Homilia in paralyticum juxta piscinam jacentem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyrillus-hierosolymitanus" aria-label="More works by Cyrillus Hierosolymitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
4.1
Εἶδεν τινὰ κατακείμενον καὶ πλείστῃ νόσῳ βεβαρημένον. ἁμαρτιῶν γὰρ εἶχε πολὺ φορτίον καὶ νόσου πολυχρόνιον ἀλγηδόνα. πρὸς τοῦτον ἐρώτημά πως λέγει τὸ ποθούμενον· θέλεις ὑγιὴς γενέσθαι; καὶ οὐκ εἶπεν τὶ ἄλλο, ἀλλὰ κατέλειπεν τῇ μεσότητι τῆς ἐρωτήσεως. διπλῆ γὰρ ἦν ἡ ἐρώτησις. ἐπειδὴ γὰρ οὐ μόνον ἐνόσει τὸ σῶμα, ἀλλὰ καὶ τὴν ψυχήν, (κατὰ τὸ ὕστερον ὑπ' αὐτοῦ εἰρημένον, ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται,) ἠρώτα αὐτόν· θέλεις ὑγιὴς γενέσθαι; ὢ μεγάλης ἰατροῦ δυνάμεως, ἐπὶ τῷ θέλειν τὴν βοήθειαν τιθεμένου. ἐπειδὴ γὰρ ἐκ πίστεως ἡ σωτηρία, διὰ τοῦτο ἤκουσε τὸ θέλεις, ἵνα τὸ θέλειν ἐπαγάγῃ τὴν ἐνέργειαν. τοῦτο μόνου τοῦ Ἰησοῦ τὸ ῥῆμα. ἀρχιάτρων γὰρ οὐκ ἔστιν αἰσθητῶν. οἱ γὰρ τὰ αἰσθητὰ νοσήματα θεραπεύοντες οὐ δύνανται πᾶσιν λέγειν· θέλεις ὑγιὴς γενέσθαι; Ἰησοῦς δὲ καὶ τὸ θέλειν χαρίζεται, καὶ τὸ πιστεύειν λαμβάνει, καὶ τὴν δωρεὰν ἀμισθὶ χαρίζεται.