Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia in paralyticum juxta piscinam jacentem
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyrillus-hierosolymitanus" aria-label="More works by Cyrillus Hierosolymitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
6.1
Οὕτως καὶ τούτῳ παραστὰς καὶ αὐτομολήσας πρὸς τὸν κεκμηκότα ὁ ἰατρός (καὶ οὐδὲν θαυμαστὸν εἰ πρὸς τὸν παρὰ τὴν κολυμβήθραν κείμενον παρῆλθεν, εἴγε ηὐτομόλησεν ἐξ οὐρανοῦ πρὸς ἡμᾶς) ἠρώτα τοῦτον· θέλεις ὑγιὴς γενέσθαι; ἐκ τῆς ἐρωτήσεως ἐφέλκων αὐτὸν εἰς τὴν γνῶσιν καὶ διεγείρων αὐτὸν εἰς ἐρώτησιν. μεγάλης χάριτος δωρεά. ἄμισθος γὰρ ἦν. διὰ τοῦτο καὶ αὐτόμολον εἶχεν τὸν θεραπευτήν. ὁ δὲ πρὸς αὐτόν· ναί, κύριε. τὸ γὰρ πολυχρόνιόν μου τῶν νοσημάτων ποθητήν μοι ποιεῖ τὴν ὑγίειαν, κἀγὼ μὲν ποθῶ, ἄνθρωπον δὲ οὐκ ἔχω. Μὴ ἀθυμήσῃς, ἄνθρωπε, ὅτι ἅνθρωπον οὐκ ἔχεις. θεὸν ἔχεις παρεστῶτα, κατά τι μὲν ἄνθρωπον, κατά τι δὲ θεόν· ἀμφότερα γὰρ ὁμολογητέον. οὐ γὰρ ἡ τῆς ἀνθρωπότητος ὁμολογία μὴ συνομολογουμένης τῆς θεότητος ὠφέλιμος, μᾶλλον δὲ κατάρας πρόξενος. ἐπικατάρατος γὰρ ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον. εἰ μὲν οὖν καὶ ἡμεῖς εἰς Ἰησοῦν ἐλπίζοντες εἰς ἄνθρωπον ἐλπίζομεν, οὐχὶ δὲ καὶ τὴν θεότητα συμπλέκοντες τῇ ἐλπίδι, κατάρας ἐσμὲν κληρονόμοι. νῦν δὲ καὶ θεὸν καὶ ἄνθρωπον ὁμολογοῦμεν, καὶ ἀμφότερα ἀληθῶς, [θεὸν ἀληθῶς] ἐξ ἀληθινοῦ πατρὸς γεγεννημένον, καὶ ἄνθρωπον οὐ κατὰ φαντασίαν, ἀλλὰ κατὰ ἀλήθειαν γεγεννημένον προσκυνοῦντες ἀληθινὴν σωτηρίαν ἐκδεχόμεθα.

Intertext edge

Open linked passage

Note