Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Against Meidias
DemosthenesAgainst 1 · perseus-grc2More by Demosthenes
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/demosthenes" aria-label="More works by Demosthenes"> —
⋯
More
Original / primary: Perseus Grc2
1
1
τὴν μὲν ἀσέλγειαν, ὦ ἄνδρες δικασταί, καὶ τὴν ὕβριν, ᾗ πρὸς ἅπαντας ἀεὶ χρῆται Μειδίας, οὐδένʼ οὔθʼ ὑμῶν οὔτε τῶν ἄλλων πολιτῶν ἀγνοεῖν οἴομαι. ἐγὼ δʼ, ὅπερ ἂν καὶ ὑμῶν ἕκαστος ὑβρισθεὶς προείλετο πρᾶξαι, τοῦτο καὶ αὐτὸς ἐποίησα, καὶ προὐβαλόμην ἀδικεῖν τοῦτον περὶ τὴν ἑορτήν, οὐ μόνον πληγὰς ὑπʼ αὐτοῦ λαβὼν τοῖς Διονυσίοις, ἀλλὰ καὶ ἄλλα πολλὰ καὶ βίαια παθὼν παρὰ πᾶσαν τὴν χορηγίαν.
2
2
ἐπειδὴ δὲ καλῶς καὶ τὰ δίκαια ποιῶν ὁ δῆμος ἅπας οὕτως ὠργίσθη καὶ παρωξύνθη καὶ σφόδρʼ ἐσπούδασεν ἐφʼ οἷς ἠδικημένῳ μοι συνῄδει, ὥστε πάντα ποιοῦντος τούτου καί τινων ἄλλων ὑπὲρ αὐτοῦ, οὐκ ἐπείσθη οὐδʼ ἀπέβλεψεν εἰς τὰς οὐσίας τὰς τούτων οὐδὲ τὰς ὑποσχέσεις, ἀλλὰ μιᾷ γνώμῃ κατεχειροτόνησεν αὐτοῦ, πολλοί μοι προσιόντες, ὦ ἄνδρες δικασταί, καὶ τῶν ἐν τῷ δικαστηρίῳ νῦν ὄντων ὑμῶν καὶ τῶν ἄλλων πολιτῶν ἠξίουν καὶ παρεκελεύοντʼ ἐπεξελθεῖν καὶ παραδοῦναι τοῦτον εἰς ὑμᾶς, ὡς μὲν ἐμοὶ δοκεῖ, διʼ ἀμφότερʼ, ὦ ἄνδρες Ἀθηναῖοι, νὴ τοὺς θεούς, καὶ δεινὰ πεπονθέναι νομίζοντες ἐμὲ καὶ δίκην ἅμα βουλόμενοι λαβεῖν ὧν ἐπὶ τῶν ἄλλων ἐτεθέαντο θρασὺν ὄντα καὶ βδελυρὸν καὶ οὐδὲ καθεκτὸν ἔτι.
3
3
οὕτω δὲ τούτων ἐχόντων, ὅσα μὲν παρʼ ἐμοῦ προσῆκε φυλαχθῆναι, πάντα δικαίως ὑμῖν τετήρηται, καὶ κατηγορήσων, ἐπειδή τις εἰσάγει, πάρειμι, ὡς ὁρᾶτε, πολλὰ μέν, ὦ ἄνδρες Ἀθηναῖοι, χρήματα, ἐξόν μοι λαβεῖν ὥστε μὴ κατηγορεῖν, οὐ λαβών, πολλὰς δὲ δεήσεις καὶ χάριτας καὶ νὴ Δίʼ ἀπειλὰς ὑπομείνας.
4
4
ἃ δʼ ἐν ὑμῖν μετὰ ταῦτʼ ἔσθʼ ὑπόλοιπα, ὅσῳ πλείοσιν οὗτος ἠνώχληκε καὶ παρήγγελκεν (ἑώρων γὰρ αὐτὸν ἄρτι πρὸ τῶν δικαστηρίων οἷʼ ἐποίει), τοσούτῳ μᾶλλον ἐλπίζω τὸ δίκαιον ἕξειν. οὐ γὰρ ἂν καταγνοίην ὑμῶν οὐδενὸς οὔθʼ ὡς περὶ ὧν πρὸς ἔμʼ ἐσπουδάσατʼ αὐτοί, τούτων ἀμελήσετε, οὔθʼ ὡς, ἵνα Μειδίας ἀδεῶς τὸ λοιπὸν ὑβρίζῃ, ψηφιεῖταί τις ὑμῶν ὀμωμοκὼς ἄλλο τι πλὴν ὅ τι ἂν δίκαιον ἡγῆται.
5
5
εἰ μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, παρανόμων ἢ παραπρεσβείας ἤ τινος ἄλλης αἰτίας ἔμελλον αὐτοῦ κατηγορεῖν τοιαύτης, οὐδὲν ἂν ὑμῶν ἠξίουν δεῖσθαι, νομίζων τῷ μὲν κατηγόρῳ περὶ τῶν τοιούτων προσήκειν ἐλέγχειν μόνον, τῷ δὲ φεύγοντι καὶ παραιτεῖσθαι. ἐπειδὴ δὲ τούς τε κριτὰς διαφθείραντος τούτου καὶ διὰ τοῦτο τῆς φυλῆς ἀδίκως ἀφαιρεθείσης τὸν τρίποδα,
6
6
καὶ αὐτὸς πληγὰς εἰληφὼς καὶ ὑβρισμένος οἷʼ οὐκ οἶδʼ εἴ τις ἄλλος πώποτε χορηγὸς ὑβρίσθη, ἣν ὑπὲρ τούτων ἀγανακτήσας καὶ συνοργισθεὶς καταχειροτονίαν ὁ δῆμος ἐποιήσατο, ταύτην εἰσέρχομαι, οὐκ ὀκνήσω καὶ δεῖσθαι. εἰ γὰρ οἷόν τε τοῦτʼ εἰπεῖν, ἐγὼ νῦν φεύγω, εἴπερ ὑβρισθέντα μηδεμιᾶς δίκης τυχεῖν ἐστί τις συμφορά.
7
7
δέομαι οὖν ὑμῶν ἁπάντων, ὦ ἄνδρες δικασταί, καὶ ἱκετεύω, πρῶτον μὲν εὐνοϊκῶς ἀκοῦσαί μου λέγοντος, ἔπειτʼ, ἐὰν ἐπιδείξω Μειδίαν τουτονὶ μὴ μόνον εἰς ἐμὲ ἀλλὰ καὶ εἰς ὑμᾶς καὶ εἰς τοὺς νόμους καὶ εἰς τοὺς ἄλλους ἅπαντας ὑβρικότα, βοηθῆσαι καὶ ἐμοὶ καὶ ὑμῖν αὐτοῖς. καὶ γὰρ οὕτω πως ἔχει, ὦ ἄνδρες Ἀθηναῖοι· ὕβρισμαι μὲν ἐγὼ καὶ προπεπηλάκισται τὸ σῶμα τοὐμὸν τότε, ἀγωνιεῖται δὲ καὶ κριθήσεται τὸ πρᾶγμα νυνί, πότερον ἐξεῖναι δεῖ τὰ τοιαῦτα ποιεῖν καὶ εἰς τὸν τυχόνθʼ ὑμῶν ἀδεῶς ὑβρίζειν ἢ μή.
8
εἴ τις οὖν ὑμῶν ἄρα καὶ τὸν ἔμπροσθεν χρόνον τῶν ἰδίων τινὸς εἵνεκα γίγνεσθαι τὸν ἀγῶνα τόνδʼ ὑπελάμβανεν, ἐνθυμηθεὶς νῦν ὅτι δημοσίᾳ συμφέρει μηδενὶ μηδὲν ἐξεῖναι τοιοῦτο ποιεῖν, ὡς ὑπὲρ κοινοῦ τοῦ πράγματος ὄντος καὶ προσέχων ἀκουσάτω, καὶ τὰ φαινόμενʼ αὑτῷ δικαιότερʼ εἶναι, ταῦτα ψηφισάσθω. ἀναγνώσεται δὲ πρῶτον μὲν ὑμῖν τὸν νόμον καθʼ ὃν εἰσὶν αἱ προβολαί· μετὰ δὲ ταῦτα καὶ περὶ τῶν ἄλλων πειράσομαι διδάσκειν. λέγε τὸν νόμον. ΝΟΜΟΣ Τοὺς πρυτάνεις ποιεῖν ἐκκλησίαν ἐν Διονύσου τῇ ὑστεραίᾳ τῶν Πανδίων. ἐν δὲ ταύτῃ χρηματίζειν πρῶτον μὲν περὶ ἱερῶν, ἔπειτα τὰς προβολὰς παραδιδότωσαν τὰς γεγενημένας ἕνεκα τῆς πομπῆς ἢ τῶν ἀγώνων τῶν ἐν τοῖς Διονυσίοις, ὅσαι ἂν μὴ ἐκτετισμέναι ὦσιν.
9
9
ὁ μὲν νόμος οὗτός ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι, καθʼ ὃν αἱ προβολαὶ γίγνονται, λέγων, ὥσπερ ἠκούσατε, ποιεῖν τὴν ἐκκλησίαν ἐν Διονύσου μετὰ τὰ Πάνδια, ἐν δὲ ταύτῃ ἐπειδὰν χρηματίσωσιν οἱ πρόεδροι περὶ ὧν διῴκηκεν ὁ ἄρχων, χρηματίζειν καὶ περὶ ὧν ἄν τις ἠδικηκὼς ᾖ περὶ τὴν ἑορτὴν ἢ παρανενομηκώς, καλῶς, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ συμφερόντως ἔχων ὁ νόμος, ὡς τὸ πρᾶγμʼ αὐτὸ μαρτυρεῖ. ὅπου γὰρ ἐπόντος τοῦ φόβου τούτου φαίνονταί τινες οὐδὲν ἧττον ὑβρισταί, τί χρὴ τοὺς τοιούτους προσδοκᾶν ἂν ποιεῖν, εἰ μηδεὶς ἐπῆν ἀγὼν μηδὲ κίνδυνος;
10
βούλομαι τοίνυν ὑμῖν καὶ τὸν ἑξῆς ἀναγνῶναι νόμον τούτῳ· καὶ γὰρ ἐκ τούτου φανερὰ πᾶσιν ὑμῖν ἥ τε τῶν ἄλλων ὑμῶν εὐλάβεια γενήσεται καὶ τὸ τούτου θράσος. λέγε τὸν νόμον. ΝΟΜΟΣ Εὐήγορος εἶπεν· ὅταν ἡ πομπὴ ᾖ τῷ Διονύσῳ ἐν Πειραιεῖ καὶ οἱ κωμῳδοὶ καὶ οἱ τραγῳδοί, καὶ ἡ ἐπὶ Ληναίῳ πομπὴ καὶ οἱ τραγῳδοὶ καὶ οἱ κωμῳδοί, καὶ τοῖς ἐν ἄστει Διονυσίοις ἡ πομπὴ καὶ οἱ παῖδες καὶ ὁ κῶμος καὶ οἱ κωμῳδοὶ καὶ οἱ τραγῳδοί, καὶ Θαργηλίων τῇ πομπῇ καὶ τῷ ἀγῶνι, μὴ ἐξεῖναι μήτε ἐνεχυράσαι μήτε λαμβάνειν ἕτερον ἑτέρου, μηδὲ τῶν ὑπερημέρων, ἐν ταύταις ταῖς ἡμέραις. ἐὰν δέ τις τούτων τι παραβαίνῃ, ὑπόδικος ἔστω τῷ παθόντι, καὶ προβολαὶ αὐτοῦ ἔστωσαν ἐν τῇ ἐκκλησίᾳ τῇ ἐν Διονύσου ὡς ἀδικοῦντος, καθὰ περὶ τῶν ἄλλων τῶν ἀδικούντων γέγραπται.
11
11
ἐνθυμεῖσθʼ, ὦ ἄνδρες δικασταί, ὅτι ἐν τῷ προτέρῳ νόμῳ κατὰ τῶν περὶ τὴν ἑορτὴν ἀδικούντων οὔσης τῆς προβολῆς, ἐν τούτῳ καὶ κατὰ τῶν τοὺς ὑπερημέρους εἰσπραττόντων ἢ καὶ ἄλλʼ ὁτιοῦν τινὸς λαμβανόντων ἢ βιαζομένων ἐποιήσατε τὰς προβολάς. οὐ γὰρ ὅπως τὸ σῶμʼ ὑβρίζεσθαί τινος ἐν ταύταις ταῖς ἡμέραις, ἢ τὴν παρασκευὴν ἣν ἂν ἐκ τῶν ἰδίων πορίσαιτό τις εἰς λῃτουργίαν, ᾤεσθε χρῆναι, ἀλλὰ καὶ τὰ δίκῃ καὶ ψήφῳ τῶν ἑλόντων γιγνόμενα τῶν ἑαλωκότων καὶ κεκτημένων ἐξ ἀρχῆς τὴν γοῦν ἑορτὴν ἀπεδώκατʼ εἶναι.
12
12
ὑμεῖς μὲν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, πάντες εἰς τοσοῦτον ἀφῖχθε φιλανθρωπίας καὶ εὐσεβείας ὥστε καὶ τῶν πρότερον γεγενημένων ἀδικημάτων τὸ λαμβάνειν δίκην ἐπέσχετε ταύτας τὰς ἡμέρας· Μειδίας δʼ ἐν αὐταῖς ταύταις ταῖς ἡμέραις ἄξια τοῦ δοῦναι τὴν ἐσχάτην δίκην ποιῶν δειχθήσεται. βούλομαι δʼ ἕκαστον ἀπʼ ἀρχῆς ὧν πέπονθʼ ἐπιδείξας καὶ περὶ τῶν πληγῶν εἰπεῖν ἃς τὸ τελευταῖον προσενέτεινέ μοι· ἓν γὰρ οὐδέν ἐστιν ἐφʼ ᾧ τῶν πεπραγμένων οὐ δίκαιος ὢν ἀπολωλέναι φανήσεται.
13
13
ἐπειδὴ γὰρ οὐ καθεστηκότος χορηγοῦ τῇ Πανδιονίδι φυλῇ, τρίτον ἔτος τουτί, παρούσης δὲ τῆς ἐκκλησίας ἐν ᾗ τὸν ἄρχοντʼ ἐπικληροῦν ὁ νόμος τοῖς χοροῖς τοὺς αὐλητὰς κελεύει, λόγων καὶ λοιδορίας γιγνομένης, καὶ κατηγοροῦντος τοῦ μὲν ἄρχοντος τῶν ἐπιμελητῶν τῆς φυλῆς, τῶν δʼ ἐπιμελητῶν τοῦ ἄρχοντος, παρελθὼν ὑπεσχόμην ἐγὼ χορηγήσειν ἐθελοντής, καὶ κληρουμένων πρῶτος αἱρεῖσθαι τὸν αὐλητὴν ἔλαχον,
14
14
ὑμεῖς μέν, ὦ ἄνδρες Ἀθηναῖοι, πάντες ἀμφότερʼ ὡς οἷόν τε μάλιστʼ ἀπεδέξασθε, τήν τʼ ἐπαγγελίαν τὴν ἐμὴν καὶ τὸ συμβὰν ἀπὸ τῆς τύχης, καὶ θόρυβον καὶ κρότον τοιοῦτον ὡς ἂν ἐπαινοῦντές τε καὶ συνησθέντες ἐποιήσατε, Μειδίας δʼ οὑτοσὶ μόνος τῶν πάντων, ὡς ἔοικεν, ἠχθέσθη, καὶ παρηκολούθησε παρʼ ὅλην τὴν λῃτουργίαν ἐπηρεάζων μοι συνεχῶς καὶ μικρὰ καὶ μείζω.
15
15
ὅσα μὲν οὖν τοὺς χορευτὰς ἐναντιούμενος ἡμῖν ἀφεθῆναι τῆς στρατείας ἠνώχλησεν, ἢ προβαλλόμενος καὶ κελεύων ἑαυτὸν εἰς Διονύσια χειροτονεῖν ἐπιμελητήν, ἢ τἄλλα πάνθʼ ὅσα τοιαῦτα, ἐάσω· οὐ γὰρ ἀγνοῶ τοῦθʼ ὅτι τῷ μὲν ἐπηρεαζομένῳ τότʼ ἐμοὶ καὶ ὑβριζομένῳ τὴν αὐτὴν ὀργὴν ἕκαστον τούτων ἥνπερ ἄλλʼ ὁτιοῦν τῶν δεινοτάτων παρίστη, ὑμῖν δὲ τοῖς ἄλλοις, ἔξω τοῦ πράγματος οὖσιν, οὐκ ἂν ἴσως ἄξια ταῦτα καθʼ αὕτʼ ἀγῶνος φανείη· ἀλλʼ ἃ πάντες ὁμοίως ἀγανακτήσετε, ταῦτʼ ἐρῶ.
16
16
ἔστι δʼ ὑπερβολὴ τῶν μετὰ ταῦτα, ἃ μέλλω λέγειν, καὶ οὐδʼ ἂν ἐπεχείρησʼ ἔγωγε κατηγορεῖν αὐτοῦ νῦν, εἰ μὴ καὶ τότʼ ἐν τῷ δήμῳ παραχρῆμʼ ἐξήλεγξα. τὴν γὰρ ἐσθῆτα τὴν ἱεράν (ἱερὰν γὰρ ἔγωγε νομίζω πᾶσαν ὅσην ἄν τις εἵνεκα τῆς ἑορτῆς παρασκευάσηται, τέως ἂν χρησθῇ) καὶ τοὺς στεφάνους τοὺς χρυσοῦς, οὓς ἐποιησάμην ἐγὼ κόσμον τῷ χορῷ, ἐπεβούλευσεν, ὦ ἄνδρες Ἀθηναῖοι, διαφθεῖραί μοι νύκτωρ ἐλθὼν ἐπὶ τὴν οἰκίαν τὴν τοῦ χρυσοχόου. καὶ διέφθειρεν, οὐ μέντοι πᾶσάν γε· οὐ γὰρ ἐδυνήθη. καίτοι τοῦτό γʼ οὐδεὶς πώποτʼ οὐδένα φησὶν ἀκηκοέναι τολμήσαντʼ οὐδὲ ποιήσαντʼ ἐν τῇ πόλει.
17
17
οὐκ ἀπέχρησε δʼ αὐτῷ τοῦτο, ἀλλὰ καὶ τὸν διδάσκαλον, ὦ ἄνδρες Ἀθηναῖοι, διέφθειρέ μου τοῦ χοροῦ· καὶ εἰ μὴ Τηλεφάνης ὁ αὐλητὴς ἀνδρῶν βέλτιστος περὶ ἐμὲ τότʼ ἐγένετο, καὶ τὸ πρᾶγμʼ αἰσθόμενος τὸν ἄνθρωπον ἀπελάσας αὐτὸς συγκροτεῖν καὶ διδάσκειν ᾤετο δεῖν τὸν χορόν, οὐδʼ ἂν ἠγωνισάμεθʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ἀλλʼ ἀδίδακτος ἂν εἰσῆλθεν ὁ χορὸς καὶ πράγματʼ αἴσχιστʼ ἂν ἐπάθομεν. καὶ οὐδʼ ἐνταῦθʼ ἔστη τῆς ὕβρεως, ἀλλὰ τοσοῦτον αὐτῷ περιῆν ὥστε τὸν ἐστεφανωμένον ἄρχοντα διέφθειρεν, τοὺς χορηγοὺς συνῆγεν ἐπʼ ἐμέ, βοῶν, ἀπειλῶν, ὀμνύουσι παρεστηκὼς τοῖς κριταῖς, τὰ παρασκήνια φράττων, προσηλῶν, ἰδιώτης ὢν τὰ δημόσια, κακὰ καὶ πράγματʼ ἀμύθητά μοι παρέχων διετέλεσεν.
18
18
καὶ τούτων, ὅσα γʼ ἐν τῷ δήμῳ γέγονʼ ἢ πρὸς τοῖς κριταῖς ἐν τῷ θεάτρῳ, ὑμεῖς ἐστέ μοι μάρτυρες πάντες, ἄνδρες δικασταί. καίτοι τῶν λόγων τούτους χρὴ δικαιοτάτους ἡγεῖσθαι, οὓς ἂν οἱ καθήμενοι τῷ λέγοντι μαρτυρῶσιν ἀληθεῖς εἶναι. προδιαφθείρας τοίνυν τοὺς κριτὰς τῷ ἀγῶνι τῶν ἀνδρῶν, δύο ταῦθʼ ὡσπερεὶ κεφάλαιʼ ἐφʼ ἅπασι τοῖς ἑαυτῷ νενεανιευμένοις ἐπέθηκεν, ἐμοῦ μὲν ὕβρισεν τὸ σῶμα, τῇ φυλῇ δὲ κρατούσῃ τὸν ἀγῶνʼ αἰτιώτατος τοῦ μὴ νικῆσαι κατέστη.
19
19
τὰ μὲν οὖν εἰς ἐμὲ καὶ τοὺς φυλέτας ἠσελγημένα καὶ περὶ τὴν ἑορτὴν ἀδικήματα τούτῳ πεπραγμένα, ἐφʼ οἷς αὐτὸν προὐβαλόμην, ταῦτʼ ἔστιν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ πόλλʼ ἕτερα, ὧν ὅσʼ ἂν οἷός τʼ ὦ διέξειμι πρὸς ὑμᾶς αὐτίκα δὴ μάλα. ἔχω δὲ λέγειν καὶ πονηρίας ἑτέρας παμπληθεῖς αὐτοῦ καὶ ὕβρεις εἰς πολλοὺς ὑμῶν καὶ τολμήματα τοῦ μιαροῦ τούτου πολλὰ καὶ δεινά,
20
20
ἐφʼ οἷς τῶν πεπονθότων οἱ μέν, ὦ ἄνδρες δικασταί, καταδείσαντες τοῦτον καὶ τὸ τούτου θράσος καὶ τοὺς περὶ αὐτὸν ἑταίρους καὶ πλοῦτον καὶ τἄλλʼ ὅσα δὴ πρόσεστι τούτῳ, ἡσυχίαν ἔσχον, οἱ δʼ ἐπιχειρήσαντες δίκην λαμβάνειν οὐκ ἐδυνήθησαν, εἰσὶ δʼ οἳ διελύσαντο, ἴσως λυσιτελεῖν ἡγούμενοι. τὴν μὲν οὖν ὑπὲρ αὑτῶν δίκην ἔχουσιν οἵ γε πεισθέντες· τῆς δʼ ὑπὲρ τῶν νόμων, οὓς παραβὰς οὗτος κἀκείνους ἠδίκει καὶ νῦν ἐμὲ καὶ πάντας τοὺς ἄλλους, ὑμεῖς ἐστὲ κληρονόμοι.
21
πάντων οὖν ἁθρόων ἓν τίμημα ποιήσασθε, ὅ τι ἂν δίκαιον ἡγῆσθε. ἐξελέγξω δὲ πρῶτον μὲν ὅσʼ αὐτὸς ὑβρίσθην, ἔπειθʼ ὅσʼ ὑμεῖς· μετὰ ταῦτα δὲ καὶ τὸν ἄλλον, ὦ ἄνδρες Ἀθηναῖοι, βίον αὐτοῦ πάντʼ ἐξετάσω, καὶ δείξω πολλῶν θανάτων, οὐχ ἑνὸς ὄντʼ ἄξιον. λέγε μοι τὴν τοῦ χρυσοχόου πρώτην λαβὼν μαρτυρίαν. ΜΑΡΤΥΡΙΑ
22
22
Παμμένης Παμμένους Ἑρχιεὺς ἔχω χρυσοχοεῖον ἐν τῇ ἀγορᾷ, ἐν ᾧ καταγίγνομαι καὶ ἐργάζομαι τὴν χρυσοχοϊκὴν τέχνην. ἐκδόντος δέ μοι Δημοσθένους, ᾧ μαρτυρῶ, στέφανον χρυσοῦν ὥστε κατασκευάσαι καὶ ἱμάτιον διάχρυσον ποιῆσαι, ὅπως πομπεύσαι ἐν αὐτοῖς τὴν τοῦ Διονύσου πομπήν, καὶ ἐμοῦ συντελέσαντος αὐτὰ καὶ ἔχοντος παρʼ ἐμαυτῷ ἕτοιμα, εἰσπηδήσας πρός με νύκτωρ Μειδίας ὁ κρινόμενος ὑπὸ Δημοσθένους, ἔχων μεθʼ ἑαυτοῦ καὶ ἄλλους, ἐπεχείρησε διαφθείρειν τὸν στέφανον καὶ τὸ ἱμάτιον, καὶ τινὰ μὲν αὐτῶν ἐλυμήνατο, οὐ μέντοι πάντα γε ἠδυνήθη διὰ τὸ ἐπιφανέντα με κωλῦσαι.
23
23
πολλὰ μὲν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ περὶ ὧν τοὺς ἄλλους ἠδίκηκεν ἔχω λέγειν, ὥσπερ εἶπον ἐν ἀρχῇ τοῦ λόγου, καὶ συνείλοχʼ ὕβρεις αὐτοῦ καὶ ἀτιμίας τοσαύτας ὅσας ἀκούσεσθʼ αὐτίκα δὴ μάλα. ἦν δʼ ἡ συλλογὴ ῥᾳδία· αὐτοὶ γὰρ οἱ πεπονθότες προσῇσάν μοι.
24
24
βούλομαι δὲ πρὸ τούτων εἰπεῖν οἷς ἐπιχειρήσειν αὐτὸν ἀκήκοʼ ἐξαπατᾶν ὑμᾶς· τοὺς γὰρ ὑπὲρ τούτων λόγους ἐμοὶ μὲν ἀναγκαιοτάτους προειπεῖν ἡγοῦμαι, ὑμῖν δὲ χρησιμωτάτους ἀκοῦσαι. διὰ τί; ὅτι τοῦ δικαίαν καὶ εὔορκον θέσθαι τὴν ψῆφον ὁ κωλύσας ἐξαπατηθῆναι λόγος ὑμᾶς οὗτος αἴτιος ἔσται. πολὺ δὴ μάλιστα πάντων τούτῳ τῷ λόγῳ προσέχειν ὑμᾶς δεῖ, καὶ μνημονεῦσαι τοῦτον, καὶ πρὸς ἕκαστον ἀπαντᾶν, ὅταν οὗτος λέγῃ.
25
25
ἔστι δὲ πρῶτον μὲν ἐκεῖνʼ οὐκ ἄδηλος ἐρῶν, ἐξ ὧν ἰδίᾳ πρός τινας αὐτὸς διεξιὼν ἀπηγγέλλετό μοι, ὡς εἴπερ ἀληθῶς ἐπεπόνθειν ταῦθʼ ἃ λέγω, δίκας ἰδίας μοι προσῆκεν αὐτῷ λαχεῖν, τῶν μὲν ἱματίων καὶ τῶν χρυσῶν στεφάνων τῆς διαφθορᾶς καὶ τῆς περὶ τὸν χορὸν πάσης ἐπηρείας, βλάβης, ὧς δʼ εἰς τὸ σῶμʼ ὑβρίσθαι φημί, ὕβρεως, οὐ μὰ Δίʼ οὐχὶ δημοσίᾳ κρίνειν αὐτὸν καὶ τίμημʼ ἐπάγειν ὅ τι χρὴ παθεῖν ἢ ἀποτεῖσαι.
26
26
ἐγὼ δʼ ἓν μὲν ἐκεῖνʼ εὖ οἶδα, καὶ ὑμᾶς δʼ εἰδέναι χρή, ὅτι εἰ μὴ προὐβαλόμην αὐτόν, ἀλλʼ ἐδικαζόμην, οὑναντίος ἧκεν ἂν εὐθύς μοι λόγος, ὡς εἴπερ ἦν τι τούτων ἀληθές, προβάλλεσθαί μʼ ἔδει καὶ παρʼ αὐτὰ τἀδικήματα τὴν τιμωρίαν ποιεῖσθαι· ὅ τε γὰρ χορὸς ἦν τῆς πόλεως, ἥ τʼ ἐσθὴς τῆς ἑορτῆς εἵνεκα πᾶσα παρεσκευάζετο, ἐγώ θʼ ὁ πεπονθὼς ταῦτα χορηγὸς ἦν· τίς ἂν οὖν ἑτέραν εἵλετο τιμωρίαν ἢ τὴν ἐκ τοῦ νόμου κατὰ τῶν περὶ τὴν ἑορτὴν ἀδικούντων οὖσαν;
27
27
ταῦτʼ εὖ οἶδʼ ὅτι πάντʼ ἂν ἔλεγεν οὗτος τότε. φεύγοντος μὲν γάρ, οἶμαι, καὶ ἠδικηκότος ἐστὶ τὸ τὸν παρόντα τρόπον τοῦ δοῦναι δίκην διακρουόμενον τὸν οὐκ ὄνθʼ ὡς ἔδει γενέσθαι λέγειν, δικαστῶν δέ γε σωφρόνων τούτοις τε μὴ προσέχειν καὶ ὃν ἂν λάβωσιν ἀσελγαίνοντα κολάζειν.
28
28
μὴ δὴ τοῦτο λέγειν αὐτὸν ἐᾶτε, ὅτι καὶ δίκας ἰδίας δίδωσʼ ὁ νόμος μοι καὶ γραφὴν ὕβρεως· δίδωσι γάρ· ἀλλʼ ὡς οὐ πεποίηκεν ἃ κατηγόρηκα, ἢ πεποιηκὼς οὐ περὶ τὴν ἑορτὴν ἀδικεῖ, τοῦτο δεικνύτω· τοῦτο γὰρ αὐτὸν ἐγὼ προὐβαλόμην, καὶ περὶ τούτου τὴν ψῆφον οἴσετε νῦν ὑμεῖς. εἰ δʼ ἐγὼ τὴν ἐπὶ τῶν ἰδίων δικῶν πλεονεξίαν ἀφεὶς τῇ πόλει παραχωρῶ τῆς τιμωρίας, καὶ τοῦτον εἱλόμην τὸν ἀγῶνʼ ἀφʼ οὗ μηδὲν ἔστι λῆμμα λαβεῖν ἐμοί, χάριν, οὐ βλάβην δήπου τοῦτʼ ἂν εἰκότως ἐνέγκοι μοι παρʼ ὑμῶν.
29
29
οἶδα τοίνυν ὅτι καὶ τούτῳ πολλῷ χρήσεται τῷ λόγῳ μή με Δημοσθένει παραδῶτε, μηδὲ διὰ Δημοσθένην μʼ ἀνέλητε. ὅτι τούτῳ πολεμῶ, διὰ τοῦτό μʼ ἀναιρήσετε; τὰ τοιαῦτα πολλάκις οἶδʼ ὅτι φθέγξεται, βουλόμενος φθόνον τινʼ ἐμοὶ διὰ τούτων τῶν λόγων συνάγειν.
30
30
ἔχει δʼ οὐχ οὕτω ταῦτα, οὐδʼ ἐγγύς. οὐδένα γὰρ τῶν ἀδικούντων ὑμεῖς οὐδενὶ τῶν κατηγόρων ἐκδίδοτε· οὐδὲ γὰρ ἐπειδὰν ἀδικηθῇ τις, ὡς ἂν ἕκαστος ὑμᾶς ὁ παθὼν πείσῃ, ποιεῖσθε τὴν τιμωρίαν, ἀλλὰ τοὐναντίον νόμους ἔθεσθε πρὸ τῶν ἀδικημάτων, ἐπʼ ἀδήλοις μὲν τοῖς ἀδικήσουσιν, ἀδήλοις δὲ τοῖς ἀδικησομένοις. οὗτοι δὲ τί ποιοῦσιν οἱ νόμοι; πᾶσιν ὑπισχνοῦνται τοῖς ἐν τῇ πόλει, δίκην, ἂν ἀδικηθῇ τις, ἔσεσθαι διʼ αὐτῶν λαβεῖν. ὅταν τοίνυν τῶν παραβαινόντων τινὰ τοὺς νόμους κολάζητε, οὐ τοῖς κατηγόροις τοῦτον ἐκδίδοτε, ἀλλὰ τοὺς νόμους ὑμῖν αὐτοῖς βεβαιοῦτε.
31
31
ἀλλὰ μὴν πρός γε τὸ τοιοῦτον, ὅτι Δημοσθένης φησὶν ὕβρισται, δίκαιος καὶ κοινὸς καὶ ὑπὲρ ἁπάντων ἔσθʼ ὁ λόγος. οὐ γὰρ εἰς Δημοσθένην ὄντα μʼ ἠσέλγαινε μόνον ταύτην τὴν ἡμέραν, ἀλλὰ καὶ εἰς χορηγὸν ὑμέτερον· τοῦτο δʼ ὅσον δύναται γνοίητʼ ἂν ἐκ τωνδί.
32
32
ἴστε δήπου τοῦθʼ ὅτι τῶν θεσμοθετῶν τούτων οὐδενὶ θεσμοθέτης ἔστʼ ὄνομα, ἀλλʼ ὁτιδήποθʼ ἑκάστῳ. ἂν μὲν τοίνυν ἰδιώτην ὄντα τινʼ αὐτῶν ὑβρίσῃ τις ἢ κακῶς εἴπῃ, γραφὴν ὕβρεως καὶ δίκην κακηγορίας ἰδίαν φεύξεται, ἐὰν δὲ θεσμοθέτην, ἄτιμος ἔσται καθάπαξ. διὰ τί; ὅτι τοὺς νόμους ἤδη ὁ τοῦτο ποιῶν προσυβρίζει καὶ τὸν ὑμέτερον κοινὸν στέφανον καὶ τὸ τῆς πόλεως ὄνομα· ὁ γὰρ θεσμοθέτης οὐδενὸς ἀνθρώπων ἔστʼ ὄνομα, ἀλλὰ τῆς πόλεως.
33
33
καὶ πάλιν γε τὸν ἄρχοντα, ταὐτὸ τοῦτο, ἐὰν μὲν ἐστεφανωμένον πατάξῃ τις ἢ κακῶς εἴπῃ, ἄτιμος, ἐὰν δʼ ἰδιώτην, ἰδίᾳ ὑπόδικος. καὶ οὐ μόνον περὶ τούτων οὕτω ταῦτʼ ἔχει, ἀλλὰ καὶ περὶ πάντων οἷς ἂν ἡ πόλις τινʼ ἄδειαν ἢ στεφανηφορίαν ἤ τινα τιμὴν δῷ. οὕτω τοίνυν καὶ ἐμέ, εἰ μὲν ἐν ἄλλαις τισὶν ἡμέραις ἠδίκησέ τι τούτων Μειδίας ἰδιώτην ὄντα, ἰδίᾳ καὶ δίκην προσῆκεν αὐτῷ διδόναι·
34
34
εἰ δὲ χορηγὸν ὄνθʼ ὑμέτερον ἱερομηνίας οὔσης πάνθʼ ὅσʼ ἠδίκηκεν ὑβρίσας φαίνεται, δημοσίας ὀργῆς καὶ τιμωρίας δίκαιός ἐστι τυγχάνειν· ἅμα γὰρ τῷ Δημοσθένει καὶ ὁ χορηγὸς ὑβρίζετο, τοῦτο δʼ ἐστὶ τῆς πόλεως, καὶ τὸ ταύταις ταῖς ἡμέραις, αἷς οὐκ ἐῶσιν οἱ νόμοι. χρὴ δʼ, ὅταν μὲν τιθῆσθε τοὺς νόμους, ὁποῖοί τινές εἰσι σκοπεῖν, ἐπειδὰν δὲ θῆσθε, φυλάττειν καὶ χρῆσθαι· καὶ γὰρ εὔορκα ταῦθʼ ὑμῖν ἐστι καὶ ἄλλως δίκαια.
35
35
ἦν ὁ τῆς βλάβης ὑμῖν νόμος πάλαι, ἦν ὁ τῆς αἰκείας, ἦν ὁ τῆς ὕβρεως. εἰ τοίνυν ἀπέχρη τοὺς τοῖς Διονυσίοις τι ποιοῦντας τούτων κατὰ τούτους τοὺς νόμους δίκην διδόναι, οὐδὲν ἂν προσέδει τοῦδε τοῦ νόμου. ἀλλʼ οὐκ ἀπέχρη. σημεῖον δέ· ἔθεσθʼ ἱερὸν νόμον αὐτῷ τῷ θεῷ περὶ τῆς ἱερομηνίας. εἴ τις οὖν κἀκείνοις τοῖς προϋπάρχουσι νόμοις καὶ τούτῳ τῷ μετʼ ἐκείνους τεθέντι καὶ πᾶσι τοῖς λοιποῖς ἔστʼ ἔνοχος, ὁ τοιοῦτος πότερα μὴ δῷ διὰ τοῦτο δίκην ἢ κἂν μείζω δοίη δικαίως; ἐγὼ μὲν οἴομαι μέζω.
36
36
ἀπήγγελλε τοίνυν τίς μοι περιιόντʼ αὐτὸν συλλέγειν καὶ πυνθάνεσθαι τίσι πώποτε συμβέβηκεν ὑβρισθῆναι, καὶ λέγειν τούτους καὶ διηγεῖσθαι πρὸς ὑμᾶς μέλλειν, οἷον, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν πρόεδρον ὅν ποτέ φασιν ἐν ὑμῖν ὑπὸ Πολυζήλου πληγῆναι, καὶ τὸν θεσμοθέτην ὃς ἔναγχος ἐπλήγη τὴν αὐλητρίδʼ ἀφαιρούμενος, καὶ τοιούτους τινάς, ὡς, ἐὰν πολλοὺς ἑτέρους δεινὰ καὶ πολλὰ πεπονθότας ἐπιδείξῃ, ἧττον ὑμᾶς ἐφʼ οἷς ἐγὼ πέπονθʼ ὀργιουμένους. ἐμοὶ δʼ αὖ τοὐναντίον, ὦ ἄνδρες Ἀθηναῖοι,
37
37
δοκεῖτε ποιεῖν ἂν εἰκότως, εἴπερ ὑπὲρ τοῦ κοινῇ βελτίστου δεῖ μέλειν ὑμῖν. τίς γὰρ οὐκ οἶδεν ὑμῶν τοῦ μὲν πολλὰ τοιαῦτα γίγνεσθαι τὸ μὴ κολάζεσθαι τοὺς ἐξαμαρτάνοντας αἴτιον ὄν, τοῦ δὲ μηδένʼ ὑβρίζειν τὸ λοιπὸν τὸ δίκην τὸν ἀεὶ ληφθένθʼ ἣν προσήκει διδόναι μόνον αἴτιον ἂν γενόμενον; εἰ μὲν τοίνυν ἀποτρέψαι συμφέρει τοὺς ἄλλους, τοῦτον καὶ διʼ ἐκεῖνα κολαστέον, καὶ μᾶλλόν γʼ ὅσῳπερ ἂν ᾖ πλείω καὶ μείζω· εἰ δὲ παροξῦναι καὶ τοῦτον καὶ πάντας, ἐατέον.
38
38
ἔτι τοίνυν οὐδʼ ὁμοίαν οὖσαν τούτῳ κἀκείνοις συγγνώμην εὑρήσομεν. πρῶτον μὲν γὰρ ὁ τὸν θεσμοθέτην πατάξας τρεῖς εἶχεν προφάσεις, μέθην, ἔρωτα, ἄγνοιαν διὰ τὸ σκότους καὶ νυκτὸς τὸ πρᾶγμα γενέσθαι. ἔπειθʼ ὁ Πολύζηλος ὀργῇ καὶ τρόπου προπετείᾳ φθάσας τὸν λογισμὸν ἁμαρτὼν ἔπαισεν· οὐ γὰρ ἐχθρός γʼ ὑπῆρχεν ὤν, οὐδʼ ἐφʼ ὕβρει τοῦτʼ ἐποίησεν. ἀλλʼ οὐ Μειδίᾳ τούτων οὐδὲν ἔστʼ εἰπεῖν· καὶ γὰρ ἐχθρὸς ἦν, καὶ μεθʼ ἡμέραν εἰδὼς ὕβριζεν, καὶ οὐκ ἐπὶ τούτου μόνον, ἀλλʼ ἐπὶ πάντων φαίνεται προῃρημένος μʼ ὑβρίζειν.
39
39
καὶ μὴν οὐδὲ τῶν πεπραγμένων ἐμοὶ καὶ τούτοις οὐδὲν ὅμοιον ὁρῶ. πρῶτον μὲν γὰρ ὁ θεσμοθέτης οὐχ ὑπὲρ ὑμῶν οὐδὲ τῶν νόμων φροντίσας οὐδʼ ἀγανακτήσας φανήσεται, ἀλλʼ ἰδίᾳ πεισθεὶς ὁπόσῳ δήποτʼ ἀργυρίῳ καθυφεὶς τὸν ἀγῶνα· ἔπειθʼ ὁ πληγεὶς ἐκεῖνος ὑπὸ τοῦ Πολυζήλου, ταὐτὸ τοῦτο, ἰδίᾳ διαλυσάμενος, ἐρρῶσθαι πολλὰ τοῖς νόμοις εἰπὼν καὶ ὑμῖν, οὐδʼ εἰσήγαγε τὸν Πολύζηλον.
40
40
εἰ μὲν τοίνυν ἐκείνων κατηγορεῖν βούλεταί τις ἐν τῷ παρόντι, δεῖ λέγειν ταῦτα· εἰ δʼ ὑπὲρ ὧν ἐγὼ τούτου κατηγόρηκʼ ἀπολογεῖσθαι, πάντα μᾶλλον ἢ ταῦτα λεκτέα. πᾶν γὰρ τοὐναντίον ἐκείνοις αὐτὸς μὲν οὔτε λαβὼν οὐδὲν οὔτʼ ἐπιχειρήσας λαβεῖν φανήσομαι, τὴν δʼ ὑπὲρ τῶν νόμων καὶ τὴν ὑπὲρ τοῦ θεοῦ καὶ τὴν ὑπὲρ ὑμῶν τιμωρίαν δικαίως φυλάξας καὶ νῦν ἀποδεδωκὼς ὑμῖν. μὴ τοίνυν ἐᾶτε ταῦτʼ αὐτὸν λέγειν, μηδʼ, ἂν βιάζηται, πείθεσθʼ ὡς δίκαιόν τι λέγοντι.
41
41
ἂν γὰρ ταῦθʼ οὕτως ἐγνωσμένʼ ὑπάρχῃ παρʼ ὑμῖν, οὐκ ἐνέσται αὐτῷ λόγος οὐδὲ εἷς. ποία γὰρ πρόφασις, τίς ἀνθρωπίνη καὶ μετρία σκῆψις φανεῖται τῶν πεπραγμένων αὐτῷ; ὀργὴ νὴ Δία· καὶ γὰρ τοῦτο τυχὸν λέξει. ἀλλʼ ἃ μὲν ἄν τις ἄφνω τὸν λογισμὸν φθάσας ἐξαχθῇ πρᾶξαι, κἂν ὑβριστικῶς ποιήσῃ, διʼ ὀργήν γʼ ἔνι φῆσαι πεποιηκέναι· ἃ δʼ ἂν ἐκ πολλοῦ συνεχῶς ἐπὶ πολλὰς ἡμέρας παρὰ τοὺς νόμους πράττων τις φωρᾶται, οὐ μόνον δήπου τοῦ μὴ μετʼ ὀργῆς ἀπέχει, ἀλλὰ καὶ βεβουλευμένως ὁ τοιοῦτος ὑβρίζων ἐστὶν ἤδη φανερός.
42
42
ἀλλὰ μὴν ὁπηνίκα καὶ πεποιηκὼς ἃ κατηγορῶ καὶ ὕβρει πεποιηκὼς φαίνεται, τοὺς νόμους ἤδη δεῖ σκοπεῖν, ὦ ἄνδρες δικασταί· κατὰ γὰρ τούτους δικάσειν ὀμωμόκατε. καὶ θεωρεῖθʼ ὅσῳ μείζονος ὀργῆς καὶ ζημίας ἀξιοῦσι τοὺς ἑκουσίως καὶ διʼ ὕβριν πλημμελοῦντας τῶν ἄλλως πως ἐξαμαρτανόντων.
43
43
πρῶτον μὲν τοίνυν οἱ περὶ τῆς βλάβης οὗτοι νόμοι πάντες, ἵνʼ ἐκ τούτων ἄρξωμαι, ἂν μὲν ἑκὼν βλάψῃ, διπλοῦν, ἂν δʼ ἄκων, ἁπλοῦν τὸ βλάβος κελεύουσιν ἐκτίνειν. εἰκότως· ὁ μὲν γὰρ παθὼν πανταχοῦ βοηθείας δίκαιος τυγχάνειν, τῷ δράσαντι δʼ οὐκ ἴσην τὴν ὀργήν, ἄν θʼ ἑκὼν ἄν τʼ ἄκων, ἔταξʼ ὁ νόμος. ἔπειθʼ οἱ φονικοὶ τοὺς μὲν ἐκ προνοίας ἀποκτιννύντας θανάτῳ καὶ ἀειφυγίᾳ καὶ δημεύσει τῶν ὑπαρχόντων ζημιοῦσι, τοὺς δʼ ἀκουσίως αἰδέσεως καὶ φιλανθρωπίας πολλῆς ἠξίωσαν.
44
44
οὐ μόνον δʼ ἐπὶ τούτων τοῖς ἐκ προαιρέσεως ὑβρισταῖς χαλεποὺς ὄντας ἰδεῖν ἔστι τοὺς νόμους, ἀλλὰ καὶ ἐφʼ ἁπάντων. τί γὰρ δή ποτʼ, ἄν τις ὀφλὼν δίκην μὴ ἐκτίνῃ, οὐκέτʼ ἐποίησʼ ὁ νόμος τὴν ἐξούλην ἰδίαν, ἀλλὰ προστιμᾶν ἐπέταξε τῷ δημοσίῳ; καὶ πάλιν τί δή ποτʼ, ἂν μὲν ἑκὼν παρʼ ἑκόντος τις λάβῃ τάλαντον ἓν ἢ δύʼ ἢ δέκα καὶ ταῦτʼ ἀποστερήσῃ, οὐδὲν αὐτῷ πρὸς τὴν πόλιν ἐστίν, ἂν δὲ μικροῦ πάνυ τιμήματος ἄξιόν τις λάβῃ, βίᾳ δὲ τοῦτʼ ἀφέληται, τὸ ἴσον τῷ δημοσίῳ προστιμᾶν οἱ νόμοι κελεύουσιν ὅσον περ δὴ τῷ ἰδιώτῃ;
45
45
ὅτι πάνθʼ ὅσα τις βιαζόμενος πράττει κοίνʼ ἀδικήματα καὶ κατὰ τῶν ἔξω τοῦ πράγματος ὄντων ἡγεῖθʼ ὁ νομοθέτης· τὴν μὲν γὰρ ἰσχὺν ὀλίγων, τοὺς δὲ νόμους ἁπάντων εἶναι, καὶ τὸν μὲν πεισθέντʼ ἰδίας, τὸν δὲ βιασθέντα δημοσίας δεῖσθαι βοηθείας. διόπερ καὶ τῆς ὕβρεως αὐτῆς τὰς μὲν γραφὰς ἔδωκεν ἅπαντι τῷ βουλομένῳ, τὸ δὲ τίμημʼ ἐποίησεν ὅλον δημόσιον· τὴν γὰρ πόλιν ἡγεῖτʼ ἀδικεῖν, οὐ τὸν παθόντα μόνον, τὸν ὑβρίζειν ἐπιχειροῦντα, καὶ δίκην ἱκανὴν τὴν τιμωρίαν εἶναι τῷ παθόντι, χρήματα δʼ οὐ προσήκειν τῶν τοιούτων ἐφʼ ἑαυτῷ λαμβάνειν.
46
καὶ τοσαύτῃ γʼ ἐχρήσαθʼ ὑπερβολῇ, ὥστε κἂν εἰς δοῦλον ὑβρίζῃ τις, ὁμοίως ἔδωκεν ὑπὲρ τούτου γραφήν. οὐ γὰρ ὅστις ὁ πάσχων ᾤετο δεῖν σκοπεῖν, ἀλλὰ τὸ πρᾶγμʼ ὁποῖόν τι τὸ γιγνόμενον· ἐπειδὴ δʼ εὗρεν οὐκ ἐπιτήδειον, μήτε πρὸς δοῦλον μήθʼ ὅλως ἐξεῖναι πράττειν ἐπέτρεψεν. οὐ γὰρ ἔστιν, οὐκ ἔστιν, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν πάντων οὐδὲν ὕβρεως ἀφορητότερον, οὐδʼ ἐφʼ ὅτῳ μᾶλλον ὑμῖν ὀργίζεσθαι προσήκει. ἀνάγνωθι δʼ αὐτόν μοι λαβὼν τὸν τῆς ὕβρεως νόμον· οὐδὲν γὰρ οἷον ἀκούειν αὐτοῦ τοῦ νόμου. ΝΟΜΟΣ
47
47
ἐάν τις ὑβρίζῃ εἴς τινα, ἢ παῖδα ἢ γυναῖκα ἢ ἄνδρα, τῶν ἐλευθέρων ἢ τῶν δούλων, ἢ παράνομόν τι ποιήσῃ εἰς τούτων τινά, γραφέσθω πρὸς τοὺς θεσμοθέτας ὁ βουλόμενος Ἀθηναίων οἷς ἔξεστιν, οἱ δὲ θεσμοθέται εἰσαγόντων εἰς τὴν ἡλιαίαν τριάκοντα ἡμερῶν ἀφʼ ἧς ἂν γραφῇ, ἐὰν μή τι δημόσιον κωλύῃ, εἰ δὲ μή, ὅταν ᾖ πρῶτον οἷόν τε. ὅτου δʼ ἂν καταγνῷ ἡ ἡλιαία, τιμάτω περὶ αὐτοῦ παραχρῆμα, ὅτου ἂν δοκῇ ἄξιος εἶναι παθεῖν ἢ ἀποτεῖσαι. ὅσοι δʼ ἂν γράφωνται γραφὰς ἰδίας κατὰ τὸν νόμον, ἐάν τις μὴ ἐπεξέλθῃ ἢ ἐπεξιὼν μὴ μεταλάβῃ τὸ πέμπτον μέρος τῶν ψήφων, ἀποτεισάτω χιλίας δραχμὰς τῷ δημοσίῳ. ἐὰν δὲ ἀργυρίου τιμηθῇ τῆς ὕβρεως, δεδέσθω, ἐὰν ἐλεύθερον ὑβρίσῃ, μέχρι ἂν ἐκτείσῃ.
48
48
ἀκούετʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦ νόμου τῆς φιλανθρωπίας, ὃς οὐδὲ τοὺς δούλους ὑβρίζεσθαι ἀξιοῖ. τί οὖν πρὸς θεῶν; εἴ τις εἰς τοὺς βαρβάρους ἐνεγκὼν τὸν νόμον τοῦτον, παρʼ ὧν τὰ ἀνδράποδʼ εἰς τοὺς Ἕλληνας κομίζεται, ἐπαινῶν ὑμᾶς καὶ διεξιὼν περὶ τῆς πόλεως εἴποι πρὸς αὐτοὺς ὅτι
49
49
εἰσὶν Ἕλληνές τινες ἄνθρωποι οὕτως ἥμεροι καὶ φιλάνθρωποι τοὺς τρόπους ὥστε πόλλʼ ὑφʼ ὑμῶν ἠδικημένοι, καὶ φύσει τῆς πρὸς ὑμᾶς ἔχθρας αὐτοῖς ὑπαρχούσης πατρικῆς, ὅμως οὐδʼ ὅσων ἂν τιμὴν καταθέντες δούλους κτήσωνται, οὐδὲ τούτους ὑβρίζειν ἀξιοῦσιν, ἀλλὰ νόμον δημοσίᾳ τὸν ταῦτα κωλύσοντα τέθεινται τουτονὶ καὶ πολλοὺς ἤδη παραβάντας τὸν νόμον τοῦτον ἐζημιώκασιν θανάτῳ,
50
50
εἰ ταῦτʼ ἀκούσειαν καὶ συνεῖεν οἱ βάρβαροι, οὐκ ἂν οἴεσθε δημοσίᾳ πάντας ὑμᾶς προξένους αὑτῶν ποιήσασθαι; τὸν τοίνυν οὐ παρὰ τοῖς Ἕλλησιν μόνον εὐδοκιμοῦντα νόμον, ἀλλὰ καὶ παρὰ τοῖς βαρβάροις εὖ δόξαντʼ ἂν ἔχειν, σκοπεῖσθʼ ὁ παραβὰς ἥντινα δοὺς δίκην ἀξίαν ἔσται δεδωκώς.
51
51
εἰ μὲν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ χορηγὸς ὢν ταῦτʼ ἐπεπόνθειν ὑπὸ Μειδίου, ὕβριν ἄν τις μόνον κατέγνω τῶν πεπραγμένων αὐτῷ· νῦν δέ μοι δοκεῖ, κἂν ἀσέβειαν εἰ καταγιγνώσκοι, τὰ προσήκοντα ποιεῖν. ἴστε γὰρ δήπου τοῦθʼ ὅτι τοὺς χοροὺς ὑμεῖς ἅπαντας τούτους καὶ τοὺς ὕμνους τῷ θεῷ ποιεῖτε, οὐ μόνον κατὰ τοὺς νόμους τοὺς περὶ τῶν Διονυσίων, ἀλλὰ καὶ κατὰ τὰς μαντείας, ἐν αἷς ἁπάσαις ἀνῃρημένον εὑρήσετε τῇ πόλει, ὁμοίως ἐκ Δελφῶν καὶ ἐκ Δωδώνης, χοροὺς ἱστάναι κατὰ τὰ πάτρια καὶ κνισᾶν ἀγυιὰς καὶ στεφανηφορεῖν.
52
ἀνάγνωθι δέ μοι λαβὼν αὐτὰς τὰς μαντείας. ΜΑΝΤΕΙΑ αὐδῶ Ἐρεχθείδῃσιν, ὅσοι Πανδίονος ἄστυναίετε καὶ πατρίοισι νόμοις ἰθύνεθʼ ἑορτάς,μεμνῆσθαι Βάκχοιο, καὶ εὐρυχόρους κατʼ ἀγυιὰςἱστάναι ὡραίων Βρομίῳ χάριν ἄμμιγα πάντας,καὶ κνισᾶν βωμοῖσι κάρη στεφάνοις πυκάσαντας. unknown περὶ ὑγιείας θύειν καὶ εὔχεσθαι Διὶ ὑπάτῳ, Ἡρακλεῖ, Ἀπόλλωνι προστατηρίῳ· περὶ τύχας ἀγαθᾶς Ἀπόλλωνι ἀγυιεῖ, Λατοῖ, Ἀρτέμιδι, καὶ κατʼ ἀγυιὰς κρατῆρας ἱστάμεν καὶ χοροὺς καὶ στεφαναφορεῖν καττὰ πάτρια θεοῖς Ὀλυμπίοις πάντεσσι καὶ πάσαις, ἰδίας δεξιὰς καὶ ἀριστερὰς ἀνίσχοντας, καὶ μνασιδωρεῖν. ΕΚ ΔΩΔΩΝΗΣ ΜΑΝΤΕΙΑΙ
53
τῷ δήμῳ τῷ Ἀθηναίων ὁ τοῦ Διὸς σημαίνει. ὅτι τὰς ὥρας παρηνέγκατε τῆς θυσίας καὶ τῆς θεωρίας, αἱρετοὺς πέμπειν κελεύει θεωροὺς ἕνεκα τούτου διὰ ταχέων, καὶ τῷ Διὶ τῷ Ναΐῳ τρεῖς βοῦς καὶ πρὸς ἑκάστῳ βοῒ δύο οἶς, τῇ Διώνῃ βοῦν καλλιερεῖν, καὶ τράπεζαν χαλκῆν καὶ πρὸς τὸ ἀνάθημα ὃ ἀνέθηκεν ὁ δῆμος ὁ Ἀθηναίων. ὁ τοῦ Διὸς σημαίνει ἐν Δωδώνῃ, Διονύσῳ δημοτελῆ ἱερὰ τελεῖν καὶ κρατῆρα κεράσαι καὶ χοροὺς ἱστάναι, Ἀπόλλωνι ἀποτροπαίῳ βοῦν θῦσαι, καὶ στεφανηφορεῖν ἐλευθέρους καὶ δούλους, καὶ ἐλινύειν μίαν ἡμέραν. Διὶ κτησίῳ βοῦν λευκόν. unknown
54
54
εἰσίν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ αὗται καὶ ἄλλαι πολλαὶ μαντεῖαι τῇ πόλει κἀγαθαί. τί οὖν ἐκ τούτων ὑμᾶς ἐνθυμεῖσθαι δεῖ; ὅτι τὰς μὲν ἄλλας θυσίας τοῖς ἐφʼ ἑκάστης μαντείας προφαινομένοις θεοῖς προστάττουσι θύειν, ἱστάναι δὲ χοροὺς καὶ στεφανηφορεῖν κατὰ τὰ πάτρια πρὸς ἁπάσαις ταῖς ἀφικνουμέναις μαντείαις προσαναιροῦσιν ὑμῖν.
55
55
οἱ τοίνυν χοροὶ πάντες οἱ γιγνόμενοι καὶ οἱ χορηγοὶ δῆλον ὅτι τὰς μὲν ἡμέρας ἐκείνας ἃς συνερχόμεθʼ ἐπὶ τὸν ἀγῶνα, κατὰ τὰς μαντείας ταύτας ὑπὲρ ὑμῶν ἐστεφανώμεθα, ὁμοίως ὅ τε μέλλων νικᾶν καὶ ὁ πάντων ὕστατος γενήσεσθαι, τῇ δὲ τῶν ἐπινικίων ὑπὲρ αὑτοῦ τότʼ ἤδη στεφανοῦται ὁ νικῶν. τὸν οὖν εἴς τινα τούτων τῶν χορευτῶν ἢ τῶν χορηγῶν ὑβρίζοντʼ ἐπʼ ἔχθρᾳ, καὶ ταῦτʼ ἐν αὐτῷ τῷ ἀγῶνι καὶ ἐν τῷ τοῦ θεοῦ ἱερῷ, τοῦτον ἄλλο τι πλὴν ἀσεβεῖν φήσομεν;
56
56
καὶ μὴν ἴστε γε τοῦθʼ ὅτι βουλόμενοι μηδένʼ ἀγωνίζεσθαι ξένον οὐκ ἐδώκαθʼ ἁπλῶς τῶν χορηγῶν οὐδενὶ προσκαλέσαντι τοὺς χορευτὰς σκοπεῖν, ἀλλʼ ἐὰν μὲν καλέσῃ, πεντήκοντα δραχμάς, ἐὰν δὲ καθέζεσθαι καθέζεσθαι κελεύσῃ, χιλίας ἀποτίνειν ἐτάξατε. τίνος εἵνεκα; ὅπως μὴ τὸν ἐστεφανωμένον καὶ λῃτουργοῦντα τῷ θεῷ ταύτην τὴν ἡμέραν καλῇ μηδʼ ἐπηρεάζῃ μηδʼ ὑβρίζῃ μηδεὶς ἐξεπίτηδες.
57
57
εἶτα τὸν μὲν χορευτὴν οὐδʼ ὁ προσκαλέσας κατὰ τὸν νόμον ἀζήμιος ἔσται, τὸν δὲ χορηγὸν οὐδʼ ὁ συγκόψας παρὰ πάντας τοὺς νόμους οὕτω φανερῶς δώσει δίκην; ἀλλὰ μὴν οὐδέν ἐστʼ ὄφελος καλῶς καὶ φιλανθρώπως τοὺς νόμους ὑπὲρ τῶν πολλῶν κεῖσθαι, εἰ τοῖς ἀπειθοῦσι καὶ βιαζομένοις αὐτοὺς ἡ παρʼ ὑμῶν ὀργὴ τῶν ἀεὶ κυρίων μὴ γενήσεται.
58
58
φέρε δὴ πρὸς θεῶν κἀκεῖνο σκέψασθε. παραιτήσομαι δʼ ὑμᾶς μηδὲν ἀχθεσθῆναί μοι, ἐὰν ἐπὶ συμφορᾶς τινῶν γεγονότων ὀνομαστὶ μνησθῶ· οὐ γὰρ ὀνειδίσαι μὰ τοὺς θεοὺς οὐδενὶ δυσχερὲς οὐδὲν βουλόμενος τοῦτο ποιήσω, ἀλλὰ δεῖξαι τὸ βιάζεσθαι καὶ ὑβρίζειν καὶ τὰ τοιαῦτα ποιεῖν ὡς ἅπαντες ὑμεῖς οἱ ἄλλοι φεύγετε. Σαννίων ἐστὶ δήπου τις ὁ τοὺς τραγικοὺς χοροὺς διδάσκων· οὗτος ἀστρατείας ἑάλω καὶ κέχρηται συμφορᾷ.
59
59
τοῦτον μετὰ τὴν ἀτυχίαν ταύτην ἐμισθώσατό τις φιλονικῶν χορηγὸς τραγῳδῶν, οἶμαι, Θεοζοτίδης. τὸ μὲν οὖν πρῶτον ἠγανάκτουν οἱ ἀντιχορηγοὶ καὶ κωλύσειν ἔφασαν, ὡς δʼ ἐπληρώθη τὸ θέατρον καὶ τὸν ὄχλον συνειλεγμένον εἶδον ἐπὶ τὸν ἀγῶνα, ὤκνησαν, εἴασαν, οὐδεὶς ἥψατο, ἀλλὰ τοσοῦτον τῆς εὐσεβείας ἐν ἑκάστῳ τις ἂν ὑμῶν ἴδοι τὸ συγκεχωρηκὸς ὥστε πάντα τὸν μετὰ ταῦτα χρόνον διδάσκει τοὺς χοροὺς καὶ οὐδὲ τῶν ἰδίων ἐχθρῶν οὐδεὶς κωλύει· τοσοῦτʼ ἀπέχει τῶν χορηγῶν.
60
60
ἄλλος ἐστὶν Ἀριστείδης Οἰνῇδος φυλῆς, ἠτυχηκώς τι καὶ οὗτος τοιοῦτον, ὃς νῦν μὲν καὶ γέρων ἐστὶν ἤδη καὶ ἴσως ἥττων χορευτής, ἦν δέ ποθʼ ἡγεμὼν τῆς φυλῆς κορυφαῖος. ἴστε δὲ δήπου τοῦθʼ ὅτι τὸν ἡγεμόνʼ ἂν ἀφέλῃ τις, οἴχεται ὁ λοιπὸς χορός. ἀλλʼ ὅμως πολλῶν χορηγῶν φιλονικησάντων, οὐδεὶς πώποτε τοῦτʼ εἶδε τὸ πλεονέκτημα, οὐδʼ ἐτόλμησε τοῦτον ἐξαγαγεῖν οὐδὲ κωλῦσαι· διὰ γὰρ τὸ δεῖν αὐτὸν ἐπιλαβόμενον τῇ χειρὶ τοῦτο ποιῆσαι καὶ μὴ προσκαλέσασθαι πρὸς τὸν ἄρχοντʼ ἐξεῖναι, ὥσπερ ἂν εἰ ξένον τις ἐξαγαγεῖν ἐβούλετο, ἅπας τις ὤκνει τῆς ἀσελγείας ταύτης αὐτόχειρ ὀφθῆναι γιγνόμενος.
61
61
οὔκουν δεινόν, ὦ ἄνδρες δικασταί, καὶ σχέτλιον τῶν μὲν νικᾶν ἂν παρὰ τοῦτʼ οἰομένων χορηγῶν, τῶν ἀνηλωκότων πολλάκις πάντα τὰ ὄντʼ εἰς τὰς λῃτουργίας, μηδένα τολμῆσαι πώποτε μηδʼ ὧν οἱ νόμοι διδόασιν ἅψασθαι, ἀλλʼ οὕτως εὐλαβῶς, οὕτως εὐσεβῶς, οὕτω μετρίως διακεῖσθαι ὥστʼ ἀναλίσκοντας, ἀγωνιῶντας ὅμως ἀπέχεσθαι καὶ προορᾶσθαι τὰς ὑμετέρας βουλήσεις καὶ τὴν περὶ τὴν ἑορτὴν σπουδήν, Μειδίαν δʼ ἰδιώτην ὄντα, μηδὲν ἀνηλωκότα, ὅτι τῳ προσέκρουσεν καὶ ἐχθρὸς ὑπῆρχεν, τοῦτον ἀναλίσκοντα, χορηγοῦντα, ἐπίτιμον ὄντα προπηλακίζειν καὶ τύπτειν, καὶ μήτε τῆς ἑορτῆς μήτε τῶν νόμων μήτε τί ὑμεῖς ἐρεῖτε μήτε τοῦ θεοῦ φροντίζειν;
62
62
πολλῶν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, γεγενημένων ἐχθρῶν ἀλλήλοις, οὐ μόνον ἐξ ἰδίων ἀλλὰ καὶ ἐκ κοινῶν πραγμάτων, οὐδεὶς πώποτʼ εἰς τοσοῦτʼ ἀναιδείας ἀφίκεθʼ ὥστε τοιοῦτόν τι τολμῆσαι ποιεῖν. καίτοι φασὶν Ἰφικράτην ποτʼ ἐκεῖνον Διοκλεῖ τῷ Πιθεῖ τὰ μάλιστʼ ἐλθεῖν εἰς ἔχθραν, καὶ ἔτι πρὸς τούτῳ συμβῆναι Τεισίαν τὸν Ἰφικράτους ἀδελφὸν ἀντιχορηγῆσαι τῷ Διοκλεῖ. ἀλλʼ ὅμως πολλοὺς μὲν ἔχων φίλους Ἰφικράτης, πολλὰ δὲ χρήματα κεκτημένος, φρονῶν δʼ ἐφʼ αὑτῷ τηλικοῦτον ἡλίκον εἰκὸς ἄνδρα καὶ δόξης καὶ τιμῶν τετυχηκόθʼ ὧν ἐκεῖνος ἠξίωτο παρʼ ὑμῶν,
63
63
οὐκ ἐβάδιζʼ ἐπὶ τὰς τῶν χρυσοχόων οἰκίας νύκτωρ, οὐδὲ κατερρήγνυεν τὰ παρασκευαζόμενʼ ἱμάτιʼ εἰς τὴν ἑορτήν, οὐδὲ διέφθειρε διδάσκαλον, οὐδὲ χορὸν μανθάνειν ἐκώλυεν, οὐδὲ τῶν ἄλλων οὐδὲν ὧν οὗτος διεπράττετʼ ἐποίει, ἀλλὰ τοῖς νόμοις καὶ τῇ τῶν ἄλλων βουλήσει συγχωρῶν ἠνείχετο καὶ νικῶντα καὶ στεφανούμενον τὸν ἐχθρὸν ὁρῶν, εἰκότως· ἐν ᾗ γὰρ αὐτὸς εὐδαίμων ᾔδει γεγονὼς πολιτείᾳ, ταύτῃ συγχωρεῖν τὰ τοιαῦτʼ ἠξίου.
64
64
πάλιν Φιλόστρατον πάντες ἴσμεν τὸν Κολωνῆθεν Χαβρίου κατηγοροῦντα, ὅτʼ ἐκρίνετο τὴν περὶ Ὠρωποῦ κρίσιν θανάτου, καὶ πάντων τῶν κατηγόρων πικρότατον γενόμενον, καὶ μετὰ ταῦτα χορηγοῦντα παισὶν Διονύσια καὶ νικῶντα, καὶ Χαβρίαν οὔτε τύπτοντα οὔτʼ ἀφαρπάζοντα τὸν στέφανον οὔθʼ ὅλως προσιόνθʼ ὅποι μὴ προσῆκεν αὐτῷ.
65
65
πολλοὺς δʼ ἂν ἔχων εἰπεῖν ἔτι καὶ διὰ πολλὰς προφάσεις ἐχθροὺς γεγενημένους ἀλλήλοις, οὐδένα πώποτʼ οὔτʼ ἀκήκοα οὔθʼ ἑόρακα ὅστις εἰς τοσοῦτον ἐλήλυθεν ὕβρεως ὥστε τοιοῦτόν τι ποιεῖν. οὐδέ γʼ ἐκεῖνʼ οὐδεὶς ὑμῶν οἶδʼ ὅτι μνημονεύει πρότερον, τῶν ἐπὶ τοῖς ἰδίοις ἢ καὶ τοῖς κοινοῖς ἐχθρῶν ἀλλήλοις οὐδένʼ οὔτε καλουμένων τῶν κριτῶν παρεστηκότα, οὔθʼ ὅταν ὀμνύωσιν ἐξορκοῦντα, οὔθʼ ὅλως ἐπʼ οὐδενὶ τῶν τοιούτων ἐχθρὸν ἐξεταζόμενον.
66
66
ταῦτα γὰρ πάντα καὶ τὰ τοιαῦτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, φιλονικίᾳ μὲν ὑπαχθέντα χορηγὸν ὄντα ποιεῖν ἔχει τινὰ συγγνώμην· ἔχθρᾳ δʼ ἐλαύνοντά τινα, ἐκ προαιρέσεως, ἐφʼ ἅπασι, καὶ τὴν ἰδίαν δύναμιν κρείττω τῶν νόμων οὖσαν ἐνδεικνύμενον, Ἡράκλεις, βαρὺ κοὐχὶ δίκαιόν ἐστιν οὐδὲ συμφέρον ὑμῖν. εἰ γὰρ ἑκάστῳ τῶν χορηγούντων τοῦτο πρόδηλον γένοιτο, ὅτι ἂν ὁ δεῖνʼ ἐχθρὸς ᾖ μοι, Μειδίας ἤ τις ἄλλος θρασὺς οὕτω καὶ πλούσιος, πρῶτον μὲν ἀφαιρεθήσομαι τὴν νίκην, κἂν ἄμεινον ἀγωνίσωμαί τινος, ἔπειτʼ ἐφʼ ἅπασιν ἐλαττωθήσομαι καὶ προπηλακιζόμενος διατελῶ, τίς οὕτως ἀλόγιστος ἢ τίς οὕτως ἄθλιός ἐστιν, ὅστις ἑκὼν ἂν μίαν δραχμὴν ἐθελήσειεν ἀναλῶσαι; οὐδεὶς δήπου.
67
67
ἀλλʼ, οἶμαι, τὸ πάντας ποιοῦν καὶ φιλοτιμεῖσθαι καὶ ἀναλίσκειν ἐθέλειν ἐκεῖνʼ ἐστίν, ὅτι τῶν ἴσων καὶ τῶν δικαίων ἕκαστος ἡγεῖται ἑαυτῷ μετεῖναι ἐν δημοκρατίᾳ. ἐγὼ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, τούτων οὐκ ἔτυχον διὰ τοῦτον, ἀλλὰ χωρὶς ὧν ὑβρίσθην, καὶ τῆς νίκης προσαπεστερήθην. καίτοι πᾶσιν ὑμῖν ἐγὼ τοῦτο δείξω σαφῶς, ὅτι μηδὲν ἀσελγὲς ἐξῆν ποιοῦντι Μειδίᾳ μηδʼ ὑβρίζοντι μηδὲ τύπτοντι καὶ λυπεῖν ἐμὲ καὶ κατὰ τοὺς νόμους αὐτῷ φιλοτιμεῖσθαι πρὸς ὑμᾶς, καὶ μηδὲ διᾶραι περὶ αὐτοῦ τὸ στόμʼ ἔχειν ἐμέ.
68
68
ἐχρῆν γὰρ αὐτόν, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτʼ ἐγὼ τῆς Πανδιονίδος χορηγὸς ὑπέστην ἐν τῷ δήμῳ, τότε τῆς Ἐρεχθῇδος ἀναστάντα, τῆς ἑαυτοῦ φυλῆς, ἀνθυποστῆναι, καὶ καταστήσανθʼ ἑαυτὸν ἐξ ἴσου καὶ τὰ ὄντʼ ἀναλίσκονθʼ ὥσπερ ἐγώ, οὕτω μʼ ἀφαιρεῖσθαι τὴν νίκην, ὑβρίζειν δὲ τοιαῦτα καὶ τύπτειν μηδὲ τότε.
69
69
νῦν δὲ τοῦτο μὲν οὐκ ἐποίησεν, ἐν ᾧ τὸν δῆμον ἐτίμησεν ἄν, οὐδʼ ἐνεανιεύσατο τοιοῦτον οὐδέν· ἐμοὶ δʼ, ὃς εἴτε τις, ὦ ἄνδρες Ἀθηναῖοι, βούλεται νομίσαι μανίαν (μανία γὰρ ἴσως ἐστὶν ὑπὲρ δύναμίν τι ποιεῖν), εἴτε καὶ φιλοτιμίᾳ χορηγὸς ὑπέστην, οὕτω φανερῶς καὶ μιαρῶς ἐπηρεάζων παρηκολούθησεν ὥστε μηδὲ τῶν ἱερῶν ἱματίων μηδὲ τοῦ χοροῦ μηδὲ τοῦ σώματος τὼ χεῖρε τελευτῶν ἀποσχέσθαι μου.
70
70
εἰ τοίνυν τις ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, ἄλλως πως ἔχει τὴν ὀργὴν ἐπὶ Μειδίαν ἢ ὡς δέον αὐτὸν τεθνάναι, οὐκ ὀρθῶς ἔχει. οὐ γάρ ἐστι δίκαιον οὐδὲ προσῆκον τὴν τοῦ παθόντος εὐλάβειαν τῷ μηδὲν ὑποστειλαμένῳ πρὸς ὕβριν μερίδʼ εἰς σωτηρίαν ὑπάρχειν, ἀλλὰ τὸν μὲν ὡς ἁπάντων τῶν ἀνηκέστων αἴτιον κολάζειν προσήκει, τῷ δʼ ἐπὶ τοῦ βοηθεῖν ἀποδιδόναι τὴν χάριν.
71
71
οὐδὲ γὰρ αὖ τοῦτʼ ἔστιν εἰπεῖν, ὡς οὐ γεγενημένου πώποτʼ οὐδενὸς ἐκ τῶν τοιούτων δεινοῦ τῷ λόγῳ τὸ πρᾶγμʼ ἐγὼ νῦν αἴρω καὶ φοβερὸν ποιῶ. πολλοῦ γε καὶ δεῖ. ἀλλʼ ἴσασιν ἅπαντες, εἰ δὲ μή, πολλοί γε, Εὔθυνον τὸν παλαίσαντά ποτʼ ἐκεῖνον, τὸν νεανίσκον, καὶ Σώφιλον τὸν παγκρατιαστήν (ἰσχυρός τις ἦν, μέλας, εὖ οἶδʼ ὅτι γιγνώσκουσίν τινες ὑμῶν ὃν λέγω,) τοῦτον ἐν Σάμῳ ἐν συνουσίᾳ τινὶ καὶ διατριβῇ οὕτως ἰδίᾳ, ὅτι ὁ τύπτων αὐτὸν ὑβρίζειν ᾤετο, ἀμυνάμενον οὕτως ὥστε καὶ ἀποκτεῖναι. ἴσασιν Εὐαίωνα πολλοὶ τὸν Λεωδάμαντος ἀδελφόν, ἀποκτείναντα Βοιωτὸν ἐν δείπνῳ καὶ συνόδῳ κοινῇ διὰ πληγὴν μίαν.
72
72
οὐ γὰρ ἡ πληγὴ παρέστησε τὴν ὀργήν, ἀλλʼ ἡ ἀτιμία· οὐδὲ τὸ τύπτεσθαι τοῖς ἐλευθέροις ἐστὶ δεινόν, καίπερ ὂν δεινόν, ἀλλὰ τὸ ἐφʼ ὕβρει. πολλὰ γὰρ ἂν ποιήσειεν ὁ τύπτων, ὦ ἄνδρες Ἀθηναῖοι, ὧν ὁ παθὼν ἔνιʼ οὐδʼ ἂν ἀπαγγεῖλαι δύναιθʼ ἑτέρῳ, τῷ σχήματι, τῷ βλέμματι, τῇ φωνῇ, ὅταν ὡς ὑβρίζων, ὅταν ὡς ἐχθρὸς ὑπάρχων, ὅταν κονδύλοις, ὅταν ἐπὶ κόρρης. ταῦτα κινεῖ, ταῦτʼ ἐξίστησιν ἀνθρώπους αὑτῶν, ἀήθεις ὄντας τοῦ προπηλακίζεσθαι. οὐδεὶς ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, ταῦτʼ ἀπαγγέλλων δύναιτο τὸ δεινὸν παραστῆσαι τοῖς ἀκούουσιν οὕτως ὡς ἐπὶ τῆς ἀληθείας καὶ τοῦ πράγματος τῷ πάσχοντι καὶ τοῖς ὁρῶσιν ἐναργὴς ἡ ὕβρις φαίνεται.
73
73
σκέψασθε δὴ πρὸς Διὸς καὶ θεῶν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ λογίσασθε παρʼ ὑμῖν αὐτοῖς, ὅσῳ πλείονʼ ὀργὴν ἐμοὶ προσῆκε παραστῆναι πάσχοντι τοιαῦθʼ ὑπὸ Μειδίου ἢ τότʼ ἐκείνῳ τῷ Εὐαίωνι τῷ τὸν Βοιωτὸν ἀποκτείναντι. ὁ μέν γʼ ὑπὸ γνωρίμου, καὶ τούτου μεθύοντος, ἐναντίον ἓξ ἢ ἕπτʼ ἀνθρώπων ἐπλήγη, καὶ τούτων γνωρίμων, οἳ τὸν μὲν κακιεῖν οἷς ἔπραξε, τὸν δʼ ἐπαινέσεσθαι μετὰ ταῦτʼ ἀνασχόμενον καὶ κατασχόνθʼ ἑαυτὸν ἔμελλον, καὶ ταῦτʼ εἰς οἰκίαν ἐλθὼν ἐπὶ δεῖπνον, οἷ μηδὲ βαδίζειν ἐξῆν αὐτῷ·
74
74
ἐγὼ δʼ ὑπʼ ἐχθροῦ, νήφοντος, ἕωθεν, ὕβρει καὶ οὐκ οἴνῳ τοῦτο ποιοῦντος, ἐναντίον πολλῶν καὶ ξένων καὶ πολιτῶν ὑβριζόμην, καὶ ταῦτʼ ἐν ἱερῷ καὶ οἷ πολλή μοι ἦν ἀνάγκη βαδίζειν χορηγοῦντι. καὶ ἐμαυτὸν μέν γʼ, ὦ ἄνδρες Ἀθηναῖοι, σωφρόνως, μᾶλλον δʼ εὐτυχῶς οἶμαι βεβουλεῦσθαι, ἀνασχόμενον τότε καὶ οὐδὲν ἀνήκεστον ἐξαχθέντα πρᾶξαι· τῷ δʼ Εὐαίωνι καὶ πᾶσιν, εἴ τις αὑτῷ βεβοήθηκεν ἀτιμαζόμενος, πολλὴν συγγνώμην ἔχω.
75
75
δοκοῦσι δέ μοι καὶ τῶν δικασάντων τότε πολλοί· ἀκούω γὰρ αὐτὸν ἔγωγε μιᾷ μόνον ἁλῶναι ψήφῳ, καὶ ταῦτʼ οὔτε κλαύσαντʼ οὔτε δεηθέντα τῶν δικαστῶν οὐδενός, οὔτε φιλάνθρωπον οὔτε μικρὸν οὔτε μέγʼ οὐδʼ ὁτιοῦν πρὸς τοὺς δικαστὰς ποιήσαντα. θῶμεν τοίνυν οὑτωσί, τοὺς μὲν καταγνόντας αὐτοῦ μὴ ὅτι ἠμύνατο, διὰ τοῦτο καταψηφίσασθαι, ἀλλʼ ὅτι τοῦτον τὸν τρόπον ὥστε καὶ ἀποκτεῖναι, τοὺς δʼ ἀπογνόντας καὶ ταύτην τὴν ὑπερβολὴν τῆς τιμωρίας τῷ γε τὸ σῶμʼ ὑβρισμένῳ δεδωκέναι.
76
76
τί οὖν; ἐμοὶ τῷ τοσαύτῃ κεχρημένῳ προνοίᾳ τοῦ μηδὲν ἀνήκεστον γενέσθαι, ὥστε μηδʼ ἀμύνασθαι, παρὰ τοῦ τὴν τιμωρίαν ὧν πέπονθʼ ἀποδοθῆναι προσήκει; ἐγὼ μὲν οἶμαι παρʼ ὑμῶν καὶ τῶν νόμων, καὶ παράδειγμά γε πᾶσι γενέσθαι τοῖς ἄλλοις, ὅτι τοὺς ὑβρίζοντας ἅπαντας καὶ τοὺς ἀσελγεῖς οὐκ αὐτὸν ἀμύνεσθαι μετὰ τῆς ὀργῆς, ἀλλʼ ἐφʼ ὑμᾶς ἄγειν δεῖ, ὡς βεβαιούντων ὑμῶν καὶ φυλαττόντων τὰς ἐν τοῖς νόμοις τοῖς παθοῦσι βοηθείας.
77
77
οἶμαι τοίνυν τινὰς ὑμῶν, ὦ ἄνδρες δικασταί, ποθεῖν ἀκοῦσαι τὴν ἔχθραν, ἥτις ἦν ἡμῖν πρὸς ἀλλήλους· νομίζειν γὰρ οὐδένʼ ἂν ἀνθρώπων οὕτως ἀσελγῶς καὶ βιαίως οὐδενὶ τῶν πολιτῶν χρήσασθαι, μὴ μεγάλου τινὸς ὄντος ὃ αὐτῷ προωφείλετο. βούλομαι δὴ καὶ περὶ ταύτης ὑμῖν ἐξ ἀρχῆς εἰπεῖν καὶ διηγήσασθαι, ἵνʼ εἰδῆθʼ ὅτι καὶ τούτων ὀφείλων δίκην φανήσεται. ἔσται δὲ βραχὺς περὶ αὐτῶν ὁ λόγος, κἂν ἄνωθεν ἄρχεσθαι δοκῶ.
78
78
ἡνίκα τὰς δίκας ἔλαχον τῶν πατρῴων τοῖς ἐπιτρόποις, μειρακύλλιον ὢν κομιδῇ καὶ τοῦτον οὐδʼ εἰ γέγονʼ εἰδὼς οὐδὲ γιγνώσκων ὡς μηδὲ νῦν ὤφελον, τότε μοι μελλουσῶν εἰσιέναι τῶν δικῶν εἰς ἡμέραν ὡσπερεὶ τετάρτην ἢ πέμπτην εἰσεπήδησαν ἁδελφὸς ὁ τούτου καὶ οὗτος εἰς τὴν οἰκίαν ἀντιδιδόντες τριηραρχίαν. τοὔνομα μὲν δὴ παρέσχεν ἐκεῖνος, καὶ ἦν ὁ ἀντιδιδοὺς Θρασύλοχος· τὰ δʼ ἔργα πάντʼ ἦν καὶ τὰ πραττόμενα ὑπὸ τούτου.
79
79
καὶ πρῶτον μὲν κατέσχισαν τὰς θύρας τῶν οἰκημάτων, ὡς αὐτῶν ἤδη γιγνομένας κατὰ τὴν ἀντίδοσιν· εἶτα τῆς ἀδελφῆς, ἔτʼ ἔνδον οὔσης τότε καὶ παιδὸς οὔσης κόρης, ἐναντίον ἐφθέγγοντʼ αἰσχρὰ καὶ τοιαῦθʼ οἷʼ ἂν ἄνθρωποι τοιοῦτοι φθέγξαιντο (οὐ γὰρ ἔγωγε προαχθείην ἂν εἰπεῖν πρὸς ὑμᾶς τῶν τότε ῥηθέντων οὐδέν), καὶ τὴν μητέρα κἀμὲ καὶ πάντας ἡμᾶς ῥητὰ καὶ ἄρρητα κάκʼ ἐξεῖπον· ὃ δʼ οὖν δεινότατον καὶ οὐ λόγος, ἀλλʼ ἔργον ἤδη· τὰς δίκας ὡς αὐτῶν οὔσας ἀφίεσαν τοῖς ἐπιτρόποις.
80
80
καὶ ταῦτʼ ἐστὶ μὲν παλαιά, ὅμως δέ τινας μνημονεύειν ὑμῶν οἴομαι· ὅλη γὰρ ἡ πόλις τὴν ἀντίδοσιν καὶ τὴν ἐπιβουλὴν τότε ταύτην καὶ τὴν ἀσέλγειαν ᾔσθετο. κἀγὼ τότε παντάπασιν ἔρημος ὢν καὶ νέος κομιδῇ, ἵνα μὴ τῶν παρὰ τοῖς ἐπιτρόποις ἀποστερηθείην, οὐχ ὅσʼ ἐδυνήθην ἀνακομίσασθαι προσδοκῶν εἰσπράξειν, ἀλλʼ ὅσων ἐμαυτῷ συνῄδειν ἀπεστερημένῳ, δίδωμʼ εἴκοσι μνᾶς τούτοις, ὅσου τὴν τριηραρχίαν ἦσαν μεμισθωκότες. τὰ μὲν δὴ τόθʼ ὑβρίσματα τούτων εἰς ἐμὲ ταῦτʼ ἐστίν.
81
81
δίκην δὲ τούτῳ λαχὼν ὕστερον τῆς κακηγορίας εἷλον ἐρήμην· οὐ γὰρ ἀπήντα. λαβὼν δʼ ὑπερήμερον καὶ ἔχων, οὐδενὸς ἡψάμην πώποτε τῶν τούτου, ἀλλὰ λαχὼν ἐξούλης πάλιν οὐδέπω καὶ τήμερον εἰσελθεῖν δεδύνημαι· τοσαύτας τέχνας καὶ σκήψεις οὗτος εὑρίσκων ἐκκρούει. κἀγὼ μὲν οὕτως εὐλαβῶς τῇ δίκῃ, τοῖς νόμοις ἅπαντα πράττειν ἀξιῶ· ὁ δʼ, ὡς ὑμεῖς ἀκούετε, ἀσελγῶς οὐ μόνον εἰς ἐμὲ καὶ τοὺς ἐμοὺς ᾤετο δεῖν ὑβρίζειν, ἀλλὰ καὶ εἰς τοὺς φυλέτας διʼ ἐμέ.
82
ὡς οὖν ταῦτʼ ἀληθῆ λέγω, κάλει μοι τούτων τοὺς μάρτυρας, ἵνʼ εἰδῆθʼ ὅτι, πρὶν κατὰ τοὺς νόμους δίκην ὧν πρότερον ἠδικήθην λαβεῖν, πάλιν τοιαῦθʼ οἷʼ ἀκηκόαθʼ ὕβρισμαι. ΜΑΡΤΥΡΙΑ Καλλισθένης Σφήττιος, Διόγνητος Θορίκιος, Μνησίθεος Ἀλωπεκῆθεν, οἴδαμεν Δημοσθένην, ᾧ μαρτυροῦμεν, κρίσιν λελογχότα Μειδίᾳ ἐξούλης, τῷ καὶ νῦν ὑπʼ αὐτοῦ κρινομένῳ δημοσίᾳ, καὶ ἤδη τῇ κρίσει ἐκείνῃ διαγεγονότα ἔτη ὀκτώ, καὶ τοῦ χρόνου γεγενημένον παντὸς αἴτιον Μειδίαν ἀεὶ προφασιζόμενον καὶ ἀναβαλλόμενον.
83
83
ὃ τοίνυν πεποίηκεν, ὦ ἄνδρες Ἀθηναῖοι, περὶ τῆς δίκης, ἀκούσατε, καὶ θεωρεῖτʼ ἐφʼ ἑκάστου τὴν ὕβριν καὶ τὴν ὑπερηφανίαν αὐτοῦ. τῆς γὰρ δίκης, ταύτης λέγω ἧς εἷλον αὐτόν, γίγνεταί μοι διαιτητὴς Στράτων Φαληρεύς, ἄνθρωπος πένης μέν τις καὶ ἀπράγμων, ἄλλως δʼ οὐ πονηρός, ἀλλὰ καὶ πάνυ χρηστός· ὅπερ τὸν ταλαίπωρον οὐκ ὀρθῶς οὐδὲ δικαίως, ἀλλὰ καὶ πάνυ αἰσχρῶς ἀπολώλεκεν.
84
84
οὗτος διαιτῶν ἡμῖν ὁ Στράτων, ἐπειδή ποθʼ ἧκεν ἡ κυρία, πάντα δʼ ἤδη διεξεληλύθει ταῦτα τἀκ τῶν νόμων, ὑπωμοσίαι καὶ παραγραφαί, καὶ οὐδὲν ἔτʼ ἦν ὑπόλοιπον, τὸ μὲν πρῶτον ἐπισχεῖν ἐδεῖτό μου τὴν δίαιταν, ἔπειτʼ εἰς τὴν ὑστεραίαν ἀναβαλέσθαι· τὸ τελευταῖον δʼ, ὡς οὔτʼ ἐγὼ συνεχώρουν οὔθʼ οὗτος ἀπήντα, τῆς δʼ ὥρας ἐγίγνετʼ ὀψέ, κατεδιῄτησεν.
85
85
ἤδη δʼ ἑσπέρας οὔσης καὶ σκότους ἔρχεται Μειδίας οὑτοσὶ πρὸς τὸ τῶν ἀρχόντων οἴκημα, καὶ καταλαμβάνει τοὺς ἄρχοντας ἐξιόντας καὶ τὸν Στράτωνʼ ἀπιόντʼ ἤδη, τὴν ἔρημον δεδωκότα, ὡς ἐγὼ τῶν παραγενομένων τινὸς ἐπυνθανόμην. τὸ μὲν οὖν πρῶτον οἷός τʼ ἦν πείθειν αὐτόν, ἣν κατεδεδιῃτήκει, ταύτην ἀποδεδιῃτημένην ἀποφαίνειν, καὶ τοὺς ἄρχοντας μεταγράφειν, καὶ πεντήκοντα δραχμὰς αὐτοῖς ἐδίδου·
86
86
ὡς δʼ ἐδυσχέραινον οὗτοι τὸ πρᾶγμα καὶ οὐδετέρους ἔπειθεν, ἀπειλήσας καὶ διαλοιδορηθεὶς ἀπελθὼν τί ποιεῖ; καὶ θεάσασθε τὴν κακοήθειαν. τὴν μὲν δίαιταν ἀντιλαχὼν οὐκ ὤμοσεν, ἀλλʼ εἴασε καθʼ αὑτοῦ κυρίαν γενέσθαι, καὶ ἀνώμοτος ἀπηνέχθη· βουλόμενος δὲ τὸ μέλλον λαθεῖν, φυλάξας τὴν τελευταίαν ἡμέραν τῶν διαιτητῶν, τὴν τοῦ θαργηλιῶνος ἢ τοῦ σκιροφοριῶνος γιγνομένην, εἰς ἣν ὁ μὲν ἦλθε τῶν διαιτητῶν,
87
87
ὁ δʼ οὐκ ἦλθε, πείσας τὸν πρυτανεύοντα δοῦναι τὴν ψῆφον παρὰ πάντας τοὺς νόμους, κλητῆρʼ οὐδʼ ὁντινοῦν ἐπιγραψάμενος, κατηγορῶν ἔρημον, οὐδενὸς παρόντος, ἐκβάλλει καὶ ἀτιμοῖ τὸν διαιτητήν· καὶ νῦν εἷς Ἀθηναίων, ὅτι Μειδίας ἔρημον ὦφλε δίκην, ἁπάντων ἀπεστέρηται τῶν ἐν τῇ πόλει καὶ καθάπαξ ἄτιμος γέγονεν· καὶ οὔτε λαχεῖν ἀδικηθέντα οὔτε διαιτητὴν γενέσθαι Μειδίᾳ οὔθʼ ὅλως τὴν αὐτὴν ὁδὸν βαδίζειν, ὡς ἔοικεν, ἔστʼ ἀσφαλές.
88
88
δεῖ δὴ τοῦτο τὸ πρᾶγμʼ ὑμᾶς οὑτωσὶ σκέψασθαι, καὶ λογίσασθαι τί ποτʼ ἔσθʼ ὃ παθὼν Μειδίας οὕτως ὠμὸν τηλικαύτην ἐπεβούλευσε λαβεῖν τῶν πεπραγμένων παρʼ ἀνδρὸς πολίτου δίκην, κἂν μὲν ᾖ τι δεινὸν ὡς ἀληθῶς καὶ ὑπερφυές, συγγνώμην ἔχειν, ἐὰν δὲ μηδέν, θεάσασθε τὴν ἀσέλγειαν καὶ τὴν ὠμότητα, ᾗ καθʼ ἁπάντων χρῆται τῶν ἐντυγχανόντων. τί οὖν ἔσθʼ ὃ πέπονθεν; μεγάλην νὴ Δίʼ ὦφλε δίκην καὶ τοσαύτην ὥστʼ ἀποστερεῖσθαι τῶν ὄντων. ἀλλὰ χιλίων ἡ δίκη μόνον ἦν δραχμῶν.
89
89
πάνυ γε, ἀλλὰ δάκνει καὶ τοῦτο, φαίη τις ἄν, ὅταν ἐκτίνειν ἀδίκως δέῃ, συνέβη δʼ ὑπερημέρῳ γενομένῳ λαθεῖν αὐτῷ διὰ τὸ ἀδικηθῆναι. ἀλλʼ αὐθημερὸν μὲν ᾔσθετο, ὃ καὶ μέγιστόν ἐστι τεκμήριον τοῦ μηδὲν ἠδικηκέναι τὸν ἄνθρωπον, δραχμὴν δʼ οὐδέπω μίαν ἐκτέτεικεν.
90
90
ἀλλὰ μή πω τοῦτο. ἀλλὰ τὴν μὴ οὖσαν ἀντιλαχεῖν ἐξῆν αὐτῷ δήπου, καὶ πρὸς ἐμὲ τὸ πρᾶγμα καταστήσασθαι, πρὸς ὅνπερ ἐξ ἀρχῆς ἦν ἡ δίκη. ἀλλʼ οὐκ ἐβούλετο· ἀλλʼ ἵνα μὴ Μειδίας ἀτίμητον ἀγωνίσηται δέκα μνῶν δίκην, πρὸς ἣν οὐκ ἀπήντα δέον, καὶ εἰ μὲν ἠδίκηκε, δίκην δῷ, εἰ δὲ μή, ἀποφύγῃ, ἄτιμον Ἀθηναίων ἕνʼ εἶναι δεῖ καὶ μήτε συγγνώμης μήτε λόγου μήτε ἐπιεικείας μηδεμιᾶς τυχεῖν, ἃ καὶ τοῖς ὄντως ἀδικοῦσιν ἅπανθʼ ὑπάρχει.
91
91
ἀλλʼ ἐπειδή γʼ ἠτίμωσεν ὃν ἐβουλήθη, καὶ τοῦτʼ ἐχαρίσασθʼ αὐτῷ, καὶ τὴν ἀναιδῆ γνώμην, ᾗ ταῦτα προαιρεῖται ποιεῖν, ἐνέπλησεν αὑτοῦ, ἐκεῖνʼ ἐποίησε, τὴν καταδίκην ἐκτέτεικε, διʼ ἣν τὸν ἄνθρωπον ἀπώλεσεν; οὐδὲ χαλκοῦν οὐδέπω καὶ τήμερον, ἀλλὰ δίκην ἐξούλης ὑπομένει φεύγειν. οὐκοῦν ὁ μὲν ἠτίμωται καὶ παραπόλωλεν, ὁ δʼ οὐδʼ ὁτιοῦν πέπονθεν, ἀλλʼ ἄνω κάτω τοὺς νόμους, τοὺς διαιτητάς, πάνθʼ ὅσʼ ἂν βούληται στρέφει.
92
92
καὶ τὴν μὲν κατὰ τοῦ διαιτητοῦ γνῶσιν, ἣν ἀπρόσκλητον κατεσκεύασεν, αὐτὸς κυρίαν αὑτῷ πεποίηται· ἣν δʼ αὐτὸς ὦφλεν ἐμοὶ προσκληθείς, εἰδώς, οὐκ ἀπαντῶν, ἄκυρον ποιεῖ. καίτοι εἰ παρὰ τῶν ἔρημον καταδιαιτησάντων αὐτοῦ τηλικαύτην δίκην οὗτος ἀξιοῖ λαμβάνειν, τίνʼ ὑμῖν προσήκει παρὰ τούτου λαβεῖν, τοῦ φανερῶς τοὺς ὑμετέρους νόμους ἐφʼ ὕβρει παραβαίνοντος; εἰ γὰρ ἀτιμία καὶ νόμων καὶ δικῶν καὶ πάντων στέρησις ἐκείνου τἀδικήματος προσήκουσʼ ἐστὶν δίκη, τῆς γʼ ὕβρεως μικρὰ θάνατος φαίνεται.
93
ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω, κάλει μοι τούτων τοὺς μάρτυρας, καὶ τὸν τῶν διαιτητῶν ἀνάγνωθι νόμον. Μάρτυρες Νικόστρατος Μυρρινούσιος, Φανίας Ἀφιδναῖος οἴδαμεν Δημοσθένην, ᾧ μαρτυροῦμεν, καὶ Μειδίαν τὸν κρινόμενον ὑπὸ Δημοσθένους, ὅτʼ αὐτῷ Δημοσθένης ἔλαχε τὴν τοῦ κακηγορίου δίκην, ἑλομένους διαιτητὴν Στράτωνα, καὶ ἐπεὶ ἧκεν ἡ κυρία τοῦ νόμου, οὐκ ἀπαντήσαντα Μειδίαν ἐπὶ τὴν δίαιταν, ἀλλὰ καταλιπόντα. γενομένης δὲ ἐρήμου κατὰ Μειδίου, ἐπιστάμεθα Μειδίαν πείθοντα τόν τε Στράτωνα τὸν διαιτητὴν καὶ ἡμᾶς, ὄντας ἐκείνοις τοῖς χρόνοις ἄρχοντας, ὅπως τὴν δίαιταν αὐτῷ ἀποδιαιτήσομεν, καὶ διδόντα δραχμὰς πεντήκοντα. καὶ ἐπειδὴ οὐχ ὑπεμείναμεν, προσαπειλήσαντα ἡμῖν καὶ οὕτως ἀπαλλαγέντα. καὶ διὰ ταύτην τὴν αἰτίαν ἐπιστάμεθα Στράτωνα ὑπὸ Μειδίου καταβραβευθέντα καὶ παρὰ πάντα τὰ δίκαια ἀτιμωθέντα.
94
λέγε δὴ καὶ τὸν τῶν διαιτητῶν νόμον. ΝΟΜΟΣ Ἐὰν δέ τινες περὶ συμβολαίων ἰδίων πρὸς ἀλλήλους ἀμφισβητῶσι καὶ βούλωνται διαιτητὴν ἑλέσθαι ὁντινοῦν, ἐξέστω αὐτοῖς αἱρεῖσθαι ὃν ἂν βούλωνται διαιτητὴν ἑλέσθαι. ἐπειδὰν δʼ ἕλωνται κατὰ κοινόν, μενέτωσαν ἐν τοῖς ὑπὸ τούτου διαγνωσθεῖσι, καὶ μηκέτι μεταφερέτωσαν ἀπὸ τούτου ἐφʼ ἕτερον δικαστήριον ταὐτὰ ἐγκλήματα, ἀλλʼ ἔστω τὰ κριθέντα ὑπὸ τοῦ διαιτητοῦ κύρια.
95
κάλει δὴ καὶ τὸν Στράτωνʼ αὐτὸν τὸν τὰ τοιαῦτα πεπονθότα· ἑστάναι γὰρ ἐξέσται δήπουθεν αὐτῷ. οὗτος, ὦ ἄνδρες Ἀθηναῖοι, πένης μὲν ἴσως ἐστίν, οὐ πονηρὸς δέ γε. οὗτος μέντοι πολίτης ὤν, ἐστρατευμένος ἁπάσας τὰς ἐν ἡλικίᾳ στρατείας καὶ δεινὸν οὐδὲν εἰργασμένος, ἕστηκε νυνὶ σιωπῇ, οὐ μόνον τῶν ἄλλων ἀγαθῶν τῶν κοινῶν ἀπεστερημένος, ἀλλὰ καὶ τοῦ φθέγξασθαι ἢ ὀδύρασθαι· καὶ οὐδʼ εἰ δίκαιʼ ἢ ἄδικα πέπονθεν, οὐδὲ ταῦτʼ ἔξεστιν αὐτῷ πρὸς ὑμᾶς εἰπεῖν.
96
96
καὶ ταῦτα πέπονθʼ ὑπὸ Μειδίου καὶ τοῦ Μειδίου πλούτου καὶ τῆς ὑπερηφανίας παρὰ τὴν πενίαν καὶ ἐρημίαν καὶ τὸ τῶν πολλῶν εἷς εἶναι. καὶ εἰ μὲν παραβὰς τοὺς νόμους ἔλαβεν τὰς πεντήκοντα δραχμὰς παρʼ αὐτοῦ, καὶ τὴν δίκην ἣν κατεδιῄτησεν ἀποδεδιῃτημένην ἀπέφηνεν, ἐπίτιμος ἂν ἦν καὶ οὐδὲν ἔχων κακὸν τῶν ἴσων μετεῖχε τοῖς ἄλλοις ἡμῖν· ἐπειδὴ δὲ παρεῖδε πρὸς τὰ δίκαια Μειδίαν, καὶ τοὺς νόμους μᾶλλον ἔδεισε τῶν ἀπειλῶν τῶν τούτου, τηνικαῦτα τηλικαύτῃ καὶ τοιαύτῃ συμφορᾷ περιπέπτωκεν ὑπὸ τούτου.
97
97
εἶθʼ ὑμεῖς τὸν οὕτως ὠμόν, τὸν οὕτως ἀγνώμονα, τὸν τηλικαύτας δίκας λαμβάνονθʼ ὧν αὐτὸς ἠδικῆσθαι φησὶ μόνον (οὐ γὰρ ἠδίκητό γε), τοῦτον ὑβρίζοντα λαβόντες εἴς τινα τῶν πολιτῶν ἀφήσετε, καὶ μήθʼ ἑορτῆς μήθʼ ἱερῶν μήτε νόμου μήτʼ ἄλλου μηδενὸς πρόνοιαν ποιούμενον, οὐ καταψηφιεῖσθε;
98
98
οὐ παράδειγμα ποιήσετε; καὶ τί φήσετʼ, ὦ ἄνδρες δικασταί; καὶ τίνʼ, ὢ πρὸς τῶν θεῶν, ἕξετʼ εἰπεῖν πρόφασιν δικαίαν ἢ καλήν; ὅτι νὴ Δίʼ ἀσελγής ἐστι καὶ βδελυρός· ταῦτα γάρ ἐστι τἀληθῆ· ἀλλὰ μισεῖν ὀφείλετʼ, ἄνδρες Ἀθηναῖοι, δήπου τοὺς τοιούτους μᾶλλον ἢ σῴζειν. ἀλλʼ ὅτι πλούσιός ἐστιν· ἀλλὰ τοῦτό γε τῆς ὕβρεως αὐτοῦ σχεδὸν αἴτιον εὑρήσετʼ ὄν, ὥστʼ ἀφελεῖν τὴν ἀφορμήν, διʼ ἣν ὑβρίζει, προσήκει μᾶλλον ἢ σῶσαι διὰ ταύτην· τὸ γὰρ χρημάτων πολλῶν θρασὺν καὶ βδελυρὸν καὶ τοιοῦτον ἄνθρωπον ἐᾶν εἶναι κύριον, ἀφορμήν ἐστιν ἐφʼ ὑμᾶς αὐτοὺς δεδωκέναι.
99
99
τί οὖν ὑπόλοιπον; ἐλεῆσαι νὴ Δία· παιδία γὰρ παραστήσεται καὶ κλαήσει καὶ τούτοις αὑτὸν ἐξαιτήσεται· τοῦτο γὰρ λοιπόν. ἀλλʼ ἴστε δήπου τοῦθʼ ὅτι τοὺς ἀδίκως τι πάσχοντας, ὃ μὴ δυνήσονται φέρειν, ἐλεεῖν προσήκει, οὐ τοὺς ὧν πεποιήκασι δεινῶν δίκην διδόντας. καὶ τίς ἂν ταῦτʼ ἐλεήσειε δικαίως, ὁρῶν τὰ τοῦδʼ οὐκ ἐλεηθένθʼ ὑπὸ τούτου, ἃ τῇ τοῦ πατρὸς συμφορᾷ χωρὶς τῶν ἄλλων κακῶν οὐδʼ ἐπικουρίαν ἐνοῦσαν ὁρᾷ. οὐ γάρ ἐστιν ὄφλημʼ ὅ τι χρὴ καταθέντʼ ἐπίτιμον γενέσθαι τουτονί, ἀλλʼ ἁπλῶς οὕτως ἠτίμωται τῇ ῥύμῃ τῆς ὀργῆς καὶ τῆς ὕβρεως τῆς Μειδίου.
100
100
τίς οὖν ὑβρίζων παύσεται καὶ διʼ ἃ ταῦτα ποιεῖ χρήματʼ ἀφαιρεθήσεται, εἰ τοῦτον ὥσπερ δεινὰ πάσχοντʼ ἐλεήσετε; εἰ δέ τις πένης μηδὲν ἠδικηκὼς ταῖς ἐσχάταις συμφοραῖς ἀδίκως ὑπὸ τούτου περιπέπτωκε, τούτῳ δʼ οὐδὲ συνοργισθήσεσθε; μηδαμῶς· οὐδεὶς γάρ ἐστι δίκαιος τυγχάνειν ἐλέου τῶν μηδένʼ ἐλεούντων, οὐδὲ συγγνώμης τῶν ἀσυγγνωμόνων.

Intertext edge

Open linked passage

Note