Procatechesis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyrillus-hierosolymitanus" aria-label="More works by Cyrillus Hierosolymitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
4.1
Ἡμεῖς μὲν γὰρ, οἱ διάκονοι Χριστοῦ, δεδέγμεθα ἕκαστον, καὶ θυρωρῶν ὥσπερ τάξιν ἐπέχοντες, ἀνέτην ἀφήκαμεν τὴν θύραν. Ἐγχωρεῖ δέ σε βεβορβορωμένην ἔχοντα τὴν ψυχὴν ἁμαρτίαις, καὶ τὴν προαίρεσιν ἐσπιλωμένην, εἰσελθεῖν. Εἰσῆλθες· κατηξιώθης· ὄνομά σου ἐνεγράφη. Βλέπεις μοι τὸ σεμνὸν τοῦτο τῆς ἐκκλησίας κατάστημα; θεωρεῖς μοι τάξιν καὶ ἐπιστήμην; γραφῶν ἀνάγνωσιν, κανονικῶν παρουσίαν, διδασκαλίας ἀκολουθίαν; δυσωπήθητι καὶ τὸν τόπον, καὶ παιδεύθητι ἐκ τῶν φαινομένων· ἔξελθε εὐκαίρως τὰ νῦν, καὶ εἴσελθε αὔριον εὐκαιρότατα. Εἰ φιλάργυρον ἔχεις τὸ σχῆμα τῆς ψυχῆς, ἄλλο ἐνδυσάμενος εἴσελθε· [ἔκδυσαι τὸ σχῆμα ὃ εἶχες, μὴ ἐπικαλύψῃς] ἔκδυσαί μοι πορνείαν καὶ ἀκαθαρσίαν, καὶ ἔνδυσαί μοι σωφροσύνης λαμπροτάτην στολήν. Ἐγὼ παραγγέλλω, πρὶν ὁ νυμφίος τῶν ψυχῶν εἰσέλθῃ Ἰησοῦς, καὶ ἴδῃ τὰ σχήματα. Πολλή σοι ἡ προθεσμία· τεσσαράκοντα ἡμερῶν μετάνοιαν ἔχεις· ἔχεις πολλὴν εὐκαιρίαν καὶ ἐκδύσασθαι καὶ ἀποπλύνασθαι, καὶ ἐνδύσασθαι καὶ εἰσελθεῖν. Εἰ δὲ ἐπιμένεις κακῇ προαιρέσει, ὁ μὲν λέγων ἀναίτιος, σὺ δὲ μὴ προσδόκα λήψεσθαι τὴν χάριν· τὸ μὲν [γὰρ] ὕδωρ σε δέξεται, τὸ δὲ πνεῦμά σε οὐ δέξεται. Εἴ τις σύνοιδεν ἑαυτῷ τὸ τραῦμα, τὴν ἔμπλαστρον λαβέτω· εἴ τις ἔπεσεν, ἐγειρέσθω· μηδεὶς ἐν ὑμῖν Σίμων, μηδεμία ὑπόκρισις, μηδὲ περιεργία τοῦ πράγματος.