Homilia in paralyticum juxta piscinam jacentem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyrillus-hierosolymitanus" aria-label="More works by Cyrillus Hierosolymitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
8.1
Καὶ τί περιμένεις κολυμβήθραν; ἔχεις τὸν ἐπὶ τῶν ὑδάτων περιπατοῦντα, τὸν τῶν ἀνέμων ἐπιτιμητήν, τὸν θαλάσσης ἡνίοχον, τὸν μὴ μόνον ἑαυτῷ κρηπῖδος δίκην ὑπεστρωμένην ἔχοντα τὴν θάλασσαν, ἀλλὰ καὶ Πέτρῳ τὴν ὁμότροπον τοῦ περιπάτου ἐνέργειαν χαρισάμενον. ἡνίκα γὰρ νὺξ ἦν ἀφεγγής, παρῆν δὲ τὸ φῶς, οὐκ ἐγνωρίζετο (Ἰησοῦς γὰρ περιπατῶν ἐπὶ τῶν ὑδάτων ἄγνωστος ἦν ὅσον ἐκ προσώπου χαρα κτῆρος φαινόμενος, ἡ δὲ τῆς φωνῆς ἰδιότης ἐμήνυσε τὸν παρόντα), ὡς φάντασμα δὲ νομίσαντες ἐφοβήθησαν. ἔφη δὲ πρὸς αὐτοὺς Ἰησοῦς· ἐγώ εἰμι, μὴ φοβεῖσθε. ὁ δὲ Πέτρος πρὸς αὐτὸν λέγει· εἰ σὺ εἶ ὃν ἐγὼ οἶδα, μᾶλλον δὲ ὃν ὁ πατήρ μοι ἐμήνυσεν, κέλευσόν μοι ἐλθεῖν πρὸς σὲ ἐπὶ τὰ ὕδατα. ὁ δὲ πρὸς αὐτὸν ἀφθονωτάτῃ μεταδόσει λέγει· ἐλθέ.