Procatechesis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyrillus-hierosolymitanus" aria-label="More works by Cyrillus Hierosolymitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
6.1
Βλέπε μοι πηλίκην [σοι] ἀξίαν ὁ Ἰησοῦς χαρίζεται. Κατηχούμενος ἐλέγου, ἔξωθεν περιηχούμενος· ἀκούων ἐλπίδα, καὶ μὴ εἰδώς· ἀκούων μυστήρια, καὶ μὴ νοῶν· ἀκούων γραφὰς, καὶ μὴ εἰδὼς τὸ βάθος. Οὐκ ἔτι περιηχῇ, ἀλλ' ἐνηχῇ· τὸ γὰρ ἔνοικον Πνεῦμα, λοιπὸν οἴκους θείους τὴν διάνοιάν σου ἐργάζεται. Ὅταν ἀκούσῃς τὰ περὶ τῶν μυστηρίων γεγραμμένα, τότε νοήσεις ἃ μὴ ᾔδεις. Καὶ μὴ νομίσῃς ὅτι μικρὸν πρᾶγμα λαμβάνεις· ἄνθρωπος ὢν οἰκτρὸς, Θεοῦ λαμβάνεις προσηγορίαν. Ἄκουε Παύλου λέγοντος· Πιστὸς ὁ Θεός· ἄκουε ἄλλης γραφῆς λεγούσης· Θεὸς πιστὸς καὶ δίκαιος. Τοῦτο προβλέπων ὁ Ψαλμῳδὸς ἔλεγεν ἐκ προσώπου τοῦ Θεοῦ, ἐπειδὴ μέλλουσιν ἄνθρωποι Θεοῦ προσηγορίαν λαμβάνειν· Ἐγὼ εἶπα, θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες· ἀλλὰ βλέπε, μὴ πιστοῦ μὲν ἡ προσηγορία, ἀπίστου δὲ ἡ προαίρεσις. Εἰσῆλθες εἰς ἀγῶνα, κάμε τὸν δρόμον· ἄλλον καιρὸν τοιοῦτον οὐκ ἔχεις. Εἴ σοι γάμων ἡμέραι προέκειντο, οὐκ ἂν κατεφρόνησας πάντων, καὶ περὶ τὴν ἑτοιμασίαν τῆς ἑστιάσεως ἐγένου; μέλλων δὲ τὴν ψυχὴν καθοσιοῦν τῷ ἐπουρανίῳ νυμφίῳ, οὐκ ἀργήσεις σωματικῶν, ἵνα ἄρῃς πνευματικά;