Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia in paralyticum juxta piscinam jacentem
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyrillus-hierosolymitanus" aria-label="More works by Cyrillus Hierosolymitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
5.1
Περιῄει ποτὲ ὁ σωτὴρ κατὰ τὴν ὁδόν, καὶ τυφλοὶ δύο ἐκαθέζοντο, ἀβλεπτοῦντες μὲν τῷ σώματι, πεφωτισμένοι δὲ τὴν διάνοιαν. ὅνπερ γὰρ οὐκ ᾔδεισαν γραμματεῖς, τοῦτον ἐδείκνυον οἱ τυφλοὶ βοῶντες. οἱ μὲν γὰρ φαρισαῖοι τὸν νόμον μεμαθηκότες καὶ ἐκ παιδίου ἕως γήρως μεμελετηκότες καὶ ἐν ἀμαθίᾳ γεγηρακότες ἔλεγον, ὅτι τοῦτον οὐκ οἴδαμεν πόθεν ἐστίν. εἰς γὰρ τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. οἱ δὲ τυφλοὶ ἐπεβόων λέγοντες, υἱὲ Δαβίδ, ἐλέησον ἡμᾶς. καὶ ὅνπερ οὐκ ᾔδεισαν οἱ τὸν νόμον μεμαθηκότες, τοῦτον ᾔδεισαν οἱ τοὺς ὀφθαλμοὺς μὴ ὑπηρετήσαντας εἰς ἀνάγνωσιν ἔχοντες. Τούτοις προσελθὼν ὁ σωτὴρ ἔλεγεν· πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; καὶ τὸ τί θέλετε ἵνα ποιήσω ὑμῖν; οὐκ εἶπεν, τί θέλετε ἵνα εἴπω ὑμῖν, ἀλλά, τί θέλετε ἵνα ποιήσω ὑμῖν. ποιητὴς γὰρ ἦν καὶ ζωοδότης, οὐ νῦν ἀρξάμενος ποιεῖν. ὁ πατὴρ γὰρ αὐτοῦ πάντοτε ἐργάζεται, καὶ αὐτὸς τῷ πατρὶ συνεργάζεται, καὶ ποιητὴς ἦν τῶν ὅλων νεύματι πατρός. αὐτὸς δὲ μόνος ἐκ μόνου ἀμεσιτεύτως γεννηθεὶς ἐρωτᾷ τοὺς τυφλούς, λέγων· τί θέλετε ἵνα ποιήσω ὑμῖν; οὐκ ἀγνοῶν τί θέλουσιν, (φανερὸν γὰρ ἦν τὸ πρᾶγμα,) ἀλλ' ἐκ τῶν λόγων αὐτῶν ἐπαγαγὼν τὴν δωρεάν, ἵνα ἐκ τῶν λόγων δικαιωθῶσιν αὐτῶν. οὐ γὰρ δήπου ὁ τὰς καρδίας εἰδὼς ἀγνοεῖ τὸ λεγόμενον, ἀλλ' ἐξεδέχετο τὸν λόγον, ἵνα ἡ ἐρώτησις ἐφελκύσῃ τὴν ἐνέργειαν.

Intertext edge

Open linked passage

Note