Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Procatechesis
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyrillus-hierosolymitanus" aria-label="More works by Cyrillus Hierosolymitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
3.1
Ἐπολυπραγμόνησέ τίς ποτε τὸν γάμον ἐν τοῖς εὐαγγελίοις· καὶ ἀνάξιον ἔνδυμα λαβὼν εἰσῆλθε, καὶ ἀνέπεσε, καὶ ἔφαγε· συνεχώρησε γὰρ ὁ νυμφίος. Ἔδει δὲ αὐτὸν ἰδόντα τὸ λευχειμονοῦν πάντων, καὶ αὐτὸν ἀναλαβέσθαι τοιοῦτον ἔνδυμα. Ἀλλ' ἴσων μὲν μετελάμβανε βρωμάτων· ἀνισότητα δὲ εἶχε σχημάτων καὶ προαιρέσεως. Ἀλλ' ὁ νυμφίος, εἰ καὶ δαψιλὴς, ἀλλ' οὐκ ἄκριτος· περιερχόμενος δὲ τῶν ἀνακειμένων ἕκαστον καὶ θεωρῶν, [ἔμελε γὰρ αὐτῷ, οὐχ ὅπως φάγωσιν, ἀλλ' ὅπως εὐσχημονῶσιν] ἰδών τινα ἀλλότριον, μὴ ἔχοντα γάμου ἔνδυμα, ἔλεγε πρὸς αὐτόν· Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε; ποίῳ χρώματι; ποίᾳ συνειδήσει; ἔστω, ὁ θυρωρὸς οὐκ ἐκώλυσε, διὰ τὸ δαψιλὲς τοῦ παρέχοντος· ἔστω, ἄγνοιαν εἶχες ποταπῷ δεῖ σχήματι εἰσελθεῖν εἰς τὸ συμπόσιον· εἰσῆλθες, εἶδες ἀστράπτοντα ὥσπερ τὰ σχήματα τῶν ἀνακειμένων· οὐκ ἔδει σε κἂν ἐκ τῶν φαινομένων διδαχθῆναι; οὐκ ἔδει σε ἐξελθεῖν εὐκαίρως, ἵνα καὶ εὐκαίρως εἰσέλθῃς; Νῦν δὲ ἀκαίρως εἰσῆλθες, ἵνα ἀκαίρως ἐκβληθῇς. Καὶ προστάσσει τοῖς ὑπηρέταις· Δήσατε αὐτοῦ πόδας, τοὺς τολμηρῶς εἰσβάλλοντας· δήσατε αὐτοῦ χεῖρας, τὰς μὴ εἰδυίας ἔνδυμα περιβαλέσθαι φαιδρόν· καὶ ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον· ἀνάξιος γάρ ἐστι λαμπάδων νυμφικῶν. Ἰδὲ τί συνέβη τῷ τότε· ἀσφάλισαι τὰ σεαυτοῦ.

Intertext edge

Open linked passage

Note