Procatechesis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyrillus-hierosolymitanus" aria-label="More works by Cyrillus Hierosolymitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1
Ἤδη μακαριότητος ὀσμὴ πρὸς ὑμᾶς, ὦ ΦΩΤΙΖΟΜΕΝΟΙ, ἤδη τὰ νοητὰ ἄνθη συλλέγετε πρὸς πλοκὴν ἐπουρανίων στεφάνων· ἤδη τοῦ Πνεύματος τοῦ ἁγίου ἔπνευσεν ἡ εὐωδία. Ἤδη περὶ τὸ προαύλιον τῶν βασιλείων γεγόνατε· γένοιτο δὲ καὶ ὑπὸ τοῦ βασιλέως εἰσαχθῆτε. Ἄνθη γὰρ νῦν ἐφάνη τῶν δένδρων· γένοιτο δὲ ἵνα καὶ ὁ καρπὸς [τέλειος ᾖ]. Ὀνοματογραφία τέως ὑμῖν γέγονε, καὶ στρατείας κλῆσις· καὶ νυμφαγωγίας λαμπάδες, καὶ οὐρανίου πολιτείας ἐπιθυμία, καὶ πρόθεσις ἀγαθὴ, καὶ ἐλπὶς ἐπακολουθοῦσα· ἀψευδὴς γὰρ ὁ εἰπὼν, ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς τὸ ἀγαθόν. Ὁ μὲν γὰρ Θεὸς δαψιλής ἐστιν εἰς εὐεργεσίαν· περιμένει δὲ ἑκάστου τὴν γνησίαν προαίρεσιν. Διὰ τοῦτο ἐπήγαγεν ὁ Ἀπόστολος λέγων, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν· ἡ πρόθεσις γνησία οὖσα, κλητόν σε ποιεῖ· κἂν γὰρ τὸ σῶμα ὧδε ἔχῃς, τὴν δὲ διάνοιαν μὴ ἔχῃς, οὐδὲν ὠφελῇ.