilia in paralyticum juxta piscinam jacentem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyrillus-hierosolymitanus" aria-label="More works by Cyrillus Hierosolymitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
2.1
Ἐν γὰρ τοῖς Ἱεροσολύμοις ἦν προβατικὴ κολυμβήθρα πέντε στοὰς ἔχουσα, τέσσαρας μὲν περιτρεχούσας, μέσην δὲ τὴν πέμπτην, ἐν ᾗ κατέκειτο πλῆθος ἀσθενούντων. καὶ ἀπιστία ἦν πολλὴ τῶν Ἰουδαίων. ὁ δὲ τῶν ψυχῶν καὶ σωμάτων ἰατρὸς καὶ θεραπευτὴς μέτρῳ τὴν ἴασιν ἐχαρίζετο, τὸν πολυχρόνιον πρῶτον θεραπεύων, ἵνα τάχιον ἀπαλλαγῇ τῶν ἀλγηδόνων. οὐ γὰρ μία ἡμέρα ἦν αὐτῷ κατακεῖσθαι, ὡς οὐδὲ δευτέρα, οὐδὲ πρῶτος μὴν ἢ ἐνιαυτός, ἀλλ' ὀκτὼ καὶ τριάκοντα ἔτη. κατακείμενος πολυχρονίῳ νόσῳ γνώριμος ἦν τοῖς ὁρῶσιν, καὶ δεικνύων τοῦ θεραπεύοντος τὴν ἐνέργειαν. ἐγνωρίζετο γὰρ ὑπὸ πάντων διὰ τὸν χρόνον ὁ παραλυτικός. ὁ δὲ ἀρχιατρὸς ἐδείκνυ μὲν τὴν δύναμιν, ἠθετεῖτο δὲ ὑπὸ τῶν κακῶς ἐκδεχομένων.