Homilia in paralyticum juxta piscinam jacentem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyrillus-hierosolymitanus" aria-label="More works by Cyrillus Hierosolymitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
7.1
Θέλω μὲν ὑγιὴς γενέσθαι, ἄνθρωπον δὲ οὐκ ἔχω. βλέπε, εἰ μή, ὅπου ἡ σωτηρία ὑστέρει, ἐκεῖ ἔδωκεν τὴν ἐνέργειαν. οἱ γὰρ πολλοὶ τῶν νοσούντων καὶ οἰκίας εἶχον, ἔτι δὲ καὶ γνωρίμους, εἰ καὶ ἄλλους τινάς. οὗτος δὲ ἀληθῶς ἐν πάσῃ πενίᾳ τεθλιμμένος καὶ τῆς ἔξωθεν βοηθείας μηδεμίαν ἔχων τὴν δύναμιν, μονώτατος καταλειφθείς, ἔσχεν βοηθὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ. θέλεις ὑγιὴς γενέσθαι; ναί, κύριε, ἄνθρωπον δὲ οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν. ἔχεις τὴν πηγήν, ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, πηγὴν πηγοποιόν. ὃς δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος τούτου, ποταμοὶ ῥεύσουσιν ἐκ τῆς κοιλίας αὐτοῦ, οὐχ ὕδατος κάτω ῥέοντος, ἀλλ' ὕδατος ἁλλομένου (τὸ γὰρ Ἰησοῦ οὐκ ἄνωθεν κάτω ἀναπηδᾶν ποιεῖ, ἀλλ' ἀπὸ τῶν γηίνων ἐπὶ τὰ οὐράνια), ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. πηγὴ γὰρ ἀγαθῶν Ἰησοῦς.