Homilia in paralyticum juxta piscinam jacentem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyrillus-hierosolymitanus" aria-label="More works by Cyrillus Hierosolymitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
9.1
Παρῆν τοίνυν παρὰ τὰ ὕδατα τῆς κολυμβήθρας ὁ τῶν ὑδάτων ἡνίοχος καὶ ποιητής. πρὸς ὃν ὁ παράλυτος λέγει· ἄνθρωπον οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς κολυμβήθραν. λέγει αὐτῷ ὁ σωτήρ· τί περιμένεις ταραχὴν ὑδάτων; ἀταράχως θεραπεύθητι. τί δὲ κίνησιν φαινομένην ἐκδέχῃ; λόγῳ τὸ πρόσταγμα γίνεται ὀξύτερον νοήματος. μόνον ἔνιδε τῇ τῆς πηγῆς ἐνεργείᾳ καὶ καθυπόπτευσον τὸν ἐν σαρκὶ φαινόμενον θεόν, καὶ μὴ τὸν φαινόμενον σκόπει, ἀλλὰ τὸν διὰ τοῦ φαινομένου ἐργαζόμενον. ἄνθρωπον οὐκ ἔχω, ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ βάλῃ με εἰς τὴν κολυμβήθραν. ὁ δὲ πρὸς αὐτόν· τί περιμένεις τὰ μικρά; τί ζητεῖς ὑδάτων ἰατρείαν; ἔγειραι, ἡ ἀνάστασίς σοι εἶπεν. πανταχοῦ γὰρ τοῖς πᾶσιν πάντα γίνεται ὁ σωτήρ, πεινῶσιν ἄρτος, διψῶσιν ὕδωρ, νεκροῖς ἀνάστασις, νοσοῦσιν ἰατρός, ἁμαρτωλοῖς ἀπολύτρωσις.