Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii in Psalmos
Didymus the BlindPsal 14 · pg-scrape-grcMore by Didymus the Blind
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/didymus-the-blind" aria-label="More works by Didymus the Blind"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1
τυγχάνων εἶπε τὴν φωνήν. ἐλέχθη καὶ τὸ" διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς" ἀπὸ τοῦ σωτῆρος εἰρημένον ἐν τοῖς εὐαγγελίοις. καὶ τό·" ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου"· Παῦλος ἐν τοῖς Ἑβραίοις ἐκ προσώπου τοῦ σωτῆρος αὐτὸ εἰρῆσθαι ἔγραψεν. ἐπεὶ τοίνυν τρεῖς μαρτυρίαι κεῖνται ἀπὸ τοῦ ψαλμοῦ, ὅτι πρόσωπον τοῦ σωτῆρός ἐστιν τὸ λέγον, ὅλον τὸν ψαλμὸν ἐκ προσώπου αὐτοῦ ἀπαγγελθέντα δεῖ λαβεῖν. καὶ ἀναγκαίως τοῦτο λέγω– παρεθέμην δὲ αὐτὸ καὶ ἐν τοῖς περὶ τῆς ἐνανθρωπήσεως· ἐπεὶ δὲ ἀεὶ φέρουσιν ἡμῖν ῥη τὰ ὡς σῶμα ἐσχηκότος τοῦ σωτῆρος οἷον·" σῶμα δὲ κατηρτίσω μοι", καί·" Χριστοῦ παθόντος ὑπὲρ ἡμῶν σαρκί", ἐλέγομεν ὅτι· εἰ προσέκειτο" μόνον"·" σῶμα δὲ μόνον κατηρτίσω μοι". ἔστιν ποτὲ ἱμάτια πλείονα φορεῖν. ἐὰν περί τινός τις λέγῃ, φέρε, ὅτι ἔχω φᾶρον, ἔχω λώπιον, ἱμάτιον, μὴ προσθῇ δὲ ὅτι" μόνον", οὐ κεκώλυται ἔχειν καὶ τὰ ἄλλα. πάλιν ἐχέτω τις, φέρε, ἀσπίδα καὶ ξίφος καὶ περικεφαλαίαν καὶ θώρακα. ἐὰν χρεία ἀπαιτήσῃ εἰπεῖν ὅτι ἔχω ἀσπίδα, μὴ προσθῇ δὲ ὅτι" μόνην", οὐκ ἀναιρεῖται τὸ προσεῖναι αὐτῷ τὰ ἄλλα. ἔχομεν οὖν ἐνταῦθα ὑπ' αὐτοῦ λεγόμενον τοῦ προσώπου τό·" ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου". εἰ καὶ ἐν ἄλλῳ εἶ25 πεν·" σῶμα δὲ κατηρτίσω μοι", καὶ μνήμη ψυχῆς οὐ γέγονεν, καὶ ὧδε μνήμη ψυχῆς γέγονεν, καὶ οὐκ ἤδη ὅτι λέγει·" ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου", περὶ μόνης τῆς ψυχῆς ἑαυτοῦ εἴρηκεν. 2 ὁ θεὸς ὁ θεός μου, πρόσχες μοι· ἵνα τί ἐνκατέλιπές με; τὸ τῆς ἐνκαταλείψεως ὄνομα κυριολεκτούμενον οὐ δηλοῖ τὸ ἐν σκυθρωποῖς γενέσθαι. οἱ μάρτυρες γοῦν οὐκ ἐνκατελείφθησαν λεβητισθέντες πυρὶ παραδοθέντες. οἱ δὲ θύσαντες κἂν μηδὲν πάθωσιν, ἐνκατελείφθησαν. ὅτε τις οὖν αἰτεῖται μὴ ἐνκαταλειφθῆναι, τοῦτο αἰτεῖ ται τὸ μὴ ἐκπεσεῖν τῆς προθέσεως αὐτοῦ. δοκοῦντος μὴ ἐμπίπτειν εἰς ἐνκατάλειψιν τοῦ μηδὲν πάσχοντος, ἀλλ' ἐνίοτε τότε διὰ κακίαν αὐτῷ γίνεται, ὡς εἶπον, οἱ θύσαντες. ἐνκατάλειψις οὖν ἐστιν τὸ ἀποστῆναι τὸν θεὸν ἀπὸ τοῦ ἐνκαταλειπομένου. ὅπερ πέπονθεν ὁ Σαούλ·" οὐκ ἐπακήκοές μου", φησίν," οὐδὲ ἐν τοῖς ἐνυπνίοις"· καὶ ἀπῆλθεν πρὸς τὴν ἐνγαστρίμυθον. ἐάν ποτε οὖν ἴδῃς πλούσιον Χριστιανὸν πάντα προσηνῶς ἔχοντα, πρὸς ἀστρολόγους δὲ τὴν καταφυγὴν ἢ πρὸς νεκυίας ἢ πρὸς τοιαῦτα τὴν σπουδὴν ἔχοντας, οὗτοι ἐνκατελείφθησαν. καὶ ἐὰν ἴδῃς πένητα καὶ πλούτου ἐκπεσόντα, ἐχόμενον δὲ τοῦ θεοῦ, οἷος ἦν ὁ Ἰώβ, οὐκ ἐνκατελείφθη οὗτος. ἐπεὶ τοίνυν εἰς σταυρὸν ἐλήλυθεν ὁ σωτήρ, δοκεῖ δὲ τοῖς ἀνθρώποις ἐνκατάλειψις εἶναι τὸ ὑποπεσεῖν τοιούτῳ θανάτῳ, ὡς πρὸς τὴν ἐκείνων ὑπόλημψιν τοῦτο λέγει·" ὁ θεὸς ὁ θεός μου, πρόσχες μοι". τάχα δὲ καὶ ἐνκατάλειψιν λέγει τοῦ ὡσανεὶ σώματος αὐτοῦ· σῶμα γὰρ ἦσαν αὐτοῦ πρὸ τούτου οἱ Ἑβραῖοι. ἐνκατελείφθη οὖν ἐκεῖνος ὁ λαός. καὶ ἑαυτοῦ ἐνκατάλειψιν λέγει, ἐπεὶ κεφαλὴ ἦν αὐτῶν." ὁ θεὸς ὁ θεός μου, πρόσχες μοι· ἵνα τί ἐνκατέλιπές με"; τὴν αἰτίαν καὶ τὸ τέλος τῆς ἐνκαταλείψεως ἀπαιτεῖ, ὃ γὰρ ἔστιν." ἐπὶ τίνι με ἐνκατέλειψας"; ἀπαιτοῦντός ἐστιν τέλος, οὐχ ἵνα αὐτῷ γνωσθῇ, ἀλλ' ἵνα τῷ σώματι αὐτοῦ, τοῖς αὐτοῦ ἀνθρώποις. 2 μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου. ὧδε ἵνα μὴ δόξωμεν μυθολογεῖν, ἀναγκαζόμεθα βαθυτέρας θεωρίας ἅψασθαι. οὐ ταὐτόν ἐστιν πρᾶγμα καὶ ὁ τοῦ πράγματος λόγος. οἱ πολλοὶ ἴσασιν τὰ αἰσθητά, λόγον δὲ αὐτῶν οὐκ ἔχουσιν. μεγάλων ἐστὶν τὸ ἔχειν λόγον τῶν πραγμάτων. οὕτω γὰρ καὶ λόγῳ χωρίζομεν πρᾶγμα ἀπὸ πράγματος. καὶ ἐμνημόνευσα τοῦ χρώματος καὶ τῆς ἐπιφανείας. ἄλλο δέ ἐστιν τὸ χρῶμα καὶ ἄλλο ἡ ἐπιφάνεια, ἀχώριστα μέντοι ἑαυτῶν. λόγῳ οὖν χωρίζομεν αὐτά. τὸ χρῶμα ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον. ἡ δὲ ἐπιφάνεια οὐ δέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, ὥστε ἕτερόν ἐστιν τὸ χρῶμα τῆς ἐπιφανείας, κἂν μηδέποτε χωρίζηται αὐτῆς, κἂν μηδέποτε ὑπάρχῃ ἄνευ αὐτῆς. ταῦτα δὲ λέγουσιν οἱ περὶ ἀπόδειξιν ἔχοντες ἐξ ἀφαιρέσεως. ἀφαιροῦμεν λόγῳ τόδε ἀπὸ τοῦδε, οὐκ αἰσθήσει, οὐχ ὑπάρξει. ὅταν οὖν λέγωμεν ὅτι ἡ γραμμὴ μῆκος ἀπλατές 26 ἐστιν, ἡ αἰσθητὴ οὔκ ἐστιν ἀπλατής. πάντως ἔχει πλάτος. λόγῳ δὲ ἀφαιροῦμεν. λέγω· οἱ αἰσθήσει καὶ ὑπάρξει παραπτώματα ἔχοντες οὐκ ἴσασιν αὐτῶν τοὺς λόγους· εἰ γὰρ ᾔδεσαν ὅτι βλαπτικά ἐστιν, ὅτι εἰς ὄλεθρον καταστρέφει, οὐκ ἐνήργουν αὐτά. ἔστιν δὲ λόγον ἔχειν παραπτώματος· οἷον ἔστω παράπτωμα παρὰ τὸν νόμον τοῦ θεοῦ πραττόμενον τὸ ὅπως ποτὲ φονεύειν ἄνθρωπον. ὅταν δὲ δικαςτική τις ἐξουσία καὶ ὑπηρετῶν τῷ ὀρθῷ νόμῳ τὸν ἄξιον θανάτου ἀποκτέννῃ, ὡς ὁ Ἀγὰγ ἐφονεύθη ὑπὸ τοῦ Σαμουήλ, λόγον παραπτώματος εἶχεν ὁ Ἠλίας, οὐ παράπτωμα, καὶ Σαμουήλ. λέγει γοῦν ὁ σωτὴρ κατὰ τὸν ἄνθρωπον· αὐτὸς γάρ ἐστιν ὁ ἀφελπισθεὶς ὁ λέγων ταῦτα·" μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου". οὐ" μακρὰν ἀπὸ τῆς σωτηρίας μου εἰσίν"· οὐκ ἔγνων γὰρ ἁμαρτίαν, οὐκ ἐποίησα αὐτήν. ἔχω δὲ αὐτὴν λόγῳ, οἶδα τί ἐστιν ἁμαρτία. καὶ οἱ λόγοι οὖν παραπτωμάτων μακρὰν ἔστωσαν ἀπὸ τῆς σωτηρίας μου. ἡ σωτηρία μου μὴ παράμειγμά τι λαβέτω ὥστε ἀμαυρωθῆναι. ἐνίοτε γὰρ σῴζεταί τις καὶ διά τι ἐνυπάρχον αὐτῷ καλόν· εἰ κακόν, ἐλαττοῦται αὐτοῦ ἡ σωτηρία. πολλοὶ γοῦν πολλάκις ἐζήτησαν ὅτι· ἐὰν ποιήσῃ τις πολλὰ κακά, ποιήσῃ δὲ ὀλίγα ἀγαθά, ἀπόλλυσιν ἐκεῖνα; τὸ εἰπεῖν ὅτι ἀπόλλυσιν, ἀφαίρεσιν ἐλπίδος τῶν προσώπων σημαίνει. εἶπον πολλάκις εἰς τοῦτο ὅτι ἐλαττοῦται ἡ κόλασις. φέρε εἰπεῖν, ἀδικείτωσαν πλείονες· ἐκ τούτων δέ τινες μὴ ἀδικείτωσαν, ἀλλὰ ἐλεάτωσαν. ἐλαττοῦται αὐτοῦ ἡ τιμωρία καὶ οὐκ ἀργῶς πέπρακται αὐτῷ ταῦτα. ὅταν τις προηγουμένως ἁμαρτήσῃ, ἔχει τὰ ἔργα" προάγοντα εἰς κρίσιν". προτρέχουσιν αὐτοῦ, χειραγωγοῦσιν αὐτὸν ἐπὶ τὴν κρίσιν. ἄλλοις δὲ ἐπακολουθοῦσιν τὰ ἁμαρτήματα. ὅταν τις πράττων καλὰ ποιῇ καὶ ὀλίγα ἁμαρτήματα, ἐπακολουθεῖ ταῦτα." ὡσαύτως", φησίν," καὶ τὰ καλὰ ἔργα". ὡς εἶπον περὶ τῶν ἁμαρτημάτων, καὶ περὶ τῶν καλῶν ἔργων ἐρῶ. ὅμως οὐδεὶς πράξας καλὸν ἀνω φελὴς μένει. ἐξ αὐτοῦ μειουμένην ἔχει τὴν κόλασιν. ὁ δὲ" ἁμαρτίαν μὴ γνοὺς μηδὲ ποιήσας αὐτὴν" καὶ τοὺς λόγους τῶν παραπτωμάτων πόρρω ἔχει ἀπὸ τῆς ἑαυτοῦ σωτηρίας, καθαρὰν ἔχει τὴν σωτηρίαν, οὐδὲ ἁμάρτημα ἢ παράπτωμα παραμέμεικται αὐτῇ, ἀλλ' οὐδὲ αὐτὸ τοῦτο, λόγος παραπτώματος. 3 ὁ θεός μου, κεκράξομαι ἡμέρας πρός σε, καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτός, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί. ἡ κατάστασις τοῦ βίου τῶν ἀνθρώπων διάφορός ἐστιν. ἔχει καὶ ἐπωφελῆ τινα, ἔχει δὲ καὶ σκυθρωπά. καὶ ἐν αὐτοῖς τούτοις τοῖς ἀνθρωπίνοις εἰσὶν ἡδέα, καὶ καλεῖται ταῦτα" ἡμέρα", καὶ σκυθρωπά, ἃ ὀνομάζεται" νύξ". τοῦτο οὖν λέγει· καὶ ἐν τοῖς ἡδέσιν καὶ λαμπροῖς πρός σε κράζω, καὶ εἰσακούεις, καὶ ἐν νυκτὶ τοῦτο ποιῶ, καὶ οὐκ εἰς ἄνοιαν ἐμοὶ γίνεται· ἐπινεύσαντος γάρ σου καὶ τῶν σκυθρωπῶν μηκέτι ἀσαφῶν ὄντων, γέγονέν μοι φανερόν. εἰσακούει ἡμέρας ἡμῶν βοώντων· καὶ νυκτὸς δέ, τουτέστιν 27 ἐν τῇ σκυθρωπῇ καταστάσει ὄντες, ἔχομεν αὐτὸν βοηθοῦντα καὶ τῷ πράγματι ἐλάβομεν γνῶσιν ὅτι βοηθεῖ· τοῦτο γάρ ἐστιν τό·" καὶ νυκτός, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί". κἂν ἄλλοις ἦν ὅτι οὗτος, εἰ ἦν" ὁ ἄνθρωπος παρὰ θεοῦ" οὗτος, ἐνκατελείπετο, αὐτῷ οὐκ εἰς ἄνοιαν ἦν τοῦτο· ἑκουσίως γὰρ εἰς τοῦτο ἐλήλυθεν·" πορεύσομαι ἐμαυτῷ πρὸς τὸ ὄρος τῆς σζμύρνης"· σζμύρνη γὰρ αὐτοῦ τὸ σῶμα. πρὸς τὸ ὄρος πεπόρευται, ὅτι ὑπὲρ πάντων τῶν σζμυρνισθέντων ἀνεδέξατο τὸν θάνατον. ὅτι δὲ τοῦθ' οὕτως ἔχει, καὶ ἐξ ἄλλου
2
" ἐντελεῖται κύριος τὸ ἔλεος αὐτοῦ, καὶ νυκτὸς δηλώσει". ὅτε φανερῶς καὶ προχείρως ἐλεουμένους ἀνθρώπους ὁρῶμεν, ἡμέρας ἐνετείλατο ὁ θεὸς τὸ ἔλεος αὐτοῦ." καὶ νυκτὸς" δὲ" δηλώσει"· ἐὰν γὰρ εἰδῇς ὅτι καὶ κολάσει παραδίδωσιν θεός, ἵνα δηλώσῃ τὸ ἔλεος ἑαυτοῦ– οὐδὲ γὰρ ὠμῶς παραδίδωσιν κολάσεσιν τοὺς ἀνθρώπους–, ἐν ταύτῃ τῇ νυκτί, τῇ σκυθρωπῇ καταστάσει, δηλωθήσεται τὸ ἔλεος τοῦ θεοῦ. καὶ ἡμέρας δὲ ἐντέλλεται τὸν ἔλεον, ὅταν φανερὰ ᾖν ἡ ἐλεημοσύνη αὐτοῦ, καὶ νυκτός· δύναται διὰ τὸ σκυθρωπὸν τῆς καταστάσεως τῶν κολαζομένων. πλὴν εἰ κἀκεῖνοι ἀφελπίζουσιν, ἀλλ' αὐτὸς δηλώσει καὶ ἐν τῇ νυκτὶ τὸν ἔλεον αὐτοῦ." καὶ οὐκ εἰς ἄνοιαν ἐμοί"· οὐκ ἀγνοῶ κράζων νυκτός, οὐκ ἀγνοῶ ὅτι ἐπακούεις. 4 σὺ δὲ ἐν ἁγίοις κατοικεῖς, ὁ ἔπαινος τοῦ Ἰσραήλ. θεώρει τί λέγει· σὺ ὁ ἐν ἁγίοις κατοικῶν καὶ ἔπαινος ὢν πάντων τῶν καθαρὰν καρδίαν ἐχόντων καὶ ὁρώντων σε– οἱ τοιοῦτοι γάρ εἰσιν ὁ Ἰσραήλ– οὐκ ἐνκατέλειψάς με· εἰ γὰρ ἐν ἁγίοις κατοικεῖς, πάσχουσιν δέ τι οἱ ἅγιοι, οὐκ ἐνκατελείφθησαν ἐκεῖνοι· πῶς γὰρ ἐν αὐτοῖς ἦς ἄν, καὶ οὐχ ἁπλῶς, ἀλλ' ἔπαινος τοῦ Ἰσραήλ; δυνατὸν δὲ καὶ τὸ" σὺ δὲ ἐν ἁγίοις κατοικεῖς" οὕτως· εἰ καὶ οἰκτρῷ θανάτῳ περιέβαλόν μέ τινες καὶ δοκεῖς κατὰ τοῦτο ἀπεσχοινίσθαι μου, ἀλλ' ἐν τοῖς ἁγίοις, ἐν τοἷς διδάσκω, ἐν οἷς φρονῶ, κατοικεῖς. εἰ δὲ ἐν τούτοις πάρει, οὐκ ἐνκατελείφθην. δύναται δὲ καθόλου τὰ ἅγια ληφθῆναι καὶ ἐπὶ τῶν μακαρίων λογικῶν καὶ ἐπὶ τῶν ἁγίων ἀνδρῶν καὶ ἐπ' αὐτῶν τῶν μυστηρίων τῆς βασιλείας τῶν οὐρανῶν. πανταχοῦ δὲ παρὼν θεὸς ἐν τοῖς τοιούτοις εὑρίσκεται, καὶ πάντα τὰ τοιαῦτα ναὸς αὐτοῦ εἰσιν, πολύτροπος ναός. ἔπαινος εἶ οὖν ἐν Ἰσραήλ· ὁ γὰρ ἀληθῶς διορατικὸς καὶ" νοῦν Χριστοῦ ἔχων", ἐν ᾧ ὁρᾷ τὸν θεόν, οὐ θλίβεται. σὺ δὲ εἶ" ὁ ἔπαινος τοῦ Ἰσραήλ"·" ἐν σοὶ ἐπαινεθησόμεθα ὅλην τὴν ἡμέραν". 5 ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν. οἱ πατέρες ἡμῶν ἐπὶ σοὶ ἐλπίσαντες εἰσηκούσθησαν" καὶ οὐ κατῃσχύνθησαν"· ἀεὶ γὰρ τὰς εὐχὰς αὐτῶν δεχόμενος εἰς εὐμένειαν αὐτοὺς ἔφερες, κἂν θλίψεσιν ἐναπέθανον· τὸ γὰρ ἐπακοῦσαί σε αὐτῶν βοώντων οὐ τοῦτό ἐστιν τὸ ἐκτὸς 28 θλιβηρῶν αὐτοὺς ποιῆσαι, ἀλλὰ τὸ ἐκτὸς τῆς βλάβης τῆς ἐπιφερομένης ὑπὸ τῶν θλιβηρῶν· οὕτω γὰρ ἑρμηνεύθη καὶ τό·" μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν". κἂν δοκῶσιν οὖν μὴ ἐπακούεσθαι οἱ ἅγιοι εὐχόμενοι, τότε μᾶλλον ἐπακούονται, ὅτι ἐνμένοντες τοῖς θλιβηροῖς ἀθληταὶ ἀποδείκνυνται. ἐπεὶ ποῖον κατόρθωμα, ἐὰν εὐχόμενος ἀποστῇ ἀπὸ τῶν θλιβηρῶν; ἐπερ· ἐκ προσώπου τοῦ σωτῆρος τὸ" οἱ πατέρες ἡμῶν";– οἶδας ὅτι ἐν πολλοῖς ἀριθμεῖ ἑαυτὸν κατὰ τὸν ἄνθρωπον. 5– 6 ἤλπισαν, καὶ ἐρύσω αὐτούς· πρὸς σὲ ἐκέκραξαν καὶ ἐσώθησαν. οὐ τῷ μηδὲν σκυθρωπὸν ἐπάγειν, ἀλλὰ τῷ ταῖς θλίψεσιν νικᾶν." πρὸς σὲ ἐκέκραξαν". βοήσαντες ἐσώθησαν. τὴν βοὴν δὲ τὴν ἐπιτεταμένην εὐχὴν λαμβάνομεν· οὐδὲ γὰρ ἐν γεγωνῷ φωνῇ κράζομεν· ἡ νόησις γὰρ λόγος ἐστὶν ψυχῆς, φωνή ἐστιν τοῦ ἔσω ἀνθρώπου. 6– 7 ἐπὶ σοὶ ἤλπισαν καὶ οὐ καταισχύνθησαν. ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος. οἱ πατέρες κράξαντες πρὸς σὲ οὐ καταισχύνθησαν· τετυχήκασιν γὰρ ὧν προσεδόκουν, ὧν ἤλπιζον. ὧδε ἀτυφίαν διδάσκει·" ἐγὼ σκώληξ καὶ οὐκ ἄνθρωπός εἰμι". οὐκ ἀρνεῖται ἑαυτὸν τὸ ἄνθρωπον εἶναι, ἀλλὰ τὸ ἄνθρωπον τοιόνδε εἶναι, ἐπεὶ οὐδὲ σκώληκα ἑαυτὸν αἰσθητῶς λέγει. οὔκ εἰμι οὖν ὁ ἄνθρωπος ἐκεῖνος, περὶ οὗ λέγεται·" ὅπου γὰρ ἔρις καὶ ζῆλος ἐν ὑμῖν, οὐχὶ ἄνθρωποί ἐστε"; ἀλλ' ἐγὼ ἔχομαι τῆς αὐτῆς πρὸς αὐτοὺς διαθέσεως, ὑπὲρ αὐτῶν πάντα ἀναντλῶ. δυνατὸν δὲ καὶ τοῦτο λαβεῖν· ἐπεὶ οὐκ ἐκ καταβολῆς σπερμάτων ἀνδρὸς γέγονεν αὐτῷ τὸ σῶμα, ἀλλ' ἐκ μόνης τῆς ὕλης τῆς ἐκ τῆς κυούσης λαμβανομένης, κατὰ τοῦτο σκώληκα αὐτὸν λέγει· ὁ γὰρ σκώληξ οὐκ ἐκ συνδυασμοῦ γίνεται, ἀλλ' ἐξ ἁπλῆς ὕλης. καὶ ὧδε ἀπὸ τῆς ἁπλῆς ὕλης τῆς ὑποκειμένης τῇ θηλείᾳ συνανέστη αὐτῷ τὸ σῶμα." ἐν αὐτῇ" γοῦν" γεγέννηται" καὶ" ἐξ αὐτῆς γεγέννηται". τὰ δὲ ἄλλα σώματα" διὰ γυναικῶν" λέγεται τὴν πλάσιν δέχεσθαι. ἐπεὶ οὖν αὕτη οὐκ ἐκ σπέρματος ἀνδρὸς ἔσχεν τὴν γονήν, οὐ δι' αὐτῆς γέγονεν, ἀλλ' ἐξ αὐτῆς. 7 ὄνειδος ἀνθρώπων καὶ ἐξουδένημα λαοῦ. ὄνειδος δέ εἰμι οὐχ ἁπλῶς τῶν ἀνθρώπων, ἀλλὰ τῶν" ἀνθρώπων". 8 πάντες οἳ θεωροῦντές με ἐξεμυκτήρισάν με. τινὲς τὸ καθόλου πολλάκις ψευδοποιεῖν βούλονται· τέμνεται γάρ ποτε τὸ καθόλου καὶ ἄλλως γίνεται καθόλου. ἐὰν λέγω·" πάντες οἱ ἄνθρωποι θνητοί εἰσιν", καθόλου τοῦτο λέγω. ἐὰν δὲ λέγω ὅτι·" πάντες οἱ γραμματικοί", ἀνθρώπους τινὰς λέγω, καὶ τὸ καθόλου ἐκ τοῦ γραμματικοῦ γέγονεν, οὐκ ἐκ τοῦ ἀνθρώπου." πάντες οἱ σπουδαῖοι δίκαιοι". οὐ τοῦτο λέγω ὅτι" πάντες οἱ ἄνθρωποι". οὕτω καὶ ἐνταῦθα· οὐ πάντες οἱ θεωροῦντες αὐτὸν ἐξεμυκτήρισαν αὐτόν– οἱ ἀπόστολοι γοῦν θεωροῦντες οὐκ ἐξεμυκτήρισαν–, ἀλλὰ πάντες οἱ οὕτω με θεωροῦντες ὡς ἐξουθένημα λαοῦ, ὡς ὄνειδος· οἱ γὰρ ἄλλοι οὐχ οὕτως αὐτὸν ἐθεώρουν. 8 ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν. 29 εἰ λελαλήκεισαν ἀπὸ καρδίας, οὐκ ἂν ἐκίνουν τὴν κεφαλήν. ἐν χείλεσιν πολλοῖς ἐλάλησαν. καὶ οὐ θαυμαστόν, εἰ περὶ τοῦ πεπονθότος καὶ ὁρωμένου κρεμαμένου ταῦτα εἰρήκασιν. καὶ αὐτὸς ὁ θεὸς αἰτιᾶται αὐτοὺς λέγων·" ὁ λαὸς οὗτος τοῖς χείλεσίν με τιμᾷ". πάντες οὖν οἱ ἐπιχαιρέκακοι ὅτε ἁγίοις καὶ δικαίοις ἐπιχαίρουσιν, χείλεσιν μόνοις λαλοῦσιν. καὶ οἱ ἐπὶ τοῦ σωτῆρος γοῦν μεγαλορημονοῦντες τοῦτο ἐποίουν·" οὐὰ ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν αὐτόν". ἐπερ· τὸ κινεῖν κεφαλήν;– ἴσως μὲν καὶ ἐπὶ τῆς ἱστορίας· ἐπικερτομοῦντες ἐποίουν τοῦτο. πολλαχοῦ δὲ σημαίνει ἡ κεφαλὴ τὸν νοῦν. ὅταν τις τοίνυν οὕτως ἐν χείλεσιν κατὰ τοῦ σωτῆρος λέγῃ μὴ θεωρήσας αὐτὸν ὡς δεῖ, σαλευόμενον ἔχει τὸν νοῦν, κλονούμενον ἔχει τὸν νοῦν. ὅτι δὲ σημαίνει τὸν νοῦν ἡ κεφαλή·" τὰς ὁδοὺς αὐτῶν ἔδωκα εἰς κεφαλάς", καὶ οὐ δήπου ἡ κεφαλὴ αὕτη ἔσχεν τι." καὶ ἐντεῦθεν ἐξελεύσῃ, καὶ αἱ χεῖρές σου ἐπὶ τῆς κεφαλῆς σου· λέγεις· οὐχ ἥμαρτον· ἰδοὺ γὰρ ἐγὼ κρίνομαι πρὸς σέ". καὶ τούτου τοῦ ζῆν ἐξελευσόμενος ἕξεις τὰς πράξεις σου ἐπὶ τῆς κεφαλῆς σου. καὶ ἔτι·" ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ". ἀλλὰ καὶ ἐπαινετῶς·" τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ ἐν κεφαλῇ αὐτοῦ". καὶ ὁ ἐκ μὴ σοφοῦ σοφὸς γεγενημένος οὐκ ἔχει μεταφερομένους τοὺς ὀφθαλμοὺς εἰς ἕτερον τόπον. τοῦτο οὖν λέγει, ὅτι τὸ διορατικὸν τοῦ σοφοῦ ἐν τῇ κεφαλῇ αὐτοῦ ἐστιν κατὰ Χριστόν· τὸ γάρ·" κεφαλὴ αὐτοῦ ἐστιν ὁ Χριστός". 9 ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω αὐτόν· σωσάτω αὐτόν, ὅτι θέλει αὐτόν. χλευάζοντες λέγουσιν. εἶπον ὅτι καὶ περὶ τῶν θλιβομένων δικαίων εἰώθασιν οἱ ἄνθρωποι τοιαῦτα λέγειν·" εἰ θελητὸς αὐτῷ ἐστιν, σωσάτω αὐτόν". καὶ ῥύσεται αὐτόν, οὐχ ὅτι ἐκεῖνοι τοῦτο λέγουσιν· θελητὸς γὰρ αὐτῷ ἐστιν. αὐτοῦ οἰκονομίας ἐκτελεῖ. ἐλήλυθεν πληρῶσαι τὸ βούλημα τοῦ πατρός·" καταβέβηκα" γὰρ" ἀπὸ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν". εἰ τοίνυν τὸ θέλημα τοῦ πατρὸς αὐτοῦ ποιεῖ, θέλει αὐτόν. 10 ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός. καὶ ἐπὶ τῆς ἱστορίας ῥηθείη ἄν τι πιθανόν. ἡ Μαρία συνείληφεν" τοῦ πνεύματος τοῦ ἁγίου ἐπελθόντος ἐπ' αὐτὴν καὶ τῆς δυνάμεως τοῦ ὑψίστου ἐπισκιασάσης αὐτήν". καὶ ὥσπερ αὐτὸς ὁ θεὸς̣ ὁ πλάττων ἐν τῇ κοιλίᾳ τὰ σώματα– ὡς τὸν Ἰηρεμίαν ἔπλασεν καὶ τὸ σῶμα τοῦτο ἐν τῇ ὑστέρ̣ ᾳ̣ τῆς Μαρίας. ἐπεὶ τοίνυν ἡ αὐτὴ περὶ τὸ σῶμα ἦν ἁγνεία καὶ καθαρότης, αὐτὸς ἐξέσπασεν αὐτὸν ἐκ μήτρας. οὐ μέγα τοῦτο πεποίηκεν, ἀλλ' ὥσπερ πλάσας τὸν Ἀδὰμ ἔδειξεν αὐτὸν ἄνθρωπον, οὕτω πλάσας αὐτὸν ἐξήγαγεν αὐτόν. 10 ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου. ἔτι θηλάζων ἔδειξά σε, ὅτι ἐλπίς μου εἶ, καλέσας τοὺς μάγους– ἔτι γὰρ νήπιος ὢν ἐσκύλευσεν τὴν μαγείαν–. ἐν τῷ δέχεσθαι γάλα οὐκ ἤμη̣ ν νηπιάζων ὡς τὰ ἄλλα βρέφη ἀγνο30 ῶν θεόν, ἀλλὰ ἐλπίδα σὲ εἶχον. 11 ἐπὶ σὲ ἐπερίφην ἐκ μήτρας. ὁ ἁμαρτίαν μὴ ποιήσας μηδὲ δόλον σχὼν ἐν τῇ καρδίᾳ, ὁ" πρὶν γνῶναι καλεῖν πατέρα καὶ μητέρα" λαβὼν" δύναμιν Δαμασκοῦ καὶ σκῦλα Σαμαρείας", ὁ" πρὶν προελέσθαι πονηρὰ" ἐκλεξάμενος" τὸ ἀγαθόν"· τοῦτο γὰρ δείκνυσιν ὅτι ἁμαρτίαν οὔτε ἐποίησεν οὔτε ἔγνω. πάντες ἄνθρωποι μετὰ τὴν αἵρεσιν τῶν πονηρῶν ἐκλέγονται τὸ ἀγαθόν. οὗτος πρὶν προελέσθαι πονηρὰ ἐξελέγη τὸ ἀγαθόν. καὶ τοῦτό ἐστιν τὸ ἀναμάρτητον αὐτὸν εἶναι, τὸ μὴ ἐγνωκέναι ἁμαρτίαν, ὅτι οὐδὲ κατὰ τὴν παιδικὴν ἡλικίαν ἐκεῖνα ἥμαρτεν, ἃ οὔκ εἰσιν πάνυ χαλεπά, ὅμως δὲ πρὸ ἀρετῆς προυφίστανται. ῥηθείη ἂν καὶ περὶ παντὸς ἁγίου τοῦτο τοῦ εἰς τὸν βίον δι' αὐτὸ τοῦτο γενομένου." ἐγένετο ἄνθρωπος, ἀπεσταλμένος παρὰ θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης"." καὶ πνεύματος ἁ γίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ". ἕκαστος τούτων δύναται τὰς φωνὰς ταύτας εἰπεῖν τό·" ἐπὶ σὲ ἐπερίφην ἐκ μήτρας", τό·" ἐκ κοιλίας μητρός μου θεός μου εἶ σύ". ἐὰν δὲ περὶ τοῦ Σαμουὴλ λέγηται·" καὶ Σαμουὴλ πρὶν ἢ γνῶναι θεόν", δοκεῖ μάχεσθαι τοῖς εἰρημένοις. λοιπὸν ἴδωμεν αὐτὸ φρονιμώτερον, ὡς ὁ θεὸς βούλεται λόγος. ὁ Ἰὼβ λέγει·" εἰ δὲ καὶ τὸν ψωμόν μου ἔφαγον μόνος καὶ ὀρφανῷ οὐ μετέδωκα, εἰ μὴ ὡς πατὴρ ὡδήγουν αὐτοὺς ἐκ κοιλίας μητρός μου"· πῶς γὰρ ἠδύνατο ἐκ κοιλίας μητρὸς ὀρφανῶν προνοεῖσθαι καὶ φροντίζειν ὀρφανῶν; οὕτω τοίνυν λαμβάνω· πρᾶξιν ἐπαινετὴν διέξεισιν· τότε δὲ ἀρχὴν λαμβάνει ἡ πρᾶξις, ὅταν συνπληρωθῇ ὁ λόγος. δύναμαι οὖν τοῦτο· λέγει ὅτι· τὰ καλὰ ἔπραξα οὐ μετὰ τὰ κακά, ἀλλὰ ὁ λόγος μοι συνπληρωθεὶς ἀπὸ τῶν ἐπαινετῶν ἤρξατο· ἵνα ἐκεῖνα τέως ἐάσωμεν τὸ ἄλλοθέν ποθεν κεκομικέναι τὴν τοιαύτην κατάστασιν τὴν" εὐάρεστον τῷ θεῷ". ἐπεὶ τοίνυν ἔστιν ἄλλη γένεσις παρὰ τὴν πρόχειρον, κἀκείνη μὲν ἡ γένεσις τρόπον τινὰ μήτηρ ἐστίν, ἐκσπᾶταί τις ἐκ μήτρας, ἐκ ταύτης τῆς μήτρας· οὐδὲ γὰρ δύναται ἐκ ταύτης τῆς μήτρας ἄνθρωπος ἀγαγεῖν εἰς φῶς ἢ θεὸς μόνος. καὶ ἀπὸ τῶν μαστῶν τῶν καταλλήλων τῷ γάλακτι ᾧν δέχονται οἱ ἄρτι θεοσεβεῖν ἀρχόμενοι, ἐκ μαστῶν ἐκείνων τὴν ἐλπίδα πρ̣ ὸς θεὸν ἔχουσιν. σημαίνει δὲ πολλάκις τὸ γάλα καὶ ἕτερόν τι·" οἱ ἀπεσπασμένοι ἀπὸ γάλακτος; ἐλπίδα ἐπὶ θλῖψιν προσεδέχου". μὴ ὁ ἄρτι τοῦ γάλακτος παυσάμενος καὶ ἀποσπασθεὶς τῶν μαστῶν τῆς μητρὸς δύναται ἐλπίδα ἐπὶ θλῖψιν προσδέχεσθαι. πολλάκις πρὸς τὸν τέλειον ἄνδρα ὁ νήπιος λέγεται παρασιωπωμένων τῶν μεταξὺ ἡλικιῶν·" ὅτε ἤμην νήπιος, ὅτε γέγονα ἀνήρ". γέγονεν δὲ ἀνὴρ οὐ κατὰ πρώτην καὶ μίαν μεταβολήν, ἀλλὰ κατὰ πολ31 λῶν μεταβολήν. ὁ τοίνυν νηπίου κατάστασιν φέρων καὶ ἀσθενεστέραν διάθεσιν ἔχων γαλακτοδοτεῖται. ὅταν δὲ δυνηθῇ μέγας τις γενέσθαι, τότε ἀποσπᾶται ἀπὸ τοῦ γάλακτος καὶ τότε παρασκευάζεται εἰς ἀθλητικὴν δύναμιν, τὴν" θλῖψιν ἐπὶ θλίψει καὶ ἐλπίδα ἐπ' ἐλπίδι" μεταδιώκειν καὶ κατορθοῖν." καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκεσθαι ὑμᾶς, καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος, οὐ στερεᾶς τροφῆς". ὁρᾷς, ὅτι τὰ μέσα παρεσιώπησεν, τὰ δὲ ἄκρα ἔλαβεν. πολλάκις οὖν λέγεται τὰ τοιαῦτα παρασιωπωμένων τῶν μέσων. 11 ἐκ κοιλίας μητρός μου θεός μου εἶ σύ. ὡς ἐκ κοιλίας μητρὸς κατὰ τὴν κατὰ τὴν προτέραν ἀπόδοσιν ἐκ κοιλίας μητρὸς ὡδήγει Ἰὼβ ὀρφανούς· τουτέστιν ἐκ κοιλίας μητρός, τουτέστιν ἀφ' οὗ ἠρξάμην γνῶσιν ἔχειν, οὐκ ἄλλῳ θεῷ ἐλάτρευσα, οὐ τῇ κοιλία μου, οὐ τῷ μαμωνᾷ. ἐὰν δὲ τὸ ἄλλο, ὅτι οὕτω κατῆλθον θεὸν ἔχων τὸν θεόν. οὐ περὶ πάντων δὲ τοῦτο λέγομεν, ἀλλὰ περὶ τῶν βεβοημένων ἐν τῇ γραφῇ ὅτι οὐδέποτε σχεδὸν ἐν ἁμαρτίᾳ γεγένηνται, οἷον Ἰωάννου, Ἰηρεμίου." ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός". εἶπον τὸ ἐκσπάσαι καὶ κατὰ προτέραν πιθανὴν διάνοιαν ὅτι· ἐπεὶ οὐκ ἦν διέξοδον ἔχον τὸ μέλος τῆς Μαρίας, ἐν ᾧ τίκτει, θεοῦ συνεργείᾳ τέτοκεν." ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου". οὐ μετὰ τὴν τελείωσιν ἠρξάμην ἐλπίζειν, ἀλλὰ ἀπὸ τῶν μαστῶν τῆς μητρός μου σὲ ἐλπίδα ἔσχον. ἐὰν περὶ τοῦ ἁγίου ἐκλαμβάνηται, λέγομεν ὅτι· μήτηρ τῶν ἁγίων ἐστὶν ἡ ἄνω Ἰερουσαλήμ. ἀπὸ τῶν μαστῶν ταύτης ἐλπίδα λαμβάνουσιν οἱ ἐλπίζοντες, ἀπὸ τῶν μαθητευσαμένων αὐτούς· πολλάκις γὰρ ὁ μαστὸς οὐ τὸ μέλος σημαίνει, ἀλλ' αὐτὸ τὸ γάλα." ἐπὶ σὲ ἐπερίφην ἐκ μήτρας, ἐκ κοιλίας μητρός μου θεός μου εἶ σύ". ἐπὶ σὲ ἐπερίφην· οὐ πρὸς ἄλλον ἐπερίφην, εἶτα μετ' ἐκεῖνον ἐπὶ σέ. ἀποδέδοται τοῦτο, ὅτι ἀφ' οὗ ἠρξάμην εἰδέναι θεοσέβειαν, σὲ ἔσεψα, σοὶ ἐλάτρευσα. κατὰ δὲ τὸν βαθύτερον λόγον, ὅτι οὕτως ἦλθον μετὰ τοῦ θεὸν σὲ ἔχειν ὡς ὁ Ἰωάννης. τὸ" ἔτι πλησθήσεται"· οὐ λέγεται γὰρ τὸ" ἔτι" περὶ τοῦ μηδ' ὅλως ἐσχηκότος. 12 μὴ ἀποστῇς ἀπ' ἐμοῦ, ὅτι θλῖψις ἐγγύς. περὶ τοῦ πάθους λέγει. χρῄζω δὲ τῆς παραστάσεώς σου. ὅταν δὲ ταῦτα λέγηται ἐκ προσώπου τοῦ ἐνανθρωπήσαντος, οὐχ ἱδίως πρὸς τὸν πατέρα λέγεται οὐδὲ πρὸς τὸν υἱόν, ἀλλὰ πρὸς τὸν θεόν– μία δὲ θεότης πατρὸς καὶ υἱοῦ– ε̣ ἴπομεν. ἐὰν οὖν λέγωμεν ὅτι·" κεφαλὴ παντὸς ἀνδρὸς ὁ Χριστός ἐστιν, κεφαλὴ δὲ τοῦ Χριστοῦ"– οὐκ εἶπεν" ὁ πατήρ", ἀλλ'" ὁ θεός"· ὡς ἀρχιερέα γὰρ λαμβάνει νῦν καὶ ὡς βασιλέα τὸν Χριστόν. κεφαλὴ οὖν ἡ θεότης ἐστίν· εἰ γὰρ εἰρ̣ ήκει" ὁ πατήρ", παρῄρει τὸν υἱόν, εἰ εἰρήκει" ὁ υἱός", παρεσιώπα τὸν πατέρα·" θεὸν" γὰρ εἰρηκώς, ἐπεὶ μία θεότης πατρὸς καὶ υἱοῦ, καὶ θεὸς εἷς· θεὸς μὲν 32 εἷς, πατὴρ δὲ καὶ υἱὸς οὐχ εἷς. ὁ Ἀβραὰμ καὶ ὁ Ἰσὰχ ἄνθρωπος εἷς· ἀλλ' ὁ μὲν πατήρ, ὁ δὲ υἱός. ὅθεν οὐχ εἷς κατὰ τὴν σχέσιν, κατὰ δὲ τὴν οὐσίαν εἷς. 12 ὅτι οὐκ ἔστιν ὁ βοηθῶν. ἄλλος οὐ δύναται βοηθῆσαι. δύναται καὶ οὕτως·" ὅτι οὐκ ἔστιν"· οὐκ ἔριψα τὴν μέριμναν ἐπὶ βοηθὸν ἄλλον. δύναται δὲ καὶ τό·" ὅτι οὐκ ἔστιν μοι βοηθῶν"· ἐπεὶ πάντες κατ' ἐμοῦ εἰσιν, οὐκ ἔστιν νῦν, ὅσον ἧκεν εἰς ἀνθρώπινον λογισμόν, ὁ βοηθῶν. διὰ τοῦτο σὺ μὴ ἀποστῇς μου. δυνατὸν δὲ καὶ οὕτω· οὐδὲ ἄγγελος βοηθῆσαι τῷ τηλικούτῳ οἷός τέ ἐστιν. οὐ τολμᾷ βοηθῆσαι διὰ τὸ σὲ τὸν πάντων μείζονα, τουτέστιν τὴν θεότητα, αὐτῷ παρεῖναι, ἄλλου οὐχ οἵου τε ὄντος βοηθῆσαι εἰς τοῦτο τὸ πρᾶγμα. 13 περιεκύκλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με. λοιπὸν τάγματα τὰ διάφορα τῶν Ἰουδαίων λέγει, Φαρισαίων, Σαδδουκαίων, τῶν ἄλλων λεγομένων Ἰουδαίων Γραμματέων· οὗτοι γὰρ τῷ μέγα φρονεῖν τούτοις τοῖς ζῴοις παραβάλλονται, μάλιστα ὅτι καὶ γεωπόνα εἰσὶν τὰ ζῷα. δυνατὸν δὲ καὶ μόσχους μὲν αὐτοὺς εἰρῆσθαι, ταύρους δὲ πίονας τοὺς ἐνεργοῦντας αὐτούς, οἷον·" λαοὶ ἐμελέτησαν κενά"· οὗτοι οἱ μόσχοι." παρέστησαν οἱ βασιλεῖς τῆς γῆς". οὐ πάντως δὲ αἰσθητοὺς λαμβάνομεν βασιλέας καὶ ἄρχοντας· εἷς γὰρ βασιλεὺς καὶ αὐτὸς μικροφυὴς καὶ οὐκέτι βασιλείαν ἔχων· διειλήφει γὰρ λοιπὸν ἡ Ῥωμαίων ἀρχή. Παῦλος δὲ ἑρμήνευσεν, τίνες εἰσὶν οἱ ἄρχοντες· οἱ αἴτιοι γενάμενοι τοῦ σταυρωθῆναι τὸν κύριον, ὧν σοφίας πολλὰς εἶναι λέγει. καὶ λέγει·" εἰ ἦσαν ἐγνωκότες, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν". εἰ ᾔδεσαν, ὅτι ἐπὶ καταλύσει τῇ ἑαυτῶν τοῦτο ποιοῦσιν, οὐκ ἂν ἐτόλμησαν τοῦτο ποιῆσαι. ὡς τὸ μικρῷ πρότερον προφητικὸν ἐλέγομεν τό·" ὁ ἁπτόμενος ὑμῶν ὡς ὁ ἁπτόμενος τῆς κόρης". κἀκεῖνοι ἁψάμενοι τοῦ σωτῆρος ἑαυτοὺς κατέλυσαν· καὶ ὡρμήθησαν ἐπὶ τὸ θανατῶσαι αὐτὸν τῷ οἴεσθαι ὅτι καταπαύσουσιν αὐτοῦ τὴν πολιτείαν. τοὐναντίον δὲ αὐτοῖς ἀπέβη· αὐτοὶ κατελύθησαν. ταῦροι πίονες περιέσχον με 14 ἤνοιξαν ἐπ' ἐμὲ τὸ στόμα αὐτῶν ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος. ἐτάχθησαν ἐπὶ τῷ μόσχοι εἶναι. μετέβαλον δὲ εἰς θηριωδίαν ὡς ἐπ' ἐμὲ τὸ στόμα αὐτῶν ἀνοῖξαι κατὰ τὸν ὠρυόμενον λέοντα· τότε γὰρ̣ μάλιστα βλάπτει μεγάλως, ὅτε ὠρύεται. τὴν ἀγριότητα οὖν αὐτῶν καὶ τὸν κατὰ τοῦ σωτῆρος ἐπίχαρμον σημαίνει, ὅτι" ὡς ὠρυόμενος", λέγει," λέων ἤνοιξαν τὸ στόμα αὐτῶν", οὐκέτι ἡσυχάζων, οὐκέτι προςποιούμενος ἥσυχος εἶναι. οὗτοι οὖν οἱ δοκοῦντες ἥσυχοι εἶναι τῷ μελετᾶν νόμον θεοῦ μόσχοι ἦσαν γεωπόνοι. ὅτε δὲ ἠθέλησαν κατ' ἐμοῦ ἀνοῖξαι τὸ στόμα καὶ εἰπ̣ εῖν·" αἶρε, αἶρε, σταύροι αὐτόν· οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα", κατὰ τὸν λέοντα τὸν οὐ κορεσθέντα τοῦτο πεποίηκαν. 33 ἐπερ· οὐδέπω ἦν τὸ πάθος;– προφητικῶς λέγεται ὅλα ταῦτα. τὰ ἐνδεχόμενα πρὶν ὑπαρχθῇ, πρὶν κατ' ἐνέργειαν γένηται, ἐνδεχομένως ἔχει καὶ γενέσθαι καὶ μή. καὶ οὐκ ἔχει τις διαβεβαιώσασθαι πότερον γενήσεται ἢ οὐ γενήσεται· εἰς ἀμφότερα γὰρ ἴσην ἔχει τὴν ῥοπήν. ὅταν δὲ πρόγνωσίν τις ἔχων ἢ αὐτὸς ὁ θεὸς προκαταλάβοι ὅτι τῶν ἐνδεχομέ νων τόδε ἔσται, ὡς ἐφ' ἡμῶν γίνεται, ὅταν ἤδη ὑπαρχθῇ· ἐπὶ τῶν ὄντων γὰρ καὶ γεγονότων ἤδη ἔχομεν εἰπεῖν ποῖον ἀληθὲς καὶ ποῖον ψευδές, πότερον γέγονεν ἢ οὐ γέγονεν. ἐπὶ δὲ τῶν μελλόντων οὐκ ἔχομεν τοῦτο ἢ μόνον εἰπεῖν ὅτι τὸ ἕτερον ἔσται, οὐ μὴν τόδε. ἐπεὶ τοίνυν καὶ ἐνταῦθα θεῖος ὀφθαλμὸς προκατείληφεν τὰ μέλλοντα, οὐκέτι ὡς ἐνδεχόμενα αὐτῷ ἐστιν. διὰ τοῦτο λέγει·" ὤρυξαν χεῖράς μου καὶ πόδας μου". εἰ ἄλλος ἔλεγεν, τοῦτο οὐκ εἶπεν, ἀλλὰ τὸ" ὀρυχθήσονται" ἢ" οὐκ ὀρυχθήσονται". 15 ὡσεὶ ὕδωρ ἐξεχύθην, καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου. τὸν σκορπισμὸν ἐνταῦθα λέγει τοῦ σώματος, αὐτῶν τῶν μαθητῶν, ὅτε ἐσκανδαλίσθησαν πάντες καὶ πεπλήρωται τό·" πάντες ὑμεῖς σκανδαλισθήσεσθε". καὶ ἐλεύσεται ὥρα ὅτε πάντες φεύξεσθε, εἰς τὰ ἴδια ἀπελεύσεσθε καὶ ἐμὲ μόνον καταλείψετε. ὥσπερ οὖν τὸ ὕδωρ τὸ ἐκχυννόμενον ἀεὶ τρέχει καὶ οὐχ ἵσταται, οὕτω καὶ ὧδε" ὡσεὶ ὕδωρ ἐξεχύθησαν". οὐκ εἶπεν" ἐκχύννονται"· οὐδὲ γὰρ ἀεὶ μένουσιν οὕτω. ἃ λέγει περὶ ἑαυτοῦ, περὶ τοῦ σώματος λέγει ἑαυτοῦ τοῦ κατὰ τὸ ἄθροισμα τῶν πιστῶν τῆς ἐκκλησίας." τὰ ὀστᾶ μου"· οἱ εὔτονοι τοῦ σώματός μου· τῶν γὰρ πιστευόντων εὐτονώτεροι ἦσαν οἱ ἀπόστολοι. καὶ οὗτοι διεσκορπίσθησαν. ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου ἐπερ· τὰ ὀστᾶ διεσκορπίσθησαν αὐτοῦ;– ὅτε ἐσκανδαλίσθησαν οἱ μαθηταί. τοῦτο τὸ ἐκχυθὲν ὕδωρ εἰ μή που κώλυμα γένηται, ἀεὶ φέρεται. καὶ οἱ μαθηταὶ οὖν διεσκορπίσθησαν, ὡς ὕδωρ ἦσαν ἐκχυθέντες. ὅτε περὶ αὐτὸν ἦσαν, συνεστραμμένον ἦσαν ὕδωρ ποταμῷ ἐοικός, πηγὴ τυγχάνον. ἐπειδὴ δὲ ἔξω αὐτοῦ γέγοναν πρὸς ὥραν, ὡς τὸ ὕδωρ τὸ ἐκχυθέν ἐστιν. στήσεται δέ ποτε τὸ ὕδωρ· οὐ γὰρ ἀεὶ φέρεται. οὕτω καὶ ἡ ταραχὴ καὶ τὸ σκάνδαλον τῶν μαθητῶν εὐθέως πεπαύσεται, ὅπερ καὶ γέγονεν. 15 ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου. καρδία τοῦ σώματος τούτου τοῦ συνισταμένου ἐκ τοῦ ἀθροίσματος τῶν πεπιστευκότων οἱ νοηματικοί εἰσιν. καὶ οὗτοι οὖν ὡς κηρὸς τηκόμενος γέγοναν, ὅσοι καρδία αὐτοῦ τυγχάνουσιν. πλὴν εἰ καὶ ἐτάκη ὁ κηρός, οὐκ ἔξω τῆς κοιλίας αὐτοῦ γέγονεν· περὶ τὴν κοιλίαν γὰρ αὐτοῦ τυγχάνουσιν, ἵνα τεχθῶσιν πάλιν. μετὰ τὴν ταραχὴν γοῦν τὴν ὑπάρξασαν πάλιν ἀπεδείχθησαν υἱοὶ τοῦ σωτῆρος. ἐπερ· ποταπὴν ταραχήν;– τὴν προπάθειαν ἐκταθεῖσαν πρὸς ὀλίγον, οὐχ ὥστε παραμεῖναι. ἡ δὲ τῆξις τοῦ κηροῦ οὐκ ἀεὶ γίνεται, ἀλλ' ὅταν τακῇ, μεταβάλλει εἴς τι σκεῦος ἢ χρήσιμον ἄλλο, καὶ πάλιν συνστρέφεται οὐ πόρρω τῆς κοιλίας οὐ τοῦ γεννήσαντος 34 γινομένη ἡ καρδία αὕτη. ἐπερ· ἵνα τὴν κοιλίαν τί;– αὐτὴν τὴν τοῦ σωτῆρος δύναμιν καθ' ἣν μορφοῖ καὶ τεκνοῖ. εἰ πάλιν τοὺς γεννητικοὺς τοῦ σώματος, Παῦλος τοῦ σώματος ὢν ἐγέννα λέγων·" διὰ τοῦ εὐαγγελίου ἐγέννησα ὑμᾶς". καί·" οὓς ὠδίνω, μέχρι οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν". οὐκ ἔξω γίνονται τῆς κοιλίας, οὐκ ἀπορφανοῦνται. ἐπερ·" ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος";– εἶπον ὅτι τὰ λεγόμενα περὶ αὐτοῦ κατὰ τὸν ἄνθρωπον ῥηθείη ἂν καὶ περὶ παντὸς δικαίου. ἡ καρδία αὐτοῦ ὅταν μὴ φῶς ᾖ, ἀλλ' ἔχῃ τι ὑλικὸν ἀναμεμιγμένον, τήκεται. πρὸς καλοῦ δὲ ἡ τῆξις γίνεται· τηκόμενος γὰρ ὁ κηρὸς οὐκ ἔξω γίνεται τοῦ ἔχοντος αὐτόν." ἐν μέσῳ" οὖν" τῆς κοιλίας μου". ἐπὶ τῶν νοητῶν διάφορα ὀνόματα τὸ αὐτὸ σημαίνουσιν. νοητὸν λέγω πρόβατον τὸ ὑπὸ τὸν ποιμένα τὸν ἀληθινὸν ὄντα. τοῦτο τὸ πρόβατον κατὰ ἄλλον τρόπον καὶ φῶς λέγεται. ποτὲ γοῦν ἐρωτηθεὶς παρὰ φιλοσόφου, εἰ ἔχω ἀπὸ τῆς γραφῆς εἰπεῖν ὅτι ἀσώματός ἐστιν ἡ ψυχή, ταῦτα εἶπον ὅτι· ἕκαστον ὄνομα σώματος δηλωτικὸν ἐκεῖνο μόνον σημαίνει καθ' οὗ λέγεται. οἷον ἡ αἰσθητὴ ἄμπελος οὐδὲν ἕτερόν ἐστιν ἢ ἄμπελος, καὶ ὁ σωματικῶς ὀνομαζόμενος λίθος οὐκ ἄλλο τί ἐστιν ἢ λίθος. ὅταν δὲ κατὰ τῆς αὐτῆς οὐσίας πολλὰ λέγηται ἀνομοίων δηλωτικά, φανερὸν ὅτι νοητὴ οὐσία ἐστὶν ἐκείνη. οὕτω γοῦν καὶ περὶ θεοῦ λέγομεν ὅτι ἀσώματος, ἐπεὶ καὶ φῶς καὶ πῦρ καὶ πνεῦμα καὶ πηγὴ ὀνομάζεται. ταῦτα δὲ σωματικῶς οὐ δύναται εἶναί τι, ἀλλὰ κατ' ἐπινοίας. αἱ ἐπίνοιαι δὲ περὶ νοητὰ γίνονται αἱ τοιαῦται. ἐὰν οὖν τοίνυν ὁ ἄνθρωπος ἢ ἡ ψυχὴ λέγηται φῶς, λέγηται δὲ καὶ πρόβατον καὶ φυτόν– καὶ αὐτὴ γὰρ λέγεται καὶ φυτὸν καὶ πρόβατον–, οὐ δύναται σωματικῶς ταῦτα εἶναι πάντα, ὥστε νοητὴ οὐσία ἐστίν. ἐὰν τοίνυν ἀκούῃς ἐπὶ ψυχῆς ἀκούεις καρδίαν, νόησιν, κοιλίαν, πηγήν, καὶ αὐτὴ γὰρ λέγεται καὶ φυτὸν καὶ πρόβατον μὴ ἐπὶ αἰσθήσεως λάμβανε. τὸ δοχεῖον τοίνυν τῆς ψυχῆς, ἐν ᾧ λαμβάνει τὰς πνευματικὰς τροφάς, κοιλία λέγεται. εἶτα ἐπεὶ καὶ γεννητική ἐστιν, πάλιν ἔχων ταύτην τὴν κοιλίαν ὁτὲ μὲν ὡς χωροῦσαν τροφὰς λαμβανομένην, ὁτὲ δὲ ὡς γεννῶσαν. οἶδας ὅτι ὁ κηρὸς ἐπακολούθημά ἐστιν τοῦ μέλιτος. ἡ σύνστασις προηγουμένως τοῦ μέλιτος γέγονεν, καὶ διὰ τὸ μέλι ὁ κηρός, οὐ διὰ τὸν κηρὸν τὸ μέλι. καὶ ὥσπερ ἐπὶ φυτοῦ οὐχ ὁ καρπὸς διὰ τὸ φύλλον, ἀλλὰ τὸ φύλλον διὰ τὸν καρπόν– φυλακτικὸν γάρ ἐστιν τοῦ καρποῦ–, οὕτω ὁ κηρὸς οὔκ ἐστίν τι προηγούμενον, ἀλλ' ἐπακολούθημα. ἐὰν οὖν ἡ ψυχὴ τὰς προηγουμένας ἔχῃ ἀρετάς, μέλι ἐστίν. ἐὰν δὲ τὰς ἑπομέναις αὐταῖς, παραμέμικταί τι ὑλικόν, κηρός ἐστιν. διὰ τοῦτο τοὺς ἁμαρτωλοὺς λέγει τήκεσθαι ὡς κηρὸν" ἀπὸ προσώπου πυρός". τὸ μέντοι μέλι ἐπαινετόν ἐστιν, προηγουμένη οὐσία ἐστίν, γλυκύτητα σημαίνει. ὥσπερ ἔχει τὸ γλυκαίνειν, ἔχει καὶ τὸ ἰατικόν. τὰ 35 προηγούμενα οὖν τῆς ψυχῆς ἀγαθὰ καὶ κινήματα καὶ ἐνεργήματα μέλιτι ἔοικεν, τὰ δὲ δεύτερα καὶ ἔχοντά τι παραμε μιγμένον τῶν αἰσθητῶν καὶ ὑλικῶν κηρός ἐστιν. τήκεται οὖν ποτε ὁ ἄνθρωπος, τὸ ὑλικόν ποτε ἀποπίπτει τῆς νοήσεως καὶ τῆς καρδίας, ὥστε τὸν νοῦν μηκέτι ἔχειν τι προσπεπλεγμένον, ἀλλὰ πάντῃ ἄϋλον εἶναι ὡς καὶ τὴν ἀρχὴν ὑπῆρκται. 16 ἐξηράνθη ὡς ὄστρακον ἡ ἰσχύς μου. ἡ ἰσχύς μου πᾶσαν νοτίδα καὶ πᾶσαν πιότητα ἀποβέβληκεν ὡς ὀστράκῳ παραβληθῆναι. δυνατὸν δὲ καὶ ἑτέρως εἰπεῖν· τὸ ἐν ἡμῖν πηλῶδες– ἴστε δὲ τί ἐστιν– ἐὰν μένῃ πηλός, παρεμπεσούσης ὑγρότητος διαλύεται. ὅταν δὲ ξηρότητα ἀναλάβῃ καὶ πᾶσαν τὴν ὑγρότητα τὴν ἔξωθεν ἐκ τῆς ὕλης ἀποβάλῃ, ξηραίνεται κατὰ τὸ ὄστρακον. ἕκαστον τῶν λαμβανομένων παραδειγμάτων κατά τι λαμβάνεται. τοῦτο δὲ πολλάκις εἴρηται· εἰ γὰρ ἐξ ὅλων λαμβάνοιτο, οὔκ ἐστιν παράδειγμα, ἀλλ' αὐτὸ ἐκεῖνο ὃ δεῖξαι βουλόμεθα. ψέγεται οὖν πολλάκις τὸ ὄστρακον διὰ τόνδε τὸν τρόπον· τὸ ἐξ ὀστράκου πεποιημένον σκεῦος συντριβὲν ἴασιν οὐ δέχεται, οὐ δύναται κολληθῆναι. κατ' ἄλλον δὲ τρόπον λέγω ὅτι τὸ ἐκ πηλοῦ κατασκευασθὲν ὅταν στομωθῇ διὰ πυρὸς καὶ καμίνου, ἀποβάλλει τὸ εὐμάλακτον, τὸ εὔθλαστον." ἡ ἰσχύς μου" οὖν" ἐξηράνθη ὡσεὶ ὄστρακον". ἑκατέρως δὲ λαμβάνομεν αὐτό· οὐδεμίαν ἔτι ὑγρότητα ἔχει, οὐ πηλώδη κατάστασιν. δυνατὸν δὲ καὶ ἄλλως λαβεῖν ὅτι· πᾶσαν πικρότητα ἀπὸ τῆς πολλῆς προσούσης θλίψεως ἀποβέβληκεν. 16 καὶ ἡ γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου. ἔθος τῇ γραφῇ ἐστιν τὴν κόλλαν τῆς γλώσσης πρὸς τὸν λάρυγγα λέγειν τὴν σιωπήν. οὐκ ὄντων ἔτι τῶν ὄντων μου μελῶν καὶ περὶ ἐμὲ ὄντων καὶ ἀκροατῶν μου ὅπως μὴ δοκῶ κατὰ κενοῦ φέρειν τὸν λόγον, σεσιώπηκα," κεκόλληται ἡ γλῶσσά μου τῷ λάρυγγί μου". οὐ κεκόλληται δὲ ὅτε διαλεγόμεθα. ἐν κινήσει τῆς γλώττης ὁ λόγος προφέρεται. ὅταν δὲ κολληθῇ τῷ λάρυγγι, σιωπή ἐστιν. ἡ σιωπὴ δὲ αὕτη οὐ παρὰ τὸν σιωπῶντα γίνεται, ἀλλὰ παρὰ τοὺς μὴ τυγχάνοντας ἀκροατάς. λέγει γοῦν ἐν ἑνὶ τῶν προφητῶν ἐν τῷ Ἀμώς·" πολὺς ὁ πεπτωκὼς ἐν παντὶ τόπῳ, ἐπιρίψω σιωπήν". ἐὰν φεύγωσιν, ἐπιρίπτω σιωπήν, ὅπως μὴ δόξω προφέρειν τὴν διδασκαλίαν. καὶ τοῦτο δὲ ἓν τῶν βοηθημάτων ἐστίν. αὐτίκα γοῦν ἐν Ἰσαίᾳ ἐντέλλεται ταῖς νεφέλαις μὴ ῥεῖν ὑετὸν ὅταν ὁ ἀμπελὼν ἀντὶ σταφυλῆς ἀκάνθας φέρῃ, ὅταν μείναντος τοῦ ποτίζο̣ ντος ἵνα ποιήσῃ δικαιοσύνην, ποιήσῃ ἀνομίαν. ἡ σταφυλή ἐστιν ἡ δικαιοσύνη, ἡ ἀνομία ἡ ἄκανθα. καὶ ἐπειδὴ ποτιζόμενος οὐ τοὺς καταλλήλους ἠγίοχεν καρπούς, ἀλλὰ μερίμνας, βιωτικὰς ἡδονάς, οὐκέτι λαλεῖ· ὡς ἐπὶ τὸ πλεῖστον γὰρ οἱ φαῦλοι τὸν τρόπον ἐκ τῶν λόγων τῶν περὶ ἀρετῆς ἐπιτρίβονται, καταφρονεῖν αὐτῶν μανθάνουσιν. ποτὲ 36 γοῦν ἀνέχει τὸν ὑετόν. ὁ ὑετὸς δὲ καὶ ἡ φωνὴ ἐνταῦθα ταὐτὸν σημαίνει· τὴν διδασκαλίαν γὰρ τὴν θείαν δηλοῖ. ὥσπερ οὖν οὐκέτι ὕει ὅταν μὴ καλοὶ καρποὶ φέρωνται, οὕτως οὐκέτι λαλεῖ οὐδὲ ὁμιλεῖ ὅταν οἱ ἀκούοντες περὶ ἄλλα ἔχωσιν. καὶ τοῦτο δὲ ἀνθρώποις λαλεῖ. κατὰ τὴν ἐπίνοιαν γοῦν τοῦ διδασκάλου λέγονται μαθηταὶ οἱ ἀκροαταί, ὅταν δὲ ποιμὴν αὐτός, αὐτοὶ πρόβατα. ἐπειδὴ δὲ οὔτε πρόβατα ἔτι εἰσὶν οὐδὲ ἄνθρωποι, ἀλλὰ σκορπίοι γέγοναν κατὰ τὸ λεχθέν·" υἱὲ ἀνθρώπου, ἐν μέσῳ σκορπίων σὺ κατοικεῖς"." πολὺς" οὖν" ὁ πεπτωκὼς ἐν παντὶ τόπῳ, ἐπιρίψω σιωπήν". διαφόρως δὲ ἀναγιγνώσκεται· ἀμφίβολος γάρ ἐστιν ἡ λέξις. δυνατὸν οὕτω λαβεῖν·" πολὺς ὁ πεπτωκὼς ἐν παντὶ τόπῳ· ἐπιρίψω σιωπήν"· ἐν παντὶ βαθμῷ· ὧδε γὰρ τὸν βαθμὸν ὁ τόπος σημαίνει, ὡς καὶ ἐν ἄλλοις. περὶ Ἰούδα γοῦν λέγεται ὅτι παρέβη ἀπὸ τοῦ τόπου τῆς διακονίας ἧς ἐνεχειρίσθη." πολὺς" οὖν" ὁ πεπτωκὼς ἐν παντὶ τόπῳ". ἐν παντὶ τάγματι τῶν ὀφειλόντων σωφρονεῖν καὶ νήφειν καὶ τὰ τῆς ἀρετῆς λέγειν" πολύς ἐστιν ὁ πεπτωκώς", πλὴν οὐ πάντες." ἐπιρίψω σιωπήν". δυνατὸν δὲ καὶ οὕτω στίξαι·" πολὺς ὁ πεπτωκώς. ἐν παντὶ τόπῳ ἐπιρίψω σιωπήν". οὐ μόνον ἀπὸ τῶν μυστικῶν σιωπῶ, ἀλλὰ καὶ ἀπὸ τῶν ἠθικῶν· ἐν παντὶ γὰρ τόπῳ ἐν ᾧ ἔδει ἑστάναι καὶ ἱδρυθῆναι καὶ ἕτοιμον εἶναι πρὸς ἀκρόασιν, πτῶσις γέγονεν, καὶ πανταχοῦ τὴν σιωπὴν ἐπιρίπτω. σιωπὴν οὖν δηλοῖ ἡ κόλλησις τῆς γλώττης εἰς τὸν λάρυγγα." ἐὰν ἐπιλάθωμαί σου, Ἰερουσαλήμ, κολληθείη ἡ γλῶσσά μου τῷ λάρυγγί μου, ἐὰν μή σου μνησθῶ". ἐὰν μή σου μνησθῶ, σιωπὴν λάβοιμι. 16 καὶ εἰς χοῦν θανάτου κατήγαγές με. κἂν ἐκ προσώπου τοῦ Ἰησοῦ ᾖν ἡ φωνή, κἂν ἐκ προσώπου τῶν ἁγίων ἀνδρῶν τῶν ἐγνωκότων οἷ κακῶν γεγόνασιν εἰς τὸν τόπον τῆς κακώσεως ταπεινωθέντες–" ἐταπείνωσας" γὰρ" ἡμᾶς ἐν τόπῳ κακώσεως". ἅγιοι δέ εἰσιν οἱ λέγοντες, ὡς ἡ σύνφρασις σημαίνει τοῦ ψαλμοῦ." σῶμα θανάτου" λέγεται ὃ περικείμεθα, λέγεται δὲ καὶ" χοῦς θανάτου". οὐ κατ' οὐσίαν δέ ἐστιν" χοῦς θανάτου", ἀλλὰ ἐπεὶ οἱ ἀναγκασθέντες ἀπὸ τῆς ζωῆς τῆς ἔξω σώματος εἰς τοῦτο ἔρχονται, θανάτου ὀνομάζεται σῶμα." εἰς χοῦν" οὖν" θανάτου κατήγαγές με". εἰ ἦν ζωῆς, ἀνήγετο μᾶλλον· ἀναγομένων γάρ ἐστιν τὸ εἰς ζωὴν καὶ μακαριότητα καὶ ἀθάνατον κατάστασιν ἄγεσθαι. κἂν ὁ σωτὴρ οὖν τοῦτο λέγῃ, τοῦτο· τὸ φῶς" εἰς χοῦν θανάτου κατήγαγές με". κατῆλθον εἰς σῶμα ἵνα ἀποθάνω ὑπὲρ πάντων, ἵνα" χάριτι θεοῦ ὑπὲρ παντὸς" γεύσωμαι" θανάτου". ἑτέρως οὖν τῶν ἀνθρώπων τῶν ἄλλων λέγεται" χοῦς θανάτου" καὶ" σῶμα θανάτου", ἑτέρως δὲ τοῦ σωτῆρος· εἰ γὰρ τὸ σῶμα γίνεται θανάτου ὅταν ὁ χρώμενος αὐτῷ ἁμαρτήσῃ, οὐχ ἥμαρτεν δὲ Ἰησοῦς, εἰς χοῦν ἐλήλυθεν θανάτου δυνάμενον θάνατον ὑποστῆναι. διὸ σφάλλονται οἱ λέγοντες αὐτὸν καὶ τῷ δοκεῖν ἄνθρωπον ἢ σῶμα οὐράνιον ἐνηνοχέναι καὶ προσ37 άπτοντες αὐτῷ θάνατον. οὐ πέφυκεν. ἡ θεότης ἄνευ τινὸς τοιούτου θάνατον οὐχ ὑφίσταται· ἀθανασία γάρ ἐστιν. καὶ ὥσπερ τοῦ θεοῦ φωτὸς ὄντος κατὰ ἀλήθειαν καὶ κατ' οὐσίαν οὔκ ἐστιν οὗτος αὐτῷ σκοτία, οὕτως οὐδὲ ἐν τῇ ζωῇ οὔκ ἐστιν θάνατος. ἀδύνατόν ἐστιν τὴν ζωὴν θάνατον ἀναδέξασθαι. ἀνέλαβεν δέ τι δυνάμενον ὑποστῆναι θάνατον καὶ διαίρεσιν, καὶ λέγεται αὐτῆς θάνατος τοῦτο οὐσιώδης· καὶ γὰρ πολλὰ ἄλλα λέγεταί τινων οὐκ ὄντα αὐτῶν οὐσιώδη, οἷον" ἱμάτιον, τὸ ὑπόδημά μου". οὕτω τὸ σῶμα οὔκ ἐστιν οὐσιῶδες. ἐὰν οὖν ζωὴ λέγῃ δέχεσθαι θάνατον, κατὰ τὸ ἔξω λέγει ἀναδέχεσθαι. καὶ παράδοξον ἐρῶ· ὡς τὸ σῶμα δέχεται θάνατον, οὕτως ἡ ζωὴ ζωοποιεῖ τὸ σῶμα. καὶ ἡ κοινὴ δὲ αὕτη ζωή, ἡ συνπλοκὴ τῆς ψυχῆς πρὸς τὸ σῶμα, τὰ ζωτικὰ κινήματα τῷ σώματι παρέχει. πόσῳ λοιπὸν μᾶλλον αὐτὴ ἡ ζωὴ ἢ ἡ ζωοποιηθεῖσα ψυχὴ ὑπὸ τῆς προηγουμένης καὶ μακαρίας ζωῆς; εὖ δὲ καὶ τὸ φάναι·" εἰς χοῦν θανάτου κατήγαγές με". οὐκ αὐτὸς κατῆλθεν εἰς τὸν χοῦν τοῦ θανάτου, οὐχ ἡ ψυχὴ ἦλθεν εἰς τὸν χοῦν τοῦ θανάτου. τοῦτο δὲ συμβαίνει τοῖς διὰ κακίαν ἐνσωματουμένοις. ἐπειδὴ δὲ αὐτὸς οἰκονομίας ἕνεκα καὶ σωτηρίας τῶν πάντων σῶμα ἐδέξατο καὶ σῶμα κατηρτίσατο αὐτῷ ὁ θεός, λέγει ὑπὸ θεοῦ εἰς τὸν χοῦν τοῦ θανάτου κατενηνέχθαι. ὅταν δὲ ἄνθρωποι ἦσαν, οἳ ἐξομολογούμενοι λέγουσιν ὅτι·" ἐκολλήθη εἰς γῆν ἡ γαστὴρ ἡμῶν". ὅταν τις μὴ τρέφηται τοὺς οὐρανίους ἄρτους, τὴν τροφὴν τὴν οὐρανίαν, ἀλλὰ τὴν γηικήν– οὐ τὴν γηικὴν τὴν αἰσθητήν, ἀλλὰ τὴν ἐναντίαν τῷ ἀληθινῷ ἄρτῳ–, αὕτη ἡ τροφὴ ἑνοῖ τῇ ὕλῃ τὴν τρεφομένην ψυχήν, καὶ γίνεται ταπείνωσις εἰς τὸν χοῦν τῆς ψυχῆς. ἐνταῦθα δὲ οὐκ ἐταπεινώθη τοῦ Ἰησοῦ ἡ ψυχὴ εἰς τὸν χοῦν, ἀλλὰ κατήχθη ὑπὸ τοῦ θεοῦ. οἰκονομικῷ τρόπῳ εἰς τοῦτο ἐλήλυθεν· οὐδαμῶς γὰρ πεποίηκεν τὴν ἁμαρτίαν καίτοι δεκτικὴ οὖσα· ἐὰν γὰρ μὴ ᾖ δεκτική, οὐδὲ ἐπαινεῖται ὅλως. αἱ ἀποχαὶ οὖν τῶν ἁμαρτιῶν ἐπαίνους ἀναφέρουσιν τῷ ἀπεσχημένῳ ὅταν πεφυκὼς ᾖ πρὸς τὸ πρᾶξαι. ἐπερ· χοῦς καὶ θάνατος ταὐτόν ἐστιν;– οὔ· μὴ γὰρ εἴρηκεν·" καὶ εἰς χοῦν θάνατον κατήγαγές με". εἰ δὲ ἦν ταὐτὸν ὁ χοῦς καὶ ὁ θάνατος, εἶπεν ἄν·" εἰς χοῦν θάνατον κατήγαγές με"· ἀλλά·" εἰς χοῦν θανάτου". τὸ σῶμα τὸ θνητὸν τὸ δυνάμενον διαλυθῆναι ἀπὸ τῆς φορούσης αὐτὸ οὐσίας" χοῦς θανάτου" ἐστίν. τάχα δὲ καὶ κατὰ δεύτερον λόγον χοῦς θανάτου ἐστίν, ἐπεὶ θάνατον ἐπιφέρει τῇ φιλοσωμάτῳ ψυχῇ. ὅτι ἐκύκλωσάν με κύνες πολλοί τὸ τῶν ἁγίων σῶμα νεκρόν ἐστιν·" πάντοτε" γὰρ" τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέρουσιν". τὸ νεκρὸν δὲ σῶμα οὐκ ἔχει ἐπιθυμίας· πῶς γὰρ οἷόν τε; τὸ θνητὸν ζῶν ἐστιν; ζῇ δὲ τότε ὅταν συνπεπλεγμένον ᾖ τῇ ψυχῇ. τότε ἔχει ἐπιθυμίας. τεθνηκὼς οὐκ ἔχει ἐπιθυμίας. νεκρώσας τὰ μέλη τὰ ἐπὶ τῆς γῆς οὐκ ἔχει ἐπιθυμίαν. 38 ἐπερ· εὑρίσκεται οὖν ἡ ψυχὴ αἰτία τῆς ἁμαρτίας; ἡ τοῦ ἁμαρτάνοντος ψυχὴ αἰτία ἐστὶν τῆς ἁμαρτίας· οὐδὲν γὰρ ἕτερόν ἐστιν ἁμαρτία ἢ παρακοὴ ἐντολῆς, παράβασις νόμου. τὸ σῶμα οὐδὲ ἐντολῇ ὑπόκειται ἵνα καὶ παραβῇ. ἡ ψυχὴ παραβαίνουσα ἄγει τὸ σῶμα εἰς τὸ ὑπηρετῆσαι ταῖς ἁμαρτητικαῖς ὄψεσιν· ὡς ὄργανόν ἐστιν. μὴ λέγομεν ἄρτι φονέα εἶναι τὸ ξίφος τὸ ἀναιροῦν, οὐ τὸν χρώμενον; πῶς γὰρ οἷόν τε; εἰ γὰρ τῷ ἀλόγῳ ζῴῳ ψυχὴν ἔχοντι οὐ προσάπτομεν ἁμαρτίαν ἢ δικαιοσύνην, τῷ σώματι τῷ ἀψύχῳ προσάπτομεν ταῦτα; τῷ ἰδίῳ λόγῳ τὸ σῶμα ἄψυχόν ἐστιν. 17 ὅτι ἐκύκλωσάν με κύνες πολλοί, συναγωγὴ πονηρευομένων περιέσχον με, ὤρυξαν χεῖράς μου καὶ πόδας μου. οὕτως στίξον·" ὅτι ἐκύκλωσάν με κύνες πολλοί, συναγωγὴ πονηρευομένων περιέσχον με", διὰ τοῦτο" ὤρυξαν χεῖράς μου καὶ πόδας μου". τὸ" ὅτι" αἰτιολογικὸς σύνδεσμός ἐστιν. οὐ προσάπτεται δὲ τοῖς ἔνπροσθεν·" εἰς χοῦν θανάτου κατήγαγές με"," ὅτι ἐκύκλωσάν με κύνες πολλοί". οὐχί, ἀλλ'· ἐπεὶ" ἐκύκλωσάν με κύνες πολλοὶ καὶ συναγωγὴ πονηρευομένων περιέσχον με", διὰ τοῦτο" ὤρυξαν χεῖράς μου καὶ πόδας μου". ἄνθρωποι μένοντες οὐκ ἂν ἐποίησαν τοῦτο. κύνας δὲ ἐνταῦθα λέγει τοὺς τὸν κυνώδη τρόπον ἐσχηκότας ἀνθρώπους. περὶ πολλὰ δὲ διαβάλλεται τὰ κινήματα τοῦ κυνός. ὅλως κατωφερῆ εἰσιν πρὸς ὀχείαν. εἰώθασιν οὖν ἐν τῇ συνηθείᾳ κύνας λέγειν τοὺς ἀκολάστους καὶ τὰς γυναῖκας οὕτω ὀνομάζειν. ἀμέλει γοῦν καὶ ὁ νόμος τὴν ἔννοιαν ταύτην ὑποβάλλων σὺν πόρνῃ τὸν κύνα ἠρίθμησεν·" οὐκ εἰσοίσεις ἄλλαγμα κυνὸς καὶ μίσθωμα πόρνης". οὐκ εἴρηκεν ἄλλαγμα ὄνου ἢ ἵππου· καὶ τούτων γὰρ ἀλλάγματα εἰσήγετο εἰς τὸν οἶκον τοῦ κυρίου. ἐστὶν δὲ καὶ ἀναιδές–" καὶ οἱ κύνες ἀναιδεῖς τῇ ψυχῇ"– καὶ κολακευτικόν. οἱ ἄνθρωποι οὖν οἱ ἔχοντες τοιαῦτα κινήματα ἐν δίκῃ κύνες ὀνομάζον ται. οὗτοι οὖν ἐκύκλωσαν τὸν σωτῆρα. ὅτε ἦσαν πρόβατα θεοῦ, τὸ τηνικάδε ἐκτὸς ἦσαν τῆς κυνικῆς καταστάσεως. ὅτε δὲ πρόβατα ἀπολωλότα γέγονεν ὁ λαός, ἡ ἀπώλεια οὐκ εἰς τὸ μὴ ὂν αὐτὰ κατέστρεψεν, ἀλλ' εἰς κυνώδη κατάστασιν καὶ ὀφειώδη καὶ σκορπιώδη. πάντα δὲ ταῦτα περὶ τῶν Ἑβραίων λοιπὸν ἐλέγετο·" καὶ πάντες κύνες ἐνεοὶ εἰδότες ὑλακτεῖν". ὅτε οὖν ἀπενοήθησαν κατὰ τοῦ σωτῆρος οἱ Ἰσραηλῖται, τότε κύνες γέγοναν. ἠκολούθησεν δὲ τῷ κύνας αὐτοὺς γενέσθαι τὸ" συναγωγὴ πονηρευομένων" εἶναι· ὅτε γὰρ πρόβατα ἦσαν, ποίμνη θεία ἦσαν. κύνες οὖν γέγοναν περὶ ἐμὲ καὶ συναγωγὴ πονηρευομένων. διὰ τοῦτο σταυρῷ με ὑπέβαλαν· τὸ γὰρ ὀρύττειν χεῖρας καὶ πόδας τοῦ σωτῆρος οὐδὲν ἕτερον ἢ σταυρὸν σημαίνει. λοιπὸν τὰ καθέκαστα σκόπει· οὔκ ἐστιν ἀναιδῶν ψυχῶν καὶ ἀκολάστων καὶ ὑλακτικῶν, διὰ λοιδοριῶν ὑλακτούντων, τὸν ποιήσαντα ἀνάστασιν νεκρῶν καὶ ἀνάβλεψιν τυφλῶν καὶ καθαιρομένους λεπροὺς μισεῖν καὶ θανάτῳ θέλειν ὑποβαλεῖν, οὐ πονηρευομένη ἐστὶν αὕτη συναγωγή; 39 ἔστιν δὲ συναγωγὴ ἐπαινετή. ὤρυξαν χεῖράς μου καὶ πόδας μου καὶ ἐπὶ τῆς ἱστορίας δέ τινες εἴρηκαν τοῦτο. πολλοὶ νομεῖς γέγοναν ἀλόγων ζῴων, καὶ οὐδέποτε ἱστορήθη, ὅτι βουκόλιον ἐπέθετο βουκόλῳ οὐδὲ αἰπόλιον αἰπόλῳ οὐδὲ ποιμένι ποίμνιον οὐδὲ ἵπποι ἱπποτρόφῳ. μόνοι ἄνθρωποι ἐπέθεντο ἄρχουσιν, καὶ πολλοὺς φέρει ἡ ἱστορία ἄρχοντας καὶ χρηστοὺς τὸ ἦθος καὶ σπουδαίους τὴν γνώμην ἀναιρεθέντας ὑπὸ τῶν ἀρχομένων. μένοντες οὖν πρόβατα οὐκ ἂν ἀνῄρουν. ὅτε οὖν κύνες γέγοναν καὶ αὐτὸ τοῦτο ἄνθρωποι κυνώδεις τῷ τρόπῳ καὶ τῷ βίῳ καὶ τῇ καταστάσει," συναγωγὴ πονηρευομένων" ἐλέχθησαν. πονηρευομένων δέ ἐστιν τὸ ἐγείρεσθαι κατὰ τοῦ εὐεργέτου, τὸ κατὰ τοῦ νομέως ἐπανίστασθαι. 18 ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου. τὸ ὅσον ἧκεν εἰς αὐτούς, ἀριθμῷ ὑπέβαλαν τὰ ὀστᾶ μου καίπερ οὐκ ὄντα ἀριθμητά. λοιπὸν συνπλέκει τὴν διάνοιαν. ὑπῆρκται μὲν καὶ τοῦτο κατ' ἱστορίαν τὸ μερίσασθαι αὐτοὺς τὰ ἱμάτια αὐτοῦ καὶ βαλεῖν κλῆρον περὶ τοῦ ὑφαντοῦ δι' ὅλου χιθῶνος. τρόπον τινὰ ὅμως μάχεται τὸ ῥητὸν ἐν τῷ εὐαγγελίῳ τῇ παρούσῃ λέξει· οἱ στρατιῶται γὰρ ταῦτα πεποίηκαν. οὐκ ἦσαν δὲ οἱ στρατιῶται Ἑβραῖοι· ὅλως γὰρ Ἰουδαῖος οὐκ ἐπετρέπετο στρατεύεσθαι· ἀλλ' ἐπεὶ τρόπον τινὰ αὐτοὶ αἴτιοι γέγοναν τοῦ καὶ στρατιώταις αὐτὸν παραδοθῆναι, αὐτοῖς τὸ ἔνκλημα προσάπτουσιν. 18 αὐτοὶ δὲ κατενόησάν με καὶ ἐπεῖδόν με. ἐπερ· κατανοήσαντες ἐπεῖδόν με;– ἐπιστήσαντες εἶδον τὸν σκορπισμὸν τῶν ὀστῶν μου. καὶ τὸ" ἐπιδεῖν" δὲ πολλάκις ἐπὶ τῶν ἐπιχαιρεκάκων λέγεται. καὶ τὰς δυνάμ̣ εις τῆς διδαςκαλίας αὐτοῦ δυνατὸν ὀστᾶ εἰπεῖν. 19 διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς. εἰς τοῦτο οὐκέτι ὧδε ἐπὶ τῆς ἱστορίας μεῖναι θέλομεν· ἤδη γὰρ ἐλέχθη ὅτι καὶ ἐμερίσαντο οἱ στρατιῶται τέσσερα μέρη πεποιηκότες καὶ κλῆρον ἔβαλον ἐπὶ τὸν ἄραφον τὸν ἄνωθεν ἐκ τῶν ὅλων ὑφαντὸν χιθῶνα. λέγω· ὥσπερ σῶμα Χριστοῦ ἐλέγετο κατά τινα λόγον τὸ ἄθροισμα τῶν πιςτῶν, ὡς αἱ μαρτυρίαι αἱ ἀποστολικαὶ ἐσήμαινον, καὶ ἐλέγαμεν τοὺς εὐτόνους τούτου τοῦ σώματος ὀστᾶ εἶναι, οὕτω πάλιν λέγομεν ὅτι αὐτὴ ἡ θεόπνευστος γραφὴ σῶμα τοῦ σωτῆρός ἐστιν, ὀστᾶ δὲ τούτου τοῦ σώματος τὰ εὔτονα νοήματα, τὰ περὶ τῶν ἄλλων ὑπερτέρων νοημάτων θεωρήματα. ἱμάτια δὲ αἱ λέξεις εἰσίν· ἐνδιδύσκεται γὰρ ὁ λόγος ὁ κατὰ τὴν νόησιν ὑπὸ τῶν λέξεων. εἰ καὶ ἐξηρίθμησαν οὖν τὰ ὀστᾶ αὐτοῦ, ἀλλ' οὐκ ἐμερίσαντο αὐτά· μόνον εἶδον αὐτὰ ὡς οὔκ εἰσιν· εἰ γὰρ ὥς εἰσιν θεασάμενοι ἦσαν, ἐνεδυναμοῦντο ἐν αὐτοῖς καὶ ἐξιδιοποιοῦντο αὐτὰ ἑαυτοῖς ὡς λέγειν·" πάντα τὰ ὀστᾶ μου ἐροῦσιν· κύριε, τίς ὅμοιός σοι"; οὐ γὰρ τὰ αἰσθητὰ ὀστᾶ ταῦτα λέγουσιν. διαμερίζονται οὖν τὰ ἱμάτια τοῦ λόγου πάντες οἱ ἑτερογνωμονοῦντες, οἱ ψευδοδοξοῦντες. ἕλκουσιν δὲ τὰς λέξεις εἰς ὃ βούλονται καὶ ἐξιδιοποιοῦνται αὐτάς, οἷον·" κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ". ἡ λέξις ἱμάτιόν ἐστιν τοῦ 40 θεωρήματος. ἕλκουσιν αὐτὸ οἱ Ἀριανοὶ ὡς θέλουσιν καὶ ἴδιον αὐτῶν αὐτὸ νομίζουσιν. οἱ ἐκκλησιαστικοὶ πάλιν δέχονται αὐτὸ ὡς φορεῖ αὐτὸ ἡ Σοφία ἡ τοῦτο λέγουσα, καὶ ἄλλοι ἄλλα. καὶ ὅλως εὑρεῖν ἔστιν τὰ αὐτὰ ῥητὰ σχεδὸν παρὰ πᾶσιν τοῖς ἑτεροδόξοις ἄλλως καὶ ἄλλως μεταχειριζόμενα. ἐμερίσαντο ἄρα αὐτά, ἐξέδυσαν τὸν λόγον τὰς λέξεις καὶ εἵλκυσαν αὐτὰς γυμνὰς τοῦ λόγου εἰς τὸ ἑαυτῶν βούλημα. 19 καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. οὐδεὶς κεκτημένος τι κλῆρον ἐπ' αὐτοῦ βάλλει, ἀλλ' ὅταν δύνηταί τι εἰς πολλοὺς κοινωνοὺς ἐλθεῖν, περὶ ἐκείνων κλῆρον βάλλουσιν. ἐάν τις καταλείψῃ μονογενῆ υἱὸν καὶ αὐτῷ χρήσηται διαδόχῳ, ἐκείνου ἐστὶν πάντα τὰ τοῦ τεθνεῶτος ὑπάρχοντα, καὶ οὐ βάλλεται κλῆρος. ὅταν δὲ πολλοὶ ἐπέλθωσιν τῷ ἀληθῶς κληρονόμῳ λέγοντες ὅτι·" καὶ ἡμεῖς τέκνα ἐσμὲν ἐκείνου", μερισμὸς γίνεται τῶν ἱματίων ἐκείνου. μερίζονται δὲ οὐκ αὐτόν, ἀλλὰ τὰς λέξεις μόνας· μὴ γὰρ σὺν τῷ αὐτῷ νοῒ ἡ αὐτὴ λέξις διαφόρως παρὰ αἱρεθικοῖς κεῖται. ἕκαστος πρὸς τὸ ἑαυτοῦ φρόνημα καὶ βούλημα ἕλκει τὴν λέξιν. ὁ σπουδαῖος οὖν καὶ πιστὸς ἀληθῶς ἔχει ὅλον τὸν χιθῶνα τοῦ Ἰησοῦ, οὐκ ἔχει αὐτὸν περιεσχισμένον· διὸ οὐδὲ κλῆρον βάλλει· αὐτοῦ ἐστιν ὅλος· κἂν γὰρ κλῆρον βάλωσιν ἐκεῖνοι καὶ χρήσωνται ταῖς λέξεσιν, οὐκ αὐτῶν γίνονται, οὐ κύριοι αὐτῶν γίνονται· παρέρχεται γὰρ εἰς μέσον σοφὸς ἀνὴρ κατὰ Χριστὸν καὶ δείκνυσιν ὅτι οὐκ αὐτοῦ ἐστιν ὃ νομίζει αὐτοῦ εἶναι. ἐπερ· ἱμάτια καὶ ἱματισμός;– ὅλα ὁμοῦ τὰ ἱμάτια ἱματισμὸς λέγεται· ἕκαστον δὲ καθ' ἑαυτὸ οὐ λέγεται ἱματισμός. καὶ ὥσπερ τὰ ἅμα πολλὰ συνειλεγμένα πρόβατα ἀγέλη λέγεται, ἕκαστον δὲ οὐ λέγεται ἀγέλη, καὶ οἱ ἄνθρωποι οἱ εἰς ταὐτὸ συνεληλυθότες δῆμος λέγονται, ἕκαστος δὲ οὐ λέγεται δῆμος. 20 σὺ δέ, κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν μου. εἰ ἐκεῖνοι ταῦτα ἐσπούδασαν, εἰ καὶ θλῖψίν μοι ἐπιφέρουσιν, παρεκάλεσα δέ σε μὴ ἀποστῆναι," ὅτι θλῖψις ἐγγύς". ἡ θλῖψις δὲ εἰ ἐγγὺς γέγονεν ἀπὸ τῶν κυκλωσάντων με μόσχων καὶ ταύρων, ἀπὸ τῶν διασκορπισάντων τὰ ὀστᾶ μου, ἀπὸ τῶν αἰτίων γεναμένων μοι ὥστε τὴν γλῶττάν μου κολληθῆναι τῷ λάρυγγι, ἀλλὰ σὺ μὴ μακρύνῃς τὴν βοήθειάν σου. εὐθέως οὖν ἡ ἀνάστασις γέγονεν τοῦ σωτῆρος, εὐθέως ἐπεστράφησαν πρὸς αὐτὸν οἱ σκανδαλισθέντες. οὐ γέγονεν οὖν μακρὰν ἡ βοήθεια. ταῦτα δὲ ὁ ἄνθρωπος, κατὰ τὴν ἐπίνοιαν τοῦ ἀνθρώπου ὁ Ἰησοῦς λέγει·" μὴ μακρύνῃς τὴν βοήθειάν μου". ἡ βοήθεια ἣν ἀπαιτεῖ οὐ παρ' ἄλλου τινὸς γίνεται ἢ παρὰ θεοῦ. εἶπον δὲ ὅτι, ὅταν θεὸς λέγηται, οὐ πάντως τὸν πατέρα σημαίνει ἀπομερίζων τὸν υἱὸν οὐδὲ τὸν υἱὸν ἀποσχίζων τὸν πατέρα· μία γάρ ἐστιν ἡ θεότης. καὶ ὅτι τοῦθ' οὕτως ἔχει, τὴν βοήθειαν εἴπομεν τὴν ἐκ νεκρῶν ἀνάστασιν. ὅπου μὲν λέγεται ἑαυτὸν παραδεδωκέναι καὶ ἐγηγερκέναι, ὅπου δὲ 41 ὁ πατὴρ λέγεται παραδεδωκέναι αὐτὸν καὶ ἀνεστακέναι, ἐξ οὗ παρίσταται ὅτι ἡ μία ἀνάστασις καὶ τὸ ἓν ἔργον ὑπὸ πατρὸς καὶ υἱοῦ γινόμενον κατὰ μόνην μίαν θεικὴν ἐνέργειαν γίνεται. κἂν ὁ πατὴρ ποιῇ, ω῾̣ ς θεὸς ἐνεργῶν τοῦτο ἐργάζεται, κἂν ὁ υἱός, τοῦτο ποιεῖ ὡς θεός. 20 εἰς τὴν ἀντίλημψίν μου πρόσχες. ἐὰν γὰρ προσχῇς τῇ ἀντιλήμψει μου, ἡ βοήθεια οὐ μεμάκρυνται, ἀλλ' ὡς ἐγγὺς οὖσα ἐνήργησεν· λέγει γὰρ προηγουμένως ταῦτα περὶ τῶν ἀνθρώπων· ἐλήλυθεν γὰρ οὐχ ἵνα προηγουμένως αὐτὸς ἀπο̣ θ̣ άνῃ καὶ ἀναστῇ ἀλλὰ δι' ἄλλους." χάριτι θεοῦ ὑπὲρ παντὸς ἐγεύσατο θανάτου". πάντες ὑπὲρ αὐτῶν ἀπέθανον. οὗτος χάριτι θεοῦ ὑπὲρ πάντων ἐγεύσατο." ἡ ἀγάπη τοῦ θεοῦ συνέχει ἡμᾶς, κρίναντας αὐτὸ τοῦτο ὅτι εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον", ἵνα οἱ ἀποθανόντες μηκέτι ὦσιν νεκροί," ἀλλὰ ζῶσιν ἐκείνῳ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἀναστάντι". ὄφλημά τις ἀνθρώπινον δύναται ἀποδοῦναι ὑπὲρ ἄλλου καὶ μέμψιν δύναται ὑπὲρ ἄλλου ἀναδέξασθαι καὶ ἔλεγχον. θάνατον δὲ ἄλλος ὑπὲρ ἄλλου οὐδεὶς δύναται ἀναδέξασθαι. καὶ ὅρα γε· ἐγεύσατο μόνον, οὐκ ἐρόφησεν αὐτόν, οὐ κατέφαγεν αὐτόν. ὁ δὲ καταπινόμενος ὑπὸ θανάτου καὶ αὐτὸς αὐτὸν καταπίνει." κατέπιεν ὁ θάνατος ἰσχύσας". οὗτος κατέπιεν τὸν θάνατον ὁ καταποθεὶς ὑπ' αὐτοῦ. ἐπειδὴ δὲ Ἰησοῦς" ἁμαρτίαν οὐκ ἐποίησεν", διὰ δὲ τῆς ἁλώσεως τῆς ἁμαρτίας καταπίνεται ὁ θάνατος καὶ καταπίνει τὸν ἁμαρτάνοντα–, ὑπὲρ παντὸς οὖν ἐγεύσατο· πλὴν ἐγεύσατο. καὶ τὴν αἰτίαν ἀποδέδωκεν·" ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου". ἐν θανάτῳ θάνατον κατέλυσεν. 21 ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου. Ἰησοῦς ἐστιν καὶ τοῦτον τὸν στίχον ὁ λέγων, καὶ δύναται καὶ περὶ τῆς ἑαυτοῦ ψυχῆς τοῦτο λέγειν ἧς ἔσχεν ἐξ ουσίαν θεῖναι καὶ λαβεῖν αὐτήν, καὶ περὶ πάσης οἰκειωθείσης αὐτῷ ψυχῆς. ὡς δὲ λέγεται ἕκαστος τῶν ἁγίων οὐχ ἁπλῶς ἔτι ἄνθρωπος, ἀλλὰ θεοῦ ἄνθρωπος, οὕτως ἡ εὐαρεστεῖν προθεμένη θεῷ ψυχὴ οὐχ ἁπλῶς ἔτι ψυχὴ λέγεται, ἀλλὰ θεοῦ ψυχή. ἑκατέρως οὖν περὶ τῆς ἑαυτοῦ ψυχῆς ταῦτα λέγει καὶ ἧς ἀνείληφεν, καὶ πάσης τῆς οἰκειωθείσης αὐτῷ. σημαίνει δέ ποτε ἡ ῥομφαία τὴν κόλασιν· ὡς ἐὰν λέγηται·" ἐν ῥομφαίᾳ τελευτήσουσιν πάντες ἁμαρτωλοὶ λαοῦ"· μὴ γὰρ γέγονέν ποτε ἐπὶ ἱστορίας ὥστε ξίφει πάντα τὸν λαὸν ἀναιρεθῆναι. τινὲς ἐξ αὐτοῦ ἀπέθνῃσκον, οὐ μὴν πάντες. λέγει δὲ τοῦτο· οἱ ἁμαρτωλοὶ πάντες πειρασθήσονται κολάσεως. δηλοῖ δὲ ἐνίοτε καὶ πονηρὰν δύναμιν καὶ αὐτὸν τὸν διάβολον· ὅταν γὰρ λέγηται πρὸς τὴν Μαρίαν·" καὶ σοῦ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία", τὸν ἀντικείμενον λέγει. ὅταν δὲ ὑποβάλῃ τινὶ ἢ θελήσῃ ὑποβαλεῖν ἐνθυμήματα, μὴ παραδέξηται δὲ ἡ ψυχὴ ἐκείνη, διέρχεται αὐτήν. ὡς τὸ βέλος 42 τὸ πεμπόμενον ὅταν μὴ κατὰ σκοπὸν πεμφθῇ, διε´̣ ρχεται τὸν τοξευόμενον. ἔβαλεν εἰς τὸν Ἰούδαν, ἐπετόλμησεν κατὰ τοῦ Ἰούδα. οὐκ ἠσφαλίσατο ἐκεῖνος, οὐκ ἐφύλαξεν τό·" μὴ δῶτε τόπον τῷ διαβόλῳ", καὶ οὐ παρελήλυθεν αὐτόν· εἰς αὐτὸν γὰρ̣ εἰσῆλθεν. ὁ δὲ λέγων·" ἐκκλίνοντος ἀπ' ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίγνωσκον", παρερχομένην εἶχεν τὴν ῥομφαίαν. τὸ μὴ γνῶναι δὲ ὧδε οὐ τὴν ἄγνοιαν λέγει, ἀλλὰ τὸ μὴ πεπειρᾶσθαι. εἰώθασ̣ ιν̣ οὖν καὶ οἱ εὐτελίζοντές τινα λέγειν, εἰ καὶ πάρεστιν, εἰ καὶ ἔστιν·" οὐκ οἶδα". ἐπερ· τὸ" ῥῦσαι";– μήτ̣ ο̣ ι τὸ" ῥῦσαι" πάντως τοῦτο σημαίνει ὅτι·" ἑαλωκότα με καὶ ὑπ' αὐτὴν ὄντα ῥῦσαί με". ῥῦσαί με ἵνα μὴ πάθω τι ὑπ' αὐτῆς. ἐπερ· τίς λέγει;– ἐκεῖνοι τοῦτο βούλονται λέγειν ὅτι·" εἰ περὶ ψυχῆς λέγει ἑαυτοῦ, τίς ἐστιν ὁ λέγων; σῶμά ἐστιν τὸ λέγον". σφάλλονται δὲ οἱ τοιαῦτα λέγοντες. ἐν τοῖς συνθέτοις ἕκαστον τῶν ἐν τῇ συνθέσει ὅλης τῆς συνθέσεως λέγεται." ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα". ἦ ἄλλο ἐστὶν τὸ πνεῦμα παρὰ τοὺς ἀνθρώπους καὶ ἡ ψυχὴ ἄλλη καὶ τὸ σῶμα; τιθεῖσιν οὖν αὐτοί. λέγομεν πολλάκις περὶ πόλεως, ὅτι κακὴ πόλις κακοὺς ἄρχοντας ἔχει, κακὸν δῆμον, κακοὺς νόμους, οὐκ ὀρθούς. τίς ἐστιν ἡ πόλις παρὰ τοὺς ἄρχοντας τοὺς κακοὺς καὶ τοὺς βουλευτὰς καὶ τὸν δῆμον; καὶ ὥσπερ περὶ τοῦ σώματος τοῦ ἀνθρωπείου λέγομεν, ὅτι κεφαλὴ σώματος, πρόσωπον σώματος, χεὶρ σώματος, πούς, μὴ ἄλλο ἐστὶν τὸ σῶμα παρὰ ταῦτα, ἕκαστον δὲ ἄλλο παρ' αὐτό ἐστιν. οἱ τὰ λογικὰ καλῶς πεποιηκότες ῥᾳδίως ταῦτα νοοῦσιν. ἴδε· πάντα τὰ αἴσθησιν καὶ ψυχὴν ἔχοντα ζῷά ἐστιν, καὶ λέγω ὅτι οὐκ ἔστιν ἄνθρωπος τὸ ζῷον οὐδὲ ἵππος οὐδὲ βοῦς. τοῦτο δὲ λέγω ὅτι ὁ ἄνθρωπος οὐκ ἔστιν ὅλον τὸ γένος, οὐκ ἔστιν ὅλον τὸ ζῷον. καὶ λέγω τὰ καθέκαστα εἴδη ἕτερα εἶναι τοῦ ζῴου. πάντα δὲ ἅμα οὐ λέγω ἄλλα αὐτοῦ λέγω, ἀλλὰ αὐτὸ εἶναι. οὕτω καὶ ἐπὶ σώματος τὴν χεῖρα λέγω ἄλλην εἶναι παρὰ τὸ σῶμα τοῦ ἀνθρώπου, καὶ τὸν πόδα, τὴν κεφαλήν. πάντα δὲ οὔκ εἰσιν ἄλλα τοῦ σώματος, ἀλλ' ἕκαστον τοῦ ὅλου σώματος ἕτερόν ἐστιν. οὕτως ἔχει καὶ ἐπὶ τοῦ ἀνθρώπου. ἐὰν λέγῃ·" ἡ ψυχή μου καὶ τὸ σῶμά μου καὶ τὸ πνεῦμά μου", ἕκαστον ἄλλο ἐστὶν παρὰ τὸν σύνθετον ἄνθρωπον. ἅμα δὲ πάντα οὐχ ἕτερα αὐτοῦ ἐστιν. ἐὰν τοίνυν λέγῃ" ἡ ψυχή μου"– μὴ γὰρ περὶ τοῦ Ἰησοῦ μόνου τοῦτο κεῖται. καὶ ἕκαστος τῶν ἀνθρώπων τοῦτο λέγει·" ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου";" ἡ σάρξ μου ἠλλοίωται δι' ἔλαιον". καὶ" τὸ πνεῦμά μου"·" καὶ ἔσκαλλεν τὸ πνεῦμά μου". ἕκαστον οὖν ἕτερόν ἐστιν παρὰ τὸ σύνθετον. πάντα δὲ ἅμα λαμβανόμενα οὐ τοῦ συνθέτου λέγω ἕτερα, ἀλλ' ἕκαστον– ἐὰν οὖν λέγῃ" ἡ ψυχή μου", ὁ σύνθετος ἄνθρωπός ἐστιν ὁ λέγων ταῦτα. ἰδοὺ γοῦν εἶπεν·" καὶ ὀστᾶ μου καὶ ψυχή μου", ἴδε," καὶ πνεῦμά μου". 21 καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆν μου. εἶπεν·" ὅτι ἐκύκλωσάν με κύνες πολλοί". τοὺς πολλοὺς τούτους κύνας ἰδικῶς ἕνα λέγει κύνα. ὁ ῥυσθεὶς ἀπὸ τῶν 43 καθέκαστα ἀνθρώπων ἐπιβουλεύειν βουλομένων ἀπὸ ἀνθρώπου ἐρύσθη. χεῖρα δὲ τοῦ κυνὸς λέγει τὴν πρᾶξιν αὐτοῦ." καὶ ἐγένετο λόγος κυρίου ἐν χειρὶ Ἀγγαίου". ἐπὶ τῶν φαύλων δὲ εἴρηται·" ἄκανθαι φύονται ἐν χειρὶ τοῦ μεθύσου". ἐκ χειρὸς οὖν, ἐκ τῆς πράξεως τῶν κυνῶν τῶν κυκλωσάντων με, κατὰ τὸ εἶδος κυνὸς ἑνὸς ὄντων, ῥῦσαι τὴν ψυχήν μου. λέγονταί τινες εἶναι μονότροποι·" ὁ θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ". καὶ δυνατὸν μὲν λεχθῆναι ὅτι πάντες οὗτοι οἱ κατοικιζόμενοι ἕνα τρόπον ἔχουσιν καὶ ταύτῃ μονότροποι εἴρηνται, ὡς τό·" τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ κατήρτισθε". δυνατὸν δὲ καὶ οὕτως· ὁ ἔχων γνώμην μὴ μεταβάλλουσαν, τρόπον μὴ ἐξ ἑτέρου ἕτερον γινόμενον, μονότροπός ἐστιν· οὐ γὰρ ἀλλοιοῦται κατὰ τὸν ἄφρονα ὁ σοφός, ἀλλὰ ἐκλάμπει ὡς ὁ ἥλιος. ὁ ἥλιος δὲ οὐκ ἔχει μεταβολὰς φωτισμῶν. μονογενὴς οὖν ἐστιν αὐτῷ αὕτη ἡ ψυχή. εἶπον ὅτι καὶ ἄλλαι οἰκειωμέναι αὐτῷ διὰ ἀρετῆς γίνονται ψυχαί. οὐκ ἔχουσιν δὲ τὸ στάσιμον, τὸ βέβαιον. μόνη αὕτη ἁμαρτίαν μὴ ποιήσασα μηδὲ γνοῦσα μονογενής ἐστιν. πολλὰς ἔχει ψυχάς· ταύτην δὲ μονογενῆ ἔχει· ἄτρεπτος γάρ ἐστιν. ἄτρεπτον δὲ λέγω οὕτω· μὴ τρεπομένην· τὸ γὰρ ἄτρεπτον ἀπολελυμένως λ̣ εγόμενον τὸ ἀμετάβλητον δηλοῖ. ὅταν δὲ λέγω ὅτι ὁ δίκαιος οὐ τρέπεται πρὸς ἀδικίαν, λέγω δίκαιο̣ ν̣ ἄτρεπτον εἶναι ἐν ὅσῳ τὴν δικαιοσύνην ἔχει· τὸ μὲν γὰρ ἄτρεπτον οὐ τρέπεται. οὐ πάντως δὲ τ̣ ο`̣ μὴ τρεπόμενον ἄτρεπτόν ἐστιν. μονογενὴς οὖν αὐτῷ ἐστιν αὕτη ἡ ψυχὴ παρὰ τὰς ἄλλας ὅτι μόνη ἔχει τὸ ἀεὶ συνεῖναι αὐτῷ. οὐ χωρίζει αὐτὴν οὐ λογισμός, οὐκ ἐνθύμημα, οὐ ταραχή· κἂν γὰρ τ̣ αραχθῇ, μέχρι προπαθείας ἵσταται ἡ ταραχή· τοῦτο γὰρ διὰ τοῦ" νῦν" ἐδηλώθη, ὅτι οὐ τὸν κατὰ πλάτος χρόνον σημαίνει διὰ τοῦ" νῦν", ἀλλὰ τὸ σημειῶδες, τὸ μὴ ὂν χρόνον. πᾶς χρόνος τὰς τρεῖς ἔχει δ̣ ι̣ αστάσεις. τὸ δὲ" νῦν" τοῦτο οὐκ ἔχει· πέρας γάρ ἐστιν χρόνου." ἤρξατο θαμβεῖσθαι καὶ ἀδημονεῖν". μέχρι τοῦ ἄρξασθαι μὴ ἀντὶ ἀνανδρίας δύναται λαβεῖν προπάθειαν· φύσεως γὰρ ἔλεγχός ἐστιν ἡ προπάθεια, οὐ ποιότης φαῦλον ἢ σπουδαῖον ποιοῦσα, εἰ μὴ προσλάβοι τὰ ἑξῆς ὥστε μηκέτι εἶναι προπάθειαν. πολλάκις ἡμῖν διεστάλη ταῦτα ὅτι τέσσερά ἐστιν· ἡ προπάθεια μόνη ἀπολύει ἐνκλήματος, οὐχ ὑποβάλλει ἐνκλήματι· τὸ πάθος δὲ μετρίῳ ἐνκλήματι· ἡ δὲ διάθεσις κακία ἐστὶν λοιπόν· πολλῷ πλέον καὶ ἡ πρᾶξις προσλημφθεῖσα. 22 σῶσόν με ἐκ στόματος λέοντος. ἐνταῦθα δύναται καὶ τὸν διάβολον" λέοντα" λέγειν· καὶ γὰρ ἐπέθετο ἐν τῷ καιρῷ τοῦ πάθους. ἀμέλει γοῦν ὅτε ἐν τῇ τεσσερακονθημέρῳ τοῦ πειρασμοῦ εἴρηται ὅτι·" ἀπέστη ὁ διάβολος ἀπ' αὐτοῦ", πρόσκειται ἐν τῷ εὐαγγελίῳ·" ἄχρι καιροῦ". τότε πάλιν ἐλήλυθεν ὅτε τὸ πάθος. καὶ ἐπεὶ ἔλεγον τὰς ἐπιβουλὰς ὁτὲ μὲν αὐτῷ τῷ ἀνθρώπῳ τοῦ σωτῆρος προσάγεσθαι ὁτὲ δὲ τοῖς αὐτοῦ, ὅταν ὁ Πέτρος λέγῃ ἢ ὁ σωτὴρ λέγῃ τῷ Πέτρῳ·" ἰδοὺ ὁ σατανᾶς ἐξῃτήσατο 44 ἡμᾶς", τρόπον τινὰ κατὰ τοῦ σωτῆρος ὁρμ̣ ῶν τὰ μέλη αὐτοῦ ἤθελεν καταφαγεῖν. λέγει γοῦν ὅτι·" σῶσόν με ἐκ στόματος τοῦ λέοντος". δύναται δ̣ ὲ καὶ τὸν λαὸν ἐκεῖνον" λέοντα" καλεῖν·" ἐγενήθη" γὰρ" ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ". μὴ τ̣ αῦτα πάθοιμι ἃ ἐκεῖνοι βούλονταί με διαθεῖναι. ταῦτα δὲ λέγει διὰ τὸ πᾶσαν λογικὴν οὐσίαν, κἂν τελεία ᾖ, χρῄζειν τῆς παρὰ θεοῦ συμμαχίας." σῶσόν με ἐκ στόματος λέοντος". καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου δύναται λέγειν ἐνταῦθα λέοντα τὸ πλῆθος τῶν Ἰουδαίων, τὸν τοῦ Ἰσραὴλ λαόν· εἶπεν γὰρ ἐν Ἰηρεμίᾳ·" ἐνκατέλιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου. ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ". λαὸν ὄντα αὐτοὺς ἐν παραδείσῳ ἔθηκα, ἔνθα καρποφορία πολλή. ὅτε δὲ εἰς ἀγριότητα μεταβεβλήκασιν, τότε λοιπὸν ἐν ἀκάρποις ξύλοις φωλ̣ ε̣ υ´̣ ουσιν– ὁ γὰρ δρυμὸς οὐδὲν ἕτερόν ἐστιν ἢ τόπος ἀκάρπων ξύλων–. λοιπὸν οὖν ἐκεῖ λοχ̣ ῶσιν. καὶ ἡ κληρονομία μου, ἣν ἔσχον ἵνα λαὸς ᾖν καὶ μερὶς κυρίου, εἰς τοσοῦτον ἐξηγριώθη κ̣ α̣ τ' ἐμοῦ ὡς λέοντι παραβληθῆναι, οὐδὲ λέοντι τιθασευθέντι– πολλάκις γὰρ εἰς ἀνθρώπων τόπους ἐρχόμενοι οἱ λέοντες τιθασεύοντ̣ α̣ ι–, ἀλλὰ ὡς ἐν δρυμῷ, ὡς ἄγριος θήρ. δύναται δὲ καὶ περὶ τοῦ διαβόλου λελέχθαι· εἴπομεν γὰρ καὶ τοῦτο, ὅτι μετὰ τὸν πειρασμὸν τὸν ἐν τῇ ἐρήμῳ εἴρηται ὅτι·" ἀπέστη ἄχρι καιροῦ". 22καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου. ἰσχυρὸν λέγει ζῷον τὸν μονοκέρωτα. οὐχ ὑπόκειται ἀν θρώπῳ, οὐ τιθασεύεται̣ ὑπὸ ἀνθρώπου." ἀπὸ κεράτων" οὖν μονοκερώτων τὴν ταπείνωσίν μου", ταπείνωσιν ἑαυτοῦ λέγων τὸν σταυρὸν καὶ τὸν θάνατον." ἑαυτὸν ἐταπείνωσεν ὑπήκοος γενόμενος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ". τὴν ταπείνωσίν μου οὖν τότε ἀπὸ τῶν μονοκερώτων τούτων ῥύῃ– πονηροὶ δὲ καὶ οὗτοί εἰσίν τινες ἐχθροί–, τότε, ὅταν ἀναστῶ ἐκ νεκρῶν·" παρέστησαν" μὲν γὰρ" οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτό", ἵνα περιβάλωσιν αὐτὸν θανάτῳ. τότε δὲ ῥύεται θεὸς αὐτὸν ἀπὸ τῆς ταπεινώσεως εαὐτοῦ· ἀνίσταται ἐκ νεκρῶν. ταῦτα δὲ πάντα περὶ τοῦ ἀνθρώπου λέλεκται. ἀμέλει γοῦν ἐπήγαγεν εὐθύς· 23 διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου." ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου· καὶ πάλιν· ἰδοὺ ἐγὼ ἔσομαι πεποιθὼς ἐπ' αὐτόν, ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι δέδωκεν ὁ θεός". καὶ ἔτι·" ὅθεν ὤφειλεν κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι". οὐ κατὰ μόνον τὸ σῶμα, ἀλλὰ κατὰ πάντα. κατὰ τη`̣ ν θεότητα ὁ μονογενὴς τοῦ θεοῦ υἱὸς ἀδελφὸν οὐκ ἔχει· εἰ γὰρ εἶχεν ἀδελφόν, οὐκ ἦν μονογενη´̣ ς̣. ἀντίκειται δὲ τὸ ἔχειν ἀδελφοὺς τῷ μονογενῆ τινα εἶναι. ὁ μονογενὴς ἀδελφοὺς οὐκ ἔχει. ὁ ἔχων ἀδελφοὺς οὔκ ἐστιν μονογενής." ἀδελφοὺς" λέγει τοὺς ἀποστόλους καὶ πάντας τοὺς ἐκ περιτομῆς πιστεύσαντας αὐτῷ· πολλοὶ γὰρ ἐπίστευσαν ἐκ τῶν Ἰουδαίων. καὶ οἱ δώδεκα καὶ οἱ ἑβδομήκοντα ἀπ' αὐτῶν ἦ45 σαν. κατὰ σάρκα οὖν ἀδελφοὶ αὐτοῦ ἐκεῖνοι ἐτύγχανον. γίνονται δὲ αὐτοῦ πάλιν ἀδελφοὶ κατὰ πνεῦμα οἱ τὸ τῆς" υἱοθεσίας πνεῦμα" ἀπολαμβάνοντες· εἰ γὰρ" ὁ ποιῶν δικαιοσύνην ἐκ τοῦ θεοῦ γεγέννηται" καὶ" ὁ πιστεύων ὅτι Ἰησοῦς ὁ χριστός ἐστιν ἐκ τοῦ θεοῦ γεγέννηται", εἰσὶν υἱοὶ θεοῦ τινες. ο̣ ὗτ̣ οι δὲ ἀδελφοὶ πάλιν οὐ μονογενοῦς, οὐ κατὰ τὴν θεότητά εἰσιν, ἀλλὰ κατὰ τὸν ἐνανθρω̣ πήσαντα. ὁ ἀπόστολος οὖν ταύτῃ συνχρησάμενος τῇ λέξει ἐπὶ τοῦ ἀνθρώπου αὐτὴν ἔλαβεν·" δι' ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν"· οὐδὲν γὰρ ἀφῆκεν τῶν ἐξ ὧν συνπληροῦται ὁ ἄνθρωπος ἔχειν. ἐπεὶ εἰ μὴ πάντα ἔχει, οὔκ ἐστιν ἄνθρωπος. εἶπον πολλάκις ὅτι εἰσὶν μικτά τινα, οἷον τὸ ὑδρόμ̣ ελι. ἐὰν ἀφαιρεθῇ τοῦ ὕδατος, ἢ μόνον μέλι ἐστὶν ἤ, κἂν μετ' ἄλλου μιγῇ, οὔκ ἐστιν ὑδρόμελι. εἰ οὖν ἔχοι σῶμα μόνον, οὐ κατὰ πάντα τοῖς ἀδελφοῖς ὡμοιώθη· ἄλογος γάρ ἐστιν ἡ ὀρεκτικὴ ψυχή. ἡ χωρὶς νοῦ ψυχὴ ἄλογός ἐστιν οὐδὲ ὑφισταμένη τὴν ἀρχήν, εἰ μὴ ἐν τῇ συνθέσει· συνφθείρονται γὰρ αἱ ὀρεκτικαὶ ψυχαὶ τοῖς σώμασιν ὧν εἰσιν ψυχαί." κατὰ πάντα" οὖν" τοῖς ἀδελφοῖς ὡμοιώθη", οὐ κατά τι̣, κατά τι δὲ οὔ. λέγει ὁ ἀπόστολος πάλιν·" εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς, οὓς προέγνω καὶ προώρισεν συνμόρφους". ὁρᾷς ὅτι ἐπὶ κτήσεως ἔσχεν τὸ εἶναι πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς, ὅτε ἐνηνθρώπησεν, ὅτε τὸν ἐκ τῶν ἀδελφῶν ἀνέλαβεν ἄνθρωπον. πρωτότοκον δὲ ἐνταῦθα ἐὰν λέγῃ, τιμιώτερον λέ γει. οὕτω δὲ καὶ" ἐκκλησία πρωτοτόκων" ὀνομάζεται. οὐχ οἷόν τέ ἐστιν π̣ α´̣ ντας πρωτοτόκους εἶναι, τιμίους δὲ πάντας εἶναι, δυνατόν. διὰ τοῦτο καὶ ὁ Ἰακὼβ ἀπῄτ̣ ησεν τὰ πρωτοτόκια τὸν Ἠσαῦ, τὴν τιμὴν τοῦ πρωτοτόκου. πρωτότοκος οὖν ἐστιν ἐν πολλοῖς ἀδελφοῖς, ὡς καὶ" πρωτότοκος ἐκ τῶν νεκρῶν". παντὸς νεκροῦ πρῶτός ἐστιν· αὐτοῦ γὰρ ἀναστάντος δεδύνηταί τις ἄλλος ἀναστῆν̣ αι. λέγει οὖν ἀπαγγέλλειν τὸ ὄνομα τοῦ πατρός, τουτέστιν φανεροῖν αὐτό. ὅταν δὲ γνῶσιν τὸν πατέρα καὶ τὸ ὄνομα τοῦ πατρὸς γνῶσιν, τότε συνεισαγομένην ἔχουσιν καὶ τὴν γνῶσιν τοῦ υἱοῦ· ταῦτα γὰρ συνεισάγει ἄλληλα. καὶ κατὰ ὕπαρξιν τὰ πρός τι λέγω καὶ κατὰ γνῶσιν. ἀδύνατόν ἐστιν τὸν εἰδότα θάτε̣ ρ̣ ον τῶν πρός τι τὸ λοιπὸν μὴ εἰδέναι." καὶ ἀπὸ κεράτων μονοκερώτων". καλεῖται καὶ ῥινοκέρως. καὶ ἐν εἰκοστῷ ὀγδόῳ ψαλμῷ τοῦτο, τό·" καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων". τοῦτο τὸ ζῷον λέγεται μέγεθος ἔχειν οὐκ ἐλάττω μεγάλου μόσχου. πάνυ δὲ συνεστραμμένον ἐστίν, παχύ ἐστιν, καὶ ἔχει ἐπάνω τῆς ῥινὸς κέρας, καὶ ἰσχυρότατόν ἐστιν τὸ ζῷον, 46 καὶ ὅταν θυμωθῇ, ἰσχυρότατον γίνεται αὐτοῦ τὸ κέρας οὕτως ὡς παντὸς εἶναι σκληρότερον̣ ἐλέφαντος. ὅταν δὲ μὴ θυμοῦται, ἁπαλόν ἐστιν ὡς σάρξ. καὶ ἐνίοτε, ὅταν καῦμα ᾖν̣, ε᾿̣ κβάλλει πέτρας μεγάλας, ἵνα εἰς ἐκεῖνον τὸν τόπον θῇ ἑαυτόν, ψυχρὸν ὄντα. τοῦτο οὖν τὸ ζῷον ὡς εἶπον θυμωθέν, ἔχει τὸ κέρας σκληρότατον. ἠρεμοῦν δὲ οὐκ ἔχει. πειρῶνται οὖν τὸ κέρας αὐτοῦ λαμβάνειν· ἐστὶν γὰρ τίμιον. ἐπεὶ οὖν τοιοῦτο αὐτὸ βούλονται, οὐκ ἀπροοράτ̣ ως τοξεύουσιν αὐτό, οὐχ ὑποπίπτει θήρᾳ, οὐχ ἁλίςκεται γαλεάγρᾳ ἤ τινι ἄλλῳ. το´̣ ξ̣ ῳ̣ δὲ αὐτὸ βάλλουσιν. ὅταν οὖν θυμωθῇ, τότε τιτρώςκουσιν τῷ βέλει. ἐπερ· εἰς ποῖον πρόσωπον αὐτὸ λαμβάνομεν; εἰς τὸν Χριστόν;– ἐὰν ἐπαινετῶς ληφθῇ. λαμβάνεται δὲ ἐπαινετῶς ἐν εἰκοστῷ ὀγδόῳ
3
σημαίνει. ἡ τοῦ σωτῆρος οὖν βασιλεία οὐκ ἔχει διπλόην, ἀλλὰ ἁπλή ἐστιν οἷα ἐπιδημήσαντος θεοῦ. καὶ κατὰ τοῦτο μονοκέρως λέγεται. ὅταν δὲ ψεκτῶς̣ λ̣ α̣ μβάνεται, διὰ τὴν ἀγριότητα λαμβάνεται, οὐ διὰ τὸ κέρας. λέγουσιν δέ τινες ὡς ἐν ἀπο̣ κ̣ ρύφῳ τὸ" ἀπὸ κεράτων μονοκερώτων" ἐπαινετῶς, ὅτι τὰ ἄκρα τὰ ἄνω τοῦ σταυροῦ σχῆμα εἶχον κεράτων. 23 διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε. ἐν μέσῳ ἐκκλησίας ὑμνεῖ τὸν θεὸν ὁ μετὰ παρρησίας καὶ κοσμίως ἀναφέρων τοὺς ὕμνους. δεῖ τὸν ὑμνοῦντα θεὸν δίκαιον εἶνα̣ ι·" τοῖς" γὰρ" εὐθέσιν πρέπει αἴνεσις". καί·" οὔκ ἐστιν ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ". κ̣ αι`̣̣ ὥσπερ τὸν λόγον λέγομεν τὸν θεῖον ἐν ἐξουσίᾳ λέγεσθαι– ὅταν τις διδάσκῃ περὶ σωφ̣ ροσύνης σώφρων ὤν, ἐν ἐξ ουσίᾳ ἔχει τὸν λόγον. ἐὰν δὲ ἀκόλαστος ᾖ καὶ ῥυπαρός, οὐ πεπληρωμένως αὐτὸν προφέρει. ἡ συνείδησις αὐτοῦ ἐνποδίζει αὐτόν– ὥσπερ οὖν ἐν ἐξουσίᾳ τ̣ ὸν λόγον ἔχει ὁ κατάλληλα οἷς λέγει ἔργα φέρων καὶ συνφυῆ τῷ θεωρητικῷ βίῳ τὸν πρακτικὸν ἔχων, οὕτως ἐν μέσῳ ἐκκλησίας ὑμνεῖ τὸν θεὸν ὁ μὴ ἔχων ὑποστολήν τινα. οἷον διδάσκει περὶ σωφροσύνης, ἵνα σώφρων ᾖ· τότε γὰρ ἐν μέσῳ τῆς ἐκκλησίας ὑμνεῖ τὸν θεόν, ἵνα διδάσκων περὶ ἐλεημοσύνης τοιοῦτος ᾖ, ἱ´̣ ν̣ α λέγων περὶ ἀνδρείας τοιοῦτος ᾖ. ὅταν οὖν ἴδῃς τινὰ περὶ ἀνδρείας διεξερχόμενον λόγους δειλὸν ὄντα, οὐκ ἐν μέσῳ ἐκκλησίας τοῦτο ποιεῖ. ὅτι δὲ τὴν παρρησίαν τὸ" μέσον" σημαίνει, καὶ ἐξ ἄλλου ψαλμοῦ ἔστιν μαθεῖν·" οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν". οὐδεὶς ὑπερήφανος ἤθελεν φαίνεσθαί 47 μοι. ἐν γωνίᾳ τοῦτο ἔπραττεν ὑποστελλόμενος, ἐρυθριῶν. ἐν μέσῳ οὖν ἐκκλησίας ὑμνεῖ τὸν πατέρα ὁ σωτήρ. ὅταν δὲ λέγω τὸν πατέρα, καὶ τὸν υἱὸν ἄκουε. θεὸν δὲ ὑμνεῖ, θεότης δὲ μία πατρὸς καὶ υἱοῦ. 24 οἱ φοβούμενοι τὸν κύριον, αἰνέσατε αὐτόν. οὐχ ὁ τυχὼν αἰνεῖ τὸν θεόν, ἀλλ' ὁ φόβον ἔχων τὸν εἰς αὐτόν. οὐ πᾶς δὲ φόβος θεοῦ ἐστιν· ἔστιν γὰρ φόβος κολάσεως. οὗτος οὔκ ἐστιν θεοῦ. ἀμέλει γοῦν" ἡ τελεία" πρὸς θεὸν" ἀγάπη ἔξω βάλλει τὸν φόβον". ὁ πρὸς θεὸν ἔχων ἀγάπην ἐξ ὅλης καρδίας, ἐξ ὅλης διανοίας, οὐκ ἔχει τὸν παθητικὸν φόβον. οὕτω γοῦν οἱ Ἰησοῦ μαθ̣ η̣ ταὶ ἐκτὸς τοῦ παθητικοῦ φόβου ἐκαλοῦντο ὑπὸ τοῦ σωτῆρος λέγοντος·" μὴ φοβεῖσθε τοὺς ἀποκτεννόντας τὸ σῶμα". καὶ οἱ λέγοντες·" κύριος ἐμοὶ βοηθός, οὐ φοβηθήσομαι· τί ποιήσει μοι ἄνθρωπος"; τὸν παθητικὸν φόβον ἐξέβαλον· ὁ γὰρ τοῦ θεοῦ φόβος οὔκ ἐστιν παθητικός, οὐ κολάσεώς ε᾿̣ στιν, ἀλλὰ σεβασμοῦ." φόβος κυρίου πάντα ὑπερέβαλεν", οὐδενὸς δεύτερός ἐστιν, οὐδὲ αὐτῆς τῆς ἀγάπ̣ η̣ ς. καί·" οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν". 24 ἅπαν τὸ σπέρμα Ἰακώβ, δοξάσατε αὐτόν. δύναται δὲ καὶ πρὸς ῥητὸν λέγεσθαι ὅτι· ἐπειδὴ ἐκλήθη ὁ λαὸς ἐκεῖνος ὁ ἐκ τῶν πατριαρχῶν εἰς τὸ ὑμνεῖν καὶ δουλεύειν θεῷ, εἰκότως πᾶσιν προστάττεται τοῦτο ποιεῖν. ἐπειδὴ γὰρ πολλοὶ γέγοναν ἐξ αὐτῶν ἁμαρτωλοί, οὕτω λαμβάνομεν" ἅπαν τὸ σπέρμα τοῦ Ἰακὼβ" οὐ τὸ πονηρόν– ἐλέχθη γὰρ περὶ αὐτοῦ·" σπέρμα πονηρόν"–, ἀλλ' ὅταν ἔξω πάσης πονηρίας ᾖ, ὡς καὶ αὐτὸς ὁ οὗ σπέρμα ἐστίν. καὶ λαμβάνομεν ἐνταῦθα τὸν Ἰακὼβ τὸν πατριάρχην καὶ λέγομεν ὅτι· ἐπειδὴ οὗτος πτερνιστὴς γέγονεν καὶ ἐκ τούτου τοῦ κατορθώματος τὴν προσηγορίαν ἔσχεν, πάντες οἱ πτερνίζοντες τὴν κακίαν περιγινόμενοι τῶν ἀντικειμένων δυνάμεων, πονηρῶν ἀντιπάλων οὐσῶν, οὗτοι Ἰακώβ εἰσιν· ἐν τοῖς ἀνδραγαθήμασιν γὰρ αὐτοῦ ὁ Ὡσηὲ ἔταξεν τοῦτο λέγων ὅτι·" ἐν τῇ κοιλίᾳ ἐπτέρνισεν τὸν ἀδελφὸν αὐτοῦ καὶ ἐνίσχυσεν μετὰ θεοῦ καὶ ἠδυνάσθη". τὸ ἐνισχῦσαι μετὰ θεοῦ καὶ δυνηθῆναι μέγα ἀνδραγάθημά ἐστιν. οὕτω γοῦν συνηρίθμησεν τὸν ἐν τῇ κοιλίᾳ ἐπτερνικέναι τὸν ἀδελφόν. ἐλέχθη δὲ καὶ ὁ σωτὴρ ἐν Ἰσαίᾳ Ἰακώβ·" Ἰακὼβ ὁ παῖςμου, ἀντιλήμψομαι αὐτοῦ". καὶ ταύτην τὴν λέξιν πεπληρῶσθαι ὑπὸ Χριστοῦ ὁ Μαθαῖος εἶπεν. 24 φοβηθήτωσαν αὐτὸν ἅπαν τὸ σπέρμα Ἰσραήλ. οὐχ ὁ παθητικὸς φόβος δόξα ἐστίν, ἀλλ' ὁ τοῦ θεοῦ φόβος ὁ μετὰ πολλὰ παραγινόμενος τοῖς σπουδάσασιν αὐτὸν ἔχειν." υἱέ, ἐὰν δεξάμενος ῥῆσιν ἐμῆς ἐντολῆς κρύψῃς παρὰ σεαυτῷ, ἐπακούσεται σοφίας τὸ οὖς σου, παραβαλεῖς δὲ τὴν καρδίαν σου εἰς σύνεσιν". καὶ μεθ' ὁλίγα·" καὶ ἐὰν ζητήσῃς αὐτὴν ὡς ἀργύριον καὶ ὡς θησαυροὺς ἐξερευνήσῃς αὐτήν, τότε συνήσεις φόβον κυρίου". ὅρα, μετὰ πολ̣ λ̣ ὰ κατ48 ορθ̣ ώματα καὶ τελείας ἀρετάς. πώς ποτε δὲ ἡμεῖς ἁπλῶς λέγομεν. ἐὰν δε`̣ εἰδῇς τὰ ἀνδραγαθήματα καὶ τὰς ἀριστείας καὶ τὰ κατορθώματα τοῦ Ἐλισαίου, ὄψει τίνα τρόπον ὁ φοβ̣ ούμενος τὸν κύριον οὐχ ὁ τυχών ἐστιν. 25 ἅπαν τὸ σπέρμα Ἰακώβ, δοξάσατε αὐτόν ὅτι οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισεν τῇ δεήσει τοῦ πτωχοῦ. πτωχὸν ἐνταῦθα λέγει τὸν ἐπιδημήσαντα σωτῆρα τὸν ἡμῶν ἕνεκα πτωχεύσαντα. καὶ ὥσπερ κατάρα γέγονεν οὐχ ἁπλῶς, ἀλλ'" ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται"– ποιητικὴ δὲ εὐλογίας κατάρα οὔκ ἐστιν κατάρα τῷ ὄντι. τὰ δὲ ποιητικὰ τῶν καλῶν καλά ἐστιν. τὰ ποιητικὰ τῶν θεῷ ἀρεσκόντων καὶ αὐτὰ θεῷ ἀρέσκει. σημαίνει δὲ τὸ ὄνομα τῆς κατάρας τὸν σταυρόν, ὡς αὐτὸς ὁ ἀπόστολος ὁ τὴν φωνὴν ταύτην γράψας ἀπέδειξεν. εἶπεν·" ὅτι γέγραπται· ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου"–, καὶ ὥσπερ νεκρὸς γέγονεν, ἵνα τοὺς νεκροὺς ζῶντας ἀποδείξῃ καὶ ποιήσῃ, καὶ γέγονεν ἐν θανάτῳ, ἵνα τὸν θάνατον καταλύσῃ καὶ τοὺς κατεχομένους ὑπ' αὐτοῦ ἐλευθερώσῃ, οὕτω καὶ πτωχὸς γέγονεν, ἵνα τῇ αὐτοῦ πτωχείᾳ πλούσιοι γένωνται ὑπὲρ ὧν πτωχὸς γέγονεν. καὶ ὅρα γε τὴν διαφοράν·" γιγνώσκετε τὴν χάριν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι πλούσιος ὢν δι' ὑμᾶς ἐπτώχευσεν". τὸ πτωχεῦσαι δι' ἡμᾶς, τὸ πλούσιος εἶναι οὐ δι' ἡμᾶς· οὐ γὰρ εἴρηται γεγονέναι πλούσιος ὥσπερ γεγονέναι πτωχός, ἀλλὰ" πλούσιος ὢν δι' ἡμᾶς ἐπτώχευσεν". καὶ ὥσπερ μορφὴν θεοῦ ἔχων καὶ ὑπάρχων ἐν μορφῇ θεοῦ, λαβὼν τὴν δούλου θεοῦ οὐκ ἀπέβαλεν τὴν θεοῦ μορφήν, οὕτω πτωχὸς διὰ ἄλλους γενόμενος τὸν πλοῦτον οὐκ ἀπέβαλεν· πλοῦτον γὰρ αὐτοῦ λέγομεν οὐχ ὡς ἐπὶ τῶν ἁγίων α᾿̣ ν̣ δρῶν τὰς ἀρετάς· αὐτὸς γάρ ἐστιν ὁ χορηγὸς τῶν ἀρετῶν, αὐτός ἐστιν, οὗ τῇ μετοχῇ ὑφίστανται αἱ α᾿̣ ρ̣ εταί. μένων οὖν πλούσιος πτωχὸς γέγονεν. διὰ ἄλλους δὲ πτωχὸς γέγονεν, ἵνα πλουτήσωσιν ἐκεῖνοι. καὶ ὅταν ἡμεῖς ἐν τῇ προλαβούσῃ πτωχείᾳ μένωμεν καὶ μὴ σπεύδωμεν τὸν πλοῦτον ἐκεῖνον ἀναλαβεῖν, ὃν χαρίζεται ἡ πτωχεία ἐκείνου, τὸ ὅσον εἰς ἡμᾶς, μένει πτωχός· εἰ γὰρ ἄλλων ἕνεκα, ἵνα πλουτήσωσιν, πτωχὸς γέγονεν, ὅταν πλουτήσωσιν ἐκεῖνοι, οὐκέτι πτωχός ἐστιν. πτωχὸς γέγονεν γενόμενος σάρξ. ὅταν θεασώμεθα" τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας", ἐκ πτωχῶν πλούσιοι γεγόναμεν, καὶ αὐτὸς ἐκ πτωχοῦ πλούσιος ἀνεδείχθη, οὐ πλούσιος γέγονεν. ἡ δόξα γοῦν αὐτοῦ φανερὰ γέγονεν, ὅτι" ὡς μονογενής" ἐστιν" παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας"." οὐ προώχθισεν οὐδὲ ἐξουδένωσεν τὴν δέησιν τοῦ πτωχοῦ"· ὑπὲρ σωτηρίας γὰρ τῶν ὅλων ἀνεπέμπετο." καὶ ἐάν τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν πατέρα Ἰησοῦν Χρισ49 τὸν δίκαιον", ἵνα ἀφῇ ἡμῖν τὰς ἁμαρτίας ἡμῶν. οὐκοῦν ὅσον ἐν ἁμαρτίαις ἐσμέν, παράκλητον αὐτὸν ἔχομεν. ὅταν δὲ παυσώμεθα τοῦ ἔχειν ἁμαρτίας, οὐδὲ ἀ´̣ ρα περὶ τούτου παρακαλεῖ ὅλως." ὅθεν καὶ σῴζειν εἰς τὸ παντελὲς δύναται τοὺς δι' αὐτοῦ προσερχομένους τῷ θεῷ, ζῶν πάντοτε εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν". εἰ ἐντυγχάνει ὑπὲρ αὐτῶν, ἵνα ζήσωσιν, ὅταν ζήσωσιν, οὐκέτι ἀναφέρει ταύτην τὴν περὶ αὐτῶν εὐχήν, ἀλλ' ἢ ἄρα περὶ φυλακῆς αὐτῆς, περὶ τοῦ παραμένειν αὐτῇ. ταύτην οὖν τὴν δέησιν τοῦ πτωχοῦ οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισεν τῷ ἀναφέροντι αὐτήν." οὐδὲ ἀπέστρεψεν αὐτοῦ τὸ πρόσωπον". ἀποστρέφεται δέ τινος τὸ πρόσωπον εὐχομένου, ὅταν μὴ ἐπινεύῃ θεός, ἀλλὰ καὶ κωλύῃ τὴν εὐχὴν ἀναπέμπεσθαι. τὸν᾿ Ι̣ ηρεμίαν ποτὲ ἐκώλυσεν εὔχεσθαι ὑπὲρ τοῦ λαοῦ. διὰ τί; οἱ γὰρ πρεσβευταὶ καὶ παράκλητοι ὑπὲρ μετανοησάντων καὶ μηκέτι ἁμαρτανόντων ὀφείλουσιν πρεσβείαν ἀναφέρειν. λέγει γοῦν·" οὐχ ὁρᾷς τί αὐτοὶ ποιοῦσιν; οἱ πατέρες αὐτῶν" πανπληθεὶ εἰς τὴν εἰδωλολατρείαν ἔρεψαν καὶ οὐ μένουσιν. οὕτω καὶ τοῦ Σαμουὴλ ἀπεστράφη τὸ πρόσωπον, ὅτε ἤκουσεν·" ἕως πότε πενθεῖς ἐπὶ Σαούλ, κἀγὼ ἐξουδένωσα αὐτόν"; παρρησίαν δὲ τῶν πρεσβευομένων ἔχει τὸ πρόσωπον, ἐὰν συντρέχωσιν τῇ προαιρέσει αὐτοῦ οἱ περὶ ὧν πρεσβεύουσιν. ὅτι οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισεν τῇ δεήσει τοῦ πτωχοῦ 25 οὐδὲ ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ ἀπ' ἐμοῦ. αὐτὸς ὁ πτωχὸς λέγει περὶ ἑαυτοῦ. τοῦ προσώπου μεταβολὴ γέγονεν. τὸ συνγραφικὸν πνεῦμα λέγει·" οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισεν τῇ δεήσει τοῦ πτωχοῦ". εἶτα αὐτὸς ἐκεῖνος ὁ πτωχός, οὗ ἡ προσευχὴ οὐκ ἐβδελύχθη, οὐκ ἀπεστράφη, λέγει·" οὐκ ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ ἀπ' ἐμοῦ καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέν μου". 25 καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέν μου. μέγ̣ α ε᾿̣ σ̣ τ̣ ὶν τὸ εἰπεῖν τοῦτο. οὐ ψιλῇ μὲν προφορᾷ λέγεται τοῦτο, ἀλλ' ὅταν δειχθῇ ὑπάρξαν τὸ ὑπὲρ οὗ ηὔξατο. γέγονεν οὖν τοῦτο. 26 παρὰ σοῦ ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ. ἰδοὺ τὸ ἔργον τῆς κραυγῆς κατώρθωσα· ἐκκλησίαν με γάλην παρέστησα αὐτήν," ἔνδοξον, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων". ἔπαινός μου οὖν ἐστιν οὗτος τὸ ταύτην κατορθῶσαι. ὥσπερ οὖν οὔκ ἐστιν μέγα τὸν τέλειον ἐπαινεῖν, ἐν ᾧ σοφία λαλεῖται, ἐπὶ τῷ γαλακτοποτεῖν, οὕτως οὐ μέγα ἐστὶν οὐδὲ ἔπαινον φέρει τῷ ὑπερβάλλοντα βίον ἔχοντι. οὐκ ἐπὶ τοιούτοις οὖν, οὐκ ἐπὶ πράξεσιν ἄλλαις ἐπαινεῖται, ἀλλ' ἐπὶ τῷ κατορθῶσαι ὅλην ἐκκλησίαν, καὶ οὐ τὴν τυχοῦσαν, ἀλλὰ μεγάλην. δύναται δὲ καὶ τοῦτο· τὸ ἐμὸν κατόρθωμα ἔπαινος τῇ ἐκκλησίᾳ μέγας ἐστίν. 50 παρὰ σοῦ ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ ἐξομολογήσω σοι 26 τὰς εὐχάς μου ἀποδώσω ἐνώπιον τῶν φοβουμένων αὐτόν. αἱ εὐχαὶ ἐπὶ εὐχαριστουμένοις καὶ προγεγονόσιν ἀποδίδονται. λέγεται προσευχὴ ἡ πρὸς θεὸν ἀναπεμπομένη παράκλησις. ὅταν δὲ μετὰ ὁμολογίας ἀναπέμπεται, ὅτι ἐὰν τάδε μοι ὑπάρξῃ, τάδε ἀποδώσω, προσευχή ἐστιν αὕτη δέησις εὐχή ἐστιν. ἀμέλει γοῦν καὶ ὁ Ἰακὼβ ἔλεγεν·" ἐὰν δῷ μοι ὁ θεὸς ἄρτον φαγεῖν, πάντων, ὅσα ἐὰν δῷ μοι, δεκάτην ἀποδεκατώσω". αὕτη εὐχή ἐστιν. οὐδεὶς προσε̣ υ̣ ξ̣ άμενος περί τινος καὶ μὴ λαβὼν αὐτὸ καιρίως ἐρεῖ·" τὰς εὐχάς μου ἀποδώσω". ἐπερ·" ἐνώπιον τῶν φοβουμένων αὐτόν";– τοῦτο, ἵνα ὠφεληθῶσιν· μαθήσονται γὰρ καὶ αὐτοὶ τὰς εὐχὰς ἃς εὔχονται ἀποδιδόναι. δύναται δὲ καὶ" ἐνώπιον τῶν φοβουμένων", οὐκ ἐπίπροσθεν τῶν θυόντων– οὐδὲ γὰρ οἱ θύοντες δύνανται γνῶναι ποία εὐχαριστία πεπλήρωται, ποία εὐχὴ ἀποδέδοται–, ἀλλὰ ἐπίπροσθεν τῶν φοβουμένων. 27 φάγονται πένητες καὶ ἐνπλησθήσονται." πλούσιος ὢν" πτωχὸς διὰ τὴν ἡμῶν πτωχείαν γέγονεν. οὐ μόνον οὖν πτωχοὺς ἠλευθέρωσεν τούτους ὧν ἕνεκα ὑπέστη ἃ εἴρηκεν, ἀλλὰ καὶ ἐκ πεινώντων κεκορεσμένους αὐτοὺς ἀπέδειξεν· ἐστὶν γὰρ καὶ" ἄρτος ζωῆς", ἐστὶν καὶ ἡ σὰρξ αὐτοῦ ἀνβροσία τροφὴ καὶ τὸ αἷμα αὐτοῦ θεῖον πόμα. ὅταν οὖν τούτων μετάσχωσιν οἱ πλούσιοι ἐκ πτωχῶν διὰ τὴν ἐκείνου πτωχείαν γενάμενοι, φάγονται καὶ ἐνπλησθήσονται. ὅμοιόν ἐστιν τούτῳ τό·" μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται"· οὐ παυσάμενοι τοῦ ἐσθίειν τὸν τῆς ζωῆς ἄρτον, ἀλλ' ἐν τῷ μασᾶσθαι καὶ αἰσθητῶς αὐτὸν ἔχουσιν. τῷ ἐνπίνπλασθαι δόξει ἐναντιοῦσθαι τὸ ἐν τῇ Σιρὰ Σοφίᾳ λεγόμενον· ἡ Σοφία γὰρ ἐκεῖ·" ὁ τρώγων πάλιν πεινάσει, καὶ ὁ πίνων με πάλιν διψήσει". οὐ τὸ ἀπλήρωτον ὧδε σημαίνει, ἀλλὰ τὸ ἐράσιμον τοῦ πόματος καὶ τῆς τροφῆς. ὁ ἐςθίων τὴν σοφίαν οὐ κορέννυταί ποτε, ἀλλὰ ἀεὶ ἐν τῷ πεινᾶν ἐστιν. καὶ ὁ πίνων αὐτὴν ὡς θεῖον νᾶμα ἢ οἶνον τρυγηθέντα ἐκ τῆς ἀληθινῆς ἀμπέλου, πάλιν διψᾷ, τουτέςτιν ἀεὶ ἐρᾷ. αὐτὸ οὖν τὸ πάλιν ποθεῖν καὶ ὀρέγεσθαί ἐστιν τὸ ἐμπλησθῆναι. διαφορὰ πτωχοῦ καὶ πένητος ἐλέχθη πολλάκις· ὁ ἐκ πλούτου εἰς πενίαν ἐλθών, ἐκεῖνος πτωχὸς λέγεται. καὶ ἔχεις καὶ ἀπὸ τῆς γραφῆς αὐτό·" πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν". πένης δέ ἐστιν ὁ ἐκ πενήτων, ὁ ἀεὶ ἐν τῷ πονεῖν πορίζων τὰ ἀναγκαῖα. κατὰ ἄλλην οὖν καὶ ἄλλην ἐπίνοιαν διαφέρουσιν, ἐπεὶ ὅσον ἐπὶ τῷ λείπεσθαι τῆς δαψιλείας τῶν ποθητῶν ὅμοιοί εἰσιν. καὶ αἰνέσουσιν κύριον οἱ ἐκζητοῦντες αὐτόν ὡς ἔλεγον περὶ τῆς σοφίας, ὅτι πινομένη πάλιν παρασκευάζει 51 διψᾶν τοὺς πεπωκότας, καὶ ὑπὸ θείας τροφῆς– τροφή τίς ἐστιν καὶ ἡ εἰσπνοὴ τοῦ ἀέρος. ὅτε δὲ ζῶμεν, τότε εἰσπνέομεν, οὐκ ἐνπνεύσαντες ζῶμεν. οὕτως ἔχει καὶ ἡ θεία τροφὴ καὶ τὸ ἱερὸν πόμα· ἐν τῷ προσάγεσθαι καὶ χορηγεῖσθαι παρασκευάζει τὴν ὠφέλειαν. 27 καὶ αἰνέσουσιν κύριον οἱ ἐκζητοῦντες αὐτόν. λέγω· ὁ θεὸς ἀεὶ ἐν τῷ ζητεῖσθαί ἐστιν· κἂν γὰρ εὕρῃ τις· εἴρηται γάρ·" εὑρίσκεται τοῖς ἐκζητοῦσιν αὐτόν". τρόπον οὖν τινα ἀεὶ ἐν τῷ ζητεῖσθαί ἐστιν. κἂν μαίνηται Εὐνόμιος ἔστιν δὲ εὑρεῖν αὐτὸν κατὰ τὴν ἐκ μέρους γνῶσιν καὶ κατὰ τὴν ἐκ μέρους προφητείαν, καὶ πάλιν ζητούμενός ἐστιν. καὶ αὐτὸ δὲ τὸ ἐκζητῆσαι τὸν θεὸν ὠφελεῖ. τελειότης ἐστὶν τὸ ὅλως ἐν τῷ ἐκζητεῖν θεὸν εἶναι. κἂν μαίνηται δὲ Εὐνόμιος λέγων, ὅτι οὕτω τὸν θεὸν ἐπιστάμεθα ὡς αὐτὸς ἑαυτόν. ὁ ἐπιστάμενος τὸν θεὸν ὡς αὐτὸς ἑαυτὸν ἐπίσταται ὁ θεός, οὐκ ἐκ μέρους γιγνώσκει, καὶ ψεύδονται οἱ εἰρηκότες·" ἐκ μέρους γιγνώσκομεν". ὁ γιγνώσκων τὸν θεὸν ὡς αὐτὸς ἑαυτὸν ἐπίσταται, οὔκ ἐστιν ἐν τῷ ἐκζητεῖν αὐτόν· ἔσχεν γὰρ αὐτὸν καὶ ἔχει. ψεύδη οὖν λέγουσιν οἱ οὕτω φρονοῦντες. ὅταν οὖν γνῶμεν αὐτὸν ἐν τῷ μέλλοντι αἰῶνι ἢ μετὰ πάντας τοὺς αἰῶνας ἐν τῷ ἐσχάτῳ ὀρεκτῷ, ὡς ἐνδέχεται γιγνώσκομεν αὐτόν." ἀγαπητοί, νῦν τέκνα θεοῦ ἐσμεν, καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα. οἴδαμεν ὅτι ἐὰν φανερωθῇ ὅμοιοι αὐτῷ ἐσόμεθα, ὅτι ὀψόμεθα αὐτὸν καθώς ἐστιν". οὐ καθώς ἐστιν αὐτός, ἀλλὰ καθώς ἐστιν τελείῳ γνῶναι. ὅμως κἂν κατὰ τὸ ἐφικτὸν τῇ γενέσει φύσει εἰς εὕρεσιν ἑαυτὸν παράσχῃ, τὸ γνωστὸν αὐτοῦ κατειλήφαμεν," διότι τὸ γνωστὸν τοῦ θεοῦ φανερόν ἐστιν ἐν αὐτῷ", οὐχ ἁπλῶς αὐτός, ἀλλὰ τὸ γνωςτόν. γιγνώσκομεν αὐτόν, ὅτι δημιουργός ἐστιν, ὅτι προνοητής, ὅτι ἄτρεπτος, ἀναλλοίωτος. καὶ θέλω λογικοῦ θεωρήματος ἅψασθαι. αἱ ἀποδείξεις ἐπιστημονικαὶ θεωρίαι εἰσίν· δύο γάρ εἰσιν εἴδη συλλογισμῶν– παρείσθω νῦν μνημονεύειν τοῦ ἐριστικοῦ, τοῦ σοφιστικοῦ–· ἐξ ἐνδόξων ἐστὶν ὁ διαλεκτικός, ὃν καλοῦσιν ἐπιχειρηματικόν. ἐκ τῶν δοκούντων τοῖς ἀνθρώποις γίνεται ἡ ἀπόδειξις αὕτη, οὐκ ἐκ τῆς φύσεως τῶν πραγμάτων. ὁ ἀποδεικτικὸς ἐξ αὐτῶν τῶν πραγμάτων, οὐκ ἐκ τῆς ἐπικρίσεως τῶν ἀνθρώπων, ἀλλ' ἐκ τῆς ὑπάρξεως τῶν ὑποκειμένων, περὶ ὧν τὴν θεωρίαν τὴν ἐπιστημονικὴν λαβεῖν θέλομεν. ἀδύνατον οὖν ἐστιν ἐξ ἀποφάσεων ἀπόδειξιν ἀναντίρρητον γενέσθαι. ἐκ καταφάσεών εἰσιν αἱ ἀποδείξεις· μὴ γὰρ ἐὰν θέλω ἀποδεῖξαι ὅτι ὁ ἄνθρωπος λογικός ἐστιν, λέγω ὅ52 τι· οὐκ ἄψυχός ἐστιν· καὶ τὰ μὲν ἄλλα γὰρ πολλά εἰσιν μὴ ἄψυχα, καὶ τὰ ἄλογα. δεῖ με τοίνυν ἀποδεῖξαι τοῦτο· ὁ ἄνθρωπος δεκτικός ἐστιν ἐπιστημῶν. πᾶν τὸ ἐπιστημῶν δεκτικόν, λογικόν. ὁ ἄρα ἄνθρωπος λογικός ἐστιν. κἂν οὖν ἔχωμεν περὶ θεοῦ γνῶσιν, κἂν τελεία ᾖν, ἐξ ἀποφάσεων αὐτὴν ἔχομεν λέγοντες ὅτι ἀσώματος. τὸ ἀσώματον δέ ἐστιν ἀπόφασις σώματος. ἐστὶν ἀθανασία, ἄναρχος, ἀναλλοίωτος. κἂν ἐπὶ τέλει οὖν τῶν πραγμάτων ὑπαρχθῇ γνῶσις τελεία περὶ θεοῦ, οὐκ ἐκείνη ἐστίν, ἣν αὐτὸς ὁ θεὸς περὶ ἑαυτοῦ ἔχει· μὴ γὰρ ἀναιρέσει γενητοῦ οἶδεν ἑαυτὸν ἀγένητον, ὡς βούλονται αὐτοὶ οἱ Εὐνομιανοί· μὴ γὰρ στερήσει θανάτου οἶδεν ἑαυτὸν ἀθάνατον. ἡμεῖς ἐκ στερήσεως ὧν ἴσμεν οἴδαμεν τί ἐστιν ἀθάνατος. οὐκ ἔχομεν δὲ κατὰ ἐπιστημονικὴν γνῶσιν ἐπιβαλεῖν εἰς τὸ ἀντικειμένως τῷ θανάτῳ λεγόμενον, καὶ στερήσει θανάτου λέγομεν αὐτόν, ἀποφάσει θανάτου, καὶ πάντα, οἷον ἀόρατος· οὐ κατὰ κατάφασίν τινα μανθάνομεν αὐτὸν ἀόρατον, ἀλλ' ἐπεὶ ἴσμεν τί ἐστιν ὁρατόν, αἴσθησιν ἔχοντες καὶ ὄψιν ἔχοντες, στερήσει τῆς καταστάσεως ταύτης λαμβάνομεν τὸ ἀόρατον. ταῦτα λέγω διὰ τοὺς Εὐνομίου, ὅτι ἀδύνατον τὴν αὐτὴν θεοῦ γνῶσιν ἔχειν περὶ θεοῦ. οὐκ ἐκείνη ἐστίν, ἣν αὐτὸς ὁ θεὸς περὶ ἑαυτοῦ ἔχει. καὶ ἄλλο· ἡ ἡμετέρα γνῶσις διάθεσίς ἐστιν ψυχῆς. αἱ δὲ διαθέσεις δέχονται τὸ μᾶλλον καὶ τὸ ἧττον. ἡ δὲ θεοῦ γνῶσις, ἣν ἔχει ἤτε περὶ ἑαυτοῦ ἢ περὶ ἄλλου τινός, οὔκ ἐστιν διάθεσις· οὐσιώδης ἐστίν. καὶ ὥσπερ θερμὸν λέγω καὶ τὸ πῦρ, λέγω καὶ τὸ ὕδωρ τὸ θερμανθέν, ἀλλὰ τὸ ὕδωρ δέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον. διὸ καὶ ἀποβαλεῖν αὐτό ποτε δύναται καὶ ἀναλαβεῖν. τὸ δὲ ἐν τῷ πυρὶ θερμὸν οὐ δέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον· οὐσιῶδες γάρ ἐστιν. ἡ τοῦ θεοῦ γνῶσις οὐσιώδης ἐστὶν ὥστε ἀσύνκριτός ἐστιν τῇ κατὰ διάθεσιν γνώσει. τὰ δὲ ἀσύνκριτα οὐ δέχονται ὁμοιότητα. ταῦτα δὲ οὐ ματαίως λέγουσιν· ἐπεὶ γὰρ κατασκευάζει ὁ λόγος ὁμοούσιον τῷ πατρὶ τὸν υἱὸν εἶναι καὶ τῆς αὐτῆς θεότητος ἐκ τοῦ γιγνώσκεσθαι ὑπὸ τοῦ πατρὸς καὶ γιγνώσκειν τὸν πατέρα, θέλουσιν κοινοποιῆσαι τὴν γνῶσιν αὐτοῦ τῇ ἡμετέρᾳ λέγοντες ὅτι·" ὡς ἡμεῖς γιγνώσκομεν τὸν θεόν, καὶ ἐκεῖνος γιγνώσκει, ὅτι ἡμεῖς τελείως αὐτὸν ἐπιστάμεθα, ὡς αὐτὸς ἑαυτόν. καὶ ὁ υἱὸς οὕτως ἔχει περὶ αὐτοῦ τὴν γνῶσιν. ὅθεν οὐ διοίσει ἡμῶν". 27 ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος. πολλάκις τὰ συμβεβηκότα ὁμωνύμως καλεῖται ἐκείνοις οἷς συμβέβηκεν. λέγομεν οὐσίαν εἶναι ψυχῆς· ὅταν λέγῃ ὁ θεὸς λόγος·" μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, 53 τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι". τὸ ὄνομα οὖν τὸ ψυχὴ οὐσίαν ὧδε δηλοῖ. καὶ ὅταν λέγῃ·" πνεύματα καὶ ψυχαὶ δικαίων, εὐλογεῖτε τὸν κύριον", οὐσίαν δηλοῖ. σημαίνει γὰρ τὸ ὄνομα τῆς ψυχῆς πολλάκις συμβεβηκός τι τῇ ψυχῇ· ὅταν γὰρ λέγηται ἐν τῇ Ἰησοῦ Σοφίᾳ·" ψυχὴ πονηρὰ ἀπολεῖ τὸν κτησάμενον αὐτήν", τὴν διάθεσιν καὶ τὴν νόησιν" ψυχὴν" ὀνομάζει· ὁ γὰρ κτησάμενος αὐτὴν ἡ ψυχή ἐστιν, ὁ ἄνθρωπός ἐστιν. καὶ ἔτι·" τὰς ψυχὰς ὑμῶν ἐν ἠγγικόσιν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας". ἀπὸ τούτου παρωνόμασται κἀκεῖνο·" σὺ δέ, ἄνθρωπε ἰσόψυχέ μου", ὁ ἴσην μου ἔχων προαίρεσιν. καὶ πάλιν ἐὰν λέγηται ὅτι·" καὶ φάγῃ σταφυλὴν ὅσον ἐμπλήσεις ψυχήν", ψυχὴν ὧδε τὴν ὀρεκτικὴν λέγει δύναμιν. οὐ πάντα οὖν τὰ λεγόμενα τὰς ὑποκειμένας οὐσίας δηλοῖ, ἀλλ' ἔστιν ὅτε καὶ τὰ συμβεβηκότα αὐταῖς σημαίνει. συμβέβηκεν δὲ ἀνθρώπῳ τὸ γιγνώσκειν θεόν. διὸ γνῶσις οὐ λέγεταί ποτε ὁ ἄνθρωπος, ἀλλὰ γιγνώσκων. οὐχ ὁμωνυμεῖ ὧδε τὸ συμβεβηκὸς τῷ ὑποκειμένῳ. ὁ δὲ σωτὴρ λέγεται καὶ σοφὸς καὶ σοφία, καὶ γνῶσις καὶ γνῶσιν ἔχων, καὶ δικαιοσύνη καὶ δίκαιος, καὶ οὐ λέγω ὧδε συμβεβηκὸς καὶ ὑποκείμενον, ἀλλ' ἐκ παραλλήλου διὰ δύο ὀνομάτων τὸ αὐτὸ σημαίνεται· ἐὰν γὰρ λέγω ὅτι ὁ σωτὴρ δικαιοσύνη ἐστίν, οὐχ ἕξιν αὐτὸν λέγω, οὐ διάθεσιν, καὶ ἐὰν λέγω αὐτὸν δίκαιον–" ὑμεῖς δὲ τὸν δίκαιον ἠρνήσασθε"–, οὐ τὸν ποιὸν λέγω, ἀλλὰ τὴν δικαιοσύνην. δίκαιον οὕτω καὶ ἐπὶ τοῦ θεοῦ καθόλου λέγομεν. οὐ λέγω τὸν θεὸν δίκαιον εἶναι τῷ μετέχειν δικαιοσύνης, ἀλλὰ τῷ χορηγεῖν δικαιοσύνην. καὶ ἡ ψυχὴ δὲ ἡ κατ' οὐσίαν οὐ δέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον. ἐκείνη δὲ ἡ ψυχή, καθ' ἣν λέγονταί τινες καλόψυχοι, δέχεται. ἡ διάθεσις ἄρα ὁμωνύμως τῇ οὐσίᾳ" ψυ χὴ" καλεῖται. ἡ καρδία καὶ ὁ νοῦς ταὐτὸν σημαίνει· ὅταν γὰρ λέγῃ·" ὅπου ὁ θησαυρός, ἐκεῖ καὶ ἡ καρδία σου ἔσται", ἐκεῖ καὶ ὁ νοῦς σου." μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ". ταὐτὸν οὖν ἐστιν εἰπεῖν νοῦν καὶ καρδίαν. οὐκ ἐπὶ πάντων δέ, ἀλλ' ἐπὶ τῶν ἀνθρώπων. ἴδε· ἡ τοῦ ἀνθρώπου ψυχὴ καὶ ὁ νοῦς ἀθάνατά ἐστιν. εἰ ἀθάνατόν ἐστιν, ζητεῖται, ἢ ἕτερον καὶ ἕτερόν ἐστιν. καὶ ὁ ἁμαρτωλὸς δὲ ἀθάνατον ἔχων ψυχὴν οὐδέποτε ἀπόλλυται· οὐ γὰρ προσεκτέον τοῖς λέγουσιν ὅτι αἱ τῶν φαύλων ψυχαὶ εἰς τὸ μὴ ὂν καταστρέφουσιν, ὡς βούλονται παρ' Ἕλλησιν Στοϊκοί, παρὰ δὲ δῆθεν Χριστιανοῖς οἱ Ἱερακαῖται. ἀθάνατος οὖν ἐστιν ἡ ψυχὴ καὶ ἔχει φυσικὸν ζῆν καθ' ὃ κινεῖται. ἔστιν δὲ καὶ τὸν ἁμαρτωλὸν ἔχειν ταύτην τὴν ζωὴν καθ' ἣν ἀθάνατός ἐστιν. οὐ περὶ ταύτης νῦν τῆς ζωῆς τῆς φυσικῆς λέγει ὅτι·" ζήσονται αἱ καρδίαι αὐτῶν", ἀλλὰ κατὰ τὴν ζωὴν ἐκείνην, ἣν ὁ πιστεύων ἔχει καὶ ὁ γιγνώσκων τὸν θεὸν ἔχει. εἰ ζῶσιν αἱ καρδίαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος κατὰ τὴν μακαρίαν ζωήν, φανερὸν 54 ὅτι καὶ καὶ κατὰ τὴν οὐσιώδη ζωὴν ἀεὶ μένουσιν, ἥτις κοινὴ ἁμαρτωλῶν καὶ σπουδαίων ἐστίν. καὶ ὥσπερ λέγω πάντας ὄψιν ἔχειν, ὅταν ζῷα ὦσιν ὄψιν ἔ χοντα, λέγω δὲ ὄψιν ἔχειν προηγουμένως τὸν καλῶς ὁρῶντα, οὐκ ἂν δὲ καλῶς ἐθεώρει, εἰ μὴ εἶχεν τὸ ὁρᾶν, καὶ πάλιν οὐκ ἂν κακῶς ἐθεώρει, εἰ μὴ εἶχεν τὸ ὁρᾶν. ἔχει τοίνυν καὶ ἡ ψυχὴ καὶ ἡ καρδία τὸ ζῆν ἀεί, κἂν φαύλη κἂν σπουδαία ᾖ. προλαμβάνει δὲ τὸ φυσικὸν ζῆν· οὐκ ἂν γὰρ ἠδύνατο κατὰ θεὸν ζῆν καὶ κατὰ πίστιν ζῆν, εἰ μὴ ἦν ἀθάνατος, εἰ μὴ εἶχεν ζωὴν οὐσιώδη. αἱ καρδίαι οὖν αὐτῶν τούτων τῶν φαγόντων καὶ ἐνπλησθέντων, τῶν φοβουμένων τὸν θεὸν καὶ αἰνούντων αὐτόν, ζήσονται οὐκ ἐπὶ ἕνα αἰῶνα, ἀλλ'" εἰς τὸν αἰῶνα τοῦ αἰῶνος". πλῆθος δὲ αἰώνων σημαίνεται· οὐ γὰρ εἶπεν·" εἰς τὸν αἰῶνα τοῦ αἰῶνος". καὶ ὥσπερ" σάββατα σαββάτων" λέγεται καὶ" ἐνιαυτὸς ἐνιαυτῶν" ὁ τοσαῦτα ἔτη ἔχων ὅσαι εἰσὶν ἡμέραι τοῦ ἐνιαυτοῦ, ζήσεται" εἰς τὸν αἰῶνα τοῦ αἰῶνος". 28 μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς. προφητεύει περὶ τῆς σωτηρίας πάντων τῶν ἀνθρώπων· δεῖ γὰρ ὑπαρχθῆναι ἐκεῖνο, περὶ οὗ πάλιν ἐν ἄλλῳ ψαλμῷ οὗτος ὁ ἅγιος λέγει·" πάντα τὰ ἔθνη, ὅσα ἐποίησας, ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου"· μὴ γὰρ ἐποίησεν ὁ θεὸς τὰ λογικά, ἵνα ἁμαρτάνωσιν, ἵνα ἀντιθέους ἀναστήσαντες τούτοις λατρεύωσιν, ἀλλὰ ἵνα θεὸν τιμῶσιν. καὶ ἐπεὶ ἡ πρόθεσις τοῦ πεποιηκότος αὕτη, ἐμεσολάβησεν δὲ πρόθεσις τῶν γεγενημένων, δεῖ τὴν τοῦ θεοῦ κρατῆσαι. ὅταν οὖν μνησθῇ, ἡμεῖς δὲ παρέχομεν τὴν αἰτίαν τοῦ μνησθῆναι· μνημονεύει γὰρ τῶν μνημονευόντων, ὡς γιγνώσκει τοὺς ἐπισταμένους. ὅταν ἡμεῖς μνησθῶμεν, τότε μνημονεύει ἡμῶν καὶ καλεῖ ἡμᾶς εἰς σωτηρίαν. τὸ" ἐπιστραφήσονται" δείκνυσιν ὅτι οὐδεὶς κατὰ οὐσίαν κακός ἐστιν, ἀλλὰ κατὰ προαίρεσιν. εἰ δὲ ἴσχυσεν τὸ κακὸν ἐλάσαι τὴν προαίρεσιν εἰς ἄλλο τι ἄλλως, ἰσχύσει τὸ ἀγαθὸν ἀνακαλέσασθαι αὐτὴν εἰς τὴν προτέραν κατάστασιν. 28 καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν. μετὰ τὸ ἐπιστραφῆναι προσκυνοῦσιν. οὐ πρῶτον προσκυνοῦσιν, εἶτα ἐπιστρέφονται. προκοπὴν οὖν αὐτῶν σημαίνει. μέγα δέ ἐστιν τὸ ἐνώπιον θεοῦ προσκυνῆσαι. ἐκεῖνος ἐνώπιον αὐτοῦ προσκυνεῖ ὁ προσκυνῶν αὐτὸν ὡς δεῖ. λοιπὸν τὴν αἰτίαν·" ὅτι" αὐτοῦ ἐστιν" ἡ βασιλεία". βασιλείαν ὧδε λέγει οὐ τὴν ἀρχήν, ἀλλὰ τοὺς βασιλευομένους, καθ' ὃ λέγεται·" ἐν τῷ συναχθῆναι λαοὺς ἐπὶ τὸ αὐτὸ καὶ βασιλείας τοῦ δουλεύειν τῷ κυρίῳ". εἰ ἦσαν ἐκ κατασκευῆς φαῦλοι, ἄλλου ἦσαν. 29 καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν. ἐπεὶ αὐτοῦς ἐστιν ἡ βασιλεία καὶ αὐτὸς τὰ ἔθνη πεποίηκεν, καὶ δεσπότης αὐτῶν ἐστιν. πρὸς τὸν δεσπότην οὖν ἑαυτῶν ὑποστρέφουσιν. οὐ πλουτίζουσιν τὸν θεὸν ἐπιστρέψαντες· αὐτοῦ γάρ εἰσιν. 57 1– 2 Κύριος ποιμανεῖ με, καὶ οὐδέν με ὑστερήσει. εἰς τόπον χλοῆς, ἐκεῖ με κατεσκήνωσεν. ἡ τοῦ ἀνθρώπου ψυχὴ διὰ πολλῶν ὀνομάτων σημαίνεται· λέγεται γὰρ εἶναι καὶ πρόβατον καὶ ἄνθρωπος καὶ φυτὸν καὶ ἄλλα πολλά, ὡς καὶ λίθος· ἐὰν γὰρ γράφῃ ὁ Πέτρος·" καὶ αὐτοὶ ὡς λίθοι ζῶντες ἀνοικοδομεῖσθε", λίθους λέγει τοὺς ἀνθρώπους. οὐδὲν δὲ τούτων κατ' οὐσίαν ὑπάρχει ὁ ἄνθρωπος, ὥστε ἀλληγορικῷ τρόπῳ πάντα περὶ αὐτοῦ ἐκλαβεῖν προσήκει. αὐτὴ ἡ ψυχὴ αὐξάνει καὶ πληθύνεται οὐ κατ' οὐσίαν, ἀλλὰ κατὰ πρακτικὸν καὶ θεωρηματικὸν βίον. διανοητικὴν ἔχει ἀρετήν, πρακτικὴν δύναται κατορθῶσαι. λέγεται γοῦν προκοπὴ τῆς ψυχῆς ὡς ἀνθρώπου· ὁτὲ μὲν γὰρ ὀνομάζεται νήπιον, ὁτὲ παῖς, ὁτὲ νεανίσκος, ὁτὲ ἀνήρ. καὶ ταῦτα οὐκ ἐπὶ τῶν χαρακτήρων τοῦ σώματος ἢ τῶν ἡλικιῶν λαμβάνομεν· ψυχὴ γὰρ οὐ μεθηλικιοῦται εἰ μὴ κατὰ ἀρετήν, κατὰ προκοπήν, κατὰ βελτίωσιν. εἰσίν τινες οὖν νήπιοι οὐκ ἄλλῃ τροφῇ δυνάμενοι βελτιοῦσθαι ἢ γάλακτι. γράφει γοῦν ὁ ἀπόστολος·" γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα". καὶ Πέτρος·" ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε". λογικὸν δὲ γάλα οὐ τὸ αἰσθητόν ἐστιν, οὐ τὸ σωματικόν, ἀλλ' ἡ κατάλληλος τῇ λογικῇ οὐσίᾳ τροφή. καὶ Ἑβραίοις οὖν ἐπιστέλλει ὁ ἀ πόστολος λέγων·" καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον"– πολλῷ γὰρ χρόνῳ ἦσαν ἀνατραφέντες ἐν ταῖς γραφαῖς–" πάλιν χρείαν ἔχετε τοῦ διδάσκεσθαι ὑμᾶς, τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ θεοῦ". ὀφείλοντες εἶναι διδάσκαλοι αὐτοὶ ἄλλοις προσάγειν τελείαν διδασκαλίαν εἰς τοσοῦτον ἐσμικρύνθητε κατὰ τὸν ἔσω ἄνθρωπον ὡς νήπιοι εἶναι γάλακτος. γάλα δὲ λέγει τὴν ἀρχὴν τῶν λογίων τοῦ θεοῦ, τοὺς εἰσαγωγικοὺς λόγους, τοὺς στοιχειώδεις. καὶ λέγει·" πᾶς ὁ μετέχων γάλακτος ἄπειρος λόγου δικαιοσύνης, νήπιος γάρ ἐστιν". οὐκ ἔχει τὸν λόγον τῆς δικαιοσύνης." διὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον ἐπὶ τὴν τελειότητα φερώμεθα". ἄφετε τὸν στοιχειώδη λόγον· ἀρχὴ γὰρ τῆς τοῦ Χριστοῦ διδασκαλίας ἐστίν. ἐνεχθῶμεν ἐπὶ τὴν τελειότητα, ἵν' οὕτω τέλειοι γεγενημένοι τέλειοι Χριστοῦ ἀκροαταὶ δυνώμεθα εἶναι·" σοφίαν" γὰρ" λαλοῦμεν ἐν τοῖς τελείοις". λέγεταί ποτε ἡ ψυχή, ὡς εἶπον ἤδη, καὶ πρόβατον. ὅταν πρόβατον ᾖ, χλοῆς χρῄζει, οὐ κρεῶν, οὐ τῶν σαρκῶν Ἰησοῦ, οὐκ ἄρτου. οὔπω δὲ δύναται τούτων τῶν τροφῶν ἢ ὄρεξιν ἔχειν ἢ διοικεῖν αὐτάς, κἂν προσαχθῶσιν αὐτῷ. χρῄζει βοτάνης· βοτάνης δὲ πνευματικῆς. ποτὲ καὶ φυτὸν λέγεται καὶ δεῖται ὑετοῦ, χρῄζει γεωργικῆς τέχνης, ἵνα αὐξήσασα τέλειον καρπὸν ἀγάγῃ καὶ εἴ58 πῃ·" ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ θεοῦ. καὶ ἐνταῦθα τοίνυν τὴν προβατώδη κατάστασιν τὴν ὡσανεὶ ἀλογωτέραν μετὰ πραότητός τε καὶ εὐσταθείας σημαίνει διὰ τοῦ φάναι·" κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει". ἀκαθυστέρητός εἰμι, ἀκαθυστέρητος δὲ ὡς πρόβατον. ὡς εἰ καὶ βρέφος λέγοι ὅτι·" τρέφει με ἡ τροφός, καὶ οὐδέν με ὑστερήσει", δηλονότι τῶν νηπιωδῶν τροφῶν. ἑρμηνεύων λέγει·" εἰς τόπον χλοῆς, ἐκεῖ με κατεσκήνωσεν". ἔστιν διδασκαλία χλοώδης προβάτοις ἁρμόζουσα. καὶ τάχα οὐκ ἄλλη ἐστὶν αὕτη τῆς τοῦ Χριστοῦ φωνῆς· λέγει γάρ·" τὰ πρόβατα τὰ ἐμὰ τῆς ἐμῆς φωνῆς ἀκούουσιν". οἱ Χριστοῦ μαθηταὶ οἱ τέλειοι κατὰ τὴν παίδευσιν αὐτοῦ γεγενημένοι οὐκέτι πρόβατα ὄντες οὐ φωνῆς ἀκούουσιν, ἀλλὰ διδασκάλῳ αὐτῷ χρῶνται·" ὑμεῖς" γὰρ" φωνεῖτέ με· ὁ κύριος καὶ ὁ διδάσκαλος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ"." εἰς τόπον" οὖν" χλοῆς, ἐκεῖ με κατεσκήνωσεν". οὐ" κατοίκισεν", ἀλλὰ" κατεσκήνωσεν". ἡ σκηνὴ δὲ προκοπὴν σημαίνει·" διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ θεοῦ". ὁ προκόπτων οἰκίαν ἔχει φορητήν, αὐτὴν τὴν ἀρετήν. ὅταν δὲ ἐπ' αὐτὸ τὸ τέρμα καὶ τὸ τέλος αὐτῆς φθάσῃ, οὐκέτι κατασκηνοῖ, ἀλλὰ κατοικεῖ. ταύτην ὁ ἅγιος ἐπιστάμενος τὴν μεγαλειότητα καὶ τὴν προκοπὴν ἔλεγεν·" μίαν ᾐτησάμην παρὰ κυρίου, ταύτην ἐκζητήσω· τοῦ κατοικεῖν με ἐν οἴκῳ κυρίου"– οὐ παροικεῖν–" πάσας τὰς ἡμέρας τῆς ζωῆς μου". ἔχει δὲ καὶ ὁ εἰσαγόμενος ζωὴν καὶ ὁ προκόπτων καὶ ὁ τελειούμενος. διὸ πλῆθος οἶδεν ζωῶν ὁ λέγων·" κρεῖττον τὸ ἔλεός σου ὑπὲρ ζωάς"· ἐν ὁποίᾳ γὰρ ἐὰν γένωμαι ζωῇ, ἐλέῳ σου κατέχομαι καὶ βοηθοῦμαι. 2– 3 ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέν με, τὴν ψυχήν μου ἐπέστρεψεν. ὡδήγησέν με ἐπὶ τρίβους δικαιοσύνης. πόμα ἐστὶν κατάλληλον τὸ ὕδωρ τοῖς προβάτοις. οἱ νομὴν προσφερόμενοι καὶ τρεφόμενοι ὕδατι ποτίζονται οὐκ οἴνῳ ἔνθα γὰρ ἄρτος, ἐκεῖ καὶ ὁ οἶνος ὀνομάζεται·" ἄρτος στηρίζει καρδίαν ἀνθρώπου"– τελεία δὲ τροφὴ διὰ τοῦ ἄρτου δηλοῦται–," καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου". ἔνθα οὖν χλοή, ἐκεῖ καὶ τὸ ὕδωρ, καὶ ὅπου ἄρτος, εὑρίσκεται καὶ οἶνος. ἡ δὲ εὐωχία ἡ τελεία ἐξ ἄρτου καὶ οἴνου συνπληροῦται· ἡ γὰρ προβατώδης κατάστασις ἐκ χλοῆς καὶ ὕδατος βοηθεῖται. δύναται τὸ" ὕδωρ τῆς ἀναπαύσεως" εἰρῆσθαι διὰ τὸ μὴ κάμνειν τὸν ἀρυόμενον αὐτό·" ὁ πίνων" γὰρ" ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω", ἕξει" πηγὴν ἁλλομένην εἰς ζωὴν αἰώνιον". οὐ κάτω ὂν τὸ ὕδωρ ἀνιμᾶται, ἀλλ' αὐτὸ ἁλλόμενον ἔρχεται πρὸς τὸν πίνοντα. ὅθεν" ὕδωρ ἀναπαύσεώς" ἐστιν. τοῦτο τὸ ὕδωρ πρὸς τῷ τρέφειν καὶ καθαίρει. καὶ ἐπεὶ ἡ ψυχὴ καθαιρομένη ἀποβάλλει τὴν ἁμαρτίαν– αὕτη γὰρ" ταλάντῳ μολίβδου" παρεβάλλετο–, ἀνάπαυσιν παρέχει τὸ ὕδωρ. ἀμφότερα ἐκβάλλει καὶ τὸ δίψος καὶ τὸν ῥύπον. εἶτ', ἐπεὶ περὶ ποιμάνσεως καὶ χλοῆς καὶ ὕδατος μνημονεύει, εὐθέως μετάγει εἰς τὸν ἔσω ἄνθρωπον τὸν λόγον 59 καὶ λέγει·" τὴν ψυχήν μου ἐπέστρεψεν". τῇ ἐπιστροφῇ ἡ μεταβολὴ δηλοῦται. οὐκέτι πρόβατον μένω, οὐκέτι ὑπὸ ποι μένα εἰμί, οὐχ ὕδατος ὄρεξιν ἔχω." τὴν ψυχήν μου ἐπέστρεψεν". τί δὲ ὑπῆρκται ἐπιστραφείσῃ τῇ ψυχῇ μου;" ὡδήγησεν" αὐτὴν ὁ θεὸς" ἐπὶ τρίβους δικαιοσύνης". αἱ τρίβοι τῆς δικαιοσύνης αἱ κατ' εἶδός εἰσιν ἀρεταὶ ἢ αἱ πράξεις τῶν ἀρετῶν. πολλαχοῦ τῶν θείων παιδευμάτων τὸ τῆς δικαιοσύνης ὄνομα τὴν καθόλου ἀρετὴν σημαίνει· ἔστιν μὲν γὰρ καὶ εἰδ̣ ικὴ ἀρετὴ οὕτω καλουμένη δικαιοσύνη. ἐὰν λέγωμεν ὅτι τέσσαρές εἰσιν αἱ γενικαὶ ἀρεταὶ, ἀνδρεία, δικαιοσύνη, σωφροσύνη, φρόνησις, ἡ μία τῶν ἀρετῶν σημαίνεται διὰ τοῦ" δικαιοσύνη". καὶ ὅταν λέγῃ ὅτι·" καὶ ὑμεῖς, οἱ δεσπόται, τὴν ἰσότητα καὶ τὸ δίκαιον", ὧδε τὸ κατ' ἀξίαν δίκαιον σημαίνεται. καὶ ὅταν λέγῃ ὅτι·" στάθμια δίκαια καὶ ζυγὸν δίκαιον", ποιητικὸν δικαιοσύνης μνημονεύει. καὶ παρονομάζει ἀπ' αὐτῆς τὸ δίκαιον τὸ κατ' ἀξίαν ἀπονεμητικὸν καὶ τὸ ὡς λέγο̣ υ̣ σ̣ ιν ἐπανορθωτικόν· διττῶς γὰρ ἡ δικαιοσύνη λέγεται ἤτοι ἐπανορθωτικὴ ἢ τοῦ κατ' ἀξίαν ἀπονεμητική. τοῦτο οὖν ἐπανορθωτικὸν λέγεται δίκαιον καὶ ἵνα ἀπὸ τῶν γραφῶν αὐτὸ παραστήσω· προστάττει ὁ νόμος·" ὀδόντα ἀντὶ ὀδόντος καὶ ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ". ὁ βίᾳ ἐπελθών τινι καὶ ἐκκόψας αὐτοῦ τὸν ὀφθαλμὸν ἥδεται ἀμυνόμενος ἐχθρόν. ὁ ἀφαιρεθεὶς τὸν ὀφθαλμὸν λυπεῖται ἢ τὸν ὀδόντα. δίδωσιν ὁ θεὸς νόμος τὸ αὐτὸ παθεῖν τὸν κακῶς προσδια τεθεικότα. καὶ ἀπὸ τῆς ἡδονῆς αὐτοῦ ἀφαίρεσις γίνεται καὶ προστίθεται τῷ ὀδυνωμένῳ διὰ τὸ παθεῖν τὰ ἐπίπονα, καὶ γίνεται ἰσότης. τοῦτο οὖν ἐπανορθωτικὸν λέγεται δίκαιον. τὸ διανεμητικὸν οὐκ ἐν τῇ ἰσότητι τῆς φύσεως τοῦ πρ̣ άγματος φαίνεται, ἀλλ' ἐν τῇ ἀναλογίᾳ τῆς διανομῆς. τρίβοι οὖν δικαιοσύνης εἰσὶν αἱ κατημαξευμέναι ὁδοὶ αὐτῆς, αἱ πεπατημέναι ὑπὸ πολλῶν. δύνανται δὲ καὶ τρίβοι δικαιοσύνης εἶναι αἱ πρακτικαὶ τῆς δικαιοσύνης ἐνέργειαι· τότε γὰρ μάλιστα πατεῖται καὶ τρίβεται ἡ δικαιοσύνη, ὅταν πράττηται. ὅτι δὲ ἡ πρακτικὴ ἀρετὴ σημαίνεται τούτῳ τῷ ὀνόματι τῆς δικαιοσύνη̣ ς, πιστοῦται ἐκ τούτου·" πορευόμενος ἄμωμος καὶ ἐργαζόμενος δικαιοσύνην, λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ, ὃς οὐκ ἐδόλωσεν ἐν γλώςσῃ αὐτοῦ καὶ οὐκ ἐποίησεν τῷ πλησίον αὐτοῦ κακόν". καὶ μεθ' ὁλίγα·" ὁ ποιῶν ταῦτα οὐ μὴ σαλευθῇ εἰς τὸν αἰῶνα". θεωρεῖς ὅτι τὰ εἴδη τῆς ἀρετῆς πάντα συναγαγὼν εἰς ταὐτὸν γενικῶς εἶπεν αὐτὴν δικαιοσύνην." ὡδήγησέν με" οὖν" ἐπὶ τρίβους δικαιοσύνης". καὶ οἱ πρὸ τοῦ νόμου τοῦ γραπτοῦ ταύτην ὥδευσαν τὴν δικαιοσύνην. περὶ οὖν τοῦ Ἀβραὰμ εἴρηται ὅτι" ἐφύλαξεν πάντα τὰ δικαιώματα καὶ προστάγματα" τοῦ κυρίου. καίτοι οὔπω ἦν δοθέντα, ἀλλ' ἐφύλαξεν αὐτά, κατ' αὐτὰ ἔζη. καὶ ὁ Ἅβελ οὖν ἐπὶ δικαιοσύνῃ μαρτυρεῖται. 60 ἡ ἐπιστροφὴ οὖν τῆς ψυχῆς ἡ ὅδευσίς ἐστιν ἡ ἐπὶ τὰς τρίβους τῆς δικαιοσύνης ἀπάγουσα, ἵνα μηκέτι ᾖν πρόβατον. 3 ὡδήγησέν με ἐπὶ τρίβους δικαιοσύνης ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ. οὐ τοσοῦτον διὰ τὴν ἐμὴν ἀξίαν, ὅσον διὰ τὴν ἑαυτοῦ προσηγορίαν τοῦτό μ̣ οι παρ̣ έσ̣ χ̣ εν· κἂν γάρ τις τρέχῃ ἐπὶ τὰ καλά, κἂν πόθον αὐτῶν ἔχῃ, ἐὰν μὴ ἐλεήσῃ θεός, οὐκ ἀνύεται τὰ σπουδαζόμενα. αὐτίκα γοῦν καὶ ἐν τῷ ἑκατὸν ὀκτωκαίδεκα ψαλμῷ λέγεται·" ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου". σοῦ πλατύναντος τὴν καρδίαν μου καὶ εὖρος τῇ νοήσει μου δεδωκότος ἔδραμον τὴν ὁδὸν τῶν ἐντολῶν σου. ἀεὶ οὖν διὰ τὸν θεὸν τὰ σπουδαζόμενα ἀνύεται. ἔκτισεν γὰρ τὰ λογικά, ἵνα μετέχωσιν αὐτοῦ τῆς ὀνομασίας. ὀνομασίας δέ φημι οὐκ ἐκ συλλαβῶν συνκειμένας, ἀλλ' ἐκ ποιότητος δεικνυούσης τὸ ὀνομαζόμενον· ἀποδέδοται γὰρ ὅρος ὀνόματος καὶ οὕτως·" ὄνομά ἐστιν κεφαλαιώδης προσηγορία παραστατικὴ τῆς ἰδίας ποιότητος τοῦ ὀνομαζομένου". καὶ ἔχει γε τοῦτο μάλιστα ἡ παρωνυμία. ἀπὸ σοφίας λέγεταί τις σοφός, καὶ οὐ ψιλὴν προσηγορίαν ἔχει, οὐ τὴν ἐκ συλλαβῶν συνκειμένην, ἀλλὰ τὴν δηλοῦσαν τὴν ποιότητα, ἣν παρέσχεν τῇ ψυχῇ ἡ σοφία. κεφαλαιώδης οὖν προσηγορία ἐστὶν τὸ κυρίως ὄνομα τὸ παραστατικὸν τῆς ποιότητος τοῦ ὀνομαζομένου. κἂν οὖν" ἄνθρωπον" εἴπῃς, παραστατικόν ἐστιν τῆς ποιότητος τοῦ ἀνθρώπου– ποιότητα δὲ ἐνταῦθα τὴν ἰδιότητα λέγω–· εἶπες γὰρ τὴν ἰδίαν ποιότητα τοῦ ὀνομαζομένου. ἰδία δὲ ποιότης ἐστὶν τοῦ ἀνθρώπου ἡ ἀνθρωπότης· ἐὰν γὰρ ἄλλην εἴπῃς ποιότητα, μετέχουσιν αὐτῆς καὶ ἄλλοι· οὔκ ἐστιν ἰδία. λεγέσθω τις μαθητὴς ἰατροῦ, μηδὲν δὲ τῆς ἰατρικῆς εἰδέτω· οὐκ ἔχει τὴν ποιότητα τῆς ἰατρικῆς, καὶ ψόγος ἐστὶν τῷ παιδεύσαντι αὐτὸν τὰ ἰατρικά, ὅταν μηδὲν αὐτῶν εἰδῇ μηδὲ πράττῃ. 4 ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ' ἐμοῦ εἶ. ἐπεὶ" ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ"" ἐπέστρεψεν τὴν ψυχήν μου", μετ' ἐμοῦ ἐστιν. μετ' ἐμοῦ δὲ ὄντος αὐτοῦ, ἀπαλέξουντος πᾶν κακὸν οὐκ ἐνγίζει μοι οὐδὲ σκιὰ θανάτου. κακὰ δὲ διχῶς ἐν γραφῇ λέγεται, τάχα δὲ καὶ ἐν τῇ συνηθείᾳ. τὰ ἐναντία τῆς ἀρετῆς εἴδη τῆς κακίας λέγεται κακά· ὡς ἐὰν λέγῃ·" ἐν γέλωτι ἄφρων πράσσει κακά", καί·" ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν". λέγουσιν δὲ καὶ τὰ ἀηδῆ κακά, ἐπεὶ τὰ ἡδέα οἱ ἄνθρωποι λέγουσιν εἶναι ἀγαθά. καί εἰσίν γε ἀνθρώπων ἀγαθὰ οὐκ ἀληθῶς ἀγαθά. διὰ τοῦτο καὶ πρὸς τὸν πλούσιον ὁ Ἀ βραὰμ εἶπεν·" ἀπέλαβες τὰ ἀγαθὰ σοῦ". ὡς, εἰ περὶ τῶν 61 ἀρετῶν ἔλεγεν, οὐκ ἂν εἶπεν·" τὰ ἀγαθὰ σοῦ"." κύριος ἀγαθὰ δώσει τοῖς αἰτοῦσιν αὐτόν". μὴ εἶπεν·" τὰ ἀγαθὰ αὐτῶν". ὅταν γοῦν λέγῃ ὁ Ἰώβ·" εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα παρὰ κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν"; κακὰ λέγει τὴν ἕλκωσιν, τὸν οἴκτιςτον θάνατον τῶν τέκνων καὶ τὰ ἄλλα. φαίνεται δὲ μάλιστα τὸ ἐκ τοῦ Ἰσαίου οὕτω λέγοντος τοῦ προφήτου περὶ τοῦ θεοῦ·" καὶ αὐτὸς σοφὸς ἦγεν ἐπ' αὐτοὺς κακά". οὐδὲ ἀνθρώπου σοφοῦ ἐστιν ἐπάγειν τὰ εἴδη τῆς κακίας κακὰ ὄντα, οὔ τί γε λοιπὸν θεοῦ. καὶ αὐτοὶ γοῦν οἱ κακοὶ ὅτε ὑποκρίνονται ὑποκρίνονται ἀρετήν, οὐ λέγουσιν ὅτι·" ἐπιφέρομέν τινι κακόν". λέγεται δὲ περὶ τοῦ θεοῦ ὅτι ὡς σοφὸς ἐπάγει κακά. τὰ κακωτικὰ λέγει. καὶ θεώρει τὸ τέλος τῆς ἐπαγωγῆς τῶν κακῶν·" καὶ ὁ λόγος αὐτοῦ οὐ μὴ ἀθετηθῇ". ἐπὶ τῷ μὴ ἀθετηθῆναι αὐτοῦ τὸν λόγον ἐπάγεται τὰ ἐπίπονα· ἐπεὶ γὰρ προστακτικῷ λόγῳ ἤκουσαν ἃ δεῖ ποιεῖν καὶ ὧν δεῖ ἀπέχεσθαι, κατεφρόνησαν δὲ τούτου τοῦ λόγου καί, τὸ ὅσον ἧκεν εἰς τὴν αὐτῶν μοχθηρίαν, ἠθετήθη, ἐπάγει κακά, ἵνα μὴ ἀθετηθῇ ὁ λόγος αὐτοῦ. καὶ ἡ χειρουργία δὲ ἡ ἰατρικὴ καὶ ἡ καῦσις ὑγίειαν φέρουσα τῷ πάσχοντι ταῦτα, οὔκ εἰσιν κακά. σκιὰν δὲ ἐνταῦθα λέγει οὐκ ἐκείνην, ἣν λέγομεν ἔχειν τὸν νόμον–" σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγα θῶν"–, ἀλλὰ ὧδε σκιὰν̣ λέγει τὴν προυφισταμένην τοῦ θανάτου. προυφίσταται δὲ τοῦ θανάτου ἡ ἁμαρτία. θάνατον δὲ λέγω νῦν οὐ τὸν κοινόν. ἴδε· οἱ ζωγράφοι πρὸ τῶν εἰκόνων καὶ τῶν μορφῶν σκιογραφοῦσιν. καὶ ἀρχὴ εἰκόνος ἐστὶν ἐκείνη ἡ σκιά. καὶ ὁ θάνατος τοίνυν ἔχει σκιάν, τὴν ἁμαρτίαν. αὕτη δὲ προτυποῖ καὶ προδείκνυσιν τὸν θάνατον. ἐὰν γοῦν ἐν μέσῳ τῆς σκιᾶς γένωμαι τοῦ θανάτου, οὐ φοβοῦμαι αὐτόν. οἷον ὁ Ἰωσήφ, ὅσον ἐπὶ προτροπῇ τῇ κατασπάσαι αὐτὸν θελούσῃ εἰς ἀκολασίαν, γέγονεν ἐν μέσῳ τῆς σκιᾶς τοῦ θανάτου, καὶ οὐ πεφόβηται κακόν, οὐχ εἷλεν αὐτὸν ἐκείνη. ἐπερ· ἡ σκιὰ ἡ ἐν μέσῳ;– ἐπεὶ οὐ περὶ κοινοῦ θανάτου ὁ λόγος, οὐδὲ περὶ τῆς σκιᾶς αὐτοῦ οὕτω διανοεῖσθαι ἔδει· ὥσπερ γὰρ ἐκείνη ἣν λέγεις προτύπωσις αἰσθητή τις οὖσα καὶ ὄψει ὑποκειμένη, φέρει καὶ τὸ μετὰ τὴν σκιὰν αἰσθητὸν καὶ ὁρατόν, οὕτω καὶ ὧδε, ἐπεὶ κατὰ ψυχὴν ἡ σκιὰ γίνεται, καὶ ὁ θάνατος ψυχῆς ἅπτεται." ἡ ἁμαρτία"– σκιὰ ἦν–" ἀποτελεσθεῖσα" μήτηρ γίνεται θανάτου, τουτέστιν φέρει καὶ ποιεῖ θάνατον." ἐὰν" οὖν" πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου". 62 ἐπερ· γέγονεν ἐν θλιβηροῖς;– ναί, εἰ ἦν φοβηθείς, ἡμάρτανεν. ἐπερ· τὸ" ἐν μέσῳ" ἐν τῇ ἁμαρτίᾳ;– οὐ τοῦτο λέγω. οὐ τὸ θλιβῆναι λέγω τὴν σκιὰν τοῦ θανάτου, ἀλλὰ τὴν ἐκ τοῦ θλιβῆναι ἔνδοσιν καὶ δειλίαν. ἐπεὶ οἱ μάρτυρες γέγοναν ἐν μέσῳ σκιᾶς θανάτου, οὐκ ἐν τῷ θανάτῳ δέ. ἐθλίβησαν, ὃ ἐπηγγέλλετο δὲ ἡ θλῖψις ἡ ἐπαγομένη, οὐχ ὑφέστασαν. τοιουτότροπον ἐλέχθη νόημα καὶ τό·" μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν". μὴ γὰρ τοῦτο λέγουσιν·" μὴ ἐάσῃς ἡμᾶς θλιβῆναι". ἐὰν τοῦτο ᾖν, οὐδέποτε ἠλήθευσαν οἱ ἀπόστολοι λέγοντες·" ἐν παντὶ θλιβόμενοι". τὸ μὴ εἰσελθεῖν οὖν εἰς πειρασμὸν τοῦτο λέγομεν τὸ μὴ ἁλῶναι τῷ βουλήματι τοῦ πειράζοντος." οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ' ἐμοῦ εἶ". σὲ μετ' ἐμαυτοῦ ἔχων οὐδὲν φοβοῦμαι τῶν βλάπτειν δοκούντων. 4 ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὐταί με παρεκάλεσαν. θεωρεῖς ὅτι οὐκ ἄπειρος ἦν τῆς σκιᾶς τοῦ θανάτου. ἡ βακτηρία σου ἡ ἀντιστήριγμά μου γινομένη καὶ ἡ ῥάβδος σου ἡ παιδεύουσά με παρεκάλεσάν με, ἔξω με πεποίηκαν τοῦ θανάτου, εἰ καὶ ἐν τῇ σκιᾷ αὐτοῦ γέγονα, εἰ καὶ ἐν μέσῳ τῆς σκιᾶς αὐτοῦ ἐχώρησα. λαμβάνεται ἡ ῥάβδος καὶ ἡ βακτηρία θεοῦ καὶ ἐπὶ παιδεύσεως καὶ ἐπὶ ἀντιστηριγμοῦ·" ὃς προφέρει ἐκ χειλέων σοφίαν, ῥάβδῳ τύπτει ἄνδρα ἀκάρδιον". τὸν παιδευτικὸν καὶ ἐλεγκτικὸν λόγον ῥάβδον ὠνόμασεν. καὶ Κορινθίοις δὲ Παῦλος γράφει·" τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς"; καὶ ἐπὶ ἀντιστηριγμοῦ δὲ λαμβάνεται·" αἱ βακτηρίαι ἐν ταῖς χερσὶν ὑμῶν· καὶ ἔδεσθε αὐτὸ μετὰ σπουδῆς· πάσχα ἐστὶν κυρίου". 5 ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξ ἐναντίας τῶν θλιβόντων με. εἰς τὸ προοίμιον λοιπὸν συνάπτομεν τὰ παρόντα· αὐτῶν γὰρ ἕνεκα γεγένηται, ὅτε ἐλέγομεν ὅτι μετὰ τὴν πόσιν τοῦ γάλακτος" στερεὰ τροφὴ" δίδοται οὖσα σοφία θεοῦ ἐν τελείοις λαλουμένη. ἡ δὲ καὶ ἐνταῦθα μετὰ τὴν κτηνώδη ἀγωγήν, εἰ καὶ μετ' εὐσταθείας καὶ πραότητος ἦν γινομένη, ποιμανθεὶς ὑπὸ σοῦ ἀκαθυστέρητος ἔμεινα· διεδέξατο γὰρ τὴν χλοὴν τράπεζα. ὡς προβάτου κατάστασιν εἶχον, χρείαν εἶχον μαθημάτων χλοῇ ἐοικότων καὶ ὕδατος δύναμιν ἐχόντων. ὅτε δὲ προέκοψα ἐπιστραφείσης τῆς ψυχῆς μου ὑπὸ σοῦ ἐπὶ τὰς τῆς δικαιοσύνης τρίβους ὥστε ὑπὸ τῆς ῥάβδου καὶ τῆς βακτηρίας σου παρακληθῆναι, ἄνθρωπος γέγονα. διὰ τοῦτο οὐχ ἡτοίμασας ἔτι χλοήν, ἀλλὰ τράπεζαν, καὶ ἐνώπιόν μου ἐφανέρωσάς μοι αὐτῆς τὸ κάλλος τὸ τρό63 φιμον, τὸ ἐδώδιμον. ἡ σοφία σου εὐτρέπισέν μοι τὴν τράπεζαν ταύτην." σφάξασα τὰ ἑαυτῆς θύματα" ἐπέθηκεν αὐτῇ. καὶ" τὸν οἶνον τὸν ἑαυτῆς" ἐπέθηκεν" κεράσασα" ταύτῃ τῇ τραπέζῃ καὶ πάντας ἐπὶ τὸ φαγεῖν καὶ πιεῖν ἀπὸ ταύτης τῆς τραπέζης καλεῖ. καὶ λέγομεν τράπεζαν ἐνταῦθα τῆς σοφίας τὴν θείαν παίδευσιν. ἐπίκειται δὲ ταύτῃ θύματα· ὅταν γὰρ ἱερουργήσωμεν καὶ σφάξωμεν τὰ δόγματα τῆς εὐσεβείας, ἵν' ἕτοιμα πρὸς τροφὴν αὐτὰ ποιήσωμεν, τότε ἐπίκειται τὰ θύματα τῇ τραπέζῃ. καὶ οὐκ ἄλλος γε ἔθυσεν αὐτὰ ἢ αὐτὴ ἡ σοφία ἡ" ἑτοιμάσασα τὴν ἑαυτῆς τράπεζαν"· οὐ γὰρ ἁπλῶς εἶπεν·" ἡτοίμασεν τράπεζαν", ἀλλὰ" τὴν ἑαυτῆς". σοφίας δὲ τράπεζα οὐκ ἔχει ἐπικείμενα ἄλλα ἐδέσματα ἢ τὰ σοφὰ παιδεύματα. εἶτα καὶ" τὸν ἑαυτῆς οἶνον ἐκέρασεν". προσέλαβεν αὐτῷ ὕδωρ, ἵν' ἡμεῖς ἀκράτου μὴ δυνάμενοι δέξασθαι κεκερασμένον λάβωμεν οἶνον. ἔστιν τινὰ ἄρρητα ῥήματα, ἃ οὐ. ἔστω ταῦτα οἶνος. ὅταν τις δύνηται ταῦτα εἰς διδασκαλίαν ῥητὴν ἀγαγεῖν, ἐκέρασεν, αὐτοῖς αἰσθητὸν ὕ δωρ ἐπιμείξας· τὰ παραδείγματα τὰ τῆς γραφῆς, αἱ λέξεις αἱ ἐν παραβολαῖς ἀπαγγελλόμεναι. πάλιν ἐπεὶ θεὸς λόγος ἐστὶν ἡ σοφία, οὐκ ἠδυνάμεθα δὲ ἀκράτους λαβεῖν τοῦ λόγου, ἐκέρασεν αὐτὸν τῇ ἐνανθρωπήσει, καὶ ἐδεξάμεθα λοιπὸν κεκραμένον οἶνον ἔκ τε τοῦ λόγου τῆς ἐνανθρωπήσεως καὶ τῆς μεγαλειότητος τοῦ μονογενοῦς." γενάμενος δὲ ὁ λόγος σὰρξ καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ". ἰδοὺ τὸ κρᾶμα. οὐκ ἄλλου δέ τινος ἦν τοῦτο μεῖξαι ἢ τῆς σοφίας αὐτῆς. οἶδας ὅτι ὁ κεραννύων ἐνίοτε πρὸς τὴν ἕξιν τοῦ πίνοντος τὴν κρᾶσιν ποιεῖται. καὶ ἡ σοφία τοίνυν τὸν ἑαυτῆς οἶνον ἐκέρασεν καὶ οὐ πᾶσιν τὸ αὐτὸ κρᾶμα δίδωσιν, ἀλλ' ὃ χωρεῖ ἕκαστος. εἰσὶν οὖν νηπιώδεις, ἐν οἷς δοκεῖ τοῦτο τὸ κρᾶμα μᾶλλον ὑδαρέστερον εἶναι. πλεονάζει τὸ τῆς ἐνανθρωπήσεως. ὅταν δέ τις" θεάσηται τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός", ὁ οἶνος πλεονάζει. ταύτην οὖν τὴν τράπεζαν ἡτοίμασεν οὐκ εἰς νῶτον τοῦ ἐπικαλουμένου, οὐ μακρὰν αὐτοῦ, ἀλλ' ἐνώπιον αὐτοῦ καὶ ἐξ ἐναντίας τῶν θλιβόντων αὐτόν. τοῦτο τὸ αἴνιγμα ἐπὶ τὸ σαφέστερον ὁ ἀπόστολος μεταβαλὼν γράφει·" θύρα γάρ μοι ἀνέῳγεν μεγάλη καὶ ἐνεργής, καὶ ἀντικείμενοι πολλοί". ὅταν τις λόγον καὶ θύραν λόγου ἔχῃ ἰσχυρὸν καὶ ἐνεργῆ, ἀντικειμένους πολλοὺς ἔχει. καὶ αὐτὸς διάβολος ἀντίκειται κωλύειν θέλων τὴν ὠφέλειαν τὴν ἐκ τῆς ἐνεργείας τοῦ λόγου, καὶ ἄνθρωποι σοφισταὶ καὶ ἄλλοι κακοὶ ἄνθρωποι. οὐ τοσοῦτον γοῦν ἀντίκεινται ὡς ἐπιβουλεῦσαί ποτε τῷ εὐ εργετουμένῳ." ἐξ ἐναντίας τῶν θλιβόντων με" ἡτοιμάσατο τὴν τράπεζαν. ἔλεγόν ποτε εἰς ἐκεῖνο τὸ ῥητὸν περὶ τοῦ βρέφους Ἰησοῦ·" ὅτι πρὶν γνῶναι καλεῖν πατέρα ἢ μητέρα λήμψεται δύναμιν Δαμασκοῦ καὶ σκῦλα Σαμαρείας ἔναντι βασιλέως 64 Ἀσσυρίων". οὐ μέγα ἦν, εἰ τὰ σκῦλα τὰ ὑπὸ τὸν βασιλέα τοῦ βασιλέως ἀπόντος ἔλαβεν, ἀλλὰ ἀπέναντι αὐτοῦ, παρόντος αὐτοῦ ἀπέσπασεν ἃ εἶχεν ὑφ' ἑαυτόν. ἢ οὐκ ἀπέναντι τοῦ βασιλέως τῶν Ἀσσυρίων ἐσκύλευσεν τοὺς μάγους; ἐν τῷ μαγεύειν γὰρ ἦσαν. οὐ μετανοήσαντες πρότερον ἦλθον πρὸς τὸ παιδίον, ἀλλ' ἔτι ἐνεργούντων τῶν δαιμόνων. τοιοῦτόν τι γοῦν τεθεώρηται ἐκκλησιαστικῶς, ὅτι τὰ συνήθη ἐκεῖνοι ποιήσαντες ἐπὶ τῷ καλέσαι δαίμονας, μὴ σχόντες αὐτοὺς ὑπηκόους ἔγνωσαν ὅτι κατελύθη ἐκ τοῦ παιδίου τοῦ σημαινομένου διὰ τοῦ φανέντος ἀστέρος ἡ μαγεία. ἐλθὼν γοῦν εἰς ἐμὲ τοιοῦτό τι οἱ θλίβοντες οὗτοι παρῆσαν καὶ ἐπ' ὄψε̣ σιν αὐτῶν γέγονεν τὰ τῆς εὐεργεσίας. δύναται καὶ τὸ" ἐξ ἐναντίας" οὕτως· ἐναντίᾳ προαιρέσει παρῆσαν κωλῦσαι θέλοντες, τὸ ὅσον εἰς αὐτούς, ἢ βλάψαι αὐτὸν θέλοντες. 5 ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου. χριστόν με ἀπέδειξας· καθ' ὃ σημαινόμενον λέγεται·" μὴ ἅπτεσθε τῶν χριστῶν μου". καὶ οὗτος ὁ ἅγιος εἷς ἦν τῶν χριστῶν τῶν χρισθέντων" ἐλαίῳ ἀγαλλιάσεως παρὰ τοὺς μετόχους" Χριστοῦ. αὐτὸς ὁ ἄνθρωπος ἐχρίσθη παρὰ τοὺς μετόχους, παρὰ τοὺς ἄλλους χριστούς, περὶ ὧν εἴρηται·" ἔξελθε εἰς σωτηρίαν τοῦ λαοῦ σου τοῦ σῶσαι τοὺς χριστούς σου"." ἐλίπανας" οὖν" ἐν ἐλαίῳ τὴν κεφαλήν μου". πολλαχοῦ ἡ κεφαλὴ τὸν νοῦν σημαίνει· ὡς ἐὰν λέγηται·" τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ ἐν κεφαλῇ αὐτοῦ". ἀμέλει γοῦν καὶ ἡ συνήθεια λέγει τοὺς μωροτέρους ἐνκέφαλον μὴ ἔχειν, κεφαλὴν μὴ ἔχειν. ὁ ἄρχων συνστήματος κεφαλὴ λέγεται τοῦ συνστήματος. ἐπεὶ καὶ ὁ νοῦς τοίνυν ἄρχει καὶ ἡγεῖται πάσης τῆς συνστάσεως ἡμῶν, κεφαλὴ ὀνομάζεται. πολλαὶ δὲ γραφαὶ τοῦτο διδάσκουσιν, ἃς πολλάκις εἰρήκαμεν. οὐκ εἶπεν ἁπλῶς" ἐλιπάνθη", ἀλλ'" ἐν ἐλαίῳ"· ἔστιν γὰρ καὶ φαῦλον ἔλαιον, περὶ οὗ ὁ ἅγιος ἀπεύχεται λέγων·" ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου". 5 καὶ τὸ ποτήριόν σου μεθύσκον ὡς κράτιστον. ἐπεὶ οὐ πᾶς τις δύναται ὅλον τὸν κρατῆρα, ὃν ἐκέρασεν ἡ σοφία, ἐκπιεῖν, ἑκάστῳ νέμει ποτήριον, ὃ δύναται δεξάμενος εὐφρανθῆναι. ἔνια τῶν γραφῶν ἔχει·" καὶ τὸ ποτήριόν μου"· ὃ ἐπιδέδωκάς μοι. πλὴν ἑκατέρως λέγεται." μεθύσκον" οὖν ἐστιν" ὡς κράτιστον". κρατίστην μέθην ἐπιφέρει τῷ πίνοντι, νηφαλίαν μέθην. τὸ δὲ" μεθύσκον" ἀντὶ τοῦ" εὐφραῖνον". λέγομεν οὖν πολλάκις μέθυσον τὸν πολύοινον. καὶ αὐτὸ δὲ τὸ θιγεῖν καὶ γεύσασθαι μέθη λέγεται. καὶ ἐτυμολογοῦσιν τὴν μέθην οὕτως· κατὰ τὸ παλαιὸν οὐκ ἦν πληθὺς οἴνου, ὅτε εὐθέως εὑρέθη τὸ γένημα τῆς ἀμπέλου ποιοῦν οἶνον, καὶ ἐν ταῖς εὐωχίαις καὶ ταῖς δημοτελέσιν πανηγύρεσιν μετὰ τὸ θῦσαι ἔπινον. οὐκ ἔπινον ἄλλῳ καιρῷ. καὶ διὰ τοῦτο μέθη λέγεται. καὶ τὸ ἁπλῶς δὲ θιγεῖν σημαίνει ἡ μέθη πολλάκις·" μεθύσκονται ἀπὸ πιότητος τοῦ οἴκου σου", ἀντὶ τοῦ" εὐφραίνονται"· ἑτέρως γὰρ ἡ μέθη λέγεται μετὰ διαβολῆς·" οἱ μεθυςκόμενοι νυκτὸς μεθύουσιν". σὺν σκότῳ καὶ ἀγνοίᾳ 65 οὗτοι μεθύουσιν. οἱ δὲ μεθύοντες θεῖον πόμα λαβόντες, τουτέστιν εὐφρανθέντες, νηφαλίως μεθύουσιν." φάγετε, πίετε, μεθύσθητε, ἀδελφοί", ὁ νυμφίος ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων λέγει. τὸ" μεθύσθητε" οὐ τοῦτο λέγει, οὐ" κραταιώθητε" ἀπὸ οἴνου, ἀλλ'" εὐφράνθητε". 6 καὶ τὸ ἔλεός σου καταδιώξεταί με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. τὸ ἔλεός σου ὡς" ἐλίπανας τὴν κεφαλήν μου"· οὐ πρὸς ὀλίγον λιπαίνει μου τὴν κεφαλήν, ἀλλὰ ἀεί· ἐπεὶ πάρ εστίν μοι καὶ οὕτως αἰώνιος χριστὸς ἕκαστος τῶν χρισθέντων γίνεται." πάσας" οὖν" τὰς ἡμέρας τῆς ζωῆς μου" διώκει με· οὐκ ἐᾷ με πόρρω αὐτοῦ γενέσθαι· παράμονον γάρ ἐστιν, ἐπεὶ πάρεστίν μοι, καὶ οὕτως αἰώνιος χριστὸς ἕκαςτος τῶν χρισθέντων γίνεται. οὐκέτι λοιπὸν κατασκηνοῖ καὶ οὐκ ἐπὶ μίαν ἢ δευτέραν, ἀλλ' ἐπὶ" πάσας τὰς ἡμέρας τῆς ζωῆς μου"." ἡμέρας" δὲ" πάσας τῆς ζωῆς" τοὺς φωτισμοὺς τῆς ψυχῆς ἐκλάμβανε ἀπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης γενομένους. 1 ψαλμὸς τῷ Δαυίδ· τῆς μιᾶς σαββάτων. κατάλληλον ἔχει τὴν προγραφήν· εἰς τὴν ἡμέραν γὰρ τὴν μίαν τῶν σαββάτων." μίαν σαββάτου"· ἡ ὀγδοὰς ἡ ἑπομένη. αὕτη καὶ πρώτη σαββάτου ἐστίν. εἶτ', ἐπεὶ ἀρχή ἐστιν δῆθεν κύκλου ἑβδομάδος, καλεῖται καὶ ὀγδοάς· μέχρι γὰρ ἑβδομάδος περιγράφεται ἡ ἑβδομάς, μέχρι ἑβδόμης προσθήκης ἤτοι ἡμέρας ἢ μονάδος. ἡ δευτέρα ἄρχεται πάλιν ἀπὸ μονάδος. αὕτη ὁτὲ μὲν λέγεται πρώτη σαββάτου, τουτέστιν μετὰ τὸ σάββατον, ὁτὲ δὲ ὀγδοάς, ἵνα συναχθῶσιν αἱ δύο ἑβδομάδες. διδόντος τοῦ ἁγίου μέρος τοῖς ἑπτὰ καὶ τοῖς ὀκτὼ ὁ Ἰουδαῖος μόνον τὸ σάββατον ἔχει. οὐδὲ πρώτην σαββάτου ἔχουσιν οὐδὲ ὀγδοάδα, ὅλως οὐ θεωρήσαντες τὴν προτέραν ἑβδομάδα. μόνος οὖν ὁ ἐκκλησιαστικὴν γνώμην ἔχων, ὁ κατὰ ἄλλην παραβολὴν τοῦ εὐαγγελίου" προφέρων ἐκ τοῦ θησαυροῦ νέα καὶ παλαιά", ἐκεῖνος ἔχει τὴν νέαν τοῦ σαββάτου. ὑπερβὰς τὴν πρώτην ἑβδομάδα ἤρξατο τῆς δε̣ υ̣ τέρας τῆς κατὰ τὸ εὐαγγέλιον. καὶ αὕτη ὀγδοὰς λέγεται ὡς πρὸς τὴν πρώτην ἑβδομάδα καὶ πρω´̣ τη σαββάτων. οἱ πρῶτοι στίχοι τοῦ ψαλμοῦ καὶ κατὰ λέξιν κα̣ ι`̣ νοητὸν δύνανται ἐκλαμβάνεσθαι. πλήρωμα δὲ τῆς γῆς τὸν κόσμον αὐτῆς ἐκλημπτέον· ὅ γε̣ εἶπεν Μωυσῆς· γενομένων γὰρ ἐπ' αὐτῆς φυτῶν καὶ ζῴων εἴρηται ὅτι·" συνετελέσθη ὁ κόσμος τοῦ οὐρανοῦ καὶ τῆς γῆς. καὶ συνετέλεσεν ὁ θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ". καὶ ἐπὶ ῥητοῦ λαμβάνομεν, ὅτι οἱ καρποὶ καὶ τὰ ζῷα πλήρωμά ἐστιν γῆς. καὶ ὁ ἀπόστολος παιδεύει λέγων· συμβουλεύων γὰρ τοῖς ἀπὸ ἐθνῶν πιστεύσασιν καὶ τοῖς Ἰουδαίοις μὴ δεισιδαιμονεῖν περὶ τὰς τροφὰς λέγει·" πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε μηδὲν ἀποκρίνοντες· 66 τοῦ γὰρ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς". κρέα δὲ μάλιστα ἐν τοῖς μακέλλοις πιπράσκεται, ἀλλὰ καὶ τὰ ἄλλα ὤνια τὰ πρὸς τροφὴν συντελοῦντα. 1 τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. καὶ πρότερον εἶπον, ὅτι διῃρέθη ἡ γῆ ὡς τὸ μὲν αὐτῆς γεωργήσιμον εἶναι, τὸ δὲ πρὸς οἴκησιν ἐπιτηδείως ἔχον. τὸ πρὸς οἴκησιν οὖν ἔχον τὴν ἑτοιμασίαν οἰκουμένη καλεῖται, τὸ δὲ πρὸς γεωργίαν καὶ τὰ ἄλλα γῆ. ἀμφοτέρων οὖν ποιητής ἐστιν ὁ θεός· πῶς γὰρ αὐτοῦ ἦν ταῦτα, εἰ μὴ αὐτὸς αὐτὰ πεποιήκει;" τοῦ κυρίου" οὖν" ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς". κατὰ κοινοῦ λάμβανε τό· 2 αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν καὶ ἐπὶ ποταμῶν ἑτοίμασεν αὐτήν. ἤτοι τὴν γῆν ἢ τὴν οἰκουμένην. ἡ οἰκουμένη δὲ καὶ γῆ ἐστιν. ἴσον ἐστὶν τὸ λεγόμενον ἐνταῦθα τῷ εἰρημένῳ οὕτω·" τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τὸ ὕδωρ", καὶ ὑπὸ τοῦ Ἰώβ·" κρεμάζων γῆν ἐπ' οὐδενός"· εἰ γὰρ ἐν θαλάσσῃ τεθεμελίωται, οὐκ ἔχει θεμέλιον σκληρὸν καὶ ἀντίτυπον, ἀλλ' ἐν τοῖς ὕδασι ἔχει τὸ κρεμάσθαι. καὶ πᾶν μὲν ὕδωρ ἀντερίζον ἔδαφος ἔχει. ἐπειδὴ δὲ ἡ θάλασσα ἔχει ὑποκείμενον ἔδαφος, πάντως κἀκεῖνο δεῖ ἔχειν τι ὑποκείμενον. οὐκ εὑρίσκεται δὲ ἄλλο ἢ τὸ ὑγρόν. διὰ τοῦτο λέγει ἐπὶ θαλασσῶν τεθεμελιῶσθαι τὴν γῆν. αὐτὴ πρὸς ἑαυτὴν συνστρεφομένη κρατεῖ ἑαυτήν. οὐκ ἔδαφος ἀντερίζον σκληρὸν ἐᾷ αὐτὴν οὕτω τετάχθαι, ἀλλὰ αὐτὴ περὶ ἑαυτὴν στρέφεται. ἀμέλει γοῦν καὶ Ἑλλήνων οἱ λόγοι λέγουσιν, ὅτι εὐθεῖαι πεμπόμεναι ἀπὸ τοῦ κύκλου– εὐθεῖαι δὲ οὐκ αἰσθηταί, ἀλλὰ λόγῳ θεωρεῖται– διακρατοῦσιν αὐτὴν ἐν τῷ μεσαιτάτῳ. καὶ τοῦτό ἐστιν τὸ ἐπὶ μηδενὸς αὐτὴν κρεμάσθαι. ἐστὶν δὲ τοῦτο τὸ βούλημα τοῦ θεοῦ·" ἐθεμελίωσας" γὰρ" τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κινηθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος"· πῶς γὰρ οἷόν τε κλιθῆναι τὴν οὕτω ψήφῳ θεοῦ τὴν ἕδραν εἰληφυῖαν; ἐπεὶ τοίνυν ἐπὶ θαλάσσης ἡ γῆ τεθεμελίωται, μέρος δὲ τῆς γῆς ἡ οἰκουμένη ἐστίν, καὶ αὐτὴ εἰκότως ἐν ταύτῃ τὴν ἕδραν ἔχει τῇ ὑγρᾷ οὐσίᾳ. καὶ λέγει ἐπὶ ποταμῶν αὐτὴν ἡτοιμάσθαι· οὐκ ἐπὶ ποταμῶν τεθεμελιῶσθαι, ἀλλ' ἡτοιμάσθαι· οὐ γὰρ οἷόν τε εἰπεῖν, ὅτι καὶ ἐν τῇ θαλάσσῃ τὸν θεμέλιον ἔχει καὶ ἐν τοῖς ποταμοῖς, ἀλλὰ αὐτὴ μὲν τεθεμελίωται ἐπὶ τῆς θαλάττης ἡτοιμασμένη τοῖς ποταμοῖς, ἵν' ἐν αὐτῇ ὥσπερ πηγαί τινες καὶ πίδακες ῥέοντες ὠφελήσουσιν αὐτήν. τὰ τοιαῦτα σώματα ἐὰν μὴ ἔχῃ παρεσπαρμένον ὕδωρ ᾧ δύναται διακρατεῖσθαι, ψήγματα γίνεται. καὶ ταῦτα μὲν πρὸς τὸ ῥητόν. ἐπειδὴ δὲ τὰ ἑξῆς οὐκέτι ἱστορικῶς δύναται ληφθῆναι·" τίς" γὰρ" ἀναβήσεται εἰς τὸ ὄρος τοῦ κυρίου καὶ τίς στή67 σεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ"; δέον εἰπεῖν τὴν ὁδὸν τῆς ἀνόδου καὶ τὴν ἕδραν τῆς στάσεως, οὐδὲν τοιοῦτο εἶπεν, ἀλλὰ ἡ ἀπόκρισις γίνεται πρὸς τὸν ἐρωτήσαντα·" τίς ὁ ἀναβαίνων καὶ τίς ὁ ἑστηκώς"; οὕτως·" ἀθῷός" ἐστιν" χερσὶν καὶ καθαρὸς τῇ καρδίᾳ". τὸ ἀθῷον εἶναι ταῖς χερσὶν τὸ καθαρὸν εἶναι ταῖς πράξεσιν σημαίνει. εἶτα λέγει χαρακτῆρα θεῖον·" ἀθῶος χερσὶν καὶ καθαρὸς τῇ καρδίᾳ, ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ". διττῶς δὲ τοῦτο νοεῖται." ἐπὶ ματαίῳ" λαμβάνει τὴν ψυχὴν ἑαυτοῦ ὁ μάταια διανοούμενος καὶ αἱρούμενος καὶ πράττων· πολλαχοῦ γὰρ ταῦτα τὰ μὴ σπουδαῖα, τὰ αἰσθητά, τὰ πρόσκαιρα τῷ ὀνόματι τῶν ματαίων σημαίνεται· ὡς ἐὰν λέγῃ·" καὶ γνώσῃ ὅπου ἦσθα, ὅτε ἐπεποίθεις ἐπὶ τοῖς ματαίοις", ἐπὶ τοῖς προσκαίροις. δύναται καὶ αὐτὰ τὰ ἁμαρτήματα." ἐπὶ ματαίῳ" αὐτὴν ἔλαβεν ὁ ἐγειρόμενος τὸ πρωὶ καὶ πίνων τὸν οἶνον καὶ μένων τὸ ὀψὲ ὥστε ὑπὸ τοῦ οἴνου συνκαίεσθαι·" οὐαὶ" γὰρ" οἱ ἐγειρόμενοι τὸ πρωὶ καὶ τὸ σίκερα διώκοντες καὶ μένοντες τὸ ὀψέ· ὁ δὲ οἶνος αὐτοὺς συνκαύσει". ἄλλως πάλιν σπουδὴν ἔχουσιν ἐξ ἕω ἀνίστασθαι καὶ σπεύδειν ἐπὶ δικαστήρια, οἷς παρέπεται τὸ ἀδικεῖν. οὗτος" ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ ἔλαβεν". συνᾴδει καὶ τὸ ἐν Ἰσαίᾳ λεγόμενον πρός τινας·" ματαία ἡ ἰσχὺς τοῦ πνεύματος ὑμῶν". ὧδε πνεῦμα ἡ γνώμη. παραπλησίως τοῦτο καὶ τῷ εἰρημένῳ περὶ τῆς παρθένου, ὅτι ὥσπερ σώματι, οὕτω καὶ πνεύματι ἁγία ἐστίν, γνώμῃ καὶ νῷ." ματαία" οὖν" ἡ ἰσχὺς τοῦ πνεύματος ὑμῶν". ἐάν τις οὖν τὸν νοῦν αὐτοῦ καὶ τὴν γνώμην ὀδυνᾶται ταῖς" βιωτικαῖς φροντίσεσιν" εἰς τὰ μάταια, ματαίαν τὴν ἰσχὺν ἔχει. τὴν τοῦ νοεῖν δύναμιν εἰς τὰ μάταια ἀναλίσκουσιν. ἔστιν γοῦν ἰδεῖν τοὺς τοιούτους καὶ κακουργοτέρους. πάνυ ὅλην τὴν ἰσχὺν τοῦ νοῦ εἰς ταῦτα ἀναλίσκουσιν. δευτέρα ἀπόδοσις εἰς τό·" ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ"· κατεσκεύασεν ὁ θεὸς τὸν ἄνθρωπον λογικόν, οὐχ ἵνα μόνον ἔχῃ λογισμὸν καὶ μηδὲν κατ' αὐτὸν πράττῃ· διὰ τοῦτο γὰρ τὸν λογικὸν πεποίηκεν, ἵνα δέχηται ἀρετὴν καὶ ἐνεργῇ αὐτήν." ἐπὶ ματαίῳ τὴν ψυχὴν ἑαυτοῦ ἔλαβεν" οὐ θεοῦ οὕτως αὐτὴν δεδωκότος, ἀλλὰ αὐτοῦ οὕτως αὐτὴν εἰληφότος. ὡς εἴ τις λέγοι οἷον· πεποίηκεν ἐκ ψυχῆς καὶ σώμα τος τὸν ἄνθρωπον, καί εἰσίν τινα τῆς ψυχῆς κινήματα, εἰσὶν δὲ καὶ τοῦ σώματος. ἔχομεν ἐνέργειαν μελῶν τὸ βαδίζ̣ ειν̣, τὸ διὰ χειρῶν τι ποιεῖν, τὸ ὁρᾶν. ἐάν τις οὖν, φέρε, πόδας ἔχων μηδέποτε βαδίζῃ, τρόπον τινὰ" ἐπὶ ματαίῳ" τοὺς πόδας ἔχει. καὶ πρὸς ἀναγωγὴν δέ· τὰ ἑξῆς τῶν προτέρων στίχων βιάζεται καὶ αὐτοὺς ἀναγαγεῖν." τοῦ κυρίου" ἐστὶν" ἡ γῆ" ἐκείνη" ἡ καρδία ἡ καλὴ καὶ ἀγαθὴ" ἡ δεξαμένη ὃν ἔβαλεν Ἰησοῦς σπόρον καὶ ἑκατονταπλασίω ἐκαρποφόρησεν ἢ εἰς ἑκατὸν καὶ ἑξήκοντα καὶ τριάκοντα. πολλάκις εἶπον, ὅτι τὰ νοητὰ δύναται κατὰ πλείονας ἐπινοίας τὰ αὐτὰ λαμβάνεσθαι, ὅτε ἔλεγον τὴν ψυχὴν λέγε68 σθαι καὶ πρόβατον καὶ φυτόν. ἐνταῦθα οὖν ἡ αὐτὴ γῆ καὶ γῆ ἐστιν καὶ οἰκουμένη. ὅταν οὖν καρποφορῇ τὰς πρακτικὰς ἀρετάς, γῆ ἐστιν πλήρωμα ἔχουσα. ὅταν δὲ τὰ θεῖα χαρίσματα ἔχῃ τοῦ πνεύματος, οἰκουμένη ἐστὶν ἔχουσα τοὺς κατοικοῦντας. οὔκ ἐστιν ἔρημος· οὐ γὰρ εἴρηκεν·" δεῦτε καὶ ἐνκαταλείψωμεν αὐτήν", ὡς τῇ διαβαλλομένῃ οἰκουμένῃ εἴρηται. αὕτη δέ ἐστιν ἡ τῶν Ἰουδαίων συναγωγή. τοῦτο δὲ παρατείνει καὶ εἰς πᾶσαν ψυχὴν ἔχουσαν μὲν πρότερον τὸ οἰκεῖσθαι, παρ' ἰδίαν δὲ αἰτίαν ἐνκαταλειπομένην. συνάπτεται οὖν τούτοις τό·" αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτήν". θάλασσα καὶ θάλασσαι ὁ περὶ γῆν τόπος ὀνομά ζεται καὶ ἡ κατάστασις τῶν ἐνταῦθα διαγόντων. ἐν τρικυμίαις καὶ ἐν ἁλμυρότητι ἐχούσης τὸ εἶναι, τὴν οἴκησιν λέγω, ἐπὶ τούτων τῶν θαλασσῶν ἐθεμελίωσεν. αὕτη δὲ ἡ θάλασσα λαμβάνει τὴν Ἰησοῦ σαγήνην, ἵνα ἐξ αὐτῆς ἀγρευθῶσιν καλὰ ζῷα, οἱ σπουδαῖοι. ἐὰν δὲ οἱ τῆς ἀρετῆς φίλοι οὗτοι οἱ θηρευόμενοι, ἄλλως λέγονται θηρεύεσθαι ἐκ τῆς θαλάσσης, ἵν' ἐκτὸς αὐτῆς γένωνται, καὶ ἄλλως ἐπὶ τῆς θαλάττης τεθεμελιῶσθαι· ὧδε γὰρ θεμελιοῦνται, ἵν'" ἐν ἀγάπῃ τεθεμελιωμένοι καὶ ῥεριζωμένοι" ἀναφανῶσιν." καὶ ἐπὶ τῶν ποταμῶν" τῶν ῥεόντων ἐκ τῆς κοιλίας τοῦ τὸ πνεῦμα ἔχοντος ἑτοιμάζονται, ἵνα δέχωνται τοὺς ποταμοὺς τούτους τοὺς ἐκ τῆς κοιλίας ἑκάστου τῶν πιςτῶν ῥέοντας. εἰσὶν δὲ τὰ διάφορα τοῦ πνεύματος χαρίσματα οἱ ποταμοί. πρὸς τὸν ἀνακρινόμενον μαθεῖν θέλοντα·" τίς ἐστιν ὁ ἀναβαίνων εἰς τὸ ὄρος τοῦ κυρίου καὶ ἱστάμενος εἰς τὸν τόπον τὸν ἅγιον"; ἀπόκρισις φέρεται·" ζητεῖς τίς ἐστιν ὁ ἀναβαίνων καὶ ἱστάμενος; ὁ ταῖς χερσὶν ἀθῷος καὶ καθαρὸς τῇ καρδίᾳ, ὁ μὴ λαβὼν τὴν ψυχὴν ἐπὶ ματαίῳ"· οὗτός ἐστιν ὁ ἀναβαίνων διὰ προκοπῆς. ἡ προκοπὴ δὲ ἄνοδός ἐστιν. ἡ στάσις ἡ ἐν τῷ τελείῳ. ὅταν τις γένηται" τέλειος ὡς ὁ πατὴρ ὁ οὐράνιος", ἔστη ἐν τῷ ἁγίῳ τόπῳ, εἰ μὴ ἄρα ὑπερβῇ τὴν ὅλην τοιαύτην κατάστασιν καὶ ἀρχὴν λάβῃ ἄλλης· διὸ καὶ ἐν
4
μαθήσεως γραμμάτων. συντελεῖταί τις ἐν τῇ γνώσει τῶν χαρακτήρων, καὶ ἄρχεται συλλαβῶν, καὶ πάλιν ἐκείνων τέλος ἀπολαβόντων ἀ´̣ λ̣ λ̣ η̣ ἀρχὴ γίνεται. κύκλου οὐκ ἔστιν λαβεῖν οὔτε ἀρχὴν οὔτε τέλος. ἐὰν οὖν ἀπὸ σημείου ἐπιστήσῃ ἀρχὴν τοῦ κύκλου, καὶ συντελέσεις τὸν ὅλον κύκλον. εἰς τὴν ἀρχὴν πάλιν ἔρχεται, ὡς ἔχει ἐπὶ τοῦ ἡλίου. ἐν τοῖς τοιούτοις τέλεσιν ἀεὶ κατὰ τῶν αὐτῶν φέρεται. Ἰουδαῖοι οὖν ἴσως τὸ" ἀναβῆναι εἰς τὸ ὄρος" τὸ εἰς τὸν ναὸν ἀναβῆναι λέγουσιν καὶ στῆναι ἐν αὐτῷ. τὰ ἑξῆς δὲ ἐπισυναπτόμενα εἴργει ταύτης τῆς διανοίας. 3– 4 τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ κυρίου καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; ἀθῷος χερσὶν καὶ καθαρὸς τῇ καρ69 δίᾳ, ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ καὶ οὐκ ὤμοσεν ἐπὶ ματαίῳ τῷ πλησίον. ἐν τῇ δεκαλόγῳ κεῖται·" οὐ λήμψῃ τὸ ὄνομα κυρίου τοῦ θεοῦ ἐπὶ ματαίῳ· οὐ μὴ γὰρ καθαρίσῃ κύριος τὸν λαμβάνοντα τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ". τοῦτο καὶ εἰσωτερικῶς καὶ τελείως καὶ εἰσαγωγικῶς καὶ καταλλήλως τοῖς ἀρχομένοις ἐκλαβεῖν δεῖ. κυρίως ὁ νέος ὁ ἕτοιμος ὢν πρὸς τὸ δέξασθαι τοὺς τοῦ θεοῦ νόμους" οὐκ ὀμνύει ὅλως"· διὸ οὐ λαμβάνει ἐπὶ ματαίῳ τὸ ὄνομα κυρίου. ἐπ' οὐδενὶ ματαίῳ παραλαμβάνει αὐτὸ ἀρκούμενος τῷ" ναὶ ναὶ" καὶ τῷ" οὒ οὔ". δυνατὸν δὲ πρὸς τοὺς εἰσαγομένους τοῦτο εἰπεῖν· οὐ δεῖ ψευδῶς ὀμνύναι· ὁ γὰρ ψευδῶς ὀνομάζων τὸ ὄνομα κυρίου, ὅσον εἰς αὐτὸν ἧκεν, ἐπὶ ματαίῳ αὐτὸ ἔλαβεν· δυνάμενος γὰρ ἀποδεῖξαι καὶ πίστιν τῷ ἀμφισβητουμένῳ δοῦναι χωρὶς ὅρκου ῥᾳδίως ἐπὶ τὸν ὅρκον καταφέρεται. ταύτην τὴν διὰ ὅρκου πίστιν ἀναπόδεικτον λέγουσιν. καὶ οἱ ἔξω νόμοι, ὅτε μὴ οἷόν τε ἦν ἀποδεῖξαι, μὴ διὰ γραμμάτων, μὴ διὰ μαρτύρων– τότε καὶ οὐχ ἑαυτὸν ἐπιρίπτει εἰς τὸ ὀμόσαι, ἀλλ' οἱ δικάζοντες πᾶσαν ἀπόδειξιν θελήσαντες εὑρεῖν καὶ μὴ εὑρόντες εἰς τελευταίαν ταύτην καταφεύγουσιν." ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ". καὶ εὐθέως συνῆψεν·" οὐδὲ ὤμοσεν ἐπὶ δόλῳ"· πᾶς γὰρ ἐφίορκος" ἐπὶ δόλῳ" ὀμνύει· μὴ γὰρ νομίζει μὴ ἐφιορκεῖν. σπανίως γίνεται κατὰ ἄγνοιαν. πολλάκις τις ἐπιλαθόμενος ὄμνυσιν, καὶ πάλιν ἔχει ἔνκλημα, ὡς ἐπὶ τῶν ἀκουσίων ἁμαρτημάτων. λέγω· τινὲς οὐκ αἰτιῶνται τοὺς μεθύοντας λέγοντας ἃ μὴ δεῖ, καὶ πράττοντας ἃ οὐ χρῆ, λέγοντες ὅτι ἀκουσία ἐστὶν ἡ μέθη παρ' ἧς ταῦτα ἃ αἰτιῶνται, τὰ μετὰ μέθην γινόμενα· ἀλλ' αὐτὴ ἡ μέθη ἑκούσιός ἐστιν· ἔδει γὰρ μὴ μεθυσθῆναι. 5 οὗτος λήμψεται εὐλογίαν παρὰ κυρίου. διαγράψας τίς ἐστιν ὁ ἀναβαίνων εἰς τὸ ὄρος καὶ ἱστάμενος ἐν τόπῳ ἁγίῳ, καὶ τὸ ἑπόμενον τῷ τοιούτῳ λέγει· κατὰ τὸν ἀναβάντα ἐστὶν ἐν τῷ ὄρει τοῦ θεοῦ καὶ στάντα ἐν τόπῳ ἁγίῳ. καὶ μετὰ τὴν ἀνάβασιν τοῦ ὄρους, ἵνα ᾖν ἡ ἀκρώρεια τοῦ ὄρους ὁ τόπος ὁ ἅγιος, λέγει ὅτι" λήμψεται οὗτος εὐλογίαν παρὰ κυρίου"," εὐλογίαν πνευματικὴν τὴν ἐν τοῖς ἐπουρανίοις"· λέγεται γάρ·" καὶ γὰρ εὐλογίας δώσει ὁ νομοθετῶν". δίδωσιν δὲ ὁ νομοθετῶν οὐ τοῖς παραβαίνουσιν τὸν νόμον, ἀλλὰ τοῖς εἰς ἔργον αὐτὸν μεταβάλλουσιν. καὶ πάλιν·" ἰδοὺ οὕτως", φησίν," εὐλογηθήσεται ὁ ἄνθρωπος ὁ φοβούμενος τὸν κύριον". αἰτία τῆς εὐλογίας ἡ εὐλάβειά ἐστιν, ὁ φόβος ὁ πρὸς τὸν κύριον· διὸ λέγεται·" εὐλογήσαι σε κύριος ἐκ Σιών". εἰ ἐκ τῆς Σιὼν εὐλογεῖ ὁ θεὸς τὸν τοιοῦτον, διὰ ἀρετὴν προλαβοῦσαν καὶ φρόνησιν ὀρθὴν αὐτῷ ὀρέγει τὴν εὐλογίαν. ἴδε, τὸν σπουδαῖον, τὸν ἀ70 θῷον ταῖς χερσὶν καὶ καθαρὸν τῇ καρδίᾳ, μὴ λαβόντα ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ, οὐδὲ" ὤμοσεν τῷ πλησίον αὐτοῦ ἐπὶ δόλῳ", λέγει λήμψεσθαι εὐλογίαν παρὰ κυρίου· οὐ παρὰ τοῦ τυχόντος αὐτὴν λαμβάνει· εἰσὶν γὰρ καὶ ἄνθρωποι ἀλλήλους εὐλογοῦντες καὶ ἑαυτοὺς εὐλογοῦντες, τουτέστιν ἐπαινετὰ περὶ αὐτῶν λέγοντες." οὗτος" οὖν" παρὰ κυρίου λήμψεται". παραπλήσιον ἐν ταῖς παροιμίαις φέρεται·" εὐλογία κυρίου ἐπὶ κεφαλὴν δικαίου". οὐχ ἑαυτῷ τὴν εὐλογίαν ὁ δίκαιος ἐπισπᾶται, οὐκ ἄνθρωποι αὐτὴν αὐτῷ νέμουσιν, ἀλλὰ κυρίου ἐστὶν ἡ εὐλογία ἐπὶ τὸν νοῦν αὐτοῦ καλούμενον ἀλληγορικῶς κεφαλήν. 5 καὶ ἐλεημοσύνην παρὰ θεοῦ σωτῆρος αὐτοῦ. κἂν γὰρ ἔχῃ τις ἔργα τὰ φέροντα τὴν εὐλογίαν, ἐπεὶ μείζω ἐστὶν τῶν πραχθέντων ἡ εὐλογία, ὑπὲρ ἃ φρονοῦμεν δὲ καὶ ποιοῦμεν ὁ θεὸς χαρίζεται, διὰ τοῦτο καὶ ἐλεημοσύνης τῆς παρ' αὐτοῦ χρῄζει. καὶ ἐλεημοσύνην παρὰ θεοῦ σωτῆρος αὐτοῦ 6 αὕτη ἡ γενεὰ ζητούντων αὐτόν. ἐπεὶ ἑνικῶς τὸ πύσμα γίνεται·" τίς ἀναβήσεται καὶ τίς στήσεται"; καὶ ἡ ἀπόκρισις ὡς περὶ ἑνός·" ἀθῷος χερσὶν καὶ καθαρὸς τῇ καρδίᾳ", οὐχ εἷς δέ ἐστιν μόνος ὁ πεφυκὼς τὴν ἀρετὴν κατορθοῖν, εὐθέως ἐπιφέρει·" αὕτη ἡ γενεὰ ζητούντων αὐτόν", γενεὰν λέγων πάντας τοὺς τῶν αὐτῶν κατορθωμάτων καὶ ἀρετῶν ἐνγεγενημένους. καὶ λύεται ἡμῖν εὐανγελικὸν ῥητὸν ἐκ τῆς θεωρίας ταύτης· ὁ σωτὴρ λέγει·" πᾶν αἷμα δίκαιον ἐκκεχυμένον ἐπὶ τῆς γῆς ἐκδικηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης". καὶ λέγει ὅτι" ἀπὸ Ἅβελ τοῦ δικαίου". ἐὰν τοὺς Ἰουδαίους δεικνὺς λέγῃ" ἀπὸ τῆς γενεᾶς ταύτης", οὐ δικαία ἡ ἐκδίκησις. ὁ Κάιν ἀπέκτεινεν τὸν Ἅβελ καὶ ἄλλοι ἄλλους πρὸ τῆς κλήσεως καὶ τῆς δόσεως τῆς χρονικῆς· ἀλλὰ λέγει ἀπὸ τῆς γενεᾶς τῆς τοιαύτης, ἀπὸ τῶν γεννωμένων διὰ τοιούτων ἔργων ἐκ τοῦ διαβόλου κατὰ τό·" ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν". αἱ δὲ ἐπιθυμίαι ποιοῦσιν τέκνον διαβόλου. πάλιν οἱ τὰς αὐτὰς ἐπιθυμίας ἔχοντες μία γενεά. ἐστὶν οὕτω καὶ τό·" γενεὰ εὐθείων εὐλογηθήσεται". 6 ζητούντων τὸ πρόσωπον τοῦ θεοῦ Ἰακώβ. πᾶς ὁ εὐχόμενος γνησίως ἐπιφάνειαν θεοῦ εὔχεται λαβεῖν, καὶ τοῦτό ἐστιν τὸ ζητεῖν τὸ πρόσωπον τοῦ θεοῦ. εὐχὴν γοῦν ἀναπέμπουσιν οἱ ἅγιοι λέγοντες·" ἐπίφανον τὸ πρόσωπόν σου καὶ σωθησόμεθα". δυνατὸν δὲ καὶ τοῦτο ὅτι· ἐλάβομεν τὴν ἐπιγραφὴν τοῦ ψαλμοῦ" εἰς τὴν μίαν τῶν σαββάτων", ἐλέγομεν δὲ τὴν ἀνάστασιν τοῦ σωτῆρος τὴν κυριακὴν καλουμένην ὁτὲ μὲν ὀγδοάδα ὁτὲ δὲ μίαν σαββάτου κατὰ διαφόρους ἐπινοίας." ζητοῦσιν τὸ πρόσωπον" τοῦ μέλλοντος ἐπιδημῆσαι ἀκούσαντες ὅτι" κλίνας οὐρανὸν καταβήσεται", ὅτι" σωτὴρ παραγίνεται"· οἱ κήρυκες γὰρ τῆς ἀληθείας οἱ προτρέχοντες τοῦ 71 ἐπιδημοῦντος ἀκούουσιν·" εἴπατε τῇ θυγατρὶ Σιών· ἰδοὺ παραγίνεταί σοι σωτήρ", καί·" εἰπὸν ταῖς πόλεσιν Ἰούδα· ἰδοὺ ὁ θεὸς ἡμῶν μετὰ ἰσχύος ἔρχεται", τοῦ πτερνίζοντος τὴν κακίαν, ἵνα μάθωμεν ὑπ' αὐτοῦ πατεῖν τοὺς ἀντιπάλους, τοὺς ἐνεργοῦντας τὴν κακίαν," τὸν ἐνεργοῦντα ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας". τέλος ἀπολαβούσης τῆς οἰκονομίας–" ἔτι" γὰρ" λαλοῦντός σου ἐρεῖ· πάρειμι"– εὐθέως ἡ ἄνοδος τοῦ σωτῆρος ἡ μετὰ τὴν ἐπιδημίαν σημαίνεται· διαψάλας γὰρ ὁ λόγος λέγει·" ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν". οἱ ὑμῶν ἄρχοντες, ἄρατε τὰς πύλας. ἢ οὕτως· τὰς ὑμῶν πύλας, οἱ ἄρχοντες, ἄρατε, ὧν ἐπιστατεῖτε, ἃς φυλάττετε." καὶ ἐπάρθητε, πύλαι αἰώνιοι". τὸ μέγεθος τοῦ μέλλοντος ἀνιέναι καὶ εἰσιέναι διὰ τῶν πυλῶν παριστὰς ὁ λόγος λέγει·" καὶ ἐπάρθητε". ὧδε μένουσαι οὐ χωρεῖτε αὐτοῦ τὴν ἔπαρσιν. δύναται καὶ τὸ ἆραι καὶ ἐπᾶραι σημαίνειν καὶ τὸ ἐκ μέσου αὐτὰς ποιῆσαι· οὐ γὰρ εἰσόδου χρῄζει ὁ τηλικοῦτός που βασιλεὺς ὤν. καὶ πάλιν·" καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης". οἱ προτρέχοντες ἄγγελοι τὸν σωτῆρα ἀναλαμβανόμενον ταῦτα λέγουσιν πρὸς τὰς ἄνω δυνάμεις, πρὸς τὰς διαιρούσας τὰς πύλας τὰς οὐρανίους. εἶτα πυνθάνονται ἐκεῖνοι·" τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης", ὃν προαγγέλλετε ἐπελεύσεσθαι, ᾧ δεῖ ἆραι τὰς πύλας καὶ ἐπᾶραι τὰς αἰωνίους– οὐ τὰς προσκαίρους–, τὰς ἀθανασίας; ἐγγὺς τούτῳ ὅμοιόν ἐστιν τὸ ἐν Ἰσαίᾳ οὕτω φερόμενον·" τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδέμ, ἐρύθρημα ἱματίων ἐκ Βυσόν; διὰ τί ἐρυθρὰ τὰ ἱμάτιά σου"; πάλιν δὲ πυνθάνονται. εἰ καὶ τὸ σῶμα τοῦτο ἐκ νεκρῶν ἐγειρόμενον καὶ μάλιστα πρότερον τὸ τοῦ σωτῆρος οὐκ ἔχει τὰ ἰδιώματα τῆς σαρκὸς εἰς πνευματικὸν μεταβεβληκός, ἀλλὰ χάριτι τοῦ ἀνιόντος ἐφυλάχθη ἴχνη πρὸς ἐπίγνωσιν τοῦ πόθεν ἐστὶν τὸ ἀναβαῖνον. καὶ διὰ τοῦτο·" ἐρύθρημα ἱματίων ἐκ Βυσόν". καὶ ὥσπερ ἀναστὰς ἐκ νεκρῶν ἐπιφανεὶς τοῖς μαθηταῖς θέλων βεβαιῶσαι αὐτοὺς ὅτι αὐτὸ ὃ εἶχεν σῶμα ἀνέστη, ἔδειξεν τοὺς τύπους τῶν ἥλων, ἔδειξεν τὰς οὐλάς, οὐχ ὅτι οὐλὰς ἐκεῖνο ἔχει τὸ σῶμα– σκληροῦ γὰρ καὶ ἀντιτύπου ἐστὶν τὸ οὐλὰς φέρειν–, ἀλλ' ἵνα πληροφορήσῃ ὅτι αὐτός ἐστιν ὁ ἀναστάς, εἶτα, ἵνα μὴ ἐκ τοῦ σημείου τοῦ περὶ πληρο φορίας τῆς ἀναστάσεως κακῶς φρονήσουσιν περὶ ἀναστάσεως, ὡς πάλιν μετὰ ἀνάστασιν τὰ ἰδιώματα τοῦ φθαρτοῦ φέρειν τὸ ἐγειρόμενον σῶμα," θυρῶν κεκλεισμένων" εἰσῆλθεν, οὕτω καὶ ὧδε ἀναλαμβανόμενος παραυτὰ τῆς ἀναλήμψεως ἔδειξεν τὰ ἰδιώματα τῆς σαρκός, οὐχ ἵνα ἀπομείνωσιν· οὐδὲ ἐκεῖνα ἃ ἔδειξεν, οἷον βεβρωκὼς καὶ τύπους ἥλων καὶ τῶν 72 ἄλλων, ἔμεινεν αὐτὰ ἔχων. οὐχ ἵνα ἐσθίωμεν, ἔφαγεν μετὰ ἀνάστασιν, ἀλλ' ἵνα ἴδωσιν ὅτι αὐτὸς ὃν εἴρηκεν, αὐτὸς ἦν ὁ ἀναστάς. τοῦτο γοῦν ὁ Λουκᾶς λέγει·" οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν ἀντὶ πολλῶν τεκμηρίων ὀπτανόμενος καὶ συναλιζόμενος". θεώρει ὅτι καὶ διὰ τοῦ συναλίζεσθαι ζῶντα ἑαυτὸν μετὰ τὸ παθεῖν παρέστησεν. 7– 8 ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; πυνθάνονται· περὶ τίνος λέγεται τοῦτο ὅτι εἰσελεύσεται, ἵνα τὰς θύρας ἀνοίξωμεν αὐτῷ καὶ ἐπάρωμεν; λέγει· 8 κύριος κραταιὸς καὶ δυνατός, κύριος δυνατὸς ἐν πολέμῳ. ἐξ ἔργων τὴν ἀπόκρισιν ποιεῖται. ὡς ἐν τῇ ἀρχῇ τῆς ἀναβάσεως ἐπὶ τὸ ὄρος τοῦ κυρίου·" καὶ τίς στήσεται", καὶ οὐκ ἐπηνέχθη" ὅσδε", ὅτι ὁ Ἀβραάμ, ὁ Ἰωάννης, ἀλλ'·" εἴ τις ἀθῷός ἐστιν χερσὶν καὶ καθαρὸς τῇ καρδίᾳ", οὕτω καὶ ὧδε οὐκ εἶπεν ὅτι ὅσδε, ἀλλ' ἔργῳ ἔδειξεν τὸ πρᾶγμα·" κύριος κραταιὸς καὶ δυνατός, κύριος δυνατὸς ἐν πολέμῳ". ὡς κατήρχετο, ταῦτα προανεφωνεῖτο. ὅτε δὲ ἀνέστη καὶ ἀνελήμφθη, οὐκέτι λέγεται ὅτι" ἐξελεύσεται" ὁ τροπωσάμενος τὴν ἐπὶ γῆς βασιλείαν, ὁ καταλύσας τὸ κράτος τοῦ θανάτου, διάβολον, οὗτος δὲ καὶ" δυνατὸς καὶ ἰσχυρός, κύριος δυνατὸς ἐν πολέμῳ". παραβάλλων τὴν προφητείαν ἐκείνην τὴν οὕτως ἔχουσαν·" κύριος τῶν δυνάμεων ἐξελεύσεται καὶ συντρίψει πόλεμον". ὡς κατήρχετο, ταῦτα προανεφωνεῖτο. ὅτε δὲ ἀνέστη καὶ ἀνελήμφθη, οὐκέτι λέγεται ὅτι" ἐξελεύσεται" αλλον" κύριος δυνατὸς ἐν πολέμῳ" γενόμενος καθεῖλεν τοὺς τυράννοις. κύριος δυνατὸς ἐν πολέμῳ 9 ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν. ἐπεὶ εἴρηκαν τίς ἐστιν ᾧ εἴρηκαν ἆραι τὰς πύλας καὶ ἀνοῖξαι, λέγουσιν· ἐπεὶ κύριος κραταιὸς καὶ δυνατός ἐστιν καὶ δυνατὸς καὶ ἐν πολέμῳ, μὴ μέλλετε, μὴ βραδύνετε. καὶ ὅρα· τοῖς μὲν ἐπιστατουμένοις λέγει ὅτι·" ἄρατε πύλας". ἐπειδὴ δὲ καὶ αἱ πύλαι λογικαί εἰσιν, καὶ πρὸς αὐτὰς ἀποτείνεται φάσκων·" καὶ ἐπάρθητε, πύλαι αἰώνιοι". 9 καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. λοιπὸν λέγει·" ὁ τῶν δυνάμεων κύριος, οὗτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης". πολλάκις τὰ στρατεύματα τῷ τῆς δυνάμεως ὀνόματι σημαίνεται. τῶν δυνάμεων τούτων κύριός ἐστιν, τῶν στρατευμάτων τῶν οὐρανίων· καὶ γὰρ δυνάμεις τοιαῦται ἐπεφάνησαν τοῖς ποιμέσιν ὑμνοῦσαι τὸν θεὸν ὅτε ἐτέχθη ὁ Χριστός. καὶ ὅλως πάντων τούτων τῶν δυνάμεων κύριός ἐστιν, τῶν χιλιάδων καὶ μυριάδων τῶν ὑμνούντων καὶ λειτουργούντων. δυνατὸν δὲ οὕτω λαβεῖν τὰς δυνάμεις· ἑκάστη λογικὴ οὐσία ἁγιότητος ἀντιποιουμένη δύναμίς ἐστιν. ὥσπερ λέγομεν γυναῖκα μουσικὴν καὶ γυναῖκα γραμματικήν, ὅταν ἔχῃ ταῦτα, ὣς ἡ μετέχουσα τοῦ" Χριστοῦ, τῆς δυνάμεως τοῦ θεοῦ", ἑκάστη δύναμίς ἐστιν. τούτων οὖν τῶν δυνάμεων κύριός ἐστιν. διττῶς δὲ ἐκλημπτέον τὴν δύναμιν· ἤτοι ἑκάστη λογι73 κὴ οὐσία μετέχουσα τῆς δυνάμεως αὐτοῦ τοῦ σωτῆρος δύναμις καλεῖται, ἢ τὸ στράτευμα τῶν λογικῶν οὐσιῶν, τῶν οὕτω στρατευομένων. 10 τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; κύριος τῶν δυνάμεων, αὐτός ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης. μὴ ζητεῖτε τίς ἐστιν περὶ οὗ λέγομεν· ὁ γὰρ τῶν δυνάμεων κύριος, αὐτός ἐστιν. καὶ ὑμεῖς δὲ δυνάμεις ἐστέ, καὶ ἕκαςτος ὑμῶν δύναμις κατὰ τὸν δεύτερον λόγον." κύριος" οὖν· διὸ μετὰ αὐθεντίας εἶπεν ὅτι" αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης". περὶ ταύτης τῆς δυνάμεως καὶ τῆς ἐπιφανείας καὶ Παῦλος γράφει·" τὸ μυστήριον τῆς εὐσεβείας μέγα ἐστίν, καὶ ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν πνεύματι", καὶ ἐπὶ τέλει·" ἀνελήμφθη ἐν δόξῃ". ὁ ἀναλημφθεὶς ἐν δόξῃ κύριος τῆς δόξης ἐστίν, βασιλεὺς τῆς δόξης ἐστίν. οὐκ ἄκαιρον ῥητὸν κακῶς ἑρμηνευόμενον ὑπό τινων νῦν παραλαβεῖν." κύριον τῆς δόξης σταυρωθέντα" τὸν θεὸν λόγον βούλονται εἶναι· οἱ γὰρ ἀρνούμενοι τὴν ἐνανθρώπησιν τὴν τελείαν λέγουσιν ὅτι" ὁ σταυρωθεὶς τῆς δόξης κύριος" αὐτὸς ὁ θεὸς λόγος ἐστίν. καί ἐστίν γε καὶ ὁ συλλογισμός, ὃν λέγουσιν οἱ οὕτω ἐσφαλμένοι, καὶ ἡ διάνοια Ἀπολιναρίου τοῦ αἱρεθικοῦ τοῦ λέγοντος" τὸν λόγον" κατὰ μεταβολὴν οὐσίας" σάρκα γεγενῆσθαι", καὶ τοιούτους συλλογισμούς, οὓς καὶ Ἀπολινάριος ἐν τοῖς συνγράμμασιν τέθεικεν· ὁ Χριστὸς ἐσταυρώθη. ὁ σταυρωθεὶς βασιλεὺς τῆς δόξης ἐστίν. ὁ ἄρα Χριστὸς βασιλεὺς τῆς δόξης ἐστίν. οὕτω δὲ ἀκούουσιν τὸν συνλογισμόν·" ὁ Χριστὸς βασιλεύς ἐστιν τῆς δόξης. ἐσταύρωται δὲ ὁ Χριστός. ὁ ἄρα βασιλεὺς τῆς δόξης ἐσταύρωται". καὶ τερατολογοῦσιν οὗτοι. ὁ σταυρὸς φανερός ἐστιν· σώματος γάρ ἐστιν καθήλωσις·" ὤρυξαν χεῖράς μου καὶ πόδας μου". ὁ τὸν θεὸν λόγον ἀσώματον ὄντα λέγων ἐσταυρῶσθαι ἀλληγορεῖ τὸν σταυρόν. ἀλληγορουμένου δὲ τοῦ σταυροῦ ἀλληγορηθήσεται καὶ ἡ ἀνάστασις. καὶ τῆς ἀναστάσεως ἀλληγορουμένης πάντα τὰ γενόμενα ὥσπερ ὄνειροί εἰσιν. καὶ οὗτοι δὲ αὐτὰ λέγουσιν· κἂν γὰρ ὀνομάζουσιν πρὸς ἀπάτην τινῶν ὅτι· σῶμα καὶ σῶμα; καὶ εἴπῃς" ναί", αὐτὸ μὲ τὸ σῶμα οὐχ ἕτερόν ἐστιν παρὰ τὸν θεὸν λόγον. δύο οὖν εἰσιν. οὐκοῦν δύο λέγομεν; τί γὰρ ἄτοπον ναὸν καὶ τὸν ἐν τῷ ναῷ δύο εἰπεῖν; ναὸς γὰρ τοῦ σωτῆρος εἴρηται τὸ σῶμα. καὶ οὐ λέγεται·" ὃς ἐφανερώθη σάρξ", ἀλλ'" ἐν σαρκί". καὶ ἔτι·" θανατωθεὶς δὲ σαρκί". οὐκ εἴρηκεν·" θανατωθεὶς δὲ σάρξ"." πᾶν πνεῦμα ὃ ὁμολογεῖ ἐν σαρκὶ ἐληλυθότα". ὅθεν, κἂν μὴ θέλωσιν, δύο εἰσὶν ἡ σὰρξ καὶ ὁ ἐν αὐτῇ ὀφθείς. σάρκα δὲ λέγομεν οὐκ ἄψυχον· ἀποτεχθεῖσα γὰρ ἡ σὰρξ 74 αὕτη ἄψυχος γέγονεν ὡς ἱμὰς δηλονότι." ἐπ' ἐλπίδι κατασκηνοῖ ἡ σάρξ, ὅτι τὴν ψυχήν μου οὐκ ἐνκαταλείψεις ἐν τῷ ᾅδει". ὡς εἰ ἔμενεν ἐν τῷ ᾅδει, οὐχ εἶχεν ἐλπίδα ἀναστάσεως ἡ σάρξ. ἐπερ·;– πρότερον ἐπύθοντο·" τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης"; καὶ ἤκουσαν ἀποκρίσεως, εἶτα, ἐπεὶ ὁ βασιλεὺς τῆς δόξης οὔκ ἐστιν ὁ τυχών, ὑπὲρ ἐντελεστέρας ἀκριβείας καὶ δεύτερον πυνθάνονται, καὶ λοιπὸν καὶ ἄλλην ἀπόκρισιν ἔσχον, οὐκέτι" κύριος κραταιὸς καὶ δυνατός, κύριος δυνατὸς ἐν πολέμῳ"· ἴσως γὰρ δυνατὸν ἦν ὑποληφθῆναι ὅτι εἷς τῶν δυνάμεων ὑπὸ θεὸν ἠρίστευσεν· καὶ λέγει·" κύριος τῶν δυνάμεων, αὐτός ἐστιν ὁ βασιλεύς". οὕτω λέγω αὐτὸν δυνατὸν ὡς δυνάμεων κύριον, οὐχ ὡς δύναμιν. 1 Ψαλμὸς τῷ Δαυίδ. εἰς τὸν Δαυὶδ ὁ ψαλμὸς λέγεται· ἄλλο γάρ ἐστιν" τοῦ Δαυὶδ" εἶναι καὶ ἄλλο" τῷ Δαυίδ"." τοῦ Δαυὶδ" λέγεται, ὅταν ᾖν αὐτὸς αὐτὸν πεποιηκὼς ἢ ψάλλων." αὐτῷ" δὲ λέγεται, ὅταν εἰς αὐτὸν φέρηται. ἐὰν οὖν λέγω ὅτι ὁ ἐπινίκιος οὗτος ὕμνος τῷ ἀθλητῇ, τῷ πύκτῃ. ὑπογραμμὸν οὖν ἔθηκεν τὸν Δαυίδ. οὐ μέχρι δὲ τοῦ προσώπου αὐτοῦ μόνου ἵσταται τὰ λεγόμενα, ἀλλὰ καὶ εἰ ἄλλος εὑρεθείη κατ' αὐτόν. τίς δέ ἐστιν ὁ Δαυὶδ οὗτος;" ὃς ποιήσει", λέγει," πάντα τὰ θελήματά μου". περὶ παντὸς τοῦ ποιοῦντος τὰ θελήματα τοῦ θεοῦ λεγέσθω ὁ ψαλμός. 1 πρὸς σέ, κύριε, ἦρα τὴν ψυχήν μου. οὐ παντός ἐστιν εἰπεῖν·" πρὸς σὲ ἦρα τὴν ψυχήν μου, ὁ θεός". μόνος δὲ αἴρει τὴν ψυχὴν αὐτοῦ πρὸς τὸν θεὸν ὁ δυνάμενος εἰπεῖν·" ἡ ψυχή μου αὐτῷ ζῇ". ἐν ὕψει ἐστὶν ὁ θεός· οὐ κατὰ τόπον λέγω– πολλάκις δὲ ταῦτα ἡμῖν σεσαφήνισται–, ἀλλὰ ἐν ὕψει ὑπεροχῆς οὐδενός ἐστιν. ὅταν τις οὖν ἀποσπάσῃ τῶν κάτω τὴν ψυχὴν ἑαυτοῦ, τοῦ διαβόλου καὶ τῶν αἰτίων τῆς κακίας καὶ αὐτῆς τῆς κακίας, αἴρει αὐτὴν πρὸς τὸν θεόν, ἵνα αὐτῷ μόνῳ ζήσῃ, ἵν' οἰκειώσῃ αὐτῷ αὐτήν, ἵνα" κολληθεὶς ἓν πνεῦμα" πρὸς αὐτὸν γένηται. μεγάλου ἐστὶν τὸ τὴν φωνὴν ταύτην εἰπεῖν, ἀκατάγνωστον ἔχοντος ψυχήν ἐστιν ἡ φωνή." ἐὰν μὴ καταγιγνώσκῃ", φησίν," ἡ καρδία ἡμῶν, παρρησίαν ἔχομεν πρὸς τὸν θεόν". ὅτε καταγιγνώσκεται ἡ καρδία ἀπὸ τῆς συνειδήσεως ἐλεγχομένη, οὐ δύναται τοιαῦτα λέγειν περὶ ἑαυτῆς. σπάνιος δέ ἐστιν ὁ τοιοῦτος, καὶ διὰ τὸ δυσεύρετον τάχα τισὶν νομίζεται μηδὲ ὑπάρχειν. ἔτι τὸ σπάνιον δείκνυσιν ὁ παροιμιαστὴς λέγων·" τίς καυχήσεται ἁγνὴν ἔχων τὴν καρδίαν καὶ παρρησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτίας"; ἁγνὸν λέγων τῇ καρδίᾳ τὸν ὀρθῶς περὶ τῆς εὐσεβείας διακείμενον καὶ φρονοῦντα. ὁ κατὰ τὴν ἀλήθειαν πεποιωμένος, ἐκεῖνος ἁγνὴν ἔχει τὴν καρδίαν. ὁ δὲ καὶ πρακτικῆς 75 ἁμαρτίας ἐκτὸς ὢν παρρησιάζεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτίας. ὅτι δὲ ἡ ἀλήθεια καὶ τὰ φρονούμενα ἀληθῶς ἁγνίζει τὴν ψυχὴν καὶ τὴν καρδίαν, Πέτρος ὁ ἀπόστολος γράφει·" τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας". καὶ Ἰάκωβος δὲ γράφει·" καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίαν, δίψυχοι". καθαρίζουσιν τὰς χεῖρας οἱ τὰς πράξεις ἑαυτῶν ἐναρέτους ποιοῦντες, καὶ ἁγνίζουσιν τὴν ψυχὴν ἑαυτῶν οἱ πᾶσαν διψυχίαν ἀποβάλλοντες·" καὶ ἁγνίσατε" γάρ, φησίν," καρδίας, δίψυχοι". ὡς ἐπὶ τὸ πλεῖστον δὲ οἱ φαύλως φρονοῦντες διψυχοῦσιν. ἐνίοτε προλαμβάνονται δόξῃ καὶ κατέχονται ὑπ' αὐτῆς, ἐπιστάνοντες δὲ τοῖς πράγμασιν ἄλλως αὐτὰ ἔχοντα εὑρίσκουσιν, καί πώς ποτε ἐνμένουσιν τῇ κρατησάσῃ κακοδοξίᾳ. παρίσταται οὖν καθαρὸς ἀπὸ ἁμαρτίας ὁ πρακτικὸν κατ ορθώσας βίον. ἁγνὴν ἔχει καρδίαν ὁ τὰ τῆς ἀληθείας φρονῶν, ὁ" τὰ μυστήρια τῆς βασιλείας" ἐν ψυχῇ λαβὼν καὶ κατ' αὐτὰ μυηθείς. οὗτος οὖν αἴρει τὴν ψυχὴν πρὸς τὸν κύριον. οὐχ ὁ τυχών ἐστιν ὁ αἴρων. τάχα εἰπεῖν εὔκολον παντί, πρᾶξαι δὲ ἢ δύσκολον ἢ ἐγγὺς λοιπὸν τοῦ ἀδυνάτου ἔφθασεν τὸ πρᾶγμα ου διὰ τὴν ἑαυτοῦ φύσιν. καὶ τοῦτο δέ, ἐπεὶ κατὰ τὸν ἀπόστολον" οὐδεὶς λέγει κύριον Ἰησοῦν, εἰ μὴ ἐν πνεύματι ἁγίῳ". καὶ αὐτοὶ οὗτοι οἱ ἄνδρες ὅτε κύριον τὸν θεὸν λέγουσιν, οὐ μόνῃ φωνῇ λέγουσιν, ἀλλὰ πράξει καὶ διαθέσει. ὅταν οὕτως ὡς πρὸς δεσπότην διατεθέντες πράττωσιν ἃ αὐτὸς βούλεται καὶ προστάττει, πραγματικῶς εἰσιν δοῦλοι, καὶ ἐπεὶ ἀντιστρέφει τὰ πρός τι τοῦ πραγματικῶς δούλου, δεσπότης πραγματικῶς ἐστιν. 1– 2 ὁ θεός μου, ἐπὶ σοὶ πέποιθα· μὴ καταισχυνθείην. ηδε ὁ ἔχων ἐπιστήμην ἠκριβωμένην πεποιθὼς αὐτῇ πρὸς πάντας διαλέγεται καὶ οὐ καταισχύνεται. ὁ πεποιθὼς ἐπὶ ἀρετῇ οὐχ ἁλίσκεται κακίᾳ· διὸ οὐ καταισχύνεται. ἁμαρτανόντων γάρ ἐστιν τὸ αἰσχύνην ὑφίστασθαι·" ἀναστήσονται" γοῦν τινες" εἰς ὀνειδισμὸν καὶ αἰςχύνην αἰώνιον". εὔχεται οὖν τοῖς ἀναισθήτοις ὁ λόγος αἰσχύνην ὑπαρχθῆναι·" πλήρωσον", φησίν," τὰ πρόσωπα αὐτῶν ἀτιμίας"– περὶ φαύλων λέγει–," καὶ αἰσχυνθήτωσαν καὶ ἀπολέσθωσαν καὶ γνώτωσαν ὅτι ὄνομά σοι κύριος". ὅταν αἰσθηθῶσιν, οἷ κακῶν εἰσιν, ἀπόλλυνται κατὰ τὴν κατάστασιν ἐκείνην ᾗ ποιοί εἰσιν. ὁ ἐπὶ ἀδικήμασιν πεποιθὼς ἄδικος ἐὰν γνῷ ὅτι ἀδικεῖ, αἰσχύνεται καὶ ἀπόλλυται ᾗ ἄδικός ἐστιν, οὐχ ᾗ λογικὴ οὐσία. διὰ τοῦτο οἱ ἀπόστολοι λέγουσιν·" ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης". οὐ μόνον τὰ φανερὰ ὀνείδη καὶ αἰσχύνην ποιοῦντα ἀπειπάμεθα, ἀλλὰ καὶ τὰ κρυπτά. δύναται δὲ καὶ οὕτως· τισὶν κρυπτά ἐστιν τὰ τῆς μέθης. ὅταν ἐναβρύνωνται ἐν οἴνοις, οἷοι ἦσαν περὶ ὧν γράφει Παῦλος," ὧν ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν", ἐν οἷς δεῖ αἰσχύνεσθαι, αὐτοὶ δοξάζεσθαι θέλουσιν. ἔστιν γοῦν εὑρεῖν ἀνθρώπους δοξάζεσθαι θέλοντας ἐπὶ πολυοινίᾳ. ἐπερ· πῶς κρυπτά;– διττῶς εἶπον τὰ κρυπτά· εἰσὶν ἐν λογισμοῖς ἁμαρτήματα. οὐ μόνον οὖν ὁ σπουδαῖος καὶ φαῦλος τὰ πρακτικὰ παραιτεῖται, ἀλλὰ καὶ τὰ κρυπτά, ὡς 76 καὶ εὐχὴν ἀναπέμπειν·" ἀπὸ τῶν κρυφίων μου καθάρισόν με". ἄλλως δὲ κρυπτὰ λέγεται τὰ ἀγνοούμενα. περὶ πάντων τῶν φανερῶν παραπτωμάτων θαρσήσας ὁ ἅγιος ὅτι ἄπεισιν αὐτοῦ, λέγει·" παραπτώματα τίς συνήσει"; σπάνιός ἐστιν ὁ συνιεὶς τὰ παραπτώματα. ἐπεὶ οὖν ἐνχωρεῖ κἀμὲ ἀγνοεῖν αὐτά," ἀπὸ τούτων με καθάρισον. φεῖσαι ἀπὸ ἀλλοτρίων τοῦ δούλου σου"· ἀλλότρια γάρ μού εἰσιν, τῆς οὐσίας μου, καὶ αὐτὰ καὶ οἱ ἐνεργοῦντες αὐτὰ κατ' ἐμοῦ. καὶ λοιπὸν ἐπιφέρει·" ἐὰν μή μου κατακυριεύσουσιν". ἐὰν μὴ τὰ κρυπτὰ κατακυριεύσουσιν," τότε ἄμωμος ἔσομαι". καὶ ἐπιφέρει·" καὶ καθαρισθήσομαι ἀπὸ ἁμαρτίας μεγάλης". ἐλέγομεν ταῦτα ἐν λογισμοῖς εἶναι, καὶ οὕτω γε εἶναι ὡς ἀγνοεῖσθαι τῷ ἔχοντι. πῶς οὖν ὁ ἀπὸ τούτων καθαιρόμενος" ἀπὸ ἁμαρτίας μεγάλης" καθαίρεται; οἶδας ὅτι τὸ" μέγα" τῶν πρός τί ἐστιν. ὡς πρὸς τὸν θέλοντα εἶναι ὁλοκάθαρον καὶ τὰ βραχέα τῶν ἁμαρτημάτων δοκεῖ μεγάλα εἶναι. καὶ ἔλαβόν ποτε παράδειγμα τοιοῦτο ὅτι· ἐὰν ἱμάτιον πολλάκις ἄλλοθεν ἔχῃ ῥύπον, κἂν θίγῃ τις αὐτοῦ, κἂν ἅψηται, οὐ δοκεῖ προσειληφέναι τι. ἐὰν δὲ εὐθέως ᾖν ἀπὸ γναφείου κομισθέν, καὶ ἡ ψηλάφησις τῶν δακτύλων δοκεῖ μῶμος εἶναι, δοκεῖ ποιεῖν αὐτῷ ἀκάθαρτόν τι. ὁ ὁλοκάθαρος οὖν ἀνὴρ καὶ τὸ βραχὺ ἐν λογισμῷ μεγάλην ἁμαρτίαν ἡγεῖται. δυνατὸν δὲ καὶ οὕτως εἰπεῖν διάνοιαν πάντας δυναμένην ὠφελεῖν· πρὸς τὴν πρακτικὴν ἁμαρτίαν βραχυτάτη ἐστὶν ἡ ἐν λογισμοῖς. εἴ τις εἶδεν γυναῖκα πρὸς ἐπιθυμίαν καὶ ἔστησεν μέχρι τῆς προπαθείας τὴν ὄρεξιν, οὐ πράξει τὴν πρακτικήν. ἐὰν οὖν αὐτὴ περιαιρεθῇ ἡ προπάθεια, καθαίρεταί τις ἀπὸ ἁμαρτίας μεγάλης, ἀπὸ πρακτικῆς ἁμαρτίας καθαρίζεται. εἰς τοσαύτην καθαρότητα ὁ ταῦτα λέγων ἐληλύθει ὡς λέγειν που·" εἰ ἀδικίαν ἐθεώρουν ἐν καρδίᾳ μου, μὴ εἰσακουσάτω κύριος". ὥσπερ ἐπιζήμιόν τι καὶ κόλασιν καθ' ἑαυτοῦ φέρει, ἐὰν ἔχῃ ἐν καρδίᾳ ἀδικίαν. λέγει·" διὰ τοῦτο εἰςήκουσέν μου ὁ θεός", προσυπακουομένου·" διὰ τοῦτο εἰσήκουσέν μου ὁ θεός"," ὅτι οὐκ ἐθεώρουν μου ἐν καρδίᾳ ἀδικίαν". εἰ ἀδικίαν ἐθεώρουν ἐν καρδίᾳ, μὴ δεξάσθω τὴν εὐχήν." διὰ τοῦτο" οὖν" εἰσήκουσέν μου". ἔλεγον τοῦτο ὅτι ὁ ἐπὶ θεῷ τὴν πεποίθησιν ἔχων πάντα κατορθοῖ τὰ ἄξια τοῦ κατορθωθῆναι· οὐ γὰρ ἐκεῖνα λέγω κατορθοῖν ἃ ἀπαγορεύει θεός. ἔλαβόν ποτ' ἐκεῖνο τό·" καὶ αἰσχυνθήτωσαν καὶ ἀπολέσθωσαν". τί δὲ ἕπεται τῷ αἰσχυνθῆναι καὶ ἀπολέσθαι ἢ τὸ γνῶναι" ὅτι ὄνομα κύριός" ἐστιν; ὁ θεὸς λέγει γοῦν πρός τινα μετὰ τὰ κακὰ ποιεῖν καὶ φρονεῖν ἀπαυθαδιζομένην·" αἰσχύνθητι καὶ λαβὲ τὴν ἀτιμίαν σου". ἀτιμίᾳ ὑπεβλήθης. σὺ τὴν πρόφασιν δέδωκας· ἐποίησας γὰρ ἐκεῖνα τὰ ἀτιμίαν 77 σοι ἐπιφέροντα. αἰσχύνθητι οὖν ἐφ' οἷς ἔπραξας, καὶ λαβὲ τὴν ἀτιμίαν σου μὴ λέγουσα ὅτι·" οὐχ ἥμαρτον"· τῷ γὰρ θεῷ ἔλεγεν·" οὐχ ἥμαρτον", ὡς τὸν θεὸν λέγειν·" ἰδοὺ κρίνομαι πρὸς σὲ ἐν τῷ λέγειν σέ· οὐχ ἥμαρτον". καὶ κρίνομαι πρὸς σέ, οὐχ ἵνα καταδικάσω σέ, ἀλλ' ἵνα αἰσχυνθεῖσα παύσῃ τῆς ἀτιμίας. 2 μηδὲ καταγελασάτωσάν μου οἱ ἐκθροί μου. τότε οἱ ἐκθροί μου καταγελῶσίν μου, ὅταν λέγων ἐπὶ σὲ πεποιθέναι τὰ αἰσχύνης ποιητικὰ ἐνεργῶ. ἐμοῦ εἰσιν ἐκθροί, οὐκ ἐγὼ αὐτῶν. διὰ τοῦτο καὶ ὁ σωτὴρ λέγει·" ἀγαπᾶτε τοὺς ἐκθροὺς ὑμῶν". δοκεῖ ἡ προσθήκη παρέλκειν· ἔδει γὰρ εἰπεῖν·" ἀγαπᾶτε τοὺς ἐκθρούς"· ἀλλ' ἐπεὶ οἱ Χριστοῦ δοῦλοι οὐκ ἔχειν ἐχθροὺς ὀφείλουσιν, ἄλλοι δὲ θέλουσιν εἶναι ἐχθροί, ἐκείνους ἀγαπάτωσαν. ὁ τόπος ἐκεῖνος ὁ παρὰ Ἀριστοτέλει πώς ποτε δοκεῖ πρὸς πολιτισμὸν καλῶς ἔχειν. λέγων περὶ προηγουμένου καὶ ἑπομένου ἔλεγεν· προηγουμένως θέλομεν τοὺς φίλους δικαίους εἶναι, κἂν μακρὰν ὦσιν. κατὰ συμβεβηκὸς δὲ τοὺς ἐχθροὺς θέλομεν εἶναι δικαίους, ἵνα μηδὲν βλάπτωσιν. δι' ἑαυτοὺς καὶ τοῦτο θέλομεν. οἱ δὲ ἀπόστολοι τοῦ Χριστοῦ οὐχ ἵνα μὴ βλάπτωσιν αὐτούς, εὔχονται περὶ αὐτῶν, ἀλλ' ἵν' ἐκεῖνοι μὴ βλάπτωνται. 3 καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε οὐ μὴ καταισχυνθῶσιν. τὸ" πάντες" πολλάκις ἐν τῇ γραφῇ ἀντὶ τῆς ἀποφάσεως τῆς καθόλου λαμβάνεται· οὐδὲ γὰρ τοῦτο λέγομεν ὅτι τῶν ὑπομενόντων οἱ μὲν καταισχύνονται, οἱ δὲ οὔ, ὡς διδάσκει ἡ μερικὴ ἀπόφασις ἡ λέγουσα· οὐ πάντες ἄνθρωποι δίκαιοι. ὧδε οὖν ἀντὶ τοῦ" οὐδείς"· οὐδεὶς τῶν ὑπομενόντων σε καταιςχύνεται. καὶ συνεχῶς γε ἐν τῇ γραφῇ ἡ καθόλου ἀπόφασις διὰ τῆς καθόλου καταφάσεως ἐκ μεταθέσεως λαμβανομένης σημαίνεται. οἶδας δὲ ὅτι ἡ ἐκ μεταθέσεως κατάφασις πολλάκις ἕπεται τῇ ἁπλῇ ἀποφάσει. 3 αἰσχυνθήτωσαν πάντες οἱ ἀνομοῦντες διὰ κενῆς. τὸ" διὰ κενῆς ἀνομεῖν" οὕτως ἄκουε· ἡ κακία διὰ κενῆς ἐνεργεῖται, οὐκ ἐπὶ τῷ κλέος ἀγαγεῖν, οὐκ ἐπὶ τῷ ἐπαγγελίαν. ἀσύνστατός ἐστιν, ἐν ἄλλῳ ἔχει τὸ εἶναι. ἐὰν οὖν ὁ ἔχων τὴν κακίαν θελήσῃ ἀποβαλεῖν αὐτήν, οὐκέτι ὑφίσταται. τινὲς δὲ πάλιν ἢ κατὰ ἄγνοιαν ἢ σοφιστικώτερον λέγουσιν ὅτι καὶ ἡ ἀρετὴ οὕτως ἔχει, ὅτι καὶ αὐτὴ ἐν ἄλλῳ ἔχει τὸ εἶναι. ψεῦδος δέ ἐστιν τοῦτο· ὑπάρχει γὰρ τῷ θεῷ οὐσιωδῶς, τῇ τριάδι. μετουσίᾳ δὲ τῆς τριάδος ἔχουσιν οἱ ἄνθρωποι τὸ ἀγαθὸν καὶ τὸ δίκαιον καὶ τὴν ἀρετήν. κἂν αὐτοὶ οὖν ἀπόσχωνται, ἔστιν. ἐν τῷ θεῷ, ἀφ' ἧς ἔχουσιν αὐτοὶ τὸ σπουδαῖοι εἶναι, ὑπάρχει. ἡ δὲ κακία ἐὰν μὴ ἐνεργῆται, οὐδ' ὑπάρχει ὅλως. διὰ τοῦτο πολλαὶ γραφαὶ διδάσκουσιν ὅτι οὐχ ὑπάρχει· ἐξ οὗ συνάγεται μηδὲ δύο ἀρχὰς ἐναντίας εἶναι κατ' οὐσίαν μηδὲ ἐκ κατασκευῆς τινας εἶναι φαύλους ἀνθρώπους, ὡς καὶ αὐτὸ βούλονται πολλοὶ τῶν ἑτεροδόξων ὅτι οὐδεὶς προαιρέσει οὔτε ἀγαθὸς οὔτε κακός. πολλὰ δὲ τούτοις ἄτοπα ἀκολουθεῖ καὶ ἀσεβῆ. ἴδε· εἰ πάντες οἱ ὄντες ἀγα78 θοὶ ἐκ κατασκευῆς εἰσιν τοιοῦτοι, καὶ οἱ πονηροὶ κατ' οὐσίαν τυγχάνουσιν, παρέλκει πᾶσα νομοθεσία· ὁ γὰρ νόμος οὐδὲ τὸν ἀγαθὸν ἀγαθὸν δύναται ποιῆσαι οὐδὲ τὸν κακὸν ἀγαθόν. παρέλκοντος δὲ νόμου πᾶσα παραίνεσις, πᾶσα προτροπή, πᾶσα συμβουλία καὶ ὅλως ἀναιρεῖται τὸ λογικὸν τοῦ ἀνθρώπου· ὁ γὰρ προαίρεσιν καὶ βούλησιν μὴ ἔχων οὔκ ἐστιν λογικός. περιττὴ δέ ἐστιν καὶ ἡ τοῦ σωτῆρος ἐπιδημία. τὸν ἀγα θὸν ἀγαθὸν ποιεῖ;– ἐξ ἑαυτοῦ ἐστιν τοιοῦτος· ἀλλὰ τὸν κακὸν ἀγαθόν;– οὐ πέφυκεν δέχεσθαι μετουσίαν ἀγαθοῦ. διὰ κενῆς οὖν ὁ ἁμαρτάνων ἁμαρτάνει. γέγραπται γοῦν ἐν ἄλλῳ
5
" σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ". εἰρήκαμεν πολλάκις ὅτι τὰ κατὰ τῆς ἐναντίας δυνάμεως κείμενα ὀνόματα προαιρέσεώς εἰσιν ὀνόματα· ἐκθρὸς γοῦν λέγεται, διάβολος, ὀνομάζεται σατανᾶς, ὅς ἐστιν ἀντικείμενος, ἁμαρτωλός· καὶ τοῦτο δὲ τὸ ὄνομα προαιρέσεώς ἐστιν. μετὰ ἄρθρου δὲ πάντα μᾶλλον αὐτὸς λέγεται·" ἰδοὺ δέδωκα ὑμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν"– οὐκ ἐχθροῦ, ἀλλά–" τοῦ ἐχθροῦ". καί·" ῥῦσαι ἡμᾶς"– οὐκ ἀπὸ πονηροῦ, ἀλλά–" ἀπὸ τοῦ πονηροῦ". καὶ ἐνταῦθα·" σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ". εἶτα ἐπιφέρει·" ζητηθήσεται ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐ μὴ εὑρεθῇ δι' αὐτήν". διὰ τὴν ἑαυτῆς φύσιν οὐκ εὑρίσκεται. ζητεῖται ἡ ἁμαρτία αὐτοῦ ποτε καὶ οὐκ εὑρίσκεται οὐκ οὖσά που, οὐ μεταστᾶσα εἰς ἕτερον τόπον, ἀλλὰ δι' ἑαυτὴν οὐκ εὑρίσκεται, ἐπεὶ οὐκ ἔχει τὸ εἶναι καθ' ἑαυτήν, εἰ μὴ ἐν τῷ ἐνεργοῦντι. καὶ ἔτι·" καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτήν". ὧδε τὸ ψεύσασθαι οὕτω λέγομεν ὥς φαμεν πολλάκις ψεύδεσθαι τὴν γῆν. ψεύδεται οὖν ἡ ἀδικία ἑαυτήν, ὥστε μηκέτι ὑπάρχειν. ἑαυτὴν ἐψεύσατο διὰ τὴν φύσιν ἑαυτῆς. οὕτως οὖν οἱ ἀνομοῦντες διὰ κενῆς ἀνομοῦσιν, οὐκ ἐπὶ τῷ κερδῆσαί τι, ἀλλὰ μᾶλλον βλαβῆναι. τὰς ὁδούς σου, κύριε, γνώρισόν μοι ἀνομοῦσιν οἱ μὴ πεῖραν σχόντες νόμου. νῦν δὲ περὶ τοῦ γραπτοῦ, τοῦ κατὰ διδασκαλίαν νόμου λέγω· οἱ γὰρ τοῦτον μὴ λαβόντες ἄνομοι λέγονται, ὡς καὶ ἐν τῷ·" μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι". ἡ δὲ μετὰ νόμον ἁμαρτία οὐ λέγεται ἁπλῶς ἀνομία, ἀλλὰ παρανομία·" παρανομίαι ἄνδρα ἀγρεύουσιν, σειραῖς δὲ τῶν ἁμαρτιῶν ἑαυτοῦ ἕκαστος σφίνγεται"." οὐδὲ διαμενοῦσιν παράνομοι ἀπέναντι τῶν ὀφθαλμῶν σου". ὁ ἄνομος ὅλως οὐδέποτε γίνεται ἐπίπροσθεν θεοῦ. ὑπὸ τοὺς ὀφθαλμοὺς τοῦ θεοῦ οὐ γίνεται εἰ μὴ ἑτέρως κατὰ τὸν τῆς προνοίας λόγον. κατὰ δὲ τὸ τάγμα τῶν σπουδαίων οὐ διαμενοῦσιν. οὐχ οὕτω διαμενοῦσιν ὡς οἱ δίκαιοι, περὶ ὧν λέγεται·" ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους". διὰ τοῦ οὖν εἰπεῖν" οὐ διαμενοῦσιν" δείκνυσιν ὅτι γέγονάν ποτε, ὅτε ἐφύλαττον τὸν νόμον, ὅτε δὲ παραβάται αὐτοῦ γεγόνασιν, τότε ἐκβέβληνται τῶν ὀφθαλμῶν τοῦ θεοῦ. 79 4– 5 τὰς ὁδούς σου, κύριε, γνώρισόν μοι καὶ τὰς τρίβους σου δίδαξόν με. ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου. διττῶς αἱ τοῦ θεοῦ ὁδοὶ λέγονται· ἤτοι αἱ φέρουσαι πρὸς αὐτὸν ἢ ἃς αὐτὸς ὁδεύει ἐπιπορευόμενος τοῖς ὅλοις, δέον κατὰ τὸν τῆς προνοίας λόγον ἢ κατὰ τὸ ὠφελεῖν καὶ εἶναι ἐν τοῖς δεκτικοῖς ἑαυτοῦ. λέγει γοῦν·" ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐνπεριπατήσω". ὁ δὲ ἐνπεριπατῶν ἔχει ὁδούς, ἃς αὐτὸς ὁδεύει. διττῶς οὖν ὁδοὺς θεοῦ λέγομεν ἢ τὰς πρὸς αὐτὸν ἀγούσας– αὗται δέ εἰσιν αἱ ἀρεταί– ἢ ἃς αὐτὸς ἐπιβαδίζει κατὰ τὴν πρόνοιαν ἑαυτοῦ καὶ κρίσιν καὶ διοίκησιν καὶ δωρεάς. δεῖ οὖν γνῶναι τὰς ὁδοὺς τοῦ θεοῦ αὐτοῦ γνωρίζοντος." καὶ τὰς τρίβους σου δίδαξόν με". ἤτοι ἃς τρίβουσιν οἱ πρὸς σὲ σπεύδοντες ἢ ἃς σὺ τρίβεις ἐπιπορευόμενος τοῖς ἔργοις τῆς χάριτός σου. εἰ δὲ ἔστιν καὶ πλείους εἰπεῖν· οἶδας ὅτι πρὸ διδασκαλίας δεῖ εἶναι γνώριμά τινα· ἐκ προγιγνωσκομένων γὰρ αἱ ἐπιστῆμαι καὶ αἱ ἀποδείξεις αἱ ἐπιστημονικαί. ἀμφοτέρας οὖν γνώρισόν μοι τὰς ὁδούς σου· οὕτω γὰρ μαθήσομαι τὰς τρίβους σου ἐπεπόμενος τοῖς τρίψασιν αὐτάς, τοῖς προοδεύσασιν ἐν τοῖς καλοῖς ἢ σοῦ προοδεύσαντος," ἵνα τοῖς ἴχνεσίν σου ἐπακολουθῶμεν" ὑπογραμμόν σε ἔχοντες καὶ τύπον. πρὸ τοῦ διδάξαι οὖν τὸ γνωρίσαι. οὕτω δὲ λέγουσιν ὅτι ἐκ γνωρίμων αἱ ἀποδείξεις καὶ αἱ διδασκαλίαι γίνονται. δυνατὸν λαβεῖν οὕτως ὅτι αἱ κοιναὶ ἔννοιαι προγιγνωσκόμεναί εἰσιν. καὶ τὴν διδασκαλίαν γοῦν ὅτε δοκιμάζομεν, πρὸς τὰς κοινὰς ἐννοίας λέγοντες δοκιμάζομεν αὐτήν. ἀμέλει γοῦν ἐνίοτε διδάςκαλος λέγει τι· καὶ προλαμβάνει ἡ ἔννοια ἡ κοινὴ τοῦ μανθάνοντος καὶ γιγνώσκει, εἰ καλῶς λέ γει ἢ οὐ καλῶς. εὑρήσεις οὖν καὶ ἐπὶ ταῖς ἀποδείξεσιν ταύταις ταῖς ἀνθρωπίναις, ταῖς ἐπιστημονικαῖς, μὴ καλῶς ἀγομένας τὰς ἐπιστήμας, ἐὰν ἃ δέον ἐστὶν προγιγνώσκειν μὴ προγιγνώςκουσιν οἱ ἀκούοντες. ἀμέλει γοῦν πολλάκις καὶ τοῦτο ἡμῖν ἐλέχθη ὅτι, ὅτε τις μανθάνει τινὰ ἃ δεῖ προειδέναι τῆς μαθήσεως, οὐ δεῖ διὰ ἀσαφῶν λέξεων λέγειν ἐκείνῳ, ἐπεὶ οὔκ ἐστιν γνώριμα αὐτῷ." ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειαν". μετὰ τὰς πρακτικὰς ἀρετὰς καὶ τὰς κατὰ διάθεσιν ἡ ὁδήγησις ἐπὶ τὴν ἀλήθειαν γίνεται·" ἐπιθυμήσας" γάρ, φησίν," σοφίας διατήρησον ἐντολάς, καὶ κύριος χορηγήσει σοι αὐτήν". σοφία δὲ καὶ ἀλήθεια ταὐτόν ἐστιν. ὁ σωτὴρ γοῦν ἀμφότερα εἶναι λέγεται·" Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία". καὶ αὐτὸς εἶπεν·" ἐγώ εἰμι ἡ ἀλήθεια". 5 καὶ δίδαξόν με, ὅτι σὺ εἶ ὁ θεὸς ὁ σωτήρ μου. θεός μου εἶ δημιουργήσας με, σωτήρ μου εἶ θέλων με βελτιοῦσθαι. σύ μου οὖν διδάσκαλος γενοῦ. ὡς δημιουργός, οὕτω καὶ διδάσκαλος. 5 καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν. σὲ ὑπέμεινα πάντα τὸν χρόνον τῆς ζωῆς μου, ἵνα διδάσκαλόν σε σχῶ καὶ σωτῆρα·" πρὸς σὲ" γὰρ" ἦρα τὴν ψυχήν μου", οὐ πρὸς ἄλλον. οὐχ ἕτερον παρεκάλεσα, ἵνα γνωρίσῃ 80 μοι τὰς ὁδούς σου καὶ τὰς τρίβους σου διδάξῃ με, ἀλλὰ σὲ ἠξίωσα καὶ τούτων μοι διδάσκαλον γενέσθαι. πολλαχοῦ ὁ πᾶς τῆς ζωῆς ἡμῶν χρόνος ἡμέρα καλεῖται κατὰ τὸ λεχθέν·" ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν", ἀνθ' οὗ πεποίηκεν ὁ ἀπόστολος" πᾶσαν ἡμέραν". δύναται δὲ ἡμέρα λέγεσθαι ὅλος ὁ χρόνος τῆς ζωῆς τῶν ἁγίων, ὅτι ἐν φωτισμῷ εἰσιν ἀεί, καταλαμπόμενοί εἰσιν ὑπὸ τοῦ ἀληθινοῦ φωτὸς" τοῦ ἡλίου τῆς δικαιοσύνης". αὕτη ἡ ἡμέρα οὐ μεσολαβεῖται ὑπὸ νυκτῶν, ἀδιάκοπός ἐστιν. εἴρηται γοῦν ἐν ψαλμῷ·" ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου". ἡ ζωὴ δὲ ἡ παρεκτεινομένη τῇ ἐνταῦθα ἐπιδιατριβῇ λέγεται αἰών·" ἔσται" γάρ" σοι δοῦλος εἰς τὸν αἰῶνα"." οὐ μὴ φάγω κρέας εἰς τὸν αἰῶνα", ἀντὶ τοῦ" διὰ βίου". ἐπεὶ τοίνυν ὁ χρόνος τῆς ἡμετέρας ζωῆς πρὸς τὸ φωτίσαι τὸ πρόσωπόν σου γεγένηται– ἐληλύθαμεν γὰρ τὴν παρουσίαν σου προαναφωνῆσαι–, ὁ αἰὼν ἡμῶν πᾶς εἰς φωτισμὸν τοῦ προσώπου σου γέγονεν ἕνεκεν τοῦ φωτίσαι καὶ φανερῶσαι ἀνθρώποις τὴν ἐπιδημίαν σου. 6 μνήσθητι τῶν οἰκτιρμῶν σου, κύριε, καὶ τὰ ἐλέη σου, ὅτι ἀπὸ τοῦ αἰῶνός εἰσιν. εἰ γὰρ καὶ παρεκάλεσα καὶ ἦρα τὴν ψυχήν μου πρὸς σὲ καὶ τὰ ἄλλα ἠξίωσα ὑπαρχθῆναί μοι παρὰ σοῦ, ἀλλ' οὐ κατ' ἀξίαν ταῦτα αἰτῶ. οἰκτίρων καὶ ἐλεῶν ταῦτα παρέχεις συμφώνως τῷ·" οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεῶντος θεοῦ"· κἂν γὰρ πάντα, ἃ παρ' ἑαυτούς, ἐποιήσαμεν, ἐλέῳ θεοῦ σπουδάζομεν τυχεῖν τοῦ τέλους αὐτῶν. ὡς οἰκτίρ μων ἄκουσόν μου, ὡς ἐλεήμων δέξαι μου τὰς εὐχάς." καὶ τὰ ἐλέη σου, ὅτι ἀπὸ τοῦ αἰῶνός εἰσιν". μὴ γὰρ χθὲς καὶ πρώην ἤρξω ἐλεήμων εἶναι. ἀίδιος εἶ, ἀιδίως ἀγαθὸς εἶ. 7 ἁμαρτίας νεότητός μου καὶ τὰς ἀγνοίας μου μὴ μνησθῇς. θεωρεῖς ὅτι περὶ προλαβουσῶν ἀγνοιῶν καὶ ἁμαρτημάτων εὔχεται κατ' οἰκτιρμὸν καὶ ἐλεημοσύνην θεοῦ· οὐ γὰρ ἔτι μετάνοιά ἐστιν ἡ ἐπὶ πραττομένοις ἁμαρτήμασιν ἀναπέμπουσα εὐχήν. ἐπὶ παρῳχηκόσιν γίνονται αἱ μετάνοιαι. λέγει γοῦν·" μὴ μνησθῇς τῶν ἁμαρτιῶν καὶ τῶν ἀγνοιῶν μου" ὧν ἔχω, νῦν οὐκ ἔχω δέ, ἀλλὰ τῶν τῆς νεότητος. δυνατὸν δὲ καὶ οὕτως· οἵας ἐὰν ᾖ ἡλικίας ὁ ἀγνοῶν καὶ ἁμαρτάνων, νέος ἐστὶν νεότητι τῆς γνώμης, νεοπαγίᾳν τῆς ἕξεως. εὑρεῖν οὖν ἔστιν ἀεὶ τοὺς ἐξομολογουμένους καὶ μετανοίας λόγους προφέροντας περὶ παρῳχηκότων ἁμαρτημάτων τοῦτο ποιοῦντας·" ἡμαρτήκαμεν, ἠνομήσαμεν, ἠσεβήσαμεν"· πῶς γὰρ οἷόν τέ ἐστιν; ὁ μετανοῶν ἀρετὴν αἰτεῖ. πῶς οὖν δύναται ἀρετὴν ἔχειν ἢ λαβεῖν ὁ ἐν τοῖς ἁμαρτήμασιν ἔτι ὤν;" ἕκκλινον" γοῦν" ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν". 7 κατὰ τὸ ἔλεός σου μνήσθητί μου σύ. ἐπερ·" μνήσθητί μου";– ἰδίωμά ἐστιν τῆς γραφῆς ἀντὶ τοῦ" γνῶθί με". 7 ἕνεκεν τῆς χρηστότητός σου, κύριε. οὐχ ἕνεκα τῆς ἐμῆς ἀρετῆς μνήσθητί μου. 8 χρηστὸς καὶ εὐθὴς ὁ κύριος. ὁ μετὰ εὐθύτητος ὢν χρηστὸς ἀγαθός ἐστιν· πολλάκις 81 γὰρ τὸ" χρηστὸν" ἐπὶ διαβολῇ λαμβάνεται·" φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί". οὐκ ἐπαινετῶς τὰ χρηστὰ ὧδε λαμβάνει, ἀντὶ τῶν ἐπιπολαίων. καὶ πάλιν τὸ ἄκακον ὁμοίως·" ἄκακος πιστεύει παντὶ λόγῳ", ἀντὶ τοῦ εὐήθης. καὶ περὶ τῶν ἑτεροδόξων γράφει Παῦλος·" διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσιν τὰς καρδίας τῶν ἀκάκων". 8 διὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ. εἰ ἦν ἀπότομος, εἰ μὴ ἦν χρηστός, οὐκ ἐνομοθέτει ἐν τῇ ὁδῷ τῆς σωτηρίας τοὺς ἁμαρτάνοντας, ἀλλὰ κολάσει αὐτοὺς παρεδίδου. καὶ αὐτοὺς οὖν τοὺς ἁμαρτάνοντας ἐν ὁδῷ νομοθετεῖ, ἵν' ὁδεύσαντες ταύτην τὴν ὁδὸν σωτηρίαν σχῶσιν. καὶ θεώρει· οὐ λέγει" τοὺς ἡμαρτηκότας", ἀλλὰ" τοὺς ἁμαρτάνοντας". καὶ τοὺς ἔτι ἁμαρτάνοντας διὰ προτροπῶν, νουθεσιῶν, νομοθεσιῶν ἄγει αὐτοὺς εἰς τὴν ὁδόν. ἐπερ· τὸν γραπτὸν λέγει;– κατὰ πάντα τὰ σημαινόμενα τοῦ νόμου ἐκλαμβάνεσθαι τοῦτο τὸ ῥητὸν δύναται. 9 ὁδηγήσει πραεῖς ἐν κρίσει. κεκριμένως τοὺς πράους ὁδηγεῖ· δοκεῖ γὰρ πάλιν καὶ ἡ πραότης τοῖς πολλοῖς ἐπιπολαιότητα σημαίνειν. ὅτε δὲ καὶ κεκριμένως ὁδηγοῦνται, τελείαν ἀρετὴν ἔχουσιν ἣν ἐδίδαξεν ἔχειν ὁ σωτὴρ λέγων·" μάθετε ἀπ' ἐμοῦ, ὅτι πραύς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ". δύναται δὲ καὶ τὸ" ἐν κρίσει" οὕτως· κρίνας τούτους τοὺς πραεῖς δυναμένους ὠφεληθῆναι ὁδηγεῖ αὐτούς. καὶ ἡ πρώτη δὲ διάνοια μάλιστα ἔχει ἁρμονίως πρὸς τὴν λέξιν ὅτι κεκριμένως ἔρχονται ἐπὶ τὴν ὁδὸν ὁδηγὸν τὸν θεὸν ἔχοντες. ἢ οὐχ ὁδηγεῖ ὁ λέγων·" μάθετε ἀπ' ἐμοῦ, ὅτι πραύς εἰμι"; 10 πᾶσαι αἱ ὁδοὶ κυρίου ἔλεος καὶ ἀλήθεια. ἐν πολλοῖς τόποις τῶν γραφῶν συνέζευκται τὸ ἔλεος τῇ ἀληθείᾳ. μεγάλη τίς ἐστιν ἡ ἀλήθεια, ἵν' οὕτως εἴπω, ὑπὲρ τοὺς ἀνθρώπους ἐστίν. θεώρει δὲ ὅτι πάντα τὰ λογικὰ καὶ τὰ ὑπερφυῆ καὶ τὰ ἄνω ἀπομείναντα χρῄζει τῆς ἀληθείας. ἐνταῦθα δὲ χρῄζομεν τοῦ ἐλέου, ἵνα δυνηθῶμεν γνῶναι τὴν ἀλήθειαν. εἴρηται δὲ ἐν τοῖς ἔνπροσθεν·" τὰς ὁδούς σου, κύριε, καὶ τὰς τρίβους σου ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου". ἀρχὴ οὖν τοῦ ὁδεύειν ταύτας τὰς μακαρίους ὁδοὺς ἐκ τοῦ ἐλέους τοῦ θεοῦ γίνεται, τέλος δὲ ἐκ τῆς ἀληθείας. 10 τοῖς ἐκζητοῦσιν τὴν διαθήκην αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ. οὐ τοῖς ἁπλῶς ζητοῦσιν, ἀλλ' ἐπιτεταμένως τοῖς ἐκζητοῦσιν. οἱ ἐρευνῶντες τὰς γραφάς, κἀκεῖνοι ἐκζητοῦσιν τὴν θεοῦ διαθήκην. ταὐτὸν δὲ τὸ ἐρευνᾶν καὶ τὸ ἐκζητεῖν." καὶ τὰ μαρτύρια αὐτοῦ"· μαρτύριά εἰσιν αὐτοῦ τὰ ὑπ' αὐτοῦ μεμαρτυρημένα λόγια. οἶδας ὅτι τὸ μαρτυρηθὲν ἀναντίρρητον. τὸ ἀναντίρρητον οὖν τῶν θείων παιδευμάτων τῷ ὀνόματι τῶν μαρτυρίων πολλάκις σημαίνεται. ἐπερ· ἃ αὐτὸς ἐμαρτύρησεν;– ἃ αὐτὸς ἐβεβαίωσεν. δυνατὸν δὲ καὶ τὰ ἀνεξέλεγκτα καὶ μὴ ἔχοντα ἀνατροπὴν μαρτύρια λέγεσθαι, οὐχ ὅτι ὑπό τινος ἐμαρτυρήθησαν, ἀλλ' ὅτι ἡ φύσις αὐτῶν τοιαύτη ἐστίν, ὥστε μαρτυρεῖν αὐτὰ 82 τῇ ἀληθείᾳ." καὶ ὁ μάρτυς", φησίν," ἐν οὐρανῷ πιστός". περὶ τοῦ θεοῦ, ἐὰν λέγηται ὁ θεὸς μαρτυρεῖσθαι, μὴ τοῦτο λέγομεν ὅτι ὁ μαρτυρῶν αὐτῷ συνιστᾷ αὐτόν. Ἰωάννης ἐλήλυθεν," ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός"· μὴ γὰρ ὁ μαρτυρήσας περὶ τοῦ φωτὸς Ἰωάννης πίστιν καὶ σύνστασιν τῷ φωτὶ παρέσχεν. ὁ μαρτυρῶν ἐπιστήμῃ ἑαυτὸν δείκνυσιν ἐπιστήμονα, καὶ ὁ μαρτυρῶν ἀρετῇ δείκνυται σπουδαῖος ὤν. οὕτω γοῦν καὶ οἱ ἐν τοῖς διωγμοῖς εὐαρεστήσαντες καὶ ἀθλήσαντες ὡς δεῖ μάρτυρες λέγονται. ἑαυτοὺς ἔδειξαν φιλαλήθεις, ἑαυτοὺς ἔδειξαν εἰδότας τὴν ἀλήθειαν. οὐ τὴν ἀλήθειαν ἐβεβαίωσαν, ἀλλ' ἑαυτοὺς ἐβεβαίωσαν. τὰ ἄξια οὖν τοῦ μαρτυροῦντος λέγεται πολλάκις μαρτύρια. 11 ἕνεκεν τοῦ ὀνόματός σου, κύριε. οὐχ ἕνεκα τῆς ἡμετέρας σπουδῆς ἢ τοῦ ἡμετέρου βίου, ἀλλὰ διὰ τὸ σὸν ὄνομα. τοῦτο γοῦν καὶ ἐν ἑτέρῳ ψαλμῷ λέγουσιν·" μὴ ἡμῖν, κύριε, μὴ ἡμῖν, ἀλλ' ἢ τῷ ὀνόματί σου δὸς δόξαν"· ἐπεὶ γὰρ σοῦ χρηματίζομεν καὶ σὺ θεὸς ἡμῶν ὠνομάσθης, ποίησον διὰ τὸ σὸν ὄνομα. 11 καὶ ἱλάσῃ τῇ ἁμαρτίᾳ μου· πολλὴ γάρ ἐστιν. τὸ" πολλή ἐστιν" οὕτω λέγομεν· εἰ τοσαῦτα ποθεῖ γνωρισθῆναι ἑαυτῷ τὰς ὁδούς, ὁδηγηθῆναι ἐπὶ τὴν ἀλήθειαν, πῶς πολλὴν ἔχει ἁμαρτίαν; εἴρηται ἔνπροσθεν τοῦ·" ἀπὸ τῶν κρυφίων μου καθάρισόν με", ὅτι καὶ ὁ βραχὺς μολυσμὸς μεγάλη ἁμαρτία ἐστὶν τῷ ὁλοκαθάρμῳ. 12 τίς ἐστιν ἄνθρωπος ὁ φοβούμενος τὸν κύριον. λοιπὸν πυνθάνεται· τίς ἐστιν ἄρα ὁ φοβούμενος τὸν θεὸν ἄνθρωπος; τούτῳ" νομοθετήσει ἐν ὁδῷ ᾗ ᾑρεθίσατο" αὐτὸς ὁ θεός. οὐχ ὁ τυχών ἐστιν δὲ ὁ τὸν κύριον φοβούμενος ἄνθρωπος. οὕτως νομίζομεν οἱ πολλοί, οὕτως πολλάκις λέγομεν ὅτι·" ἐγὼ ἁπλῶς θέλω φοβεῖσθαι τὸν θεόν". οὐκ ἰσμὲν δὲ τί λέγομεν· ὁ γὰρ" φόβος τοῦ θεοῦ πάντα ὑπερέβαλεν", ὡς αὐτὴ ἡ γραφὴ λέγει. καὶ ἔτι·" οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν". εἰ οὐκ ἔχει ὑστέρημα ὁ φοβούμενος τὸν θε όν, πληρέστατός ἐστιν. τὸ" τίς ἐστιν" δύναται τὸ σπάνιον εἶναι καὶ πυσματικόν. 12 νομοθετήσει αὐτῷ ἐν ὁδῷ ᾗ ᾑρεθίσατο. ᾗ αὐτὸς ὁ θεὸς αἱρεῖται. δύναται δὲ ᾗ ᾑρεθίσατο ὁ ἄνθρωπος· κυρίως γὰρ ἡ ἀρετὴ αἱρετὴ λέγεται. ὥσπερ φιλητόν ἐστιν τὸ ἄξιον τοῦ φιλεῖσθαι, κἂν μηδεὶς αὐτὸ φιλῇ, φιλητόν ἐστιν καὶ μισητὸν τὸ ἄξιον τοῦ μισεῖσθαι, κἂν μηδεὶς αὐτὸ μισῇ, οὕτως αἱρετή ἐστιν ἡ" αἱρετή", κἂν μηδεὶς αὐτὴν αἱρῆται· αἱρεῖσθαι γὰρ ἔστιν καὶ κακά, ἀλλ' οὐκ αἱρετά. μᾶλλον ἐσφαλμένη ἐστὶν ἡ περὶ ταῦτα αἵρεσις." νομοθετήσει αὐτῷ ἐν ὁδῷ ᾗ ᾑρετίσατο". ἤτοι αὐτὸς ὁ νομοθετῶν ἢ ὁ νομοθετούμενος. ἀμφότερα δὲ ἀληθῆ ἐστιν. 13 ἡ ψυχὴ αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται. οὗτος ὁ φοβούμενος τὸν κύριον ἄνθρωπος ἐν ἀγαθοῖς ἔχει τὴν ψυχὴν αὐλιζομένην. 13 καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει γῆν." σπέρμα αὐτοῦ" οὐ πάντως τὸ σωματικόν– πολλῶν δὲ ἁγίων ἀνδρῶν φαῦλοι υἱοὶ ἀπεδείχθησαν–, ἀλλὰ τὸ σπέρμα τὸ 83 γεννώμενον κατὰ παίδευσιν καὶ μίμησιν ἀρετῆς. 14 κραταίωμα κύριος τοῖς φοβουμένοις αὐτόν. λοιπὸν λέγει τὸ μέγεθος τοῦ φοβουμένου τὸν θεόν. οὐκ ἄλλο κραταίωμα ἔχουσιν οἱ φοβούμενοι τὸν̣ θ̣ εὸν ἢ αὐτὸν τόν, ὃν φοβοῦνται. ἰσχὺς αὐτῶν ἐστιν, βασιλεὺς αὐτῶν ἐστιν, κρατεῖ αὐτῶν." καὶ τὸ ὄνομα" αὐτοῦ ἴδιον γέγονεν" τῶν φοβουμένων αὐτόν". οὔκ ἐστιν ἴδιον ἀνθρώπων, ἀλλὰ τῶν φοβουμένων· πᾶσιν μὲν γὰρ αὐτὸ δέδωκεν, ἀλλὰ τῶν φοβουμένων κτῆμα γέγονεν. 14 καὶ ἡ διαθήκη αὐτοῦ τοῦ δηλῶσαι αὐτοῖς. αἱ διαθῆκαι ὅτε εἰσὶν ἐσφραγισμέναι, οὔπω δῆλά εἰσιν τὰ ἐνγεγραμμένα τοῖς κληρονόμοις. οὐκ ἀεὶ οὖν μένει ἡ διαθήκη αὕτη ἐσφραγισμένη, ἀλλὰ λυθήσεταί ποτε, ἵνα ἀποδοθῇ ἡ κληρονομία τοῖς ἐνγραφεῖσιν. δηλώσει οὖν αὐτοῖς. καὶ ἐπεὶ πολλαχοῦ λέγει τὸν θεῖον λόγον διαθήκην τόν τε παλαιὸν καὶ καινόν, τὸν πρὸ τῆς ἐπιδημίας καὶ μετ' αὐτήν, δεῖ ταύτην τὴν διαθήκην δηλωθῆναι, δεῖ λυθῆναι. τότε δὲ λύεται, ὅταν πληρωθῇ τὰ προαναφωνηθέντα δι' ἐκβάσεως κατὰ τό·" ὅπως πληρωθῇ τὸ ῥηθέν"· τότε γὰρ βεβαία γίνεται, ὅτε τέθνηκεν ὁ διαταξάμενος· ἡ λύσις γὰρ τότε γίνεται. κἂν μὴ λυθῇ τῷ μὴ εἶναι ἀντίρρησιν, λέλυται τῇ δυνάμει· τὅτε γὰρ ἀποδίδεται τὰ διαταγέντα, τοῖς εἰληφόσιν λέλυται ἡ διαθήκη. 15 οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν κύριον, ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου. θεώρει ὅτι, ἐὰν μὴ ἀκριβῶς ἐπιστάνωμεν ταῖς λέξεσιν, ὁτὲ ἐναντιώματα εὑρίσκεται. οὐκέτι ἐστὶν κατὰ τὸν λέγοντα·" πολλή ἐστιν ἡ ἁμαρτία μου", τό·" οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν κύριον"· ὁ γὰρ διὰ παντὸς τοὺς ὀφθαλμοὺς προσέχων πρὸς τὸν κύριον οὐκ ἔχει ὅλως ἁμαρτίαν, καθαρὰν ἔχει καρδίαν. οὕτω καὶ αὐτὸν τὸν θεὸν ὁρᾶν δύναται. ὅταν οὖν μὴ ποτὲ ὁρᾷ, ποτὲ δὲ μή, διὰ παντὸς ἔχων πρὸς τὸν κύριον τοὺς ὀφθαλμούς, λέγει·" ἐγὼ δὲ διὰ παντὸς μετὰ σοῦ". μετὰ σοῦ δὲ ὢν οὐχ ἁμαρτάνω. εἰ μὴ ἐκτός τις γένηται θεοῦ, οὐχ ἁμαρτάνει." οἱ μακρύνοντες" οὖν" ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται". ἐπερ·" καὶ ἡ διαθήκη αὐτοῦ";– ἡ τοῦ θεοῦ διαθήκη δηλοῦται, ὅταν τις ἀποδειχθῇ ἄξιος τοῦ λαβεῖν τὰ ἐπαγγελλόμενα. ἔχει δέ τι παράδοξον παρὰ τὰς ἄλλας διαθήκας ἡ τοῦ θεοῦ· προσάπαξ λύονται αἱ τῶν ἀνθρώπων διαθῆκαι. ὁ θεὸς δὲ καθ' ἡμέραν. οὗτος οὖν τὴν διαθήκην καὶ δηλοῖ τοῖς προσερχομένοις καὶ ἀξίοις οὖσιν. ὥσπερ ἐν τοῖς ἄλλοις πᾶσιν παραλλάττει τὰ τοῦ θεοῦ ἔλεγον γὰρ ὅτι τὸ φῶς τοῦτο τὸ αἰσθητὸν ὅταν εἰς μέσον ἔλθῃ, φωτίζει τὸν ὄψιν ἔχοντα· οὐ παρέχει ἀντίλημψιν τῷ τυφλῷ. τὸ δὲ τοῦ θεοῦ φῶς ἅμα φαινόμενον καὶ τὴν ὄψιν παρέχει καὶ φωτίζει αὐτήν. τοῖς γοῦν ἀγνοοῦσιν αὐτὸν τυφλοῖς οὖσιν ὅτε ἀνατέλλει, ἀμφότερα χαρίζεται καὶ τὸ ὄψιν ἔχειν νοῦ καὶ τὸ ἀντιλαμβάνεσθαι τοῦ φωτός–, οὕτω 84 καὶ ἡ διαθήκη οὐ προσάπαξ λύεται, ἀλλ' ἐάν τις σήμερον ἄξιον ἑαυτὸν καταστήσ̣ ῃ τοῦ υἱὸν εἶναι τοῦ διαθεμένου καὶ κληρονόμον, τότε δηλο̣ ῦται αὐτῷ." οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν κύριον". ἐπεὶ" οἱ ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους", ἀνάγκη καὶ τοὺς δικαίους διὰ παντὸς τοὺς ὀφθαλμοὺς ἔχειν πρὸς αὐτόν. οὐ ποτὲ μὲν αὐτὸν ὁρῶσιν, ποτὲ δὲ οὔ, ἀλλά τινα τῶν ἀπηγορευμένων· ὅνπερ γὰρ τρόπον" οὐδεὶς δύναται δυσὶν κυρίοις δουλεύειν", οὕτως οὐδεὶς δύναται πρὸς θεὸν τοὺς ὀφθαλμοὺς ἔχειν καὶ πρὸς τὴν κακίαν ἢ τὸν ποιητὴν τῆς κακίας πρῶτον. ὁ θεὸς νοερά ἐστιν οὐσία βλεπομένη ὀφθαλμοῖς διανοίας. ὅταν οἱ ὀφθαλμοὶ τῆς διανοίας πρὸς τοῦτον μόνον τεταμένοι γένωνται, οὐδὲν ἕτερον ὁρῶσιν. τὰ δὲ χείρονα οὐ πεφύκασιν βλέπειν, ὅτε τὸν θεὸν ὁρῶσιν, ὥσπερ οὐ πέφυκεν δουλεύειν μαμωνᾷ ὁ θεῷ δουλεύων. τὸ" οὐ πέφυκεν" δὲ οὕτω λέγω· οὐ πέφυκεν τὸν ἀδικοῦντα δικαιοσύνην ποιεῖν· οὐ γὰρ οὕτω λέγω ὡς λέγω ὅτι" οὐ πέφυκεν τὸν ἄνθρωπον πτῆναι", ἀλλ' ὅσον ἐστὶν δίκαιος οὐ πέφυκεν πρὸς ἁμαρτίαν, ὅτε ἁμαρτωλός ἐστιν, οὐ πέφυκεν πρὸς ἀρετήν." οἱ ὀφθαλμοί μου" οὖν" διὰ παντὸς πρὸς τὸν κύριον". ἀεὶ αὐτὸν ὁρῶ. ὁ δὲ ὁρῶν θεὸν οὐχ ἁμαρτάνει·" πᾶς ὁ ἁμαρτάνων οὐχ ἑώρακεν αὐτὸν οὐδὲ ἔγνωκεν αὐτόν". καὶ ὅρα γε τὸ εὐλαβὲς τῶν ἁγίων· εἰ καὶ αὐτὸς προαιρέ σει ἔτεινεν τοὺς ὀφθαλμοὺς πρὸς τὸν κύριον, δηλονότι οὐχ ἁμαρτάνων, τῷ θεῷ τὸ κατόρθωμα τῆς ἀναμαρτησίας ἐπιγράφων λέγει·" ἐπεὶ οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς αὐτόν", διὰ τοῦτο ἔξω γίνομαι τῆς παγίδος ἧς σκευάζει ἡ ἁμαρτία·" αὐτὸς" γὰρ" ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου". ἐζήτησάν τινες τῶν ἀρχαίων, ὃ καλὸν εἰπεῖν, ὅτι ὁτὲ μὲν ἑνικῶς ὁ ὀφθαλμὸς ὀνομάζεται τοῦ ἔσω ἀνθρώπου, ὁτὲ δὲ πληθυντικῶς. ἐν τῷ ᾄςματι γοῦν τῶν ᾀσμάτων λέγεται·" ἐκαρδίωσας ἡμᾶς ἑνὶ ἀπὸ ὀφθαλμῶν σου"." ὁ ὀφθαλμός μου κατήγαγεν δάκρυα"." ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου". ὁτὲ δὲ πληθυντικῶς·" ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη"· καὶ ἐν τῷ παρόντι στίχῳ·" οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν κύριον". καί·" πεφωτισμένοι τοὺς ὀφθαλμοὺς τῆς καρδίας". διττὴν γνῶσιν ἔχομεν· τότε γὰρ ἀληθείας ἐστὶν γνῶσις, ὅταν τὸ ἑκάστου γιγνωσκομένου δέχηται εἰς ἑαυτὴν εἶδος. εἰσὶν ὁρατὰ καὶ ἀόρατα θεοῦ ποιήματα· καὶ ἐκ μεγέθους τούτων καὶ τῆς καλλονῆς ὁ κατασκευάσας αὐτὰ θεωρεῖται. ὀφθαλμὸς δέ ἐστιν ὁ τὰ ἀόρατα ὁρῶν ὁ νοῦς ἡμῶν, ἡ καθαρὰ καρδία, ἥτις καὶ τὸν θεὸν βλέπει. ἔχομεν δὲ καὶ τὴν αἴσθησιν ὀφθαλμῶν. καὶ ἐὰν ἐπιβάλλῃ τοῖς ὁρατοῖς ποιήμασιν τοῦ θεοῦ οὕτως, ὡς κατεσκευάσθησαν καὶ ἔχουσιν φύσεως, ὑγιαίνει. ὅταν δέ, φέρε, ὁρῶντες τὸν ἥλιον θεὸν αὐτὸν νομίζωμεν, ὁρῶντες τὴν διάταξιν τὴν οὐράνιον ἡγώμεθα γενεθλιαλογίαν εἶναι, οὐκ ὀρθῶς βλέπει ὁ ὀφθαλμὸς οὗτος· ἔδει γὰρ" τὰ ἀόρατα τοῦ θεοῦ ἀπὸ κτίσεως 85 κόσμου τοῖς ποιήμασιν νοούμενα καθορᾶσθαι". τὰ ἀόρατα τοῦ θεοῦ τότε ὁρᾶται, ὅταν ἐπιβάλλωμεν τοῖς θεοῦ ὁρατοῖς δημιουργήμασιν καὶ οὕτως ἀπὸ κτίσεως τοῦ κόσμου τούτου τοῦ αἰσθητοῦ τὰ ἀόρατα τοῦ θεοῦ καθορῶμεν. τὰς ἐν τῷ νῷ τῶν ἀνθρώπων τέχνας καὶ τὰς ἐπιστήμας ἰδεῖν οὐ δυνάμεθα ἅτε τοῦ νοῦ ἀοράτου ὄντος. ἐκ τῶν κατασκευαζομένων δὲ ἔργων ἢ θεωρημάτων ἐπιστημονικῶν λαμβάνομεν τὴν αἴσθησιν τοῦ νοῦ, κατὰ ποίαν ἐπιστήμην ἢ τέχνην πεποίωται. κυρίως οὖν θεώρει τὴν ἐπιστήμην τοῦ μηχανικοῦ· ὁ τοὺς λόγους τῶν μηχανικῶν κατασκευασμάτων δυνάμενος δέξασθαι εἰς τὴν διάνοιαν ἑαυτοῦ. ὁμοίως καὶ ἐπὶ τοῖς ἄλλοις· ἐκεῖνον ἰατρικὸν λέγομεν τὸν εἰδότα τὰ ἰατρικὰ ὡς δεῖ, ὡς ἡ ἐπιστήμη ὑπαγορεύει. ὅταν τις οὖν τὸν ἀόρατον ὁρᾷ ὡς δεῖ– τὸ" ὡς δεῖ" δὲ λέγω, ὡς ἐφικτόν ἐστιν–, ὁρᾷ δὲ καὶ τὰ δημιουργήματα τοῦ θεοῦ τὰ ἀόρατα, ὧν καὶ ἡ ψυχὴ τοῦ ἀνθρώπου ἐστίν, ἔχει τὸν ὀφθαλμὸν τοῦτον διὰ παντὸς πρὸς θεὸν ὁρῶντα καὶ καθαρόν. ὅταν καὶ τὰ δημιουργήματα τὰ αἰσθητὰ καὶ τὴν περὶ τούτων πρόνοιαν ὀρθῶς ἐκλαμβάνῃ, ἔχῃ καὶ τὸν αἰσθητικὸν πόθον– οὐ τοῦτον λέγω τὸν τοῦ σώματος, ἀλλὰ τὴν νόησιν τὴν τῶν αἰσθητῶν, ὁρατῶν– κατορθούμενον, καὶ οὕτω τοὺς ὀφθαλμοὺς ἔχει διὰ παντὸς πρὸς τὸν κύριον. ὡς δοῦλος λαλεῖ. δοῦλος δέ ἐστιν ὁ δουλεύων θεῷ, ὁ καὶ διαθέσει καὶ ἔργῳ ὁμολογῶν τὴν δεσποτείαν," ὁ ποιῶν τὸ θέλημα τοῦ ἐν τοῖς οὐρανοῖς πατρός"." ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου". εἰ καὶ ἐφεδρεύουσίν μοι οἱ παγιδευταὶ καὶ θηρευταὶ λαβεῖν θέλοντες καὶ τὸν πόδα μου ὥσπερ εἰς τὴν παγίδα βροχίσαι, ἀλλ' ἐγὼ διὰ παντὸς ἔχων πρὸς τὸν κύριον τοὺς ὀφθαλμοὺς οὐ πάσχω τοῦτο. πολλαχοῦ γὰρ τῶν θείων παιδευμάτων τὰ ἐνεδρεύματα τῶν πονηρῶν παγίδες ὀνομάζονται·" ἐν παγίδι ταύτῃ, ᾗ ἔκρυψαν, συνελήμφθη ὁ ποὺς αὐτῶν". πολλάκις οἱ ἐχθροὶ τῆς ἀληθεία παγίδας σκευάζουσιν καὶ ἐν ταῖς παγίσιν αἷς σκευάζουσιν ἄλλοις, αὐτοὶ ἁλίσκονται. καὶ ἔστιν καὶ ἐν τῇ ἱστορία τοιαῦτά τινα· ὁ Ἀμὰ εὐτρέπισεν ξύλον, ἵνα σταυρώσῃ τὸν δίκαιον Μαρδοχέα, καὶ ἐν αὐτῷ αὐτὸς ἐσταυρώθη. καὶ περὶ αὐτοῦ τοῦ μεγαλοδαίμονος λέγεται·" λάκκον ὤρυξεν καὶ ἀνέσκαψεν αὐτὸν καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο". κἂν γοῦν ἐν τῷ βίῳ τούτῳ ταῦτα μὴ γένηται, ἀλλ' οὖν γε ἐν τῷ μέλλοντι παγιδεύεται ᾗ ἐσκεύασεν παγίδι. πολλοὶ γὰρ τηροῦσιν τὰ αἰσθητὰ ταῦτα καὶ ὡς διαφευδόμενα αὐτὰ ἡγοῦνται, ὧν ἐστιν καὶ τό·" πάντες οἱ λαβόντες μάχαιραν μαχαίρῃ ἀπολοῦνται". οὔκ ἐστιν δὲ ἀναντίρρητον τοῦτο· ἀλλὰ τοῦτο λέγει· οἱ λαβόντες μάχαιραν κολάσει ὑποπεσοῦνται. ἐν πολλοῖς δὲ τόποις τῶν γραφῶν ἡ μάχαιρα δηλοῖ τὴν κόλασιν, ὡς ἐν τῷ·" μεθύσω τὰ βέλη μου, καὶ ἡ μάχαιρά μου καταφάγεται αἷμα τραυματιῶν", καί·" ἐμεθύςθη ἐν τῷ οὐρανῷ ἡ μάχαιρά μου"· ἥψατο γὰρ καὶ τῶν 86 ἐκεῖ ἡμαρτηκότων καὶ κολάσεως τρόπῳ ἐπέσπασεν αὐτοὺς ὧδε." ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐρύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων". καὶ ὅρα γε διαφοράν· τάχα τινὲς τῶν ἀγρευομένων ὑπὸ τῶν φαύλων τούτων θηρευτῶν ὅλοι ἐντὸς εἰς τὰς παγίδας λαμβάνονται, οἱ δὲ μόνους τοὺς πόδας. οἱ λέγοντες οὖν·" ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐρύσθη" ὅλοι ἦσαν παγιδευθέντες. λέγεις γοῦν εὐθέως·" ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐρύσθημεν". ὧδε δὲ ὁ ἅγιος ἐπεὶ τοὺς ὀφθαλμοὺς ἔχει διὰ παντὸς πρὸς τὸν κύριον, περὶ ἁμαρτημάτων εὐτελεστέρων λέγει ὅτι·" οἱ πόδες μου γέγοναν εἰς παγίδα". ἔκσπα οὖν αὐτοὺς ἐκεῖθεν, ἵνα ἀνενπόδιστοι λοιπὸν γενόμενοι ὁδὸν τῶν ἐντολῶν τοῦ θεοῦ δράμωσιν καὶ εἴπωσιν·" ἄνευ ἀνομίας ἔδραμον καὶ κατηύθυνα". 16 ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με. ὅταν ἐπιβλέψῃ θεός, ἔλεος γίνεται τοῖς ἐπιβλεπομένοις· ἄξιοι γάρ εἰσιν τοῦ ὁρᾶσθαι· ὁ γὰρ ἁμαρτάνων μακρύνεται τῶν ὄψεων τοῦ θεοῦ καὶ τοῦ προσώπου αὐτοῦ. ὁ Ἀδὰμ γοῦν ὅτε ἥμαρτεν ἅμα τῇ Εὕᾳ," ἐκρύβη ἀπὸ προσώπου κυρίου τοῦ θεοῦ". οὐχ ὑπομένουσιν ὀφθῆναι τῷ προσώπῳ τοῦ θεοῦ, ὅτε μάλιστα συνίσασιν ἑαυτοῖς ὅτι ἡμαρτήκασιν. ὁ δὲ θρασυνόμενος Κάιν ἔξω τοῦ προσώπου τοῦ θεοῦ ἑαυτὸν ἀπήγαγεν·" ἐξῆλθεν" γὰρ" Κάιν". ὁ δὲ ἐξερχόμενος ἐθελοντὶ τοῦτο ποιεῖ. περὶ γοῦν τοῦ Ἀδὰμ καὶ τῆς Εὕας εἴρηται ὅτι·" ἐξέβαλεν αὐτοὺς κύριος". ἐφιεμένους τῶν ἔσω ἐξέβαλεν αὐτούς· οὐκέτι γὰρ ἐλυσιτέλει αὐτοὺς ἔσω εἶναι. ὅμως περιείχοντο τῷ πόθῳ. οὔκ εἰσιν οὕτω κακοὶ ὡς ὁ ἐξελθὼν ἀπὸ προσώπου κυρίου. οὗτοί εἰσιν περὶ ὧν γέγραπται·" οὐ διαμενοῦσιν παράνομοι ἀπέναντι τῶν ὀφθαλμῶν σου". ἐθελουσίως δὲ ἔξω τῶν ὄψεων τοῦ θεοῦ γίνονται· οἱ γὰρ ὀφθαλμοὶ θεοῦ ἐφορῶντες φωτίζουσιν τοὺς ἐπιβλεπομένους. 16 ὅτι μονογενὴς καὶ πτωχός εἰμι ἐγώ. Ἀέτιος ὁ ἔξαρχος τῆς Εὐνομίου αἱρέσεως ἔλεγέν τισιν ὅτι·" ὡς μεγάλα χαριζόμενοί ἐστε λέγοντες ὅτι μονογενὴς τοῦ θεοῦ ἐστιν ὁ Χριστός. καὶ ἄλλα πολλὰ κτίσματα μονογενῆ εἰσιν. ὁ ἥλιος γοῦν μονογενής ἐστιν". λέγω αὐτῷ· οὐ ταὐτόν ἐστιν τὸ εἶναί τι μονογενὲς καὶ τὸ εἶναι μονογενὲς γέννημα ἢ μονογενὴς υἱός, λέγω. ταῦτα οὖν τὰ ἄλλοις λεγόμενα μονογενῆ οὐ μετὰ προσθήκης τοῦ" υἱοῦ" ἢ" παρὰ πατρὸς" ἢ" γεννήματος" λέγονται. ὁ δὲ σωτὴρ εἴ που ὀνομάζεται, μετὰ τοιαύτης προσθήκης λέγεται·" καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός". ὁ δὲ παρὰ πατρὸς μονογενὴς υἱός ἐστιν τοῦ πατρὸς μόνος. καὶ ἔτι·" οὕτως ἠγάπησεν ὁ θεὸς τὸν κόσμον ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ". λέγω· υἱοῦ οὖν μονογενοῦς ὄντος ἀδύνατόν ἐστιν ἄλλον υἱὸν εἶναι ἐκείνου τοῦ μονογενῆ υἱὸν ἔχοντος. οὐδὲν δὲ τῶν κτισμάτων μονογενές ἐστιν· κἂν γὰρ ὁ ἥλιος μονογενὴς ᾖν, οὐ κτίσμα μονογενές ἐστιν, οὐ ποίημα μονογενές, ἀλλὰ ἥλιος μονογενής. οὕτω γοῦν καὶ ἀνθρώπων λέγομεν μονογενὲς τέκνον, οὐχ ὅτι ἓν μόνον ἔστιν τέκ87 νον, ἀλλ' ὅτι ἐκείνῳ ἓν μόνον ἐστίν. καὶ τό·" ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ". ἐπεὶ τοίνυν ὁ ταῦτα λέγων οὐ μονογενής ἐστιν υἱός, σκοπήσομεν πῶς ἑτέρως λέγεται· κἂν γὰρ τὸν Δαυὶδ τὸν ἄνθρωπον λάβῃς, οὐκ ἦν μονογενής. εἶχεν ἄλλους ἓξ ἀδελφούς. οὕτω τοίνυν ἐκλημπτέον τὸ μονογενὲς ὧδε εἰρῆσθαι ὡς τό·" κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσιν τὴν ψυχήν μου τοῦ λαβεῖν αὐτήν". οἵῳ δὲ λόγῳ λέγουσιν τὸν ἥλιον μονογενῆ τῷ ἄλλον ἥλιον μὴ εἶναι, ὅταν ὁ ἅγιος μονωθῇ καὶ χωρισθῇ τῶν ἄλλων ἀνθρώπων βίῳ καὶ θεωρίᾳ, μονογενής ἐστιν." μονογενὴς" οὖν" εἰμι καὶ πτωχός". καίτοι ὁ οὕτω πτωχὸς πλούσιός ἐστιν·" πλουτεῖ" γὰρ" παντὶ λόγῳ καὶ πάσῃ γνώσει". ἀλλὰ ὡς πρὸς τὸν ἐφορῶντα θεὸν καὶ τὰς δωρεὰς χαριζόμενον πτωχός ἐστιν· ὥσπερ γὰρ ὁ Ἀβραὰμ εἶπεν·" ἐπεὶ ἠρξάμην λαλῆσαι πρὸς τὸν κύριον, ἐγὼ δέ εἰμι γῆ καὶ σποδός"– μὴ γὰρ καθάπαξ ἑαυτὸν εἶπεν" γῆ καὶ σποδός", ἀλλ'" ἐπεὶ ἠρξάμην πρὸς τὸν κύριον λαλῆσαι"–, οὕτω καὶ Μωυσῆς καίτοι πεπαιδευμένος πάσῃ σοφίᾳ Αἰγυπτίων καὶ ἱκανῶς ἔχων περὶ λόγους," ἰσχνόφωνον καὶ βραδύγλωσσον" ἑαυτὸν εἶπεν," ἀφ' οὗ ἤρξω λαλεῖν τῷ θεράποντί σου". καὶ οὗτος οὖν εἰ καὶ πλούσιός ἐστιν– οὐδὲν γὰρ πλουσιώτερον τοῦ τοὺς ὀφθαλμοὺς διὰ παντὸς πρὸς τὸν κύριον ἔχον τος–, ἀλλ' ὡς πρὸς τὸν ἐπιβλέψαντα καὶ ἐλεῶντα εἶδεν ἑαυτὸν πτωχόν. δυνατὸν δὲ καὶ τὸ" μονογενὴς" εἰπεῖν ὅτι μίαν ἔχω μόνην ψυχήν. ταύτην παγιδευθεῖσαν ἐκσπάσεις ἐκ τῆς παγίδος· μονογενὴς γάρ μοί ἐστιν. 17 αἱ θλίψεις τῆς καρδίας μου ἐπλατύνθησαν. οὐ παντός, λέγω, αἱ θλίψεις πλατύνονται, ἀλλὰ τοῦ γενναίως αὐτὰς φέροντος. τοῦτο ὁ ἀπόστολος γράφει·" ἐν παντὶ θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι". λέγουσιν οἱ τὴν Ἑβραίων εἰδότες διάλεξιν ὅτι τὸ στενοχωρεῖσθαι, ὅτε μετὰ θλίψεως ὀνομάζεται, τοῦτο δηλοῖ τὸ προαιρέσει θλίβεσθαι, τὸ στενοχωρῆσαι τῷ μὴ γενναίως φέρειν τὰ θλιβηρά, οἷον ὁ Ἰὼβ" ἐν παντὶ θλιβόμενος οὐκ ἐστενοχωρεῖτο"· πῶς γὰρ ἐστενοχωρεῖτο ὁ λέγων·" ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτω ἐγένετο· εἴη τὸ ὄνομα κυρίου εὐλογημένον"; καὶ οἱ ἐξερχόμενοι δὲ ἀπόστολοι" ἀπὸ τοῦ συνεδρίου, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος ἀτιμασθῆναι", οὐκ ἐθλίβοντο κατὰ τὴν διάθεσιν, ἀλλὰ ἔχαιρον. καὶ ἐπὶ τῶν αἰσθητῶν δὲ ὁ προσδοκίᾳ στεφάνου ἀγωνιζόμενος ὁρῶν αὐτὸν πρὸ τῶν ὀφθαλμῶν κείμενον γενναίως φέρει τὰς πληγάς, χαίρει ὅτι τυπτόμενος οὐκ ἐνδίδει. τὸ τῆς θλίψεως οὖν ὄνομα ὅτε μετὰ στενοχωρίας συνέζευκται, τοῦτο σημαίνει τὸ κατὰ τὴν διάνοιαν μὴ θλίβεσθαι, ἀλλὰ γενναίως φέρειν. ὅταν χωρὶς ἕκαστον αὐτῶν κεῖται ἐν τῇ γραφῇ, ὃ σημαίνει ἡ θλῖψις, τοῦτο ἡ στενοχω ρία δηλοῖ·" ἐν θλίψει καὶ στενοχωρίᾳ ἐκεῖθεν λέων καὶ σκύμνος λέοντος καὶ ὄφεις καὶ ἔκγονα ἀσπίδων". ὅταν θλῖ88 ψις καὶ στενοχωρία γένηται, τουτέστιν ὅταν τὰ ἔξωθεν θλιβηρὰ ᾖ, θλίβηται δὲ καὶ ἡ διάθεσις, θλίβηται καὶ ἡ προαίρεσις ἑκάστου, καὶ ἤθη φανερὰ γίνεται, ὁ λέων λέων φαίνεται– ἤτοι ὁ γενναῖος καὶ ἰσχυρὸς ἢ ὁ θυμώδης· ἀμφότερα δὲ φανεροῖ· ὅταν ὁ δίκαιος ὡς λέων πεποιθὼς γενναίως ἐνέγκῃ τὰ θλιβηρά, τότε ἐπαινετῶς λέων ὤφθη. ὅταν δὲ σὺν τῇ θλίψει στενοχωρῆταί τις θυμώδης, ἀναδείκνυται ὠμόθυμος καὶ" σκύμνος λέοντος". ἐπὶ τῶν λεόντων οἱ μέν εἰσιν τέλειοι, οἱ δὲ ἀτελεῖς καὶ ὡσανεὶ σκύμνοι τῶν λεόντων καὶ γεννήματα τῶν λεόντων. οὕτω καὶ ἐν ταῖς ἀνθρώπων προαιρέσεσιν εὑρήσεις· οἱ μέν εἰσιν ἄκρως λέοντες, οἱ δὲ ἄρτι λαμβάνοντες τοῦ γεννᾶσθαι. οἱ μάρτυρες τῆς ἀληθείας θλιβόμενοι οὐκ ἐστενοχωροῦντο. 17 καὶ ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με. ἀνάγκας ὧδε τὰς θλίψεις λέγει. καὶ ἐν ἄλλοις·" καὶ ἐκέκραξαν πρὸς κύριον, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐρύσατο αὐτούς". οὐ γὰρ προσεκτέον τοῖς εἰσηγουμένοις γενεθλιαλογίαν· τοῦτο γὰρ ἐκεῖνοι λέγουσιν ὅτι ἐπιμετρεῖ τινα ἡ εἱμαρμένη τοῖς ἀνθρώποις. ἐὰν δέ τις θεοσεβήσῃ καὶ κατὰ θεὸν σοφὸς γένηται, ἔξω γίνεται τῶν ἐπηρτημένων. καὶ Αἰγυπτίων οὖν οἱ λόγιοι, ὧν ἐστιν ὁ τριςμέγιστος Ἑρμῆς, λέγουσιν ὅτι ὁ σοφὸς οὐκέτι ὑπόκειται τῇ εἱμαρμένῃ, ἔξω γίνεται τοῦ κόσμου. ὡς λέγει ὁ σωτὴρ δυνατὸν εἶναι ὄντα ἐν τῷ κόσμῳ μηκέτι ἐξ αὐτοῦ εἶναι, ὅταν ἄνω ἔχῃ τὸν νοῦν καὶ τὴν πολιτείαν οὐράνιον, οὕτω ἐκεῖνοι ψελλίσαντες ἀπὸ τῶν ἡμετέρων λέγουσιν ὅτι ὁ σοφὸς λύει τὴν εἱμαρμένην. τινὲς γοῦν τῶν περὶ γενεθλιαλογίαν ἐχόντων οὕτως εἰσακούονται τὰ τοιαῦτα ῥητὰ ὅτι·" κρισσαί εἰσιν αἷς ὑπόκειμαι. ἔξω τούτων με ποίησον, λῦσον τὴν εἱμαρμένην". οὐχ οὕτως ἐκλαμβάνομεν τὸ ῥητόν, ἀλλὰ τὰς ἀποδείξεις ἀνάγκας λέγει. τοῦτο δὲ καὶ ἐν τῷ Ἰὼβ φέρεται·" ἑξάκις ἐξ ἀναγκῶν σε ἐξελεῖται, ἐν δὲ τῷ ἑβδόμῳ οὐδὲν ἅψεταί σου κακόν". ὃ λέγει, τοιοῦτόν ἐστιν· ὁ κόσμος ἐν ἓξ ἡμέραις γέγονεν. ὁ μὴ ὑπερβαίνων αὐτὸν ὑπὸ ἕξ ἐστιν ἀνάγκας. τέλειος δέ ἐστιν ὁ ἀριθμὸς οὗτος. ὃ λέγει, τοιοῦτόν ἐστιν· ὁ περιεχόμενος τοῦ κόσμου καὶ τῶν μερῶν αὐτοῦ καὶ οὕτω ζῶν ὑπὸ τελείαν ἐστὶν ἀνάγκην. ὅταν δὲ ὑπερπαίσῃ τὸν κόσμον καὶ ὑπεραναβῇ αὐτόν, ἐν τῷ ἑβδόμῳ σαββατίζει ἀπὸ τῶν ἔργων τοῦ κόσμου. καὶ ἐν τῇ ἑβδόμῃ τῇ ἡγιασμένῃ καὶ καθαρᾷ καὶ ἀπολειπομένῃ" τῷ τοῦ θεοῦ λαῷ" γινόμενος ἄψαυστός ἐστιν. τὸ ψαῦσαι δὲ τοῦτο κακὸν σημαίνει τὸ πλησιάσαι αὐτῷ καὶ ἐνεργῆσαι αὐτό. ἐὰν γοῦν λέγῃ ὅτι·" καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι", οὐ τοῦτο σημαίνει ὅτι ἁφῇ ἐπιβαλεῖν σώματι γυναικὸς κακόν ἐστιν." ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με". ἐπειδὴ δὲ τῇ ὑμῶν κρίσει δεδώκαμεν, θεώρει τὸ φαινόμενόν μοι· λέγω·" ἐξάγαγέ με ἐκ τῶν ἀναγκῶν μου", ἵνα μη89 κέτι κατηναγκασμένος ὢν τῇ ἁμαρτίᾳ εὔλυτος πρὸς ἀρετὴν γένωμαι. τότε δὲ ἐξάγεις με τούτων, εἰ ἄφεσιν ἁμαρτημάτων μοι δώσεις. δυνατὸν δὲ καὶ τοῦτο λαβεῖν· τὰς μελλούσας κολάσεις τὰς ἐπιπόνους καὶ θλιβηρὰς ἀνάγκας." αἱ θλίψεις τῆς καρδίας μου ἐπλατύνθησαν". πολλάκις περὶ ἀνάγνωσιν διάφορον οὐκ ἀμφιβάλλομεν. νῦν δὲ ἀναγκαῖόν ἐστιν εἰδέναι ὅτι" ἐπλατύνθησαν" καὶ οὐκ" ἐπληθύνθησαν"· οὐκέτι γὰρ σπουδαῖός ἐστιν ὁ τῇ καρδίᾳ θλιβόμενος ἀλλὰ καὶ φαῦλος. οὐκ ἐπιτρέπει δὲ τά τε πρὸ τοῦ στίχου τούτου καὶ τὰ μετ' αὐτὸν φαῦλον ἐκλαβεῖν τὸν ταῦτα λέγοντα, τὸν ἔχοντα διὰ παντὸς τοὺς ὀφθαλμοὺς πρὸς τὸν κύριον. 18 ἰδὲ τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου. κάμνει ἐν τῷ κόσμῳ τούτῳ τυγχάνων ἀκμὴν ἐπηχθισμένος" τὸ σῶμα τῆς ταπεινώσεως". σὺν τούτῳ τῷ κακῷ συμβαίνει καὶ ταπεινοῦσθαι· πολλάκις γὰρ ἡ θλῖψις ταπείνωσις λέγεται κατὰ τό·" ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεως". ὅτε εἰς τὸν τόπον τῆς κακώσεως ἐληλύθαμεν, ἐταπεινώθημεν. δυνατὸν δὲ καὶ εἰπεῖν ὅτι· ὅτε τοὺς ὀφθαλμοὺς ἔσχεν διὰ παντὸς πρὸς τὸν κύριον ὁρῶντας, τότε εἶδεν ἑαυτὸν ταπεινόν, κἂν δίκαιος ᾖ, ὡς ἔλεγον περὶ τοῦ Ἀβραάμ· οὐκ ἄλλοτε εἶδεν ἑαυτὸν" γῆν καὶ σποδόν", ἀλλὰ ὅτε" ἤρξατο λαλεῖν πρὸς κύριον". 19 ἰδὲ τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν καὶ μῖσος ἄδικον ἐμίσησάν με. μῖσος ἄδικον μισεῖται ὁ διὰ μηδὲν ἄλλο μισούμενος ἢ ὅτι σπουδαῖός ἐστιν. οὕτω γοῦν ἐμισοῦντο οἱ τοῦ Ἰησοῦ μαθηταί. περὶ τούτων εὐχὴν ἀναπέμπειν διδάσκει·" εὔχεσθε περὶ τῶν μισούντων ὑμᾶς, ἀγαπᾶτε τοὺς μισοῦντας ὑμᾶς". οὐχ ἡμεῖς μισοῦμέν τινα· εἴρηται γάρ·" μὴ μισήσεις πάντα ἄνθρωπον, ἀγαπήσεις πάντα ἄνθρωπον". ἐκεῖνοι δὲ μισοῦσιν. οὐχ ἁμάρτημα δὲ ἡμῶν ἐστιν τὸ μισεῖσθαι ὑπό τινων, ἀλλὰ μᾶλλον ἀτύχημα, ὅτε ἡμεῖς πρόφασιν μίσους οὐ παρέχομεν. λέγει οὖν ὅτι·" ἰδὲ τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν καὶ μῖσος ἄδικον ἐμίσησάν με". οὐ δίκαιον μῖσος μισοῦσίν με. ἐμίσουν με ὡς ἄδικον, ὡς πλεονέκτην. ἐπειδὴ δὲ τούτων με οὐδὲν ἔχοντα μισοῦσιν, ἀδίκως με μισοῦσιν. πληθύνονται δὲ οἱ τοιοῦτοι· εἰ γὰρ διὰ ἀρετὴν μισεῖται ὁ δίκαιος, ἔχει πάσας τὰς ἀρετὰς κατὰ τὰ πολλάκις εἰρημένα περὶ τῆς ἀντακολουθίας τῶν ἀρετῶν. οἱ ἄδικοι μισοῦσιν τὸν δίκαιον, οἱ ἀκόλαστοι τὸν σώφρονα, οἱ ἀλαζόνες τὸν ταπεινόφρονα, καὶ ἁπαξαπλῶς οἱ ἐν κακίᾳ μισοῦσιν τὸν δίκαιον. ὁ δίκαιος οὖν εἷς ἐστιν, κἂν πάσας τὰς ἀρετὰς ἔχῃ· σχίζει γὰρ ἡ κακία τοὺς ἔχοντας· οὐ γὰρ δυνατὸν πάσας τὰς κακίας ἕνα ἔχειν. οὐ δύναται οὖν ὁ δειλὸς θρασὺς εἶναι, 90 ὁ δεισιδαίμων ἀσεβής, ὁ ῥᾳδιουργὸς ἄφρων. τρόπον τινὰ οὖν ἐμίσησεν ἡ Αἰγυπτία τὸν Ἰωσὴφ δεσμῶν καὶ φυλακῆς αὐτὸν ποιήσασα πειραθῆναι ὡς κακοῦργον. ἄδικον ἦν τοῦτο τὸ μῖσος. ἡ Ἰεζάβελ κατὰ τοῦ Ναβουθὲμ καὶ θάνατον ἐμηχανᾶτο. καὶ ἄδικον ἦν τοῦτο τὸ μῖσος. καὶ ἡ Ἡρῳδιὰς ἡ γυνὴ τοῦ Ἡρῴδου κατὰ τοῦ Ἰωάννου θάνατον εἰργάσατο οἴκτιστον, ὅσον ἧκεν εἰς αὐτήν. τῶν οὖν ἀδίκως μισουμένων ψήφῳ καὶ κρίσει τῆς προνοίας τὰ μὲν φανεροῦται, τὰ δὲ οὔ. τὸ τοῦ Ἰωάννου μετὰ θάνατον αὐτοῦ φανερὸν γέγονεν, ἄλλων δὲ πρὸ θανάτου, τῆς Σωσάννης καὶ τοῦ Ἰωσήφ. κἄν τε οὖν ἐνταῦθα ἐκδίκησις γένηται κἂν μή, οὐδεὶς ζητεῖ ὅτι ὧδε ἢ οὐχ ὧδε· κρίσει γὰρ θεοῦ ταῦτα γίνεται·" ἀνεξερεύνητα" γάρ ἐστιν" αὐτοῦ τὰ κρίματα". 20 φύλαξον τὴν ψυχήν μου καὶ ῥῦσαί με· μὴ καταισχυνθείην, ὅτι ἤλπισα ἐπὶ σέ. ἐάν μου φυλάξῃς τὴν ψυχὴν ἀζημίωτον καὶ ἀβλαβῆ, οἶδα ὅτι ῥυσθήσομαι· ἤτοι γὰρ ῥύομαι ἀπὸ τῶν κακούντων ἢ στέφανον λαμβάνω διὰ τὸ τεθλῖφθαι. 21 ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι, ὅτι ὑπέμεινά σε, κύριε. οὐ μόνον ἐγὼ ἐμαυτὸν ἐκέρδησα ὑπομείνας ὑπομονὴν τὴν σῴζουσαν– ἡ ὑπομονὴ δὲ φέρει σωτηρίαν·" ὁ ὑπομείνας" γὰρ" εἰς τέλος σωθήσεται"–· πολλοὺς ἐκέρδησα ὅτι ὑπέμεινά σε, πολλοὺς φίλους ἔσχον. ἀκάκους δὲ ἐνταῦθα τοὺς στερομένους κακίας λέγει, οὐ τοὺς εὐήθεις. συνεζεύχθησαν γοῦν αὐτοῖς οἱ εὐθεῖς. κατὰ τὴν ἀποδοχὴν τῆς κακίας ἄκακοί εἰσιν, κατὰ δὲ τὴν λῆμψιν τῆς ἀρετῆς εὐθεῖς. οἷον ὁ ἐκκλίνας ἀπὸ τοῦ κακοῦ ὥστε μηκέτι ἐνεργεῖν αὐτὸ ἄκακος γέγονεν. ἐπειδὴ δὲ μετὰ τὴν ἔκκλισιν τὴν ἀπὸ τοῦ κακοῦ ποίησις ἀγαθοῦ διαδέχεται, εὐθὴς γίνεται ὁ ἐκκλίνας ἀπὸ τοῦ κακοῦ. δυνατὸν οὖν τοὺς αὐτοὺς ἀκάκους καὶ εὐθεῖς λέγειν κατὰ ἄλλην καὶ ἄλλην ἐπίνοιαν. δυνατὸν δὲ καὶ οὕτω· οἱ κατὰ πρᾶξιν ἔξω κακίας ὄντες ἄκακοί εἰσιν, εὐθεῖς δὲ οἱ τὰ τῆς εὐσεβείας φρονοῦντες. 22 λύτρωσαι, ὁ θεός, τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ. ἐπεὶ αὐτὸς τετύχηκεν τῆς αἰτήσεως τῆς περὶ ἑαυτοῦ, βούλεται καὶ τῷ Ἰσραήλ, παντὶ τῷ διορατικῷ καὶ νοῦν ἔχοντι, ὑπαρχθῆναι τὴν αὐτὴν σωτηρίαν, τὸ ἔξω τῶν θλίψεων γενέσθαι θεοῦ λυτρωσαμένου. οὐκ ἀπεικὸς δὲ καὶ περὶ τοῦ ἀνθρώπου τοῦ κυριακοῦ ἐκλαβεῖν ταῦτα. ἀρχόμενοι δὲ τοῦ ἀφ' οὗ ἠρξάμεθα ψαλμοῦ εἰ ρήκαμεν, ὅτι τὰ περὶ τοῦ ἀνθρώπου τοῦ κατὰ τὸν σωτῆρα λεγόμενα κοινά εἰσιν πάντων τῶν δικαίων, μόνων ἐκείνων αὐτοῦ ὄντων ἰδίων τῶν θεολογικῶν. 1 Κρῖνόν με, κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. σφόδρα παρρησιαζομένου πρὸς θεὸν ἡ φωνή. παρρησίαν δὲ πρὸς θεὸν ἔχει, οὗ ἡ καρδία μὴ καταγιγνώσκει, ὡς γράφει ὁ μέγας μαθητὴς καὶ εὐαγγελιστὴς Ἰωάννης ἐν τῇ κατ' αὐ91 τὸν ἐπιστολῇ·" ἐὰν ἡ καρδία ἡμῶν μὴ καταγιγνώσκῃ, παρρησίαν ἔχομεν πρὸς τὸν θεόν". ὅλος οὖν ὁ ψαλμὸς ἀπὸ πολλῆς παρρησίας ἀναπέμπεται. καὶ τὰ μὲν ὡς ἤδη κατορθωθέντα λέγει, τὰ δὲ ὡς παρόντα καὶ ἐνεργούμενα διηγεῖται, τὰ δὲ εὐχήν τινα σημαίνει τοῦ λέγοντος· τὸ γάρ·" κρῖνόν με, κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην". οὐκ εἶπεν" πορευθήσομαι", ἀλλ'" ἐπορεύθην". ἀκακίαν δὲ ἐνταῦθα λέγει τὸ ἀπανοῦργον. ὁ στραφεὶς κατὰ τὴν ὑφήγησιν Ἰησοῦ καὶ γενόμενος ὡς τὰ παιδία, ἐκεῖνος ἐν ἀκακίᾳ γέγονεν, καὶ ἐστίν γε ὁ τοιοῦτος ταῖς μὲν φρεσὶν τέλειος, τῇ δὲ κακίᾳ νηπιάζων, ὡς ὁ ἀπόστολος γράφει·" ταῖς φρεσίν", φησίν," τέλειοι γίνεσθε, τῇ δὲ κακίᾳ νηπιάζετε". ὁ νηπιάζων τῇ κακίᾳ οὐκ ἀγνοεῖ αὐτήν– πῶς γὰρ ἐνηπίαζεν κατ' αὐτήν, εἰ ἠγνόει αὐτήν;–, ἀλλ' οὐκ ἐνεργεῖ. τοῦτο γοῦν λέγει·" ἐν ἀκακίᾳ μου ἐπορεύθην". ἐνταῦθα οὖν ἕτερόν ἐστιν. παρὰ ἀμφότερα τὸ ἀπανοῦργον σημαίνει, τὸ ὡς προεῖπον" στραφέντα κατὰ τὰ παιδία". ὁ στραφεὶς οὖν κατὰ τὴν Ἰησοῦ διδασκαλίαν καὶ ὡς τὰ παιδία γενόμενος οὐκ ἀφραίνει. οὐ τὴν ἀφροσ̣ υ´̣ νην τῶν νηπίων σημαίνει, ἀλλὰ τὸ ἀκίνητον πρὸς τὰ κακά. ἔλεγον οὖν, ὅτι τὸ παιδίον κοιμώμενον μετὰ γυναικὸς ὄρεξιν αὐτῆς οὐ δέχεται. ὅταν οὖν τις τέλειος γενόμενος οὕτως ἔχῃ ἀνορέκτως πρὸς ἀκολασίαν, τῇ κακίᾳ νηπιάζει καὶ ὡς τὰ παιδία στραφεὶς γέγονεν. θεώρει γὰρ ὅτι τὰ παιδία ταῦτα τὰ κατὰ τὴν ἡλικίαν οὐ στραφέντα τοιαῦτά εἰσιν ἀφραίνοντα, εὐήθη. ὁ δὲ τέλειος στραφεὶς γέγονεν τοιοῦτος, ὥστε προαιρετικόν ἐστιν τὸ οὕτω νηπιάζειν, τὸ οὕτω ἄκακον εἶναι. ἐπὶ δὲ τῶν βρεφῶν οὐ τοῦτο φαίνεται, οὐ προαιρετικόν ἐστιν, ἀλλὰ τῆς ἡλικίας μὴ ἐπιτρεπούσης τέλειον ἔχειν λογισμόν. τὸ" ἐπορεύθην" ὧδε οὐκ ἀνακοπὴν λέγει καὶ παῦλαν, ἀλλ' ὅτι ἐκ πολλοῦ οὕτως ἠρξάμην ἢ μητρόθεν οὕτως ἠρξάμην· λέγει γὰρ ὅτι·" ἐπὶ σοὶ ἐπεστηρίχθην ἐκ μήτρας, ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστής". καὶ οἱ ἅγιοι δέ, περὶ ὧν εἴρηται·" οὓς προέγνω καὶ προώρισεν συνμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ", ταύτης εἰσὶν τῆς παρρησίας. 1 καὶ ἐπὶ τῷ θεῷ ἐλπίζων οὐ μὴ ἀσθενήσω. οὐκέτι λέγει" ἐλπίσας", ὡς τὸ" ἐπορεύθην". ἡ πρὸς θεὸν δὲ ἐλπὶς ἰσχυρὸν καὶ πάνυ γε δυνατὸν ποιεῖ. ἐπεὶ τοίνυν ἐπὶ σοὶ ἐλπίζω," οὐκ ἀσθενῶ". περὶ ταύτης τῆς ἀσθενείας πολλαχοῦ τῶν θείων παιδευμάτων φέρεται·" ἀνήγαγεν", φησίν," αὐτούς"– τοὺς Ἑβραίους δηλονότι–" ἐν χρυσίῳ καὶ ἀργυρίῳ, καὶ οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ἀσθενῶν"· ὅταν γὰρ ἀνάξῃ θεός τινα ἐν χρυσίῳ, τουτέστιν νῷ καθαρῷ, καὶ ἀργυρίῳ– λόγῳ δοκίμῳ–, οὐκ ἔχει ἀςθένειαν. οἱ οὕτως ἀναγόμενοι οὐκ ἀσθενοῦσιν, ἀλλ' ἰσχύουσιν" ἐν τῷ ἐνδυναμοῦντι" αὐτούς. καὶ ὡς ὁ ἀπόστολος λέγει·" πάντα ἰσχύω", ὁ δὲ πάντα ἰσχύων οὐκ ἀσθενεῖ, οὕτω καὶ ἕκαστος τῶν σοφῶν ἰσχύων οὐκ ἀσθενεῖ· πῶς γὰρ ἀσθενήσειεν ὁ λέγων πρὸς 92 τὸν θεόν·" ἀγαπήσω σε, κύριε, ἡ ἰσχύς μου"; ὁ ἐλπίζων ἐπὶ πλούτῳ ἀσθενήσει ποτέ. εἰ δὲ καὶ νόσον σημαίνει τὸ ὄνομα τῆς ἀσθενείας– σημαίνει γάρ–, τοῦτο λέγει· ἐπὶ τῷ κυρίῳ ἐλπίζων οὐ νοσήσω κατὰ τὴν ψυχήν, ἀεὶ ὑγιαίνων εἰμί·" ὁ" γὰρ" φυλάττων ἐντολήν, οὗτος ὑγιαίνει". οὐ περὶ τῆς αἰσθητῆς ὑγείας τοῦτο λέγεται· πολλοὶ γὰρ φυλάττοντες ἐντολὴν νοσοῦσιν, καὶ πολλοὶ παραβαίνοντες ἐντολὰς ὑγιαίνουσιν. 2 δοκίμασόν με, κύριε, καὶ πείρασόν με. θεώρει τὴν παρρησίαν·" πύρωσον τοὺς νεφρούς μου" καὶ ἴδε, εἰ ἔστιν ἐν ἐμοὶ ἀδικία. οὐδεὶς ἐκκαλεῖται κριτὴν ἐξετάσαι τὰ κατ' αὐτὸν τοιοῦτον τὰ κρυπτὰ ἐπιστάμενον, μυελοὺς εἰδότα, εἰ μὴ πολλὴν ἔχει παρρησίαν. ἀμέλει γοῦν τινες διὰ τὴν ὑπερβολὴν τῆς καθαρότητος τοῦ παρρησιαζομένου εἰς τὸν ἄνθρωπον τοῦ σωτῆρος ἐκλαμβάνουσιν τὸν ψαλμόν. ἐλέχθη δὲ ἡμῖν ἤδη πολλάκις, ὅτι τὰ κατορθώματα τοῦ σωτῆρος κατὰ τὸν ἄνθρωπον ἅπτεται καὶ πάντων τῶν τελείων ἀνδρῶν." δοκίμασόν με, κύριε, καὶ πείρασόν με". εἰσάγαγέ με εἰς ἀγῶνα. ὡς εἰ καὶ ἀθλητής τις ἱκανὸς ἔλεγεν τῷ ἀθλοθέτῃ·" δοκίμασόν με καὶ πείρασόν με, εἰ τοιοῦτός εἰμι, οἷος ἐπαγγέλλομαι". τὸ δοκιμάσαι δὲ τὸν θεόν τινα τοῦτο σημαίνει ὅτι ἄξιός ἐστιν τοῦ παρ' αὐτοῦ δοκιμῆς τυχεῖν." ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ θεοῦ πιστευθῆναι τὸ εὐαγγέλιον"," εὐδοκήσαμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ εὐαγγέλιον, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς". μεταδίδωσίν τις τὴν ἑαυτοῦ ψυχήν τινι, ὅταν ποιὸν αὐτὸν κατασκευάσῃ κατὰ τὴν ἔχει ποιότητα. οὐ μόνον οὖν, φησίν, τὸ εὐαγγέλιον ὑμῖν μεταδοῦναι προθύμως ἔχομεν, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς. ἐάν τις μιμητὴς τοῦ ἀποστόλου γένηται καὶ πᾶσαν διάθεσιν τὴν αὐτοῦ καὶ πρᾶξιν ἔχῃ, μετείληφεν τῆς ψυχῆς τοῦ ἀποστόλου. δύναται δὲ προχείρως τοῦτο ὅτι· καὶ προκινδυνεῦσαι ὑμῶν ἑτοίμως ἔχομεν·" ὅτι" γὰρ" ἐκεῖνος ὑπὲρ ἡμῶν τὴν ψυχὴν ἔθηκεν, καὶ ἡμεῖς ὀφείλομεν ὑπὲρ ἀλλήλων τὰς ψυχὰς θεῖναι". εἰ ἡμεῖς γε θέμενοι ὑπὲρ τῶν ἀγαπωμένων τὰς ψυχὰς οὐ νοητήν τινα καὶ ἀλληγορουμένην ψυχὴν τίθεμεν, ἀλλ' ἣν ἔχομεν, κατὰ μίμησιν δὲ τοῦ Ἰησοῦ τοῦτο γίνεται, καὶ αὐτὸς ἀληθῶς ψυχὴν ἔθηκεν ἀνθρωπίνην καὶ οὐκ ἀλληγορουμένην. 2– 3" πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου. ὅτι τὸ ἔλεός σου κατέναντι τῶν ὀφθαλμῶν μού ἐστιν, καὶ εὐηρέστησα ἐν τῇ ἀληθείᾳ σου. θεώρει ὅτι διὰ πάντων θαρρεῖ τῇ καθαρότητι ἑαυτοῦ. εἶτ' ἐπεὶ δοκεῖ ταῦτα ὑπὲρ δύναμιν ἀνθρώπων εἶναι, εὐθέως λέγει·" ὅτι τὸ ἔλεός σου κατεναντίον μου". οἶδα δὲ ὅτι, κἂν προθῶμαι τὰ καλά, κἂν δραμεῖν ἐπ' αὐτὰ σπεύσω, ἐὰν μὴ σὺ ἐλεήσῃς, οὐ τελειοῦμαι." εὐαρέστησα" οὖν" ἐν τῇ ἀληθείᾳ σου". οὐ δεῖ ὧδε ταπεινοφρονεῖν, ὅτε περὶ ἀληθείας ὁ λόγος ἐστίν. ἀμέλει γοῦν μέμνημαί τινος λέγοντος ὅτι· ἐὰν ἐρωτηθῇς ὅτι·" παρθένος εἶ"; εἰπέ·" διὰ τὸν θεὸν ἕως νῦν παρθένος εἰμί, θέλω καὶ ἕως νῦν περὶ πίστεως, καὶ πάνυ". ὁ εὐαρεστῶν οὖν ἐν τῇ ἀληθείᾳ τοῦ θεοῦ ἔχει τὸ ἔλεος τοῦ θεοῦ πρὸ ὀφθαλμῶν. ἔχων δὲ πρὸ ὀφθαλμῶν τὸν συνεργοῦντα καὶ τελειοῦντα παρρησιάσεται ἐπὶ τοῖς ἤδη αὐτῷ κατορθωθεῖσιν. διὰ τοῦτο οὖν λέγω·" πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου"," ὅτι τὸ ἔλεός σου κατέναντι τῶν ὀφθαλμῶν μού ἐστιν". συνεζευγμένοι δὲ ἐν πολλοῖς τόποις τῆς γραφῆς οἱ νεφροὶ τῇ καρδίᾳ εὑρίσκονται·" ἐτάζων καρδίας καὶ νεφροὺς 93 ὁ θεός"." ἔτι δὲ καὶ ἕως νυκτὸς ἐπαίδευσάν με οἱ νεφροί μου". καὶ ὥσπερ ἐὰν ἀκούωμεν καρδίαν, οὐ τὸ μέρος τοῦ σώματος λέγει, καθαρὸν ὃ ἔχων ὁρᾷ θεόν· πάλιν·" ἀκούσατέ μου οἱ ἀπολωλεκότες τὴν καρδίαν", οὐδεὶς τὸ σωματικὸν τοῦτο μέρος οὕτω καλούμενον ἀπόλλυσιν– εἰ δὲ μή γε, ἀποθνήσκει ἐὰν καρδίαν ἐκσπᾷ λιθίνην ὁ θεός, σαρκίνην ἀντ' αὐτῆς ἐντιθῇ, τὴν νόησιν ἐκλαμβάνομεν. σὺν ταύτῃ οὖν τῇ καρδίᾳ καὶ οἱ ὀνομαζόμενοι νεφροὶ οὐ τὰ μέρη τοῦ σώματός εἰσιν. λέγονται αἱ σπερματικαὶ γοναὶ ἐκεῖ πρῶτον συνίστασθαι κἀκεῖθεν ῥᾳδίως εἰς τὰ ὄργανα τὰ ἀφροδίσια χωρῆσαι. γεννητικοὶ ἄρα εἰσὶν καὶ σπερμάτων διάκονοι οἱ νεφροί. ἐπεὶ τοίνυν εἰσὶν καὶ γοναί, καθ' ἃς γεννᾷ ἡ ψυχὴ ἢ ὁ νοῦς, ἐκείνους νεφροὺς λέγει σὺν τῇ καρδίᾳ ὀνομαζομένῃ." ἐγγὺς εἶ", φησίν," τοῦ στόματος αὐτῶν, πόρρω δὲ ἀπὸ τῶν νεφρῶν". ἀπὸ τούτων τῶν νεφρῶν πόρρω εἶ, ὦ θεέ, οὐκ ἀπὸ τῶν σωματικῶν μερῶν. τοὺς νεφρούς μου οὖν καὶ τὴν καρδίαν μου ἔτασον, δοκίμασον. οὐκ ἔχω σπέρματα δυνάμενα χωρῆσαι ὥστε γενέσθαι τέκνα ἐπάρατα, τέκνα ὀλέθρια, οἷα εἶχεν ὁ Ἰούδας· εἴρηται γὰρ ὅτι·" γενηθήτω αὐτὰ εἰς ἐξολέθρευσιν. μὴ ὑπαρχέτω αὐτῷ ἀντιλήμπτωρ", μηδὲ τοῖς τέκνοις αὐτοῦ βοηθός, οὐ περὶ τέκνων τῶν σωματικῶν. τάχα δὲ οὐδὲ οἴδαμεν, εἰ εἶχεν τέκνα. τέκνα αὐτοῦ ὀνομάζει τοὺς προδότας πάντας τῆς ἀληθείας. ὥσπερ ὁ Παῦλος γεννᾷ διὰ τοῦ εὐαγγελίου, ἐκεῖνος ἐγέννησεν διὰ τῆς προδοσίας ὧν προῆλθεν ἐπὶ τῷ παραδοῦναι τὸν Ἰησοῦν·" τί θέλετέ μοι δοῦναι, κἀγὼ παραδώσω ὑμῖν αὐτόν"; διὰ ταύτης τῆς σπουδῆς πατὴρ γέγονεν πάντων τῶν προδοτῶν τῆς ἀληθείας." καὶ εὐηρέστησα ἐν τῇ ἀληθείᾳ σου". ὁ εὐαρεστῶν ἐν τῇ ἀληθείᾳ τοῦ θεοῦ οὐκ ἐπαισχύνεται τοὺς λόγους αὐτοῦ· εἶπεν γὰρ Ἰησοῦς·" ὃς ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς λόγους μου". εἰ δὲ τὸν ἐπαισχυνόμενον ἐπαιςχύνεται καὶ αὐτός, τὸν παρρησιαζόμενον καὶ ἐνμένοντα τῇ ἀληθείᾳ καὶ πάντων αὐτὴν προκρίνοντα καὶ αὐτὸς ἰσχυ ροποιεῖ, ἐνμένει αὐτῷ. 4 οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω. ἀσυνύπαρκτά εἰσιν τὰ κακὰ καὶ τὰ ἀγαθά. ὁ ἔχων τὰ ἀγαθὰ οὐ δύναται μετέχειν κακῶν. ὁ ἐπὶ κακίαν πεποιωμένος καθ' ὅσον ἐστὶν κακός, ἀνεπίδεκτός ἐστιν ἀρετῆς. ἐπειδὴ δὲ ἀποχὴ τῶν κακῶν, ὅταν τις πεφυκὼς πρὸς αὐτὰ ἀπέχηται αὐτῶν προαιρέσει, τὰ παιδία οὐκ ἔχει ἀκολασίαν, ἀλλ' οὐ λέγω αὐτὰ ἀπέχεσθαι ἀκολασίας. τὸ ἄψυχον καὶ τὸ ἄλογον οὐκ ἔχει ἀσέβειαν· καὶ οὐ λέγω αὐτὰ ἀπέχεσθαι ἀσεβείας· τὸ γὰρ ἀπέχεσθαι προαιρετικὸν κίνημά ἐστιν. ἐν τῷ πρώτῳ γοῦν ψαλμῷ μακαρίζει τὸν ἄνδρα τὸν κατὰ τὸν ἔσω ἄνθρωπον τέλειον·" μακάριος ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν". ὁ σοφιστὴς καὶ ἀπατεὼν δύναται εἰπεῖν, ὅτι οὐδὲ τὸ παιδίον οὐδὲ τὸ ἄλογον οὐδὲ τὸ ἄψυχον" ἐπορεύθη ἐν βουλῇ ἀσε94 βῶν καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν". ἀποφήσας τοῦ τελείου τὰ τοιαῦτα λέγει· πῶς ἀπέχεται τούτων τῷ" τὸ θέλημα ἑαυτοῦ" ἔχειν" ἐν τῷ νόμῳ κυρίου";– οὐ παντὸς δέ ἐστιν ἔχειν" τὸ θέλημα ἑαυτοῦ ἐν τῷ νόμῳ κυρίου". ὅσοι γὰρ δοκοῦσιν μὴ ἁμαρτάνειν τῷ ἐπανέχειν νόμῳ ἐὰν διὰ τὸ φοβεῖσθαι κόλασιν τοῦτο ποιῶσιν, οὐκ ἔχουσιν" τὸ θέλημα ἑαυτῶν ἐν τῷ νόμῳ κυρίου". ἐὰν γοῦν τις πείσῃ αὐτούς, ὅτι οὐκ ἔνι κόλασις, πάντα τὰ ἀπηγορευμένα πράττουσιν. ὁ δὲ ἔχων" τὸ θέλημα ἑαυτοῦ ἐν τῷ νόμῳ κυρίου", κἂν μυρίαι πεῖραι, κἂν κολάσεις πολλαὶ ἐπηρτημέναι αὐτῷ ὦσιν, οὐκ ἀφίσταται τοῦ θελήματος τοῦ νόμου. οἷοι ἦσαν οἱ Μακκαβαῖοι, οἷοι ἐτύγχανον οἱ καθ' ἡμᾶς μάρτυρες τῆς ἀληθείας. ὥσπερ οὖν οὐ λέγει πρότερον τὸν τέλειον ἄνδρα ἀπεσχῆσθαι τῶν κακῶν τῷ ἔχειν τὸ θέλημα τὸ ἴδιον ἐν τῷ νόμῳ κυρίου, καὶ ἐνταῦθα εἰπὼν τὰ προσόντα ἀγαθὰ λέγει λοιπὸν ἃ ἀπαγορεύει καὶ λέγει ὅτι· ἐπειδὴ ἐν ἀκακίᾳ μου ἐπορεύθην καὶ ἐλπίσας ἐπὶ σοὶ οὐκ ἀσθενῶ ἔχων τὸ ἔλεός σου πρὸ ὀφθαλμῶν μου, ἐπεὶ τοιοῦτός εἰμι," οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος". οὐκ ἄλλο μέ τι διεῖλεν τῆς ματαιότητος τοῦ συνεδρίου ἢ τὸ ἐν τοιούτῳ βίῳ εἶναι· βίος γὰρ διαιρείτω τῶν ἀνθρώπων, μὴ τόπος. τὸν σπουδαῖον ἀρετὴ διαιρεῖ ἀπὸ τῶν χυδαίων ἀνθρώπων, ἐπιστήμη διαστέλλει ἀπὸ τῶν ἀμαθῶν τὸν ἔχοντα. οὕτω καὶ ἐνταῦθα ὁ πορευθεὶς ἐν ἀκακίᾳ καὶ ἐλπίδα τὸν θεὸν ἔχων καὶ διὰ τοῦτο ἰσχυρὸς καὶ οὐκ ἀσθενήσων" οὐκ ἐκάθισεν μετὰ συνεδρίου ματαιότητος". καὶ ὧδε δύναταί τις εἰπεῖν·" τὸ παιδίον καὶ τὸ ἄλογον καὶ τὸ ἄψυχον οὐκ ἐκάθισεν μετὰ συνεδρίου ματαιότητος".– ἀλλ' ἐκεῖνα οὐκ ἐκάθισεν μετὰ συνεδρίου ματαιότητος τῷ μὴ πεφυκέναι, οὐ τῷ ἐν ἀκακίᾳ πεπορεῦσθαι καὶ ἠλπικέναι ἐπὶ τῷ θεῷ." καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω". οὐ συνκατεθέμην ποτὲ τοῖς μάταια βουλευομένοις καὶ συνεδριάζουσιν ἕνεκα τοῦ τοιαῦτα πράττειν οὐδὲ μετὰ παρανόμων εἰσῆλθον. οὐ μόνον οὐκ ἐκάθισα, ἀλλ' οὐδὲ εἰςῆλθον· μετὰ γὰρ τὴν εἴσοδον ἡ κάθισις ἡ ἐν συνεδρίῳ ἐστίν. ταύτης τῆς προαιρέσεως καὶ ἀρετῆς τυγχάνων καὶ ὁ Ἰηρεμίας ἔλεγεν·" οὐκ ἐκάθισα μετὰ συνεδρίου παιζόντων, ἀλλ' εὐλαβούμην ἀπὸ προσώπου τῆς χειρός σου· κατὰ μόνας ἐκαθήμην, ὅτι πικρίας ἐνεπλήσθην"· ταῦτα γὰρ πρὸς τὸν παντοκράτορα λέγει. ταὐτόν ἐστιν τὸ παίζειν καὶ τὸ μάταια βουλεύεσθαι· οὐ γὰρ ὧδε τὸ παίγνιον ἐπαινετόν ἐστιν, ἀλλὰ τοιοῦτον τυγχάνει οἷον εἶχον οἱ μοσχοποιήσαντες·" ἐκάθισαν" γάρ, φησίν," φαγεῖν καὶ πιεῖν καὶ ἀνέστησαν παίζειν". τὸ οὕτω παίζειν ἀπηγορευμένον τυγχάνει." οὐκ ἐκάθισα" οὖν" μετὰ συνεδρίου παιζόντων". καὶ πολλάκις ἀποδέδεικται, ὅτι τὰ ἐπιπόλαια τοῦ βίου πράγματα τὰ βλάπτοντα μᾶλλον ἢ ὠφελοῦντα, τὰ εὐσάλευτα, μάταια λέγεται. ὁ σπουδὴν ἔχων μετὰ τοιούτων ἀνθρώπων, κἂν μὴ τοπικῶς καθίσῃ μετ' αὐτῶν, ἐστὶν ἐν τῷ τῆς μαται95 ότητος συνεδρίῳ καθήμενος." καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω". παρανομοῦντας ὧδε λέγει τοὺς παραβαίνοντας τὸν νόμον, οὐ τοὺς μηδ' ὅλως ἐσχηκότας νόμον– ἐκεῖνοι δὲ ἄνομοι καὶ ἀνομοῦντές εἰσιν–, ἐπεὶ πόρρω ἦν τῶν τοιούτων. ἐπερ·" οὐ μὴ εἰσέλθω";– ἀντὶ τοῦ· οὐκ εἰσῆλθον εἰς τὴν παρανομίαν· τὸ γὰρ εἰσελθεῖν μετὰ παρανομούντων, τουτέστιν τὸ παρανομῆσαι, ὡς τὸ εἰσελθεῖν εἰς τὴν ἀρετὴν τὸ κατὰ ἀρετὴν ἐνεργῆσαι σημαίνει. 5 ἐμίσησα ἐκκλησίαν πονηρευομένων καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω. οἱ πονηρευόμενοι ἢ οἱ αὐτοί εἰσιν τοῖς συνεδριάζουσιν ματαίως ἢ οὐ μακράν εἰσιν αὐτῶν. καὶ τάχα οἱ περὶ πρακτικὰ ἁμαρτάνοντες ἐπὶ ματαίοις συνεδριάζουσιν, οἱ δὲ ψευδῆ φρονοῦντες καὶ αἱρεθικὰς γνώμας ἔχοντες ἐκκλησία εἰσὶν πονηρευομένων. εὖ δὲ καὶ τὸ φάναι" πονηρευομένων". οὐδεὶς κατὰ φύσιν πονηρὸς λέγεται πονηρεύεσθαι, ἀλλ' ὁ πεφυκὼς μὲν πρὸς τὸ οὕτως ἐνεργεῖν, δυνάμενος δὲ ἐκτὸς εἶναι τῆς ἐνεργείας. 6 νίψομαι ἐν ἀθῴοις τὰς χεῖράς μου. ὁ λέγων·" ἐν ἀκακίᾳ μου ἐπορεύθην", καὶ λέγων·" δοκίμασόν με καὶ πείρασόν με, πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου", λέγει·" νίψομαι ἐν ἀθῴοις τὰς χεῖράς μου". λέγομεν τοῦτο· τὰ πρότερον κατορθώματα ψυχικὰ ἦσαν· διάθεσιν ἐσήμαινον τοῦ παρρησιαζομένου τὸ μὴ ἔχειν ἀδικίαν ἐν νεφροῖς καὶ καρδίᾳ, τὸ ἐν ἀκακίᾳ πεπορεῦσθαι, τὸ ἐλπίζειν ἐπὶ τῷ θεῷ, τὸ παρρησιάζεσθαι καὶ λέγειν·" δοκί μασόν με καὶ πείρασόν με". ἐπεὶ τοίνυν οὕτως εἰμὶ κατὰ τὴν γνώμην, καὶ τὰς πράξεις ἔχω καθαράς. ἡ διάθεσις ἀπέπλυνέν μου τὰς πράξεις." νίψομαι" οὖν" ἐν ἀθῴοις τὰς χεῖράς μου"· οὐ γὰρ ἀρκοῦμαι μόνον τῇ διαθέσει. 6 καὶ κυκλώσω τὸ θυσιατήριόν σου, κύριε. καὶ οἱ ἱερεῖς κατὰ τὸν νόμον νιπτόμενοι ἐκύκλουν τὸ θυσιαστήριον. διδάσκει δὲ τὸ τοιοῦτον θέσπισμα, ὅτι δεῖ καθαρὸν εἶναι καὶ πράξεσιν τὸν ἱερώμενον. ἀμέλει γοῦν κατεσκευάσθη λουτὴρ εἰς τὸ νίπτεσθαι" τοὺς πόδας καὶ τὰς χεῖρας" οὐκ ἐξ ἄλλης ὕλης ἢ ἐκ τῶν καθόπτρων. ἔλαβεν ὁ Μωυσῆς πολλὰ χρυσία καὶ ἄλλα σκεύη παρὰ τῶν Ἑβραίων εἰς τὸ κατασκευάσαι πολλὰ τοῦ ναοῦ σκεύη, λυχνίαν, τράπεζαν. καὶ τὰ μὲν ἐξ ἀργύρου, τὰ δὲ ἐκ χρυσοῦ, τὸν λουτῆρα δὲ ἐκ τῶν καθόπτρων τῶν γυναικῶν κατεσκεύασεν διδάςκων, ὅτι πλυνόμενός τις τὰς πράξεις ἑαυτοῦ καὶ τὰς πορευτικὰς τῆς ψυχῆς δυνάμεις εἰσοπτρίζεσθαι ἑαυτὸν ὀφείλει. ὅτι δὲ ἡ τοιαύτη ἀγωγὴ ἔσοπτρον λέγεται, καὶ Ἰάκωβος γράφει· τὸν" ἀκροατὴν ἐπιλησμονῆς γενόμενον" καὶ μὴ" ποιητὴν ἔργου" λέγει·" κατενόησεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐσόπτρῳ καὶ εὐθέως ἀπελήλυθεν καὶ ἐπελάθετο ὁποῖος ἦν". οὐκ ᾐτιάσατο τὸ κατανοῆσαι ἐν ἐσόπτρῳ τὸ πρόσωπον, ἀλλὰ 96 τὸ ἀποστῆναι εὐθέως. ὡς δὲ ὁ ἐσοπτριζόμενος ὅταν ἀποστῇ τοῦ καθόπτρου, οὐκέτι ὁρᾷ ἑαυτόν, οὕτως ὁ τῷ νόμῳ ἐπανέχων ἐὰν μὴ ποιητὴς ᾖ τοῦ νόμου, παρέρχεται κατὰ τὸν ἀφιστάμενον τοῦ ἐσόπτρου καὶ λήθην λαμβάνει τοῦ κατὰ τὴν." ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου καθοπτριζόμεθα". ἐν τῷ λουτῆρι ἄρα τῷ ἐκ καθόπτρων γενομένῳ καὶ ὁ ἀπόστολος ἐνίπτετο τὰς χεῖρας καὶ τοὺς ἄλλους εἰς τοῦτο προετρέπετο. 7τοῦ ἀκοῦσαι φωνὴν αἰνέσεώς σου. ὁρᾷς, ὅτι μετὰ τὴν νίψιν τῶν χειρῶν γίνεται καὶ τὸ ἰδεῖν τὰ θαυμάσια καὶ ἀκοῦσαι τὴν φωνὴν τῆς αἰνέσεως· οὐ γὰρ μέχρι πράξεως στῆναι δεῖ τὴν ἀρετήν, ἀλλὰ καὶ μέχρι θεωρίας καὶ αἰνέσεως, μέχρι τοῦ ἐπιγνῶναι αὐτὸ τὸ καλόν, τὴν ἀλήθειαν. 7καὶ διηγήσασθαι πάντα τὰ θαυμάσιά σου. τὸ ἀκοῦσαι φωνὴν αἰνέσεως γίνεται πρὸς τὸ πάντα τὰ θαυμάσια τοῦ θεοῦ διηγήσασθαι. οὐκ ἔχει ὅλως ἐν τῷ ἰδίῳ λόγῳ ἄλλην διήγησιν ἢ τὴν περὶ τῶν θαυμασίων τοῦ θεοῦ. οὕτω δὲ ἱερεύς ἐστιν ὁ ταῦτα λέγων οὐχ ὁ ἐκ διαδοχῆς ἱερατεύων κατὰ τὰς ἐφημερίας τοῦ νόμου, ἀλλ' ὥσπερ Σαμουὴλ ἀεὶ ἐν τῷ οἴκῳ ἦν. καὶ ἕκαστος δὲ τῶν ἁγίων ὁ δυνάμενος εἰπεῖν·" ἐγὼ δὲ διὰ παντὸς μετὰ σοῦ". καὶ ἐνταῦθα δὲ εἴρηται·" οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν κύριον". ὁ διὰ παντὸς ἔχων τοὺς ὀφθαλμοὺς ἑαυτοῦ πρὸς τὸν θεὸν κυκλοῖ τὸ θυσιαστήριον τοῦ θεοῦ. παραμένων αὐτῷ ἀεὶ ἀεὶ ἱερουργεῖ. 8κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου καὶ τόπον σκηνώματος δόξης σου. σκηνὴ καὶ οἶκος τίνι διαφέρει; πολλάκις εἴρηται ὅτι ἡ μὲν σκηνὴ προκοπὴν δηλοῖ· οἰκία γάρ ἐστιν ὁδευόντων, φορητὸς οἶκός ἐστιν. ὁ δὲ οἶκος ἵδρυται ἐν ἑνὶ τόπῳ. τὴν τελειότητα γοῦν σημαίνει." καὶ τόπον σκηνώματος δόξης σου ἠγάπησα", ὅτε προέκοπτον. ἡ δόξα τοῦ σκηνώματος, τουτέστιν τῆς προκοπῆς, καὶ ἐν πρακτικῇ καὶ ἐν διανοητικῇ γίνεται ἀρετῇ. μεγαλοπρεπής ἐστιν οὗτος ὁ δυνάμενος εἰπεῖν·" πάντα, ἃ ὠφείλαμεν ποιῆσαι, πεποιήκαμεν". οὗτος μεγαλοπρεπής ἐστιν. κυρίως εὖ ἔχει τὸ πρέπον, ὅταν εἰς ἀρετὴν καὶ θεοσέβειαν γένηται. εὐπρεπής ἐστιν ὁ διὰ ἀγαμίας κατορθῶν" πῶς ἀρέσῃ τῷ κυρίῳ". ὁ ὢν" ἅγιος σώματι καὶ πνεύματι" εὐπρέπειαν ἔχει. τὴν εὐπρέπειαν οὖν τοῦ οἴκου σου ἠγάπησα, τὴν τελειότητα. 9 μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν μου. οὐ τοῦτο λέγει ὅτι·" δίκαιον ὄντα μή με κατακρίνῃς μετὰ τῶν ἀσεβῶν, μὴ εἰς ἐκείνους με ἑλκύσῃς". τότε δὲ οὐ συνκολάζεις με μετὰ τῶν ἀσεβῶν, ἐὰν κωλύῃς με εἰς ἀσέβειαν ἐλθεῖν. κωλύομαι δὲ εἰς ἀσέβειαν ἐλθεῖν, ἐὰν παραμείνῃ 97 μοι ἃ ὡμολόγησα ἔχειν κατορθώματα, ἐὰν μείνω ἐν ἀκακίᾳ πορευόμενος, ἐὰν ἐλπίζων ἐπὶ σὲ ὥστε μὴ ἀσθενῆσαι. τέλειός εἰμι. τέλειος δὲ ὢν οὐ συναπόλλυμαι τοῖς ἀσεβέσιν. οὐδεὶς σπουδαῖος σὺν φαύλοις καταδικάζεται. διττὸν δέ ἐστιν τῆς ἀπωλείας τὸ εἶδος· μὴ κολάσῃς με μετὰ ἀσεβῶν, μὴ ἀριθμήσῃς με τούτων τῶν κολαζομένων διὰ ἀσέβειαν. καὶ δεύτερον· φύλαττέ με ἐν τῇ εὐσεβείᾳ, ἐν τῷ εὐαρεστεῖν" τῇ ἀληθείᾳ σου"·" οὐ σώσει" γὰρ" ἀσέβεια τὸν παρ' αὐτῆς". μὴ σῴζουσα δὲ ἀπόλλυσιν αὐτόν." καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν μου". μὴ τοιαύτην ζωὴν σχοίημι, οἵαν ἔχουσιν οἱ φονικοὶ ἄνθρωποι. κατὰ ἀναγωγήν· οἱ αὐχοῦντες μεγάλοι καὶ ἄνδρες ὄντες, σκανδαλίζοντες δὲ τοὺς μικροὺς τοὺς ἐν τῇ ἐκκλησίᾳ," ἄνδρες αἱμάτων" εἰσίν. μὴ τοιαῦτά μοι πραχθείη ὥστε μετ' αὐτῶν ἔχειν τὸ ζῆν." αὕτη ἡ ζωὴ καὶ ἡ μακρότης τῶν ἡμερῶν τὸ ἀγαπᾶν κύριον τὸν θεόν σου ἐξ ὅλης καρδίας καὶ ἐξ ὅλης ψυχῆς". ὁ τοῦτο τὸ ζῆν ἔχων οὐ μετὰ ἀνδρῶν αἱμάτων ἔχει τὴν ζωήν, νεκρός ἐστιν πρὸς τοὺς ἄνδρας τῶν αἱμάτων· νεκρὸς δὲ τῷ μὴ ἔχειν τὴν ζωήν, ἣν αὐτοὶ ἔχουσιν. 10 ὧν ἐν χερσὶν αἱ ἀνομίαι. ἔτι ἐν ταῖς πράξεσιν ἑαυτῶν ἀνομίαν ἔχουσιν. οὐκ ἐσχή κασιν, ἀλλὰ ἔχουσιν. 10 καὶ ἡ δεξιὰ αὐτῶν ἐπλήσθη δώρων. δύναται καὶ δικαστὰς διαβάλλειν δωροδόκους. ἠρέμα δὲ καὶ οἱ μὴ δικάζοντες πολλάκις δωροδοκοῦμεν, ὅταν λαμβάνωμεν πρόσωπόν τινος. καὶ ἐὰν τὰ ἡδέα ἑαυτῷ περιποιῇ, δωροδοκεῖ, παρ' ἑαυτοῦ λαμβάνει δῶρα. 11 ἐγὼ δὲ ἐν ἀκακίᾳ μου ἐπορεύθην. οὐδεὶς τῶν δωροδοκούντων καὶ ἐχόντων τὴν δεξιὰν πεπληρωμένην δώρων, οὐδεὶς τῶν ἀνόμων καὶ αἱμάτων ἀνδρῶν ἐν ἀκακίᾳ ἐπορεύθη. τοιοῦτος ἦν Ἐλύμας ὁ μάγος καὶ ἀσεβὴς καὶ ἐν ἀνομίαις πορευόμενος καὶ τὴν δεξιὰν ἔχων πλήρης δώρων· ἐδόκει γὰρ εἶναι σπουδαῖος πρὸς ἀπατᾶν, καὶ εἴρηται πρὸς αὐτόν·" ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου". ὁ δὲ πάσης ῥᾳδιουργίας πεπληρωμένος οὐ δύναται εἰπεῖν ὅτι·" ἐν ἀκακίᾳ μου ἐπορεύθην". 11 λύτρωσαί με, ὁ θεός, καὶ ἐλέησόν με. ὁ ἐν ἀκακίᾳ πορευόμενος, ὁ ἐν τοῖς κατορθώμασιν τοῖς προειρημένοις ὑπάρχων" λύτρωσαί με" λέγει. εἰ καὶ ἐν τηλικούτοις εἰμὶ κατορθώμασιν καὶ τῇ σῇ συνεργείᾳ πάντα μοι τὰ τῆς ἀρετῆς ἀνύεται, ἀλλ' ἔτι ἐπήχθεις με τὸ" σῶμα τῆς ταπεινώσεως", ἔτι" ἐν τῷ τόπῳ τῆς κακώσεώς" εἰμι· διὸ" λύτρωσαί με". 12 ὁ γὰρ πούς μου ἔστη ἐν εὐθύτητι. ταὐτὸν τὸ ἐν εὐθύτητι στῆναι τοῦ ἔσω ἀνθρώπου τὸν πόδα καὶ τὸ ἐν τῇ πέτρᾳ κατὰ τὸ λεχθέν·" ἔστησας ἐπὶ πέτραν τοὺς πόδας μου"· ἡ γὰρ εὐθύτης ὥσπερ πέτρα ἀρραγὴς καὶ ἀδιάκοπός ἐστιν. ὁ πούς μου οὖν βέβαιός ἐστιν ἐν τῇ εὐθύτητί μου. ταὐτὸν δὲ τὸ ἑστάναι ἐν τῇ εὐθύτητι τῷ ἑστάναι ἐν τῇ 98 πίστει· λέγει γάρ·" καὶ γὰρ ἐν τῇ πίστει ἑστήκατε". ἡ τοιαύτη στάσις ἄνευ Ἰησοῦ οὐ γίνεται. παρ' αὐτῷ ἵστανται οἱ ταύτην ἔχοντες τὴν στάσιν ὡς αὐτὸν λέγειν·" εἰσίν τινες τῶν ὧδε ἑστηκότων", τῶν ὧδε παρ' ἐμοί. 12 ἐν ἐκκλησίαις εὐλογήσω σε, κύριε. ἐν ἐκκλησίᾳ τοὺς χαριστηρίους ὕμνους ἀποδώσω, οὐκ ἔξω που. ὁ ἔξω παρὰ τὴν ἐκκλησιαστικὴν γνώμην ἐπαγγελλόμενος εὐχαριστεῖν τῷ θεῷ οὐκ ἐν ἐκκλησίαις εὐλογεῖ. 1 Τοῦ Δαυίδ· πρὸ τοῦ χρισθῆναι. οἱ πρὸ τούτου ψαλμοὶ" τῷ Δαυὶδ" ἦσαν· οὗτος" τοῦ Δαυὶδ" ἀναγέγραπται. αὐτὸς αὐτὸν προήγαγεν ἐξ ὑποβολῆς τοῦ ἁγίου πνεύματος. ἀνέπεμψεν αὐτὸν" πρὸ τοῦ χρισθῆναι". τρίτον δὲ φαίνεται ὁ Δαυὶδ χρισθείς· πρῶτον μέν, ὅτε πρὸς τὸν Σαμουὴλ ἀπῆλθεν καὶ ἐχρίσθη, καὶ ὁ Σαμουὴλ πρὸς τὸν Ἰεσσαί. δεύτερον τελευτήσαντος τοῦ Σαούλ· διῃρέθη ἡ ἀρχή· οἱ μὲν γὰρ ἦσαν ἑλόμενοι τὸν Δαυὶδ βασιλέα, οἱ δὲ τὸν Μεμφιβόστε τὸν υἱὸν τοῦ Σαούλ. προδοθέντος τοῦ υἱοῦ Σαοὺλ ὑπὸ τοῦ Ἀβεννὴρ προφάσεως γυναικὸς ἕνεκα, ἐχρίσθη ἐπὶ πάντα τὸν λαὸν ὁ Δαυὶδ ἐν τῇ Χιβρών. τρίτον οὖν ἐχρίσθη. πρότερον ἀκμὴν φανερῶς ἰδιωτεύει. δεύτερον, ἵνα τινὸς μέρους τοῦ λαοῦ ἄρξῃ. κατὰ τὸν θάνατον τοῦ υἱοῦ Σαούλ, ἵνα καὶ τοῦ λοιποῦ μέρους τοῦ λαοῦ, ἑξῆς καὶ πάλιν κέχρισται παρὰ πάντων. ζητοῦμεν οὖν, περὶ ποίας χρίσεως ἐνταῦθα λέγει. ὁ μὲν ἐρεῖ ὅτι καθόλου περὶ πάσης χρίσεως· λέγει τὸν ψαλμὸν εἰρῆσθαι πρὸ τοῦ ὅλως χρισθῆναι, καὶ εἰκότως γε· εἰ πρὸ τῆς προτέρας χρίσεως, φανερὸν ὅτι καὶ τῆς δευτέρας καὶ τῆς τρίτης. εἰ δὲ πρὸ τῆς δευτέρας, οὐ πάντως πρὸ τῆς πρώτης. εἰ πρὸ τῆς τρίτης, οὐκ ἐξ ἀνάγκης καὶ πρὸ τῆς πρώτης καὶ δευτέρας. φαίνεται δὲ ὁ ψαλμὸς μάλιστα πρὸ τῆς προτέρας χρίσεως εἰρῆσθαι, ὅ ἐστιν πρὸ πάσης χρίσεως." πρὸ τοῦ χρισθῆναι" οὖν ἐστιν ὁ ψαλμός. 1 κύριος φωτισμός μου καὶ σωτήρ μου· τίνα φοβηθήσομαι; εἰ θεὸς φωτίζει με καὶ σῴζει με, τίνα φοβοῦμαι; οὐδὲ ἄνθρωπον οὐδὲ πονηρὰν δύναμιν οὐδὲ αὐτὸν τὸν διάβολον. τὸ δὲ" τίς" ἐνταῦθα α ἀντὶ τοῦ" οὐδείς" ἐστιν· κεῖται γὰρ ἡ χρῆσις αὕτη συνεχῶς ἐν ταῖς γραφαῖς·" τί οὖν ἐροῦμεν πρὸς ταῦτα; εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν, τίς καθ' ἡμῶν"; ἀντὶ τοῦ" οὐδείς"." τίς ἐνκαλέσει κατὰ ἐκλεκτῶν θεοῦ"; ἀντὶ τοῦ" οὐδείς", καὶ ἔτι·" ἰδού, κύριος βοηθεῖ μοι· τίς κακώσει με"; πολλῶν οὖν σημαινομένων διὰ τῆς λέξεως, ὡς ἐν ἄλλοις εἴρηται, νῦν τὸ" τίς" ἀντὶ τοῦ" οὐδεὶς" κεῖται. οὐ περὶ τῆς αἰσθητῆς οὖν ζωῆς καὶ αἰσθητοῦ τινος φωτισμοῦ ὁ λόγος ἐστίν· τῷ γὰρ θείῳ φωτὶ καταυγάζονται τὸν νοῦν καὶ τὴν ψυχήν. ἀεὶ συνέζευκται δὲ ἡ ζωὴ τῇ σωτηρίᾳ. ταὐτὸν δέ ἐστιν αἰώνιος ζωὴ καὶ σωτηρία αἰώνιος·" Ἰσραὴλ" γοῦν" σῴζεται ὑπὸ κυρίου σωτηρίαν αἰώνιον". ὅτι δὲ συνέζευκται ἀεὶ τῷ φωτισμῷ ἡ ζωή, ἔστιν ἐκ πολλῶν ἰδεῖν·" ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων", καὶ πάλιν οὗτος ὁ ἅγιος εὔχεται·" φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον", σημαίνων, ὅτι ὁ στερόμενος τοῦ φωτισμοῦ τοῦ ἀληθινοῦ ὑπνοῖ εἰς θάνατον· θάνατον οὐ τὸν κοινόν, ἀλλὰ τὸν ἀντικείμενον τῇ μακαρίᾳ ζωῇ." κύριος" οὖν" φωτισμός μου καὶ σωτήρ μου". αὐτὸς παι99 δεύει με, κατὰ τὸ κρυπτόν μοι λαλεῖ, φωτίζει με δι' ὧν ὁμιλεῖ, καὶ σωτηρίαν εὐθέως ἔχειν παρασκευάζει ὁ λόγος αὐτοῦ. ἐπεὶ εἶπον τὸν πεφωτισμένον πάντως ἔχειν ζωήν– λέγει γοῦν καὶ αὐτὸς ὁ σωτήρ·" ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ οὐ περιπατήσει ἐν τῇ σκοτίᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ζωῆς". ὁ τὸ φῶς τῆς ζωῆς ἔχων οὐδένα δεδίττεται, μάλιστα ὅτι αὐτὴ ἡ ἀλήθεια τοῦ θεοῦ ἀσπὶς γίνεται ὑπερμαχοῦσα αὐτοῦ·" ὅπλῳ" γὰρ" κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ". διὸ εὐθέως ἐπενήνεκται·" κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου· ἀπὸ τίνος δειλιάσω"; 1 κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου· ἀπὸ τίνος δειλιάσω; τίς μοι δέος ἐνποιῆσαι δύναται; ἐνδεδυμένος εἰμὶ" τὴν θεοῦ πανοπλίαν"," τὸν θυρεὸν" ἔχω" τῆς πίστεως", τὰ σβέννυντα" πάντα τὰ τοῦ πονηροῦ βέλη πεπυρωμένα". εἰ δὲ τὰ τοῦ πονηροῦ βέλη σβέννυσιν ὁ θυρεὸς τῆς πίστεως, πολλῷ πλέον καὶ τὰ τῶν ὑποδεεστέρων τοξευτῶν· εἰσὶν γὰρ καὶ ἄλλοι φαῦλοι τοξευταί. ἀμέλει γοῦν" ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη εἰς φαρέτραν τοῦ κατατοξεῦσαι τοὺς εὐθεῖς τῇ καρδίᾳ". οὐδένα δεδίττομαι. ἄτρωτος καὶ ἄβλητός ἐστιν ἡ τοῦ θεοῦ πανοπλία. ἡ ἀσπὶς αὐτοῦ ἀλήθειά ἐστιν. οὐδεὶς δὲ κατὰ τῆς ἀληθείας οἷός τέ ἐστιν γενέσθαι·" οὐ γὰρ δυνάμεθα", φησίν," κατὰ τῆς ἀληθείας, ἀλλὰ ὑπὲρ τῆς ἀληθείας". πανοπλία ἐστὶν σφίνγουσα τὸν ὡπλισμένον καὶ ἀβλαβῆ διαφυλάττουσα." κύριος" οὖν" ὑπερασπιστὴς τῆς ζωῆς μου". οὐ περὶ τῆς κοινῆς ζωῆς τοῦτο λέγει· πολλοὶ γὰρ τῶν θεῷ ἀνακειμένων καὶ τὴν πανοπλίαν αὐτοῦ ἐνδυσάμενοι τεθνήκασιν τὸν κοινὸν θάνατον, ἵνα μὴ εἴπω πάντες· ἀλλὰ καὶ βίαιον πολλοὶ παρέστησαν, ὧν ἐστιν Ναβουθὲμ καὶ ἀπόστολοι πολλοί. Ἰσαίας γοῦν ἐπρίσθη. 2 ἐν τῷ ἐνγίζειν ἐπ' ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου. οἱ προσέχοντες κακῶσαι τὴν ψυχὴν σάρκας ἐσθίουσιν. ἐὰν εὑρεθῇ τις ἔχων σάρκας, ἰσχυροὺς ἔχει τοὺς πολεμίους κατ' αὐτοῦ. τροφή ἐστιν αὐτοῦ ἡ σάρξ. σάρκα δέ, περὶ ἧς ὁ Παῦλος λέγει·" ὅτι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν", καί·" ἡμεῖς οὔκ ἐσμεν ἐν σαρκί". εἰ περὶ τῆς αἰςθητῆς σαρκὸς ἔλεγεν, ψευδὴς ἦν ὁ λόγος· πάντες γὰρ οἱ ἅγιοι ἐν σαρκὶ ὄντες θεῷ ἤρεσαν ἔτι τὴν σάρκα περικείμενοι, καὶ οὐ δύνανται εἰπεῖν·" οὔκ ἐσμεν ἐν σαρκί". ὅταν δέ τις νεκρώσῃ τὴν σάρκα καὶ τὰ ἔργα αὐτῆς καθαιρῇ, οὔκ ἐστιν ἐν σαρκί. διὸ λέγεται·" οἱ τοῦ Ἰησοῦ Χριστοῦ ἐσταύρωσαν τὴν σάρκα σὺν ταῖς ἐπιθυμίαις" καὶ νενεκρωμένην αὐτὴν ἔχουσιν, οὐκέτι ἐνεργοῦσαν. ὁ σταυρούμενος κωλυομένας ἔχει τὰς χεῖρας πρὸς τὸ πράττειν καὶ τοὺς πόδας ὅποι βούλεται πορεύεσθαι. οἱ σταυρωθέντες οὖν σὺν τῷ Χριστῷ ἐσταύρωσαν τὴν σάρκα σὺν ταῖς ἐπιθυμίαις αὐτῆς, νεκρὰν αὐτὴν ἀπέφηναν, ὡς τὴν Ἰησοῦ λοιπὸν ἐν τῇ σαρκὶ ἑαυτῶν περιφέρειν νέκρωσιν·" πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ περιφέρομεν"." κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου· ἀπὸ τίνος δειλιάσω; ἐν τῷ ἐνγίζειν ἐπ' ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου", ἐπεὶ οὐχ εὗρον ἣν ἐπόθουν τροφήν," ἠσθένησαν καὶ ἔπεσαν". θεώρει δὲ τί συνημμένον ἐστίν. 100 2 οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν. ἐληλύθασιν ἐμὲ κατασπάσαι εἰς ἀσθένειαν, διαθεῖναί με κακωτικῶς. αὐτοῖς δὲ τὸ πάθος ἐνγέγονεν ὃ ἐμοὶ ἐνποιῆσαι ἠβούλοντο· εἰ γὰρ ἦσαν εὑρόντες" σάρκας", κατήσθιόν με καὶ εἰς ἀσθένειαν καὶ νόσον με κατέσπων. ἐπειδὴ δὲ" σάρκας" οὐχ εὗρον," αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν" λιμῷ ὑποβληθέντες." οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν". οὐ πάντως ὁ θλίβων ἐχθρός ἐστιν· καὶ ὁ ἀγαθὸς θλίβει. πολλοὶ γὰρ ἐχθροὶ θλίψεσιν βουλόμενοι καὶ κακώσει περιβαλεῖν ἐκείνους καθ' ὧν ἐχθρεύουσιν, οὐχ οἷοί τέ εἰσιν τοῦτο ποιῆσαι θεοῦ μὴ συνχωροῦντος. πολλοὶ δὲ καὶ θλίβουσιν οὐκ ἐχθροὶ ὄντες. θλίβουσιν γοῦν γονεῖς παιδεύοντες τέκνα καὶ δεσπόται δούλους, καὶ οὐ δήπου ἐχθροὶ ὄντες τοῦτο ποιοῦσιν. δύναται γοῦν λέγειν ὅτι ἀμφότερα τὰ τάγματα τό τε τῶν θλιβόντων καὶ τῶν ἐχθρῶν ἠσθένησαν καὶ ἔπεσαν. δυνατὸν δὲ τοῦτο· αὐτοὶ οἱ θλίβοντες καὶ ἐχθροί εἰσιν· οὐ γὰρ ἐπὶ νουθεσίᾳ καὶ παιδεύσει θλίβουσιν. οὐ τοῖοί εἰσιν περὶ ὧν λέγεται·" ὃς προφέρει ἐκ χειλέων σοφίαν, ῥάβδῳ τύπτει ἄνδρα ἀκάρδιον", καί·" τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς ἢ ἐν ἀγάπῃ"; οὗτοι οἱ θλίβοντες οὔκ εἰσιν ἐχθροί. ἔστιν δὲ ὅτε ὁ ἐχθρὸς καὶ θλίβει· οὐκ ἐξ ἀνάγκης δέ. ἐπερ· ποίαν" νέκρωσιν";– τοῦτο τὸ μὴ ζῆν κατὰ τὰς ἐνεργείας τὰς φαύλας. ὁ τὴν νέκρωσιν τοῦ Ἰησοῦ περιφέρων οὐκ ἀκολασταίνει· νενέκρωται πρὸς ἀκολασίαν, νενέκρωται πρὸς τὸ θεοποιεῖν τὴν κοιλίαν ἑαυτοῦ, ἀνενέργητα ἔχει τὰ μέλη περὶ τὰς σαρκικὰς ἐπιθυμίας· οὐκ ἐᾷ αὐτὸ αὐτόνομον εἶναι· ἔχει γὰρ ἐπιθυμίας ψεκτάς. εἴρηται γοῦν·" μὴ βασιλευέτω ὑμῶν ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι πρὸς τὸ ὑπακούειν ταῖς ἐπιθυμίαις αὐτοῦ". 3 ἐὰν παρατάξηται ἐπ' ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται ἡ καρδία. λοιπὸν τὸ πῶς οὐ φοβεῖται οὐδὲ δειλιᾷ ἐξηγεῖται εἰπών·" τίνα φοβηθήσομαι"; καί·" ἀπὸ τίνος δειλιάσω"; ἐπεὶ δόκει ἡ λέξις ὑπερβάλλειν" τίνα". κἂν ὅλη παρεμβολὴ πονηρῶν ἀν θρώπων τε καὶ δυνάμεων παρατάξεται ἐπ' ἐμέ, οὐ φοβεῖταί μου ἡ καρδία· κἂν ἀποκτείνωσιν τὸ σῶμα, ἀκλόνητος μένει ἡ καρδία, ἡ νόησίς μου οὐ βάλλεται. ἐὰν ὅλον στρατόπεδον σὺν στρατηγοῖς μεγάλοις ἐπέλθῃ ἐπ' ἐμέ, τὴν καρδίαν ἔχω ἄφοβον, οὐ φοβεῖταί μου ἡ νόησις. ὅτι δὲ τὸ πλῆθος τῶν στρατευμάτων τούτῳ τῷ ὀνόματι καλεῖται· ὁ Ἰακὼβ ὅτε ἀπὸ τῆς Μεσοποταμίας ἐπέστρεφεν καὶ ἤμελλεν συντυγχάνειν τῷ Ἠσαῦ, εἶδεν παρεμβολὴν ἀγγέλων· πῶς γὰρ οὐκ ἤμελλεν παρεμβολὴ ἔσεσθαι περὶ τὸν μέλλοντα πρὸς πολέμιον ὑπερβάλλοντα καὶ μισοῦντα ἔρχεσθαι; καὶ ὁ Ἐλισαῖος ὁμοίως· παρεμβολὴ παρετάξατο ἐπὶ τὸν Ἐλισαῖον τῆς Συρίας. γέγονεν παρεμβολὴ θεία περὶ αὐτόν, οὐ κατὰ τὴν ἱστορίαν, ἀλλὰ κατὰ τὸ πνευματικόν. ἄγεται ἡ ψυχὴ ὑπὸ τοῦ νοῦ, ἡνιοχεῖται ὑπ' αὐτοῦ. ἐὰν δὲ καὶ τὴν γνώμην τις θέλῃ λαβεῖν, δυνατόν. σημαίνει τὸ 101 ὄνομα τοῦ πνεύματος τῆς καρδίας ποτὲ τὴν γνώμην. τὸν νοῦν δὲ λημπτέον ἐνταῦθα. 3ἐὰν ἐπαναστῇ ἐπ' ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω. πλέον παρεμβολῆς ἐὰν ἐπαναστῇ ἐπ' ἐμέ, ἐν τῇ καρδίᾳ μου ἐγὼ ἐλπίζω τῇ μὴ φοβουμένῃ, τῇ ἐνδυναμουμένῃ θεικῷ φόβῳ·" φόβος κυρίου πάντα ὑπερέβαλεν", καί·" οὐκ ἔστιν ὑστέρη μα τοῖς φοβουμένοις αὐτόν"." ἐν ταύτῃ ἐγὼ ἐλπίζω". θαρρῶ ὅτι αὕτη ἡ καρδία ἀντὶ πάντων μοι γίνεται. αἱ ἀρεταὶ τὰ ὅπλα εἰσὶν τῆς εὐσεβείας." ἐνδυσώμεθα ὅπλα φωτός, ἀποθώμεθα τὰ ἔργα τῆς σαρκός". τὰ ὅπλα τοῦ φωτὸς αἱ ἀρεταί εἰσιν, αἱ εὐσεβεῖς νοήσεις, τῆς ἀληθείας μυστήρια καὶ δόγματα. ἐν ταύταις ταῖς παντευχίαις ἠσφαλισμένος οὐδένα δεδίττεται, τὴν ἐλπίδα ἔχει ἀκαταίσχυντον." ἐν ταύτῃ" οὖν" ἐγὼ ἐλπίζω", οὐ τῇ νοήσει μου ἁπλῶς, ἀλλὰ τῇ οὕτως ἠσφαλισμένῃ. 4 μίαν ᾐτησάμην παρὰ κυρίου, ταύτην ἐκζητήσω. πολλῶν ἀγαθῶν ὁ θεὸς δοτήρ ἐστιν·" δώσει" γὰρ" ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν", καὶ ἐνπιμπλᾷ τὴν ἐπιθυμίαν ἐν τοῖς ἀγαθοῖς ἑαυτοῦ·" τὸν ἐμπινπλῶντα" γὰρ" ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου". δύναταί τις οὖν τῷ πιθανώτερον εἰπεῖν ὅτι τὰ ἀγαθὰ ταῦτα αἱ κατ' εἶδός εἰσιν ἀρεταί, τὰ κατ' εἶδος μυστήρια τῆς ἀληθείας. ὅταν τις οὖν αὐτό, ἵν' οὕτω εἴπω, τὸ γένος ἔχῃ τῶν ἀρετῶν, πάσας ἔχει. μίαν οὖν αἴτησιν αἰτεῖ, πᾶσαν τὴν ἀρετήν. ὅταν τις οὐκ ἔχῃ ἤδη εὐδοκιμούσας τὰς ἀρετάς, οὐ μίαν αἴτησιν ἀναπέμπει· εἰ γὰρ ἐν τῷ προκόπτειν ἐστὶν καὶ ἐν ἄλλοις μείζω γινόμενος, πάλιν χρῄζει αἰτήσεως καὶ οὐ μίαν αἴτησιν αἰτεῖ. ὁ δὲ ὑπὲρ ὅλης τῆς ἀρετῆς καὶ ὑπὲρ τῆς εὐσεβείας τῶν δογμάτων εὐχὴν ἀναπέμπων μίαν ἀναπέμπει. δυνατὸν δὲ καὶ τοῦτο εἰπεῖν· αἱ προκοπαὶ πολλαί εἰσιν. σημαίνονται δὲ αὗται τῷ ὀνόματι τῆς σκηνῆς, ὡς πολλάκις ἀποδέδεικται. ἐάν τις οὖν ἔν τινι προκοπῇ γένηται καὶ αἰτῆται θεὸν ἔχειν βοηθόν, ἔχειν καὶ ἐπίκουρον, οὐ μένει ἐν ταύτῃ τῇ αἰτήσει· μεταβαίνει γὰρ ἀπὸ προκοπῆς εἰς προκοπήν. ἐστὶν κρείττων ἑαυτοῦ γινόμενος. σκηνώματα δὲ πολλὰ λέγεται, εἷς δὲ ὁ οἶκος. μίαν οὖν αἴτησιν αἰτεῖται ὁ εἰς τελειότητα ἐλθών." μίαν" οὖν" αἰτησάμην παρὰ κυρίου". δυνατὸν δὲ καὶ τοῦτο· ἡ βοήθεια αὐτῶν, ἵνα παρεσκευασμένοι πρὸς τοὺς ἐπεγείροντας πόλεμον καὶ τὰς παρεμβολὰς δύνωνται, οὐ μίαν αἴτησιν αἰτεῖται. πολλὰς βοηθείας ζητοῦσιν, στρατιωτικὴν περιβολήν, τειχῶν ἐρυμνότητα, κατασκευάσματα. ὁ δὲ αὐτὸν τὸν θεὸν ἔχων βοηθὸν καὶ τοῦτον αἰτούμενος μίαν αἴτησιν αἰτεῖται." πάντα ἐν πᾶσιν" γίνεται ὡς ἕκαστον τῶν τελειωθέντων ἔχειν αὐτὸν πάντα, ὡς ἄρτον, ὡς φῶς, ὡς διδάσκαλον, ὡς ποιμένα." μίαν" οὖν" ᾐτησάμην, ταύτην ἐκζητῶ". ὁ λέγων" ἐκζητῶ" καὶ" ᾐτησάμην" δείκνυσιν ὅτι οὔπω ἔχει ὁ ἐκζητῶν καὶ ποθῶν εὑρεῖν. οὔπω δὲ οὐδεὶς ἔχει τὴν τελειότητα πλὴν εἰ καὶ εἰς αὐτὸ τὸ τέρμα καὶ τὸ τέλος φθάσῃ τῆς ἀρετῆς καὶ τῆς πρὸς θεὸν ἑνώσεως. 4 τοῦ κατοικεῖν με ἐν οἴκῳ κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. οὐ νῦν ἠρξάμην αἰτεῖσθαι, ἀλλὰ καὶ ἀρχόμενος τοῦ τέλους 102 ἕνεκα ἠρξάμην· καὶ γὰρ ὁ ἀρχόμενος τέχνης διὰ τὸ τέλος τῆς τέχνης ἄρχεται. κατοικοῦσιν οἱ εἰς τοῦτον φθάσαντες." μακάριοι πάντες οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου". ὁ ἔχων τὴν μακαρίαν ζωὴν ἐν ἡμέραις ἐστίν, ἐν νυξὶν οὐ γίνεται. κἄν ποτε ἐν νυκτὶ γένηται, ἀρχὴν δὲ λάβῃ τοῦ ποθῆσαι τὴν ζωήν, ἔξω γίνεται τῆς νυκτός. 4 τοῦ θεωρεῖν με τὴν τερπνότητα κυρίου καὶ ἐπισκέπτεσθαι τὸν ναὸν αὐτοῦ. ὥσπερ πάσας τὰς ἡμέρας ἐν τῷ οἴκῳ τοῦ θεοῦ κατοικῶ, οὕτως ἐν πάσαις ταῖς ἡμέραις θεωρῶ τὴν τερπνότητα κυρίου καὶ ἐπισκέπτομαι τὸν ναὸν αὐτοῦ. τερπνότης δὲ κυρίου ἐστὶν ἡ μετουσία αὐτοῦ. καὶ ναὸς αὐτοῦ ἐστιν ἡ κατάστασις, ἐν ᾗ θεὸς εὑρίσκεται, ἐν ᾗ θεὸς οἰκεῖ. ἡ τελεία ἀρετὴ οἶκός ἐστιν θεοῦ." Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκός ἐσμεν ἡμεῖς", καί·" οὐκ οἴδατε ὅτι ναὸς τοῦ θεοῦ ἐστε"; πλὴν εἰ καὶ τὴν ἀρετὴν καὶ τὴν παντελῆ ἁγιότητα εἴπομεν οἶκον, δευτέρως δὲ καὶ τοὺς πιστοὺς ἀνθρώπους. διὰ τοῦτο οἶκος γίνονται, ὅτι ἔχουσιν τὴν ἀρετὴν καὶ τὴν ἁγιότητα. οὐχ ἡ ἀρετὴ ἐκ τῶν μετεχόντων οἶκος λέγεται θεοῦ, ἀλλὰ διὰ τὴν ἀρετὴν οἱ κοινωνοῦντες αὐτῇ. τὸ ἐπὶ πᾶσιν δὲ τέλος ὑπογράφεται μάλιστα. τῷ δὲ μὴ ἀθρόως τοῦτο παραγίνεσθαι, τὰ πρὸ τοῦ τέλους τέλη λέγομεν· εἰσὶν γὰρ καὶ τέλη πρὸ τέλους·" πάσης συντελείας εἶδον πέρας"." ὅταν συντελέσῃ ἄνθρωπος, τότε ἄρχεται". ὅταν οὖν συντελέσῃ, βλέπει πέρας τινὸς προκοπῆς· εἶτα ἀρχόμενος ζητεῖ ἄλλο ἰδεῖν τέλος, καὶ ἐπὶ πᾶσιν ἀπαντᾷ τὸ ἐπὶ πᾶσιν τέλος. λαβέ μοι αὐτὸ καὶ ἐπὶ κατασκευῆς πόλεως· ὁ βουλόμενος φιλοτίμως πολυτελῆ κατασκευάσαι πόλιν καί– τί πλέον εἰπεῖν ἔχω;– βασιλικήν, ἀπάρχεται τῆς οἰκοδομίας. ἄρχεται λατομεῖν λίθους. συντελεῖ πολλάκις τὴν λατόμησιν. ὅταν ἐκείνους εὐτρεπίσῃ τοὺς ὧν χρῄζει καὶ ὅσων χρῄζει, λοιπὸν ἄρχεται ζητεῖν τόπον, ὅπου ἐγείρῃ τὴν πόλιν. γίνεται" ὁ θεὸς πάντα ἐν πᾶσιν", οὐκ ἐν ἑκάστῳ πάντα, ἀλλ'" ἐν πᾶσιν". ἐν ᾧ μὲν οἰκτίρμων, ὅταν τις τοιοῦτος σπεύδῃ εἶναι, ἐν ᾧ δὲ ἀγαθὸς κριτής, ἐν ἄλλῳ δίκαιος, ἐν ἄλλῳ χαριστικός, ἐν ἄλλῳ ὡς διδάσκαλος ἐν μαθητῇ. καὶ ἐν πᾶσιν μὲν πάντα γίνεται τοῖς πλησιάσασιν αὐτοῦ, οὐκ ἐν ἑκάστῳ δὲ πάντα, ἀλλὰ ἢ ἓν ἢ δύο ἢ τρία χαρίσματα. καὶ ἵνα φανερὸν αὐτὸ ποιήσωμεν ἐπὶ τῶν χαρισμάτων, λαβὲ τοῦ πνεύματος· ὁ μὲν ἔχει λόγον σοφίας, ἄλλος λόγον γνώσεως, ἕτερος χάρισμα ἰαμάτων. ὅταν δέ τις τέλειος γένηται οὐκέτι" ἀρραβῶνα πνεύματος" ἔχων, ἀλλ' αὐτὸ τὸ πνεῦμα, ἐν ἑκάστῳ πάντα γίνεται. τέλειος ἔφορος γίνομαι καὶ ἐπίσκοπος τοῦ ναοῦ τοῦ θεοῦ οὐκ ἔχων ἄλλο πρὸ ὀφθαλμῶν τι ἢ αὐτὸ τοῦτο τὸν θεοῦ ναὸν ὁρῶν. 5 ὅτι ἔκρυψέν με ἐν σκηνῇ αὐτοῦ ἐν ἡμέρᾳ κακῶν μου. διὰ τοῦτο" μίαν ᾐτησάμην καὶ ταύτην ἐκζητήσω, ὅτι ἐν ἡμέρᾳ κακῶν μου ἔκρυψέν με ἐν σκηνῇ". ἐλέγετο δὲ ἡ προκοπή. πολλῶν ἐπικειμένων κακῶν καὶ βλάψαι με βουλομένων ἔκρυψέν με. λέγεται δέ ποτε καὶ τὸ σῶμα σκηνή·" βρίθει" γὰρ" τὸ 103 γεῶδες σκῆνος νοῦν πολυφρόντιδα", καί·" οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν". πολλάκις μὲν ἐν τῇ σκηνῇ ἡμᾶς ὄντας ἔτι περικειμένους τὸ σῶμα κρύπτει ὥστε μὴ βλάπτεσθαι ὑπ' αὐτοῦ ὅταν, ὡς εἶπον ἔνπροσθεν," τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι" περιφέρῃ τις καὶ ὑπωπιάζῃ τὸ σῶμα καὶ δουλαγωγῇ. 5 ἐσκέπασέν με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ. τὸ γὰρ ἀπόκρυφον τῆς σκηνῆς αὐτοῦ οὔκ ἐστιν βλαπτικόν, ἀλλὰ σκεπαστήριον. τὸ δὲ πρόχειρον τῆς σκηνῆς τῆς ἤδη Εἰρημένης βλάπτει μᾶλλον. οὕτω εἰμὶ σῶμα περικείμενος ὡς οὐκ ὢν ἐν σώματι, καταπινομένου τοῦ θνητοῦ" ὑπὸ τῆς ζωῆς". τὸ καταπίνεσθαι καὶ καταπίνειν ἐν τῇ γραφῇ νίκην σημαίνει·" ἐν ᾧ ἀνέστησαν, ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς", ἀντὶ τοῦ" ἐνίκησαν ἡμᾶς". καί·" κατεπόθη Ἰσραήλ, νῦν ἐγένετο ἐν τοῖς ἔθνεσιν ὡς σκεῦος ἄχρηστον"." πάντες", φησίν," οἱ ἐσθίοντες αὐτὸν πλημμελήσουσιν". κατα̣ πίνει δὲ ὁ ἐσθίων. ἐν τῇ σκηνῇ" ἐν ἀποκρύφῳ" οὖν" τῆς σκηνῆς αὐτοῦ ἔκρυψέν με". δύναται καὶ ὁ ἐν σώματι γενόμενος ἐὰν τὸ αἴτιον καὶ τὸ μυστήριον, δι' ὃ γέγονεν ἐν αὐτῷ, νοήσῃ, ἐν τῷ ἀποκρύφῳ αὐτῆς κατακεκρύφθαι· εὐθέως γὰρ γνοὺς τὸ μυστήριον καὶ τὸ αἴτιον κακώσει ἑαυτὸν καὶ οὐ καταπίνεται. δυνατὸν δὲ καὶ περὶ τοῦ σωτῆρος ἢ πρὸς τὸν σωτῆρα εἰρῆσθαι τοῦτο. εἰ περὶ αὐτοῦ ὅτι·" ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ ἔκρυψέν με"· ἔσχεν σκηνήν, ἐνηνθρώπησεν. ἔχει τι μυστήριον ἀποκεκρυμμένον ἡ κάθοδος τοῦ σωτῆρος. ὁ δυνάμενος οὖν μετὰ τὸ ἐσκηνωκέναι ἐν αὐτῷ τὸν γενόμενον σάρκα λόγον εἰπεῖν·" ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας", ἐσκεπάσθη" ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ". σκέπη αὐτοῦ γέγονεν τὸ νοῆσαι τὸ μυστήριον τῆς ἐπιδημίας τοῦ σωτῆρος. Ἰουδαῖοι γοῦν οὐκ ἐνόησαν καὶ ὅσοι τοιοῦτοι, καὶ οὐκ ἐσκεπάσθησαν" ἐν τῷ ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ". δυνατὸν δὲ καὶ οὕτως κατὰ τὴν προτέραν ἀπόδοσιν τὸ ἀπόκρυφον τῆς σκηνῆς τὸ τέλος εἶναι· τούτου γὰρ ἕνεκα προκόπτουσιν, εἰ καὶ λανθάνει τοὺς προκόπτοντας· εἰ μὴ γάρ τις ἐπ' αὐτὸ φθάσῃ, ἰδεῖν αὐτὸ οὐ δύναται ὥς ἐστιν, ὀψόμενος τότε τὸν θεὸν" καθώς ἐστιν", ὅταν εἰς αὐτὸ τὸ πέρας ἔλθῃ τῆς μακαριότητος. ἐπερ· ἐθεασάμεθα ἤδη;– οὐ μὴν γιγνώσκομεν." ἐκ μέρους γιγνώσκομεν". ἐπερ· τὸ γένος τῶν ἀνθρώπων ἐστὶν τὸ ταῦτα λέγον; οὐχ ὁ κυριακὸς ἄνθρωπος ταῦτα λέγει, ἀλλὰ τὸ τῶν δικαίων γένος, τὸ τῶν ἁγίων ἄθροισμα· οὐδὲ γὰρ ὁ υἱὸς τοῦ θεοῦ ἐστιν κατὰ τὸν ἄνθρωπον λέγων·" κύριος φωτισμός μου καὶ σωτήρ μου· τίνα φοβηθήσομαι"; πολλάκις εἶπον, ὅτι τὰ λεγόμενα περὶ τῶν δικαίων ἀνδρῶν καὶ περὶ τοῦ ἀνθρώπου τοῦ κυριακοῦ κοινὰ λέγεται· κοινὰ δὲ οὐ κατὰ τὴν ἰσότητα· ἀσυνκρίτως γὰρ ὑπέρκειται καὶ ἐν τούτοις πάντας. κοινὰ λέγω αὐτὰ κατὰ τὴν μετουσίαν, ὡς 104 κοινὴν λέγω τὴν ἰατρικὴν καὶ τοῦ τελειωθέντος καὶ ἀνενλιπῶς αὐτὴν ἔχοντος καὶ τῶν ἔτι προκοπτόντων. οὐ κατὰ ποσὸν λέγω κοινήν, ἀλλὰ κατὰ ποιόν. ὁ πορνεύων οὐ κρύπτεται, ἀλλ' ἔξω γίνεται τῆς σκηνῆς· οὐκ ἀπέχεται γὰρ" τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες κατὰ τῆς ψυχῆς στρατεύονται". ὁ δὲ προφανῶς πάντα κατὰ σάρκα ζῶν, ἀκολασταίνων, τρυφῶν, καὶ ὅλως τὰ ἡδέα προκρίνων τῶν ἐπιπόνων, κἂν ἀνάρεστα ὦσιν, ἐκεῖνος προφανῆν ἔχει τὴν σκηνὴν ἑαυτοῦ, προφανὲς ἔχει τὸ σῶμα, δῆλός ἐστιν ὅτι σῶμα περίκειται· ὁ γὰρ λέγων·" ὑμεῖς δὲ οὐκ ἐςτὲ ἐν σαρκί", διδάσκει ἔξω εἶναι τῶν παθημάτων τῆς σαρκός. ὁ δὲ ἔξω ὢν τῶν παθημάτων τῆς σαρκὸς ἐν τῇ σκηνῇ κρύπτεται. κατὰ ἄλλον λόγον τὸ τῆς σκηνῆς ἀπόκρυφον τὸ μὴ πᾶσιν γνώριμον. 5 ἐν πέτρᾳ ὕψωσάς με. οὐ μέγα ἐστὶν τὸ ἐν αἰσθητῇ πέτρᾳ ὑψωθῆναι ὥστε καὶ χαριστηρίους ἀναπέμψαι αἴνους. πάντα τὰ ὑπὸ θεοῦ γινόμενα, ἐφ' οἷς εὐχαριστεῖν προσήκει, ἃ ὑμνεῖν δεῖ, οὐ πρόχειρά εἰσιν, οὐ δυνάμενα παντὶ ὑπάρξαι. πέτρα οὖν ἐστιν ὁ ἀρραγὴς τοῦ θεοῦ λόγος αὐτὸς οὗ ὁ περικύκλῳ γινόμενος οὐ βάλλεται. εἴρηται γοῦν καὶ ἐν ἄλλοις·" κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ" ἢ" οἱ κραταιοὶ αὐτῶν". καὶ ἄρχοντες γοῦν ἔξω τῆς πέτρας ὄντες δοκοῦσιν ἰσχύειν καὶ κρατεῖν τῶν ἀβεβαίων. ὅταν δὲ ἐγγὺς τῇ πέτρᾳ γένωνται, εὐθέως ἡττῶνται. εἶπον δὲ καὶ χθές, ὅτι ἡ κατάποσις τὴν νίκην σημαίνει·" ἐν τῷ ἐπαναστῆναι ἐφ' ἡμᾶς ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς", καί·" τοὺς καταπίνοντας τὸν Ἰσραὴλ ὅλῳ τῷ στόματι". ὁ ἡττώμενος οὖν καταπίνεται, ὁ περιγινόμενος καταπίνει. ἔχεις γοῦν αἴνιγμά τι ἐν τῇ ἐξόδῳ γεγενημένον, Ἀαρὼν ῥίψας τὴν ῥάβδον αὐτοῦ κατ' ὑφήγησιν θεοῦ· καὶ γέγονεν δράκων. ἔριψαν καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ταῖς φαρμακείαις αὐτῶν· καὶ ἐγένοντο ἐκεῖναι ὄφεις·" καὶ κατέπιεν ἡ ῥάβδος Ἀαρὼν τὰς ἐκείνων ῥάβδους"· τὸ γὰρ σκῆπτρον τῆς ἀληθείας, ὃ ὁ θεραπευτὴς τοῦ θεοῦ κατέχει, ῥιφὲν καὶ προταθὲν καταπίνει τὰς σοφιστείας τῶν Αἰγυπτίων, ὡς ἧτταν αὐτοὺς ὁμολογῆσαι λέγοντας·" δάκτυλος θεοῦ ἐποί ησεν τοῦτο". ὥσπερ οὖν ἡ ῥάβδος ἡ Ἀαρὼν κατέπιεν τὰς ῥάβδους τῶν ἐπαοιδῶν, τουτέστιν ἐνίκησεν, καὶ ἔκρυψεν αὐτὰς καὶ τὸ μηδὲν αὐτὰς ἀπέδειξεν, οὕτω τῆς πέτρας, ἐν ᾗ ὁ εὐχόμενος εὐχαριστεῖ, οἱ συνεγγίσαντες κραταιοὶ τῶν ἐναντίων κατεπόθησαν ἐγγὺς τῆς πέτρας γενόμενοι ἢ οἱ κριταὶ αὐτῶν. οἱ πρεσβεύοντες τὰ τῶν ἑτεροδόξων τοὺς αἱρεθικοὺς λόγους δοκοῦντες ἰσχυροὺς κατασκευάζειν καὶ κραταιούς, ὅταν πλησιάσῃ αὐτοῖς ἡ πέτρα, ἡ ἀλήθεια, καταπίνονται καὶ τὸ μηδὲν ἀποδείκνυνται. καί·" μὴ εἴποιεν· κατεπίομεν αὐτόν", μὴ αὐχήσαιεν ὡς περιγενάμενοι καὶ νικήσαντές με." ἐν πέτρᾳ ὕψωσάς με". ὁ ἑστηκότας τοὺς πόδας ἔχων ἐν ταύτῃ τῇ πέτρᾳ χαριστηρίους ἀναπέμπει αἴνους·" ἔβαλεν εἰς τὸ στόμα μου ᾆσμα 105 καινόν". ὅταν στῶσιν οἱ πόδες ἐπὶ τὴν πέτραν καὶ κατευθυνθῶσιν τὰ διαβήματα τοῦ οὕτω βοηθουμένου, τότε ἐρεῖ·" ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινόν", ἐπινίκιον. ἐν τῇ πέτρᾳ οὖν ὁ ὑψούμενος ἐπινικίους πέμπει αἴνους ἠσφαλισμένας ἔχων ἑαυτοῦ τὰς διαβατικὰς ὁρμάς. 6 καὶ νῦν ἰδοὺ ὕψωσεν κεφαλήν μου ἐπ' ἐκθρούς μου. ὁ λέγων" καὶ νῦν" δείκνυσιν ὅτι πολλάκις ὑψώθη ἡ κεφαλὴ αὐτοῦ ἐπ' ἐκθρούς. κεφαλὴν δὲ λέγει τὸν νοῦν, ὡς πολλάκις ἀποδέδεικται. πε ρὶ αὐτοῦ γοῦν καὶ ἐν ἐκκλησιαστῇ λέγεται·" τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ ἐν κεφαλῇ αὐτοῦ". διορατικὸν νοῦν ἔχει ὁ σοφός." καὶ νῦν" οὖν" ὕψωσεν τὴν κεφαλήν μου". καὶ ἀεὶ παλαίων καὶ περιγινόμενος τῶν ἐχθρῶν– διάφοροι δέ εἰσιν οἱ ἐπιτιθέμενοι ἐχθροί– λέγει ἐφ' ἑκάστης νίκης·" καὶ νῦν ὕψωσεν τὴν κεφαλήν μου ἐπ' ἐχθρούς μου". ἀνέστησάν τινες εἰς ἀκολασίαν προτρεπόμενοι, οἷον οἱ κατὰ Σωσάννης πρεσβύτεροι, κατὰ τοῦ Ἰωσὴφ ἀδελφοὶ καὶ αὐτὴ ἡ δόξασα ὕστερον δέσποινα αὐτοῦ γεγονέναι. χαριστηρίως ἅμα λέγων δείκνυσιν ὅτι οὐχ ἱδίᾳ δυνάμει ταῦτα τὰ κατορθώματα ἔσχεν, ἀλλὰ θεοῦ βοηθοῦντος. 6 ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ. ὁ ἀλαλαγμὸς νίκην αἰνίττεται· βοὴ γάρ ἐστιν ἄσημος κατὰ πεπτωκότων πολεμίων. αὐτίκα γοῦν ὅτε τὴν Ἰεριχὼ περιεκύκλωσαν καὶ ταῖς κερατίναις ἐσάλπισαν καὶ ἠλάλαξαν, ἐπὶ τῷ ἀλαλαγμῷ αὐτῶν ἔπεσαν τὰ τείχη τῆς Ἰεριχώ. Ἰεριχὼ δὲ κατὰ ἀλληγορίαν ὁ περὶ γῆν ἐστιν τόπος, ἑρμηνευομένη σελήνη ὁ περὶ γῆς τόπος οὐ κατὰ τὴν αὔξησιν, ἀλλὰ κατὰ τὴν μείωσιν, ὡς ὁ ἄφρων·" ἄφρων" γὰρ" ὡς σελήνη ἀλλοιοῦται". ὅταν οὖν κυκλώσῃ τὴν σκηνὴν ἑαυτοῦ κατὰ πάσας τὰς ἀποδόσεις– ἐλέγετο σκηνὴ ἡ προκοπή. ὁ προκόπτων καὶ κατορθῶν γνησίως τὴν προκοπὴν κύκλῳ αὐτῆς γίνεται. καὶ πάλιν τὸ σῶμα σκηνὴ ἐλέγετο. ὅταν ὁ ἔσω ἄνθρωπος συντόνως ἐπιθῆται κατὰ τοῦ σώματος, κύκλῳ αὐτοῦ γίνεται καὶ νικᾷ. ὅταν τις τὴν σκηνήν, τὸ σῶμα τοῦ Ἰησοῦ, διὰ πίστεως κυκλώσῃ, νικητὴς ἀποδείκνυται. 6 ᾄσω καὶ ψαλῶ τῷ κυρίῳ. ἐλέγετο ἡμῖν ἐν τοῖς προτέροις ψαλμοῖς, ὅτι τὸ ᾆσαι τὴν θεωρίαν σημαίνει, τὸ ἄνευ ὀργάνου ἀναπέμπειν τοὺς αἴνους καὶ τὰς ᾠδάς. ἐλέγετο τὸ ψάλλειν τὸ πρακτικῶς ἐξηχεῖν τὸ ἐπινίκιον μέλος. ἀμφότερα οὖν, φησίν, ὑπῆρκταί μοι, καὶ ψαλῶ καὶ ᾄσω. ᾄσω θεωρῶν τὴν ἀλήθειαν. ὁ περὶ τῶν δογμάτων τῆς εὐσεβείας διαλαμβάνων καὶ ἐπιστημονικὴν καὶ σοφὴν αὐτῶν ἔχων θεωρίαν, ᾄδει. ὁ δὲ καὶ τὸ σῶμα ὡς ὄργανον, καὶ κίθαραν καὶ ψαλτήριον, διαλαμβάνων καὶ κρούων αὐτοῦ πάσας τὰς ὁρμὰς καὶ τὰς αἰσθήσεις οὔσας χορδάς, ἐνμελῶς δυνάμενος ψαλμὸν προενέγκασθαι, ἐκεῖνος ψάλλει. οὗτος οὖν ὁ ἅγιος ἐπαγγέλλεται τὰ δύο ποιῆσαι, τὸ ᾆσαι καὶ τὸ ψάλαι. ὁ ὑπωπιάζων τὸ σῶμα αὐτοῦ καὶ δουλαγω106 γῶν καὶ πράττων τὰς ἠθικὰς ἀρετάς, οἷον ὁ ἐλεημοσύνην ποιῶν, ὁ πραότητα κατορθῶν, ὁ ἐν ἀνδρείᾳ προαγόμενος, οὗτος ψάλλει. ὁ δὲ θεωρῶν ἕκαστον τῆς ἀληθείας μυστήριον καὶ διεξιέναι δυνάμενος σὺν ἐπιστήμῃ πᾶν δόγμα τῆς εὐσεβείας, οὗτος ᾄδει. ἐπερ· ἐν τῷ πεντήκοντα ὥσπερ ἐξομολόγησίν τινα ἐπὶ ἁμαρτίᾳ λαμβάνομεν;– προφανῶς ἐκεῖ κεῖται·" ὅτε ἦλθεν Νάθαν" καὶ ἤλεγξεν αὐτὸν περὶ τῆς τοῦ Οὐρίου. ἐξομολογήσεως ἦν ὁ καιρὸς καὶ ἐξομολογήσεως ἀναπέμπει τὸν
6
πράξει διαφέρει οὗτος ἐκείνου. ἐπερ· πῶς οὖν ψάλλων;– ἀμετάπτωτος γάρ ἐστιν ἡ ἀρετή. οὐκ ᾖδεν καὶ ἔψαλλεν τῷ κυρίῳ ὁ Ἰούδας. οἱ παραδοθέντες" τῷ σατανᾷ, ἵνα παιδευθῶσιν μὴ βλασφημεῖν", οὐκ ᾖσαν σκηνήν τινα καὶ προκοπὴν τῆς πίστεως καὶ ἀρετῆς ἐσχηκότες. ὅμως δὲ σκόπει ὅτι οἱ διάφοροι ψαλμοὶ οὐ πάντως περὶ ἑνὸς καὶ τοῦ αὐτοῦ προσώπου λέγονται· τοῦτο γὰρ εἰρήκαμεν, ὅτι ποιοῦ εἰσιν πεποιωμένου κατὰ ἀρετὴν ἢ κακίαν. οὐ ταὐτόν ἐστιν εἰπεῖν ὅτι ὁ ἄνθρωπος ἀναμάρτητός ἐστιν καὶ εἰπεῖν ὅτι ὁ δίκαιος ἄνθρωπος ἀναμάρτητός ἐστιν. ὁ δικαιοσύνην ἔχων οὐ δύναται ὑπαχθῆναι ἁμαρτίᾳ· πῶς γάρ, εἰ ἀσυνύπαρκτά εἰσιν τὰ ἐναντία; ὁ ἔχων κακὸν οὐ δύναται ἀγαθὸν ἔχειν, εἰ μὴ πρότερον ἐκκλίνῃ ἀπὸ τοῦ κακοῦ. εἰς ποιὸν βλέπε, μὴ εἰς τόνδε ἢ τόνδε· ὅταν γὰρ λέγω, ὅτι ὁ πιστὸς πάντα δύναται, οὐ τόνδε ἢ τόνδε λέγω, ἀλλὰ πάντα τὸν ἔχοντα πίστιν. κἄν ποτε γοῦν πιστὸς ὤν τις ἔχῃ τὸ πάντα δύνασθαι καὶ κατορθοῖν, μεταπέσῃ δὲ αὐτῷ τὰ τῆς πίστεως, οὐ λέγω ὅτι ὁ πιστὸς οὐ κατορθοῖ, ἀλλὰ ὅσδε οὐ κατορθοῖ. ἐπερ· ὁ μετὰ τοῦτον ψαλμὸς οὐ χρόνῳ πρότερον;– οἱ ψαλμοὶ οὐ τοιαύτην τάξιν ἀπαιτοῦνται οἵαν ζητεῖς σύ. ὁ ψαλμὸς ἐκεῖνος ὁ ἐλέγχων τὸν Σύρον τὸν Δωήλ. Σαοὺλ βασιλεὺς ἦν ἀκμὴν καὶ ἰσχύων γε πάνυ, ὡς τὸν Δαυὶδ διαβληθέντα φυγεῖν. μετὰ πολὺ δὲ γέγονεν τὰ πρὸς τὴν τοῦ Οὐρίου καὶ μετὰ πολὺ γέγονεν τὸ βασιλεῦσαι αὐτὸν πάντων μετὰ τὴν τελευταίαν χρῖσιν– αὕτη δὲ ἡ τρίτη ἦν–. μετὰ πολὺ δὲ γέγονεν τὰ κατὰ τὴν τοῦ Οὐρίου. οὔπω δὲ ἐβασιλεύκει ὅτε διέβαλεν αὐτὸν ὁ Δωὴλ ὡς λαβόντα ἄρτους καὶ τὴν ῥομφαίαν τοῦ Γολιάς. οὐχ οὕτως οὖν κατὰ τὴν τάξιν τῶν χρόνων ζητεῖται ἡ τάξις τῶν ψαλμῶν, ἀλλὰ κατὰ τὰ κατορθώματα, ἀλλὰ κατὰ τὰ πράγματα. ὁ πεντήκοντα ἀριθμὸς ἔχει τι ἐξαίρετον· καὶ διὰ τὰς ἀρετὰς αὐτοῦ αὐτῷ ἐπετέθη ὁ ψαλμὸς ὁ τῆς ἐξομολογήσεως. θεώρει γοῦν· κατὰ τὸν πεντήκοντα ἀριθμὸν ἡ μετάνοια ἐπιτελεῖται. αὐτίκα γοῦν ὁ σωτὴρ γονγυζόντων τῶν Φαρισαίων περὶ τῆς γυναικὸς τῆς καθαρισθείσης ὑπ' αὐτοῦ καὶ ἐλθούσης πλῦναι τοὺς πόδας αὐτοῦ τοῖς ἰδίοις δάκρυσιν καὶ ταῖς ἰδίαις τριξὶν ἐκμάξαι, προτείνει·" δύο χρεοφειλέται ἦσαν δανειστῇ ἑνί· ὁ εἷς ὤφειλεν δηνάρια πεντήκοντα, ὁ ἕτερος πεντακόσια". καὶ θεώρει ὅτι ἀμφοτέρων τῶν μετανοούντων τὸν ἀριθμὸν ἐν πέντε διέταξεν· συγγένειαν γὰρ ἔχει πρὸς τὸν πεντήκοντα ὁ πεντακόσια· δεκαπλασιασθεὶς γὰρ ὁ πεντήκοντα γίνεται πεντακόσια. 107 κατά τι οὖν τοιοῦτο μυστήριον τὸ περὶ τοῦ ἀριθμοῦ καὶ ὁ ψαλμὸς ὁ τῆς ἐξομολογήσεως ἐν τούτῳ τέτακται· ἐλέου γὰρ δηλωτικός ἐστιν ὁ ἀριθμός. ἀμέλει γοῦν καὶ πεντηκοστὴν εἰσπράττονται οἱ νικήσαντες πόλεμον. καὶ ὑπὲρ τῶν μὴ πολεμησάντων, ἀλλὰ φυλαξάντων τὰ σκεύη οἱ πολεμήσαντες καὶ περιγενάμενοι πεντηκοστὴν τιθέασιν. καὶ ὁ ἱερεὺς ἀρχόμενος τοῦ ἱερατεύειν ἀπὸ εἴκοσι καὶ πέντε ἐτῶν ἕως πεντήκοντα ἐτῶν μένει. μετὰ τὰ πεντήκοντα ἔτη οὐκέτι λειτουργεῖ, ἀλλὰ φυλάττει τὴν σκηνήν. δείκνυσιν δὲ ὁ λόγος ὅτι δεῖ πρῶτον κατορθῶσαι καὶ πάντα ἱερατικῶς ἐκτελέσαι καὶ ἱερέα τέλειον γενέσθαι ὥστε φθάσαι εἰς τὸν πεντήκοντα ἀριθμὸν καὶ τότε φυλάττειν τὰ ἐν τῇ σκηνῇ. διδάσκει δὲ ὁ λόγος ὅτι ἐν ταῖς προκοπαῖς ἔργων καὶ αὐξήσεως χρεία, ὅταν δὲ τελειωθῇ τις, φυλάττειν ὀφείλει ἃ κατώρθωσεν. ὥσπερ ὁ ὑγίειαν ἀναλαμβάνων ἐν τῷ ὑγιάζεσθαί ἐστιν, ἐν τῷ προςάγεσθαι αὐτῷ τὰ βοηθήματά ἐστιν. ὅταν δὲ τὴν ὑγί ειαν ἑκτικῶς ἀπολάβῃ καὶ σκηνὴν βεβαίαν, λοιπὸν προσάγει ἑαυτῷ φυλακτικὰ τῆς ὑγείας, οὐ τὰ ἀναλαμβάνειν ποιοῦντα τὴν ὑγίειαν, ἀλλὰ φυλακτικά. διὰ τοῦτο καὶ τὸν Ἀδὰμ ὁ θεὸς ἐν τῷ παραδείσῳ τέθεικεν" ἐργάζεσθαι καὶ φυλάττειν αὐτόν". ἐργάζεσθαι δέ, ἵνα καρποφορήσῃ, ἵνα καρποὺς τελείους ἀγάγῃ, φυλάττειν δὲ λοιπὸν τὰ φυτὰ τὰ καρποφορήσαντα. ὥσπερ τὸ ἐργάζεσθαι καὶ φυλάττειν τὰ δύο δηλοῖ– ἐργάζεσθαι δὲ τὸ ἐνεργεῖν τὰ τῆς ἀρετῆς, τὰ τῆς γνώσεως τῆς ἀληθείας, φυλάττειν δὲ τετελειωμένα–, οὕτω καὶ ὁ ἱερεὺς ὅσον ἀπολείπεται τοῦ πεντήκοντα ἀριθμοῦ, ἐν τῷ ἱερατεύειν ἐστίν. ὅταν δὲ πληρώσῃ τοῦτον καὶ ἀποδειχθῇ τέλειος, τὸ τηνικάδε φυλάττει λοιπὸν τὰ ἐν τῇ σκηνῇ. οὐκέτι αὐτὸς ἐργάζεται, ἀλλὰ ἄλλων ἐργαζομένων αὐτὸς τὰς ἀπαρχὰς δέχεται, τὰς δεκάτας λαμβάνει. ἐστὶν δὲ ὁ ἀριθμὸς οὗτος δευτέρου τετραγώνου ἀριθμοῦ ἀρχή. τετράγωνός ἐστιν ὁ ἰσάκις μετρούμενος, δὶς δύο, τρὶς τρεῖς. οὗτος οὖν ἑπτάι ἑπτά ἐστιν· καὶ λοιπὸν ἡ προσθήκη τῆς μονάδος ἀρχὴν ἄλλου καταβάλλεται ἑβδομηντάι ἑπτά. διὰ τοῦτο καὶ περὶ τῆς μετανοίας ὁ σωτὴρ ὑπὸ τοῦ Πέτρου ἐρωτώμενος·" ποσάχις ἁμαρτάνει; λέγει ἕως ἑπτά"; λέγει·" οὐ λέγω σοι ἕως ἑπτὰ μόνον, ἀλλὰ καὶ ἑβδομηκοντάκις ἑπτά". τετράγωνός ἐστιν ὁ ἑπτάι ἑπτά. οὗτος δὲ πλευρὰς ἔχει ἁγίας· ἡ γὰρ ἑβδομὰς πολλάκις ἡμῖν ἀποδέδεικται ὅτι πάντοθέν ἐστιν εὐλογημένη·" εὐλόγησεν" γὰρ" ὁ θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτήν", καί·" οἱ ὀφθαλμοὶ κυρίου οἱ ἐπιβλέποντες πᾶσαν τὴν γῆν ἑπτά εἰσιν". οὐχ ὅτι ἑπτὰ οὕτω λέγω τρεῖς καὶ τέτταρες, ἀλλὰ πληρεστάτη ἐστὶν ἐφόρασις αὐτοῦ καὶ ἐπίβλεψις. οὕτω γοῦν καὶ ἐν τῇ ἑορτῇ τῶν ἑβδομάδων ἡ πεντηκοστὴ ἄγεται ἡ κατὰ τὴν παλαιὰν διαθήκην καὶ τὴν νέαν· ἔχεις γὰρ ἐν ταῖς πράξεσιν τῶν ἀποστόλων ὅτι·" ἐν τῷ συνπληροῦσθαι τὴν πεντηκοστὴν" ἡ δόσις τοῦ ἁγίου πνεύματος δέδοται, τὰ διάφορα χαρίσματα τοῦ πνεύματος ἐπιμετρήθη· ἔδει γὰρ ὑπερβεβηκέναι τὸν ἑπτὰ ἑπτὰ ἀριθμὸν καὶ ἀρχὴν λαβεῖν ἄλλου 108 τοιούτου ἀριθμοῦ καὶ οὕτω τελειωθῆναι. ὁ πεντήκοντα οὖν ἐπὶ πολλῶν παραλαμβάνεται μεγάλων. ὁ ἕβδομος μὴν πάλιν τέλειός ἐστιν. ἡ σκηνοποιία οὖν ἐν τῷ ἑβδόμῳ μηνὶ γίνεται κατ' Ἑβραίους. πάλιν ἓξ ἔτη ἐσπείρετο ἡ γῆ, τῷ δὲ ἑβδόμῳ ἔτει ἄσπορος. ἔμενεν τοῖς πτωχοῖς φυλαττόμενος ὁ ἐνιαυτὸς ἐκεῖνος. κἀκεῖ οὖν πάλιν, εἰ διὰ ἑπτὰ ἐτῶν ἄγεταί τις πανήγυρις, πάλιν ἑβδομαδικός ἐστιν ὁ ἐνιαυτὸς ἐκεῖνος. ἑπτὰ ἑπτὰ ἄγεται δὲ καὶ κατὰ τὸν λεγόμενον παρὰ Ἑβραίοις Ἰωβηλαῖον. ὁ Ἰωβηλαῖος πεντηκοστός ἐστιν ἐνιαυτός. διὰ πεντήκοντα ἐτῶν ἐπετελεῖτό τινα πανηγυρικά. πλεῖον δὲ εἶχεν οὗτος ὁ ἐνιαυτὸς τῶν ἄλλων ἐνιαυτῶν. ἐλέγομεν εἶναι καὶ ἑβδόμους ἐνιαυτοὺς καὶ ἑβδόμους μῆνας. ἐν τῷ πεντηκοστῷ ἐνιαυτῷ τῷ καλουμένῳ Ἰωβηλαίῳ καὶ χρ̣ εοκοπία ἐγί νετο τῶν χρεῶν. ἐχαρίζοντο οἱ δανεισταὶ ὑπὸ τοῦ νόμου εἰς τοῦτο ἀγόμενοι, ἐχρεοκόπουν κατὰ τὴν δύναμιν, καὶ οὐδὲ τόκους εἰσεπράττετο. καὶ ἄλλο· αἱ οἰκίαι αἱ ἀποδεδομέναι καὶ οἱ ἀγροὶ λυτρωτοὶ ἐγίνοντο τῷ πεντηκοστῷ ἐνιαυτῷ. εἰ εἶχεν ὁ πωλήσας δοῦναι τὸ τίμημα, ἀπεκαθίστατο αὐτῷ ἡ κτῆσις ἑαυτοῦ ἣν εἶχεν πρότερον. ᾐνίττετο δὲ ὁ λόγος τοῦτο, ὅτι καὶ ἐάν τις τὴν πολιτείαν ἑαυτοῦ ἐκποιήσηται– πολλάκις δὲ ἡ πολιτεία οἰκία εἴρηται, ὡς τό·" ἐὰν ποιήσῃ τοὺς Ἰησοῦ λόγους ὁ ἀκούσας αὐτούς, οἰκοδομεῖ τὴν οἰκίαν ἑαυτοῦ". καὶ πάλιν·" ἐπεὶ ἐφοβοῦντο αἱ μαῖαι τὸν θεόν, ἐποίησαν ἑαυταῖς οἰκίας". ἄρα περὶ μόνων γυναικῶν μαιουμένων ταῦτα γέγραπται προηγουμένως· οὐκ εἶχαν γὰρ οἰκίαν καὶ πρότερον. διὰ τὸν φόβον τοῦ θεοῦ οἰκοδόμησαν οἰκίας ταύτας, τὰς πολιτείας τὰς ὀρθάς, τὰς σὺν φόβῳ θεοῦ κατορθουμένας. ἡ οἰκία ἤδη πεφανέρωται. καὶ τὸν ἀγρόν τις δὲ ἐκεῖνον, ὃν πρότερον εἶχεν καὶ ἠμέλησεν περὶ τὴν ἐπιμέλειαν αὐτοῦ, ἀναλαμβάνει ὥστε σπεῖραι πάλιν αὐτοῦ τὸ καλὸν σπέρμα, σπεῖραι εἰς δικαιοσύνην, τρυγῆσαι εἰς καρπὸν ζωῆς, γενήματα δικαιοσύνης συναγαγεῖν ἀπ' αὐτοῦ. μηδέποτε οὖν εἰς τὰς ἐπιγραφὰς τῶν ψαλμῶν σκόπει. οὗτος οὖν" πρὸ τοῦ χρισθῆναί" ἐστιν. ἐὰν ζητῇς τὴν ἐπιγραφήν, ἔδει μᾶλλον τοῦτον μὴ εἰκοστὸν ἑκτὸν εἶναι. ἔτι μὴν ὁ Ἀβεσσαλὼν ἐπέθετο τῷ πατρὶ μετὰ τὰ κατὰ τὴν τοῦ Οὐρίου· ὅσον ἧκεν εἰς τάξιν ἀριθμῶν, μετὰ τὸν πεντηκοστόν· καὶ τρίτος ἐπιγράφεται ὁ ψαλμὸς ἐκεῖνος. εἰς τὰς δυνάμεις τῶν ἀριθμῶν σκοποῦμεν καὶ οὕτω τὴν τάξιν τῶν νοημάτων ἐκλαμβάνομεν, οὐχ ἁπλῶς εἰς τοὺς ἀριθμούς. ἐρώτησέν μέ τις τὸ" πᾶσα σοφία παρὰ κυρίου", καὶ ἔλεγον ὅτι ἐὰν λέγῃ" πᾶσα σοφία", πᾶσαν τὴν κατ' εἶδος λέγει, ἐὰν δὲ λέγῃ" πᾶσα ἡ σοφία", μίαν ὅλην λέγει. ὡς καὶ ἐὰν λέγωμεν" πᾶσα ἡ πόλις", μίαν λέγομεν ὅλην, ὅταν δέ·" πᾶσα πόλις κατὰ νόμον διοικεῖται", οὐ μίαν λέγομεν, ἀλλὰ πάσας τὰς πόλεις. καὶ οἱ ἀριθμοὶ οὖν ἐν τοῖς πράγμασιν κεῖνται οὐ πρὸς ἄλλου τεθέντες ἢ ὑπὸ τοῦ θεοῦ. πάντα δὲ ἐν σοφίᾳ ποιήσας καὶ τοὺς ἀριθμοὺς ἐν σοφίᾳ ἐποίησεν. ἐπεί, εἰπέ μοι, τὸ ἐν τῷ Ἰσαίᾳ πότε δοκεῖς πληροῦσθαι;" καὶ ἔσται", λέγει," μετὰ ἑβδομήκοντα ἔτη ἀποκαταστήσεται Τύρος εἰς τὸ ἀρχαῖον", ἀπὸ πότε τῶν ἑβδομήκοντα ἐτῶν ἀριθμουμένων; οὐδὲ ὧδε, ἵνα κατὰ τὴν ἱστορίαν λαμβάνω109 μεν, ἀλλὰ ἑβδομήκοντα περιόδους τοῦ ἡλίου τῆς δικαιοσύνης ἐνιαυτοὺς ἑβδομήκοντα· περιοδεύει γὰρ ὁ ἥλιος τὰς ψυχὰς φωτίζων καὶ τὰ δόγματα τῆς ἀληθείας φανερῶν καὶ ἐκπέμπων τὰς ἀκτῖνας. ὅταν οὖν τις τελειωθῇ καὶ καταπαύσῃ τῆς προκοπῆς εἰς τὸ τέλος ἀφιγμένος, τότε συνέστη αὐτῷ τὰ ἑβδομήκοντα ἔτη. ὡς πρὸς τὸ ῥητὸν τὸ προκείμενον οὐκ οἰκεία ἡ παρέκβασις, ὡς δὲ πρὸς ἐρώτησιν ἀναγκαία. 7 εἰσάκουσον, κύριε, τῆς φωνῆς μου, ἧς ἐκέκραξα. φωνὴν ἔκραξα πρὸς σὲ αἰτούμενος, ἃ καλόν μοι ὑπαρχθῆ ναι. καὶ τὸ δὴ παράδοξον· εὐχῆς εὐχὴν ἀναπέμπει· ὁ γὰρ παρακαλῶν τινα τὴν φθάσασαν εἰσακουσθῆναι αὐτοῦ εὐχήν, εὐχὴν ἀντὶ εὐχῆς προτείνει. εὐχόμενος ἐβόησα πρὸς σὲ πάλιν ἀπιών, ἵνα εἰσακούσῃς ταύτης τῆς φωνῆς, ἧς πρὸς σὲ ἐκέκραξα. οὐ πᾶς γὰρ ὁ κράζων κατὰ τὸν ἔσω ἄνθρωπον πρὸς θεὸν κράζει, ἀλλὰ ὁ τὰ τοῦ θεοῦ λέγων, ὁ αἴτησιν πρὸς αὐτὸν προσάγων. κράζουσιν καὶ Σοδομ̣ ῖται, ἀλλ' οὐ πρὸς τὸν θεόν·" κραυγὴ Σοδόμων καὶ Γομόρρων πεπλήθυνται καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα". καὶ περὶ Νινευιτῶν λέγεται ὅτι·" ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῶν", τὸ πλῆθος τῆς κακίας. καὶ ἐν τῷ Ἰσαίᾳ·" ἔμεινα τοῦ ποιῆσαι δικαιοσύνην, ἐποίησεν δὲ κραυγήν". ἐπίτασις οὖν κακίας ἐστὶν ἡ κραυγὴ Σοδομιτῶν. κράζει δὲ πρὸς θεὸν ὁ εὐχόμενος ὅταν ἐπιτεταμένην φωνήν, ὅταν περὶ μεγάλων εὔχηται, οὐ περὶ εὐτελῶν καὶ εὐκαταφρονήτων, ὁ αἰτούμενος ἵνα δοθῇ αὐτῷ ἀγαθά. τὰ δὲ ἀγαθὰ ἑρμήνευσεν ὁ ἕτερος εὐαγγελιστὴς τὸ ἅγιον πνεῦμα· τὸν αὐτὸν γὰρ τόπον γράφοντες ὁ μὲν Μαθαῖος λέγει·" δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν", ὁ Λουκᾶς·" δώσει πνεῦμα ἅγιον". τὸ πνεῦμα δὲ ἓν ὂν κατὰ τὰ διάφορα αὐτοῦ χαρίσματα πλῆθος ἀγαθῶν ἐστιν· ὁ γὰρ τὸ ἅγιον πνεῦμα ἔχων ἔχει τὰ χαρίσματα τοῦ πνεύματος ἀγαθὰ ὄντα πλείονα. καὶ τῇ μὲν οὐσίᾳ ἕν ἐστιν, ταῖς δὲ ἐπινοίαις πολλὰ ἀγαθά. ὡς καὶ ὁ θεὸς εἷς ἐστιν κατ' οὐσίαν. λέγεται δὲ καὶ κατὰ διαφόρους ἐπινοίας πολλά· ἀγαθός, ἄτρεπτος, ἀναλλοίωτος, πηγή, φῶς· καὶ πάλιν ὁ σωτὴρ ὡσαύτως εἷς ὢν κατ' ὑποκείμενον λέγεται ζωή, ἀλήθεια." αἰτεῖτε", φησίν," τὰ μεγάλα, καὶ τὰ μικρὰ ὑμῖν προστεθήσεται". ὥστε ὁ μικρὰ αἰτούμενος λέγει μὲν πρὸς θεόν, οὐκ ἐπιτεταμένην δὲ φωνήν." αἰτεῖτε", φησίν," τὰ ἐπουράνια, καὶ τὰ ἐπίγεια ὑμῖν προστεθήσεται". ὁ περὶ τῶν αἰσθητῶν οὖν προηγουμένως εὐχὴν ἀναπέμπων οὐ κράζει πρὸς τὸν θεόν· ἠρέμα πρὸς αὐτὸν λέγει. ὁ δὲ αἰτούμενος ἐκεῖνα ἀληθῶς μεγάλα καὶ ἐπουράνια καὶ θεοποιοῦντα κράζει πρὸς θεόν. ἡ νόησις δέ ἐστιν ἡ κραυγή. 7– 8 ἐλέησόν με καὶ εἰσάκουσόν μου, σοὶ εἶπεν ἡ καρδία μου. ὁ νοῦς μου σοὶ εἶπεν· τὸν ἔλεον παρὰ σοῦ αἰτῶ. ἡ καρδία μου τὸν ἔλεον παρὰ σοῦ προσδοκᾷ καὶ λέγει σοὶ ὅτι" ἐπάκουσόν μου". ταῦτα ἀντιστρέφει πρὸς ἑαυτά· ὁ ἐλεώμενος ὑπὸ θεοῦ εἰσακούεται καὶ ὁ εἰσακουόμενος ἐλεᾶται. οὐκ ἔστιν οὖν θάτερον πρὸ θατέρου εἰπεῖν. προηγεῖται δὲ τοῦ ἐλεῆσαι τὸ εἰσακοῦσαι. οὐ πάντως δὲ χρόνῳ πρότερον. καὶ ὥσπερ οὐκ ἔστιν ἐπιφάνειαν πρὸ χρώματος εἰπεῖν οὐδὲ χρῶμα πρὸ ἐπιφανείας. εἰ ἔστιν χρῶμα, ἔστιν ἐπιφάνεια. εἰ ἔστιν ἐπιφάνεια, κέχρωσται. προεπινοεῖται ἡ ἐπιφάνεια. 110 δεῖ ἐπιφάνειαν εἶναι, ἵν' οὕτω χρῶμα. τὸ δὲ" δεῖ" οὐ κατὰ χρόνον λαμβάνω, ἀλλὰ κατὰ νόησιν." σοὶ εἶπεν ἡ καρδία μου". πρόσωπα σημαίνει. κατὰ πᾶν ῥῆμα τὰ τρία πρόσωπα σημαίνεται, τὸ λέγον, καὶ πρὸς ὃ λέγει, καὶ περὶ οὗ λέγει. πρόσωπον οὖν ἐστιν τοῦ εὐχομένου τὸ νῦν ἀπαγγέλλον. ἀπαγγέλλει δὲ τὴν δέησιν οὐκ ἄλλῳ ἢ τῷ θεῷ. 8 ἐξεζήτησα τὸ πρόσωπόν σου. ἡ καρδία μου ἡ λέγουσα·" ἐλέησον καὶ εἰσάκουσόν μου". οὐ νῦν πρότερον ἐζήτησά. σου τὸ πρόσωπον, οὐ νῦν μόνον παρεκάλεσα τό·" ἐπίφανον τὸ πρόσωπόν σου καὶ σωθησόμεθα". ἐπιτεταμένην δὲ ζήτησιν σημαίνει, εἰ ἐξεζήτησα. 8 τὸ πρόσωπόν σου, κύριε, ζητήσω. ἡ καρδία μου τὸ πρόσωπόν σου, κύριε, ζητήσει. εἰ καὶ" ἐξεζήτησα" καὶ ἔσχον αὐτὸ καταλάμπον με, ἀλλ' οὐ παύομαι μέχρι τούτου. πάλιν ἐκζητῶ αὐτό. 9 μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ. ὁ ὀφθαλμὸς ὁ ὑγιαίνων καὶ σῴζων τὴν ὁρατικὴν ἀρετήν, ὅτε πάρεστιν φῶς ἐστιν, πόθον αὐτοῦ ἔχει, οὐ κορέννυται αὐτοῦ ποτε· ἀκόρεστον γὰρ τοῖς ὀφθαλμοῖς ἐστιν τὸ φῶς·" γλυκύ ἐστιν ὀφθαλμοῖς", ὡς ὁ ἐκκλησιαστὴς λέγει. οὐδεὶς δὲ τοῦ γλυκέος κόρον λαμβάνει. ἔστιν γλυκέα τὰ τίκτοντα κόρον, οἷον ἡ ἐκ μέλιτος γλυκύτης. ἡ δὲ ἐκ τοῦ φωτὸς οὐκ ἔχει κό ρον, μάλιστα, ὅταν ἔχῃ τὴν οἰκείαν ἀρετὴν ἡ ὄψις. λοιπὸν ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητά· ὁ τοῦ ἔσω ἀνθρώπου ὀφθαλμὸς ἢ οἱ ὀφθαλμοὶ οὐδέποτε κορέννυνται οὐδὲ κόρον λαμβάνουσιν τοῦ προσώπου τοῦ θεοῦ· ἐπιφαινόμενον γὰρ ἀεὶ φωτίζει καὶ αὐξάνει καὶ τὸν πόθον." ἐσημειώθη" γοῦν" ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε"· παραμένει. τὸ δὲ τοῦ ἡλίου ἢ ἁπαξαπλῶς τοῦ αἰσθητοῦ φωτὸς οὐ παραμένει. ἐὰν γοῦν τις ἀναχωρήσῃ ἀπὸ τοῦ ὁρᾶν τὸ φῶς ἢ μύσῃ τοὺς ὀφθαλμούς, οὐκ ἔχει αὐτὸ σεσημειωμένον. φαίνεται δὲ τὸ νοητὸν φῶς παραμένον τῷ φωτισθέντι, ἀναπόβλητόν ἐστιν. 9 μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου. ἔστιν ποτὲ δοκεῖν ἐκκλίνειν τὸν θεόν, μὴ ἐν ὀργῇ δέ. ἔδοξάν αν τινες, ὅτι ἐξέκλινεν ἀπὸ τοῦ Ἰώβ, ὅτε παρεδόθη τὰ ὑπάρχοντα αὐτοῦ καὶ τὰ τέκνα καὶ τὸ σῶμα τῷ ἐξαιτησαμένῳ· ἀλλ' οὐκ ἐν ὀργῇ τοῦτο γέγονεν. μὴ οὕτω τὰ κατ' ἐμὲ γένοιτο ἐξ ἡμετέρας ῥαθυμίας ὥστε ἐν ὀργῇ ἐκκλῖναι ἀπ' ἐμοῦ τὸ πρόσωπόν σου. ἀμφότερα οὖν δύναται· μὴ τοιαῦτά μοι πραχθείη ὥστε ὀργισθέντα σὲ ἐκκλῖναι ἀπ' ἐμοῦ. ἢ οὕτως· μὴ οὕτως ὀργισθείην ὥστε στερηθῆναι τῆς παρουσίας σου. 9 βοηθός μου γενοῦ, μὴ ἀποσκορακίσῃς με. ἔνια ἀντίγραφα ἔχει·" μὴ ἐνκαταλίπῃς με". τὸ αὐτὸ δέ ἐστιν τὸ ἀποσκορακίσαι, τὸ ἀπορίψαι, τὸ ἀποπέμψαι. ἐν γοῦν τῷ Ἰσαίᾳ φέρεται·" καὶ ἀποσκορακιεῖ αὐτόν". καὶ θεώρει γε τὴν ἀκρίβειαν τῆς λέξεως· οὐκ ἀεὶ τὸ γενέσθαι γένεσιν σημαίνει, ἀλλὰ ἐκεῖνο δηλοῖ, ὃ ἡ προσθήκη βούλεται. πρόσκειται δὲ ὧδε τὸ" βοηθός μου γενοῦ". μὴ γὰρ ὁ γινόμενός τινι βοηθὸς" γίνεται". εἶπον δὲ καὶ ἄλλοτε ὅτι τὰ ῥήματα τὰ γένεσιν ὑποβάλλοντα ἐὰν ἀπολελυμένως λέγηται, δημιουργίαν σημαίνει·" πάντα δι' αὐτοῦ ἐγένετο", ἀντὶ τοῦ·" πάντα δι' αὐτοῦ ὑπέστη"." ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν". οὐκ εἶ111 πεν·" τί ἐποίησεν", ἀλλ' αὐτὸ τοῦτο" οὐρανὸν καὶ γῆν". ὅταν δὲ λέγῃ ὅτι·" βοηθός μου γενοῦ, μὴ ἐνκαταλίπῃς με", τοῦτο λέγει·" βοηθὸς μοὶ γενοῦ". σχέσιν σημαίνει τὴν βοηθοῦ πρὸς βοηθούμενον. οὕτω λέγομεν καί·" διδάσκαλός μου γενοῦ", καὶ οὐ δήπου οὐσίωσιν σημαίνει, ἀλλὰ" ἐμοὶ διδάσκαλος γενοῦ". τοιαῦτά ἐστιν καὶ τὰ λεγόμενα περὶ τοῦ σωτῆρος·" κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν, πιστὸν ἐν τῷ ποιήσαντι αὐτόν". ἀπόστολον αὐτὸν ἐποίησεν, οὐχ ἁπλῶς αὐτὸν ἐποίησεν, ἀλλὰ ἀπόστολον. καὶ ὅρα γε· ἡ οὐσία τοῦ υἱοῦ ἀίδιός ἐστιν. τὸ δὲ γενέσθαι ἀπόστολον τότε γίνεται, ὅταν ἀποστῶσίν τινες ἀπ' αὐτοῦ· πρὸς τοὺς μακρὰν γὰρ πέμπεται. καὶ θεώρει, ὅτι συνυπάρχει τὸ ἀπόστολον αὐτὸν γενέσθαι τῷ εἶναι μακράν τινας αὐτοῦ, μεμακρυνμένους αὐτοῦ. πάλιν ἀρχιερεὺς γίνεται, ὅταν ἦσαν ὑπὲρ ὧν ἱερᾶται. οὐ τότε δὲ ἡ ὑπόστασις τοῦ σωτῆρος γέγονεν, ὡς ἐκεῖνοι οἴονται, ἀλλὰ ἡ ἀρχή, ἡ ἀρχιιερωσύνη. οὕτω πάλιν καὶ ἐν ταῖς πράξεσιν τῶν ἀποστόλων λέγει·" τοῦτο ἀσφαλῶς γιγνωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ κύριον αὐτὸν καὶ χριστὸν ἐποίησεν ὁ θεός". κύριος γίνεται τῶν προσφευγόντων εἰς τὸ δουλεύειν αὐτῷ. ἐὰν καὶ σήμερόν τις οὖν ἄρξηται δουλεύειν αὐτῷ, σήμερον αὐτῷ κύριος γέγονεν. καὶ ἐὰν ὑποβάλῃ τις αὐτὸν τῇ αὐτοῦ βασιλείᾳ καὶ τῇ αὐτοῦ ἱερωσύνῃ, χριστὸς αὐτῷ σήμερον γέγονεν· ὁ γὰρ χριστὸς οὐδὲν ἕτερον ἢ βασιλέα καὶ ἀρχιερέα δηλοῖ. ἀμέλει γοῦν ὁ Ἀρὼν ἐλέγετο χριστὸς κυρίου, καὶ οἱ βασιλεῖς ἐλέγοντο χριστοὶ κυρίου, καὶ περὶ αὐτοῦ τοῦ Σαούλ·" μάρτυς κύριος καὶ μάρτυς ὁ χριστὸς αὐτοῦ". καὶ τοῦτο·" μὴ ἅπτεσθε τῶν χριστῶν μου"." βοηθός μου" οὖν" γενοῦ, μὴ ἀποσκορακίσῃς με"· μὴ ἀποπέμψῃς με ἀπὸ σοῦ. περί τινων λέγεται·" ἀπώσεται αὐτοὺς ὁ θεός, ὅτι οὐκ εἰςήκουσαν αὐτοῦ, καὶ ἔσονται πλανῆται ἐν τοῖς ἔθνεσιν". ὅταν ἀποστῶσιν, ἀπεσκορακίσθησαν ὧδε κἀκεῖσε φερόμενοι, οὐκέτι γνώμην ἔχοντες βεβαίαν. τὴν δὲ αἰτίαν ἡμῖν προσάπτει·" ὅτι οὐκ εἰσήκουσαν". οὐ θελητὸν αὐτῷ ἐστιν τὸ ἀπώσασθαί τινας ἀπ' αὐτοῦ. θελητὸν δὲ αὐτῷ ἐστιν τοὺς μὴ εἰσακούσαντας ἀποπέμψαι, ἵνα μὴ δόξῃ ἀρετὴν μισεῖν. καὶ ἐπεὶ οὐκ εἰσήκουσαν," κατὰ τὸ πλῆθος τῶν ἀνομιῶν αὐτῶν ἔξωσον αὐτούς, ὅτι παρεπίκρανάν σε, κύριε". τοῦτο τὸ ἀποσκορακισθῆναί ἐστιν. λέγουσιν δὲ καὶ ἔκ τινος ἐτυμολογεῖσθαι τὴν λέξιν ὥστε τὸ ῥίνημα τοῦ σιδήρου κόρα λέγουσιν εἶναι. ῥᾳδίως τὸ ῥί νημα οἷα κόνις ἐκπέμπεται. μὴ τοιοῦτος τοίνυν γενοίμην ὥστε ἀποσκορακισθῆναι. σκεῦος χρυσοῦν εἶναι θέλω ἢ σκεῦος χαλκοῦν, οὐ μὴν τὸ ἀπορίνημα. τοῦτο δὲ ἐκπέμπεται καὶ ἀποβάλλεται. 9 καὶ μὴ ἐνκαταλίπῃς με, κύριε ὁ θεὸς ὁ σωτήρ μου. ἐπεὶ καὶ κύριός μου εἶ– δουλεύω σοι γάρ– καὶ θεός μου– ἐπεὶ τέκνον εἰμὶ τοῦ Ἀβραάμ, θεὸς δὲ εἶ" τοῦ Ἀβραὰμ καὶ τοῦ Ἰσαὰχ" καὶ τῶν δηλονότι ἐξ ἐκείνων–, ὡς δοῦλος πρὸς κύριόν εἰμι, ὡς λατρεύων γνησίως πρὸς θεόν, θεραπευόμενος, ὡς σῳζόμενος πρὸς σωτῆρα. ἐπεὶ τοίνυν ταῦτά μοι πάντα γέγονας, οὐκ ἐνκαταλείπεις με. 112 10 ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐνκατέλιπέν με. ῥητὸν εὐαγγελικὸν προσαφηνίσαι θέλω, ἵν' ἐξ ἐκείνου νοηθῇ τοῦτο. καὶ ἡ παλαιὰ γραφὴ καὶ τὸ εὐαγγέλιον καὶ αὐταὶ αἱ τοῦ σωτῆρος προτροπαὶ διδάσκουσιν ἀγαπᾶν πατέρα καὶ μητέρα. ἄκουε· ἐάν τις μισῇ πατέρα, οὐχ ὡς πατέρα μισεῖ αὐτόν, ἀλλὰ ὡς ἀσεβῆ, καὶ μισεῖ αὐτὸν οὐχ ᾗ πατήρ ἐστιν, ἀλλ' ᾗ ἀσεβής ἐστιν. καὶ ὁ ἀγαπῶν πατέρα, διὰ τοῦτο ἀγαπᾷ αὐτόν, ὅτι ἀληθῶς απατηρη ὅταν οὕτως ἐκτρέφῃ φόβῳ καὶ νουθεσίᾳ, ὅταν ὡς δίκαιος ἐκτρέφῃ." καλῶς" δὲ" ἐκτρέ φει πατὴρ δίκαιος". εἶπον οὖν ὅτι σχεδὸν πᾶσαι αἱ γραφαὶ περὶ τιμῆς γονέων διαγορεύουσιν καὶ κολάζουσιν τοὺς λιποτάκτας·" ὁ κακολογῶν πατέρα ἢ μητέρα τελευτήσει θανάτῳ". λοιπὸν οὖν ἄκουε·" ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος". καίτοι" τίμα τοὺς γονεῖς καὶ φίλει πατέρα καὶ μητέρα", ἀλλ' ὅταν ὑπὲρ τὸν θεόν, διαβάλλεται· προκειμένου γὰρ ὁμολογῆσαι τὴν ἀλήθειαν ἐπηρτημένου διωγμοῦ, καὶ ὅταν λέγῃ·" διὰ τὸ γῆρας τοῦ πατρὸς καὶ τῆς μητρὸς οὐ βούλομαι ἀποθανεῖν", καὶ προδοῖ, ὑπὲρ τὸν θεὸν τοὺς γονέας ἠγάπησεν, προέκρινεν τὴν πρὸς τοὺς γονέας διάθεσιν τῆς πρὸς θεὸν εὐσεβείας. καὶ τοῦτό ἐστιν ὃ διαβάλλεται. ἐν τῷ εὐαγγελίῳ γοῦν ὁ σωτὴρ λέγει·" στραφείς", φησίν," ὁ Ἰησοῦς εἶπεν τοῖς ὄχλοις· εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἐὰν μή τις μισήσῃ τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ καὶ τὴν γυναῖκα καὶ τοὺς ἀδελφοὺς καὶ τὰ τέκνα, οὐ δύναταί μου εἶναι μαθητής". ἂν τιμὴν̣ περὶ γονέων ἐνομοθέτησας καὶ ἄθλους μοι μεγάλους ὑπέσχου λέγων ὅτι·" τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς", πῶς νῦν λέγεις ὅτι·" εἰ μὴ μισήσῃ τις τὸν πατέρα καὶ τὴν μητέρα, οὐ δύναταί μοι ἀκολουθῆσαι"; τὸ μῖσος ὧδε ἑτέρως λέγεται τὸ μὴ προκρῖναί τι τοῦ θεοῦ. προκειμένου τοῦ θεὸν ἀγαπῆσαι μάλιστα ἐν καιρῷ ἀγῶνος, ἐν καιρῷ διωγμοῦ, προκριτέα ἐστὶν πάντων ἡ τοῦ θεοῦ ἀγάπη. ἐὰν ἀνθέλκῃ γονεὺς ἢ γῆρας γονέως," προτίμησον τὸν θεόν, ἐπεὶ οὐ δύνῃ ἀκολουθῆσαι ἐμοί". τὸ μισῆσαι οὖν τὸν πατέρα καὶ τὴν μητέρα οὐκ ἐκεῖνο τὸ μῖσος σημαίνει, καθ' ὃ προβαλλόμεθα καὶ βδελυσσόμεθα, ἀλλὰ κατὰ τὸ μὴ προκρίνειν αὐτοὺς τοῦ θεοῦ. οὕτω καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα, οὕτω τοὺς ἀδελφούς." ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχὴν μισήσει", λέγει. τὴν ἑαυτοῦ ψυχὴν μισεῖ δὲ ὁ θάνατον ὑφιστάμενος ὑπὲρ μαρτυρίου, ἀλλ' ἕνεκα τοῦ σωτῆρος· θεώρει γὰρ τί λέγει· ὁ μισῶν πατέρα" ἕνεκεν ἐμοῦ", οὐ καθάπαξ. πάντων προκριτέος ἐστὶν ὁ σωτήρ. ὥσπερ οὖν τις μισεῖ καὶ μητέρα ἕνεκεν τοῦ σωτῆρος. τὸ μῖσος τοῦτο οὐ διαβολὴν φέρει. ὁ οὕτω μισήσας τοὺς γονέας διὰ τὸν σωτῆρα ἐνκαταλείπεται ὑπ' αὐτῶν. διὸ λέγει·" ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐνκατέλιπέν με". τὴν ἐνκατάλειψιν 1 Εἰς τὸ τέλος· ψαλμὸς ᾠδῆς τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου· τῷ Δαυίδ.–––––––––––––––––––––––––––––––––––––––––––––––––––––––– κατὰ ἀμφότερα καὶ κατὰ ψυχὴν καὶ κατὰ σῶμα ἀνάστασις γίνεται·" ἔγειρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός". ὧδε νεκρός ἐστιν ὁ ἁμαρτάνων·" ψυχὴ" γὰρ" ἡ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται"· καί·" ἡ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον" τῷ ἁμαρτάνοντι. τοῦτον οὖν διεγείρει εἰς τὴν ζωὴν τὴν πρὸ τῆς πτώσεως· αὕτη γὰρ ἦν ἡ σὺν ἀρετῇ. οὕτω καὶ ἐν Ἰηρεμίᾳ λέγεται·" μήτι ὁ πεσὼν οὐκ ἀνίσταται"; γίνεται δὲ καὶ τοῦ σώματος ἀνάστασις· οὐ γὰρ ἡ πλάσις αὐτοῦ πτῶσις η, ἀλλὰ ἡ μετὰ τὴν πλάσιν φθορά. διὰ τοῦτο οὖν καὶ αὐτὸ ἀνίσταται. καὶ καθόλου γε τοῦτο λέγομεν· ἡγεῖται τὰ καλὰ τῶν κακῶν. ἀμέλει γοῦν καὶ ἡ κακοτεχν̣ ία μετὰ τὴν τέχνην ἐστίν, καὶ τὸ σφάλμα μετὰ τὸ ὀρθόν, καὶ ἡ παρακοὴ μετὰ τὸν νόμον· οὐδὲν γὰρ ἕτερόν ἐστιν ἡ παρ̣ α̣ κοὴ ἢ παράβασις ἐντολῆς. καὶ πάλιν τὸ" 3παρὰ" 3 λεγόμενον ἀεὶ ψέγεται·" 3παρανοεῖ" 3," 3παραβλέπει" 3," 3παρ̣ αβαίνει" 3. πρώτη οὖν ἐστιν ἡ ἀρετή· θεώρει γάρ, ποῦ νεύει ὁ λόγος· γέγονεν τὸ λογικόν, ἵνα ἀρετὴν ἔχῃ· οὐδὲ γὰρ γέγονεν, ἵν̣ α κα̣ κίαν ἔχῃ, ἐπεὶ αὐτὴ ἦν ἡ ἀρετὴ ἡ κακία, καὶ ἀπόπτωσις αὐτῆς ἡ ἀρετή. ὅσον οὖν ἧκεν εἰς τὴν ἔνυλον ζ̣ ωήν̣, σχεδὸν πάντες ἀπὸ ἁμαρτίας ἄρχονται. καὶ ἐὰν τοῦτο δοθῇ, ὅτι οὐδέ ποτε ἔζησεν ἡ ψυχὴ πρὸ τῆς ἐν̣ ύλου ζωῆς, ἀπὸ κακίας ἤρξατο τὰ πράγματα, καὶ οὔκ ἐστιν ἁμαρτία ἡ ἁμαρτία, ἀλλὰ μᾶλλον ἡ ἀρε̣ τή· οὐδεὶς γὰρ τὸ κατὰ φύσιν ἐνεργῶν καὶ τὸ οἰκεῖον ἁμαρτάνειν λέγεται. οἱ τὰς τέχνας οὖν μετιόντες καὶ κατ' αὐτὰς ἐνεργοῦντες ὅτε τὰ οἰκεῖα τῇ τέχνῃ ποιοῦσιν, οὐ λέγονται παρανοεῖν, οὐ λέγονται παραβαίνειν. γέγονεν οὖν οἰκοδομὴ τοῦ οἴκου τοῦ πεσόντος καὶ ἐπιστροφὴ τῆς αἰχμαλωσίας. κατὰ πρότερον θεώρημα λέγομεν, ὅτι τὸ αὐτό ἐστιν τὸ οἰκοῦν καὶ οἶκος. δύναται δὲ καὶ οὕτω, ἵνα καθολικώτερον λάβῃς· τὸ ἄθροισμα τῶν πιστῶν, ἡ ἐκκλησία, ὁ οἶκός ἐστιν·" ἵν' εἰδῇς πῶς δεῖται ἐν οἴκῳ θεοῦ ἀναστρέφεσθαι"· καί·" ἠγάπησα εὐπρέπειαν οἴκου σου". οἱ οἰκοῦντες δὲ οὗτοι οἱ πιστοί, οἱ κατὰ ἀρετὴν πολιτευόμενοι. ἐὰν δὲ ἡ ψυχὴ ᾖν ὁ οἶκος, οἱ λογισμοὶ οἱ σπουδαῖοι, οἱ συνφυεῖς αὐτῇ, οἱ οἰκοῦντές εἰσιν. ἅμα δὲ γίνεται καὶ ἡ οἰκοδομὴ καὶ ὁ ἐνκαινισμός. ἀνακαινισμὸς δέ ἐστιν τότε, ὅταν οἱ πρότερον ἔξω αὐτοῦ γεγενημένοι λάβωσιν πάλιν τὴν ἐν αὐτῷ οἴκησιν." ψαλμὸς ᾠδῆς". ἐλέγομεν ὅτε ἠρξάμεθα τοῦ εἰκοστοῦ ψαλμοῦ, ὅτι εἰσὶν ψαλμοί, εἰσὶν ᾠδαί, εἰσὶν ψαλμοὶ ᾠδαὶ καὶ ᾠδαὶ ψαλμοί. καὶ ἔλεγον, ὅτι τὴν πρᾶξιν σημαίνει ὁ ψαλμός. ὄργανον δὲ κρούει ὁ ψάλλων τὸ λεγόμενον ψαλτήριον. δυνατὸν δὲ ᾄδειν καὶ ἄνευ ψαλτηρίου· ὁ θεωρίᾳ γὰρ χρώμενος μόνῃ– τὸ νοῆσαι θεόν, τὸ γνῶναι τὴν ἀλήθειαν καὶ μετασχεῖν αὐτῆς, ἵνα αὐτὸ κατ' αὐτὸ λάβῃς, ἐπεὶ ἔχει πάντως ᾀδομένην τὴν πρᾶξιν, τὅτε τις, φέρε, θεωρεῖ καὶ ἐπιστημονικῶς ἐπιβάλλει, τί ἐστιν γνῶσις, τί ἐστιν" μυστήριον βασιλείας", οὗτος ᾄδει. πάλιν ὅσοι πράττουσιν καὶ αὐτὸ τοῦτο μόνον μέχρι τοῦ πρᾶξαι ἵστανται, ψάλλουσιν· ὡς ἐλέγομεν καὶ περὶ τῶν κριῶν, ὅτι βίον εὔτονον ἔχουσιν, οὐκ ἀναγομένων δὲ οὐδὲ ὃν ἔχουσιν βίον οὐδὲ τὰ καθέκαστα ἔργα τοῦ βίου. ἐκεῖνος ψάλλει. ὁ δὲ καὶ ψάλλων καὶ πράττων καὶ ᾄδων καὶ θεωρῶν ἐὰν μὲν ἀπὸ τοῦ πράττειν ἄρξηται, ψαλμὸς ᾠδῆς ἐστίν, ἐὰν δὲ ἀπὸ τοῦ θεωρεῖν, ᾠδὴ ψαλμοῦ. ὁρῶμεν δὲ ταῦτα γινόμενα· πολλάκις τινὲς θεωρεῖν βουλόμενοι ἐπιστάνουσιν ταῖς ἀρεταῖς 130 καὶ τοῖς ἔργοις αὐτῶν καὶ ἐξ αὐτοῦ τοῦ ἐπιστάνειν τὸ δυνατὸν τοῦ κατορθῶσαι λαβόντες ἔρχονται ἐπὶ τὸ πράττειν. γέγονεν ᾠδὴ ψαλμοῦ. ἡ ᾠδὴ ἡγεῖτο, ἡ θεωρία." ἐπιθυμήσας σοφίας διατήρησον ἐντολάς"· ὁ ἐπίθυμος ᾖδεν· διετήρησεν ἐντολάς, ἔψαλεν· καὶ πάλιν ψάλας ἔχει χορηγουμένην αὐτήν. συμβαίνει οὖν ποτε ἀπὸ τῆς ᾠδῆς ἄρξασθαι καὶ διαδέξασθαι τὸν ψαλμόν, καὶ ὁ πάλιν ὁ ψαλμὸς ὁδοποιήσας τῇ ψυχῇ πάλιν ῳ᾿̣ δὴν φέρει. ἐὰν οὖν ἡ ἀρχὴ καὶ ἐπίνοια τῆς ἀρχῆς ἀπὸ ἔργου γένη ται τέχνης, ψαλμὸς ᾠδῆς ἐστιν· ὅταν δὲ ἀπὸ τῆς θεωρίας ἀρξάμ̣ ενός τις ἔρωτα λάβῃ τοῦ κατὰ ἀρετὴν ζῆν, ᾠδὴ ψαλμοῦ ἐστιν. ἔδει οὖν ὑπὲρ τοῦ ἐνκαινισμοῦ τοῦ οἴκ̣ ου οὕτως χορεύειν τὸν εἰσαγόμενον εἰς τὸ ἐνκαινίσαι τὸν οἶκον. ἀντακολουθία αὕτη λε´̣ γεται. ἐστὶν δὲ ἀκολούθησις, ὅταν τὸ ἕτερον τῷ ἑτέρῳ ἀκολουθῇ καὶ μὴ ἀντιστρέφῃ. ἐὰν δὲ ἀκολούθησις ἀντιστρέφῃ, ὡς γίνεσθαι τὸ πρότερον ἡγούμενον ἑπόμενον καὶ τὸ ἑπόυμενον ἡγούμενον, ἀντ̣ ακολουθία ἐστίν. τὸ γοῦν" τῷ Δαυίδ", τούτῳ τῷ κατορθώσαντι, ᾧ ἡ νίκη καὶ ὁ ὕμνος ἀναφέρ̣ εται, ἢ αὐτὸς ὁ ὑμνῳδός. κἂν ὁ ὑμνῳδὸς δὲ λέγῃ, ἐκ τοῦ ἁγίου πνεύματος λέγειν φαίνεται. οὐ ταὐτόν ἐστιν φάναι, ὅτι" 3ἄνθρωπος λέγει" 3 καὶ" 3ἐπιστήμων ἄνθρωπος λέγει" 3· ὅταν γὰρ ἄνθρωπον λέγωμεν εἶναι τὸν ἀπαγγέλλοντα, ἀνθρώπινά εἰσιν τὰ ἀπαγγελλόμενα, ὅταν δὲ ἐπιστήμονα, ἐπιστημονικά ἐστιν. ἡ ἐπιστήμη ἐκείνῳ ὑπηχεῖ, κἀκεῖνος ὥσπερ διάκονος γίνεται τῆς ἐπιστήμης. ὁ" 3ἱκανὸς" 3 οὖν" 3τῇ χειρὶ" 3 ᾄδει τὸν ψαλμὸν τοῦτον ἢ τὴν ᾠδὴν ταύτην, τὸν ψαλμὸν τῆς ᾠδῆς ἢ ἔνπαλιν. πᾶς δὲ πρακτικὸς" 3ἱκανός" 3 ἐστιν" 3χειρί" 3. ὁ δὲ σωτὴρ μάλιστα τοῦτο ἔχει· καὶ γὰρ οἱ ἄλλοι τὴν ἱκανότητα παρ' αὐτοῦ λαμβάνουσιν. ὁ Ἰωάννης γοῦν εἰς τὸ μέγεθος αὐτοῦ ἀφορῶν ἔλεγεν·" οὐκ εἰμὶ ἱκανός, ἵνα̣ λύσω τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ". πάλιν ἐὰν διδῶται παρ' αὐτοῦ ἡ ἱκανότης," ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ θεοῦ, ὃς ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης". εἰ μιμηταὶ τοῦ Χριστοῦ γίνονται οἱ εἰς τοῦτο προτραπέντες καὶ ἔρωτα τοῦ πράγματος εἰληφότες, ὁρῶντες αὐτὸν" 3ἱκανῶς" 3 ἐνεργοῦντα ἐνεργοῦσιν καὶ αὐτοὶ κατὰ τὸ ἐφικτὸν αὐτοῖς" 3ἱκανῶς" 3. ἔλεγον δὲ ἐν τοῖς ψαλμοῖς ἀρχόμενος, ὅτι τὰ λεγόμενα περὶ τοῦ ἀνθρώπου οὗ ἀνέλαβεν ὁ σωτήρ, ῥηθείη περὶ παντὸς μιμητοῦ αὐτοῦ, οὐ μὴν ἃ λέγεται περὶ αὐτοῦ ὡς μονογενοῦς υἱοῦ καὶ θεοῦ λόγου· ῥηθείη ἄν, οὐ λέγω περὶ ἀνθρώπων, ἀλλ' οὐδὲ περὶ ἀρχῶν, περὶ οὐδενὸς ὅλως γενητοῦ. τὰ νῦν οὖν λεγόμενα ἁρμόζει τῷ ἀνθρώπῳ τοῦ σωτῆρος· διὸ καὶ ἄλλοι δύνανται αὐτὰ ποιεῖν. 2 Ὑψώσω σε, κύριε, ὅτι ὑπέλαβές με. ἃ πολλάκις εἶπον, καὶ νῦν ἐρῶ· ἃ λέγεται περὶ θεοῦ, ὡς περὶ θεοῦ νοεῖται, ἃ δὲ λέγεται περὶ ἀνθρώπων, ὡς περὶ ἀνθρώπων νοεῖται. ἐνίοτε δὲ τὰ περὶ ἀνθρώπων λεγόμενα, ἐὰν μὴ ᾗ θνητοὶ καὶ ᾗ ἄνθρωποι, ἀλλ' ᾗ λογικοὶ λέγωνται, καὶ περὶ ἀγγέλων καὶ ἁπαξαπλῶς πάσης νοερᾶς οὐσίας ῥηθείη· κατὰ γὰρ τὸ νοερὸν ὁμοούσιός ἐστιν ὁ ἄνθρωπος, κατὰ τὸ δεκτικὸν τοῦ γίνεσθαι τέλειος" ὡς ὁ πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς τέλειός ἐστιν"· τί γὰρ πλέον δύν̣ αται καρπώσασθαι ἄγγελος 131 κατὰ τὸ ἐφικτόν; εἶτα ὁ σωτὴρ ἀνθρώποις λέγει, ὅτι ἐλεύσομαι ἐγὼ καὶ ὁ πατήρ μου" καὶ μονὴν π̣ αρ' αὐτῷ ποιησόμεθα". τί πλέον ἔχει κτήσασθαι ἄγγελος σπουδαῖος; καὶ ἔτι·" δός, ἵν' ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, καὶ οὗτοι ἐν ἡμῖν ἓν ὦσιν". τί πλέον ἔχει κτήσασθαι ἡ ἄνω οὐσία; τὴν διαφορὰν λαμβάνομεν κατὰ τὰ σωματικώτερα· οὐκ ἔχει σάρκα ὁ ἄγγελος. οὐ τοῦτο δέ ἐστιν τὸ εἶναι λογικὸν τὸν ἄνθρωπον τὸ σάρκα ἔχειν, ἐπεὶ πάντα τὰ ἔχοντα σάρκα λογικά εἰσιν. ἴδε οὖν· ἐὰν οὖν λέγῃ παρ' ἡμῖν τὸ ὑψωθῆναι τὸ ἐκ ταπεινοῦ τόπου εἰς ὑπερκείμενον καὶ ὕπερθεν μετεωρίζεσθαι, δεῖ δὲ πρῶτον ἔχειν τὸ τόπον μεταβάλλειν. ἀδύνατόν ἐστιν τὸ μὴ μεταβάλλον τόπον ὑψωθῆναι ἢ ταπεινωθῆναι, τοπικῶς λέγω. ὅταν οὖν ὁ ἅγιος λέγῃ·" ὑψώσω σε", τοῦτο λέγει· εὐχαριστήσω σοι. ἐάν τις νοῇ Χριστὸν κατὰ σάρκα, οὐχ ὑψοῖ αὐτόν. ὅταν δὲ μηκέτι κατὰ σάρκα γιγνώσκῃ, ἀλλὰ θεάσηται" τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός", καὶ γνῷ, ὅτι ὁ ἑωρακὼς τὸν υἱὸν ὁρᾷ τὸν πατέρα, καὶ τοῦτ' ἔστιν τὸ ὑψῶσαι αὐτόν. λοιπὸν ὅτι χαριστηρίως τοῦτο λέγει, ἡ ἑξῆς ἐπιφερομένη·" ὅτι ὑπέλαβές με"· ὑπολαβὼν ὕψωσάς με. ὅτε δὲ ἐγὼ ὑψώθην, τότε ἔγνων σου τὸ ὕψος. καὶ ἔστιν γε καὶ ἐκ τῶν ἐν χερσ̣ ὶν θεάσασθαι τοῦτο· προσέρχεταί τις ἐπιστήμῃ· οὔπω τὸ μέγεθος, οὔπω τὸ κάλλος, οὐ τὸ ὕψος αὐτῆς ὁρᾷ. ἐα`̣ ν δὲ ἄρξηται μεταλαμβάνειν αὐτῆς καὶ βελτιοῦται καθ' ἑκάστην προσλαμβάνων ἤδη τοῖς γνωσθεῖσιν, τότε τὸ μέγεθος καὶ τὸ ὕψος τῆς ἐπιστήμης καὶ τῆς τέχνης ὁρῶν ὑψοῖ αὐτήν, τουτέστιν ὁμολογεῖ αὐτῆς τὸ ὕψος. ἀμέλει γοῦν ὅτε ἐπιστάνει τῷ ὕψει καὶ μεγέθει, πολὺ ἀπολειπόμενον ἑαυτὸν ὁρᾷ." ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ· ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν". ὅσον ἐπιστάνω αὐτῇ καὶ θαυμάζω αὐ τήν, κρατερὰ γίνεται, καὶ οὐκέτι δύναμαι πρὸς αὐτήν, ἐς ὅσον ἐν σώματί εἰμι. τοῦτο καὶ Σολομὼν λέγει περὶ τῆς σοφίας·" εἶπα Σοφισθήσομαι, καὶ ἐμακρύνθη μακρὰν ὑπὲρ ὃ ἦν, καὶ βαθὺ βάθος, τίς εὑρήσει αὐτήν"; μακράν μου ἦν, καὶ ὅτε ἠθέλησα αὐτὴν δέξασθαι, μακράν μου γέγονεν ὑπὲρ ὃ ἦν πρότερον. καὶ λοιπὸν τὴν αἰτίαν ἀποδίδωσιν·" βαθὺ βάθος, τίς εὑρήσει αὐτήν"; τὸ" 3τίς εὑρήσει" 3 δύναται ὅτι" 3οὐδείς" 3. τὸ δὲ" 3τίς" 3 τὸ σπάνιον 2 καὶ οὐκ εὔφρανας τοὺς ἐχθρούς μου ἐπ' ἐμοί. πολλοὶ ἐχθροὶ ἐπίκεινταί μοι βουλόμενοί με βλάψαι. ἔλεγον δέ, ὅτι κοινῶς ταῦτα καὶ περὶ τοῦ ἀνθρώπου τοῦ σωτῆρος λέγεται καὶ τῶν μιμουμένων αὐτόν. καὶ οἱ ἅγιοι ἐχθροὺς ἔσχον καὶ ὁ σωτὴρ ἔσχεν ἐχθρούς. οὐδεὶς δὲ ὅλως προσπελάσαι αὐτῷ δύναται κατὰ τὴν θεότητα, ἵνα καὶ βλάψαι αὐτὸν πειραθῇ. ἐχθρῶν δέ ἐστιν συνεγγίζειν οὐκ ἄλλου χάριν ἢ τοῦ βλάψαι. καὶ ἐκ προσώπου οὖν τοῦ Ἰησοῦ λέγεται κατὰ τὸν ἄνθρωπον καὶ παντὸς μιμουμένου καὶ μέλους αὐτοῦ γινομένου·" ὅτι ὑπέλαβές με"· εἰ μὴ γὰρ ἦς ὑπολαβών, εὐφραίνοντο οἱ ἐχθροί μου ὑπὸ χεῖράν με λαβόντες, καὶ οὐχ ὕψουν σε. δύναται καὶ ἐκ προσώπου τοῦ σωτῆρος οὐκέτι διαιρούντων ἡμῶν καὶ λεγόντων καθὸ θεὸς λόγος ἢ καθὸ ἄνθρωπος, ὡς ἀρτίως ἔλεγον περὶ τοῦ ἐπιστήμονος." ὑψώσω σε, κύριε, ὅτι ὑπέλαβές με"· ὑπέλαβές με δούς μοι ἐκείνους, ὑπὲρ ὧν ἦλ 132 θον." ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι δέδωκεν ὁ θεός"." δώσω σοι ἔθνη τὴν κληρονομίαν σου". τοῦτο ὥσπερ ἆθλον ἴδιον καὶ ὠφελίαν ἰδίαν ἡγεῖται ὁ σωτήρ· διὸ" οὐκ ηὔφρανας τοὺς ἐχθρούς μ̣ ου̣"· ἀποσπασθέντων γὰρ τῶν αἰχμαλώτων δι' ἐμοῦ, καὶ ὑπὲρ ἐμοῦ καὶ ὑπὲρ τῶν κρατησάντων ὑψῶ σε μ̣ ὲν ἐγώ, ἐκεῖνοι δὲ οὐκ εὐφραίνονται. 3 κύριε ὁ θεός μου, ἐκέκραξα πρὸς σέ, καὶ ἰάσω με. ἐπακουσθέντος ἐστὶν ἡ φωνή· εἰ γὰρ περὶ ἰάσεως ἐκέκραξεν, καὶ ἔσχεν ἤδη, ὃ ἐπόθει." ἐγὼ εἶπα Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι". οὔπω ἦν ἰαθείς· ἐξομολογούμενος γάρ ἐστιν καὶ μεταν̣ οῶν ὁ τοῦτο λέγων. τὸ δὲ πρόσωπον τοῦ σωτῆρος οὕτω λέγει·" ἐκέκραξα πρὸς σέ, καὶ ἰάσω με"· μώλω̣ πα ἀνεδεξάμην, θεραπευτικὸν καὶ ἰατικὸν" πάσης νόσου καὶ μαλακίας". διὰ τί οὖν ἔσχον τὸν μώλωπα̣; ἵνα αὐτὸς φάρμακον γένηται τῶν τρωθέντων. τότε δὲ ἴασις ἐμοῦ γίνεται, ὅταν ὁ μώλωψ ἄλλους̣ θεραπεύσῃ ὄντας μου σῶμα." κύριε" οὖν" ὁ θεός μου, ἐκέκραξα πρὸς σέ, καὶ ἰάσω με". ἐὰν ἕκαστος τῶν δικαίω̣ ν τοῦτο λέγῃ, ἀκούσεται ὑπὸ τοῦ πρὸς ὃν ἔκραζεν." ἔτι σου λαλοῦντος ἐρῶ Ἰδοὺ πάρειμι". τὸ" ἐρῶ Ἰδοὺ πάρειμι"· δεικνὺς τὸ ἔργον ὑπὲρ οὗ ἀξιοῖς, παρών σοι εὑρίσκομαι· οὐ φθάνει γὰρ ἡ εὐχή σου τὴν ἐμὴν δόσιν, ἀλλὰ ἅμα γίνεται· ηὖξαι, ἔχεις τὸ πρᾶγμα. λάβωμεν παραδείγματα ἀπὸ τῶν γραφῶν· προςῆλθεν λεπρὸς τῷ σωτῆρι λέγει λέγων·" ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι". λέγει·" θέλω, καταρίσθητι"· καὶ γέγονεν τὸ καθάρσιον ὡς μὴ ἔχειν διαστεῖλαι. τῇ ἐπινοίᾳ μόνῃ πρότερον ἡ ἀξίωσις γέγονεν ἢ τὸ καθάρσιον, οὐ χρόνῳ πρότερόν ἐστιν. πάλιν·" θέλεις ὑγιὴς γενέσθαι"; εὐθέως·" ἔγειρε, ἆρον τὸν κράβακτόν σου καὶ περιπάτει". καὶ οὐ δεύτερον τὸ ἔργον τῆς προστάξεως Ἰησοῦ γέγονεν. οἶδας, ὅτι ἡ ἔνφασις ἡ καθοπτρικὴ μιμεῖται τὴν ἔνφασιν, καὶ οὐκ ἔστιν εἰπεῖν, ποῖον πρῶτον, ἀλλ' ἐπινοίᾳ. 4 κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου. ἰασάμενός με ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου. ῥηθείη ἂν περὶ τοῦ Ἰησοῦ τοῦτο· ἐπεὶ μώλωπα ἔσχον καὶ ἐτραυματίσθην διὰ τὰς ἁμαρτίας τινῶν– ἴσως δὲ οἱ τὰς ἁμαρτίας ἔχοντες ἐν ᾅδῃ–, κατῆλθον ἐκεῖ, ἵνα πλησιάσας ὁ μώλωψ μου ἰάσηται ἐκείνους. ἡ ἴασις δὲ τὸ ἀναχθῆναί ἐστιν τὴν ψυχήν μου ἐκεῖθεν. γέγονα ἐκεῖ οὐχ ἵνα μείνω ἐγώ, ἀλλ' οὐδὲ ἵνα ἁπλῶς ἀπέλθω καὶ ἔλθω, ἀλλ' ἵνα ἀναγάγω τοὺς ἐκεῖ." θανατωθεὶς σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι, ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασιν ἐκήρυξεν" τὸ κήρυγμα, ἀνήγαγεν. καὶ δι' αὐτὰς κατῆλθεν ἐκεῖ, καὶ δι' αὐτὰς ἀναβαίνειν λέγει· ἀπῆλθεν γὰρ ἀναγαγεῖν. μὴ ἀναβαινουσῶν αὐτῶν οὐκ ἂν ἀνέβαινεν ἐκεῖ· οὐδὲ γὰρ δι' ἑαυτὸν κατέβη ἢ ἀναβαίνει. δυνατὸν δὲ καὶ τοῦτο εἰπεῖν· ἡ ψυχὴ ἡ τῷ ὄντι λογικὴ ἡμετέρα ἐστίν. ὡς λέγεταί τις ἄνθρωπος θεοῦ, καὶ οὕτω ῥηθείη καὶ ψυχὴ αὐτοῦ." ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου". 4 ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον. οἱ καταβαίνοντες εἰς λάκκον καὶ τῆς ἡμέρας ἐλέχθησαν, ὅτι οἱ ἄνωθέν εἰσιν πεπτωκότες· οὐ γὰρ πηγαί εἰσιν οἱ λάκκοι· οὐκ ἔχουσιν ὕδωρ χορηγούμενόν ποθεν. καὶ ὁ ᾅδης δὲ διὰ τοῦτο συνεχῶς ἐν ταῖς γραφαῖς λάκκος ὀνομάζεται, ὅτι αἱ καταπεσοῦσαι ψυχαὶ ἐκεῖ πίπτουσιν. 133" ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον". εἰ γὰρ καὶ κατέβην εἰς ᾅδ̣ ου, ἀλλ' οὐ κατεσχέθην ἐν τῷ λάκκῳ ὡς τὰ πίπτοντα ὕδατα, ἀλλ' ἐσώθην, διὸ βλαβῆναι οὐχ ὑπῆρκταί μοι, ἃ ὑπάρχει τισὶν τῶν πιπτόντων εἰς τὸν ᾅδην. 5 ψάλατε τῷ κυρίῳ, οἱ ὅσιοι αὐτοῦ. λοιπὸν ψάλλων καὶ αἰνῶν, ὅτι ὑπελήφθη, βούλεται ἐπέπεσθαι τῷ ὕμνῳ κἀκείνους, οὓς ἀνήγαγεν ἐξ ᾅδου ὁσίους λοιπὸν αὐτοῦ ἀποδεδειγμένους· καὶ γὰρ οἱ ἀμφὶ τὸν Ἀβραὰμ καὶ οἱ ἄλλοι ἅγιοι ἐκεῖ ἦσαν. ἐκεῖ δὲ ἦσαν καὶ αἱ ἄλλαι ψυχαί, ἀλλ' αἱ μὲν ἀπεδείχθησαν ὁσίων ψυχαί, αἱ δὲ οὐχί· οὐδὲ γὰρ πάσας ἀνηγιοχέναι λέγομεν τὸν σωτῆρα, ἀλλὰ τὰς ψυχὰς ἐκείνας τὰς προσδοκώσας αὐτὸν κἀκεῖ. ἔλεγον οὖν εἰς τό·" σὺ εἶ ὁ ἐρχόμενος, ἠ`̣ ἕτερον προςδοκῶμεν"; ᾔδει ὁ ἀνὴρ ἐκεῖνος μέλλων ἀποθνῄσκειν· ἐν τῷ δεσμωτηρίῳ γὰρ ὢν τα̣ υ´̣ την ἔπε̣ μ̣ ψε τὴν φωνήν, ὅτι" 3σὺ ἔρχῃ διὰ σεαυτοῦ ἐκεῖ ἢ ἕτερον πέμπεις" 3; οὐχ ὅτι ἀμφέβαλλεν, ἀλλὰ ἤθελεν διακονῆσαι ἐκεῖ παρ' αὐ τοῦ μαθών, προσταχθεὶς παρ' αὐτοῦ. γράφει ὁσίοις· τὸ κατόρθωμα ὑπὲρ ἡμω῀̣ ν ἐστιν ἢ κοινὸν ἡμῶν καὶ ὑμῶν. ὥσπερ οὖν ἐγὼ ψαλμὸν ᾠδῆς ᾄδω, ψάλατε καὶ ὑμεῖς· συνεπικρούετε τοῖς ὀργάνοις τῇ ᾠδῇ τῇ ἡμετέρᾳ, ἣν ὑπὲρ ὑμῶν ἀναπέμπω λέγων·" ὑψώσω σε, κύριε". 5 καὶ ἐξομολογεῖσθε τῇν μνήμῃν τῆς ἁγιωσύνης αὐτοῦ. ἐξομολόγησις ἐνταῦθα οὐχ ἡ ἐξαγόρευσις ἐπὶ ἁμαρτήμασιν λέγεται· λέγεται μὲν γὰρ καὶ αὕτη ἐξομολόγησις, ὡς ἐὰν λέγῃ·" ἐξομολογεῖσθε ἀλλήλοις τὰς ἁμαρτίας ὑμῶν". ὡς ἐπὶ τὸ πλεῖστον οὖν ἐν τῇ γραφῇ ἡ ἐξομολόγησις διὰ τῆς λέξεως σημαίνεται ἡ εὐχαριστία·" ἐξομολογησώμεθά σοι, ὁ θεός, ἐξομολογησώμεθά σοι". δογμάτων ὧδε κινεῖται ἡ μνήμη, λέγει" τῆς ἁγιωσύνης αὐτοῦ". αἱ μαθητικαὶ ἀναμνήσεις οὐ νῦν πρότερον. ἐάν τις ἁγιασθῇ, μετασχὼν τοῦ ἁγίου ἔσχεν ἁγιωσύνην. οὕτω δὲ γέγονεν, ἵνα ᾖν ἅγιος οὐ κατ' οὐσίαν, ἀλλὰ προαιρέσει, ἐν προχρείᾳ λαβὼν τὸ ἅγιον, τὸ ἀγαθόν. ἀναπολήσατε οὖν ἐξομολογούμενοι καὶ ψάλλοντες, ὅτι οἰκεία ἐστὶν ὑμῖν ἡ ἁγιότης· ἐφ' ᾧ γεγόνατε, ἀναλάβετε· γεγόνατε, ἵνα ἅγιοι ἦτε, οὐχ ἵνα βέβηλοι· γεγόνατε δὲ ἐν ῥυπαρίᾳ καὶ βεβηλότητι. ἀναπολήσατε τὴν ἁγιότητα ὑμῶν, καὶ οὕτω θελήσατε γενέσθαι. 6 ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ. διὰ τοῦτο προτρέπομαι ὑμᾶς εἰς τὸ ψᾶλαι ὁσίους γεγενημένους καὶ ἐξομολογήσασθαι τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ," ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ" ἐστιν, ἵνα μὴ ὀργῇ καὶ θυμῷ περιπέσητε· ἐμοῦ γὰρ τὰ τηλικαῦτα κατορθώσαντος ἐὰν ἐν τοῖς αὐτοῖς μένητε οἷς πρὸ τῆς ἐμῆς ἐπιδημίας, καὶ ἐν τοῖς δι' ἃ ἐλήλυθα, διαδέξεται ὀργή, ὅτι καὶ μετὰ τοσαῦτα βοηθήματα καὶ μετὰ τοσαύτας ὠφελίας καὶ προτροπὰς ἐν τοῖς αὐτοῖς μένετε. γίνεται δὲ ὥσπερ ὀργὴ ἐν τῷ θυμῷ, οὕτω καὶ" ζωὴ ἐν τῷ θελήματι αὐτοῦ". ὁ τῷ θελήματι αὐτοῦ ἑπόμενος καὶ ἐργαζόμενος αὐτό, αἰτησάμενος γνῶναι αὐτὸ παρ' αὐτοῦ– εὐχὴν γοῦν τις ἀναπέμπει λέγων·" δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά 134 σου". διὰ τοῦ εἰπεῖν μετ' αἰτιολογικοῦ·" ὅτι ὁ θεός μου εἶ σύ", δείκν̣ υσιν, ὅτι τὸ τοῦ θεοῦ θέλημα μόνου ζωή ἐστιν. συνδραμεῖν δὲ δεῖ καὶ τὸ ἡμέτερον θέλημα, ἵνα μὴ εἴπῃ·" ποσάκις ἠθέλησα, καὶ οὐκ ἠθελήσατε"." ζωὴ" οὖν" ἐν τῷ θελήματί" σού ἐστιν. δύναται καὶ τὸν θεὸν λόγον ἐνταῦθα θέλημα λέγειν. ἐν αὐτῷ δὲ τὰ ὅλα γέγονεν, πάντα δι' αὐτοῦ εἰς οὐσίαν ἐλήλυθεν. ἐν τῷ θελήματ̣ ι οὖν τοῦ εἰς ὕπαρξιν ὑμᾶς ἀγαγόντος ἡ ζωὴ ἔκειτο. 6 τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμὸς καὶ εἰς τὸ πρωὶ ἀγαλλίασις. τὸ ἑσπέρας τέλος ἐστὶν ἡμέρας καὶ ἀρχὴ νυκτός, ὡς αὖ τὸ πρωὶ πέρας ἐστὶν νυκτὸς καὶ ἀρχὴ ἡμέρας. ἀσυνύπαρκτα δὲ πολλάκις ἐλέχθησαν εἶναι τὰ ἐναντία, τὸ ἀγαθὸν καὶ τὸ κακόν. δυνατὸν ἑσπέραν λαβεῖν τὸ τέλος τῆς σ̣ κιᾶς, τὸ τέλος τοῦ γράμματος. ὅταν δὲ τέλους λαβόντος τοῦ γράμματος καὶ τῆς σκιᾶς ἐν αὐτοῖς τις θέλῃ εἶναι, κλαίει μᾶλλον οὐκέτι ὁρῶν τοῦ γράμματος τὸ ἱλαρόν, οὐκέτι τῆς γραφῆς θεωρῶν τὸ ἄνθος. ἀνατείλαντος δὲ τοῦ πνεύματος τοῦ ζωοποιοῦντος καὶ φανείσης τῆς καινῆς διαθήκης ἀρχὴ ἡμέρας ἐστὶν φέρουσα ἀγαλλίασιν. λοιπὸν καὶ τὰ δημωδέστερα· ὅτε ἑςπέραν ἔλαβεν ἡ ἐκ περιτομῆς συναγωγὴ δύναντος αὐτῇ τοῦ ἡλίου τῆς δικαιοσύνης–" ἐκενώθη" γὰρ" τίκτουσα ἑπτά, ἐπέδυ ὁ ἥλιος αὐτῇ ἔτι μεσούσης τῆς ἡμέρας". ἑπτὰ ἔτικτε· τότε εἰλήφει τὸ σάββατον, ἵνα κατ' αὐτὸ πνευματικῶς ἐπιτελῇ πάντα καὶ μήτηρ καλῶν νοημάτων καὶ ἔργων γίνηται, ἀλλ' ἐκενώθη· οὐκ ἐδέξατο τὸ πλήρωμα, ἀφ' οὗ λαβὼν ὁ Ἰωάννης ὁ σημαίνων τὸ γράμμα καὶ τὴν παλαιὰν γραφὴν λέγει·" ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν". διὰ τοῦτο ἀπεκάκησεν αὐτῆς ἡ ψυχὴ ἐπιδύναντος τοῦ ἡλίου" ἐτι μεσούσης τῆς ἡμέρας", ἔτι ἐνεστηκότος τούτου τοῦ αἰῶνος· λέγεται γὰρ καὶ αὐτὸς πολλάκις ἡμέρα." καὶ εἰς τὸ πρωὶ" οὖν" ἀγαλλίωσις". 7 ἐγὼ δὲ εἶπον ἐν τῇ εὐθηνίᾳ μου Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. ἀμφίβολός ἐστιν ἡ λέξις. δύναται οὕτως ἀναγνωσθῆναι·" ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα". ὅτε εὐθήνουν, εἶπον τοῦτο· οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. δύναται δὲ καὶ οὕτως·" ἐγὼ εἶπα Ἐν τῇ εὐθηνίᾳ μου οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα". ἀμφότεραι αἱ στιγμαὶ ἔχουσιν λόγον. ὅτε εὐθήνουν σπείρας εἰς δικαιοσύνην καὶ τρυγήσας γενήματα δικαιοσύνης, οὕτω διετέθην, ὅτι οὐκέτι σαλευθήσομαι εἰς τὸν αἰῶνα· εἰ γὰρ" ὁ ποιῶν τὸ θέλημα τοῦ θεοῦ εἰς τὸν αἰῶνα μένει" καὶ" ἡ δικαιοσύνη" αὐτοῦ" ἀθάνατός ἐστιν", ἀγαγὼν τὰ γενήματα τῆς δικαιοσύνης καὶ εὐθηνούμενος εἶπον· εἶπον γὰρ οὕτω τῇ διαθέσει, ὡς εἰς τό·" οὐδεὶς λέγει Κύριον Ἰησοῦν", τῇ διαθέσει καὶ τῷ βίῳ. εὐθηνῶν καὶ ἀρετῆς γενήματα φέρων ὡμολόγησα τοῦτο, ὅτι ἀσάλευτος μένω εἰς τὸν αἰῶνα κατὰ τό·" ὁ πιστεύων καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα"· καί·" ἡ δικαιοσύνη τοῦ κυρίου μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος". δυνατὸν δὲ καὶ οὕτως· ἄλλως στίξαι" ἐγὼ εἶπα ἐν τῇ εὐθηνίᾳ μου"· ὅτε εὐθήνουν καὶ ἐδόκουν διαναπαύεσθαι, εἶ135 πον·" οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα". εἰ μὴ ταχέως δὲ βοήθεια γέγονεν, ἐκλονεῖτο, ὅτι ἐθάρσησεν ἑαυτῷ, μέγα πέποιθεν ἐπὶ τῇ καρποφορίᾳ. ἐὰν μὲν οὖν πρόσωπον ᾖ τοῦ σωτῆρος τὸ λέγον, τὸ πρότερον κρατείτω νόημα, ἐὰν δὲ τῶν λοιπῶν, ἀποδεχέσθω καὶ τοῦτο. 8 κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν. ἤτοι εὐκτικῶς ἤτοι εὐχαριστητικῶς λέγει. ἴδωμεν, περὶ ποίου κάλλους λέγει. οὐ περὶ σωματικοῦ κάλλους λέγει, ἀλλὰ ψυχικοῦ καὶ τοῦ ἔσω ἀνθρώπου. τὸ κάλλος δὲ τοῦτο τὸ αἰσθητόν, τὸ ἐνφανταζόμενον τῷ προσώπῳ καὶ τῇ μορφῇ, ἐξ ἀναλογίας μελῶν ἔχει τὴν σύνστασιν, ἐὰν ἀνάλογα ᾐ῀̣ τὰ τοῦ ἀνθρώπου μέλη πρὸς ἑαυτὰ καὶ μὴ οὕτως εἶναι ὡς τὰ μὲν ὑπεραίρειν, τὰ δὲ εἴκειν· διαστρέφεται γὰρ το`̣ κάλλος. δεῖ κατάλληλον ὀφθαλμὸν ἔχειν τῇ ῥινὶ καὶ ταύτην τῷ στόματι· ἐὰν γὰρ ἀσύνμετρα̣ ᾐ῀̣ τὰ μέλη, κἂν αὐτὸ καθ' ἑαυτὸ δοκῇ ὡραῖον εἶναι, ἀλλ' οὐ ποιεῖ τῷ προσώπῳ κάλλος. τοῦτο γοῦν λέγει· ἐν τῷ θελήμ̣ ατι τῷ σῷ ἀντακολουθοῦσιν τῶν ἀρετῶν αἱ ἰδικαί, ὥστε τὰς νοήσεις μου ἀναλογούσας̣ εἶναι ταῖς πράξεσιν. καὶ ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων ὁ ἐπαινῶν τὴν νύμφην·" ὅλη καλή, ἡ πλησίον μου, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί". διὰ τοῦτο" ὅλη καλὴ εἶ", ὅτι οὐκ ἔνι μῶμος οὐδὲ παρὰ τὴν ἀναλογίαν ἔστιν τι ἐν σοὶ οὐδὲ αἶσχος. 9 πρὸς σέ, κύριε, κεκράξομαι καὶ πρὸς τὸν θεόν μου βοήσομαι. δύναται, ἵνα δημωδέστερον ἐξηγησώμεθα· πρὸς σέ, ὦ κύριε, ὡς ἀρχιερέα, ὡς ἰατρὸν κεκράξομαι, πρὸς δὲ τὸν θεόν μου βοήσομαι, οὐ διαιροῦντες τὸν πατέρα ἀπὸ τοῦ υἱοῦ. ὁ δὲ βοῶν πρὸς θεὸν πρὸς τὴν τριάδα βοᾷ· εἷς γὰρ θεὸς ἡ τριάς, οὐ τὸ ταὐτὸν τοῦ ἀριθμοῦ, εἴ γε δεῖ ἀριθμοὺς ἐκεῖ φάναι. 10 Τίς ὠφελία ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν; κατέβην εἰς διαφθοράν· ποία ὠφελία γέγονεν; ἰδού, ἐνμένουσιν τοῖς κακοῖς ἑαυτῶν. οὐ καθόλου δὲ τοῦτο λέγει. εἴρηται δὲ ὅτι·" τιμῆς ἠγοράσθητε" τῷ αἵματι τοῦ Χριστοῦ, καὶ ὅτι·" οὐκ ἐν φθαρτοῖς, ἀργυρίῳ καὶ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς, ἀλλ' ἐν αἵματι τιμίῳ ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ". δυνατὸν δὲ τοῦτο· τὸ πᾶν ἄθροισμα τῶν σῳζομένων σῶμα Χριστοῦ λέγεται. ἐπεὶ τοίνυν ἐπιδημήσαντος τοῦ σωτῆρος καὶ ἀναδεξαμένου πάντα ἃ προειρήκαμεν, τόν τε μώλωπα καὶ τὸν σταυρὸν καὶ τὸ κατελθεῖν εἰς τὸν ᾅδην, οὐ πάντες ἐπέστρεψα̣ ν, οὐ πάντες ἀρετὴν καὶ πίστιν ἀνέλαβον, ἀλλ' οἱ μέν, οἱ δὲ οὔ, κατὰ τοῦτο λέγει ὅτι·" ἀπέστρεψεν τὸ πρόσωπόν μου" ἀπὸ τῶνδε τινῶν ὄντων μελῶν μου, ὄντων σώματός μου," καὶ ἐγενήθην τεταραγμένος". εἰ τοίνυν ἐρύσατο καὶ ἐλυτρώσατο καὶ ἠλευθέρωσεν τῷ αἵματι ἑαυτοῦ, πῶς λέγει·" τίς ὠφελία ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν"; πολλῆς ὠφελίας γεγένηται– ἀλλὰ πρὸς ἐκείνους τοὺς ἐνμείναντας τοῖς κακοῖς. τὸ ὅσον οὖν ἧκεν εἰς ὑμᾶς, οὐδεμία ὠφελία ὑπῆρκται ἐν τῷ αἵματ̣ ί μου, καταβάντος μου εἰς διαφθοράν. διεγείρων αὐτοὺς εἰς μετάνοιαν λοιπὸν λέγει. διὰ τοῦτο εἴρηκεν· 10 μὴ ἐξομολογήσεταί σοι χοῦς ἢ ἀναγγελεῖ τὴν ἀλήθειάν σου; ἰδού, εἰσίν τινες χοῦς ὄντες. ἐλήλυθα δὲ παθεῖν, ἵνα 136 μεταποιήσω αὐτοὺς καὶ οὐρανίους αὐτοὺς ἀπὸ χοϊκῶν ποιήσω. ἐπεὶ οὖν ἐνμένουσιν ἔτι φοροῦντες τὴν εἰκόνα τοῦ χοϊκοῦ, οὐκ ἐξομολογοῦνταί σοι, ἀλλ' οὐδὲ τὴν ἀλήθειάν σου ἀναγγελοῦσιν. ἐλήλυθα δὲ ἐγώ, ἵνα καὶ τὴν ἀλήθειαν φανερώσω τὴν πλάνην καὶ τὸ ψεῦδος ἀνελών, καὶ ἐξομολόγησιν παράσχωμαι, ἵνα τις ἀποβάλῃ τὴν εἰκόνα τοῦ χοϊκοῦ καὶ τὴν τοῦ ἐπουρανίου ἀναλάβῃ. λέγει οὖν ὅτι·" μὴ ἐξομολογήσεταί σοι χοῦς"; εἰ οὐκ ἐξομολογεῖταί σοι χοῦς, τὸ ὅσον ἧκεν εἰς αὐτόν, οὐδεμία ἐκ τοῦ αἵματός μου ὑπῆρκται ὠφελία καταβάντος μου εἰς τὴν διαφθοράν. εἶτα– ἐπειδὴ εἶπον, ὅτι διὰ τοὺς ἐνεχομένους τοῖς πρότερον κακοῖς τοῦτο λέγει, ὡμολογήσαμεν δέ, ὅτι καὶ ἐλυτρώσα̣ το πολλοὺς τῷ ἰδίῳ αἵματι–, δεικνὺς ἐκείνους λέγει· 11 ἤκουσεν κύριος καὶ ἐλέησέν με. δείξας ἐκείνους ἔλεον τοῦ κυρίου τὴν ἐκείνων σωτηρίαν λέγει, τὸ ἐκείνους ἐλεηθῆναι. 11 κύριος ἐγενήθη βοηθός μου. τὸ γενέσθαι σχέσιν σημαίνει, οὐκ οὐσίωσιν·" βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν". 11 ἤκουσεν κύριος καὶ ἐλέησέν με. ω᾿̣ λοφυρόμην, ὅτι καταβάντος μου εἰς διαφθορὰν οὐδεμία ἐκ τοῦ αἵματός μου ὠφελία ἔν τισιν γέγονεν̣· ἀλλὰ οἰκοδομῶν τοὺς ἠλεημένους κἀκείνους δὲ τοὺς ἀκμὴν τοιούτους ὄντας παραδείκνυμι, ὅτι σωθήσονταί ποτε· ἐνεργήσει ποτὲ εἰς αὐτοὺς τὸ φάρμακον. 12 ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί. φιλανθρώπως ἐκόπτετο τεθνηκότας ἐκείνους, ἵνα διεγείρῃ αὐτούς· εὐθέως γὰρ ἔννοιάν τις ἐλάμβανεν· εἰ ἐμοῦ ἡμαρτηκότος ἐκεῖνος πενθεῖ καὶ ὀλοφύρεται, πολλῷ πλέον ἐγὼ τοῦτο ὀφείλω ποιῆσαι." ἔστρεψας" οὖν" τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί"· ἡ ἐκείνων ὠφελία ἐμοὶ χαρά ἐστιν, καὶ ὅτε ἡμάρτανον, ἐμὸς ἦν ὁ θρῆνος καὶ ὁ κοπετός. 12 διέρρηξας τὸν σάκκον μου καὶ περιέζωσάς με εὐφροσύνην. πενθῶν σάκκον ἐφόρουν, αὐστηρὸν βίον, τραχύν, ἀλλὰ μετέβαλεν εἰς εὐφροσύνην. οὕτω δὲ εἰρήκαμεν καὶ εἰς τό·" ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδόνι αἱ δυνάμεις ἐγίνοντο, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήμενοι μετενόησαν". ἐλέγομεν, ὅτι τὸν αὐστηρὸν βίον καὶ ε᾿̣ πίπονον καὶ καθαπτόμενον τοῦ ὀλοφυρομένου σημαίνει τὸ τοῦ σάκκου ὄνομα. μετὰ τούτου δὲ τοῦ σάκκου τις σποδὸν λαμβάνει καὶ κάθηται οὐκέτι ἐνεργῶν κατ' αὐτό, ἀλλὰ κάθηται, παύει τὴν ὀργὴν τῆς κακίας. ἐστέναζεν ἐπὶ τούτῳ ἃ ἐκαρποφόρησεν ζιζάνια καὶ ἀκάνθας καὶ τριβόλους· οὐκ ἠδύνατο γὰρ καθίσαι ἐν ταῖς ἀκάνθαις καὶ τριβόλοις, ἀλλὰ τεφρώσας καὶ δείξας αὐτὰ ἀνίσχυρα κἀκείνην τὴν ποιότητα, καθ' ἣν ἦσαν φαῦλα, ἀνελὼν ἐκάθισεν ἐπ' αὐτά. 13 ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου καὶ οὐ μὴ κατανυγῶ. ἔνιοι ὑποστιγμὴν λέγουσιν·" οὐ μὴ κατανυγῶ"· ψαλλούσης τῆς δόξης μού σοι οὐ κατανύγομαι. οὐκ ἀρέσκει μοι δὲ αὕτη ἡ ἀνάγνωσις. πολλοὶ δὲ τῶν ἐν τῇ ἐκκλησίᾳ οὕτως αὐτὴν ἀναγιγνώσκουσιν. μεταμέλειάν τινα σημαίνει ἡ κατάνυξις πολλάκις. ὅτε γοῦν μετεμελήθη ὁ Ἀχαάμ·" εἶδες, πῶς κατενύγη ὁ Ἀχαάμ"; καί·" ἐπότισας αὐτοὺς πνεῦμα κατανύξεως", πνεῦμα μετανοίας. τοῦτο οὖν λέγει· ἡ δόξα μου ψάλλει σοι, πράττω κατὰ τὸ βούλημά σου, καὶ οὐ μεταμελοῦμαι, οὐ κατανύσσομαι. οὐχ ὡς ἐπὶ κακῷ κατανύττομαι, ὥστε μηκέτι ἐνεργῆσαι. διὸ συνάπτει 137 καὶ λέγει·" κύριε, ὁ θεός μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι". 13 κύριε, ὁ θεός μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι. ἐπεὶ οὖν εἰς τὸν αἰῶνα ἐξομολογοῦμαί σοι ψάλλων τῇ δόξῃ σου, οὐ κατανύγομαι, οὐ μεταμέλομαι. 1 Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυίδ· ἐκστάσεως. τὸ τῆς ἐκστάσεως ὄνομα ὁμώνυμόν ἐστιν· σημαίνει γὰρ πολλά, ὧν ἕν ἐστιν ἡ παρακοπὴ ἢ παραφροσύνη· ὁ παραπαίων ἐξίσταται. σημαίνει δὲ τὸ ὄνομα τὸ τῆς ἐκστάσεως καὶ θαυμαστότητα· ὁ θαυμάζων γὰρ λέγεται ἐξίστασθαι·" κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην" τὸ μέγεθος αὐτῶν θεασάμενος, τὴν τέχνην καθ' ἣν γεγόνασιν. καὶ πολλὰ δὲ ἔστιν ῥητὰ δηλοῦντα, ὅτι ἡ θαυμστότης φανεροῦται τῷ ὀνόματι τῆς ἐκστάσεως. οὕτω γοῦν κ̣ αι`̣ Ἰσαὰκ̣" ἐξέστη ἔκστασιν μεγάλην", ὅταν τὴν εὐλογίαν ἔλαβεν ὑπὸ Ἰσαῦ. καὶ πάλιν σημαίνει τὸ ἔκστασις τὸ ἔξω̣ τινὰ γενέσθαι τῆς προτέρας ἑαυτοῦ καταστάσεως, ὡς ἐὰν λέγῃ·" ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου Πᾶς ἄνθρωπος ψεύστης". ὅτε ἐξέστην ἐμαυτοῦ καὶ οὐκέτι ἄνθρωπος, ἀλλὰ θεὸς γέγονα χωρήσας πρός με γεν̣ όμενον τὸν θεὸν λόγον, τότε εἶπον ὅτι·" πᾶς ἄνθρωπος ψεύστης"· εἰ γὰρ ἁπλῶς λαμβάνοιμεν τοῦτο, ψεύδεται. εἰ πᾶς ἄνθρωπος ψεύστης καὶ αὐτὸς δὲ εἷς τῶν ἀνθρώπων ἐστίν, ψεύδεται. ψευδομένου δὲ αὐτοῦ ὅτι" πᾶς ἄνθρωπος ψεύςτης", οὐ πάντως ψεῦσταί εἰσιν. τὰ τῶν ἀνθρώπων ἀβέβαια, ἀσύνστατα. τοιοῦτόν ἐστιν καὶ ὃ λέγει ὁ ἀπόστολος·" ἃ ὀφθαλμὸς οὐχ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη". οὐκ ἔστιν οὖν αὐτὸς ἄνθρωπος, ἀλλ' ἐπιφέρει·" ἡμῖν δὲ ἀπεκάλυψεν ὁ θεὸς διὰ τοῦ πνεύματος", ἡμῖν τοῖς μηκέτι ἀνθρώποις, τοῖς δυναμένοις μετὰ παρρησίας εἰπεῖν·" συνεξέστημεν θεῷ, συνσωφρονοῦμεν ὑμῖν". ἐξέστη οὖν καὶ ὁ ταῦτα λέγων ἐν τῷ ψαλμῷ· ἄλλος ἑαυτοῦ γέγονεν, θεὸς γέγονεν μετασχὼν τοῦ θεοῦ λόγου· πέπαυται τοῦ εἶναι ἄνθρωπος. ἀμέλει γοῦν θεώρει, ὅτι οὐκ ἀνθρώπινα λέγει, ἀλλὰ ἃ ἁρμόζει θεοποιηθέντι ἀνθρώπῳ ἀπαγγέλλειν καὶ ᾄδειν. 2 ἐπὶ σοί, κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα. οὐ γὰρ καταισχύνομαι, ὅταν τὰ τῆς αἰτήσεως ὑπαρχθῇ· τότε γὰρ αἰσχύνην ὁ εὐχόμενος ὑφίσταται, ὅταν μὴ τύχῃ ὧν προσεδόκησεν. καὶ εἰ μὲν ἁπλούστερον λαμβάνοιμεν τὸν αἰῶνα, τοῦτο λέγει· ἐν τῷ χρόνῳ τῆς ζωῆς μου παντὶ μὴ καταιςχυνθείην, ἀεὶ ἐπιτυγχάνων ὧν δέξασθαι παρὰ σοῦ παρακαλῶ· πολλάκις γὰρ ἐλέχθη, ὅτι ὁ παρεκτείνων τῇ ζωῇ τοῦ ἀνθρώπου χρόνος" 3αἰὼν" 3 καλεῖται, ὡς τό·" οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα". δυνατὸν δὲ καὶ οὕτως εἰπεῖν· ἐπεὶ αἰώνιος εἶ καὶ παρεκτείνει σου ἡ ὕπαρξις καὶ ἡ βασιλεία εἰς πάντας τοὺς αἰῶνας, εἰμὶ δὲ κἀγὼ ἀθάνατος κατὰ τὴν ψυχήν," μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα"· ἀεὶ γὰρ μετὰ σοῦ εἰμι. νῦν ἐκ μέρους γιγνώσκω καὶ προφητεύω, ἀλλὰ διαδέξεται τὸ ἐκ μέρους ὑπὸ τοῦ τελείου, ὥστε μᾶλλον ἡ ἐλπίς μου μείζω γέγονεν περὶ μειζόνων λοιπὸν ἔχουσα τὴν προσδοκίαν. ἀκαταίσχυντος οὖν ἐστιν ὁ ἐλπί ζων ἐπὶ κύριον. 2 ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με. ἡ ἀρχὴ τοῦ ἑβδομηκοστοῦ καὶ τούτου ἔχουσίν τινα συγγένειαν καὶ ὁμοιότητα. καὶ ἐν τῷ ἑβδομηκοστῷ κεῖται τὸ" ἐξελοῦ με" αὐτὸς γάρ ἐστιν, περὶ ἧς λέγεται·" δικαιοσύνη δι138 έκυψεν", ὅτε κλίνας τὸν οὐρανὸν κατέβη. ἐλήλυθεν ἐπὶ τῷ λῦσαι ἀδικίαν· ἀδικίας γὰρ ἦν πλήρης ὁ κόσμος ὁ περὶ γῆν γενόμενος·" ἐπλήσθη" γὰρ" ἡ γῆ ἀδικιῶν", ὥςπερ καὶ πρὸ τοῦ κατακλυσμοῦ, ὅτε" πάντες ἐξέκλιναν, ἅμα ἠχρεώθησαν, οὐκ ἔστιν ποιῶν χρηστότητα". ὥσπερ οὖν τὸ φῶς ἀνατέλλον καὶ γινόμενον ἐκεῖ, ἔνθα τὸ σκότος, λύει τὸ σκότος– παρουσίᾳ γὰρ φωτὸς ἀφανίζεται ἡ σκοτία, καὶ ἐπιλαμψάσης τῆς ἀρετῆς ἐκποδὼν ἡ κακία οἴχεται–, οὕτω τῆς δικαιοσύνης φανερωθείσης καὶ ῥυομένης τοὺς παρακαλοῦντας καταλύεται πᾶσα ἀδικία. 3 κλῖνον πρός με τὸ οὖς σου, τάχυνον τοῦ ἐξελέσθαι με. εἰ καὶ βοῶ πρὸς σέ, ἀλλ' οὖν ὡς πρὸς τὴν σὴν μεγαλειότητα μικρόφων̣ ός εἰμι. ἐὰν μὴ οὖν σὺ κλίνῃς πρὸς ἐμὲ τὸ οὖς σου, οὐκ ἰσχύει ἀναβῆναι ἡ ἐμὴ κραυγὴ πρὸς σέ. εἰ μὴ συνκ̣ αταβ̣ ῃ῀̣ ς, οὐ δέχῃ μου τὴν φωνήν. καὶ ἄλλως· ἐπεὶ μὴ πάσας παρατηρεῖται τὰς ἀνομίας τῶν κρινομένων καὶ ἐξεταζομένων ὑπ' αὐτοῦ, δεῖ αὐτὸν κλῖναι τὸ οὖς, ἵνα ἀκούσῃ· ἐὰν γὰρ οἵας γνώσεώς ἐστιν καὶ οἵας δυνάμεως μείνῃ, οὐκ ἀναβαίνει πρὸς αὐτὸν ἡ εὐχή. εἰ μὴ ἐπινεύσῃ, οὐ δέχεται τὴν εὐχήν. ἐπινεύει δὲ συνκαταβαίνων. ὅταν κλίνῃς τὸ οὖς σου πρὸς ἐμέ, δέχῃ με καὶ ταχέως ἐξαιρῇ με ἀπὸ τῶν κατεχόντων με, ἀπὸ τῶν πορθούντων με. κἄν τε πολέμιοι ὦσιν," τάχυνον τοῦ ἐξελέσθαι με". ἐπερ· ἐκστὰς ταῦτα ἔλεγεν;– οὐ τὴν παραφροσύνην εἶπον ἐνταῦθα δηλοῦσθαι, ἀλλὰ τὸν θαυμασμόν, τὸ ἔξω ἑαυτοῦ γενέσθαι. τοῦτο ἀγνοεῖς, ὅτι οὐ μία ἔστιν τελειότης. ὁ γοῦν τελειωθεὶς λέγει·" πάσης συντελείας εἶδον πέρας"· μὴ γὰρ τὸ ὑπὲρ πᾶν τέλος ἔχων λέγει ταῦτα. 3 γενοῦ μοι εἰς θεὸν ὑπερασπιστὴν καὶ εἰς οἶκον καταφυγῆς τοῦ σῶσαί με. γενοῦ μοι φρούριον ἀκαταμάχητον, ἕρκος ἄβλητον, γενοῦ μοι καὶ ὑπερασπιστὴς τὴν σὴν ἀσπίδα, τὸ σὸν ὅπλον. ὅταν γένῃ μου ὑπερασπιστής, οὐδεὶς τῶν ἐχθρῶν μου βλάψαι με δύναται. θὴρ οὐ δύναταί μου περιγενέσθαι, αὐτὸς ὁ ἁρπάζων, περὶ οὗ εὐχὴν ἀνέπεμπον·" μήποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου"." καὶ εἰς οἶκον καταφυγῆς". γενοῦ μοι τὸ λεγόμενον κρησφύγετον, ἔνθα καταφεύγων τις ἔσω γίνεται τειχῶν· οἰκοδόμημα γάρ ἐστιν φρουρὸς τυγχάνον τῇ σωτηρίᾳ. 4 ὅτι κραταίωσις καὶ καταφυγή μου εἶ σύ. σὺ πάντα μοι εἶ, καὶ κραταίωσις καὶ καταφυγή. πρὸς οὐδένα καταφεύγω, οὐ πρὸς ἄρχοντα, οὐ πλοῦτον. καὶ κραταίωμά μου· ἐκ σοῦ ἔχω τὸ κρατεῖν σοῦ μετέχων, οἷα βασιλεὺς κρατεῖν. 4 ἕνεκα τοῦ ὀνόματός σου ὁδηγήσεις με καὶ διαθρέψεις με. τοῦτο λέγει ὅτι· ἐπεὶ τὸ ὄνομά σου κέκληται ἐπ' ἐμέ, ἕνεκεν τούτου τοῦ ὀνόματός σου οὗ φορῶ, ἀμφότερά μοι παράσχου· καὶ ὁδήγησόν με, ἵνα τελέσω τὸν δρόμον ἀμέμπτως καὶ εἰπεῖν δυνηθῶ·" ἄνευ ἀνομίας ἔδραμον καὶ κατηύθυνα", καί·" ὁδὸν ἐντολῶν σου ἔδραμον". καὶ διατραφῶ ὑπὸ σοῦ. ἡ σὴ ὁδὸς καὶ ἄρτος ἐστὶν ὁ σὸς υἱός. ὁδός ἐστιν λέγων·" ἐγώ εἰμι ἡ ὁδός". αὐτὸς οὖν καὶ ἄρτος ἐστίν." ἕνεκεν" οὖν" τοῦ ὀνόματός σου", οὗ ἐχαρίσω μοι, ἵνα σωτ̣ ηρίαν ἔχω· ηὐξάμην γὰρ καὶ εἶπον·" ὁ θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με. 5 ἐξάξεις με ἐκ παγίδος ταύτης, ἧς ἔκρυψάν μοι, ὅτι σὺ εἶ ὁ ὑπερασπιστής μου. ἐχθροὶ πολλοί, ἀπατεῶνές τινες, ἐσκεύασάν μοι παγίδα, ἵνα με θηρεύσουσιν. οὐ μόνον οὖν παρακαλῶ, ἵνα μὴ ἐάσῃς με ἀπελθεῖν̣ ἐκεῖ, ἀλλὰ κἂν εἰσῆλθον, ἵνα ἐξάξῃς με ἐξ αὐτῆς. 139 στικτέον δὲ καὶ οὕτως· 5– 6 ὅτι σὺ ὁ ὑπερασπιστής μου, εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου. οὐκ ἄλλῳ παρατίθημι τὸ πνεῦμά μου, ἀλλ' εἰς τὰς σὰς χεῖρας. καὶ εἰ μὲν ἅγιος εἴη ὁ ταῦτα λέγων ἄνθρωπος, πνεῦμα αὐτοῦ ἐστιν τὸ συνεζευγμένον τῇ ψυχῇ, περὶ οὗ λέγεται·" ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα". οἱ μὲν οὐχ ἕτερον λέγουσιν εἶναι τὸ πνεῦμα παρὰ τὴν ψυχήν, οἱ δὲ τὸν νοῦν αὐτῆς, ἄλλοι δὲ τὴν γνώμην. ἀμφοτέρως δὲ κατὰ πάσας τὰς ἀποδόσεις θεὸς τηρεῖ τὸ πνεῦμα. ἐὰν ᾖν ἡ ψυχή, εἰς χεῖρας τοῦ θεοῦ παρατίθεται αὐτήν, ἵνα σκεπομένη ἀβλαβὴς διαμείνῃ, μὴ τρωθῇ ὑπὸ πολεμίων, μὴ ἀναιρεθῇ. ὅτι δὲ λέγεταί ποτε ἡ ψυχὴ πνεῦμα, Στέφανος διδάσκει· ὁπηνίκα γὰρ ἔμελλεν ἀποθνῄσκειν καὶ παρεκάλεσεν μὴ σταθῆναι τὴν ἁμαρτίαν τῶν κατ' αὐτοῦ φονώντων, λέγει·" κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου", ἀντὶ τοῦ" 3τὴν ψυχήν μου" 3. καὶ ὁ Ἰάκωβος γράφων·" ὥσπερ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν", τὴν ψυχὴν πνεῦμα κ̣ αλεῖ. λέγεται δέ, ὡς εἶπον, καὶ παρεζευγμένον τι λογικόν, ὥσπερ ἀχώριστος ἵνα ᾖ διδάσκαλος τῆς ψ̣ υχῆς, πνεῦμα. καὶ ἐπειδὴ τοῦτο σύνεστιν τῇ ψυχῇ, ὅτε ἔχεται τοῦ θεοῦ, τοῦτο λέγει· μὴ τοιαῦτά μοι πραχθείη̣, ὥστε τὸ πνεῦμά μου ἔξω τῶν χειρῶν σου γενέσθαι, ἀλλὰ κατορθωθείη μοι πᾶσα ἀρετή, ἵν' ἐν ταῖς σαῖς χερσὶν τὸ πνεῦμά μου τυγχάνῃ. δύναται καὶ τὴν γνώμην ἑαυτοῦ λέγειν πνεῦμα, ὥστε καὶ αὐτὴν θ̣ έλ̣ ει ἐν ταῖς χερσὶν τοῦ θεοῦ φυλάττεσθαι. λοιπὸν καὶ τὰ ἐξηγητικά· αἱ δύο διαθῆκαι δύνανται χεῖρες τοῦ θεοῦ. εἰς ταύτας οὖν παρατίθεμαι τὸ πνεῦμά μου θέλων καὶ τὴν παλαιὰν νοεῖν, καὶ τουτέστιν τὰ ἐκεῖ προσταττόμενα, καὶ τὴν καινήν. ἀμφότεραι αἱ χεῖρές σου περιεχέτωσάν μου τὸ πνεῦμα. δυνατὸν δὲ καὶ μὴ δύο χεῖρας μόνας τοῦ θεοῦ λέγειν· δυϊκῶς γὰρ οὐκ ἐλέχθη, ἀλλὰ πληθυντικῶς· οὐδὲν δὲ διαφέρει πληθυντικῶς ἢ δυϊκῶς. ὅμως ἐὰν αἱ δύο διαθῆκαι ὦσιν, δυϊκῶς αἱ χεῖρες λέγονται. ἐὰν δὲ πᾶσα δύναμις τοῦ θεοῦ χεὶρ αὐτοῦ ὀνομάζηται– λέγομεν γὰρ χεῖρα βασιλέως τὴν στρατιωτικὴν δύναμιν–, εἰς τὴν σὴν στρατιωτικὴν δύναμιν, φρουρὰν χεῖράν σου τυγχάνουσαν, παρατίθεμαι τὸ πνεῦμά μου. πρὸς τὴν Ἰερουσαλὴμ ἐν Ἰσαίᾳ τῷ προφήτῃ λέγει ὁ θεός·" ἰδού, ἐπὶ τῶν χειρῶν μου ἐζωγράφησά σου τὰ τείχη, καὶ ἐνώπιόν μου εἶ διὰ παντός". μὴ δυνάμεθα κἂν μέχρι ἀναπλασμοῦ εἰπεῖν τείχη αἰσθητὰ γραφόμενα ἐν θεοῦ χερσὶν ἀσωμάτου ὄντος. ἐὰν οὖν, φησίν, τὰ τείχη σου ἐπὶ τῶν ἐμῶν χειρῶν ζωγραφηθῶσιν, ἐνώπιόν μου μένεις διὰ παντός, οὐδενὸς δυναμένου σε αἰχμαλωτίσαι· τὰ γὰρ τείχη τὰ ἐν ταῖς χερσίν μου γεγραμμένα ἀκαθαίρετα· οὐδεὶς ἐπιβῆναι καθ' αὐτῶν δύναται. ὥσπερ οὖν ἐν ταῖς χερσὶν θεοῦ ζωγραφούμενα τείχη οὐκ αἰσθητά ἐστιν, οὕτως ἐν ταῖς χερσὶν τοῦ θεοῦ παρατιθέμενος ἑαυτοῦ τὸ πνεῦμα δείκνυσιν, ὅτι οὐκ εὐτελές τί ἐςτιν τὸ πνεῦμα, ἀλλ' ἤτοι̣ ἡ παρεζευγμένη οὐσία λογικὴ τῇ ψυχῇ ἢ ὁ νοῦς αὐτῆς ὁ θεῖος, ὁ ἀμιγῶς ἔχων καὶ πρὸς ὕλην καὶ πρὸς κακίαν. ὁ νοῦς ὅτε σῴζει τὴν νοῦ α᾿̣ ρετήν, πάσης ὕλης ἐκτός ἐστιν, ἀσυνπλόκως ἔχει πρὸς σωματικά, ἀλλὰ καὶ κακίας πάσης ἀμοιρεῖ. διὰ τοῦτο δύναται ἐν ταῖς χερσὶν τοῦ θεοῦ δοθῆ ναι καὶ φυλαχθῆναι· οὐ φυλάττει γὰρ θεὸς τὸν ἔχοντα κακίαν. 140 ἄλλως δὲ φυλάττει αὐτὸν ἔξω τῆς κακίας βουλόμενος αὐτὸν ἀγαγεῖν. ἐπερ· τὰ τείχη τί;– πολυτρόπως ὀνομάζεται ἐν τῇ γραφῇ τὰ τείχη. περὶ τῆς σοφίας λέγεται, ὅτι" ἐπ' ἄκρων τειχέων κηρύττεται"· καὶ οὐ δήπου λέγομεν, ὅτι ἐπ' ἄκρων αἰςθητῶν τειχέων κήρυκες γινόμενοί τινες ἀπαγγέλλοντες τὰ περὶ τῆς ἀρετῆς. τείχη εἰσὶν τὸν νοῦν φρουροῦντα καὶ τὸν ἔσω ἄνθρωπον αἱ ἀρεταὶ καὶ αἱ θεῖαι νοήσεις. ὅσον τις ἔτι ἐν τοῖς θεμελίοις τῶν τειχῶν ἐστιν ἢ ἐμέσασεν τὴν ἀνάβασιν αὐτῶν, οὔπω κηρύξαι δύναται τὴν σοφίαν· μόλις ἐπαΐειν αὐτὴν δύναται. ὅταν δὲ εἰς αὐτὰ τὰ ἄκρα τῶν τειχῶν γένηται, ἵν' οὕτως εἴπω, ὅταν ὑπερβῇ τὸν κόσμον, ὑπερκόσμιος γένηται, τότε δύναται τὴν σοφίαν κηρύττειν. πάλιν, ἐλέχθη ὅτι·" ἐπὶ τῶν χειρῶν μου ἐζωγράφησά σου τὰ τείχη". τῶν αἰσθητῶν εἰσιν ἰδέαι κατ̣ άλληλοι. αἱ ἰδέαι δὲ αὗται νοήσεις εἰσὶν θεοῦ, βουλήσεις εἰσὶν θεοῦ. καὶ λάβε διὰ παραδείγματος τὸ θεωρούμενον· ὁ βουλόμενος κατασκευάσαι πόλιν, ὅλην τὴν πόλιν καὶ τὰ μέρη αὐτῆς ἀνατυποῖ τῇ ἑαυτοῦ διανοίᾳ καὶ κατ' ε᾿̣ κείνας τὰς νοήσεις κατασκευάζει τὰ αἰσθητά. ἀμέλει γοῦν ἐὰν μὴ ὀρθῶς λάβῃ τὸ νόημα, φέρε, τῆς ἀγορᾶς ἢ τοῦ τεμένους ἢ τῶν ἄλλων, οὐ καλῶς ποιεῖ τὰ αἰσθητά. αἱ ἰδέαι οὖν δύνανται εἶναι τὰ τείχη, ἐν ταῖς χερσὶν τοῦ θεοῦ γεγραμμέναι βουλήσεις. ταῦτα οὖν τὰ τείχη ἐν τῇ βουλήσει τοῦ θεοῦ ἔχουσιν τὸ εἶναι. καὶ λέγω·" ἐν Χριστῷ", φησίν," ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· πάντα δι' αὐτοῦ ἔστιν· καὶ αὐτὸς ἔστιν πρὸ πάντων καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν". ἐν αὐτῷ ἐκτίσθη τὰ ὁρατὰ καὶ τὰ ἀόρατα· ὡς ἐὰν πολι η ἐν τῷ νῷ τοῦ ἀρχιτέκτονος τὰ μέρη τῆς πόλεως οἰκοδομηθῇ, τουτέστιν πρὸς ἐκεῖνα, διακρατούμενα ὑπ' ἐκείνων· λόγοι γάρ εἰσιν διακρατητικῶν. ἐν Χριστῷ οὖν συνέστηκεν τὰ πάντα. ἐὰν κατ' ἐπίνοιαν θελήσῃς ἆραι τὸν λόγον ἀπὸ τῶν ὄντων, οὐχ ὑφίστανται ταῦτα. συναπέρχονται τῇ ἄρσει τοῦ λόγου. οὕτω οὖν καὶ τὰ τείχη· ἡ ἀσφάλεια πᾶσα ἐν ταῖς χερσὶν τοῦ θεοῦ γέγραπται. ἐὰν δὲ καὶ τὰς ἀρετὰς λέγῃς τείχη, ἠρέμα καὶ αἱ ἀρεταὶ ἔχουσιν ἰδέας, τὰς πρωτοτύπους ἕξεις. οἷον ἔχω δικαιοσύνην, ἀλλὰ οὐ πᾶσαν αὐτήν, ἀλλὰ κατ' αὐτὴν πεποίωμαι. ἐστὶν δὲ ἡ νοουμένη οὐ χωρὶς τοῦ μετέχοντος ὡσανεὶ ἰδέα, οὐκ ἰδέα οὕτως, ὡς εἴωθας λέγεσθαι. ἐὰν οὖν ἄρῃς ἐπιστήμην, αἴρονται αἱ ἕξεις τῶν ἐπιστημόνων, συναπέρχονται αὐτῇ, κειμένης δὲ ἐκείνης μετέχουσιν αὐτῆς καὶ εἰσὶν αἱ κατὰ μέρος ἕξεις. ἄλλη δέ ἐστιν παρὰ ταύτας, ἅτε δὴ ἀρχικωτέρα οὖσα καὶ βεβαιοτέρα. ἀμέλει γοῦν αὕτη οὐ δέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, ἡ δὲ ἐν τοῖς μετέχουσιν δέχεται τοῦτο. τὴν ἀσφάλειαν οὖν σημαίνει τὰ τείχη. 6 ἐλυτρώσω μὲ, κύριε ὁ θεὸς τῆς ἀληθείας. λυτροῦται ὑπὸ θεοῦ ὁ ἔξω πάσης ταραχῆς γινόμενος. ὁ θεὸς οὖν τῆς ἀληθείας λυτροῦται ἀπὸ ἀπάτης· ᾗ θεὸς ἀληθείας ἐστίν, ἀπὸ ἀπάτης καὶ ψευδοδοξίας λυτροῦται. ὅταν τις φρονήματα ἐσφαλμένα καὶ ψευδῆ ἔχῃ, χρῄζει θεοῦ, ἵνα τῇ ἀληθείᾳ ἑαυτοῦ ἔξω αὐτὸν ποιήσῃ πάσης ἀπάτης. πάλιν ὁ θεὸς τῆς δικαιοσύνης ῥύεται ἀπὸ ἀδικημάτων· εἴρηται γοῦν·" εἰσάκουσόν μου, ὁ θεὸς τῆς δικαιοσύνης μου", ἵνα πάσης ἀδικίας ἐκτός με ποιήσῃς, ἵνα τοὺς ἐνεργοῦντας κατ' ἐμοῦ τὰ ἄδικα ἥττῃ ὑποβάλῃς. 141 καὶ οὕτως ἐφ' ἑκάστου· ὁ Ἰωσὴφ παρεκάλει τὸν θεὸν τῆς σωφροσύνης, ἵνα μὴ ὑποπέσῃ ταῖς πάγαις τῆς ἀναπειθούσης εἰς ἀκολασίαν· καὶ ἡ Σωσάννα, ἵνα μὴ ὑποπέσῃ τοῖς πρεσβυτέροις εἰς μοιχείαν. ὁ θεὸς τῆς σωφροσύνης ἐπακούει, οὐχ ὅτι ἄλλος καὶ ἄλλος ἐστίν. 7 ἐμίσησας τοὺς φυλάττοντας ματαιότητας διὰ κενῆς. ἐπεὶ θεὸς τῆς ἀληθείας εἶ, καὶ ἐμίσησας τοὺς φυλάττοντας ματαιότητας διὰ κενῆς. τὰ μάταια δὲ οὔκ εἰσιν ἀληθῆ." 3διὰ κενῆς" 3 δὲ εἶπεν αὐτά, ἐπεὶ τρόπον τινὰ οὐχ ὑφίστανται. πᾶν ψευδὲς ἀνυπόστατόν ἐστιν. περὶ τῆς κυοφορησάσης τὸν ναὸν τοῦ Ἰησοῦ ὅταν λέγω ὅτι" 3τέτοκεν" 3, ἀληθεύω· ἐὰν δὲ εἴπω·" 3τέτοκεν ἐξ ἀνδρός" 3, ψεύδομαι· οὐχ ὅτι τέτοκεν, περὶ τὸν τρόπον τὸ ψεῦδος γίνεται. πᾶσα κακία διὰ κενῆς γίνεται, οὐκ ἔχει τέλος. λέγει ο̣ ὖν̣· σύ, ὦ θεέ, τοὺς φυλάττοντας ματαιότητας διὰ κενῆς ἐμίσησας. ἐάν τις τῶν τοιαῦτα φυλαττόντων αἴσθησιν λάβῃ, τίς ὁ μισῶν τὰ τοιαῦτα, πεπαύσεται ἢ κακίσειεν ἑαυτόν. 7 ἐγὼ δὲ ἐπὶ τῷ κυρίῳ ἤλπισα. σὺ οὐ῀̣ ν, ὦ δέσποτα," ἐμίσησας τοὺς φυλάττοντας ματαιότητας διὰ κενῆς", ἐγὼ δὲ ἐπὶ σὲ ὡς κύριόν μου ἤλπισα· ἠδύνατο γὰρ εἰπεῖν·" 3ἐγὼ δὲ ἐπὶ σὲ ἤλπισα" 3. λέγει δέ·" ἐπὶ τῷ κυρίῳ ἤλπισα". ὡς δοῦλος ταῦτα λαλεῖ. ἀπὸ διαθέσεως δούλου καὶ ἔργο̣ υ̣ δούλου ταῦτα λέγει. 8 ἀγαλλιάσομαι καὶ εὐφρανθήσομαι ἐπὶ τῷ ἐλέει σου. ἐπὶ τῷ σῷ ἐλέει· εἰ γὰρ καὶ κύριόν σε ὁμολογῶ καὶ ἤλπισα ἐπὶ σέ, ἀλλ' οὐ τῇ ἐμῇ δυνάμει τὸ τέλος παραγίνεται, ἀλλ' ἐλεημοσυ´̣ νῃ τῇ σῇ. 8 ὅτι ἐφεῖδες τὴν ταπείνωσίν μου. ἐφεῖδες τὴν ταπείνωσίν μου τὴν μέλλουσαν διαδέχεσθαι. ἐφιδὼν οὐκ ἔασάς με πεσεῖν εἰς αὐτήν. 8 ἔσωσας ἐκ τῶν ἀναγκῶν τὴν ψυχήν μου. ἁπλουστέρως ἐν τῇ γραφῇ ἀνάγκαι λέγονται αἱ θλίψεις·" ἑξάκις" γὰρ" ἐξ ἀναγκῶν σε ἐξελεῖται", καί·" ἐκέκραξαν πρὸς κύριον, καὶ εἰσήκουσεν αὐτῶν καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτούς". ἔξω με πάσης θλίψεως πεποίηκεν, ἐπινεύσας δηλονότι τῇ παρακλήσει· ἀνέπεμψα γὰρ εὐχήν, ἵνα ἀπὸ τῶν ἐχθρῶν ῥυσθῶ, ἀπὸ τῶν ἐπικειμένων πολεμίων. δύνασαι δέ πώς ποτε λογικώτερον τὰς κακίας ἀνάγκας εἰπεῖν. ἐξ ἀνάγκης ὁ κακὸς οὐ δέχεται δικαιοσύνην. οὐ λέγω τὸν ἄνθρωπον μὴ εἶναι δεκτικὸν δικαιοσύνης, ἀλλὰ τὸν ἄδικον. οὐ τὸ ἔξω τῶν θλιβηρῶν γενέσθαι, ἀλλὰ τὸ μὴ ἡττηθῆναι· οὕτω γὰρ ἠκούσαμεν καὶ τό·" ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ", καί·" μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν". εἰ δὲ τοῦτο παρεκάλουν οἱ Χριστοῦ ἀπόστολοι καὶ οἱ ἄλλοι δίκαιοι τὸ μὴ πειρασθῆναι, οὐδέποτε ἐπηκούσθησαν, εἴγε ἀληθεύουσιν λέγοντες·" ἐν παντὶ θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι". 9 καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθροῦ. συνκλείομαι εἰς τὰς χεῖρας τῶν ἐπιβουλευόντων, ὅταν ἡττηθῶ ἀπὸ τῶν ἀναγκῶν καὶ τῶν θλίψεων. ὅταν δὲ σωθῶ ἀπ' αὐτῶν, οὐ συνκλείομαι εἰς τὰς χεῖρας αὐτῶν, οὐ πράττω ὅπερ βούλονται κατ' ἐμοῦ ἐπαγαγεῖν. 9 ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου. διχῶς καὶ τοῦτο νοητέον. ἡ ἀγωγὴ ἡ κατὰ τὸν περίγειον τόπον καὶ ἡ κατὰ κακίαν λέγεται πλατεῖα εἶναι καὶ εὐρύχωρος. μέγα δέ ἐστιν γενόμενον ἐν ταύτῃ τῇ πλατείᾳ καὶ εὐρυχώρῳ μὴ ὑποσυρῆναι ἀλλὰ στήκειν. ἡ στάσις δὲ παρὰ θεοῦ γίνεται. χαριστηρίως οὖν λέγει·" ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου". οὐκ αἰσθάνονται οἱ πόδες μου θλίψεως περιεστηκυίας. οἱ 142 λέγοντες γοῦν·" τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ; θλῖψις, στενοχωρία"; ἐροῦσιν·" ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας" ἡμῶν. εἰ καὶ ὁ τόπος, ἐν ᾧ γεγόναμεν, καὶ ἡ ὁδός, ἐν ᾗ τυγχάνομεν, στενή ἐστιν, ἀλλὰ εὐρύχωρον αὐτὴν ὁρῶμεν σοῦ πλατύνοντος τὴν θλῖψιν. εὐρυτέραν ὁδὸν τῆς θλίψεως παρέχεις βοηθῶν. 10 ἐλέησόν με, κύριε, ὅτι θλίβομαι. ἀλλὰ λέγεις, ὅτι καὶ μὴν εἶπεν·" ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου". ἵν' ὁ ἅγιος εὔχεται ἀδιαλείπτως· μὴ γὰρ ἕν ἐστιν θλιβηρόν, μὴ γὰρ μία περίστασίς ἐστιν ἐν τῷ βίῳ, μὴ γὰρ εἷς πειρασμός. ἐάν τις οὖν παρακαλέσας ῥυσθῇ ἀπό τινος ἢ ἀπό τινων, πάλιν ὁρᾷ ἄλλα ἐφεδρεύοντα, καὶ πάλιν περὶ ἐκείνων εὔχεται· θλίβουσιν γὰρ αὐτὸν τὰ προσδοκώμενα. ἐπερ· ὡς πρ̣ οφήτης προεθεώρει;– τὰ τοιαῦτα μὲν καὶ οὐ προφήτης δύναται προθεωρεῖν. ἐν τόπῳ εἰμί, ἔνθα πολλοὶ κακοί εἰσιν. μισοῦσιν δὲ τὸν ἐκεῖ ὄντα δίκαιον. κἄν ποτε γοῦν ἐπιθῶνται καὶ προσαγάγωσίν τι πάλαισμα ἢ πειρατήριον καὶ γένηταί τις ἔξω αὐτοῦ, εἰδὼς αὐτῶν τὸ ἔπειτα κακὸν ἐπάγρυπνον προσδοκᾷ πάλιν τοιοῦτό τι·" οὐ γὰρ μή", λέγει," ὑπνώσουσιν, ἐὰν μὴ κακοποιήσουσιν· ἀφῄρηται ὁ ὕπνος αὐτῶν καὶ οὐ κοιμῶνται". ῥυσθεὶς δὲ πολλάκις εὔχεται καὶ περὶ τῶν ἑξῆς. 10 ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου. ὁ νοῦς μου ἐταράχθη οὐκ ἐν θυμῷ τῷ ἐμῷ, ἀλλ' ἐν θυμῷ τῶν ἐχθρῶν ἢ ἐν θυμῷ τῷ σῷ· θυμοῦσαι γὰρ κατὰ τῶν ἁμαρτανόντων, καὶ ἁμαρτήσας ὑποπέσω τῷ θυμῷ καὶ ταραχθῇ μου ὁ νοῦς. 10 ἡ ψυχή μου καὶ ἡ γαστήρ μου. οὐ μόνος, φησίν, ὁ ὀφθαλμός μου, τουτέστιν ὁ νοῦς, ἐταράχθη ὑπὸ θυμοῦ. δύναται δὲ καὶ τοῦτο·" ἐν θυμῷ ἐταράχθη ὁ ὀφθαλμός μου". ὅτε θυμοῦμαι, ταράττεταί μου ὁ νοῦς· τὰ γὰρ πάθη ταρακτικά εἰσιν τοῦ νοῦ. καὶ ἡ ψυχή μου δὲ ἐταράχθη, ἧς ἐστιν ὁ ὀφθαλμὸς ὁ ταραχθεὶς ὑπὸ τοῦ θυμοῦ." καὶ ἡ γαστήρ μου"· γαστέρα ὧδε οὐ τὴν τοῦ σώματος λέγει, ἀλλὰ τὴν συνλαμβάνουσαν ἀπὸ τοῦ νυμφίου καὶ τίκτουσαν·" ἀπὸ τοῦ φόβου σου ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν", ὥστε μηκέτι σῴζειν τὰ συνλημφθέντα, ἀλλὰ ἀμβλωθρίδια αὐτὰ ἀπορίπτειν. δύναται δὲ καὶ τοῦτο ὅτι· ἐπειδὴ τὸν γαλήνιον τὴν γαστέρα ποιοῦντα ἄρτον τοῦ οὐρανοῦ οὐκ ἐτράφην, ἀλλὰ ἄλλην τινὰ τροφὴν ἔλαβον βλαπτικήν, δηλητήριον, καὶ ἡ γαστήρ μου τετάρακται. οὐκ ἀφελπίζει οὖν τὴν σωτηρίαν. ἐπερ· τὴν ψυχὴν ταράττεσθαι;– τινὲς βούλονται λέγειν τὴν ψυχὴν τριδύναμον εἶναι· παχύτερον δὲ καὶ μεριστὴν αὐτὴν λέγουσιν. νοῦν δὲ αὐτῆς τὸ λογιστικὸν λέγουσιν· τοῦτο γὰρ ἐπιστήμης ἐστὶν δεκτικόν, τοῦτο γνῶσιν ἔχειν δύναται. τὸ επιθυμητικὸν οὐ δέχεται γνῶσιν, πείθεται δὲ ἐνίοτε τῷ λογιστικῷ, ἐπιπειθές ἐστιν, οὐκ αὐτὸ δὲ ἐπιστήμην ἔχει. καὶ ὥσπερ ὅταν τὰ πνεύματα τοῦ ἀέρος καλῶς πνέῃ, ἐπι πειθὲς γίνεται τῷ κυβερνήτῃ τὸ πλοῖον οὐκ ἔχον κίνησιν τοιαύτην, ἀλλὰ μὴ ἀντιταττόμενον τῇ τέχνῃ τῶν πνευμάτων μὴ ὄντων ἐναντίων, καὶ τὸ επιθυμητικὸν πάλιν πείθεται τῷ λογιστικῷ οὐκ αὐτὸ ἔχον λογισμόν. τὸ λογιστικὸν οὖν οὐκ ἄν τις ἁμάρτοι νοῦν λέγων. ὅλα δὲ ἅμα συνελθόντα ἡ ψυχή ἐστιν. καὶ λάβε παράδειγμα. ἔστιν λαβεῖν ἄνθος. το`̣ ἄνθος ἔχει τοιόνδε χρῶμα, ἀλλ' οὐκ αὐτό ἐστιν τὸ ἄνθος. ἔχει καὶ τοιάνδε ἀποφοράν, ἀλλ' οὐχ ἡ ἀποφορ̣ α`̣ τὸ ἄνθος. ἔχει καὶ σχῆμα τοιόνδε. πάντα οὖν ἅμα λαμβανόμενα το`̣ ἄνθος ἐστίν. ὅταν οὖν λέγ̣ ωμεν·" 3εὐῶδές ἐστιν 143 τὸ ἄνθος" 3, μόνον τὶ αὐτοῦ σημαίνομεν, τὸ πνοὴν ἐκπέμπειν ἡδίστην. καὶ πάλιν ἐὰν λέγωμεν αὐτὸ πικρόν, τὸν χυμὸν οὐ μόνον αὐτοῦ μόνον σημαίνομεν. οὔκ ἐστιν δὲ ὁ χυμὸς τὸ ἄνθος, ἀλλὰ ἅμα πάντα τὸ ἄνθος ἐστίν. εἰπὼν οὖν περὶ τοῦ λογιστικοῦ ἢ τοῦ νοῦ ἑαυτοῦ, ὅτι ὑπὸ θυμοῦ τετάρακται, λέγει καὶ ἡ ψυχή. οἶδας ὅτι τοῦ ἡνιόχου κακῶς ὑποσυρέντος καὶ ὅλον τὸ ὄχημα βλάπτεται, καὶ ἀνατραπέντος κυβερνήτου ἀνατρέπεται καὶ τὸ σκάφος. ὁ λεγόμενος οὖν ὀφθαλμὸς οὗτος νοητικὴ δύναμίς τις οὖσα κυβερνᾷ τὴν ὅλην ψυχήν. ἐὰν οὖν οὗτος ταραχθῇ, καὶ ἡ ψυχὴ συνταράττεται. ἐπερ· καὶ ἡ γαστὴρ ἡ γεννητική;– ὅπερ εἶπον δὲ πολλάκις, καὶ νῦν ε᾿̣ ρῶ· ἐπὶ τῶν αἰσθητῶν ἕκαστον εἶδός τί ἐστιν καὶ οὐ δύναται ἄλλο τι εἶναι. τὸ φυτὸν οὐ δύναται εἶναι χ̣ ρυσός, ὁ χρυσὸς ἄνθρωπος οὐ δύναται. ἐπὶ τῶν νοητῶν δὲ δυνατὸν κατὰ σχέσεις διαφόρους καὶ ἐπινοίας. ἀμε´̣ λει γοῦν χθὲς ἔλεγον, ὅτι ἡ ψυχὴ ὅτε ζητεῖ καὶ ζητεῖ γε γνῶναι ἑαυτήν, αὐτὴ ἔχει τὸν λόγον καὶ τοῦ ζητοῦντος καὶ τοῦ ζητουμένου. καὶ ἐὰν γεωργῇ ἑαυτὴν ὡς φυτόν, οὔκ ἐστιν ἄλλο τὸ φυτὸν καὶ ἄλλος ὁ γεωργός, τῇ ἐπινοίᾳ δὲ μόνῃ διαφορὰ εὑρίσκεται. ἐὰν οὖν λέγῃ ὀφθαλμὸν καὶ γαστέρα, ἐνχωρεῖ περὶ τῆς αὐτῆς δυνάμεως ἀμφότερα λέγειν· διὰ τὸ ὁρᾶν λέγεται ὁ νοῦς ὀφθαλμός, διὰ τὸ γεννᾶν καὶ φέρειν εἰς μέσον νοήματα δύναται γαςτὴρ εἶναι. 11 ὅτι ἐξέλιπεν ἐν ὀδύνῃ ἡ ζωή μου καὶ τὰ ἔτη μου ἐν στεναγμοῖς. ἐπεὶ ἐξέλιπεν ἐν ὀδύνῃ ἡ ζωή μου– ἐπώδυνον γὰρ αὐτὴν ἀεὶ ἔσχον–, οὐ ποτὲ στένω, ποτὲ δὲ οὔ· ἀεὶ στένω ποθῶν τὴν ἀρετήν, ἀεὶ πονῶ, ἀεὶ ἱδρῶ ὑπὲρ κτήσεως τοῦ ἀγαθοῦ. ἐπεὶ διὰ βίου οὖν τοῦτο πάσχω, τρόπον τινὰ ἡ ζωή μου ἐν ὀδύνῃ ἐξέλιπεν καὶ τὰ ἔτη μου ἐν στεναγμοῖς· διὸ παρακαλῶ σε, ἵνα μηκέτι τοσοῦτον ὑφίσταμαι πόνον· εἰ γὰρ πάλιν πονῶ τηρῶν αὐτό, ἀλλ' οὔκ ἐστιν ὁ πόνος ὁ αὐτὸς τοῦ κτήσασθαί τι καὶ τοῦ τηρῆσαι τὸ ἤδη ὑπαρχθέν. ἐπερ· πῶς εἴδη εἰσὶν καθόλου;– ἐὰν ἀπαιτῇ λόγον ἀνθρώπου, μὴ Σωκράτους ἀποδίδως, μὴ λέγεις ὅτι, φέρε, Δίων." 3ζῷον θνητὸν λογικόν ἐστιν" 3 τοῦ εἴδους ἐστὶν ὁ λόγος. καὶ ἐὰν τοίνυν λέγω, ὅτι ὁ δίκαιος ἔξω ἀδικίας ἐστίν, οὐ τόνδε τὸν δίκαιον λέγω, ἀλλὰ καθόλου τὸν δίκαιον. ἐπεὶ τοίνυν καὶ ἡ ἀρχὴ τοῦ ψαλμοῦ οὕτως γέγονεν·" ἐπὶ σοί, κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα", περὶ παντὸς ἐλπίσαντος καὶ ἀκαταίσχυντον τέλος ζητοῦντος τῆς προσδοκίας ἐκλάμβανε τὰς λέξεις πάσας· μὴ γὰρ ὁ λέγων ἐνκώμια ῥήτορος τοῦδε ἢ τοῦδε λέγει. 11 καὶ ἠςθένησεν ἐν πτωχείᾳ ἡ ἰσχύς μου, καὶ τὰ ὀστᾶ μου ἐταράχθησαν. πτωχείαν πάλιν ὧδε οὐ τὴν στέρησιν τῶν χρημάτων λέγει. ἡ ἰσχὺς ἐνταῦθα πρὸς διαφορὰν ἀσθενείας λέγεται. ἡ ἰσχὺς οὖν ἡ κατὰ ψυχὴν ἐκ πλούτου συνίσταται, ἡ δὲ αἰσθητὴ καὶ σωματικὴ οὐ πάντως· εἰσὶν ἰσχυροὶ μηδὲν κεκτημένοι, καὶ ἀσθενεῖς πολλῶν χρημάτων δεσπόται. ὡς εἴ τις λέγοι καὶ περὶ ἀρετῆς ἢ ἐπιστήμης·" 3ἐπεὶ ἐπτώχευσα ἀπὸ τῆς ἀρετῆς καὶ τῆς ἐπιστήμης, ἡ ἰσχύς μου, ἣν ὤφειλον ἔχειν ἐκ τῆς παρουσίας τούτων τῶν ποιοτήτων, ἀσθενὴς γέγονεν" 3." τὰ ὀστᾶ μου ἐταράχθησαν". τὰ ὀστᾶ μέρη εἰσὶν τοῦ σώματος διακρατητικὰ τῶν ἄλλων μερῶν αὐτοῦ. τῶν ὀστῶν ὄντων καὶ νεῦρα δύνανται εἶναι καὶ φλέβια καὶ τὰ ἄλλα. ὅταν οὖν αἱ ἰσχυραὶ δυνάμεις τῆς ψυχῆς ὀστᾶ καλούμεναι ἀσθενήσωσιν, ὅλη αὐτὴ ἐν ἀσθενείᾳ γίνεται. καὶ ὅτι ὀστᾶ οὐ τὰ του῀̣ σώματος λέγει·" πάντα τὰ ὀστᾶ μου ἐροῦσιν·" 3κύριε, τίς ὅμοιός σοι" 3"; τὰ ὀστᾶ δὲ τοῦ σώματος οὐδ' ὅλως ἔχουσιν ἔννοια̣ ν θεοῦ, ἵνα καὶ δυνηθῶσιν 144 εἰπεῖν, εἴ ἐστίν τις ὅμοιος ἢ οὔκ ἐστιν· δεῖ γὰρ πρῶτον γ̣ ν̣ ῶναι θεόν, εἶτ' οὕτως εἰπεῖν. ἐὰν οὖν λέγῃ·" πάντα τὰ ὀστᾶ μου ἐροῦσιν", τὰς δυνάμεις τῆς ψυχῆς τὰς εὐτόνους καὶ διακρατούσας τὰς ἄλλας αὐτῆς δυνάμεις, τὰς αἰσθητικάς, τὰς φανταστικάς, τὰς μνημονικάς. καὶ πάλιν·" διεσκορπίσθη τὰ ὀστᾶ μου παρὰ τὸν ᾅδην", οἱ ἐξομολογούμενοι καὶ μετανοοῦντες λέγουσιν. παρὰ τὸν ᾅδην δὲ τοῦτον τὸν εἰωθότα λέγεσθαι οὐ δύναται ὀστᾶ σώματος σκορπισθῆναι. εἰ δὲ καὶ εἶεν, ὡς λέγουσίν τινες, ὑπὸ τὴν σελήνην, οὐ γίνεται ἐκεῖ τὰ ὀστᾶ τῶν νεκρῶν. ἀλλ' ὅταν αἱ τῆς ψυχῆς δυνάμεις αἱ δι' εὐτονίαν ὀστᾶ καλούμεναι ὑπὸ ἁμαρτίαν γένωνται," παρὰ τὸν ᾅδην ἐσκορπίςθησαν", οὐκέτι σῴζουσιν τὴν ἰδίαν ἁρμονίαν. 12 παρὰ πάντας τοὺς ἐχθρούς μου ἐγενήθην ὄνειδος καὶ τοῖς γείτοσίν μου σφόδρα. ἔλεγον τὸν ψαλμὸν τοῦτον ὡς καὶ τοὺς πρὸ αὐτοῦ καὶ ἐκ προσώπου τοῦ σωτῆρος λέγεσθαι κατὰ τὸν ἄν̣ θρωπον." παρὰ πᾶσιν τοῖς ἐχθροῖς μου ὄνειδος ἐγενήθην". τὸν σταυρὸν αἰνίττεται· λέγει γὰρ ἐν ψαλμῷ ἄλλῳ̣, ὃν ε᾿̣ ξ̣ έλαβεν ὁ Παῦλος ἐκ προσώπου τοῦ σωτῆρος εἶναι, τό·" οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ' ἐμέ". ἐγὼ ἀνεδεξάμην αὐτούς. ὀνειδίζουσίν σέ τινες, ὦ πάτερ ἢ ὦ θεέ, καὶ οὗτοι οἱ ὀνειδισμοὶ ἐπέπεσαν ἐπ' ἐμέ. καὶ θαυμαστὸν οὐδέν· πολλάκις καὶ ἐπιστήμων ὅταν ἴδῃ χλευάζοντας τὴν ἐπιστήμην, εἰς ἑαυτὸν ἕλκει τοὺς ὀνειδισμούς. ἐχθροὶ αὐτοῦ εἰσιν οἱ ἁμαρτάνοντες. τοῦτο δὲ εἴρηται·" εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν". ὁ ἁμαρτάνων ἐχθρός ἐστιν θεοῦ, οὐ θεὸς ἐχθρός ἐστιν ἐκείνου· οὐδενὸς γάρ ἐστιν ὁ θεὸς ἐχθρός." καὶ τοῖς γείτοσίν μου σφόδρα". γείτονες αὐτοῦ εἰσιν οἱ ἐπαγγελλόμενοι τὴν γραφὴν αὐτοῦ γιγνώσκειν καὶ μετόχους αὐτοῦ λέγοντες ἑαυτούς." σφόδρα" οὖν· οἷον, φέρε, ἐχθροὶ ἔστωσαν οἱ ἐθνικοί· ἁμαρτάνουσιν γὰρ καὶ ἀσεβοῦσιν. ὄνειδος παρὰ πᾶσιν ἐκείνοις γέγονα, ὡς σταυρὸν ὑπομείνας, ὡς εἰς θάνατον κατελθών." καὶ τοῖς γείτοσίν μου σφόδρα". ὅταν δὲ οἱ ἐνγίζειν μοι ὀφείλοντες καὶ τὰ οἰκοδομήματα ἑαυτῶν ἐγγύς μου ἔχειν ἐπαγγελλόμενοι τὰ αὐτὰ πράττουσιν τοῖς ἐχθροῖς, σφόδρα παρὰ τούτους ὁ ὀνειδισμὸς γέγονεν. 12 καὶ φόβος τοῖς γνωστοῖς μου. οἱ γιγνώσκοντές με θεωρήσαντές με ταῦτα παθόντα φόβον ἔσχον τὸν ἴσον εὐλαβείᾳ, ἢ φόβον ἔσχον τοῦ μὴ τὰ αὐτὰ παθεῖν. 12 οἱ θεωροῦντές με ἔξω ἔφυγον ἀπ' ἐμοῦ. οἱ θεωροῦντές με πρὸ τούτου τὰ περὶ ἐμὲ γενόμενα θεωρή σαντες ἔξω μου γέγοναν, οὐκ ἀποσταλέντες παρ' ἐμοῦ, ἀλλ' ἔφυγον ἔξω. πᾶς φεύγων τὸν Ἰησοῦν ἔξω αὐτοῦ γίνεται, ἔξω σωτηρίας. 13 ἐπελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας. οἱ ὀνειδίσαντές με ἐχθροὶ καὶ σφόδρα τοῦτο ποιήσαντες γείτονες ἀπέβαλόν με ἀπὸ τῆς καρδίας ἑαυτῶν. τῶν δὲ νεκρῶν ταχὺ λήθη γίνεται. λέγουσιν γοῦν ὧδε οἱ συμφορὰς ὑφιστάμενοι ὅτι·" 3ἀπ' οὗ ἐτέθη ὁ νεκρός, ἀπαλείφεται" 3, λέγει," 3ἀπὸ τῆς ψυχῆς ἡ λύπη" 3. σπουδάζουσιν γοῦν τοῦτο ποιεῖν ταχέως οἱ ἄνδρες." ἐπελήσθην" οὖν" ἀπὸ καρδίας". ἀπέβαλόν με ἀπὸ τῆς καρδίας ἑαυτῶν· οὐ γὰρ εἶχόν με ἀμιγῶς ὡς ὁ ἀπόστολος λέγων·" ζῇ δὲ ἐν ἐμοὶ Χριστός". οὐκέτι ἔζων ἐν αὐτοῖς. ὅταν τις ἔχων τὸν λόγον ἐν ἑαυτῷ μηκέτ̣ ι̣ ἐνεργῇ κατ' αὐτόν, τὸ ὅσον εἰς αὐτόν, ἐνέκρωσεν αὐτὸν καὶ ἐν λήθῃ αὐτοῦ γίνεται. τὴν λήθην δὲ οὕτω ἄκουε, μ̣ ὴ ὥστε μὴ εἰδέναι, ὅτι ἔσχεν ποτὲ αὐτόν· πολλὰ γὰρ τοιαῦτα καὶ ἐν τῇ συνηθείᾳ καὶ ἐν τῇ γραφῇ λέγεται. πολλάκις γοῦν λέγομεν φίλοις·" 3ἤδη ἐπελάθου με" 3, μὴ γὰρ τοῦτο λέγοντες, ὅτι" 3ὅλως οὐκ ἔχεις ἐν μνήμῃ" 3. ἡ γραφὴ δέ·" κάκωσις ὥρας ἐπιλησμονὴν ποιεῖ τρυφῆς". ἄρτι 145 ἐπιλανθάνεται ὁ ὥραν κακωθεὶς τῆς τρυφῆς. καὶ πάλιν·" καὶ ἐπιλήσονται", φησίν," τῆς θλίψεως ἑαυτῶν τῆς προτέρας, καὶ οὐ μὴ ἀναβῇ αὐτῶν ἐπὶ τὴν καρδίαν". οὕτω νομίζεις, ὅτι ὁ ἔξω θλίψεως γενόμενος ἐπιλανθάνεται αὐτῆς. ἐπερ·" παρὰ πάντας τοὺς ἐχθρούς μου ἐγενήθην ὄνειδος";– οὐκ εἶπεν" παρὰ πάντας ἀνθρώπους", ἀλλὰ" τοὺς ἐχθρούς μου". ἐχθροὶ δὲ οὐ δικαιοῦντες οἱ φαῦλοι ἄνθρωποι, ἐχθροὶ κατὰ διάθεσιν· αὐτὸς γὰρ οὐδενός ἐστιν ἐχθρός, αὐτοῦ δὲ πολλοί." ἀκούσατε τὸ ῥῆμα κυρίου, οἱ τρέμοντες τὸν λόγον αὐτοῦ· εἴπατε, ἀδελφοὶ ἡμῶν, τοῖς μισοῦσιν ὑμᾶς". ἐκεῖνοι μισοῦσιν καὶ ἐχθροί εἰσιν. σὺ δέ, φησίν, αὐτοὺς" ἀδελφοὺς" λέγε οὐ φωνῇ, οὐ προφορᾷ, ἀλλὰ διαθέσει, ἢ ἐπιδείκνυσαι πρὸς ἀδελφοὺς τῇ φιλαδελφίᾳ διαθέσει. τοῦτο δέ ἐστιν ἔχθρα τὸ ἀντικειμένην ἔχειν διάθεσιν. ἐὰν δὲ καὶ ὁ σωτὴρ τοῦτο λέγῃ– εἴπομεν ὅτι δύναται καὶ ἐκ προσώπου τοῦ σωτῆρος ὡς ἄνθρωπος λέγεσθαι–, λέγει τοὺς Ἰουδαίους τοὺς ἐχθροὺς αὐτοῦ γεγεν̣ ημένους. οὐ πάντες δὲ ἐχθροὶ αὐτοῦ γεγόνασιν· καὶ οἱ ἀπόστολοι γὰρ Ἰουδαῖοι ἦσαν, Ἰσραηλῖται ἦσαν. οὐκ εἶπεν οὖν" παρὰ πάντας τοὺς Ἑβραίους, παρὰ πάντας τοὺς Ἰσραηλίτας", ἀλλὰ" τοὺς ἐχθρούς μου ἐγενήθην ὄνειδος". ὀνειδίζουσιν τὸν δίκαιον κατὰ τὴν πρώτην ἐκδοχήν. ὀνειδίζουσιν δὲ καὶ τὸν σωτῆρα οἱ φαῦλοι. οὐ πᾶς οὖν ὀνειδισμὸς ψόγον φέρει τῷ ὀνειδιζομένῳ. ἔστιν ὅτε οἱ ὀνειδί ζοντες ψέγονται, καὶ ἐκεῖνοι πάλιν οἱ διὰ ἁμαρτίας ὀνειδιζόμενοι. ἀμέλει γοῦν ἐν τῇ τῶν Παροιμιῶν γραφῇ λέγεται πρὸς τὸν σοφόν·" μὴ κτήσῃ κακῶν ἀνδρῶν ὀνείδη". διὰ τοῦ προςθεῖναι" κακῶν ἀνδρῶν" ἔδειξεν ὅτι εἰσὶν ὀνείδη σπουδαίων ἀνδρῶν. οἱ γοῦν μαθηταὶ χαίρειν προστάττονται ὅταν ὀνειδίζωνται. οὔκ εἰσιν οὗτοι οἱ ὀνειδισμοὶ ἐφ' ὧν ψέγονται οἱ ἀπόστολοι, κακῶν ἀνδρῶν. εἶτα, ἐπεὶ ἐφ' ἡμῖν ἐστιν τὸ τὰ ὀνειδισμοῦ ἄξια ποιεῖν, προστάττει·" μὴ κτήσῃ κακῶν ἀνδρῶν ὀνείδη μηδὲ ζηλώσῃς τὰς ὁδοὺς αὐτῶν"· ὁ γὰρ τὰς πράξεις ἐκείνων καὶ τὰς νοήσεις ζηλῶν κακὸς ἀνὴρ γέγονε̣ ν κακὰ ὀνείδη κεκτημένος. περὶ τούτου τοῦ ὀνειδισμοῦ λέγεται ὅτι ἀνίστανταί τινες" εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον". οὐ πάντες δὲ" εἰς ὀνειδιςμὸν καὶ αἰσχύνην αἰώνιον" ἀνίστανται, ἀλλ' οἱ δοκοῦντες ἐνταῦθα ἀγαθοὶ εἶναι. ὅταν νομιζόμενοι σπουδαῖοι καὶ ἅγιοι ἄνδρες ἀναστῶσιν καὶ φανῇ αὐτῶν τὰ αἴσχη τῆς ψυχῆς, εἰς ὀνειδισμὸν οὗτοι ἀνίστανται· οἱ γὰρ φανερῶς κακοὶ οὐκ εἰς ὀνειδισμὸν ἀνίστανται, ἀλλ' εἰς κόλασιν. καὶ ὁ σωτὴρ ἐὰν λέγῃ τοῦτο, τὸν σταυρὸν ὀνειδιςμὸν λέγει· τοῦτο γὰρ ὁ ἀπόστολος ἐδίδαξεν·" οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ' ἐμέ". πάλιν·" ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινεν σταυρὸν αἰσχύνης καταφρονήσας". ταὐτὸν δὲ ὀνειδισμὸς καὶ αἰςχύνη. καὶ ὅρα γε, ὅσον ἧκεν εἰς αὐτόν, χαρὰ αὐτῷ προέκειτο ἁμαρτίαν οὐκ ἔχοντι. κατεφρόνησεν οὖν αἰσχύνης, ἐπάτησεν αὐτήν. οὐ παρὰ τοῖς φίλοις καὶ τοῖς τὴν αὐτὴν ἀρετὴν ἔχουσιν γίνεται ὄνειδος, ἀλλὰ παρὰ τοῖς ἐχθροῖς. θεώρει γοῦν τοὺς ὀνειδισμοὺς οὓς ἐπιφέρουσιν τῷ κυριακῷ ἀνθρώπῳ·" οὐ καλῶς ἐλέγομεν ἡμεῖς ὅτι Σαμαρίτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις"; μὴ σπουδαῖοι ταύτην προσέφερον αὐτῷ τὴν φωνήν, μὴ οἱ ἀπόστολοι καὶ οἱ ἄλλοι. πάλιν ἐὰν λέγωσιν·" ἐν Βεεζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια", μὴ φίλοι εἰσίν, μὴ ἐνάρετοι ἄνδρες εἰσίν." καὶ τοῖς γείτοσίν μου σφόδρα". γείτονες ἦσαν αὐτοῦ οἱ Ἰουδαῖοι, ἐὰν ὁ σωτὴρ ᾖν ὁ λέγων· καὶ τοῦ σπουδαίου οἱ ὑποκριταὶ ἀρετῆς. γείτονές μού εἰσιν, πλησίον δὲ τῆς οἰκίας μου ἔχουσιν τὰ ἑαυτῶν οἰκοδομήματα· οἰκία γὰρ τοῦ δικαίου ἡ ὀρθὴ πολιτεία· ὁ 146 γὰρ τοὺς Ἰησοῦ λόγους ἀκούσας καὶ εἰς ἔργα μεταβαλὼν αὐτοὺς οἰκοδομεῖ οἰκίαν ἐπὶ τὴν πέτραν τοῦ φαύλου ἐπὶ τὴν ἄμμον οἰκοδομοῦντος. ἐπειδὴ δὲ ἀμφότεροι ἀκροαταὶ γεγόνασιν τῶν Ἰησοῦ λόγων, δοκοῦσιν γείτονες εἶναι, δοκοῦσιν ὅμοροι." οἰκίαι παρανόμων ὀφειλήσουσιν καθαρισμόν, οἰκίαι δὲ δικαίων δεκταί". οἱ παράνομοι οὔκ εἰσιν ἄνομοι, ἀλλ' ἔχουσιν τὸν αὐτὸν νόμον, παραβαίνουσιν δὲ αὐτόν. ὅταν δὲ λέγηται·" μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι", ἐκεῖνοι οὐκ ἔχουσιν πεῖραν νόμου." παρανομίαι ἄνδρα ἀγρεύουσιν"· τρόπον τινὰ γὰρ οἱ ἄνομοι οὐδὲ εἰς κρίσιν ἀνίστανται ὅλως ἵνα καὶ ὀνειδισθῶσιν. ἐλάττω κόλασίς ἐστιν τὸ ὀνειδισ θῆναι. ἀμέλει γοῦν οἱ λαβόντες τὸν νόμον καὶ παραβάντες, οὗτοι" εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον" ἀνίστανται. καὶ ὅτι τοῦτο οὕτως ἔχει, ἐπιστήσομεν τῇ προφητείᾳ τοῦ Δανιήλ· ἐν αὐτῇ γὰρ κεῖται τοῦτο·" καὶ ἀπὸ τῶν καθευδόντων ἐκ γῆς χώματος"– οὐκ εἶπεν ὅτι" πάντες"–" ἀνίστανται οὗτοι εἰς ζωὴν καὶ οὗτοι εἰς ὀνειδισμὸν καὶ εἰς αἰσχύνην". τριχῶς δὲ ἡ ἀνάστασις ἐν τῷ πρώτῳ
7
παρανομήσαντες, οἱ δεξάμενοι τὸν νόμον καὶ παραβάντες, οἱ ἁμαρτωλοὶ εἰς κρίσιν. οἱ δίκαιοι οὐκ εἰς τὸ κριθῆναι, ἀλλ' εἰς τὸ λαβεῖν τὰς ἐπαγγελίας ἐγείρονται. νῦν οὖν λέγει ὅτι·" καὶ πολλοὶ τῶν καθευδόντων"· οὐκ ἀριθμεῖ οὕτω γὰρ τοὺς ἀσεβεῖς τοὺς μὴ ἐγειρομένους εἰς κρίσιν, ἀλλὰ τοὺς ἀνισταμένους" εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον". οὗτοι δέ εἰσιν οἱ ἁμαρτωλοί. οἱ δίκαιοι" εἰς ζωὴν αἰώνιον". περὶ τούτων τῶν δύο ταγμάτων καὶ ὁ σωτὴρ ἐν εὐαγγελίῳ λέγει·" ἐξελεύσονται οἱ τὰ ἀγαθὰ πράξαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα εἰς ἀνάστασιν κρίσεως". οὐ μνημονεύει οὐδὲ ὧδε τ̣ ῶν ἀσεβῶν. ἐπεὶ τοίνυν ὑπεξαιρεῖται τὸ τάγμα τῶν ἀσεβῶν, οὐκ εἶπεν ὅτι" πάντες" ἀνίστανται, ἀλλὰ" πολλοὶ τῶν καθευδόντων". ἐὰν δέ τις βίαιον ἡγῆται ταύτην τὴν ἀπόδοσιν οὐκ οὖσαν τοιαύτην καὶ λέγῃ ὅτι ἐν τοῖς ἁμαρτωλοῖς τάττονται καὶ οἱ ἀσεβεῖς, τὸ" πολλοὶ" οὕτως ἀκούομεν ἀντὶ τοῦ" πάντες"· οἱ πάντες γὰρ πολλοί εἰσιν, οὐκ ἀντιστρέφει δέ. ὅμως οἱ πολλοὶ ὧδε ἀντὶ πάντων λεγέσθωσαν. τοῦτο δὲ καὶ ὁ ἀπόστο λος γράφει·" ὥσπερ γὰρ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς ἀνθρώπου δίκαιοι κατασταθήσονται οἱ πολλοί, οὕτω καὶ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ καθίστανται οἱ πολλοί". καὶ ὧδε οἱ πάντες σημαίνονται διὰ τῶν πολλῶν· πάντες οἱ παρακούσαντες, πάντες οἱ ὑπακούσαντες. οὐκ ἀντιστρέφει. εἴ τινες πάντες εἰσίν, οὐ πάντως δὲ οἱ πολλοὶ πάντες, οἷον·" πολλοὶ ἐροῦσιν τῇ ψυχῇ μου"." καὶ φόβος τοῖς γνωστοῖς μου". τοῖς γνωστοῖς μου φόβος γέγονα ταύτην φέρων τὴν κατάστασιν ἣν ὀνειδίζουσιν πολλοί. ἀμέλει γοῦν καὶ οἱ ἀπόστολοι φοβηθέντες ἐσκανδαλίσθησαν πρὸς ὥραν. φόβον δὲ ἐνταῦθα τὸν παθητικὸν λέγει ᾧ ἕπεται δειλία εἰ μὴ αὐτή ἐστιν δειλία. δυνατὸν καὶ θεῖον φόβον λαβεῖν. οἱ θεωροῦντές με, οἱ τὸ μυστήριον τῆς ἐπιδημίας μου ἐπιστάμενοι καὶ τίνος ἕνεκα ἐσταυρώθην, φόβον ἔσχον τὸν ἴσον εὐλαβείᾳ, περὶ οὗ λέγεται·" φόβος κυρίου πάντα ὑπερέβαλεν"· ἴδε γάρ, τί λέγει·" οἱ γνωστοί μου". γιγ̣ νώσκονται ὑπὸ θεοῦ οἱ σπουδαῖοι· ἔγνω γὰρ κύριος τοὺς ὄντας αὐτοῦ, καὶ γιγνώσκουσιν αὐτόν. λέγει γοῦν καὶ ὁ ἀπόστολος Γαλάταις·" ἀλλὰ 147 τότε μὲν οὐκ εἰδότες, νῦν δὲ γνόντες θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ τοῦ θεοῦ". ὅτε γιγνώσκομεν τὸν θεόν, γιγνώσκει ἡμᾶς·" εἴ τις" γὰρ" ἀγνοεῖ, ἀγνοεῖται", δηλονότι εἴ τις γιγνώσκει, γιγνώσκεται." φόβος" οὖν" τοῖς γνωστοῖς μου". οἱ ἄξιοι τοῦ γιγνώςκεσθαι καὶ γιγνώσκοντές με, φόβον ἔσχον τὸν ἴσον εὐλαβείᾳ, περὶ οὗ λέγεται·" τότε συνήσεις φόβον κυρίου", μετὰ πολλὰ κατορθώματα." οἱ θεωροῦντές με ἔξω ἔφυγον ἀπ' ἐμοῦ". ὁ σωτὴρ καὶ κύριος ἡμῶν θεὸς ἅμα καὶ ἄνθρωπός ἐστιν. ὁρᾶται δὲ καὶ θεωρεῖται κατὰ τὸ ἄνθρωπος εἶναι· ἀόρατος γάρ ἐστιν" εἰκὼν" ὢν" τοῦ θεοῦ τοῦ ἀοράτου". καὶ δεῖ τοῦ ἀοράτου τὴν εἰκόνα ἀόρατον εἶναι. ἀλλὰ ἐὰν λέγηται·" ὁ ἑωρακὼς ἐμέ", ὁμωνύμως τὸ" ἑωρακὼς" λάβε ἀντὶ τοῦ" ὁ ἐπιστημόνως με θεωρῶν, ὁ θεικῶς με ὁρῶν, ὁ ὡς ἀοράτῳ ἐπιβάλλων, ὁ καὶ τὸ μυστήριον τῆς ἐπιδημίας καὶ τοῦ πάθους ἐπιστάμενος". οἱ ἔξω οὖν θεωροῦντές με ἔξω γέγοναν, οἱ κατὰ σάρκα μόνον εἰδότες Χριστὸν καὶ οἱ τοιοῦτοι ὄντες οἷς γράφει Παῦλος·" οὐ γὰρ ἔκρινά τι εἰδέναι ἐν ὑμῖν εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον". τῶν ἔξω εἰσι`̣ ν̣ καὶ ἔξω τρέχουσιν, οἷοί εἰσιν οἱ ἐν παραβολαῖς ἀκούοντες· οὐ γὰρ ἡ παραβολὴ ἀσαφῶς λεγομένη ἔξω αὐτοὺς πεποίηκεν, ἀλλὰ ἔξω αὐτοὺς ὄντας εἰς τοῦτο ἤγαγεν ἡ αὐτῶν ἐξωτερικὴ διάνοια." ἐπελήσθην ὡςεὶ νεκρὸς ἀπὸ καρδίας". ὁ ἐπιστάμενος Ἰησοῦν ζωὴν ὄντα– λέγει γάρ·" ἐγώ εἰμι ἡ ζωή", καὶ ζῶν ζῶντος πατρὸς υἱός ἐστιν·" ζῶ" γὰρ·" διὰ τὸν πατέρα"– οὐκ ἐπιλανθάνονται αὐτοῦ ποτε· παρὼν γὰρ τῇ διανοίᾳ αὐτῶν ἀεὶ φωτίζει αὐτούς, ὥστε ἕκαστον λέγειν·" ζῇ δὲ ἐν ἐμοὶ Χριστός". ὁ τοιοῦτος ἐν Χριστῷ ἐστιν καὶ Χριστὸν ἔχει ἐν ἑαυτῷ ζῶντα καὶ ἐνεργοῦντα. ὅταν δέ τις μὴ ζῶντα μηδὲ ἐνεργοῦντα αὐτὸν νοήσῃ, ἐπιλανθάνεται αὐτοῦ ὡς νεκροῦ· οὐ γὰρ ε᾿̣ ν πᾶσιν ζῇ Χριστός, ἀλλ' ἐν τοῖς κατ' αὐτὸν ἐνεργοῦσιν. ὅσοι δὲ νομίζουσιν εἶναι Χριστιανοί, μὴ ἐνεργοῦσιν δὲ κατὰ Χριστόν, οὐκ ἔχουσιν ζῶντα αὐτὸν ἐν αὐτοῖς. ἴδε· ὁ φαῦλος ἄνθρωπος ζῇ κατὰ κακίαν," φιλήδονος μᾶλλον ἢ φιλόθεος" ὑπάρχων πάντα ἡδονικῶς ποιεῖ. τὸν δίκαιον νεκρὸν ἡγεῖται, ἐπεὶ στέρεται τῆς αὐτοῦ ζωῆς τῆς φαύλης καὶ οὐ δέχεται αὐτὴν ἐν τῷ διανοητικῷ ἑαυτοῦ. 13 ἐγενήθην ὡσεὶ σκεῦος ἀπολωλός. οὐ σκεῦος ἀπολωλὸς γέγονα, ἀλλ' ὡς τὸ ἀπολωλὸς σκεῦος. καὶ λάβε μοι τὸ παράδειγμα· οἱ ἄνθρωποι οἱ ἄλλοι παρὰ τὸν σωτῆρα σταυρούμενοι δοκοῦσιν ἄχρηστα σκεύη γεγονέναι, ἀπωλείας σκεύη. οὗτος ὁ λέγων ταῦτα ὡς τὸ ἀπολωλὸς γέγονεν σκεῦος, οὐκ ἀπολωλὸς δέ. ὥσπερ γέγονεν ἁμαρτία οὐ τὰ αὐτὰ τοῖς ἄλλοις ἁμαρτία ὤν, ἀλλ' ἵν' ἐκεῖνοι δικαιοσύνη θεοῦ ἐν ω αὐτῷ γένωνται, ὡμοιώθη τῇ ἁμαρτίᾳ, ὡμοιώθη τῷ σκεύει τῷ ἀπολωλότι. ὅτι δὲ οἱ ἄνθρωποι λέγονται σκεύη, οὐκ ἀγνοεῖται, καὶ ταῦτα μὲν εἰς τιμήν, τὰ δὲ εἰς ἀτιμίαν. τοῦτο τὸ κατὰ τὸν Ἰησοῦν σκεῦος οὐκ ἀπωλ̣ είας· οὐκ ἔγνω γὰρ ἁμαρτίαν. γεγένηται δὲ ὡς τὸ ἀπολωλὸς σκεῦος. γέγονεν κατάρα, ἵν' εὐλογίαν ἐπαγάγῃ. οὐδεμία δὲ κατάρα εὐλογίαν φέρει, ἀλλὰ μᾶλλον φθείρει τὴν εὐλογίαν· οὐδεὶς γὰρ ἐπικατάρατος εὐ λογημένος. οὗτος δε`̣ γενόμενος κατάρα αἴτιος εὐλογίας γέγονεν, καὶ οὐχ ἑνί γε ἀνθρώπῳ, ἀλλὰ πᾶσιν τοῖς πιστεύουσιν. 14 ὅτι ἤκουσα ψόγον πολλῶν παροικούντων κυκλόθεν. ἤκουσα ψεγόντων με πολλῶν οὐκ ἀπεσχοινισμένων παντάπασιν. παροίκουν κύκλῳ τοῦ Ἰησοῦ οἱ Ἰσραηλῖται. ἔψεγον αὐτόν·" ἐν Βεεζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια"." ἁμαρτωλός ἐστιν ὅτι τὸ σάββατον οὐ τηρεῖ". κυκλόθεν ἦσαν. εἰ ἦσαν ἐθν̣ ικοὶ οἱ ταῦτα λέγοντες, οὐκ ἦσαν αὐτοῦ κύκλος. οὗτοι κύκλῳ γεγόνασιν. λέγει γοῦν·" καὶ ἐκύκλωσάν 148 με ὡς αἱ μέλισσαι κηρίον". πολεμικῶς ἐκύκλωσάν με. 14 ἐν τῷ ἐπισυναχθῆναι αὐτοὺς ἅμα ἐπ' ἐμέ. ἐμνημόνευσεν ἐχθρῶν, γειτόνων σφόδρα ὀνειδιζόντων αὐτόν, ἐμνημόνευσεν ἐπιλαθομένων αὐτοῦ ἀπὸ καρδίας, παροικοῦντας κυκλόθεν λέγει καὶ ψέγοντας. οὗτοι ἅμα ἐπισυνήχθησαν" τοῦ λαβεῖν τὴν ψυχὴν" αὐτοῦ, τότε μάλιστα ὅτε" ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά"· ἐνταῦθα γὰρ καὶ ἔθνη φρυάξαντα οὔπω πάντη ἀποκεκονμένα αὐτοῦ καὶ ἀπεσχοινισμένα." ἵνα τί ἐφρύαξαν"; ἀλαζονικώτερον ἐπέθεντο τοῖς Ἑβραίοις. καὶ οἱ Ἑβραῖοι δὲ ματαίως καὶ κενῶς ἐμελέτησαν τὰς περὶ ἐμοῦ προφητείας. πάντα τὰ εἰρημένα τάγματα" ἅμα ἐπισυνήχθησαν, τοῦ λαβεῖν τὴν ψυχήν μου ἐβουλεύσαντο". τὸ μέγεθος τοῦ πορθ̣ ο̣ υμένου δείκνυται, ὅτι" ἅμα πάντες ἐπισυνήχθησαν ἐπὶ τῷ λαβεῖν τὴν ψυχὴν" αὐτοῦ. οὐχ εἷς, οὐ δεύτερος, οὐ δέκα, οὐ χίλιοι, ἀλλὰ ἅμα πάντες. τὸ ἀκαθαίρετον καὶ τὸ δυσανάτρεπτον ἢ τὸ μὴ ἀνατρέπεσθαι τῆς Ἰησοῦ ψυχῆς σημαίνεται. μόλις ἅμα δεδύνηνται λαβεῖν τὴν ψυχήν μου ἢ βεβούληνται, οὐκ εἰλήφασιν δέ." οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ· ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ, ἵνα πάλιν λάβω αὐτήν". 14 τοῦ λαβεῖν τὴν ψυχήν μου ἐβουλεύσαντο. μέχρι τοῦ βουλεύσασθαι γεγόνασιν ἀποκτεῖναι αὐτόν. εἰ μὴ αὐτὸς δὲ ἑαυτὸν δεδώκει, οὐκ ἠδύναντο τοῦτο ποιῆσαι. ἀμέλει γοῦν ὁπηνίκα ἦλθαν ἐπὶ τῷ συλλαβεῖν αὐτόν, λέγει·" τίνα ζητεῖτε"; καὶ λέγει·" Ἰησοῦν τὸν Ναζαρηνόν"." ἐγώ εἰμι", ὡς εἶπεν," ἀπῆλθαν εἰς τὰ ὀπίσω καὶ ἔπεσαν χαμαί". καὶ δεύτερον πάλιν·" τίνα ζητεῖτε"; καὶ τὸ αὐτὸ εἶπεν αὐτοῖς, καὶ ἔπεσαν εἰς τὸ χαμαὶ πάλιν. τὴν τρίτην λέγει·" ἐγώ εἰμι", ἐμὲ οὖν κρατήσατε," ἄφετε τούτους ὑπάγειν"· οὐδεὶς γὰρ ἠδύνατο συνλημφθῆναι μετ' αὐτοῦ. πολλάκις ἐλέχθη τοῦτο, ὅτι ἕνεκα τοῦ μὴ ὑπόλημψιν παρασχεῖν τοῖς ἀβεβαίοις, ὅτι οὐκ αὐτὸς ἠρίστευσεν, ἀλλ' ὁ σὺν αὐτῷ παθών, οὐκ ἐπέτρεψεν τοῦτον. καὶ τοῦ Πέτρου οὖν λέγοντος ὅτι·" ἕτοιμός εἰμι μετὰ σοῦ καὶ εἰς φυλακὴν" καὶ θεῖναι" ψυχήν μου ὑπὲρ σοῦ", λέγει· πέπαυσο," πρὶν ἀλέκτορα φωνῆσαι τρίς με ἀπαρνήσῃ". εἰ δὲ ἦν συνπαθών, ἀμφήριστον ἐγίνετο, τίνος ἕνεκα τοῦτο γέγονεν. καὶ" ἑαυτὸν παρέδωκεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν". λέγεται δὲ καὶ ὁ πατὴρ παραδεδωκέναι αὐτόν· εὐδοκίᾳ γὰρ πα τρὸς καὶ τοῦτο γέγονεν̣. ἐὰν δὲ καὶ Ἰούδας λέγηται αὐτὸν παραδεδωκέναι, ἑτέρῳ τρόπῳ αὐτὸν ἐκεῖνος παρέδωκεν· προδότης αὐτοῦ γέγονεν. 15– 16 ἐγὼ δὲ ἐπὶ σὲ ἤλπισα, κύριε· εἶπον Σὺ εἶ ὁ θεός μου. ἐν ταῖς χερσίν σου οἱ κλῆροί μου. εἰ καὶ ἐκεῖνοι οὕτω πεποίηκαν καὶ ἐπισυνήχθησαν ἅμα ἐπ' ἐμὲ λαβεῖν τὴν ψυχήν μου βουλευσάμενοι καὶ τὰ ἄλλα ποιήσαντες, ἀλλ' οὖν γε ἐγὼ οὐκ ἀπέστην τοῦ ε᾿̣ πὶ σὲ ἐλπίσαι." εἶπα Σὺ εἶ ὁ θεός μου. ἐν ταῖς χερσίν σου οἱ κλῆροί μου". αἱ παπατικαὶ ἐξηγήσεις τοῦτο λέγουσιν, ὅτι οἱ κλῆροι ἐν ταῖς χερσὶν τοῦ θεοῦ τυγχάνουσιν οἷον ἡ διακονία, ὁ πρεσβύτερος, ἡ ἐπισκοπή. μακάριον δέ ἐστιν τὸ ἐν ταῖς χερσὶν τοῦ θεοῦ τοὺς κλήρους ἔχειν οὕς τις κεκλήρωται. ἀνεπιβούλευτός ἐστιν ὁ τοιοῦτος·" οὐδεὶς" γὰρ ἁρπάζει" ἐκ τῆς χειρὸς τοῦ πατρός"." ἐν ταῖς σαῖς χερσὶν οἱ κλῆροί μού" εἰσιν, λέγει ὁ σωτήρ. καὶ ἵνα συνέλθωμεν τῇ δοθείσῃ ἐκδοχῇ, λέγομεν ὅτι· οὓς ἐκληρωσάμην ἵνα μοι ὑπηρετῶσιν, οὓς ἐθέμην ἐν τῇ ἐκκλησίᾳ ἀποστόλους καὶ προφήτας καὶ διδασκάλους, ἐν ταῖς χερσίν σού εἰσιν. δυνατὸν δέ– καὶ ὁ Ἰσραὴλ ὅτε ἐχρημάτισεν" λαός μου", ἐλέγετο αὐτοῦ μερὶς καὶ κληρονομία–· τὰ ἔθνη πάντα κληρονομία δέδοται τῷ υἱῷ. πολλοὶ κλῆροί εἰσιν τὰ ἔθνη. οὗτοι οἱ κλῆροι ἐν ταῖς σαῖς χερσίν εἰσιν, ἠσφαλισμένοι ὑπὸ τῶν δραστηρίων καὶ σκεπαστικῶν σου δυνάμεων, ὥστε μη δένα οἷόν τε εἶναι ἁρπάσαι ἐκ τῆς χειρός σου·" οὐδεὶς" 149 γὰρ" δύναται ἁρπάσαι ἐκ τῆς χειρὸς τοῦ πατρός". οὐκ εἶπεν· εἰ μὴ ἔξω τις ἑαυτὸν ποιήσῃ τῆς χειρός, οὐ δύναται ἁρπασθῆναι ὑπό τινος. ἐπεὶ λέξουσίν τινες· καὶ μὴν σπουδαῖοι ὕστερον ὑπεσύρησαν εἰς ἀσέβειαν. καὶ ἵνα μὴ ἐξ εἰκότων λέγω, οἷον ὁ Ἰούδας αὐτὸς ἔξω πεποίηκεν ἑαυτὸν τῆς χειρός· νυκτὸς γὰρ οὔσης ὅτε τὰ περὶ τῆς προδοσίας ἐλογίζετο, λέγει·" ἐξῆλθεν ἔξω· νὺξ γὰρ ἦν"." οἱ κλῆροι" οὖν" μου"· ἕκαστος τῶν πιστευόντων εἰς ἐμὲ κλῆρός μού ἐστιν. ἐν ταῖς χερσίν σου τυγχάνει ἴσος κλη̣ ρονομίᾳ· ἕπεται γὰρ τῇ κληρονομίᾳ καὶ ὁ κλῆρος ὅταν εἰς πολλοὺς λογίζεται. ἀμφιλαφεστέρως λ̣ έγομεν καὶ τοῦτο· χεῖρες τοῦ θεοῦ εἰσιν αἱ δύο διαθῆκαι. εἴ τις κλῆρος αὐτοῦ τυγχάνει, ἐν ταῖς χερσὶν αὐτοῦ. 16 ῥῦσαί με ἐκ χειρὸς ἐχθρῶν μου καὶ ἐκ τῶν καταδιωκόντων με. οὐ πάντες οἱ ἐχθροὶ καταδιώκουσιν· οἱ δὲ καταδιώκοντες πάντες ἐχθροί. ἵνα τὸ τὸ μὴ καταδιῶξαι ὧδε μὴ ἐπὶ τῷ λαβεῖν, ἀλλὰ ἐπὶ τῷ ἐνεδρεῦσαι·" εἶπεν ὁ ἐχθρὸς Διώξας καταλήμψομαι". οὗτος ὁ διωγμὸς οὔκ ἐστιν μιμήσεως χάριν γινόμενος. διώκοντας δὲ δικαιοσύνην δεῖ ἀγαπᾶν. οἱ διώκοντες τὴν δικαιοσύνην ἕνεκεν τοῦ μετασχεῖν αὐτῆς καὶ ποιωθῆναι κατ' αὐτὴν διώκουσιν α̣ ὐτήν. ὡς ἐάν τις διώκοι ἐπιστήμην ἵνα κατὰ τὴν ἐπιστήμην καὶ θεωρῇ. οὕτω καὶ τό·" ζήτησον εἰρήνην καὶ καταδίωξον αὐτήν", ἐκλαβεῖν δεῖ. δύναται ἠθικώτερον καὶ οὕτω λημφθῆναι· ἐπεὶ ἡ χεὶρ τῶν ἐχθρῶν καὶ τῶν καταδιωκόντων με κακία ἐστίν, πρᾶξις ἀπηγορευμένη, ῥῦσαί με ἐκ τῆς πράξεως τούτων, μὴ ὑποπέσοιμι τοῖς αὐτῶν κακοῖς, τῇ αὐτῶν πράξει. 17 ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σου, σῶσόν με ἐν τῷ ἐλέει σου. ἐάν με ε᾿̣ γείρῃς καὶ ἔξω ποιήσῃς τῶν διωκόντων, ἐπέφανες τὸ πρόσωπόν σου. ἐγὼ δέ εἰμι τὸ πρόσωπόν σου, ὁ" χαρακτὴρ τῆς ὑποστάσεώς" σου, ἡ" εἰκών" σου" τοῦ θεοῦ τοῦ ἀοράτου". ἐπειδὴ δὲ" μορφὴν" ἔλαβον" δούλου"," ἐπὶ τὸν δοῦλόν σου ἐπίφανον τὸ πρόσωπόν σου". δεῖξον ὅτι οὗτος ὁ δοῦλος μορφὴν τὴν σὴν ἔχει, τὸ σὸν πρόσωπον ἐσκήνωσεν ἐν τῷ δούλῳ τούτῳ, ἵνα τὸ" ῥύσῃ με" κατ' ἐπίνοιαν τοῦ δούλου λέγηται, τὸ δὲ" πρόσωπον" κατ' ἐπίνοιαν τῆς ἀληθείας, τοῦ χαρακτῆρος τῆς θεικῆς ὑποστάσεως." ἐν τῷ ἐλέει" οὖν" τῷ σῷ σῶσόν με". ἔγειρόν με ἐκ νεκρῶν. τάχα δὲ καὶ σωτηρίαν ἑαυτοῦ λέγει τὴν σωτηρίαν τὴν ὑπὲρ ὧν ἐλήλυθεν, ἵν'" αἴτιος" αὐτοῖς" σωτηρίας αἰωνίου" γένηται. 18 μὴ καταισχυνθείην, ὅτι ἐπεκαλεσάμην σε. τότε δὲ οὐ καταισχύνομαι, ἐὰν τὰ τῆς παρακλήσεως ὑπαρχθῇ. ἐπερ· λ̣ όγος οὔκ ἐστιν τοῦ σωτῆρος;– ὀξεῖαι μεταβολαὶ τῶν προσώπων γίνονται. οὕτω καὶ ἐν τοῖς προφητι κοῖς πράττει. καὶ ἄλλο περὶ τ̣ οῦ ψιλοῦ ἀνθρώπου· οἷον ἕκαστος ἡμῶν πολλάκις διηγούμενος περὶ ἀνθρώπου ὁτὲ μὲν ἀπὸ τῆς ψυχῆς αὐτὸν σημαίνομεν ον, ὁτὲ δὲ ἀπὸ τοῦ σώματος. ἐὰν λέγω ὅτι καλὸς ἄνθρωπος," πυράκης", ἵνα ἀπὸ τῆς γραφῆς εἴπω," μετὰ κάλλους ὀφθαλμῶν", ὑπερμεγέθης,– εἶτα λέγω ὅτι ἐπιστήμων ἄνθρωπος, θεοῦ δοῦλός ἐστιν, ὑπόκειται τῷ κυρίῳ· μὴ γὰρ ἡ μεταβολὴ τῶν λέξεων ἐξ ὅλων ἔξω. ὅταν περὶ συνθέτου λέγηται, αἱ μεταβολαὶ τῶν προσώπων ἐκ μέρους ἐπὶ αὐτὸ μέρος φέρονται. ἐπεὶ τοίνυν καὶ ὁ ταῦτα λέγων οὐ μόνος ἄνθρωπός ἐστιν οὐδὲ μόνος θεός, ἀλλὰ θεὸς ἐνανθρωπήσας, τὰ μὲν ὡς ἀπὸ τοῦ ἀνθρώπου λέγεται, τὰ δὲ ὡς ἀπὸ τοῦ θεοῦ λόγου ἢ περὶ τοῦ θεοῦ λόγου." καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός". ἐπὶ τοῦ αὐτοῦ λαμβάνεις· μὴ γὰρ τοῦτο λέγει·" ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σου", τὸν ἄλλον ἐμοῦ· ἐμὲ τὸν δοῦλόν σου. 150 18 αἰσχυνθείησαν οἱ ἀσεβεῖς καὶ καταχθείησαν εἰς ᾅδου. τὸ" καταχθείησαν εἰς ᾅδου" πάλιν δύναμίν τινα ἔχει. οὐκ εἶπεν" καταβήτωσαν εἰς ᾅδην". ἑκουσίως δὲ κατιόντων ἐστὶν τὸ καταβῆναί που. οὗτοι δὲ οὐχ ἑκουσίως ἐν τῷ ᾅδῃ καταβιβάζονται. ἀμέλει γοῦν καὶ περὶ τῆς Καφαρναοὺ ἢ πρὸς τὴν Καφαρναοὺ λέγεται·" καὶ σύ, Καφαρναού, ἣ ἕως οὐρανοῦ ὑψωθήσῃ, ἕως ᾅδου καταβιβασθήσῃ". ὑπὸ ἄλλων καταβιβάζεται. τότε δὲ αἰσχύνονται ὅταν γνῶσιν ὅτι ἀσεβεῖς εἰσιν οὐκ ἔχουσιν ὁρμὴν προθυμίας καταβῆναι εἰς τὸν ᾅδην. διὰ τοῦτο κατάγονται ἵν' ὥσπερ ἔννοιαν λαβόντες ὅπου μέλλουσιν κατιέναι, αἰσχυνθείησαν. ἔτι πλέον κακίσουσιν ἑαυτοὺς ὅτι ἀσεβεῖς γεγόνασιν. 19 ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν. οὐκ ἐπαρᾶται αὐτούς· εὐλογεῖ αὐτούς· μὴ γὰρ εἶπεν·" ἄλαλα γενηθήτω τὰ χείλη αὐτῶν"." τὰ δόλια" ὅταν στερηθῶσιν τῶν διαβολικῶν λόγων, ἄλαλα γέγονεν. τὰ χείλη αὐτῶν οὐ καθάπαξ, ἀλλὰ" τὰ δόλια". ἀποβαλόντα τὸν λόγον λοιπὸν σὺν παρρησίᾳ καὶ ἀληθείᾳ λαλοῦσιν. οὕτω γοῦν λέγεται·" ἐξολεθρεύσει κύριος πάντα τὰ χείλη τὰ δόλια καὶ γλῶσσαν μεγαλορήμονα". ὅταν ἡ μεγαλορημονοῦσα γλῶττα, τουτέστιν ὁ λόγος, ὀλεθρευθῇ, ἐκεῖνος ἀφ' οὗ ὀλεθρεύεται, τὸν τοῦ θεοῦ λοιπὸν λαλεῖ λόγον. 19 ἐν ὑπερηφανίᾳ καὶ ἐξουδενώσει. ἐπεὶ ἀπαρεμφάτως κεῖται τὸ" τοῦ δικαίου", δύναται καὶ τοῦ δικαίου ἀνθρώπου καὶ τοῦ δικαίου πράγματος, περὶ οὗ λέγεται·" δικαίως τὸ δίκαιον". ὁ λαλῶν δὲ κατὰ τοῦ δικαίου καὶ κατὰ τοῦ ἔχοντος αὐτὸ καὶ πεποιωμένου κατ' αὐτὸυ λαλεῖ ἐν ὑπερηφανίᾳ καὶ ἐξουδενώσει· τότε γὰρ ἄλαλα γίνεται αὐτῶν τὰ χείλη, ὅταν γνῶσιν οἵας ταπεινότητός εἰσιν, ὅταν γνῶσιν ὅτι ὃν ἐξουδενώσουσιν, οὔκ ἐστιν ἄξιος ἐξουθενώσεως. 20 ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, κύριε, ἧς ἔκρυψας τοῖς φοβουμένοις σε. ἐπεὶ ἔδοξέν τινα ἀρατικῶς λέγειν, σκοποῦντες δὲ εἰς τὴν διάθεσιν τοῦ λέγοντος λέγομεν ὅτι οὔκ εἰσιν ἀραί, ἀλλὰ μᾶλλον ἐπευχαί. καλὰ δὲ αὐτοῖς ὑπαρχθῆναι βούλεται. ἐπεὶ συνέβαινεν τοὺς μὴ ἀγνο̣ ου῀̣ ντας τὴν χρηστότητα καὶ τὸ τέλος τῶν σῳζομένων ἐπιτρίβεσθαι, ἔκρυψεν τοῖς φοβουμένοις. φοβουμένους δὲ ὧδε λέγει τοὺς τὸν κολαστικὸν φόβον ἔχοντας, οὐ τοὺς δικαίους, οὐ τοὺς ἔχοντας ἐκεῖνον τὸν φόβον οὗ οὐδέν ἐστιν ὑστέρημα, οὐ τὸν πάντα ὑπερβαλόντα. λέγει ὅτι· ἐπεὶ ἡ χρηςτότης σου συνφυής ἐστιν ἡ αὐτὴ οὖσα τῇ ἀγαθότητί σου, πάντα δὲ ὑπὲρ σωτηρίας τῶν ὅλων ποιεῖς, καὶ τὰ σκυθρωπὰ καὶ τὸ ὑποπεσεῖν τινα ποιῆσαι σκυθρωποῖς, ἀλλ' ἐπειδὴ ἤμελλον οἱ ἐπιτριβόμενοι διὰ ἐπιπολαιότητα βλάπτεσθαι, ἔκρυψας αὐτὸ τοῖς φοβουμένοις σε, οὐ τοῖς ἀγαπῶσιν· ὧδε γὰρ τὸν φόβον τὸν διαστελλόμενον πρὸς τὴν ἀγάπην λαμβάνομεν–" ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον". τελεία δέ ἐστιν ἀγάπη ὅταν μὴ ἄλλου χάριν αὐτὸ ἀγαπῶμεν." ἡ τελεία" οὖν" ἀγάπη ἔξω βάλλει τὸν φόβον ὅτι ὁ φόβος κόλασιν ἔχει"–, οὐκ ἐκεῖνον, περὶ οὗ λέγεται·" οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν". 20 ἐξειργάσω τοῖς ἐλπίζουσιν ἐπὶ σὲ ἐναντίον τῶν υἱῶν τῶν ἀνθρώπων. ἐξειργάσω ταύτην τὴν κρύψιν. τινές εἰσιν υἱοὶ ἀνθρώπων οὐ ψεγομένων. ψέγονται δὲ πολλάκις οἱ ἄνθρωποι καὶ οἱ υἱοὶ ὅταν λέγῃ ὅτι·" υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι"; ὅταν δὲ λέγῃ·" ἐξ οὐρανοῦ ἐπέβλεψεν κύριος, εἶδεν πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων", ἐπαινετοί εἰσιν οὗτοι οἱ υἱοὶ τῶν ἀνθρώπων. καὶ λέγω παράδοξον· ὅταν πρὸς θεὸν ἀναφέρωνται, οἱ δίκαιοι ἄνθρωποί εἰσιν καὶ ἀνθρώπων υἱοί, ὅταν δὲ πρὸς τοὺς δικαίους, οἱ ἁμαρτωλοὶ υἱοὶ ἀνθρώπων, φαύλων ὄντων ἐκεί151 νων, περὶ ὧν γράφει Παῦλος·" ὅπου γὰρ ἔρις καὶ ζῆλος ἐν ὑμῖν, οὐχὶ ἄνθρωποί ἐστε"; καὶ περὶ ὧν·" ὑμεῖς δὲ δὴ ὡς ἄνθρωποι ἀποθνῄςκετε", ἐκπεσόντες τοῦ θεοὶ εἶναι καὶ υἱοὶ ὑψίστου. πρὸς τοὺς ἁγίους ἀνθρώπους λεγομένους ἢ θεοὺς ὀνομαζομένους υἱοὶ ἀνθρώπων οἱ φαῦλοι λέγονται, πρὸς δὲ τὸν τῷ θεῷ αἴτιον υἱοὺς σπουδαίους, ἐφ' οὓς ἐπιβλέπει. καὶ πάλιν·" ἀνθρώπους καὶ κτήνη σώσεις, κύριε. ὡς ἐπλήθυνας τὸ ἔλεός σου, ὁ θεός· οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσιν"." μέγα ἄνθρωπος καὶ τίμιον ἀνὴρ ἐλεήμων". ὧδε ὁ ἄνθρωπος ὁ" κατ' εἰκόνα καὶ ὁμοίωσιν" θεοῦ ἐπὶ μεγέθει ἐπαινεῖται. ὅταν δέ τις ἐκπεσὼν τοῦ εἶναι ὑψίστου υἱὸς ἄνθρωπος γένηται υἱός, φαῦλός ἐστιν οὗτος ὁ ἄνθρωπος." ἐξειργάσω τοῖς ἐλπίζουσιν ἐπὶ σὲ ἐναντίον τῶν υἱῶν τῶν ἀνθρώπων" τῶν σπουδαίων– ἴσασιν δὲ ἐκεῖνοι τὴν ἐξεργασίαν– κρύψιν τοῦ πλούτου τῆς χρηστότητός σου. 21 κατακρύψεις αὐτοὺς ἐν ἀποκρύφῳ τοῦ προσώπου σου. τοὺς υἱοὺς τῶν ἀνθρώπων οἷς ἐξειργάσω τὸν σὸν ἔλεον. κατακρύπτεταί τις δὲ ἐν ἀποκρύφῳ τοῦ θεοῦ οὕτως· ἔχει θεὸς πρόσωπον ἐπιφαινόμενον διὰ τῶν ἑαυτῶν δημιουργημάτων· λέγεται γάρ·" ἐκ μεγέθους καὶ καλλονῆς τῶν κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται". ἐξ ἀναλογίας τῆς κτίσεως θεωρεῖται· ὥσπερ γὰρ ἐὰν ἴδῃ τις σκάφος, φαντασίαν ναυπηγοῦ λαμβάνει κἂν μὴ παρῇ, καὶ ὁ θεωρήσας ἰθυνομένην ναῦν πόρρωθεν εὐθέως εἰς ἔννοιαν ἔρχεται ὅτι ἔστιν ὁ πηδαλιουχῶν αὐτήν, καὶ ἅρμα πόρρωθεν ὁ βλέπων τεταγμένως φερόμενον κἂν μὴ ὁρᾷ τὸν ἡνίοχον, ἐνθύμησιν αὐτοῦ λαμβάνει, οὕτω τεταγμένως τοῦ κόσμου ἄρα φερομένου καὶ περικαλλῆ ἔχοντος τὴν φύσιν φαντασία τοῦ κάλλους καὶ τοῦ μεγέθους τοῦ θεοῦ γνωρίζεται· εἰ γὰρ μεγάλα τὰ γενόμενα, πολὺ μείζω ὁ κατασκευάσας. ὅταν τις οὖν ἐκ τοῦ κόσμου καὶ τῆς τάξεως καὶ τῆς ἐννοίας καὶ τῶν κριμάτων τῆς προνοίας φαντασίαν λάβῃ θεοῦ, οὐκ εἰς τὸ ἀπόκρυφον τοῦ προσώπου αὐτοῦ κατεκρύβη. τοιοῦτοι δέ εἰσιν καὶ οἱ παρ' Ἕλλησιν φιλοσοφήσαντες· ἐκ γὰρ τοῦ μεγέθους τῶν δημιουργημάτων καὶ τῆς καλλονῆς φαντασίαν ἔλαβον θεοῦ. ὁ δὲ ἄνευ τῆς δημιουργίας λαμβάνων θεοῦ φαντασίαν ἑωρακὼς τὸν υἱὸν καὶ διὰ τοῦ υἱοῦ τὸν πατέρα–" ὁ" γὰρ" ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα"–, οὗτος ἐν ἀποκρύφῳ τοῦ προσώπου τοῦ θεοῦ κέκρυπται. ἀπόκρυφον δὲ τὸ κατὰ τὸν λόγον τὸν δημιουργικόν. πάλιν ἵνα καὶ δημωδεστέρως εἴπωμεν· δύο πρόσωπα εἶχεν Ἰησοῦς, ἀνθρώπου καὶ θεοῦ. ὅσοι κατὰ σάρκα αὐτὸν γιγνώσκουσιν, ἐν τῇ φανερώσει τοῦ προσώπου αὐτὸν λαμβάνουσιν. ὅσοι δὲ ἀποστάντες ἀπὸ τοῦ κατὰ σάρκα αὐτὸν εἰδέναι ἦλθον εἰς τὸ γιγνώσκειν αὐτὸν καθὸ θεὸς λόγος ἐστίν, οὗτοι κατεκρύβησαν ἐν ἀποκρύφῳ τοῦ προσώπου τοῦ θεοῦ. καὶ ἔτι, ἐπειδὴ ἔλεγον τὴν ἔξωθεν φαντασίαν τοῦ κόσμου πρόσωπον εἶναι, ὁ λόγος ὁ καθ' ὃν γέγονεν τὰ γενόμενα καὶ προνοεῖται καὶ διοικεῖται, τὸ ἀπόκρυφόν ἐστιν τοῦ προσώπου τοῦ θεοῦ, ἀπόκρυφον δὲ τὸ κατὰ τὸν λόγον τὸν δημιουργικόν. κρύπτει τὴν ἑαυτοῦ χρηστότητα ὁ θεὸς πολλάκις τοῖς μικροῖς τοῖς φοβουμένοις αὐτόν. ἐξειλήφαμεν δὲ χθὲς τοὺς φοβουμένους τοὺς φόβῳ κολάσεως ἀπεχομένους κακίας, εἴ γε δεῖ ταύτην ἀποχὴν κακίας εἰπεῖν." ἡ τελεία", φησίν," ἀγάπη ἔξω βάλλει τὸν φόβον ὅτι ὁ φόβος κόλασιν ἔχει". ὁ σχὼν ἐπιστήμην ἀγαθοῦ καὶ κακοῦ καὶ ποθήσας τὸ ἀγαθὸν καὶ αὐτῷ προσκλιθεὶς ἀπέχεται τοῦ κακοῦ ἔρωτι τῷ πρὸς τὸ ἀγαθόν, 152 ἀφίσταται τοῦ κακοῦ οὐ φόβῳ κολάσεως, ἐκκλίνει ἀπὸ τοῦ κακοῦ. ἐὰν γοῦν λόγος τις πείσῃ αὐτόν, ὅτι οὐκ ἔνι κόλασις, πράττει ὃ αἱρεῖται κακόν. ὁ θεὸς οὖν πολλάκις οὐκ ἐπάγει τὴν τιμωρίαν παραυτὰ χρηστότητι καὶ ἀγαθότητι. κρύπτει δὲ τὸ πλῆθος τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ διὰ τοὺς φοβουμένους, διὰ τοὺς μικρούς, διὰ τοὺς φόβῳ κολάσεως ἀπεχομένους τοῦ κακου῀̣." ὡς πολὺ" οὖν" τὸ πλῆθος τῆς χρηστότητός σου, κύριε". ἔκρυψεν αὐτήν· ἡ γνῶσις γὰρ αὐτῆς ἐποίει αὐτοὺς ἐπιτριβῆναι εἰς τὰ κακά. ὡς ἐάν τις μέχρι τοῦ θαμβῆσαι υἱὸν ἀγανακτήσεως λόγους προφέρῃ καὶ κρύπτῃ τὴν χρηστότη τα καθ' ἣν ποιεῖ τοῦτο ὡς μέλλων τιμωρήσασθαι· εἰ γὰρ γνοὺς ἦν ὁ υἱός, ὅτι μέχρι σχήματός ἐστιν ἡ ἀπειλή, κατεφρόνει τῆς χρηστότητος αὐτοῦ καὶ ἀπώλλυτο καὶ ἐγίνετο ὑπεύθυνος ὀργῇ. τῷ ὄντι πολλὴ χρηστότης ἐστὶν αὐτοῦ, πολὺ πλῆθός ἐστιν. λέγει γοῦν καὶ ὁ ἀπόστολ̣ ος πρός τινας·" ἢ τοῦ πλούτου τῆς χρηστότητος καὶ τῆς ἀνοχῆς καὶ μακροθυμίας αὐτοῦ καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ θεοῦ εἰς μετάνοιάν σε ἄγει"; ὁ δὲ μὴ τοῦτο ἐπιστάμενος οἴεται ὅτι οὐκ ἀπαρέσκεται τ̣ οῖς κακοῖς καὶ διὰ τοῦτο οὐκ ἐπεξέρχεται. καὶ Πέτρος δὲ ὁ τῶν ἀποστόλων κορυφαιώτατος γράφων τὴν ἐπιστολὴν καὶ τοιαύτην λέξιν εἴρηκεν·" οὐ βραδύνει κύριος τῆς ἐπαγγελίας ἧς τινες βραδύτητα ἡγοῦνται, ἀλλὰ μακροθυμεῖ οὐ βουλόμενός τινας ἀπολέσαι ἀλλὰ πάντας εἰς μετάνοιαν χωρῆσαι". ἰδοὺ ἡ χρηστότητος̣. οὐκ ἔδει τοῖς πολλοῖς αὐτὴν γνωρίμην εἶναι· κατεφρόνησαν γὰρ ἔτι μᾶλλον αὐτῆς. ἔκρυψας οὖν τοῖς φοβουμένοις σε τὸ πλῆθος τῆς χρηστότητός σου." ἐξειργάσω τοῖς ἐλπίζουσιν ἐπὶ σὲ ἐναντίον τῶν υἱῶν τῶν ἀνθρώπων". οἱ ἐλπίζοντες οἱ καραδοκοῦντές εἰσιν τὰς θείας ἀμοιβὰς καὶ τὰς ἐπαγγελίας ἃς θεὸς ὑπέσχετο τοι῀̣ ς εὖ βιοῦσιν ὀρέξαι." ἐξειργάσω" οὖν τοῦτο" τοῖς ἐλπίζουσιν ἐπὶ σέ". ἐξειργάσω τοῦτο τὸ κρύψαι τὸ πλῆθος τῆς χρηστότητός σου, ἵνα μηδὲ οἱ ἐλπίζοντες ἐπὶ σὲ τοῦτο ἴδωσιν ὅτι διά τινας οὐκ ἐπιφέρεις τὴν ὀργήν. λέγει οὖν ὅτι" ἐναντίον τῶν ἀνθρώπων". οὐκ εἰς ἀεὶ κρύπτεται τὸ πλῆθος τῆς χρηστότητός σου, ἀλλ' ὅσον ἄνθρωποί εἰσιν ἐκεῖνοι περὶ ὧν λέγεται·" ὑμεῖς δὲ δὴ ὡς ἄνθρωποι ἀποθνῄςκετε". καί·" ὅπου γὰρ ἔρις καὶ ζῆλος ἐν ὑμῖν, οὐχὶ ἄνθρωποί ἐστε"; ἐναντίον οὖν τούτων τῶν υἱῶν τῶν ἀνθρώπων ἐξειργάσω τοῦτο τὸ κρύψαι κατὰ τὸ πλῆθος τῆς χρηστότητός σου· καὶ αὐτοῖς γὰρ ἀνοίγει τοῦτο. ὁ θεὸς τῶν ὅλων λέγεται πολλάκις ἄνθρωπος, οὐχ ὅτι ἄνθρωπος γέγονεν ἢ ἄνθρωπός ἐστιν, ἀλλ' ὅτι συνκαταβαίνων τοῖς ἀνθρώποις οὕτω διοικεῖ τὰ κατ' αὐτοὺς καὶ κριτὴς αὐτῶν οὕτω γίνεται ὡς συνπαθὴς ἄνθρωπος." ἐτροποφόρησέν σε ὡς εἴ τις τροποφορήσει ἄνθρωπος τὸν υἱὸν αὐτοῦ". τοὺς τρόπους σου ἐφο´̣ ρ̣ ησεν τρέφων σε καὶ διοικῶν. συνᾴδει τούτῳ τό·" ἐὰν ἀνομίας παρατηρήσῃ, κύριε, κύριε, τίς ὑποστήσεται"; καί·" τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων". βλεφάροις μόνοις ὁρᾷ τὰ πραττόμενα. ὥσπερ οὖν ὁ ἀποστείλας τὸν υἱόν, ὁ εὐδοκήσας τῇ ἐπιδημίᾳ αὐτοῦ, ἀνθρώπους διοικῶν ὡς ἄνθρωπος προσφέρει τὰς ὠφελίας, οὕτω καὶ οὗτος" υἱὸς ἀνθρώπου" ἐστίν· τοῦ οὕτω ἀγομένου ἀνθρώπου υἱός ἐστιν. καὶ ἄλλο δέ· τρόπον τινὰ τὰ καθέκαστα γεννήματά εἰσιν τοῦ καθόλου. ὁ καθόλου δὲ ἄνθρωπος" κατ' εἰκόνα καὶ ὁμοίωσιν" θεοῦ γέγονεν· οὐδὲ γὰρ πάντως περὶ τοῦ Ἀδὰμ τοῦτο μόνου εἴρηται, ἀλλὰ ἡ φύσις ἡ τοῦ ἀνθρώπου ἡ καθόλου, τὸ εἶδος" κατ' εἰκόνα καὶ ὁμοίωσιν" θεοῦ γέγονεν. ὁ φυ λάττων οὖν τὸ πρωτότυπον, τὸ ὡσανεὶ καθόλου, ἐκεῖνος υἱός ἐστιν τοῦ ἀνθρώπου. ἐπεὶ τοίνυν ἡ Ἰησοῦ ψυχὴ ἐφύλαξεν τὸ κατ' εἰκόνα– ἁμαρτίαν γὰρ οὐκ ἔγνω οὐδὲ ἐποίησεν αὐτήν–, κατὰ τοῦτο υἱὸς ἀνθρώπου ἐκείνου λέγεται τοῦ" κατ' εἰκόνα καὶ ὁμοίωσιν" θεοῦ γεγονότος. ῥηθείη καὶ ἄλλως· εἰ καὶ πατέρα οὐκ ἔσχεν Ἰησοῦς κατὰ τὸν ἄνθρωπον, ἀλλὰ μητέρα ἔσχεν. καὶ ἡ γυνὴ δὲ ἄνθρωπος. 153 πρὸς ἀναίρεσιν δὲ τῆς δοκήσεως υἱὸς ἀνθρώπου εἴρηται. εἰ καὶ οὐκ ἔχει ἐκ πατρὸς τὸ εἶναι, ἀλλ' ἐκ μητρός ἐστιν. οὕτω γοῦν" γενόμενος ἐκ γυναικὸς" εἴρηται. πάντες ἐξ ἀνδρῶν γίνονται· τοῦτο γὰρ καὶ ὁ Παῦλος γράφει·" ἐξ ἀνδρὸς" γίνεται ὁ ἄνθρωπος," διὰ γυναικὸς" δέ· ἐκ τοῦ ἀνδρὸς γὰρ ἡ καταβολὴ γίνεται τοῦ σπέρματος, διὰ τῆς γυναικὸς δὲ ἡ μόρφωσις καὶ ἡ ἀπότεξις. ἐπεὶ τοίνυν οὐκ ἔχει οὗτος τὸ ἐξ ἀνδρὸς καὶ τὸ διὰ γυναικός, ἀλλ' ἐκ γυναικός– τὴν ὅλην γὰρ ὕλην ἐκ τῆς γυναικὸς ἔλαβεν, οὐ κατὰ τοὺς ἄλλους ἀνθρώπους·" Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη ὁ Χριστός". οὐκ εἶπεν" δι' ἧς"–, καὶ κατὰ τοῦτο οὖν" υἱὸς ἀνθρώπου" χρηματίζει· εἰ γα`̣ ρ ἁπλῶς ἄνθρωπος ἐλέγετο, ὑπελάμβανον οἱ δοκηταὶ ὅτι πέφηνεν ἄνθρωπος οὐκ ἐξ ἀνθρώπου ἔχων γένεσιν ἢ ἀρχήν. ἵνα δείξῃ οὖν ὅτι ἐκ τῆς Μαρίας ἐστίν, εἶπεν ἑαυτὸν" υἱὸν ἀνθρώπου". λέγεται δὲ καὶ αὐτὸς ὁ θεὸς λόγος ποτὲ ἀνθρώπου υἱός· ὅταν γὰρ λέγῃ·" οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου", τὸν θε ὸν λόγον κατ̣' αὐτοῦ λέγει. οὕτω δὲ λέγεται υἱὸς ἀνθρώπου, ὡς ἐὰν λέγωμεν πολλάκις τὴν ψυχὴν ἐκ τῶν γονέων. ὡς ἐὰν λέγωμεν ὅτι·" ὁ Ἰακὼβ ὁ ἅγιος τοῦ θεοῦ ἐκ τοῦ Ἰσαάχ ἐστιν", οὐ τοῦτο λέγομεν ὅτι ᾗ ποιός ἐστιν καὶ ἅγιος, ἀλλ' οὗτος ᾧ συνέβη ἁγίῳ εἶναι, ἐκ τοῦ Ἰσαάχ ἐστιν. καὶ κατὰ τοῦτο οὖν λεγέσθω υἱὸς ἀνθρώπου ὁ θεὸς λόγος." ἐὰν οὖν ἴδητε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον", οὐδὲ τὸ σῶμα λαμβάνομεν, ἵνα μὴ προσκλιθῶμεν τοῖς λέγουσιν οὐρανόθεν αὐτὸν κεκομικέναι σῶμα. σχεδὸν δὲ πάντες οἱ αἱρεθικοὶ τοῦτο λέγουσιν, ὡς Μαρκίων, Βασιλείδης, Βαλεντῖνος. οὕτω δὲ πολλάκις καὶ λέγομεν ὅτι" σοφὸς ἀνήρ, ἅγιος, θεοῦ φίλος", υἱὸς δέ ἐστιν τῆσδε· μὴ γὰρ καθὸ τοιοῦτός ἐστιν, υἱός ἐστιν ἐκείνης. ἐν τοῖς συνθέτοις πολλάκις τὰ τῶν κατὰ μέρος περὶ τοῦ ὅλου λέγομεν· ὡς ἐὰν λέγωμεν" νοήμων ἄνθρωπος, συνετός, μνήμων, ὑγιὴς τὸ σῶμα, εὔμορφος, εὐμεγέθης", τὰ μὲν ἀπὸ τοῦ σώματος, τὰ δὲ ἀπὸ τῆς ψυχῆς λέγομεν· ἔνια γὰρ τῶν ὑπαρχόντων τῷ συνθέτῳ οὐ δύναται τῶν ἑνὶ ἑκάστῳ τῶν ἐν τῇ συνθέσει εἶναι. τὸ μέντοι γρηγορεῖν ἢ καθεύδειν οὐδὲ περὶ τῆς ψυχῆς λέγεται μόνης οὐδὲ περὶ τοῦ σώματος· οὐδὲ γὰρ ἡ ψυχὴ χωρὶς σώματος τοῦτο ποιεῖ οὐδὲ τὸ σῶμα ἄνευ τῆς ψυχῆς. περὶ τοῦ συνθέτου ἄρα λέγεται." κατακρύψεις αὐτοὺς ἐν ἀποκρύφῳ τοῦ προσώπου σου". ἡ κτίσις τοῦ θεοῦ λέγεται εἶναί ποτε αὐτοῦ πρόσωπον·" ἐκ μεγέθους καλλονῆς τῶν κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται". οὐκ ἐν τῷ ἀποκρύφῳ αὐτοῦ προσώπῳ εἰσίν, ἀλλ' ἐν τῳ῀̣ προφανεῖ. ἐὰν ἰατρὸν ἴδῃς ἐργαζόμενον, τεχνικῶς ἐπιτελοῦντα, τὸ πρόσωπον αὐτοῦ ὁρᾷς· δείκνυσιν γὰρ τὰ τῆς ἰατρικῆς ἔργα τὸν ἰατρόν. ὅταν δὲ δυνηθῶμεν τὴν ἀναλογίαν τοῦ λόγου τῶν τεχνητῶν ἰδεῖν καὶ τὴν διάθεσιν τοῦ ποιοῦντος, οὐκέτι τὸ φανερὸν αὐτοῦ πρόσωπον ὁρῶμεν, ἀλλὰ τὸ κεκρυμμένον. οὕτω καὶ ἐπὶ θεοῦ λέγομεν ὅτι, ὅτε θεωροῦμεν τὰ δημιουργήματα, ἐκ τῶν δημιουργημάτων καὶ ἐκ τοῦ μεγέθους τοῦ κάλλους αὐτῶν τὸν ὄντα πέλαγος κάλλους καὶ μεγέθους θεόν, ἐν τῷ φανερῷ αὐτοῦ προσώπῳ ἔχομεν τὸν νοῦν. ὅταν δὲ σκοπήσωμεν, διὰ τί, φέρε, οὐρανὸν πεποίηκεν τ̣ οι̣ ῶσδε καί πως ἔχοντα καὶ διὰ τί τὸ τηνικαῦτα, εἰς τὸ ἀπόκρυφον τοῦ προσώπου αὐτοῦ εἰσήλθαμεν, εἰς τὸν λόγον καθ' ὃν ἐποίησεν." ὁ λόγος σὰρξ ἐγένετο". ἴδε τὸ ἔξω πρόσωπον." καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός". τὸ νοῆσαι ἀπόκρυφόν ἐστιν. τούτῳ οὖν συνφερόμενος καὶ ὁ ἀ154 πόστολος λέγει·" εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γιγνώσκομεν". 21 ἀπὸ ταραχῆς ἀνθρώπων σκεπάσεις αὐτοὺς ἐν σκηνῇ, ἀπὸ ἀντιλογίας γλωσσῶν. οἱ ἄρτι ἀπὸ ταραχῆς ἀνθρώπων ῥυόμενοι καὶ ἀπαλλαττόμενοι σκέπονται ἐν προ̣ κοπῇ· ὁ γ̣ ὰρ ἐκκλίνας ἀπὸ τοῦ κακοῦ ἵνα τὸ ἀγαθὸν ποιήσῃ, οὐχ ἅμα τῇ ἐκκλίσει τῇ ἀπὸ τοῦ κακοῦ τελείως ἔχε̣ ι τὸ ἀγαθὸν ἐν ἑαυτῷ. γίνεται μαθητὴς τῆς μονοτρόπου γλώττης, τῆς τοῦ θεοῦ γλώττης. λόγους δὲ σημαίνουσιν αἱ γλῶσσαι, καὶ πολλάκις τοῦτο ἀποδέδεικται·" ἐνέτειναν τὴν γλῶτταν αὐτῶν ὡσεὶ τόξον", τὸν λόγον αὐτῶν. καί·" θάνατος καὶ ζωὴ ἐν χειρὶ γλώσσης". οὐκ ἔχει ὅλως χεῖρα ἡ αἰσθητὴ γλῶσσα. ἐνέργ̣ ειαν δὲ ἔχει· ὁ λόγος καλούμενος γλῶσσα. 22 εὐλογητὸς κύριος, ὅτι ἐθαυμάστωσεν τὸ ἔλεος αὐτοῦ ἐν π̣ όλει περιοχῆς. ἐπιστήσας τοῖς εἰρημένοις καὶ ἐν γνώσει αὐτῶν γεγενημένος λοιπὸν εὐλογίας̣ τρόπῳ χαριστηρίους ἀναπέμπει αἴνους καὶ λέγει·" ἐθαυμάστωσεν τὸ ἔλεος αὐτοῦ ἐν πόλει περιοχῆς". ἔλεγον ὅτι τὸ πλῆθος τῆς χρηστότητος ἑαυτοῦ ἔκρυψεν ἐλέους ἕνεκα ἵνα ἐλεήσῃ. γνοὺς τὴν αἰτίαν τοῦ κεκρύφθαι τὸ πλῆθος τῆς χρηστότητος εὐλογεῖ τὸν τοῦτο πεποιηκότα καὶ λέγει ὅτι" ἐν τῇ πόλει τῆς περιοχῆς" τοῦτο πεποίηκαμεν. δυνάμεθα" πόλιν περιοχῆς" εἰπεῖν τὴν ἐνταῦθα ζωήν, τὴν ἐν τῷ κόσμῳ τούτῳ διατριβήν· τρόπον γάρ τινα ὡς ἐν φρουρᾷ περιεχόμεθα. ἐπειδὴ δὲ καὶ ἐν ταῖς Βασιλείαις λέγεται ἡ Σιὼν" πόλις περιοχῆς"–" τίς ἀπάξει με" γὰρ" εἰς πόλιν περιοχῆς";–, ἐπαινετή ἐστιν αὕτη ἡ περιοχή, φρουρά ἐστιν ἀκαταμάχητος, ἄβλητον ἕρκος." ἐθαυμάστωσεν" οὖν" τὸ ἔλεος αὐτοῦ ἐν τῇ πόλει τῆς περιοχῆς". εἴ τις ἔξω τῆς πόλεώς ἐστιν ταύτης, ἀγνοεῖ διὰ τί κρύπτει ὁ θεὸς τὸ πλῆθος τῆς χρηστότητος α̣ ὐτοῦ. λέγομεν δὲ τοὺς μικροὺς εἶναι τοὺς φόβῳ κολάσεως μὴ πράττοντας τὸ κακόν. ἐπερ·" τὸ ἔλεος αὐτοῦ ἐμοὶ" οὐ κεῖται;– ἀφαιρεῖται τὸ μέγεθος τοῦ ἐλέους τοῦ θεοῦ, ἐὰν προσθῇς τὸ" ἐμοί". καθόλου ἐστίν. ποιοῦμεν ἐνίοτέ τινα. ἐὰν ποιήσωμεν ὅτι σπουδαῖος ἢ ὅτι ἐπιστήμων, οὐκ ἐκείνῳ πεποιήκαμεν μόνῳ, ἀλλὰ παντὶ σπουδαίῳ, παντὶ ἐπιστήμονι. οὐ δεῖ οὖν ἔχειν τὸ" ἐμοί". φίλαυτός τις προσέθηκεν αὐτό. 23 ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου Ἀπέριμμαι ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου. περὶ τῆς προτέρας ἑαυτοῦ περιστάσε̣ ως λέγει, ἐν ᾗ ἐζήτει καὶ ἐταράττετο. ἐκστὰς ἐπὶ τῷ μεγέθει τοῦ θαύματος. καὶ ἐκπλαγεὶς ἐπὶ τῇ οἰκ̣ ονομίᾳ τῆς κρύψεως τῆς χρηστότητος τοῦ θεοῦ, ἔδοξα ἀπερῖφθαι ἀπὸ προσώπου τῶν ὀφθαλμῶν τοῦ θεοῦ, ὧν ἀπορίπτεται ἀπὸ προσώπου τοῦ θεοῦ ὁ ἀνάξια τοῦ προσώπου αὐτοῦ πράττων. πλὴν οὗτος οὔκ ἐστιν οὕτω κακὸς ὡς ὁ ἰδίᾳ προαιρέσει ἔξω τοῦ προσώπου τοῦ θεοῦ γινόμενος. ὁ Κάϊν οὖν τοιοῦτος ἦν·" ἐξῆλθεν" γὰρ" Κάϊν ἀπὸ προσώπου κυρίου τοῦ θεοῦ". αὐτομόλησεν πρὸς τὸ κακόν, ἀθεότητα ἠσπάσατο, ἀπρονοησίας γέγονεν εἰσηγη̣ τής. περὶ μέντοι τοῦ Ἀδὰμ λέγεται ὅτι" ἐξέβαλεν" κύριος. ἐκβάλλεται δὲ ὁ ἐφιέμενος ἔσω εἶναι. οὐκ ἦν δὲ οὕτω κακὸς ὡς ὁ Κάϊν. καὶ οὗτος οὖν ὁ ταῦτα λέγων εἶπεν ὅτι· ἐπειδὴ τοιαῦτα ἐπέστησαν καὶ τοῦ κα̣ τ' εἰκόνα τὴν οἰκονομίαν τοῦ κεκρύφθαι τὸ πλῆθος τῆς χρηστότητός σου ἀπὸ τῶν φοβουμένων σε, ἔδοξα ἀπορερῖφθαι ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου. δυνατὸν δὲ καὶ οὕτως· ὥσπερ πάντες οἱ τῇ πίστει προσεληλυθότες" σῶμα Χριστοῦ" εἰσιν" καὶ μέλη ἐκ μέρους", οὕτω καὶ τῶν θείων δυνάμεων, τῶν λογικῶν τὸ συνπλήρωμα σῶ155 μα θεοῦ ἐστιν. καὶ ὥσπερ ἐπὶ τῶν τοῦ Χριστοῦ μελῶν λέγομεν ὅτι οἱ διορατικοὶ ὀφθαλμοὶ λέγονται, οἱ δὲ πρακτικοὶ χεῖρες, οἱ" τῇ σπουδῇ μὴ ὀκνηροὶ" πόδες– τόδε" οὐ δύναται ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί· χρείαν σου οὐκ ἔχω", οὐδὲ ἡ χεὶρ δύναται εἰπεῖν·" οὔκ εἰμι ἐκ τοῦ σώματος, ἐπεὶ ὀφθαλμὸς οὔκ εἰμι". καὶ ὅρα γε· μείζ̣ ων ἐστὶν ὁ ὀφθαλμὸς τῆς χειρός, καὶ οὐ δύναται οὗτος ὁ ὀφθαλμὸς ὁ διορατικὸς διὰ τὸ σκοπεῖν τὰς οἰκονομίας εἰπεῖν ὅτι·" χρείαν σου οὐκ ἔχω"· οἶδας γὰρ ὅτι ἔχει πρᾶξιν ἡ χεὶρ ἣν ὀφθαλμὸς προηγουμένως ποιεῖν οὐ δύναται. κα̣······ ν̣ γοῦν καὶ οἰήσεώς ἐστιν τοῦτο ὅτι ὁ μείζω τῷ ἐλάττονι οὐ δύναται εἰπεῖν·" χρείαν σου οὐκ ἔχω". οἱ διορατικοὶ ἄνδρες ὀφθαλμοί εἰσιν τοῦ θεοῦ. καὶ λέγει· ἐπειδὴ ἐπέστησα πράγμασιν καὶ οὐκ ἐνόησα αὐτά, οὔκ εἰμι ὀφθαλμός. εἶπον οὖν τοῦτο ὅτι· τάχα ἔξω τῶν ὀφθαλμῶν τοῦ θεοῦ γέγονα, τῶν διορατικῶν ἀνδρῶν καθορώντων τῇ διανοίᾳ. 23 διὰ τοῦτο εἰσήκουσας τῆς φωνῆς τῆς δεήσεώς μου. διὰ τοῦτο εἰσήκουσας ὅτι ἔγνων· τὸ ὅσον ἧκεν εἰς τὴν ἐμ̣ ὴν ἄγνοιαν, ἀπερίφην ἀπὸ τῶν ὀφθαλμῶν τοῦ θεοῦ. 24 ἀγαπήσατε τὸν κύριον, πάντες οἱ ὅσιοι αὐτοῦ. ὅσιοί εἰσιν οἱ τὸ πρὸς θεὸν δίκαιον κατορθοῦντες, οἱ τηροῦντες ἐκεῖνο ὃ εἶπεν ὁ σωτήρ·" ἀπόδοτε τὰ τοῦ θεοῦ τῷ θεῷ"." ἀγαπήσατε τὸν κύριον"· σκόπει πρὸς τί εἴρηται τοῦτο· ἀφ' ὧν ἀπεκρύβη τὸ ἔλεος τοῦ θεοῦ, φοβούμενοι ἦσαν. καὶ ἐλάβομεν τὸ τοῦ Ἰωάννου ῥητὸν καὶ ἐσαφηνίσαμεν οὕτως τό·" ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον, ὅτι ὁ φόβος κόλασιν ἔχει, ὁ δὲ φοβούμενος οὐ τετελείωται". ἡ τελεία οὖν ἀγάπη, ὅταν τις ἀγάπῃ τῇ πρὸς τὸ ἀγαθὸν φεύγῃ τὸ κακόν· οὐ διὰ φόβον κολάσεως ἐκτὸς τοῦ κακοῦ μένει, ἀλλ' ὅτι ἔρωτα ἔχει γνήσιον πρὸς τὸ ἀγαθόν. ἀσυνύπαρκτα δέ ἐστιν τὰ ἐναντία. 24 ὅτι ἀληθείας ἐκζητεῖ κύριος. μονογενής ἐστιν ἡ τοῦ θεοῦ ἀλήθεια·" ἐγὼ" γάρ" εἰμι ἡ ἀλήθεια", ὁ σωτὴρ λέγει. γίνεται δὲ ἐν τοῖς μετέχουσιν ἀλήθειά τις. καὶ ὥσπερ ἔχει ἐπὶ ἐπιστημῶν καὶ ἀρετῶν– οὐχ ἕκαστον τῶν ἐπιστημόνων λέγομεν πᾶσαν ἔχειν τὴν ἐπιστήμην, ἀλλὰ ἐπιστήμην τινά, τουτέστιν ἄτομον. ὅσοι οὖν ἐὰν ὦσιν οἱ ἐπιστήμονες, τοσαῦται ἄτομοι ἐπιστῆμαί εἰσιν, καὶ ὅσοι ἐὰν ὦσιν μετέχοντες τῆς ἀληθείας, τοσοῦτοί εἰσιν ἢ τοσαῦταί εἰσιν αἱ ἀλήθειαι ὅσοι οἱ μετέχοντες. ταῦτα δὲ πρὸ τοῦ τέλους λέγω· οὐκ ἔνι γὰρ ἐκεῖ εἰπεῖν οὐδὲ πολλοὺς ἀληθεῖς οὐδὲ πολλὰς ἀληθείας, οὐ πολ λοὺς ἐπιστήμονας, οὐ πολλὰς ἐπιστήμονας· εἰ γὰρ ἀπεντεῦθεν τῶν πιστευόντων γίνεται" καρδία μία καὶ ψυχὴ μία" καὶ" κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ"– εἰ καὶ μὴ ἐξ ὅλων, ἀλλὰ κατά τι μᾶλλον–, ἐπὶ πᾶσιν ἐν τῷ τέλει τῷ ἐσχάτῳ ὀρεκτῷ οὐκ ἔνι εἰπεῖν ἐπιστήμονα ἐπιστήμονος διαφέρειν. ὡς εἰ καὶ κατ' ὑπόθεσιν πάντες οἱ ἰατροὶ κατὰ πάντα τὰ μέρη τῆς ἰατρικῆς εἶχον αὐτὴν ἀνυπερβλήτως, οὐκ ἦσαν πολλοὶ ἰατροί· πολλοὶ ἄνθρωποι, ἀλλ' οὐ πολλοὶ ἰατροί. ἐπεὶ τοίνυν μία ἐστὶν ἡ ἀλήθεια–" ἡ χάρις" γὰρ" καὶ ἡ ἀλήθεια" παραγίνεται" διὰ Ἰησοῦ Χριστοῦ"–· μ̣ ία οὖν δι' ἑαυτῆς ἡ ἀλήθεια γίνεται, οὐχὶ ἡ ὡς καθέκαστα ἀλήθεια δι' αὐτῆς. γίνονται διὰ τῆς μιᾶς, ὡς αἱ κατὰ μέρος ἀρεταὶ διὰ τῆς καθόλου καὶ αἱ καθέκαστα ἐπιστῆμαι διὰ τῆς καθόλου. ταύτας οὖν ἐκζητεῖ κύριος· διὸ σπουδάσατε ὡς οἷοί τέ ἐστε ἀλήθειάν τινα δέξασθαι· ταύτας γὰρ ἐκζητεῖ θεός. κἂν ἐπὶ τῶν πρακτικῶν ἀρετῶν λάβῃς, ἡ ἀλήθεια τῶν πρακτικῶν ἀρετῶν ἐκ τῆς διαθέσεως κρίνεται, εἰ δι' αὐτὸ τὸ δίκαιον μετέρχεταί τις αὐτό. ἐπεὶ τὸ" δικαίως τὸ δίκαιον διώξῃ", αὐτὸ τὸ δίκαιον δικαίως δίωξον, τὴν πρᾶξιν τοῦ δικαίου 156 δίωξον μετὰ διαθέσεως τῆς δικαιοσύνης." ἀγαπήσατε τὸν κύριον, πάντες οἱ ὅσιοι αὐτοῦ". αἰτίαν δέδωκεν· ἐπεὶ" ἀληθείας ἐκζητεῖ κύριος"," ἀγαπήσατε κύριον", τὸν χορηγὸν τῶν ἀληθειῶν. οὕτω ἀκούομεν καὶ δικαιοσυνῶν πληθυντικῶς λεγομένων·" δίκαιος κύριος καὶ δικαιοσύνας ἠγάπησεν". ὅταν μέντοι περὶ τῆς καθό λου δικαιοσύνης, τῆς οὐσιώσεως λέγῃ·" δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψεν", τὸν σωτῆρα ὧδε δικαιοσύνην λέγει. καὶ γέγονεν ἡμῖν ὥσπερ σοφία, οὕτω καὶ δικαιοσύνη. 24 καὶ ἀνταποδίδωσιν τοῖς περισσῶς ποιοῦσιν ὑπερηφανίαν. ἐπεὶ τὴν σμικρότητα ἔδειξεν τῶν φοβουμένων, εἴρηκεν γὰρ καὶ ἀνθρώπους ταράττοντας αὐτούς, σοφιστάς τινας καὶ ἀπατεῶνας, τούτους ὑπερηφάνους εἶπεν. πε̣ ρισσῶς δὲ ποιοῦσιν τὴν ὑπερηφανίαν. δυνατὸν δὲ καὶ οὕτω· πᾶσα κακία περιττὴ γίνεται, ἀντὶ τοῦ ματαίω̣ ς. τοῦτο̣ γοῦν καὶ ἐν Παροιμίαις λέγεται·" μὴ φιλεχθρήσῃς πρὸς ἄνθρωπον μάτην"· οὐδὲ γὰρ φιλεχθρήσας δύνῃ τι αὐτῷ, εἰ μὴ θεὸς παραδῷ. ματαίως οὖν τοῦτο ποιεῖ. οὐ δεῖ δὲ τὰ μάταια σπουδάζειν. καὶ οὗτοι οὖν οἱ ὑπερήφανοι περιττῶς ποιοῦσιν ὑπερηφανίαν· οὐδὲ γὰρ πάντες καθ' ὧν ἐπαίρονται, ὑποχείριοι αὐτοῖς γενήσονται, εἰ μὴ θεὸς παραδῷ. 25 ἀνδρίζεσθε, καὶ κραταιούσθω ὑμῶν ἡ καρδία, πάντες οἱ ἐλπίζοντες ἐπὶ κύριον. εἰρηκὼς τὰ ἀγωνίσμ̣ ατα πάντα ἀλείφει εἰς καρτερίαν, εἰς ἀνδρείαν. και`̣ οὐ τοὺς φοβουμένους λέγει, ἀλλὰ τοὺς ἐλπίζοντας. ἐλ̣ έγ̣ ομεν δὲ τούτους εἶναι τοὺς πόθῳ τῶν ἐπαγγελιῶν τὸ ἀγαθὸν ἐργαζομένους. οὗτοι οὖν ἑτοίμως ἔχουσιν πρὸς τὸ ἀνδρωθῆναι καὶ κραταιωθῆναι καὶ ἐνγίσαι τῷ θεῷ. κολλώμενος δὲ αὐτῷ ἕκαστος γίνεται ἓν πνεῦμα πρὸς αὐτόν. εἰ δὲ ἕκαστος τῶν κολλωμένων τῷ κυρίῳ ἓν γίνεται πρὸς αὐτόν, ὅταν πολλοὶ ὦσιν οἱ κολλώμενοι αὐτῷ, τρόπῳ μετουσίας οἱ πάντες ἓν πνεῦμα γίνονται. 1 Τῷ Δαυίδ· συνέσεως. μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι. ἡ ἄφεσις τῶν ἁμαρτιῶν καινὴ γένεσίς ἐστιν, γένεσις ἐπὶ γενέσει. διὰ τοῦτο παλινγενεσία λέγεται. ὡς ἡ παλινωδία δηλοῖ ᾠδὴν ἐπ' ᾠδῇν, οὕτω καὶ ἡ π̣ αλινγενεσία ἐπὶ φθασάσῃ γενέσει ἄλλη γένεσίς ἐστιν ἐπιγινομένη. ἔδει οὖν τὸν περὶ τῆς παλινγ̣ ενεσίας ψαλμὸν ἐν ἀριθμῷ ἔχοντι ἀρετάς τινας κεῖσθαι. ἔστιν δὲ ἐκ τοῦ τετάρτου τετραγώνου πέντε πέντε καὶ προσθήκην λ̣ αμβάνει τὸν πρῶτον τῶν τελείων τὸν ἕξ· ὁ γὰρ πρῶτος τῶν τελείων τῷ τετάρτῳ τῶν τετραγώνων προσλημφθεὶς ἀποτελεῖ τὸν τριάκοντα ἕνα. τὸ πέντε πέντε τετράγωνός ἐστιν. τετράγωνός ἐστιν ὁ ἰσάκις ἴσος. οὗτοι οὖν προ̣ σ̣ τεθέντες οἱ ἀριθμοὶ πεποίηκαν κατάλληλον τῇ παλινγενεσίᾳ· δεῖ γὰρ ἐκ τελείου ἀριθμοῦ ἔχειν τὴν σύνστασιν καὶ ἐκ τετραγώνου διὰ τὸ βέβαιον. ἡ προτέρα γένεσις εὔσειστος γέγονεν. ἀπάτη τοῦ ὄφεως ἀπέστησεν τοὺς πρωτοπλάστους ἀπὸ τῆς τελείας ἀρετῆς καὶ τῆς τηρήσεως τῆς θείας ἐντολῆς ἧς θεόθεν εἰλήφεσαν. ἔδει οὖν βεβαιοτέραν εἶναι τὴν δευτέραν γένεσιν. ἔχει τὸ βέβαιον ἐκ τοῦ τετραγώνου, ἔχει καὶ τὸ τέλειο̣ ν̣ ἐκ τοῦ ἓξ τῷ ἀνενλιπῆ εἶναι τὸν ἀριθμὸν τὸν ἐκ τῶν ἑαυτοῦ μερῶν συντιθέμενον καὶ ἀπαρτιζόμενον. καὶ τοῦτο δὲ λεκτέον· εἰ καὶ τετράγωνός ἐστιν ὁ εἰκοσι πέντε, ἀλλὰ ἀπὸ αἰσθητῶν ἔχει τὴν ἐπικοίλισιν· τὰ γὰρ αἰσθητὰ πέντε τυγχάνει, τὸ ὁρατόν, τὸ ἀκουστόν, τὸ γευςτόν, τὸ ὀσφρητόν, τὸ ἁπτόν. ὁ´̣ μως καὶ ἐν τοῖς αἰσθητοῖς ἐστιν τελειότης καὶ βεβαιότης· δίδοται γὰρ τὸ ἐπαινετὸν καὶ αἰσθητῶς, τελειοῦται δὲ διὰ τῆς ἑξάδος, διὰ τῆς τελειότητος. καὶ τοῦτο δὲ ἰστέον· ὁ πρὸ τούτου ψαλμός– φημὶ δὲ ὁ τριακοστός– τὴν ἀνθρωπίνην περιέχει γένεσιν· τριακοντού157 της τις γὰρ γεγενημένος δύναται πάππος εἶναι καὶ μάμμη ἡ τελειοῦσα τριάκον̣ τα ἐτῶν γενομένη. ταῦτα καὶ οἱ παῖδες τῶν ἰατρῶν λέγουσιν· δεκατεσσάρων τις ἐτῶν γεγενημένος γόνιμον δύναται προϊέναι σπέρμα. ἐὰν οὖν τοῦτο καταβληθῇ εἰς τὸ ἐργαστήριον τῆς φύσεως, ἀποτελεῖται ζῷον καὶ γεννᾶται τῷ πεντεκαιδεκάτῳ ἔτει. εἶτα αὐτὸ τοῦτο πάλιν δεκατεσσάρων ἐτῶν γεγενημένον δύναται γόνιμον εἶναι, καὶ εἰς τριακοςτὸν ἔτος πάππος ἀποδείκνυται. ἡ τριγένεια δὲ μάλιστα ἐν τοῖς ὑπὸ γένεσιν προτέρ̣ α̣ ν ταύτην ἔχει τὴν τελείωσιν. αὕτη οὖν ἡ γένεσις ἀνθρωπικωτέρα οὖσα προϋπάρχει τῆς γενέσεως τῆς δευτέρας, ἥτις κατὰ τὸν ἀριθμὸν τὸν εἰρημένον κεῖται βεβαιότητα ἔχοντα διὰ τὸν εἰκοσιπέντε καὶ τελ̣ ειότητ̣ α δ̣ ιὰ τὸν ἔξ. λοιπὸν ἴδωμεν τὴν ἀρχὴν αὐτοῦ τοῦ ψαλμοῦ τί μυστήριον περιέχει. ὁ
Ps 60
περιεχόμενος ἐν τοῖς στοιχείοις, ὡς ἐὰν λέγῃς περ̣ ὶ ἰατρικῶν θεωρημάτων ὅτι· τῆς συνέσεως τοῦδέ ἐστιν τοῦ ἰατροῦ τὰ γεγραμμένα, κατὰ μὲν Πέτρο̣ ν Γαληνοῦ, κατὰ δὲ ἄλλους Μενεμάχου." συνέσεως" οὖν" τοῦ Δαυίδ". ἡ σύνεσις δὲ τοῦ Δαυὶδ οὐκ ἀνθρωπικωτέρα ἐστίν, ἀλλὰ θεία, ἥτις καὶ πρᾶξιν ἔχει συνεζευγμένην· λέγεται γάρ·" σύνεσις δὲ ἀγαθὴ πᾶσιν τοῖς ποιοῦσιν αὐτήν". ἔστιν σύνεσις ἰσοδυναμοῦσα σοφίᾳ, ὡς ἐὰν λέγηται·" πνεῦμα σοφίας καὶ συνέσεως". αὕτη ἡ σύνεσις θεωρητική ἐστιν, περὶ τὰ μυςτήρια τῆς εὐσεβείας καὶ τὰ δόγματα τῆς ἀληθείας ἔχει. ἡ δὲ ἄλλη ἡ πρακτικ̣ η´̣ ε᾿̣ σ̣ τιν, ἡ ποιουμένη·" σύνεσις" γὰρ" ἀγαθὴ πᾶσιν τοῖς ποιοῦσιν αὐτήν". ἔχει δὲ καὶ ἡ πρακτικὴ ἀρετὴ συ´̣ νεσιν καὶ γνῶσιν· πόθεν γὰρ ἴσμεν εἰ πρακτικὰ ἢ ἠθικά εἰσιν, ἐὰν μὴ συνῶμεν αὐτά; καὶ ὁ Παῦλος γοῦν ὑπ̣ οθήκας πρακτικὰς γράφων λέγει·" δῴη σοι ὁ θεὸς σύνεσιν ἐν πᾶσιν". περὶ τῶν προσφορῶν ἔλεγεν, περὶ τοῦ δεῖν τὸν διδάσ̣ καλον τρέφεσθαι παρὰ τῶν παιδευομένων. καὶ ἐπεὶ ἐδόκει περὶ αὐτὸν εἶναι ἢ αὐτὸς ὁ διδάσκαλος τὸ δεῖν τὸν διδ̣ άσκαλον ἐπικουρεῖσθαι παρὰ τῶν μαθητῶν ἐπικεκρυμμένως αὐτὸ εἰρηκὼς λέγει·" δῴη σοι ὁ θεὸς σύνεσιν ἐν πᾶσιν". πολύτροπος οὖν ἐστιν ἡ σύνεσις, ὁμώνυμός ἐστιν ἡ λέξις, πολλὰ σημαινόμενα ἔχει. ἐπεὶ δὲ περὶ κεκρυμμένων ἐνταῦθα λέγει, κεῖται τὸ κατὰ τὴν γνῶσιν, τὸ συγγενὲς τῇ σοφία· μυστήρια γὰρ περιέχει ὁ ψαλμός. καὶ τοῦτο δὲ λεκτέον· ἀδύνατόν ἐστιν γραμματικοὺς λόγους νοῆσαι, ἐὰν μή τις ἔχῃ γραμμάτων σύνεσιν, καὶ οὐχ οἷόν τέ ἐστιν φιλοσόφους νοῆσαι λόγους, ἐὰν μὴ τοῦ εἰσηγουμένου θεωρήματος αὐτῶν γνῶσιν τις ἔχῃ. οὕτω καὶ τὰ τοῦ θεοῦ ἀδύνατόν ἐστιν νοῆσαι χωρὶς θεϊκῆς σ̣ υνέσεως. διὰ τί δὲ τῷ Δαυὶδ μόνῳ χαρίζεται ἢ λέγεται ἀπὸ τῆς τοῦ Δαυὶδ ἡ σύνεσις;– σκόπει ὅτι τὰ ἰδιώματα ὁτὲ μὲν ἀπὸ τοῦ διδόντος ὁτὲ δὲ ἀπὸ τοῦ λαμβάνοντος γνωριζόντων. αὐτίκα γοῦν καὶ τὸ ἅγιον πνεῦμα ἐν τῇ γραφῇ λέγεται ὁτὲ μὲν Ἠλία ὁτὲ δὲ Ἰωάννου. ὡσαύτως καὶ τὸ εὐαγγέλιον ὁτὲ μὲν θεοῦ λέγεται ὡς τοῦ θεοῦ διδόντος αὐτὸ καὶ συντάττοντος·" ἀφωρισμένος" γὰρ" εἰς εὐαγγέλιον θεοῦ", ὁτὲ δὲ ἀπὸ τοῦ διακονοῦντος αὐτό·" κατὰ" γὰρ" τὸ εὐαγγέλιόν μου", καὶ αὐτῶν τῶν εὐαγγελιζομένων ποτὲ λέγεται τῶν εἰληφότων τὸ εὐαγγέλιο̣ ν, ὁτὲ δὲ καὶ ἀπολελυμένως·" μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ". τὰ τοιαῦτα ὀνόματα ὁ´̣ ταν μετὰ καὶ ἄνευ προσθήκης τὸ αὐτὸ σημαίνουσιν, μετὰ θείας προσθήκης κ̣ αὶ ἄνευ ταύτης ἐστίν, ὡς ἔλε158 γον, ἁπλῶς εὐαγγέλιον καὶ εὐαγγε´̣ λιον θεοῦ. ταὐτὸν οὖν ἐστιν εἰπεῖν ἁπλῶς εὐαγγέλιον καὶ εὐαγγέλιον θεοῦ. οὕτως οὖν σύνεσις ἀπὸ μὲν τοῦ δ̣ ιδόντος θεοῦ ἔστιν, ἀπὸ δὲ τοῦ εἰληφότος προφήτου καὶ ἱεροψάλτου αὐτοῦ λέγετ̣ αι ἡ σύνεσις εἶναι. 1 μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι. διαφέρει ἁμαρτία ἀνομίας. ἀνομία ἐστὶν ἡ ἁμαρτητικὴ πρᾶξις τοῦ νόμον μὴ ἔχοντος· παράνομος γὰρ λέγεται ὁ παραβάτης νόμου." παρανομίαι ἄνδρα ἀγρεύουσιν". καί·" φησὶν ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ". εἰ καὶ ἄλλῳ τρόπῳ η῾̣ ἁμαρτία καὶ η῾̣ ἀνομία ταὐτόν ἐστιν· τοῦτο γὰρ Ἰωάννης ὁ θεῖος ἐν τῇ κατ' αὐτὸν ἐπιστολῇ γράφει·" πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν καὶ τὴν ἀνομίαν ποιεῖ, καὶ ἡ ἁμαρτία ἐστὶν ἡ ἀνομία". εἰ τοίνυν ἥμαρτεν, ἀνομία ἐστίν πως· ἀλλ̣ ὰ δυ´̣ ο αὐτὰ λ̣ έγει. συνπλεκτικῷ γοῦν συνδέσμῳ δήσας ἔδειξεν ὅτι δύο εἰσίν. εἶτα·" καὶ ἡ ἁμαρτία ἐστὶν ἡ ἀνομία". οἷον γένος ἐστὶν ἡ ἁμαρτία τῆς ἀνομίας· ἔλεγον γὰρ εἶδος εἶναι ἀνομίας, ὅταν ὁ πράττων κακῶς νόμον οὐκ ἔχῃ. λέγεται δὲ καὶ αὕτη ἁμαρτία καὶ ἡ τοῦ νόμου παράβασις ἢ παρακοὴ ἣν εἶπον παρανομίαν. ὡς ἐὰν λέγω·" πᾶς ὁ ἔχων ἵππον καὶ ζῷον ἔχει", γένος ἐστὶν τὸ ζῷον. οὐ πᾶς ὁ ἔχων ζῷον ἔχει ἵππον, ὁ δὲ ἵππον ἔχων ἔχει ζῷον. ὁ ἔχων τὰ εἴδη τὸ γένος τὰ εἴδη ἔχει. οὕτως οὖν καὶ ἐνταῦθα λέγει, ὡς τὴν αὐτὴν ἀνομίαν καὶ ἁμαρτίαν λέγει. κατ' ἐπίνοιαν δὲ ἔχει τὴν διαφοράν, ὅτι ἡ μὲν καθόλου, ἡ δὲ ἐν μέρει ἐστίν, ἡ μὲν γένος ἐστίν, ἡ δὲ εἶδος· ἔλεγον γάρ, ὅτι τὸ τῆς ἁμαρτίας ὄνομα καὶ κατὰ τῆς παρανομίας καὶ τῆς ἀνομίας κεῖται. ἁμ̣ αρτ̣ άνουσιν οὖν ἑκάτεροι·" ὅσοι γὰρ ἀνόμως ἥμαρτον". ἰδοὺ οὗτοι οἳ χωρὶς νόμου εἰσίν, ἁμαρτάνουσ̣ ι̣ ν̣." καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον"· οὗτοί εἰσιν οἱ σοφίαν ἔχοντες, οἱ παράβασιν νόμου ἔχοντες. ἀμφότεροι̣" ἥμαρτον". ἄφεσις δὲ ἀνομιῶν γίνεται, ὅταν ὁ θεῖος νόμος, ὁ πνευματικός, ὁ" ἐπιστρέφων ψυχὰς" κρατήσῃ τῶν ἀνομούντων. τότε ἀφίενται αἱ ἀνομίαι. καὶ λέγω οὕτω ἡ ἄφεσις τῶν ἁμαρτημάτων μη`̣ γι´̣ νεται εὐθέως. ἀφίησιν Ἰησοῦς ἐὰν λέγῃ ὅτι·" ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἁμαρτίας ἀφιέναι". καί·" τέκνον, ἀφίενταί σου αἱ ἁμαρτίαι"· μὴ γὰρ τοῦτο λέγει ὅτι·" ἰδοὺ ἀφέθησάν σου αἱ ἁμαρτίαι". δύναμιν δέδωκεν καινοποιοῦσαν. ἡ ἐνέργεια δὲ προσγεν̣ ομένη ἔφθειρεν τὴν κακίαν. μακαρίζονται οὖν ἐκεῖνοι ὧν αἱ ἁμαρτίαι ἀφέθησαν. λοιπὸν ἐπανέχου̣ σιν τῷ ἀμώμῳ νόμῳ τοῦ θεοῦ τῷ ἐπιστρέφοντι ψυχάς. ἄφεσις οὖν ἁμαρτιῶν γίνεται ὅταν προσέλθῃ θεῖος νόμος ὁ κατὰ τὸ εὐαγγέλιον· τοῦτο γάρ ἐστιν ὁ" πνευματικὸς νόμος" ᾧ ψυχαὶ ἐπιστρέφονται, ὡς εἶπον. καὶ αἱ κατὰ παράβασιν νόμου ἐπιγινόμεναι καὶ ἐπιδιδόμεναι ἁμαρτίαι ἔχουσιν ἐπίκρυψιν. αἱ μὲν ἁμαρτίαι ἐπικρύβονται. ἀδύνατον δὲ τοὺς ἅπαξ βαπτισθέντας πάλιν τυχεῖν τοῦ λουτροῦ. ἐπικρύβονται δὲ δι' ἔργων μετανοίας. ἀλλὰ λέγεις ὅτι ἐπικεκρυμμέναι μὲν αἱ ἁμαρτίαι ὑπὸ τὸ κάλυμμα σῴζονται. οὐχὶ" ἀγάπη", φησίν," καλύπτει πλῆθος ἁμαρτιῶν"; μὴ γὰρ καθάπαξ ἀφανίζει τὰ ἁμαρτήματα, ἀλλ' ἑτέρῳ τρόπῳ· ὁ γὰρ ἀγαπῶν ἔργα ἀγάπης ἐκπονεῖ· οὐ γάρ που δεικνύων τις ἀγάπην πρὸς τὸν πλησίον καταλαλεῖ αὐτοῦ, λοιδορεῖ αὐτόν, ἀδικεῖ. ὅταν δὲ τοῦτο ποιῇ, ἔχει οὗτος μὴ ἀγάπην εἰς αὐτόν. ἐπικρύβεται ταῦτα πάντα οὐκέτι ἐνεργούμενα, οὐχ ὅτ̣ ι πεπρεμνισμένα εἰσὶν κρυπτόμενα ὑπ' αὐτῆς, ἀλλ' 159 ἡ ἀγάπη ἐπελθοῦσα ἔκρυψεν ἐκεῖνα, τουτέστιν ἀπέστησεν αὐτά, ἔξω αὐτὰ πεποίηκεν. εἰ δὲ δεῖ καὶ μικρολογήσασθαι, η῾̣ ἀγάπη ἐπελθοῦσα παύ ει τὴν κατ' ἐνέργειαν ἁμαρτίαν σῳζομένης λοιπὸν τῆς δυνάμεως. εἴ τις ἐπικρύβεται, ἡ ἐνέργεια· οἷον ὁ μετανοήσας λῃστὴς εἶχε κατ' ἐνέργειαν ἁμαρτίαν· μετάνοιαν ἔσχεν· ὁ σωτὴρ ἄφεσιν αὐτῷ ἔδωκεν· αἱ ἐνέργειαι καθ' ἃς ἐλῄστευεν, ἀπεβλήθησαν. μένουσιν δὲ αἱ δυνάμεις, ἐπικρύβο̣ ν̣ τ̣ αι δέ. οὐ γὰρ προσεκτέον τοῖς λέγουσιν ὅτι στέρησίς ἐστιν ἡ κακία. εἰσίν τινες, καὶ αἵρεσίς γε ὅλη τῶν _0__Σ_τ_ο0_1___Δ_ω_ν_α_τ_1ικῶν τοῦτο λέγουσα ὅτι·" ἀδύνατόν ἐστιν τὸν ἀποβαλόντα ἀρετὴν ἀναλαβεῖν". ὡς ἀδύνατόν ἐστιν τὸν αἴσθησιν ἀποβαλόντα ἀναλαβεῖν, καὶ δια`̣ τ̣ οῦτο στέρησις ἡ τυφλότης καὶ ἡ κωφότης, οὕτω καὶ περὶ τῆς ἀρετῆς διανοοῦνται. ἡμῖν δέ, ὅσοι ἁπλούςτεροι, μᾶλλον δὲ ἀμαθοφλύαροι, λέγουσιν ὅτι οὐκέτι ἔνι τοιοῦτο· λέγουσιν γὰρ ὅτι οὐκ ἔνι μετὰ ταῦτα μετάνοια, οὐκ ἔνι ἀναλαβεῖν ἀρετήν, ἀλλὰ εἰς τοὺς αἰῶνας τῶν αἰώνων μένει ἡ κακία καὶ φέρει κατάλληλον κόλασιν. ἐπικρύβονται οὖν αἱ ἁμαρτίαι τούτῳ ᾧ εἶπον τρόπῳ· εἰς δύναμιν ἐ´̣ ρχονται· μακάριον γάρ ἐστιν τὸ δύναμιν ἔχειν κακίας. ἀσυνύπαρκτά ἐστιν τὰ ἐναντία. ὁ ἔχων κατ' ε᾿̣ νέργειαν τὴν ἀρετήν, δύναμιν ἔχει κακίας, καὶ μακάριόν γέ ἐστιν τοῦτο. οὐ δεῖ οὖν δυνάμει ἔχειν τὴν ἀρετήν, ἀλλ' ἐνεργείᾳ. διὰ τοῦτο καὶ ἐξ ἀρχῆς ὁ θεὸς ποιήσας τὸν ἄν θρωπον" κατ' εἰκόνα καὶ ὁμοίωσιν" τὴν ἑαυτου῀̣ κ̣ αὶ" εὐθῆ", διὸ ὥσπερ ἐν προχρείᾳ ἦν τὸ ἀγαθόν, εὐθὺς καὶ νόμον δέδωκεν κωλυτικὸν ἁμαρτίας, ἵν' ἡ ἁμαρτία ἀε̣ ὶ ἐν δυνάμει μένῃ. 2 μακάριος ἀνήρ, ᾧ οὐ μὴ λογίσηται κύριος ἁμαρτίαν, οὐδὲ ἔστιν ἐν τῷ στόματι αὐτοῦ δόλος. ἔλαβεν αὐτὸ ὁ Παῦλος περὶ τῶν ἐκ περιτομῆς καὶ περὶ τῶν ἐθνῶν·" ὁ μακαρισμός", λέγει," οὗτος ἐπὶ τὴν περιτομὴν καὶ ἐπὶ τὴν ἀκροβυστίαν". ἐπὶ νόμον ἔλαβεν ἐν ἐκείνῳ τῷ εἰργμῷ τοῦ ῥητοῦ τὸν ἀγαθόν, ἐπὶ τὸν ἀγαθὸν νόμον. ἄνομοί εἰσιν οἱ ἀπὸ τῶν ἐθνῶν·" νόμον" γὰρ" μὴ ἔχοντες ἑαυτοῖς εἰσιν νόμος". ὡς δὲ προσεκλήθησαν τῷ ἀληθιν̣ ῷ, οὐ τῷ κατὰ τὴν κοινὴν ἔννοιαν, οὐκέτι ἄνομοί εἰσιν. δύναται δὲ ὁ μακαρισμὸς ἀμφοτέρων εἶναι τω῀̣ ν ἀνόμων, τῶν ἐθνῶν ἢ τῶν ἁμαρτίας ἐχόντων ἐπικρυβομένας, τῶν Ἰουδαίων. ἔσχον δὲ νόμον̣ πρ̣ ο´̣ τεροι ὥστε διαστολὴ τῆς περιτομῆς πρὸς τὴν ἀκροβυστίαν γίνεται. ὑπῆρχε δὲ τοῦτο πρὸ τοῦ εὐαγγελίου ὅτε τὸ τ̣ ῶν ἀνθρώπων γένος εἰς δύο ἀνθρώπους διῄρητο, εἰς περίτομον καὶ ἀκρόβυστον. ὅτε δὲ ἐλθ̣ εῖν εὐδόκησεν ὁ κύριος̣ ἡμῶν, ἀμφότερα τὰ τάγματα συνῆψεν τοὺς δύο εἰς ἕνα καινὸν ἄνθρωπον κτίσας. ὁ καινὸς οὔκ ἐστιν ἐθνικός, ὁ καινὸς οὔκ ἐστιν ἐκ περιτομῆς, ἀλλ' εἷς καινὸς ὥσπερ καὶ γέγονεν ἐν ἀρχῇ εἷς ἄνθρωπος· οὐ γὰρ ἦν διαφορ̣ ὰ περιτομῆς καὶ ἀκροβυστίας τότε. ὥσπερ οὖν ὁ ἐκ περιτομῆς καὶ ὁ Ἕλλην εἰς ἕνα καινὸν ἄνθρωπον κτ̣ ίζονται διὰ μετανοίας, διὰ τοῦ ἐπιγνῶναι τὴν προτέραν ἀναστροφήν– ἡ προτέρα δὲ ἀναστροφὴ ἡ πρὸ τοῦ νόμου εὐαγγελική ἐστιν. ἄν ποτε γοῦν χλευάζωσιν Ἕλληνες λέγοντες ὅτι·" ὀψέ ποτε ὁ Χριστιανιςμὸς εἰς μέσον ἤχθη· ἡμεῖς δὲ πρότεροί ἐσμεν", δεικνύομεν ὅτι πρὸ Μω̣ σέως καὶ πρὸ τοῦ τὰ ἀγάλματα εἰς μέσον ἔλθῃ καὶ αἱ ποιήσεις τῶν εἰδώλων ἡ πολιτεία τῶν ἀνθρώπων τοιαύτη ἐστίν, οἵαν ἔχουσιν νῦν Χριστιανοὶ κατὰ πρακτικὴν καὶ διανοητικὴν ἀρετ̣ ὴν διάγοντες. εἰς ἐκεῖνον οὖν τὸν ἕνα ἄνθρωπον ἔκτισεν καὶ καινὸν αὐτὸν πεποίηκεν, καινὸν οὐχ ἕτε̣ ρον, ἀλλὰ καινὸν διαστελλό160 μενον πρὸς παλαιόν. ὅταν διαδοχὴ τῶν ἐντολῶν γένηται, παλαιὰ ἐκείνη γίνεται, ὡς πολλάκις εἰρήκαμεν ὅτι ὁ ἐπελθ̣ ὼν νόμος παλαιοῖ τὸν πρότερον. οὕτω γοῦν καὶ ἡ τῶν Ἰουδαίων ἡ κατὰ τὴν σκιὰν παλαιά ἐστιν, ἐπεὶ διεδέχθη ἀπὸ τοῦ εὐαγγελίου. ἐπειδὴ δὲ ἀδιάδοχός ἐστιν ἡ τοῦ εὐαγγελίου– κἂν ὁ οὐρανὸς οὖν καὶ ἡ γῆ παρε´̣ λ̣ θ̣ ῃ̣, μένουσιν οἱ Ἰησοῦ λόγοι–, διὰ τοῦτο καινὴ διαθήκη λέγεται, ἐπειδὴ ἀδιάδοχός ἐστιν. διεδέχθη οὖν καὶ ο῾̣ βίος ὁ τῶν ἀνόμων καὶ ὁ τῶν ἁμαρτωλῶν· τῶν μὲν γὰρ ἀφέθησαν αἱ ἀνομίαι, τῶν δὲ ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι, καὶ λοιπὸν ἄνθρωπος γέγονεν. οὐκέτι περὶ ἀνόμου λέγει ἢ ἁμαρτωλοῦ, καὶ λέγει·" μακάριος ἀνήρ, ᾧ οὐ μὴ λογίσεται κύριος ἁμαρτίαν". πρόσεχε ὅτι ἔλεγον· γένος ἐστὶν τῆς ἀνομίας ἡ ἁμαρτία. δύναται καὶ εἰς τὸν" ὑπογραμμὸν" τῶν σῳζομένων ἀναφέρεσθαι, τὸν κυριακὸν λέγω ἄνθρωπον. μακάριός ἐστιν οὗτος· οὐ γὰρ λογίζεται αὐτῷ ἁμαρτία· οὐ γὰρ ἔγνω αὐτὴν οὐδὲ ἐποίησεν." οὐδὲ ἔστιν ἐν τῷ στόματι αὐτοῦ δόλος". ὁ" λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ" κατὰ τὸν ψαλμὸν τὸν τοῦτο λέγοντα·" πορευόμενος ἄμωμος καὶ ἐργαζόμενος δικαιοσύνην, λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ", ὁ ἐν καρδίᾳ αὐτοῦ λαλῶν ἀλήθειαν οὐκ ἔχει δόλον ἐν τῷ στόματι, ου᾿̣ κ ἔχει δεδολωμένον λόγον. εὖ δὲ καὶ τὸ φάναι·" οὐδὲ ἔστιν ἐν τῷ στόματι αὐτοῦ δόλος". ἔνιοι οὐκ ἔχουσιν ἐν τῷ στόματι δόλον, ἐν τῇ καρδίᾳ δὲ ἔχουσιν·" ἡ καρδία σου" γάρ, λέγεται πρός τινα, ἐστὶν" πλήρης δόλου". καὶ πρὸς τὸν Ἐλύμαν τὸν μάγον ὁ ἀπόστολος εἶπεν·" ὦ πλήρης παντὸς δόλου". μέγα οὖν ἐστιν τὸ μὴ ἔχειν ἐν τῷ στόματι δόλον, ὅταν ἡ καρδία μὴ ἔχῃ δόλον· ἐνχωρεῖ γὰρ πανοῦργόν τινα πάν̣ τα λαλεῖν τοιαῦτα ὡς δοκεῖν μὴ δόλον ἔχειν. καὶ λέγω· οὐδένα ἔχει δόλον ἐν στόματι ω῾̣ ς οἱ σ̣ ο̣ φισταί· οὐ τοὺς διδασκάλους τῶν ῥητόρων λέγω, ἀλλὰ τοὺς σοφιστικοὺς τοὺς ψ̣ ευδ̣ ομ̣ ένους τοῖς σοφίσμασιν. σόφισμα ψεῦδός ἐστιν· κἂν γάρ ποτε ἐξ ἀληθῶν λημμάτων ᾖν γινο´̣ μ̣ ενον, ἀλλὰ τὸ συνπέρασμα ψεῦδός ἐστιν. 3 ὅτι ἐσίγησα, ἐπαλαιώθη τὰ ὀστᾶ μου, ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν. ὑπερβατῶς τοῦτο κεῖται·" ὅτι ἐσίγησα ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν, ἐπαλαιώθη τὰ ὀστᾶ μου". ἐσφαλμένως δὲ τέθειται τὸ" ἐπαλαιώθη τὰ ὀστᾶ μου" οὕτως·" ὅτι ἐσίγησα" ταῦτα, τὸ" ἐπαλαιώθη τὰ ὀστᾶ μου ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν". οὐκ" ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν"" πεπαλαίωνται τὰ ὀστᾶ μου", ἀλλ'" ὅτι ἐσίγησα ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν"· πρὸ τούτου γὰρ εἶχον τὴν ἡμέραν ἣν" ὁ ἥλιος τῆς δικαιοσύνης" ποιεῖ. καὶ ἐβόων δὲ τοῦτο μὲν εὐχόμενος, τοῦτο δὲ δοξολογῶν τὸν θεὸν τὸν χαριζόμενόν μοι τὴν ἡμέραν. ἐπεὶ οὖν ἐσίγησα ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν, πεπαλαίωνται τὰ ὀστᾶ μου. εἴρηται δὲ ἡμῖν καὶ πρὸ τούτου ὅτι ὀστᾶ λέγει τὰς εὐτόνους δυνάμεις τῆς ψυχῆς καὶ τὰ δόγματα τῆς εὐσεβείας. ὡς δὲ τὰ ὀστᾶ ταῦτα διακρατεῖ ὅλον τὸ σῶμα– ἐξ αὐτῶν γὰρ καὶ τὰ φλέβια καὶ πάντα ἤρτηται. λέγεται οὖν·" πάντα τὰ ὀστᾶ μου ἐροῦσιν Κύριε, τίς ὅμοιός σοι"; οὐ ταῦτα τὰ ὀστᾶ αἴσθ̣ ησιν ἢ νόησιν ἔχει. πριζόμενα γοῦν αὐτὰ οὐκ αἰσθάνονται." ἐπαλαιώθη" οὖν" τὰ ὀστᾶ μου". διεδέχθη. ὅτε ἦν θεῷ ἡνωμένα, τότε ἔκραζον ὅλην τὴν ἡμέραν. ἐπειδὴ δὲ σιωπὴ τὴν κραυγὴν διεδέχθη, πεπαλαίωνται τὰ ὀστᾶ μου. ἤδη δὲ εἶπον ὅτι τὰ ἀδιάδοχα 177 32, 13 εἶδεν πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων. βληθέντος" τοῖς κτήνεσιν τοῖς ἀνοήτοις". τούτους οὖν εἶδεν τοὺς υἱοὺς τῶν ἀνθρώπων. 14 ἐξ ἑτοίμου κατοικητηρίου αὐτοῦ. κατοικητήριον αὐτοῦ ὡσανεὶ ναὸς αὐτοῦ ἐστιν ἡ κατάστασις··················· τὸν θρόνον αὐτοῦ. ὁ θρόνος οὗτος ἕτοιμός ἐστιν καὶ κατοικητήριο̣ ν̣·························" ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε, καὶ ἀπὸ τοῦ αἰῶνος σὺ εἶ". τὸ ετοιμ̣ ο̣························· περὶ αὐτοῦ ὡς βασιλέως. καὶ τοῦ θρόνου αὐτοῦ ἔννοιαν λαμβάν̣ ομ̣ εν························· ἔρχεται, καὶ οὕτω ναὸν αὐτοῦ ἀκούοντες σὺν αὐτῷ ἕτοιμον αὐτὸν λ̣ αμβάνομεν················· ὡσανεὶ κατάστασιν θεοῦ δηλοι῀̣, μεγαλειότητα θεοῦ. ψυχὴν ἧς οὐκ ε························· ἕτοιμόν ἐστιν αὐτοῦ τὸ κατοικητήριον. δύναται δὲ καὶ τοῦτο· ετ̣ οι̣························· ἐκ τῆς αὐτῆς μετουσίας ἕτοιμος γίνεται πρὸς τὸ χωρῆσαι θεοῦ παρουσίαν························ ἁγιότης κατὰ βραχὺ ἐνγίνεται τῷ ἔχοντι· ἄρχεται γὰρ ἐκεῖνος προκοπ······················· λάμβανε τὴν μετουσίαν. τὸ τοῦ θεοῦ κατοικητήριον ἕτοιμόν ἐστιν ο̣ ὐκ························ κατὰ προκοπὴν ἐκ μικροῦ μέγας γίνεται συνμετρούμενον τῇ υ῾̣ π̣ άρξει························ ἕτοιμόν ἐστιν. λέγεται δέ ποτε αὐτὸ τὸ καλὸν ἕτοιμον, ὡς ἐὰν λέγῃ·" ἑτοίμη ἡ καρδία μου, ὁ θεός"· ὁ γὰρ ἡτοιμασμένην ἔχων τὴν καρδίαν, ναός ἐστιν θεοῦ, ἕτοιμον αὐτοῦ κατοικητήριόν ἐστιν. καὶ ἔτι·" εἰ ἀνηγγέλη σοι, ἄνθρωπε, τί καλὸν" καὶ τί τερπνὸν" ἀλλ' ἢ τοῦ ποιεῖν κρίμα καὶ ἀγαπᾶν ἔλεον καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ κυρίου θεοῦ σου"; καὶ ἔτι·" τὴν ἑτοιμασίαν τῆς καρδίας αὐτῶν προσέσχεν τὸ οὖς σου". 14 ἐπέβλεψεν ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν. ἄλλοι εἰσὶν οἱ κατοικοῦντες τὴν γῆν παρα`̣ τοὺς υἱοὺς τῶν ἀνθρώπων· κατοικοῦσιν γὰρ ἄνθρωποι οἱ μὴ τηρήσαντες τὸ κατ' εἰκόνα μηδὲ τυγχάνοντ̣ ες̣ γ̣ ε̣··························· γῆν. οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων τούτων οὐ κατοικοῦσιν, ἀλλὰ παροικοῦσιν······················ προνοεῖται·" ἀνατέλλει" γὰρ" τὸν ἥλιον" ὥσπερ" ἐπὶ ἀγαθούς", οὑ´̣ τ̣ ω καὶ" ἐπὶ πονηρούς"············ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων ἐφορᾷ, καὶ τοὺς κατοικο̣ υ῀̣ ν̣ τ̣ ας̣······························ ἄλογα ζῷα· δίδει γὰρ" τροφὴν πάσῃ σαρκί".̣ πάντας τοὺς ἐπὶ τ̣ η῀̣ ς γ̣ ῆς····························· πτει εἰς παγίδα· οὐ γὰρ ἐκ παραλλήλου λέγομεν τοὺς υἱοὺς τῶν ἀνθρώπων καὶ τοὺς κατοικοῦντας τὴν γῆν. 15 ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν. διαστέλλετ̣ αι ἐν τῇ γραφῇ τὸ ποιεῖν πρὸς τὸ πλάττειν· τὸν" κατ' εἰκόνα" γὰρ" καὶ ὁμοίωσιν" ἑαυτοῦ ὁ θεὸς ἐποίησεν ἄνθρωπον, ἔπλασεν δὲ τὸν ἐκ τοῦ" χοῦ ἀπὸ τῆς γῆς" ἄνθρωπον". καὶ ὁ Ἰὼβ γοῦν ἀμφότερα ταῦτα λέγει·" αἱ χεῖρές σου ἔπλασάν με καὶ ἐποίησάν με". εἰ κυρίως ταύτην τὴν λέξιν λέγει, γίνεται ἂν ὁ ἔσω ἄνθρωπος̣, πλάττεται δὲ ὁ ἔξω. καὶ ὡς εἰρηκ········" μνήσθητι ὅτι πηλόν με ἔπλασας". τὸ τῆς πλάσεως ῥῆμα αντ·· φηρησιν σημαίνει· οἷον·························· ὁ δὲ ποιῶν δύναται δυνατε καὶ θελήςει ᾗ γονεῖς εἰς ὕπαρξιν ἀγαγεῖν················· ἐν τοῖς ἔνπροσθεν ἀναγνωσθεῖσιν ἐλέγομεν διαφε´̣ ρειν τὸ γενέσθαι τοῦ κ̣ τισθῆναι················· ως τὸ πλάσαι οὐ πάντη αὐτό ἐστιν. ἄκουε γοῦν τί λέγει· οὐ λέγει καθ' ἁπάσας πεπλάσθαι τὰς καρδίας ὑπὸ θεοῦ, ἀλλὰ" κατὰ μόνας"." κατὰ μόνας" ἐπλάσθησαν αἱ καρδίαι τ························· καρδίαν πρὸς καρδίαν συντροχάσαι. διαφέρουσιν πάντως καὶ························· 178························ ἔχωσιν πολλοί, κατά τινα διαφορὰν ἔχουσιν αὐτά. τοῦτο γοῦν καὶ ἐν Παροι μίαις λέγει·" ὥσπερ οὐχ ὅμοια πρόσωπα προσώποις, οὕτως οὐδὲ αἱ καρδίαι τῶν ἀνθρώπων" ὅμοιαι. δύσκολον οὖν ἐστιν δύο ὅμοια πρόσωπα εὑρεῖν. κἂν μυθεύηται τὸ τοῦ Πολυδεύκους καὶ Κάστορος, ἀλλὰ μέχρι μύθου ἵσταται. λέγουσιν τὰ ἡμισφαίρια σημαίνεσθαι διὰ τῶν δύο τούτων ὀνομάτων. διὸ λέγουσιν ἡμέραν παρ' ἡμέραν ἐν μέρει ζῆν αὐτούς· τὰ γὰρ ἡμισφαίρια οὕτως εἰσίν· ὅταν γένηται τὸ ἓν ἡμικύκλιον ὑπὸ τὴν γῆν, τὸ ἄλλο ὑπὲρ τὴν γῆν γίνεται········ διὰ τὸ τὰ ἡμικύκλια ἀπαράλλακτα εἶναι τῇ ὁμοιότητι. ἐὰν γοῦν τέμῃς κύκλον ἐν μέσῳ, τὰ ἡμικύκλια ἀπαράλλακτά εἰσιν. ἐκεῖνο οὖν μεμυθεύσθω. δῶμεν δὲ ὅτι καὶ γέγοναν ἄνθρωποι τοιοῦτοι························· ο̣ υσαν. δύσκολον οὖν ἐστιν συντροχάσαι πρόσωπον προσώπῳ ἐν ὁμοιότητι······················ ε̣ ιν ἐπιγιγνώσκουσιν." ὥσπερ" οὖν" οὐχ ὅμοια πρόσωπα προσώποις, οὕτως οὐδὲ αἱ καρδίαι τῶν ἀνθρώπων" ὅμοιαι. ἀμέλει γοῦν" οὐδεὶς οἶδεν τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ". εἰ οὐδεὶς οἶδεν τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τὸ ἐν αὐτῷ, τὰ τῶν ἀνθρώπων κατ' ἰδίαν πέπλασται ἕκαστα. πλάσιν δὲ ἐνταῦθα τὴν ὡσανεὶ κρᾶσιν καὶ······················· εἶπον γὰρ ὅτι οὐχ ὑποπίπτουσιν τῇ αἰσθητικωτέρᾳ πλάσει ὥσπερ πηλὸς κεραμικός·················· τὰς καρδίας, οἶδεν πάντα τὰ ἔργα αὐτῶν· ἐπεὶ γὰρ κυρίως ἔργα τις οἶδεν, ἐὰν ἐκ τῆς························ εν̣ αὐτά. ἐλέγομεν καὶ ἄλλοτε ὅτι ὁ ἐπιστάνων μηχανικοῖς ποιήμασιν τὸν νοῦν······················ δύνασαι κρῖναι εἰ καλῶς ἢ οὐ καλῶς ἔχει τὰ μέρη τοῦ ὡρολογίου. καὶ ἐπὶ εἰκόνος················· οὐ συντροχάζει οὖν καρδία πρὸς καρδίαν. διὸ μόνος αὐτὸς" καρδιογνώστης πάντων" λέγεται κατὰ τὴν εὐχὴν τὴν ἀναπεμφθεῖσαν ὑπὸ τῶν ἀποστόλων, ὅτε ἐκλογὴν ἐποίουν οἱ μαθηταὶ δεσ······················ οὐδ̣ εὶς ἄλλος δύναται τὴν καρδίαν τοῦ ἀνθρώπου φωρᾶσαι. διὸ οὐ δύναται διαστεῖλαι καρδίαν ἀπὸ καρδίας. καὶ ὁ Ἰὼβ λέγει·" ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων". εἰ καὶ ἄλλος παρίστατο··························· τοῦ θεοῦ τοῦτο. κατὰ μόνας πλάττει τὰς καρδίας. ἑκάστη καρδία································· τὸ τῆς πλάσεως ὄνομα οὐ δημιουργίαν τῆς καρδίας σημαίνει··························· καὶ γὰρ οἱ πρεσβύτεροι οἱ ἀποδεχόμενοι αὐτῆς τὴν ἀριστείαν ἣν ἐπε··························· εἰρη´̣ κασιν·" ἀγαθὸν τὸ πλάσμα τῆς καρδίας σου". οὐ τὴν οὐσίαν τῆς καρδίας ἀγαθὴν λέγουσιν, ἀλλὰ τὴν πλάσιν, καθ' ἣν ἐστρατήγησεν τεχ̣ νικῶς. πρὸς καλοῦ, φησίν, γέγονεν······················· δυνατὸν δὲ κατὰ δεύτερον λόγον εἰπεῖν ὅτι τὸ" πλάσμα τῆς καρδίας" τότε ἀγαθόν ἐστιν, ὅταν βδελυχθῇ κακίαν ἢ ἄγνοιαν, ὅταν οὕτω ὡς ἐν α᾿̣ ρχῇ γέγονεν, φυλαχθῇ. ὁ" κατ' εἰκόνα καὶ ὁμοίωσιν" θεοῦ γενόμενος ἄνθρωπος οὐκ εἴρηται πεπλάσθαι, ἀλλὰ πεπ̣ ο̣ ιῆσθαι. ὁ δὲ ἐκ τοῦ πηλοῦ καὶ τῆς ὕλης γενόμενος ἄνθρωπος λέγεται πλάσμα θεοῦ εἶναι·" μνήσθητι ὅτι πηλόν με ἔπλασας". καὶ ἐπὶ ἀμφοτέρων τῶν δραστηρίων δυνάμεων τοῦ θεοῦ εἴρηται·" αἱ χεῖρές σου ἔπλασάν με καὶ ἐποίησάν με". τὸ διατυπῶσαι τὴν καρδίαν···················· ς πλάσις καρδίας ἐστίν̣, οὐ τὸ ὑποστῆσαι αὐτήν. ἵνα δὲ γνῷς· ἡ πρώτη ποίησις τῶν καρδιῶν ἡμῶν οὐκ̣ εἶχεν διαφοράν· ὅθεν οὐκ ἐλέγετο τότε ὅτι κατὰ μόνας ἑκάστη καρδία ἐπλάσθη. οὐδεμία ἦν διαφορὰ τῶν ἄλλων. ὧδε τοῦτο λέγεται μετὰ τὴν ὑπόβασιν. 179 ἐπερ· τὸ" καρδία μία καὶ ψυχὴ μία" τῶν μαθητῶν; κατὰ τοῦτο" τῶν πιστευόντων" κατὰ τὸ ὁμοφρονεῖν· μὴ γὰρ λαμβάνομεν τὸ ὅλαι ἐξ ὅλων. ἐπερ· ὥστε ἐκλείψει ποτὲ τὸ τῆς πλάσεως;– τῆς κατὰ μόνας, ἐπεὶ καὶ ἀρχὴν ἐ´̣ λαβεν αὕτη ἐξ ἡμ̣ ῶν. καὶ τὴν ἀρχὴν ἔλαβεν ἐξ ἡμῶν καὶ πέρατος τεύξεται, ὅταν γένηται, ὥσπερ ὁ πατὴρ καὶ ὁ υἱὸς ἕν εἰσιν, οὕτω πάντα τὰ λογικά. ἐν αὐτῷ εἶναι θέλω," ἵν' ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, πάτερ, οὕτω ἓν ἡμεῖς ὦμεν πάντες". ἐπερ· διαφέρει ποίημα κτίσματος;– διαφέρει. οὐσίωσιν τὴν ἐκ τοῦ μὴ ὄντος σημαίνει το`̣ ποιεῖν, οὐ διατύπωσιν δέ· τινὰ δὲ καὶ διακόσμησιν τοῦ γενομένου τὸ τῆς κτίσεως ὄνομα δηλοῖ. τὸ τῆς κτίσεως ὄνομα φθάνει καὶ ἐπὶ ἀψύχων·" ποιῶν εἰρήνην καὶ κτίζων κακά". καὶ κατὰ τὸ πρόχειρον μὲν τοῦτο λέγομεν· προνοητὴς τῶν πάντων τυγχάνων καὶ τὴν εἰρήνην αὐτοῖς δίδωσιν καὶ κτίζ̣ ει τὰ κακά. καὶ ἄλλῃ διανοίᾳ ἐσαφηνίσθη ἡμῖν ἡ λέξις οὕτως· κτίζει κακὰ ὡς τὴν ἀκάθαρτον κτίσιν, ἵν̣ α μηκέτι ᾖν ἀκάθαρτος, κτίζει, ἵνα καθαρὰ γένηται, καὶ κτίζει τοὺς δύο εἰς ἕνα καινὸν ἄν̣ θρωπον ἐν αὐτῳ῀̣. κτίζει τὰ κακά, ἵνα μηκέτι ὦσιν κακά· οἷον τοὺς κακοὺς ἀνθρώπους κτίζει, ἵνα μηκέτι ὦσιν κακοί. ἐπερ· τὴν ποιότητα;– τὴν ὡσανεὶ ποιότητα·" αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς". ε᾿̣ πὶ τοῦ ποιήμ̣ ατος οὐκ εἴρηκεν τὸ" ἐπὶ ἔργοις ἀγαθοῖς", ἀλλὰ ἐπὶ τῷ εἶναι. κτίζονται δὲ" ἐπὶ ἔργοις ἀγαθοῖς", ἵνα ἀγαθὰ ἔργα ποιῶσιν. ἐπερ· ἵνα ἡ πλάσις ἀπὸ τῆς ποιότητος ᾖ;– οὕτως ὡς εἶδός ἐστιν· καρδίας γὰρ ἡ οὐσία ἐπλα´̣ σθη. ἡ δὲ καρδία νοῦς ἐστιν. τὸ δὲ τῆς κτίσεως ὄνομα παρατείνει καὶ ἐπὶ τῶν αἰσθητῶν·" καὶ κτίσασα τὸν κόσμον ἐξ ἀμόρφου ὕλης". ἐπερ· ἐπὶ τῶν λογικῶν ἐκ παραλλήλου;– ναί, ἐπὶ τῶν λογικῶν καθόλου. εὑρίσκεται παρατεῖνον καὶ ἐπὶ τῶν ἀλόγων ψυχῶν. 15 ὁ συνιεὶς πάντα τὰ ἔργα αὐτῶν. τὰ ἔργα συνίει, ἐπεὶ τὴν καρδίαν ἐπίσταται, αἱ ἀρχαὶ δὲ τῶν γινομένων ἔργων ἀπὸ τῆς αἰσθήσεως λαμβάνονται. παρ' ἡμῖν πολλοὶ δεξιοῦνται ἐκ τῶν ἐνόντων ἀνθρώπους, καὶ οἱ μὲν μιμηταὶ τοῦ θεοῦ γινόμενοι οὐ δι' ἄλλο ἢ ὅτι" ἀγαθόν ἐστιν διδόναι μᾶλλον ἢ λαμβάνειν"· ὁμοιοῖ γὰρ τῷ θεῷ τὸ διδόναι, τὸ λαμβάνειν δὲ οὔ· ἕκαστος γὰρ τῶν λαμβανόν των ἐστὶν δεκτικός τινος. παρεκτικὸς δέ ἐστιν, καὶ τουτέστιν τ̣ ὸ λέγεσθαι ἀγαθὸν εἶν̣ αι" τὸ διδόναι μᾶλλον ἢ λαμβάνειν". πάλιν·" μακάριοι οἱ ἐλεήμονες ὅτι αὐτοὶ ἐλεηθήσονται". ἔστιν προκοπή τις ἐλάττω· ἵν' ἐλεηθῇ γάρ, ἐλεᾷ. ἄλλος διὰ συνπάθειαν ἐλεᾷ εὐλαβούμενος μὴ τοῖς τοιούτοις περιπέσῃ ἄνθρωπος ὤν. οὕτω γοῦν καὶ τοὺς ἐν δεσμωτηρίοις τρέφουσιν Χριστιανοὶ κατὰ συνπάθειαν. ἄλλοι πάλιν ἑωρακότες ἐνίοτε βεβλημένον νόσῳ οἰκτίρουσιν διὰ τὸ κεκακῶσθαι ἐκεῖνον. καὶ πάλιν ἄλλοι καὶ ἐπὶ θήρᾳ δόξης τοῦτο ποιοῦσιν, ἵνα δοξασθῶσιν. ἕκαστον δὲ τούτων οὐκ ὂν τέλειον δ̣ έχεται τὸ μᾶλλον καὶ τὸ ἧττον· τὸ τέλειον γάρ ἐστιν μόνον τὸ μὴ ἐπιδεχόμενον τὸ μᾶλλον καὶ τὸ ἧττον, τὸ δεξιὸν καὶ σ̣ καιόν. ἕκαστον δὲ τούτων ἄπειρον ἔχει διαφοράν. οὐ μόνον δὲ κατὰ τὴν ἐπίτασιν τὸ μᾶλλον καὶ τὸ ἧττον, ἀλλὰ καὶ κατὰ τὸν χρόνον λαμβάνεται. ἡ ἀπειρία οὖν αὕτη μόνη θεῷ καταλαμβάνεται. μόνος αὐτὸς τοῦτο ἐπίσταται. διὰ τοῦτο ἑκάστου τὴν καρδίαν οἶδεν. καὶ δύσκολόν ἐστιν εὑρεῖν τάχα ἀπαράλλακτον καρδίαν πρὸς ἄλλην καρδίαν. ἡμεῖς οὖν ταῦτα, ἃ εἰρήκαμεν, ἐπιτελοῦμε̣ ν̣ κατὰ κενοδο180 ξίαν, κατὰ συνπάθειαν. ἄλλο δὲ τὸ δεξιοῦσθαι ἁγίους. οὐ λέγεται οὖν ἐλεημοσύνη ἐπὶ τῶν ἁγίων·" ταῖς" γὰρ" χρείαις τῶν ἁγίων κοινωνοῦντες". ὕπαρξιν λαμβάνειν δεῖ μᾶλλον ὁ διδοὺς ἁγίῳ ἤπερ δίδει. 16 οὐ σῴζεται βασιλεὺς διὰ πολλὴν δύναμιν. καὶ ἐπὶ τοῦ ῥητοῦ ἀληθές ἐστιν τοῦτο. πολλοὶ μεγάλην ἔχοντες δύναμιν καὶ χεῖρα στρατιωτῶν πολλὴν ἑάλωσαν, καὶ οὐ πάντως τὸ πλῆθος τῶν στρατιωτῶν σῴζει τὸν βασιλέα. ὁ Φαραὼθ μετὰ πολλῆς δυνάμεως ἐξῆλθεν διώκειν τοὺς Ἑβραίους, καὶ οὐκ ἐσώθη διὰ τὴν πολλὴν δύναμιν αὐτοῦ· τὰ γὰρ" ἅρματα Φαραὼθ καὶ τὴν δύναμιν αὐτοῦ ἔριψεν εἰς θάλασσαν". εὑρίσκομεν δὲ καὶ ἐν ταῖς ἄλλαις ἱστορίαις τῶν γραφῶν ὀλίγους πολλάκις περιγενομένους πολλῶν. καὶ καθόλου προφητείας τρόπῳ εἴρηται τοῖς Ἑβραίοις·" εἷς" ἐξ ὑμῶν" διώξεται χιλίους καὶ δύο μετακινήσουσιν μυριάδας"," καὶ διὰ φωνὴν πέντε φεύξονται πολλοί". σῴζεται οὖν καὶ τὸ τῆς ἱστορίας. καὶ ἡ ἀναγωγὴ δὲ ἀκολουθίαν ἔχει πολλήν· πολλοὶ δοκοῦντες παρασκευὴν ἔχειν λόγων καὶ δύναμιν συνκεκροτημένην σφάλλον̣ ται, ὑπ' αὐτῆς τῆς ἀληθείας ἐλέγχονται, καὶ κατὰ τοῦτο λέγομεν ὅτι· κἄν τις αὐχῇ βασιλέιαν διὰ ἄλλην παρασκευήν, διὰ ἄλλην δεινότητα, διὰ προισταμένων, οὐ σῴζεται πάντως ἐν τῇ πολλῇ ταύτῃ δυνάμει. δυνατὸν δὲ καὶ οὕτως λαβεῖν· ἐπεί εἰσίν τινες κατὰ ἀλληγορίαν βασιλεῖς, ὡς ἦσαν Κορίνθιοι, περὶ ὧν λέγε̣ ι ὅτι ἐβασίλευον– καὶ ὁ Ἀβραὰμ δὲ" βασιλεὺς παρὰ θεοῦ" ἦν–, ὁ δοὺς ἑαυτῷ ἐκ τῆς ἑαυτοῦ δυνάμεως τὸ τοιούτως βασιλεύει̣ ν καὶ μὴ ἐκδεξάμενος τὸν ἐλεῶντα θεόν, οὐ σῴζεται ἐν τῇ ἑαυτοῦ δυνάμει· ὥσπερ οὐδὲ ἡ φρουρουμένη πόλις ἄνευ θεοῦ συνεργείας ἀβλαβὴς μένει οὐδὲ ὁ οἶκος ὁ οἰκοδομούμενος μὴ συνλαμβανομέν̣ ου τοῦ ἀρχιτέκτονος τῶν ὅλων εἰς πέρας ἔρχεται. 16 καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ. ἔχει καὶ τοῦτο ἱστορίαν· μέγας γίγας ἦν ὁ Γολιὰτ καὶ πλῆθος ἰσχύος εἶχεν καὶ ἐπίστευσεν οὐκ ἐπ' ἄλλῳ τινὶ ἢ ἐπὶ παντευχίᾳ καὶ τῇ ἑαυτοῦ ἰσχύϊ καὶ μεγέθει. ἦν δὲ καὶ ὑπε̣ ρ̣ ήφανος· διὸ καὶ οὐκ̣ ἐσώθη· ὁ γὰρ" ὀνόματι κυρίου" ὁπλισάμενος εἷλεν αὐτὸν καὶ κατέβαλεν. καὶ πολλούς γε εὑρίσκομεν ἐν ταῖς γραφαῖς μεγάλους καθαιρεθέντας, ἐπεὶ ἐφ' ἑαυτοῖς μέγα ἐβάλοντο. ὁ Ἀμαλὴχ παρεσκευασμένος ἦν εἰς πόλεμον καὶ ἐδόκει ἰσχυρότερος εἶναι τοῦ Ἰσραήλ· οὐ πάνυ γὰρ ὁ Ἰσραὴλ παρεσκεύαστο πρὸς τὰ πολεμικά, καὶ ὅμως ἐπαίροντος Μωϋσέως τὰς χεῖρας κατεπονεῖτο καὶ ἐταπεινοῦτο ὁ Ἀμαλήχ, καὶ ἡ ἔπαρσις τῶν χειρῶν περιεγίνετο αὐτοῦ, καὶ οὐκ ἐσώθη διὰ τὴν ἑαυτοῦ ἰσχύν. λέγομεν πάλιν· ἐάν τις θεομάχος ἔχων" ὑψώματα ἐπαιρόμενα κατὰ τῆς γνώσεως τοῦ θεοῦ" βάλληται ἐπὶ τῇ ἰσχύϊ ᾗ ἔσχεν καὶ βρενθύηται, οὐ πάντως σῴζεται. ἐνίοτε ὁ θεόσοφος συνλογίζεται αὐτὸν καὶ καταβάλλει αὐτὸν ἀφ' οὗ ἔχει φρυάγματος. 17 ψευδὴς ἵππος εἰς σωτηρίαν. πολλοὶ πάλιν ἐπὶ ἵππῳ μέγα φρονοῦσιν, ἀλλ' ὁ θεὸς λόγος δείκνυσιν ὅτι καὶ ἵππων τὸ φρύαγμα εὐκατάλυτόν ἐστιν·" οὗτοι" γὰρ" ἐν ἅρμασιν καὶ οὗτοι ἐν ἱππάσιν, ἡμεῖς δὲ ἐν ὀ νόματι κυρίου θεοῦ ἡμῶν μεγαλυνθησόμεθα". ἴδε," ψευδὴς ἵππος εἰς σωτηρίαν". πολλοῖς ἐπηγγέλλετο Φαραὼθ ἵπποις ἑλεῖν τοὺς Ἑβραίους. ἐκεῖνοι δὲ οὐδὲ ἕνα ἵππον εἶχον, 181 καὶ ψευδὴς ἡ σωτηρία αὐτῶν γέγονεν, διήμαρτεν, ἀπέτυχεν. ἔνι δὲ καὶ ἐν Παροιμίαις·" ἵππος ἑτοιμάζεται εἰς ἡμέραν πολέμου, παρὰ δὲ κυρίου ἡ σωτηρία". ὁρᾷς ὅτι ψευδής ἐστιν εἰς σωτηρίαν, ἐὰν μὴ παρὰ κυρίου αὕτη ὑπαρχθῇ. ἔστω καὶ κατὰ ῥητόν. πρὸς δὲ διάνοιαν· λέγεται πολλάκις τὸ σῶμα ἵππος τῆς ψυχῆς, καὶ τούτου δὲ ἐπιβάτης ἢ ἀναβάτης ἡ ψυχή·" πατάξω", φησίν," πάντα ἵππον ἐν ἐκστάσει καὶ τὸν ἐπιβάτην αὐτοῦ ἐν παραφρονήσει". ὅταν τις οὖν φερόμενος ἐπὶ τοῦ σώματος ἡδυπαθῶν, ἐπιθυμίας αὐτοῦ ἐκτελῶν παραφρόνησιν λάβῃ, τότε γίνεται σωτηρία. πατάσσεται ὑπὸ τοῦ θεοῦ ὁ ἵππος ἐν ἐκστάσει, ἔξω ἑαυτοῦ γίνεται· λοιπὸν γὰρ ὑπωπιαζ̣ ομένου αὐτοῦ καὶ δουλαγωγουμένου οὐκέτι κατὰ τὰς ἰδίας ὁρμὰς χωρεῖ, ἀλλ' ἐξίσταται τούτων. διῆγεν δὲ ὁ Βαρτησάνης ἐν τοῖς ἔνπροσθεν χρόνοις, ἐν ταῖς ἡμέραις Ἀντωνίνου τοῦ βασιλέως Ῥωμαίων. οὗτος δὲ κατ' ἀρχη`̣ ν τῆς σχολῆς ἦν Οὐαλεντίνου, μετέστη εἰς τὴν ἐκκλησίαν, γέγονεν πρεσβύτερος. 17 ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται. ἤτοι ὁ χρώμενος τοῖς ἵπποις ἢ ἡ δύναμις τῶν πολλῶν ἵππων̣· ε῾̣ κατέρως γὰρ ἀληθές ἐστιν τὸ·" ψευδὴς ἵππος εἰς σωτηρίαν", κἂν πολὺς ᾖν· οὐκ ἐπὶ ἑνὸς ἵππου γὰρ μόνο̣ ν. πολλάκις ὅλον τὸ ἱππικὸν ἵππος. ἤτοι οὖν τοῦ ἱππέως τοῦ χρωμένου τοῖς ἱππεῖσιν τὸ πλῆθος τῆς δυνάμεως οὐ σῴζει αὐτὸν ἢ τῶν ἵππων τὸ πλῆθος καὶ ἡ δύναμις. 18 ἰδοὺ οἱ ὀφθαλμοὶ κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτόν. ἴσον ἐστὶν τό·" ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους". καὶ τοῦτο πάλιν ἐν δωδεκάτῳ ψαλμῷ λέγει ὅτι·" ἐπίβλεψον, εἰσάκουσόν μου, κύριε ὁ θεός μου"." οἱ ὀφθαλμοὶ" οὖν" τοῦ κυρίου ἐπὶ τοὺς φοβουμένους" οὐ κ̣ αθάπαξ, ἀλλ'" αὐτόν"· ἔστιν γὰρ καὶ παθητικὸς φόβος, ὃν ἡ τελεία ἀγάπη ἔξω βάλλει ἀπὸ τῶν ἐχόντων τὸν φόβον θεοῦ. ἔστιν φοβεῖσθαι καὶ φοβεῖσθαι τὸν θεόν· ὁ φόβος γὰρ ὁ πρὸς τὸν θεὸν οὐ παθητικός ἐστιν, ἀλλὰ τὴν πάντων ὑπεροχὴν σημαίνει. οὕτω γοῦν λέγει·" φόβος κυρίου πάντα ὑπερέβαλεν", καί·" οὐκ ἔστιν ὑστέρημα τ̣ οῖς φοβουμένοις αὐτόν". ἄξιοι τοῦ ἐφορᾶσθαί εἰσιν ὑπὸ θεοῦ δίκαιοι ὄντες. 18 τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ. θεώρει· οἱ φοβούμενοι τὸν θεὸν ἐλπίζουσιν ἐπὶ τὸ ἔλεος αὐτοῦ· ποιήσαντες γὰρ πάντα τὰ παρ' αὐτῶν ἐκδέχονται παρ' αὐτοῦ ἐλεηθῆναι, ὡς ἐλέγετο μικρῷ πρότερον·" οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεῶντος θεοῦ". καὶ οὐδεὶς δύναται ἀκαθαίρετον ἑαυτοῦ τὴν πόλιν ἢ τὴν τοῦ σώματος̣ ἢ τὴν τῆς ψυχῆς φυλάξαι, ἐὰν μὴ θεὸς συνφρουρῇ." τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ"· φοβουμε´̣ νους αὐτὸν ἐλεᾳ῀̣. 19 ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν. διὰ τοῦτο" οἱ ὀφθαλμοὶ" αὐτοῦ" ἐπὶ τοὺς φοβουμένους αὐτὸν" καὶ" τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ", ἵνα ῥύσηται" ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν". θάνατον ἐνταῦθα οὐ τὸν κοινὸν ἐκλαμβάνομεν ὃν ἀποθνῄσκουσιν εὐσεβεῖς καὶ ἀσεβεῖς καὶ δίκαιοι καὶ ἄδικοι, ἀλλὰ θάνατος ψυχῆς ἐστιν ὁ κατασπῶν τὴν ψυχὴν ἀπὸ τῆς μακαρίας ζωῆς. ἀπὸ τούτου τοῦ θανάτου τρεπόμεθα ἀπέχεσθαι, περὶ τούτου λέγεται·" ψυχὴ ἡ ἁμαρτάνουσα αὕτη ἀποθανεῖται". καὶ ἔτι·" ἡ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον". καὶ ἐπεὶ ἁμαρτίαις ἕπεται ὁ θάνατος οὗτος, ὁ ἄφεσιν ἁμαρτιῶν διδοὺς θεὸς ρ῾̣ ύσεται ἐκ τοῦ ἀκολουθοῦντος θανάτου τοὺς προκατεσχημένους. 19 καὶ διαθρέψαι αὐτοὺς ἐν λιμῷ. 182 τοὺς φοβουμέν̣ ου̣ ς αὐτὸν καὶ ἐλπ̣ ίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ. ὥσπερ ἐκ θανάτου ῥύεται τὰς ψυχάς, οὕτω καὶ διατρέφει αὐτοὺς ἐν λιμῳ῀̣. γέγονεν γοῦν καὶ ἐπὶ ἱστορίας πολλάκις τὸ τοιοῦτο. τὸν Ἑβραίων οὖν λαὸν ἐπὶ πολυχρόνιον πορείαν διέθρεψεν ἐν τῇ ἐρήμῳ ὀρέγων τὸ μάννα καθ' ἡμέραν αὐτὸ παρέχων. καὶ ἐπὶ τῶν κ̣ αθέκαστα τοῦτο εὑρήσεις· οἷον ὁ Ἠλίας ἐτράφη ὑπὸ τῆς χήρας καὶ ὑπὸ τοῦ δειχθέντος αὐτῷ ἀγγέλου διὰ τοῦ ἄρτου καὶ τοῦ κανψάκου τοῦ ὕδατος. καὶ ἔτι τῆς Ἰεζάβελ διωκούσης τὸν Ἠλίαν καὶ πάντας τ̣ οὺς προφήτας κυρίου, Ἀβδιοὺ δὲ τ ὁ υ ἀρχιστράτηγος τοῦ βασιλέως τοῦ Ἀχαὰ ἀνὰ πεντήκοντα ἄνδρας ἐν δύο σπηλαίοις διέτρεφεν̣ θεοῦ εἰς τοῦτο αὐτὸν παρασκευάσαντος. ἀμέλει γοῦν τοῦτο πρὸς τὸν Ἠλίαν εἶπεν ὅτε ἐν̣ έτυχεν αὐτῷ·" καὶ ὁ δοῦλός σου φοβούμενος τὸν κύριον". ὁ δὲ φοβούμενος τὸν κύριον διὰ τὸν κύριον ἔθρεψεν ἐκείνους.···· εἰ ἔχει οὖν ἀναγωγάς– ταῦτα ἄλλα κατὰ τὴν ἱστορίαν γεγένηται–, πάλιν τοὺς φοβουμένους τὸν φόβον αὐτοῦ καὶ ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ διατρέφει παρέχων αὐτοῖς τὸν ἄρτον τῆς ζωῆς, τὸν οὐραν̣ όθεν κατ̣ αβαίνοντα, τὰς σάρκας αὐτοῦ τυγχανούσας" βρῶσις ἀληθινή". σωτὴρ πάντων ὑπάρχων κ̣ ρατεῖ αὐτούς̣. οὐ καθ' ἓν σημαινόμενον τοῦτο ποιεῖ, ἀλλὰ πρὸς τὰ ὑποκείμενα· σῴζει ἐν πολέμοις ἔξω πολεμίων καθιστὰς καὶ οὐκ ἐπιτρέπων αἰχμαλωσίᾳ ὑποπεσεῖν, σῴζει τοὺς κακῶς ἔχοντας, σῴζει καὶ ὡς κυβερνήτης ὅταν χειμαζώμεθα ἐν τῷ πελάγει τῆς θαλάττης τοῦ βίου. ἐπερ· δίδωσιν ἑκάστῳ ἔχειν πηγήν;– ἐν ᾧ ἐστιν" πηγὴ εἰς ζωὴν αἰώνιον", οὗτος ἐν ἀνύδρῳ γενόμενος διατρέφε ται. καί·" διάνοιξον τοὺς ὀφθαλμούς σου καὶ ἐνπλήσθητι ἄρτων". ὁ διανοίξας τὰ ὄμματα τῆς ψυχῆς καὶ πληρωθεὶς θείων λόγων ἄρτων τρόπῳ μασω̣ μένων οὐ λιμοκτονεῖται·" οὐ λιμοκτονήσει" γὰρ" κύριος ψυχὴν δικαίου". ὅστις ἐν ἐπιθυμίᾳ ἄρτων ἐστὶν μὴ ἀνοίγων τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐν τοῖς ἄρτοις τοῖς ἑαυτοῦ, ἐν λιμῷ διάγει· ἔχει γὰρ ἐν ἑαυτῇ π̣ αρὰ θεοῦ ἡ ψυχὴ φαγήματα πολλά. 20 ἡ ψυχὴ ἡμῶν ὑπομένει τῷ κυρίῳ. τοῦτο λέγει· ἐπεὶ ταῦτα ἔγνωμεν ὅτι εἰσὶν οἱ ὀφθαλμοὶ τοῦ κυρίου ἐφορῶντες τοὺς φοβουμένους αὐτόν– κἄν ποτε γεγόνασιν ἐν θανάτῳ, ἐρύσατο α̣ ὐτούς, κἄν ποτε δὲ γεγόνασιν ἐν λιμῷ, ἔθρεψεν αὐτούς, κἄν ποτε δὲ γενώμεθα ἔν τινι ὑστερήματι, ὑπομ̣ ένομεν ἐγνωκότες ὅτι καὶ ἡμεῖς τούτων ἀπολαύσομεν· καὶ ἡ ἡμῶν ψυχὴ ἐὰν γένηται ἐν θανάτῳ, ῥυσθήσεται. 20 ὅτι βοηθὸς καὶ ὑπερασπιστὴς ἡμῶν ἐστιν. θεωρεῖς ὅτι εἰς πληθυντικὸν λοιπὸν ἐγίνετο ἀριθμόν·" ἐξ οὐρανοῦ ἐπέβλεψεν ὁ κύριος, εἶδεν πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων". ἐάν ποτε λέγητα̣ ί τινα διάφωνα καὶ ἐναντία, σκόπει εἰ περὶ ἑνὸς λέγηται ταῦτα· τότε γὰρ ἐναντίωμα γίνεται. ἐὰν δὲ λέγηται περὶ ε᾿̣ κκλησίας ἢ πόλεως ἢ οἴκου, οὔκ εἰσιν ἐναντία· τὰ μὲν γὰρ περὶ τῶνδε, τὰ δὲ περὶ τῶνδε λέγεται. καὶ τοῦτο δὲ ὀφείλεις εἰδέναι, ὅτι οἱ ἅγιοι οὐ περὶ ἑαυ τῶν μόνων ἀναπέμπουσιν τὰς εὐχὰς καὶ τὰς εὐχαριστίας, ἀλλὰ περὶ πάντων ὧν ἡγοῦνται. οὐ ταὐτόν ἐστιν πρὸς ἕνα τι λέγεσθαι ὃ δεῖ ἡρμόσθαι ἑνί, καὶ πλήθει οἷον λαῷ ἢ ἔθνει ἢ πόλει. ἀδύνατόν ἐστιν τὸν αὐτὸν ἅμα ἀγαθὸν καὶ κακὸν εἶναι καὶ σώφρονα καὶ ἀκόλαστον. γράφει δὲ Κορινθίοις ὁ ἀπόστολος ὡς πλουτήσασιν" ἐν παντὶ λόγῳ καὶ πά183 σῃ γνώσει". οὐ λέγει πάλιν·" ἀκούεται ἐν ὑμῖν πορνεία"; 183 εἰ πρὸς ἕνα ἔλεγεν ταῦτα, διάφωνα ἦν. ἐπειδὴ δὲ ὅλη ἡ ἐκκλησία ταῦτα ἐπιστέλλεται, εἰσὶν δὲ ἐν τοῖς ἀθροίσμασιν καὶ τοιοῦτοι καὶ τοιοῦτοι, λέγει πάντα, ἵνα ἕκαστος πρὸς ἑαυτὸν τὸ βοήθημα λάβῃ. οὕτω γοῦν αἰτιᾶται αὐτοὺς καὶ περὶ τὴν ἀνάστασιν σφαλλομένους καὶ περὶ τῶν χαρισμάτων καὶ περὶ εἰδωλόθυτα κεχηνότας. πῶς οὖν οὗτοι" παντὶ λόγῳ καὶ γνώσει" πεπλουτηκότες εἰσίν; ἄλλοι εἰσὶν περὶ ὧν ἔλεγεν. οὕτω καὶ ὁ ἅγιος οὐ περὶ ἑαυτοῦ μόνου λέγει– διδάσ̣ καλος γὰρ ἦν–, ἀλλὰ περὶ πάντων τῶν ὑφ' αὐτὸν καὶ θάνατον ἔχοντας καὶ λιμῷ π̣ εριπεσόντας ἐπεὶ ἠμέλησαν ἑαυτῶν τῆς ἑαυτῶν γῆς. οὐ περὶ πάντων πάντα λέγει, ἀλλὰ πάντα περὶ ἄλλων λέγει, ἕκαστα ἑκάστοις ἐφαρμόζει. ἐπεὶ" βοηθὸς καὶ ὑπερασπιστὴς ἡμῶν ἐστιν", διὰ τοῦτο" ἡ ψυχὴ ἡμῶν ὑπομένει" αὐτῷ. οἴδαμεν δὲ ὅτι, κἂν προθώμεθά τι τῶν ἀγαθῶν, κἂν θελήσωμεν δραμεῖν̣. ἐπὶ τὰ καλὰ καὶ θελήσωμεν αὐτὰ εἰς πέρας ἀγαγεῖν, εἰ μὴ αὐτὸς συνεργήσῃ καὶ ἐλεήσῃ, οὐ δυνάμεθα ταῦτα κατορθῶσαι. βοηθός ἐστιν ὀρέγων τὰ ὧν ἐπιδεεῖς ἐσμεν, ὑπερασπιστής ἐστιν τὴν ἀσπίδα τὴν ἑαυτοῦ προβάλλων ἵνα οἱ ἀντίδικοι μὴ δύνωνται ἡμᾶς τρῶσαι. 21 ὅτι ἐν αὐτῷ εὐφρανθήσεται ἡ καρδία ἡμῶν. ἄλλοι ἐν ἰσχύι εὐφραίνονται, ἐπὶ ἀρχῇ, ἐπὶ ἀξιώματι, ἐπὶ ἐπαίνοις, ἡμῶν δὲ α̣ ἴτιον τῆς εὐφροσύνης αὐτός ἐστιν ὁ βοηθὸς καὶ ὑπερασπιστής. 21 καὶ ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ ἠλπίσαμεν. τῷ ἐπικληθέντι ἐφ' ἡμᾶς ἡμεῖς ἠλπίσαμεν. καὶ ἐπειδὴ δοκεῖ κατὰ τὸ ἄλλο τάγ̣ μα εἶναι– τοὺς φοβουμένους τὸν κύριον οὐ λέγω εἶναι καὶ ἐν θανάτῳ–, σκόπει· ἠλπίσαμεν ἐπὶ παρόντι. ο̣ ὐδεὶς δὲ ἐπὶ παροῦσιν ἐλπίζει, ἀλλ' ἐπὶ μέλλουσιν καὶ προσδοκωμένοις·" ἐλπὶς" γὰρ" βλεπομένη οὐκ ἔστιν ἐλπίς". κἄν ποτε ἐν εὐχῆς τρόπῳ λέγουσιν·" ἁγιασθήτω τὸ ὄνομά σου", οὐ του῀̣ το λέγουσιν οὐκ ὂν̣ ἅγιον ἁγιασθήτω, ἀλλὰ ἀποδειχθήτω, ἅγιον φανήτω. τότε δὲ ἅγιον φαίνεται, ὅταν καὶ βοηθῇ ἡμῖν καὶ σκέπῃ ἡμᾶς. καὶ ὅτε εἰς τὸ εὐαγγέλιον ἐλέγομεν, πολλὰς διανοίας εἰς τοῦτο ἐλ̣ έγομεν εἰς τό·" ἁγιασθήτω τὸ ὄνομά σου", καὶ τοῦτο ἐλήφθη· ἐπεὶ φοροῦμεν αὐτό, συνέργησον ἵνα μὴ βλασφημήσωμεν αὐτό, ἁγίασον αὐτό, φύλαξον αὐτὸ ἐν ἡμῖν ἅγιον· προστακτικαῖς γὰρ εἴρηται λέξεσιν. εὐκτικαῖς εἰρήκει·" ἁγιασθείη τὸ ὄνομά σου". καὶ ἄλλο· ἐπεὶ τὸ ὄνομά σου νῦν καταφέρουσιν καὶ εἰς ἀγάλματα καὶ εἰς δαίμονας̣ καὶ εἰς κοιλίαν–" ὧν" γὰρ" ὁ θεὸς ἡ κοιλία"–, ὅταν γνῶσις τοῖς ἀνθρώποις γένηται περὶ τῆς σῆς μεγαλειότητος ω῾̣ ς̣ μ̣ η̣ δὲν ἄλλο θεοποιεῖν, ὅτε" πάντα ἐν πᾶσιν" γένῃ, ἁγιάζεται τὸ ὄνομά σου ἀποσπώμενον ἀπὸ δα̣ ι̣ μο´̣ ν̣ ω̣ ν̣. 22 γένοιτο, κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ." γένοιτο τὸ ἔλεός σου ἐφ' ἡμᾶς". ἡ εὐχὴ ἀναπέμπεται οὐκ ἐκ τῶν ἤδη ἐχόντων τὸ ἔλεος· οὐ γὰρ̣ εἶπεν·" φυλαχθείη τὸ ἔλεός σου", ἀλλὰ" γένοιτο, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ". διὰ τοῦτο ἠλπίσαμεν ἐπὶ σέ. σκόπει, ὡς" κατὰ ἀναλογίαν τῆς πίστεως" δ̣ ι´̣ δε̣ ι τὰ χαρίσματα καὶ οὐ πᾶσιν πάντα δίδοται οὐδὲ τῷ αὐτῷ μέτρῳ, ἀλλὰ τῷ μέτρῳ τῆς προσλαβούσης πίστεως, οὕτω δὲ καὶ ὧδε·" καθάπερ ἠλπίκαμεν". εἰσὶν πάνυ τελείως ἐλπίσαντ̣ ες, εἰσὶν καὶ οὐχ οὕτως, ἀλλα`̣ κ̣ ατὰ 184 προκοπήν τινα, ἄλλως κατὰ εἰσαγωγήν." κατὰ ἀναλογίαν" μὲν" τῆς πίστεως" ἡμῶν γένοιτο ἐφ' ἡμᾶς τὸ ἔλεός σου, κύριε· οὕτω γὰρ ἠλπίσαμεν. 1 Τῷ Δαυίδ, ὁπότε ἠλλοίωσεν τὸ πρόσωπον αὐτοῦ ἐναντίον Ἀβιμέλεχ, καὶ ἀπέλυσεν αὐτόν, καὶ ἀπῆλθεν. τοῖς ἀναγνοῦσιν τὰς βασιλικὰς ἱστορίας φανερόν ἐστιν τὸ νῦν κείμενον διήγημα. ὁπηνίκα ἐδιώκετο ὑπὸ τοῦ Σαοὺλ ὁ Δαυὶδ καὶ ἤμελλεν ἁλῶναι, ἀπῆλθεν εἰς τὴν Γὲθ πρὸς τὸν βασιλέα Ἀνχούν. ἐνταῦθα δὲ Ἀβιμέλεχ ὀνομάζεται. ἡ λέξις διώνυμός ἐστιν· φέρονται γὰρ καὶ ἐν τῇ γραφῇ διωνυμίαι, ὡς ἐπὶ τοῦ γαμβροῦ Μωσέως· καὶ Ἰόθορ λέγεται καὶ Ῥαγουήλ. καὶ ὁ Θωμᾶς λέγεται καὶ Δίδυμος. καὶ πολλαί γέ εἰσιν τοιαῦται διωνυμίαι· τὸν Μαθθαῖον δοκεῖ ἐν τῷ κατὰ Λουκᾶν Λευὶν ὀνομάζειν. οὔκ ἐστιν δὲ αὐτός, ἀλλὰ ὁ κατασταθεὶς ἀντὶ τοῦ Ἰούδα ὁ Μαθθίας καὶ ο῾̣ Λ̣ ε̣ υ̣ ὶς εἷς διώνυμοί εἰσιν. ἐν τῷ καθ' Ἑβραίους εὐαγγελίῳ τοῦτο φαίνεται. ἐγχωρεῖ οὖν καὶ τὸν τῆς Γὲθ βασιλέα καὶ Ἀνχοὺν λέγεσθαι καὶ Ἀβιμέλεχ. δυνατὸν δὲ καὶ ἑτέρως ἐπιβαλεῖν· πολλοὶ τῶν βασιλέων ὀνομάζονται κοινῷ ὀνόματι καὶ ἰδίῳ, ὡς Φαραὼ πάντες οἱ τῆς Αἰγύπτου κρατήσαντες οὕτως ὀνομάζονται. εὑρίσκονται δὲ ὀνόματα αὐτῶν Σουμαχί, Νεχαώ, ὡς τοῦ ἀξιώματος ὄνομα εἶναι τὸ Φαραώ, παρὰ Ῥωμαίοις δὲ τὸ κρυσσον. ἐνχωρεῖ οὖν καὶ τοῦτον τὸ μὲν Ἀνχοὺς τοῦ ἀξιώματος ἔχειν ὄνομα, τὸ δὲ Ἀβιμέλεχ κύριον αὐτοῦ ὄνομα. ὅπως δὲ ἐὰν ἔχῃ, οὐ μάχεται ἡ διάνοια. θέλεις οὖν, τὸ μὲν ἀξιώματός ἐστιν ὄνομα, τὸ δὲ κύριον. τ̣ οῦτο λ̣ έγ̣ ουσιν διαστελλόμενον οἱ γραμματικοὶ πρὸς προσηγορικόν· καὶ τὸ κύριον γὰρ διχῶς λέγεται· διαστέλλεται πρὸς προσηγορικὸν καὶ πρὸς κατάχρησιν. λέγουσιν τὸν ἄνθρωπον, τὰ τῶν εἰδῶν καὶ γενῶν ὀνόματα κοινὴν οὐσίαν σημαίνοντα προσηγορικά, τὸ δέ, φέρε, ὅσδε ἢ ὅσδε, κύρια. λέγεται δὲ καὶ κ̣ αθ' ἕτερον σημα̣ ι̣ νόμενον τὸ κύριον πρὸς κατάχρησιν. λέγω πολλάκις· συμφωνεῖ τὸ ἰσομετρές. ἰσομετρὲς εἶναι ποσὸν πο̣ σῷ λέγεται. λέγω δὲ αὐτὸ συνᾴδειν καὶ συνφωνεῖν. τοῦτο κατάχρησίς ἐστιν· τὸ γὰρ συνᾴδειν καὶ συμφωνεῖν ἐπὶ φθόγγων καὶ λέγεται. καὶ πάλιν τοὺς ὁμοφρονοῦντας καὶ ὁμονοοῦντας λέγομεν συμφωνεῖν. κύριον μέν ἐστιν ἐπὶ τῶν τὰ αὐτὰ φρονούντων καὶ ἐννοουμένων τὸ ὁμοφρονεῖν, τὸ ὁμονοεῖν, τὸ δὲ σ̣ υμφωνεῖν κατάχρησίς ἐστιν. ἐνχωρεῖ οὖν κύριον ὄνομα εἶναι οὐ τὸ διαστελλόμενον πρὸς κατάχρησιν, ἀλλὰ πρ̣ ὸς προσηγορικόν, τὸ Ἀβιμέλεχ, τοῦ δὲ ἀξιώματος τὸ Ἀνχούς. ἡ ἱστορία οὖν φανερά· εἶδεν ὅτι ἐπέκειτο ὁ Σαοὺλ βασιλεὺς μετὰ στρατιωτικῆς δυνάμεως καθ' ἑνὸς ἀνθρώπου αὐτοῦ τοῦ Δαυίδ, καὶ ὡπλισμένοι κατὰ ἀνόπλου. ἔφυγεν ἐκεῖ· εἶτ', ἐπεὶ οὐκ ἀσφαλὲς ἦν εἰς ἀλλοτρίαν ἐλθεῖν πόλιν ἢ χώραν– τότε γὰρ μάλιστα ὑποψία κατασκόπων ἐγίνετο διὰ τὸ τοὺς ἀστυγείτονας ἀεὶ πρὸς ἑαυτοὺς πόλεμον ἔχειν–, προςεποιήσατο μωρὸν καὶ τὰ σίελα αὐτοῦ ῥέοντα κ̣ αὶ περιήρ̣ χετο τυμπανίζων τὰς θύρας τῆς πύλης, ἵνα δόξῃ δαιμονίων εἶναι. ἀμέλει γοῦν οἱ τοῦ Ἀνχοὺ διέβαλον αὐτόν. λέγει" ἐλαττοῦμαι", φησίν," ἐπιλημπτιζομένων, ὅτι ἐπίλημπτον εἰσάγετε πρὸς ἐμέ"; καὶ ἀπέ λυσεν αὐτόν, καὶ ἀπῆλθεν. τὴν τοιαύτην οὖν κατάστασιν ἀλλοίωσιν τοῦ προσώπου ὠνόμασεν· καὶ γὰρ ἡ ἀλλοίωσις μεταβολὴν ποιότητος σημαίνει. γέγονεν οὖν μεταβολὴ ποιότητος ἑκούσιος, οὐκ ἀκού185 σιος· συμβαίνει γὰρ ἀκουσίως μεταβαλεῖν, ὡς ὅταν τις φοβηθεὶς ὠχριάσῃ ἢ κακωθεὶς ἢ ἐξ ἐνοχλοῦντός τινος δόξῃ πυρρὸς εἶναι. ἑκουσία οὖν αὕτη γέγονεν ἡ ἀλλοίωσις μέχρι σχήματος. καὶ ἐπεὶ ἀνάγεται πολλάκις ὁ Δαυίδ, ὡς ἐν τοῖς ἔνπροσθεν εἴρηται, εἰς τὸν σωτῆρα, ἀλλοίωσιν τοῦ προσώπου τοῦ σωτῆρος ἐρεῖς τὴν λῆμψιν τῆς τοῦ δούλου μορφῆς. καὶ ὧδε οὐ μεταβολὴ ἐξ μορφῆς εἰς μορφὴν γέγονεν, ἀλλὰ μορφῆς ἐπίκρυψις ἐξ ἄλλης προφανοῦς μορφῆς· ο̣ ὐδὲ γὰρ ἀλλοίωσις τοῦ προσώπου τοῦ ἀτρέπτου δύναται γενέσθαι. καὶ περὶ αὐτοῦ γοῦν τοῦ σωτῆρος ε᾿̣ ν ἑνὶ τῶν ψαλμῶν λέγεται·" αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου". δεξιὰ τοῦ πατρός, καὶ μάλιστα κατὰ τὴν τοῦ ψαλμ̣ ιστοῦ ἐπίνοιαν, πολλάκις ὁ σωτὴρ εἴρηται. ἠλλοιώθη δὲ σὰρξ γενόμενος, κατάρα. ὑπέμεινεν γενέσθαι ἁμαρτία, ἵνα δικαιοσύνη θεοῦ γένωνται οἱ ἁμαρτωλοὶ ἐν αὐτῷ. ἡ ἀλλοίωσις οὖν πρόσλημψίς ἐστιν ὧδε, οὐ μεταβολή· περὶ γὰρ τὸν ἄτρεπτον μεταβολὴν οὐκ ἄν τις ζητοίη. εἰ δὲ μή γε, ὡς ἔλεγέν τις, ἀλλόκοτός ἐστιν." αὕτη" οὖν" ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου". ἡ δεξιὰ τοῦ ὑψίστου ἄτρεπτός ἐστιν. γέγονεν δὲ ἁμαρτία οὐχ ὡς ἔτυχεν, ἀλλ' ἵνα δικαιοσύνην ποιήσῃ. ἁμαρτία δὲ ποιοῦσα δικαιοσύνην οὐ μεταβολὴν ἐξ οὐχ ἁμαρτίας εἰς τὸ ἁμαρτία εἶναι· κακοὺς γὰρ ποιεῖ ἡ ἁμαρτία, ἀδικίαν ποιεῖ. αὕτη δὲ δικαιοσύνην ποιεῖ τοὺς ἔχοντας αὐτήν. ὅτε οὖν ὁ λόγος γίνεται σὰρξ καὶ μορφὴν λαμβάνει δούλου, ἠλλοιώθη κατὰ τὸ πρόσωπον, οὐ κατὰ μεταβολήν, ὡς ἤδη πολλάκις εἶπον, ἀλλὰ κατὰ πρόσλημψιν. καὶ τό·" ἐθεασάμεθα αὐτόν, δόξαν ὡς μονογενοῦς παρὰ πατρός", τὴν κατὰ φύσιν αὐτοῦ δόξαν σημαίνει. ἔσχεν οὖν πρὸς δόξαν ἁρμόζουσαν τῷ συνθέτῳ γενομένῳ αὐτῷ σαρκί." αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου". οὐχ ἵνα ἀλλοίωσιν ὧδε λέγωμεν ἣν αὐτὸς ἀνεδέξατο ὅτε ἐλέγομεν ὅτι προσλήμψει τῆς τοῦ δούλου μορφῆς ἠλλοιω´̣ θη, ἀλλ' η" αὕτη ἡ ἀλλοίωσις" ἣν αὐτὸς ἀλλοιοῖ· αὐτὸς γὰρ τὴν ὀργὴν περιγράφει, τοὺς οἰκτιρμοὺς ποιεῖ ἐνεργῆσαι. δοξάσαι καὶ α̣ ἰνέσαι ἐάσας ὀλίγον λέγει·" ὅτι μνησθήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου"." καὶ εἶπα Νῦν ἠρξάμην". εἶπον τα`̣ σκυθρωπὰ πάντα, ὅτι ταραχθεὶς οὐκ ἐλάλησα, ὅτι οἱ φύλακες περὶ ἐμὲ γεγόνασιν, ἀλλὰ λοιπόν·" νῦν ἠρξάμην". ἄλλα νῦν διηγήσομαι τὰ μετ' ἐκεῖνα, τὰ διαδεχόμενα τὰ σκυθρωπά." αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου". λοιπὸν λέγει·" τίς θεὸς ὡς ὁ θεὸς ἡμῶν μέγας";" ἐγνώρισας ἐν τοῖς λαοῖς σου τὴν δύναμίν σου". ἰδοὺ αὕτη ἐστὶν ἡ ἀλλοίωσις. τότε οὖν ἠλλοίωσεν τὸ πρόσωπον̣ αὐτοῦ. τὸν βασιλέα τῆς Γὲθ ἀλληγορικώτερον δύνῃ λαβεῖν τὸν ἄρχοντα τοῦ κόσμου τούτου διάβολον. χώρα οὖν̣ τῶν ἀλλοφύλων ὁ καθ' ἡμᾶς ἐστιν τόπος. καὶ ὥσπερ ὅταν Αἴγυπτος λέγηται ὁ ἐπὶ γῆν τόπος, Φαρα̣ ω`̣ τ̣ ὁ κρατῶν καὶ τυραννῶν λέγεται, καὶ ὅταν Βαβυλών, λέγεται Ναβουχοδονοσσόρ, καὶ ὅταν Ἀσσυ ρία, Ἀσσύριος, οὕτω τῆς Γὲθ ἀπὸ τῆς λεγομένης ἐπὶ τοῦ περὶ γῆν τόπου τοῦτον βασιλέα αὐτῆς πάλιν πονηράν τινα δύναμιν ἐκλημπτέον." ἠλλοίωσεν" οὖν" τὸ πρόσωπον ἑαυτοῦ"" μορφὴν δούλου λαβών"· οὕτω γὰρ ἔδοξεν ἐκεῖνος κρατεῖν αὐτοῦ, ὡς καὶ θάνατον μηχανηθῆναι κατ' αὐτοῦ. ἐγεύσατο" χάριτι θεοῦ ὑπὲρ παντὸς θανάτου". καὶ σημεῖον τῆς ἀλλοιώσεως τούτου·" ἀπέλυσεν αὐτόν". οὐ δεδύνηται αὐτὸν κατασχεῖν. καὶ λέγω τὸ παράδοξον· εἰ τὴν ἐλάττωσιν αὐτοῦ κατασχεῖν οὐ δεδύνηται, τί ἂν εἴποιεν περὶ τῆς θεότητος; ὅθεν ὑμεῖς δὲ οἱ λέγοντες τὸν λόγον ἐσταυρῶσθαι, τὸν κύριον τῆς δόξης;" ἀπέλυσεν" οὖν" αὐτόν, καὶ ἀπῆλθεν". ἀπῆλθεν ἀπ' αὐτοῦ· οὐδὲ γὰρ ἕνεκα τοῦ ἐκεῖ διατρίβειν γέγονεν ἐκεῖ, ἀλλ' ἵνα οἰκονομίαν ἐκτελέσας ἀναχωρήσῃ καὶ συναποσπάσῃ πολλοὺς ἐκεῖθεν. γέγονεν οὖν καὶ ἐν τῷ ᾅδῃ καὶ ἀνήγαγεν ἐκεῖθεν 186 πολλὰς ψυχὰς δικαίων. ὅταν δε`̣ σώματα ἀκούῃς, μὴ πάντως τὰ σκηνώματα σκόπει· τοῦτο γὰρ πολλοὶ νομίζουσιν. καὶ οὐκ ἀπεμφαίνει εἰπεῖν πρὸς ταῖς ἄλλαις θεοσημείαις καὶ τοῦτο τὸ παράδοξον γεγονέναι· ἀλλ' ὅρα, μὴ μάχεται ὅλῳ τῷ εἱρμῷ τῆς οἰκονομίας. τοῦτο γίγνωσκε, ὅτι εἰ ἐπέγνωσαν τοὺς ἑαυτῶν οἱ ἄνθρωποι, δύσκολον εἰ ἔμειναν ἐν τῇ ἀπιστίᾳ. καὶ ἄλλο δέ· ὁ Πέτρος ἐν ταῖς πράξεσιν τῶν ἀποστόλων περὶ τοῦ Δαυὶδ λέγει ὅτι·" καὶ τὸ μνῆμα ἔστιν αὐτοῦ ἕως ἄρτι". θεω̣ ρητέον· εἰ ὅλως ἠγείρετό τις, ὁ Δαυὶδ ἠγείρετο. τὰς ψυχὰς οὖν τὰς μετενεχθείσας ἐκ τῆς γῆς" σώματα ἁγίων" λέγομ̣ εν. οὕτω δὲ λε´̣ γ̣ ο̣ μεν, ὡς λέγομεν σῶμα Χριστοῦ ὅλην τὴν ἐκκλησίαν. καὶ ἐν τῇ ἀναστάσει λέγεται·" ἕκαστος ἐν τῷ ἰδίῳ τάγματι". τ̣ ὰ ἴδια̣ δὲ τάγματα τῶν ἐκ νεκρῶν ἐγειρομένων οὐκ ἀπ' ἄλλου τινὸς χαρακτηρίζεται ἢ προκοπῇ ψυχῶν. οἱ τὴν αὐτὴν ἔχοντες ἀρετὴν καὶ πίστιν καὶ εὐσέβειαν εἰς ἓν τάγμα συντάττονται." ἀπαρχὴ" οὖν" Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ, ἕκαστος ἐν τῷ ἰδίῳ τάγματι". οἱ τοῦ Χριστοῦ εἰσιν οἱ τάγματα διάφορα ἔχοντες. καὶ ἵνα ἐξ ἄλλου λάβωμεν, ὡς ἐπὶ τῆς γῆς τῆς δεξαμένης τὸν σπόρον, ὃν ἑκατόν, ἑξήκοντα, τριάκοντα καρποφοροῦσιν, γίνονται διάφορα τάγματα· μὴ γὰρ εἷς ἐστιν ἢ μία καρδία φέρουσα ἑκατὸν καὶ ἑξήκοντα καὶ τριάκοντα. ἀμέλει γοῦν οἱ ἐξηγηταὶ ἡμῶν τοῦτο λέγουσιν ὅτι οἱ τὴν παρθενίαν τὰ ἑκατόν, οἱ τὸν γάμον μετερχόμενοι τὸν θεῖον τὰ τριάκοντα. εἰς τὴν ἐλάττωσιν καὶ ἀνισότητα τῶν ἀριθμῶν ἐσκόπησαν, οὐκ εἰς τὴν φύσιν τῶν ἀριθμῶν. τέλειοι καρποφοροῦσίν τινες. οὗτοι δὲ τῷ ἑκατὸν ἀριθμῷ σημαίνονται. καὶ ἐν τῇ ἐπαγγελίᾳ γοῦν λέγει·" ἔσται ὁ νέος ἑκατὸν ἐτῶν". καὶ ὁ Ἀβραὰμ ἑκατοντούτης γενόμενος πατὴρ ἐχρημάτισεν ἐξ ἐπαγγελίας. καὶ ὅλως ὁ ἀριθμὸς κάλλιστός ἐστιν· δεκάκις γὰρ πολυπλασιαζόμενος ὁ δέκα τὸν ἑκατὸν ποιεῖ. ἐλέγομεν δὲ ὅτι ὁ δέκα ἀριθμὸς πανδεχής ἐστιν· πάντας περιέχει τοὺς ἀριθμούς. πάλιν ὁ ἑξήκοντα οἰκειότητα δοκεῖ ἔχειν πρὸς τὸν κόσμον· ἐν̣ ἓξ ἡμ̣ έραις γὰρ γέγονεν. ὅσοι οὖν γίνονται κοσμοπολῖται καὶ ὑπερβαίνουσιν τοῦτον κ̣ αὶ τὸν ὑπὸ τούτου δηλούμενον κληρονομοῦσιν– τέλειος δὲ ἐλέχθη ὁ ἓξ α᾿̣ ριθ μός–, οὗτοι ἄλλο τάγμα εἰσίν. τάχα δὲ οἱ προφητικοὶ ἔχοντες ἐφ' οἷς δυσὶν ἔχουσιν, καὶ τὸ ἅγιον πνεῦμα πλεονάζον ἐν αὐτοῖς, οὗτοί εἰσιν οἱ τριάκοντα. ὁ δὲ τριάκοντα συγγένειαν ἔχει πρὸς τὴν προσκυνητὴν τριάδα. ἢ τάχα ἐπεὶ τριακοντούτης γενόμενος ὁ σωτὴρ ἤρξατο τῆς πολιτείας τῆς ἀρίστης καὶ τῆς εὐαγγελικῆς αὐτοῦ λ̣ αλιᾶς, οἱ ἄρτι προσεληλυθότες αὐτῷ τὸν τριάκοντα καρποφοροῦσιν. ἄκουε· αἱ ἀρεταὶ ἀντακολουθοῦσιν ὡς τὸν μίαν̣ ἔχοντα πάσας ἔχειν. ἐπὶ τοῦ ἄγαν τελείου τοῦτο λαμβάνομεν. ὅταν δέ τις ᾖν ἐν τῷ προκόπτειν, ἔχει μίαν̣ ἐνίοτε ἐπικρατεστέραν τὴν ἀφ' ἧς ἤρξατο ἢ περὶ ἧς ἐσπούδασεν, ὡς ἔχει καὶ ἐπὶ τῶν τεχνῶν· ὁρᾷς πολλάκις γραμματικὸν καὶ μουσικὸν καὶ ἰατρόν, καὶ ἔχει ἐπικρατεστέραν μίαν εἰς ἣν ἔχει ὅλην τὴν ῥοπήν. τοῦτο δὲ ἐκ τῶν μακαρισμῶν παιδευόμεθα· μὴ γὰρ ὁ πτωχὸς τῷ πνεύματι οὐκ ἔχει τὰς ἄλλας ἀρετάς; ὁ πτωχὸς τῷ πνεύματι καὶ συνπαθής ἐστιν· καὶ διὰ τοῦτο πενθεῖ· εἰ γὰρ ἦν ἀσυνπαθής, οὐκ ἦν πτωχὸς τῷ πνεύματι. ἔχει πραότητα· εἰ γὰρ ὀργίλος ἦν, οὐκ ἠδύνατο μακαρίζεσθαι. ἔχει δικαιοσύνην. περὶ τοῦ οὖν πλειστοδυναμοῦντος καὶ τῆς ἐπικρατεςτέρας ἕξεως θαυμάζονται οἱ παρονομαζόμενοι. ἐπερ· πολλούς, λε´̣ γ̣ ε̣ ι̣, ἐθεώρησαν ἐν τῇ ἁγίᾳ πόλει; οὐκ ἦν δὲ ἁγία ἡ Ἰερουσαλὴμ" ἡ ἀποκτείνασα τοὺς προφήτας", ἣν κατέλειψεν ὁ σωτὴρ λέγων·" ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν". τοῖς ἐπὶ γῆς περιπατοῦσιν καὶ ἔχουσιν ἐν οὐρανοῖς τὸ πολίτευμα ὤφθησαν ἐν τῇ ἁγίᾳ πόλει, τῇ τοῦ θεοῦ ζῶντος πόλει. ἐπερ· τὸ" ὤφθησαν";– αἱ παχύτεραι αὗται αἰσθήσεις παχέων ἀντιλαμβάνονται. ἔχει ὁ τριάκοντα τρεῖς τρεῖς, ἕνδεκα καὶ τριάκοντα τρεῖς. δεκαπέντε γίνονται. πολλάκις δὲ ὁ δεκαπέντε ἀριθμ̣ ὸς ἐλέχθη ἀνάγεσθαι εἰς τὰς δύο διαθήκας· 187 διδόασιν γὰρ τοῖς ἑπτὰ καὶ τοῖς ὀκτώ· εἴρηται γὰρ ἡμῖν ἐν τοῖς ἔνπροσθεν ὅτι καὶ τρίγωνός ἐστιν κ̣ αι`̣ παραδοθεὶς πεντάδα ἔχει, οἰκειότητα πρὸς τὰ αἰσθητὰ ἔχει· πῶς γὰρ οὐκ ἤμελλεν ἀλλοιώσεως τοῦ προσώπου γεγενημένης; ἐπερ· ἐὰν εἴπωμεν ὅτι ἔμεινεν ἐκεῖ;– οὐκ εὐθέως. ἐν ἄλλῃ γενομένῃ ἐκεῖ ἐπιδημίᾳ. σχεδὸν ἐν ἀρχῇ τῶν βασιλειῶν ἐστιν τοῦτο, περὶ τὸ τέλος δὲ ἐκεῖνο τὸ ὅτε λοιπὸν ἐξετέλεσαν εἰς πόλεμον πρὸς τὸν Σαούλ. ἐπερ· οὐ τὸ πρῶτον ἀπελύθη καὶ ἀπῆλθεν;– μήποτε τὰς ἀναγωγὰς πρὸς λέξιν ἐξέταζε. ἐπεὶ λέγω σοι κἀγὼ τὸ περὶ τοῦ Ἀβραάμ·" ἔσχεν δύο υἱούς, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας". καὶ οὐκ Ἀβραὰμ ὢν ἔσχεν αὐτούς. τὸν δι̣' Ἁγὰρ Ἰσμ̣ αὴλ Ἀβρὰμ ἔσχεν, Ἀβραὰμ δὲ τοῦτοἔσχεν. καὶ ἄρτι τό·" συνστοιχεῖ τῇ νῦν Ἰερουσαλήμ". οὐ λέγει λέγω ἀρτίως, ἵνα τὴν συνστοιχίαν λάβῃς καὶ κατὰ σύμβολον. κατὰ πολλοὺς δὲ τρόπους λέγεται ἡ συνστοιχία. αὐτίκα γοῦν καὶ ἐπὶ γραμματικῆς τὰ δασεῖα τοῖς ψιλοῖς σύνστοιχα λέγεται εἶναι, καὶ τὰ μακρὰ τοῖς βραχέσιν. παρὰ δὲ τοῖς τὰ λογικὰ σύνστοιχα λέγονται τὰ ἀντιδιῃρημένα. διαιρεῖς τὸ ζῷον εἰς λογικὸν καὶ ἄλογον, καὶ εἰς θνητὸν καὶ εἰς ἀθάνατον, καὶ ὑπόπουν καὶ ἄπουν. οὔκ ἐστιν σύνστοιχον τὸ λογικὸν καὶ τὸ θνητόν, ἀλλὰ τὸ ἄλογον. τὸ συνστοιχεῖν δὲ ὧδε παρὰ τῷ ἀποστόλῳ τὸ συμβολικὸν πρὸς τὸ προηγούμενον. ἵνα παχύτερον εἴπω· ἔνι θυσία αἰσθητὴ καὶ περιτομή, καὶ ἀμφότερα πνευματικά. οὐ δεῖ σύνστοιχον λαβεῖν τὴν περιτομὴν τὴν κατὰ σάρκα πρὸς τὴν πνευματικὴν θυσίαν, καὶ τὴν σωματικωτέραν θυσίαν οὐ πρὸς τὴν πνευματικὴν _0_θ_υ_σ_ί_α_ν0_1__π_ε_ρ_ι_τ_ο_μ_ή_ν_1, ἀλλὰ θυσίαν. ἐπερ· τὸ" τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν", καὶ πάλιν·" ὅτι εὐθὴς ὁ λόγος τοῦ κυρίου";– τὰ αὐτὰ πράγματα ὅτε οὐκ αἰσθητά ἐστιν, κατ' ἐπίνοιαν δοκοῦσιν ἄλλα καὶ ἄλλα εἶναι. ἕν ἐστιν τὸ ἅγιον πνεῦμα, καὶ λέγομεν αὐτοῦ διάφορα χαρίσματα. ἐὰν εἰς τὰ χαρίσματα σκοπήσῃς, δοκεῖ πλῆθος ἁγίων πνευμάτων εἶναι. ἔχεις γοῦν·" καὶ πνεῦμα προφητῶν προφήταις ὑποτάσσεται". λέγεται καὶ πνεῦμα Ἠλία καὶ πνεῦμα Ἐλισαῖε. οὐχ ἕτερά εἰσιν ταῦτα τῇ οὐσίᾳ, ἀλλὰ τῇ ἐπινοίᾳ καὶ τῇ σχέσει τῶν μετεχόντων λέγεται πληθυντικῶς πνεύματα. καὶ ὁ λόγος οὖν ὁ τοῦ θεοῦ ὅτε ἔτι πρὸς τὸν θεὸν ἦν–" καὶ ἦν" γὰρ" ὁ λόγος πρὸς τὸν θεόν"–, οὐδεμίαν ἔχει σχέσιν πρὸς ἄλλον, ἀλλὰ πρὸς τὸν θεὸν μόνον, δευτέρως δὲ καὶ πρὸς τοὺς μετόχους ἑαυτοῦ·" ἐκείνους" γὰρ" θεοὺς εἶπεν πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο". πρὸς αὐτὸν μὲν ὁ λόγος τοῦ θεοῦ ἦν. ἀσχέτως οὖν ὁ λόγος αὐτοῦ πρὸς τὸν θεὸν ἔστιν, σχετικῶς δὲ πρὸς τοὺς μετέχοντας αὐτοῦ ἐγένετο. π̣ οτὲ κατὰ μίαν ἐπιβολὴν μετέχουσιν οἱ μετέχοντες, ὡς περὶ τοῦ πνεύματος εἶπον· ὁ μὲν γὰρ ἔχει λόγον σοφίας, ἄλλος λόγον γνώσεως· μὴ γὰρ ἄλλος καὶ ἄλλος ἐστὶν κατὰ τὸ ὑποκείμενον ὁ λόγος οὗτος. εἰσίν τινες ἔχοντες γνῶσιν πνευματικῶν, γνῶσιν τῆς ἀληθείας, τῶν τῆς εὐσεβείας δογμάτων· διεξιέναι γάρ τι περὶ αὐτῶν οὐ δύνανται. καὶ ἔγνωμεν ἡμεῖς νοοῦντας ἀνθρώπους πάνυ συνετῶς καὶ οὐ δυναμένους εἰπεῖν οὐδὲ τῷ τυχόντι. οὗτοι λόγον γνώσεως ἔχουσιν. ὅταν δὲ πρὸς τῷ ἔχειν τὴν γνῶσιν ἔχῃ καὶ τὸ δύνασθαι διεξοδεύειν καὶ διδάσκειν καὶ εἰς ἄλλους φέρειν τὰ ἐν αὐτῷ νοήματα, λόγος σοφίας ἐστίν. ἀμέλει γοῦν αὐτὴ ἡ Σοφία λέγει·" ἐξέτεινον λόγους", διδασκαλικῶς δηλονότι. ὁ αὐτὸς οὖν λόγος τοῦ θεοῦ γίνεται πρὸς τοὺς προφήτας καὶ ἔστιν πρὸς τὸν θεὸν καὶ πρὸς τοὺς γινομένους ἐκ τῆς συνουσίας αὐτοῦ θεούς. καὶ οὐ τὴν αὐτὴν ζητοῦμεν σχέσιν· ἐπὶ μὲν γὰρ τοῦ πατρὸς ἀνυπέρβλητός ἐστιν. ἡ πρὸς τὸν θεὸν αὐτοῦ συνουσία οὔκ ἐστιν κατὰ συνκατάβασιν, πρὸς δὲ 188 τοὺς γενομένους θεοὺς κατὰ τὴν ἀξίαν, τὴν δύναμιν καὶ τὴν ἀναλογίαν ἧς ἔχουσιν προκοπῆς γίνεται. καὶ πρὸς τοὺς προφήτας οὕτως γίνεται·" ὁ λόγος ὁ γενόμενος πρὸς Ἰηρεμίαν". οὐκ εἶπεν" ὁ ὤν", ἀλλ'" ὁ γενόμενος". γινόμενος δὲ κατὰ τὸ μέτρον ἐκείνου γίνεται. καὶ ἐνταῦθα οὖν διαφόρως ἐξηγησάμεθα τὸν εὐθῆ τοῦ θεοῦ λόγον, οὗ τὰ ἔργα ἐν πίστει ἐστίν. εἰρήκαμεν ὅτι δύναται ὁ διδασκαλικὸς εἶναι λόγος. ἐπερ· ἵνα ποῖον λάβωμεν πνεῦμα;– κατ' ἐπίνοιάν τινα λήψ̣ ει τὸ στόματος θεοῦ πνεῦμα ἀντὶ τοῦ· ὅτε διὰ λόγου αὐτὸ εἰς γνῶσιν ἄγει ὧν κρίνει παραδέξασθαι αὐτό." περίελε σεαυτοῦ σκολιὸν στόμα"." τὸ δὲ στόμα αὐτοῦ τὸ θρασὺ θάνατον ἐπικαλεῖται". ὅταν πρὸς τὸν θεὸν ᾖ τὸ πνεῦμα καὶ πρὸς τὸν υἱόν, οὐ λέγεται" πνεῦμα στόματος", ἀλλ' ὅταν διακονῆται τοῖς δυναμένοις λόγῳ αὐτὸ δέξασθαι. ἐπερ· οὐ λέγεις τινὰ μέτοχον δικαιοσύνης πρακτικὸν ὄντα;– τὸν μετ' ἐπιστήμης ἔχοντα τὴν δικαιοσύνην καὶ δυνάμενον ἄλλῳ αὐτὴν οὕτω σαφηνίσαι ὡς αὐτὸς αὐτὴν ἔχει. ἐπερ· οὐ λέγεις λόγῳ τοῦτο ποιεῖ;– οὐ λέγω λόγῳ τῷ προφορικῷ. 2 εὐλογήσω τὸν κύριον ἐν παντὶ καιρῷ, διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου. εὐλογεῖ τὸν θεὸν ἐν παντὶ καιρῷ ὁ ἐν παντὶ τῷ προσπίπτοντι εὐχαριστῶν. γράφει δὲ καὶ ὁ ἀπόστολος·" ἐν παντὶ εὐχαριςτοῦντες". ὁ εὐχαριστῶν θεῷ οὐκ ἐπὶ τοῖς ἡδέσιν μόνοις· τοῦτο ποιεῖ, ἀλλὰ καὶ ἐπὶ τοῖς ἀηδέσιν. ὁ Ἰὼβ γοῦν οὐκ ἐπὶ τῇ εὐετηρίᾳ καὶ τῇ σωτηρίᾳ τῶν τέκνων καὶ τῷ ἄλλῳ περιρέοντι πλούτῳ μόνον εὐλογεῖ τὸν θεόν, ἀλλὰ καὶ ὅτε ἅμα πάντων ἀφῃρέθη. ὅτε γοῦν πάντα αὐτοῦ ἀφῃρέθη τὰ τέτακνα, τὰ ὑπάρχοντα, εὐχαριστεῖ τῷ θεῷ, καὶ" οὐδὲν ἥμαρτεν", φησίν,"̓ Ιὼβ ἐναντίον τοῦ κυρίου οὐδὲ ἔδωκεν ἀφροσύνην τῷ θεῷ". ὁ λέγων περὶ τῆς προνοίας ὅτι·" ὤφειλεν οὕτω ποιεῖν ἢ οὕτω", ἀφροσύνην π̣ ροσάπτει τῷ θεῷ καὶ ὅσον εἰς αὐτὸν μὴ νοήσαντα τὸν θεὸν ὃ ἔδει ποιῆσαι. ὅταν γοῦν τις λέγῃ ὅτι·" ἔδει τοὺς γέροντας πρὸ τῶν νέων ἀποθνῄσκειν, τοὺς γονέας πρὸ τῶν τέκνων καὶ τοὺς ὑγιαίνοντας μὴ α᾿̣ π̣ οθνῄσκειν, ἀλλὰ τοὺς̣ νοσοῦντας̣", ἀφροσύνην δίδωσιν τῷ δι οικοῦντι καὶ προνοουμένῳ." οὐκ ἔδωκεν" οὖν" ἀφροσύνην τῷ θεῷ".····" εὐλογητ̣ ὸς κύριος". ἐπεὶ τοίνυν καὶ καιροὶ διάφοροί εἰσιν, ἐν παντὶ δὲ εὐχαριστεῖν προσήκει, εἰκότως λέγει ὅτι·" εὐλογήσω τὸν κύριον ἐν παντὶ καιρῷ". οὐκ ἔστιν ὅτε οὐκ εὐλογῶ τὸν κύριον. κἂν ἀηδῆ ᾖν τὰ ἐπιφερόμενα, ὡς ἀγαθὸν προσδέχομαι. ἔλεγεν δὲ ἄλλος λόγος ὅτι·" πᾶν τὸ ἐπαγόμενόν σοι παρὰ κυρίου ὡς ἀγαθὸν προςδέχου". οὐκ ἂν εἴποις ὁρῶν νοσοῦντα καὶ περιοδευόμενον ὑπὸ ἀρίστου ἰατροῦ ὅτι εὐχαριστεῖ τῷ ἰατρῷ ποθῶν σωτηρίαν; ὅταν γὰρ α̣········· αὐτὸν καὶ διαιρῇ ξίφει ἵνα σωθῇ, μὴ μόνον ὅτε προσηνῆ βοηθήματα αὐτῷ δίδωσιν, ἀποδέχεται. οὐκ εἰς τ̣ ὸ προσηνὲς δὲ βλέπει οὐδὲ εἰς τὸ ἀηδὲς τῶν προσαγομένων, ἀλλ' εἰς τὸ συμφέρον καὶ λυσιτελοῦν. πᾶς καιρὸς οὖν ἔστιν τοῦ εὐλογεῖν τὸν θεόν. ἑκατέρως δὲ τὸν καιρὸν λαμβάνομεν καὶ τὸν δέοντα χρόνον καὶ τὴν κατάστασιν τοῦ βοηθουμένου. λέγομεν οὖν ἐπὶ τῶν ὑγιαινόντων καιρὸν ἀρίστου εἶναι τὸν μεσημβρινὸν καὶ δείπνου τὸν ἑσπερινόν, ἐπὶ δὲ τοῦ κάμνοντος οὐχ οὕτ̣ ω λαμβάνομεν τὸν καιρὸν εἰς χρόνον ἀφορῶντες, ἀλλ' εἰς τὸ πῶς ἔχει αὐτοῦ τὸ σῶμα. ἑκατέρως" ἐν παντὶ καιρῷ" εὐλογεῖ τὸν θεὸν ὁ ἅγιος· οἶδεν γὰρ ὅτι ὑπὸ πρόνοιάν ἐστιν καὶ ὅτι ὁ προνοούμενος μᾶλλον αὐτοῦ οἶδεν τὰ αὐτῷ λυσιτελοῦντα." πάντοτε χαίρετε, ἀδιαλείπτως προσεύχεσθε, ἐν παντὶ εὐχαριστοῦντες". εἰ πάντοτε χαίρει ὁ ἅγιος, οὐδέποτε καταδύεται ἢ κατηφεῖ ἐπὶ σκυθρωποῖς παροῦσιν· καὶ ἐπὶ τούτοις γὰρ χαίρει, χαίρει ὡς ἐπὶ ἀγωνίσμασιν. τὴν διαδεχομένην νί κην τοὺς ἀγῶνας ὁρᾷ καὶ τοὺς στεφάνους προσδοκῶν καὶ τὰ βραβεῖα χαίρει, κἂν ἀηδῆ ᾖν τὰ περιεστηκότα. 189" εὐλογήσω" οὖν. καὶ ἵνα μή τις τὴν εὐλογίαν προφορᾷ νομίσῃ γίνεσθαι, οἷον λέγειν τινὰ ἐπαγγελίᾳ·" διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου". ἐν τῷ ὑμνεῖν αὐτὸν εὐλογῶ αὐτόν." διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου". οὐ τοῦτο δὲ λέγομεν, ἵνα μὴ ἀδύνατόν τι ἀκολουθήσῃ, ὅτι ἐν τῷ προφορικῷ διὰ παντὸς ἔχει τὴν αἴνεσιν. ἀδύνατον δὲ τοῦτο· καθεύδων γὰρ οὐ ποιεῖ τοῦτο, ἐσθίων ἐνίοτε οὐ ποιεῖ· ἀλλὰ οὕτως αἰνεῖν δεῖ· πάντα ἃ ποιῶ, κἄν τε ἐσθίω κἂν πίνω κἂν καθεύδω, εὐχαριςτῶν τῷ θεῷ ὑφίσταμαι ταῦτα. οὕτω γοῦν ἀκουστέον καὶ τοῦ;" πάντοτε χαίρετε". ἐὰν κατ' ἐνε´̣ ργειαν λάβῃ̣ ς̣ χάριν, ὁ κοιμω´̣ μενος οὐκ ἔχει ταύτην. δυνάμει αὐτὴν ἔχει." ἀδιαλείπτως προσεύχεσθε". ἐὰν ἐπὶ τοῦ δεικτ̣ ικῶς προσεύχεσθαι λάβῃς, οὐ δύναται ἀδιαλείπτως τελεῖσθαι. ἀμέλει γοῦν εἴ τις ἱστορικῶς ἀνεγράφη η," τρὶς τῆς ἡμέρας" λέγεται προσεύχεσθαι, μεσημβρινῆς ἢ περὶ ἐνάτην ὥραν, δῶμεν ὅτι καὶ ἑσπερινῆς. τὸ ἀδιαλείπτως οὖν προσεύχεσθαι τοιοῦτόν ἐστιν· ο̣ ὐδ̣ ε`̣ ν̣ ἑ´̣ τ̣ ερ̣ όν ἐστιν προσευχὴ ἢ αἴτησις ἀγαθῶν παρὰ θεοῦ. ὅταν τις τοίνυν διὰ παντὸς οὗ ποιεῖ, αἰτῆται ἀγαθὰ τὸν θεόν, προσεύχεται. κἂν τὸ ἰδικὸν μὴ ποιῇ, πόθον ἔχων τοῦ τυχεῖν τῶν ὠφελίμων, προσεύχεται. αὐτὸς ὁ πόθος προσευχή ἐστιν· ἔχει γὰρ τὸν πόθον. ὅ τι ποτὲ ἐὰν ποιῇ, κἂν ἐνποδίζηται τοῦ τὸ ἰδικὸν τῆς προσευχῆς ποιεῖν, ἀλλὰ ἔχει τὸ αἰτεῖσθαι τὸν θεόν. οὕτω γοῦν καὶ ἐν τῇ Σοφίᾳ τοῦ Σιρὰχ λέγεται·" διήγη σις εὐσεβοῦς διὰ παντὸς σοφία". πῶς διὰ παντὸς δύναται τὴν σοφίαν διηγεῖσθαι; ἐὰν οὕτω λάβωμεν– λαμβάνεται δὲ πολλάκις ταῦτα καὶ ἐν τῇ συνηθείᾳ οὕτως–, ὡς καθόλου πολλάκις ζητοῦμέν τινα καὶ μαθεῖν ποθοῦμεν, ποῦ ἔστιν αὐτῷ συντυχεῖν· λέγουσιν·" εἰς τὸ ἰατρεῖον τοῦτο ἀεὶ κάθηται καὶ διηνεκῶς ἐκεῖ ἐστιν", οὐχ οὕτω λαμβάνων τὴν ἡμέραν ὅλην, ἀλλ' ὅτε κάθηται, οὕτω, μᾶλλον ἐκεῖ κάθηται. οὐκ εἶπεν οὖν ἁπλῶς" διὰ παντὸς ἡ αἴνεσις", ἀλλ'" αὐτοῦ"· ὁ γὰρ δοκῶν αἰνεῖν μὴ μετὰ φρονημάτων ὀρθῶν, μὴ μετὰ τῶν ἀληθῶς θεολογικῶν, οὐχ αὑτῷ αἰνεῖ, οὐκ αὐτὸν αἰνεῖ. 3 ἐν τῷ κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου. ἡ ψυχὴ ἡ ἐμὴ οὐκ ἐπαινεῖται ἐπ' ἄλλ̣ ῳ̣ τ̣ ι̣ νὶ προηγουμένως ἢ ἐπὶ τῷ μετέχειν θεοῦ· ὡς γὰρ ἄλλος ἐπὶ τέχνῃ̣ ἐπαινεῖσθαι ποθεῖ ἢ ἐπὶ ἐπιστήμῃ̣ ἢ ἐπὶ ἀξιώματι ἢ τιμῇ, οὕτως ὁ ἅγιος ἐν τῷ κυρίῳ θέλει ἐπαινεῖσθαι τὴν ψυχὴν ἑαυτοῦ. οὐκ οἶδεν ἄλλον ἔπα̣ ινον τῆς ψυχῆς ἢ τοῦτον· κἂν γάρ, ὡς ε̣ ἶπ̣ ον, ἐπὶ ἐπιστήμῃ τις ἐπαινεῖται, ἀλλὰ συνκρινόμενος οὗτος ὁ ἔπαινος π̣ ρὸς ἀ´̣ λλον ἐπὶ θεῷ γινόμενον οὐδὲ ἔπαινός ἐστιν ὅλως. λέγομεν οὖν πολλάκ̣ ι̣ ς·" οὐδὲν γλυκύ ἐστιν ἢ τὸ μέλι". εἰσὶν μὲν καὶ ἄλλα γλυκέα, ἀλλὰ ὡς πρὸς τὸ μέλι οὔκ εἰσιν γλυκέα. καὶ ἐν ἄλλῳ ψαλμῷ λέγει·" παρὰ σοῦ ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ". ὃν δίδως μοι ἔπαινον οὐκ ἐπ' ἄλλῳ ἐστὶν γινόμενος ἢ ἐπὶ σοί." ἐν τῷ κυρίῳ ἐπαινεσθήσεται ἡ ψυχή μου"." ἐν σοί", φησίν," ἐπαινεσθησόμεθα ὅλην τὴν ἡμέραν". ὅλον τὸν χρόνον τῆς ζωῆς ἡμῶν ἡμέραν καλ̣ ούμενον. δύναται δὲ τὸ" ἐν σοὶ" ἤτοι τὸ" ἐπὶ σοὶ" ἢ τὸ" ὑπὸ σοῦ". ἀμφότερα δὲ συντρέχει ἐπὶ τοῦ ἁγίου. καὶ ἐπὶ τ̣ ο̣ ῦ θεου῀̣ ἐπαινεῖται καὶ ὑπ' αὐτοῦ τοῦ θεοῦ ἔχει τὸν αἶνον. 3 ἀκουσάτωσαν πραεῖς καὶ εὐφρανθήτωσαν. ὥσπερ ὁ φαῦλος βούλεται κρύπτειν ἃ λέγει καὶ ἐνεργεῖ, ὅταν μὴ ἀπεγνωσμένος ᾖν, οὕτως ὁ σπ̣ ουδαῖος καὶ θεῷ ἀνακείμενος θέλει ἃ λέγει καὶ ἃ πράττει πᾶσιν γνώριμα εἶναι. θέλει τὸ φῶς αὐτοῦ λάμπειν ἔνπροσθεν τῶν ἀνθρώπων, ἵν' ἰδόντες ἐκεῖνοι δοξάσωσιν τὸν θεόν. β̣ ούλεται τοὺς λόγους αὐτοῦ εἰς ἄλλους ἔρχεσθαι· εἴρηται γάρ·" ὁμιλεῖτε ἐν περιπάτοις". ὁ δὲ ὁμιλῶν ἄλλοις ὁμιλεῖ, οὐχ̣ ἑαυτῷ προηγουμένως. ἐπεὶ τοίνυν ἐν παντὶ καιρῷ προεθέμην εὐλογεῖν τὸν κύριον καὶ ἔχειν διὰ παντὸς τὴν αἴνεσιν αὐτοῦ ἐν τῷ στόματί μου, ὥστε τὴν ψυχήν μου ἐν αὐτῷ ἐπαινεῖσθαι," ἀκούσατε πραεῖς καὶ εὐφράνθητε". μιμήσασθέ με, καὶ ὑμεῖς τοιοῦτοι γένεσθε. ἐὰν δὲ τοὺς πραεῖς μείζονας ἑαυτοῦ λέγῃ, λέγει·" ἀκούσατε πραεῖς", ὅτι ἐγὼ ὁ πρὸς ὑμῶν παιδευόμενος καὶ ὑποβεβηκὼς ὑμᾶς τοιοῦτός εἰμι· τὸ γὰρ τὸ ἐλάττονι ὑπάρχον 190 καὶ τῷ μείζονι ὑπάρχει. οἱ μαθηταὶ αἰνετοὶ καὶ ἐπαινοῦντες τὸν κύριον–, πολλῷ πλέον οἱ διδάσκαλοι καὶ ὑπερβεβηκότες αὐτούς. ἑκατέρως οὖν λάβε· ἤτοι οἱ μείζονες ἐμοῦ πρᾶοι ἀκούσαντες εὐφράνθητε, ὅτι ἐσχήκατε τοιοῦτον μαθητὴν ἢ συνμέτοχον. 4 μεγαλύνατε τὸν κύριον σὺν ἐμοί. περὶ τῶν πράων εἰπὼν πρὸς αὐτοὺς λοιπὸν τρέπει τὸν λόγον·" καὶ ἐπ' ἐμὲ μεγαλύνατε τὸν κύριον σὺν ἐμοί". μεγαλύνει δέ τις τὸν θεὸν οὐκ ἐκ μικροῦ μέγεθος αὐτῷ προστιθείς, ἀλλ' ὅταν δυνηθῇ τὸ μέγεθος αὐτοῦ λαβεῖν. ὁ ἥλιος οὖν ἀλλ' ὅταν δυνηθῇ τὸ μέγεθος αὐτοῦ λαβεῖν. ὁ ἥλιος οὖν ἀνατέλλων οὐχ, ὅσου ἐστὶν μεγέθους, παραυτὰ θεωρεῖται. καθ' ὁλίγον δὲ μείζω βλέπεται· οὐ γὰρ δήπου αὐτὸς αὔξησιν λαμβάνει, ἀλλ' ὁ θεωρῶν βελτιοῦται, κρειττόνως ὁρᾷ αὐτόν." μεγαλύνατε τὸν θεόν", μεγάλ̣ α φρονήσατε περὶ τοῦ θεοῦ," σὺν ἐμοί"· τὸ γὰρ" μεγαλύνατε τὸν θεόν", τὸ μεγάλα περὶ αὐτοῦ φρονῆσαι. 4 καὶ ὑψώσομεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό. ἡ προσηγορία τοῦ θεοῦ κέκληται ἐπὶ τοὺς σπουδαίους· αὐτοῦ γὰρ χρηματίζουσιν. ὅταν τοίνυν καταλλήλους τῷ ὀνόματι πράξεις καὶ νοήσεις ἔχωμεν, τότε ὑψοῦται τὸ ὄνομα αὐτοῦ, οὐ διεσπ̣ ασμένως, ἀλλ'" ἐπὶ τὸ αὐτό", καταρτιζομένων" τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ". δυνατὸν δὲ καὶ κατὰ διάνοιαν ἄλλην εἰπεῖν ὑψοῦσθαι τὸ ὄνομα τοῦ θεοῦ ἐπὶ τὸ αὐτό· τὴν θεοῦ προσηγορίαν κατασπῶσίν τ̣ ινες ἐπὶ ἄψυχον ὕλην, ὡς τὰ ἀγάλματα θεοὺς ὀνομάζειν. τρόπον τινὰ ταπεινοῦσιν τὴν θεοῦ ὀνομασίαν. καὶ ἄλλοι ἐκ τῆς γαστρὸς ἑαυτῶν φέρουσιν τὴν ὀνομασίαν θεοποιοῦντες τῇ διδασκαλίᾳ τῷ ἀδηφάγοι καὶ παντοφάγοι εἶναι. ὅταν τοίνυν μηδὲν τῶν μὴ θεῷ φρονῶμεν εἶναι θεόν, ἀλλὰ μόνον τὸν πάντα δημιουργήσαντα, ἐπὶ τὸ αὐτὸ ὑψώσαμεν τὸ ὄνομα αὐτοῦ. ἡμεῖς ὅλοι ἐν τῷ εὐαγγελίῳ ἐν εὐχῇ προσταττόμεθα λέγειν·" ἁγιασθήτω τὸ ὄνομά σου". εἰ δὲ καὶ προστακτική ἐστιν ἡ φωνή, ἀλλ' ἐν εὐχῇ λέγομεν̣ αὐτήν, εὐχή ἐστιν. κατὰ πάσας οὖν τὰς διανοίας τῆς ὑφώσεως τοῦ ὀνόματος καὶ τὸ ἁγιασθῆναι αὐτὸ λαμβάνομ̣ εν· μηδὲν πράττετε βέβηλον, μηδὲν πτωχὸν καὶ ταπεινόν, ἵνα ὑψῶται τὸ ὄνομα τοῦ θεου῀̣, ἱ´̣ να ἁγιάζηται· ἀπ̣ οστήσατε τὴν θεοῦ προσηγορίαν ἀπὸ παντὸς χαμαιπετοῦς, ἀπὸ παντὸς γηίνου πρ̣ άγματος· τότε γὰρ ἁγιάζεται ἡ προσηγορ̣ ία τοῦ θεοῦ. μάλιστα δὲ τοῦτο ὑπάρξεται, ὅταν" ὁ θεὸς πάντα ἐν πᾶσιν" γένηται, ὅταν ἀ ποδράσης ὀδύνης καὶ λύπης καὶ στεναγμοῦ αἰώνιος εὐφροσύνη καταλάβῃ. 5 ἐξεζήτησα τὸν κύριον, καὶ ἐπήκουσέν μου. οὐχ ἁπλῶς εἶπεν" ἐζήτησα", ἀλλ' ἐπιτεταμένως τοῦτο πεποίηκα." καὶ ἐπήκουσέν μου". δείκνυσιν ὅτι ἡ νῦν λεγομένη ἐκζήτησις δι' εὐχῆς γίνεται· τοῦτο γὰρ ἐπενήνεκται·" καὶ ἐπήκουσέν̣ μου". εἰ δ̣ ε`̣ καὶ ἐκζητεῖ ὁ βουλόμενος γνῶναι τὸν θεόν, ὡς οἷόν τέ ἐστιν, ἀλλ' οὐκ ἔχει τέλος. τὸ ἐπακουσθῆναι τάχ̣ α τὸ εὑρεῖν, τὸ τελειωθῆναι. ἐξεζήτησα τὸν κύριον, καὶ ηὑρέθη μοι. οὕτω γοῦν γέγραπται ἐν Σοφίᾳ·" εὑρίσκεται τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ, ἐνφανίζεται τοῖς ζητοῦσιν αὐτόν". καὶ ἔτι·" ἐκζητήσατε τὸν κύριον· ἡνίκα δὲ ἐὰν ἐγγίζῃ ὑμῖν". ὧδε οὖν τὸ" ἐπήκουσεν" τοῦτο λέγει, ὅτι ἡ ἐκζήτησις δι' εὐχῶν γέγονεν. ἀδιαλείπτως προσευχόμενος ἐκζητεῖ τὸν θεὸν καὶ ἐ´̣ σ̣ χεν αὐτὸν ὑπήκοον εὑρὼν τὸ ζητούμενον. 5 καὶ ἐκ πασῶν τῶν θλίψεών μου ἐρύσατό με. πολλάκις περὶ τούτων εἰρήκαμεν, ὅτι τὸ ῥύεσθαι τὸν θεὸν ἐκ θλίψεως οὐ τὸ ἐ´̣ ξω θλ̣ ίψ̣ εως γενέσθαι σημαίνει· εἰ γὰρ ἀληθεύουσιν οἱ ἀπόστολοι λέγοντες·" ἐν παντὶ θλιβόμεθα"· καὶ ἔτι·" διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ", οὐδέποτε ἐκτὸς τοῦ θλίβεσθαι δεῖ γενέσθαι. εἰ δὲ τοῦτο μὴ οὕτω τις λάβοι τὸ ῥύεσθαι, 193 οὐδέποτε εἰσηκούσθησαν οἱ ἅγιοι· ἀεὶ θλιβόμενοι, ὑστερούμενοι διετέλεσαν τὸν βίον αὐτῶν μέχρις ἐσχάτης ἀναπνοῆς. 6 προσέλθατε πρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ. εἰρηκὼς τὴν διάθεσιν ἣν ἔχει πρὸς τὸν θεόν, καὶ εἰρηκὼς τὰ ὑπάρχοντα ὑπὸ τοῦ θεοῦ ὠφέλιμα τοῖς ἐκζητοῦσιν καὶ ἐπακουσθεῖσιν, προτρέπεται ἢ πάντας ἢ πολλοὺς καὶ λέγει·" προσέλθατε πρὸς αὐτὸν καὶ φωτίσθητε". οὐ τοῖς ἤδη πεφωτισμένοις καὶ δυναμένοις εἰπεῖν·" ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε"," προσέλθατε"· οἱ γὰρ ἤδ̣ η προσελθόντες φῶς εἰσιν. αὐτίκα γοῦν οἱ ἀπόστολοι προσεληλυθότες ἤκουσαν·" ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου". καὶ ἄλ λους φωτίζουσιν." προσέλθατε" οὖν οἱ μακρὰν" πρὸς αὐτὸν καὶ φωτίσθητε", καὶ ἐκ τοῦ φωτισθῆναι ὑμᾶς π̣ αραγι´̣ ν̣ εται τὸ ἀκαταίσχυντον." τὰ πρόσωπα" δὲ" ὑμῶν οὐ μὴ καταισχυνθῇ"· πεφωτισμένα γὰρ γίνεται, ὡς εἰρ̣ ήκασιν οἱ εὐχαρίστως·" ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου". ὅταν πληρωθῇ τό·" ἔσται σοι κύριος φῶς αἰώνιον", πᾶσα αἰσχύνη ἀφανισθήσεται. ἐὰν πρὸ ἁμαρτίας οὐκ ἦν αἰσχύνη," γυμνοὶ ἦσαν ὅ τε Ἀδὰμ καὶ ἡ Εὕα, καὶ οὐκ ᾐσχύνοντο". γυμνοὶ ἦσαν πάσης κακίας, οὐκ εἶχον ἔνδυμα καλύπτον τὸ λογιστικόν, οὐκ ἦν ὁ λόγος ἐπικρυπτόμενος ὑπὸ παθῶν ἀλόγων. ὅτε δὲ ἁμαρτία γέγονεν, καὶ ἐνπαθὴς λοιπὸν καὶ νόησις καὶ ζωή, καὶ αἰσχύνη ὑπῆρκται. ἐὰν τοίνυν προσέλθωμεν τῷ φωτί, ᾧ κατελείψαμεν ἁμαρτάνοντες, τὰ πρόσωπα ἡμῶν οὐ καταισχύνεται, πολλὴν παρρησίαν ἔχομεν· λέγει γάρ·" ἐὰν μὴ καταγιγνώσκῃ ἡμῶν ἡ καρδία, παρρησίαν ἔχομεν πρὸς τὸν θεόν". ἐὰν ἀκατάγνωστόν τις ἀπὸ καρδίας καὶ συνειδήσεως ἑαυτὸν ὁρᾷ, πάνυ παρρησίαν πρὸς τὸν θεὸν ἔχει ὡς λέγειν·" ζῇ κύριος, ᾧ παρέστην ἐνώπιον αὐτοῦ". παρρησιασαμένου φωνὴ καί·" τὸ πρωὶ παραστήσομαί σοι καὶ ἐφόψομαι". εἶδον πολλά, ἀλλ' ἔτι μᾶλλον ἐπιθεωρήσω υ̣···· ἐφοπτικὰ θεωρήσω." καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ". ἐλέγομεν ὅτι ἁμαρτίας οὔσης καλύπτεται τὸ πρ̣ όσωπον τῆς ψυχῆς ὑπὸ αἰς̣ χύνης ὡς μηκέτι τὸ κάλλος αὐτῆς καὶ τὴν ἀναλογίαν τῶν μελω῀̣ ν αὐτῆς θεωρεῖσθαι. ὅταν δὲ φωτισμὸς̣ γένηται, λοιπὸν" ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου καθοπτρίζεται". οὐδεὶς κεκαλυμμένον ἔχων πρόσωπον τὴν δόξαν τοῦ θεοῦ καθοπτρίζεται, ἀλλ' εἴ τις ἀπέβ̣ αλεν τὰ ἐπιγενόμενα καλύμματα. οἱ γοῦν αἴσθησιν λαβόντες, οἷ κακῶν̣ παρ' ἑαυτοὺς γεγόνασιν, λέγουσιν·" κατεκάλυψεν ἀτιμία τὸ πρόσωπον ἡμῶν". κάλυμμα ἡμῖν ἡ ἀτιμία γέγονεν, ἡ αἰσχύνη, τοῦ προσώπου ἡμῶν. 7 οὗτος ὁ πτωχὸς ἐκέκραξεν, καὶ ὁ κύριος εἰσήκουσεν αὐτοῦ. δείκνυσίν τινα πτωχὸν τῇ ἁμαρτ̣ ίᾳ ὄντα, πτ̣ ωχὸν πάσης κακίας. ἐὰν ἄνευ κακίας τις γενόμενος ἀποβαλὼν τὸν πλοῦτον τῆς ἀγνοίας και`̣ τη῀̣ ς κακίας πρὸς θεὸν βοήσῃ, ἔχει αὐτὸν ἐπακούοντα. τάχα δέ, ὡς υ῾̣ φ̣ εῖπον τοπικῶς τῆς ὥρας ὅτι τὸ τῷ ἐλάττονι καὶ τῷ μείζονι ὑπάρχει, προτρεπόμενος τοὺς ἤδη πεφωτισμένους καὶ εὐλογοῦντας" τὸν κύριον ἐν παντὶ καιρῷ" πλουσίους ὄντας, λέγει· καὶ ὁ πτωχὸς ἐὰν προσέλθῃ καὶ βοήσῃ, ἐπακούεται. δυνατὸν δὲ καὶ τοῦτο περὶ τοῦ ἀπὸ τῶν ἐθνῶν λαοῦ εἰρῆσθαι τοῦτο ὅτι· ὁ" ἐλπίδα μὴ ἔχων καὶ ἄθεος ὢν ἐν τῷ κόσμῳ" λαὸς προσελθὼν ἐβόησεν καὶ ἔσχεν ὑπήκοον αὐτόν. λ̣ έγει γοῦν μεθ' ἕτερα ἐν τῷ αὐτῷ ψαλμῳ῀̣·" πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν", λέγων τοὺς ἐκ περιτομῆς πτωχεύσαντας ἀπὸ τοῦ τὸν νόμον καὶ τοὺς προφήτας ἀποβεβληκέναι. διὰ τοῦτο καὶ δεικτικῶς λέγει·" οὗτος ὁ πτωχός"· ἄξιος γέγονεν τοῦ δείκ ν̣ υσθαι ὑφ' ἁγίων̣ ἀνδρῶν καὶ ὑπ' αὐτοῦ τοῦ ἁγίου πνεύματος. δυνατὸν δὲ καὶ καθόλου περὶ πάντων τοῦτο λέγ̣ εσθαι· ὡς 194 πρὸς τὸν πλουτοδότην θεὸν τὸν μεγάλα χαριζόμενον πάντες πτωχοί ἐσμεν. ἐπερ· οὐκ" ἐπτώχευσεν" Ἰησοῦς" δι' ἡμᾶς";– θεώρει γὰρ τὴν ἀποστολικὴν ἀκρίβειαν·" ὅτι πλούσιος ὢν δι' ἡμᾶς ἐπτώχευσεν". οὐκ ἐπλο̣ υ̣ τίσθη." ὢν πλούσιος δι' ἡμᾶς ἐπτώχευσεν", ἵνα τί γένηται;" ἵνα τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμ̣ εν"· ποιητικ̣ ὴ γὰρ πλούτου πτωχεία οὐχ ἡ ἀληθῶς πτωχεία ἐστίν. καὶ ὥσπερ γίνεται" κατάρα ὑπὲρ ἡμῶν", ἵν' εὐλογίαν λάβωμεν, κατάρα δὲ ποιητικὴ εὐλογίας οὐχ ἁπλῶς ἐστιν κατάρα, ἀλλ' αὐτὸ τοῦτο κατάρα εὐλογίας̣ ποιητική, οὕτω καὶ πτωχός·" ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών". ἰδοὺ ἡ πτωχεία ἣν ἐπτώχευσεν· πλούσιος ὢν ἀληθῶς ἀεὶ ἐν μορφῇ θεοῦ ὑπάρχων καὶ ὠ`̣ ν" χαρακτὴρ τῆς θεοῦ ὑποστάσεως"," τὴν τοῦ δούλου λαβὼν μορφὴν" πάντα ὑπέστη τὰ τῆς πτωχείας." ἁμαρτία" γέγονεν" ὑπὲρ ἡμῶν, ἵνα δικαιοσύνη θεοῦ γενώμεθα", κατάρα, ἵνα εὐλογίαν κληρονομήσωμεν, θάνατον ὑπέστη καὶ νενέκρωται, ἵνα ζωὴν αἰώνιον ἀπολάβωμεν." ἐπτωχεύσαμεν σφόδρα". οὕτως συνκατέβημεν φθάσαντες μέχρι τῆς κ̣ αταστάσεως τῆς ὑμετέρας, ἵνα τῶν οἰκτιρμῶν τοῦ θεοῦ προκαταλαβόντων ἀναβιβάσωμεν ὑμᾶς. ὡς εἴρηκάν τ̣ ινες παράδειγμα τοιοῦτο περὶ τῶν ἁγίων ὅτι· ἐν τῷ σκάφει τοῦ βίου τούτου πλέοντες εἶδον πολλοὺς ἐκπεσόντας ἐκ τοῦ σκάφους καὶ διὰ τὸ ἀκολύμβους εἶναι κατενεχθέντας εἰς τὸν βυθόν, καὶ ἥλαντο εἰς τὸν βυθὸν̣ καὶ ἔδοξαν τὸ αὐτὸ πάσχειν τοῖς βυθισθεῖσιν, ἀλλ' ὑπὲρ τῆς ἐκείνων βοηθείας τοῦτο πεποιήκασιν, ἵνα ἀναβιβάσωσιν τοὺς μὴ δυναμένους δι' ἑαυτῶν ἀναβῆναι. 7 καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ ἐρύσατο αὐτόν. τ̣ ὸ ῥύσεσθαι ἐκ πασῶν τῶν θλίψεων ἤδη πολλάκις ἀποδέδοται ἡμῖν ὅτι τὸ μὴ ἡττηθῆναι, οὐ τὸ ἔξω γενέσθαι τῶν θλιβηρῶν. 8 παρεμβαλεῖ ὁ ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς. ἄγγελος παρεμβάλλων κύκλῳ τῶν τὸν θεὸν φοβουμένων καὶ ῥύεται αὐτοὺς ἀπὸ παντὸς πολεμίου, ἀπὸ πάσης θλίψεως, ἀπ̣ ὸ παντὸς τραύματος. λέξει τις οὖν ὅτι·" εἷς ἄγγελος αὐτάρκης ἐστὶν πρὸς τὸ τοὺς φοβουμένους τὸν θεὸν πάντας σῶσαι ἀπὸ τοῦ ἐναντίου"; σκόπει· εἷς ἄγγελος θελήσαντος θεοῦ ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας ῥοπῇ μιᾷ ἀνεῖλεν, καίτοι τάχα οὐ καθαρὸς ἄγγελος ὤν, ἐπεὶ κολάσει οὐ διεκονεῖτο. πολλῷ πλέον οὖν ὁ τέλειος ἄνθρωπος ὁ ἁγιότητα φυλάττων, ὁ" αὐτόπτης καὶ ὑπηρέτης" ὢν θεοῦ, δύναται ῥύσασθαι πολλοὺς φοβουμένους. ἐὰν δέ τινι βίαιος φαίνηται ἡ ἀπόδοσις, οὑ´̣ τ̣ ως̣· ὥσπερ λέγει, ὅτι" ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον", ἵνα ἄρχῃ τῶν ἀλόγων ζῴων, καὶ οὐ τὸν ἰδικῶς ποιὸν λέγομεν, οὐ τόνδε λέγομεν, ἀλλ' ὅλον τὸ εἶδος." ἐποίησα γῆν καὶ ἄνθρωπον ἐπ' αὐτῆς"· τὸ εἶδος ὅλον οὕτως ὠνόμασεν. δύναται οὐ῀̣ ν̣ καὶ ὧδε ὁ ἄγγελος τὸ καθόλου σημαίνειν, ὅτι οἱ φοβούμενοι τὸν κύριον ἔχουσιν παρεμβεβληκότας καὶ κυκλοῦντας αὐτοὺς ἀγγέλους ῥυομένους αὐτοὺς ἐκ πάσης θλίψεως. ἔχεις γοῦν τοῦτο ἐν εὐαγγελίῳ·" ὁρᾶτε μὴ σκανδαλίσητε ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ· οἱ γὰρ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσιν τὸ πρόσωπον τοῦ πατρὸς ἡμῶν τοῦ ἐν τοῖς οὐρανοῖς". παραστάται εἰσὶν τοῦ θεοῦ, τὸ πρόσωπον αὐτοῦ ὁρῶσιν, ἀοράτως τὸν ἀόρατον βλέπουσιν. ἰδοὺ οὖν τῶν πολλῶν μικρῶν πολλοὶ ἄγγελοι ἐλέχθησαν, τῶν δὲ φοβουμένων τὸν κύριον εἷς ἄγγελος εἴρηται. ἑνικῶς εἴρηται, οὐδὲ γὰρ εἷς. δυνατὸν δὲ καὶ τοῦτο εἰπεῖν· οἱ μικροὶ οὐ τὸν θεὸν φοβοῦνται, ἀλλὰ τὸν παθητικὸν ἔχουσιν φόβον·" ἡ τελεία" γὰρ" ἀγάπη ἔξω βάλλει τὸν φόβον". καί·" ὁ φόβος κόλασιν ἔχει"." μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι"· ἐκεῖνοι δὲ τὸν θεὸν φοβοῦνται οἱ τὸν ὑπερβάλλοντα φόβον ἔχοντες, περὶ οὗ εἴρηται 195 ἐν τῇ Σιράχ·" φόβος κυρίου πάντα ὑπερέβαλεν", ὅστις παραγίνεται τῷ ζητοῦντι αὐτὸν μετὰ πολλὴν προκοπήν. δύνανται οὖν οὗτοι οἱ φοβούμενοι τὸν κύριον ἕνα ἄγγελον ἔχειν παρεμβεβληκότα καὶ ῥυόμενον αὐτοὺς αὐτὸν τὸν σωτῆρα περὶ οὗ λέγεται·" καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος"· ἐν πολλαῖς γὰρ γραφαῖς φαίνεται ἄγγελος μνημονευόμενος οὐκ ἐφαρμόζων τινὶ γενητῷ. περὶ αὐτοῦ λέγει καὶ ὁ Ἰακώβ·" ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν". οὐδεὶς δὲ δύναται ῥύσασθαι ἐκ πάντων τῶν κακῶν, εἰ μὴ ὁ σωτὴρ ὁ ἐξουσίαν ἔχων ἀφιέναι πᾶσαν ἁμαρτι´̣ αν. τῆς δὲ ἁμαρτίας ἀφιεμένης καὶ ἡ ἑπομένη κόλασις, τὰ ἑπόμενα κακωτικά, συναπέρχεται τῃ῀̣ κα̣ κίᾳ̣. ὥσπερ περίβολός τις καὶ περίτειχος περὶ αὐτοὺς γινόμενος ἀβ̣ λήτους αὐτ̣ οὺς φυλάττει. καὶ ἐν τῷ̣ Ζαχαρίᾳ γοῦν τῷ ἑνδεκάτῳ τῶν δώδεκα προφητῶν λέγει·" κατακάρπως κατοικηθήσεται Ἰερουσαλήμ", καὶ λέγει·" καὶ ἔσομαι κύκλῳ αὐτῶν ὡς στῦλος πυρὸς καὶ τεῖχος κυκλοῦν αὐτούς". πυρὸς δὲ ἐπὶ τῷ τοὺς ἐγγίζοντας βλάπτεσθαι μᾶλλον· εὐθέως γὰρ ἐν αὐτῇ τῇ περιοχῇ τοῦ προφήτου λέγει·" διότι ὁ ἁπτόμενος ὑμῶν ὡς ὁ ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ". τὸ ἅψασθαι ἐνταῦθα τὸ βλάψαι σημαίνει, ὡς τό·" μὴ ἅπτεσθε τῶν χριστῶν μου". 9 γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ κύριος. πολλάκις ἐλέχθη ἡμῖν ὅτι τὰ αἰσθητὰ καὶ σωματικὰ οὕτως εἰσίν· ἕκαστον ὅ ἐστιν αὐτὸ μόνον ἐστίν· οἷον ἡ ῥοιὰ οὐδὲν ἕτερόν ἐστιν ἢ ῥοιά, ὁ ἄρτος. ἡ δὲ τρέφουσα τὸν ἔσω ἄνθρωπον τροφὴ κατὰ διαφόρους ἐπινοίας λέγεται. λέγεται γοῦν καὶ φῶς, λέγεται καὶ πηγή, λέγεται καὶ ἄρτος καὶ σάρξ, ἀληθινὴ βρῶσις. λέγει γοῦν·" γεύσασθε" τῇ γεύσει τῇ ἀοράτῳ τῇ τοῦ ἔσω ἀνθρώπου," καὶ ἴδετε ὅτι χρηστός ἐστιν ὁ κύριος", ὅτι ἀγαθός. γεύσασθε μόνον, γνῶτε ὅτι τρόφιμός ἐστιν, ὁρᾶτε πηγὴν ἀγαθότητος, πηγὴν χρηστότητος. 9 μακάριος ἀνήρ, ὃς ἐλπίζει ἐπ' αὐτόν. ὁ ἐπ' αὐτὸν τὸν χρηστὸν κύριον ἐλπίζων– γεύεται γὰρ αὐτοῦ–, καὶ τῆς γλυκύτητος αὐτοῦ πειραθήσεται καὶ ἐκ τῆς τροφῆς ταύτης πάντα ἕξει καὶ ἀθλητικῶς τρεφόμενος ἰσχυρὸς ἔσται, ὡς τὴν πάλην μηκέτι" πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς ἀρχὰς καὶ ἐξουσίας" ἔχειν." γεύσασθε καὶ ἴδετε ὅτι χρηστός". εἴ τις κ̣ άμ̣ ν̣ ει καὶ νοσεῖ κατὰ τὴν ψυχήν, γευσάσθω αὐτοῦ ὡς τροφίμου, ὡς παρασκευάζοντος ὑγίειαν, ὡς ἀπαλέξουντος βλάβην. η῾̣ δὲ τροφὴ αὕτη οὐ μόνον κορέννυσιν, ἀλλὰ καὶ ἀπαλέξει, τὰ βλαπτικὰ ἀποβάλλει." μακάριος" οὖν οὐχ ἁπλῶς ὁ ἄνθρωπος, ἀλλ' ὁ" ἀνήρ", ὁ καταργήσας" τὰ τοῦ νηπίου", ὁ" ἐν βουλῇ ἀσεβῶν" μὴ πορευθεὶς μηδὲ στὰς" ἐν ὁδῷ ἁμαρτωλῶν" μηδὲ" ἐπὶ καθέδραν λοιμῶν" καθίσας, ἀλλ' ἔχων" τὸ θέλημα ἑαυτοῦ ἐν τῷ νόμῳ τοῦ κυρίου". οὗτ̣ ο̣ ς τὸ θέλημα ἑαυτοῦ ἔχει ἐν τῷ νόμῳ τοῦ κυρίου· πολλοὶ γὰρ τηροῦσιν τὸν νόμον, ἵνα μὴ κολασθῶσιν ἢ ἵνα δόξωσιν ἐπαινεῖσθαι. ὁ δὲ ἅγιος, ὁ τέλειος ἀνὴρ τὸ θέλημα ἑαυτοῦ ἐν τῷ νόμῳ ἔχει τοῦ κυρίου, ὡς μὴ εἶναι τὸ θέλημα αὐτοῦ ἄλλο τοῦ νομικοῦ θελήματος. τὸ νομικὸν δὲ θέλημα τοῦτό ἐστιν· ἀπαγορεύειν τὴν κακίαν καὶ προστάττειν τὴν ἀρετήν. ὅταν τοίνυν ἑαυτοῦ τις γένηται νόμος–" οὗτοι" γὰρ" νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσιν νόμος"–, ὡς ἔχειν τὸν νόμον τὸν ἑαυτοῦ συνπεπλεγμένον τῷ νόμῳ τοῦ κυρίου. 10 φοβήθητε τὸν κύριον, πάντες οἱ ἅγιοι αὐτοῦ. ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν. πᾶσιν τοῖς ἁγίοις παρακελεύομαι φοβηθῆναι τὸν κύριον αὐτόν. εἰ´̣ ρηται δὲ ε᾿̣ ν Ἰσαίᾳ·" αὐτὸς ἔσται σου φόβος". αὐτὸς γενέσθω ὑμῶν φόβος. καὶ ὥσπερ γίνεται τροφή τισιν καὶ ἄλλοις σοφία σοφοὺς αὐτοὺς παρασκευάζουσα καὶ ἑτέροις δικαιοσύνη, καὶ γίνονται δίκαιοι οἷς γέγονεν δικαιοσύνη, οὕτω 196 καὶ τοῦ ἁγιασμοῦ μετέχουσιν· αὐτὸς γάρ ἐστιν καὶ ὁ ἁγιασμός," ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ θεοῦ, δικαιοσύνη καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις"." φοβήθητε" οὖν" τὸν θεόν, πάντες οἱ ἅγιοι αὐτοῦ". οἱ αὐτοῦ ἅγιοι· εἰσὶν γὰρ ἁπλῶς ἅγιοι λεγόμενοι, ἀλλ' οὐκ αὐτοῦ. ὅσοι ἐπιμορφάζονται ἁγιότητα, ἅγιοι μὲν δοκοῦσιν εἶναι, οὐ τοῦ θεοῦ δέ. καὶ λέγει τὴν αἰτίαν διὰ τί" πάντες"·" οὐκ ἔστιν" γὰρ" ὑστέρημα τοῖς φοβουμένοις αὐτόν". ἀκαθυστερήτους καὶ ἀνενλιπεῖς ποιεῖ ὁ τοῦ θεοῦ φόβος." φοβήθητε τὸν κύριον, πάντες οἱ ἅγιοι αὐτοῦ". ἐπείπερ" οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν", ἵνα ἀνενλιπεῖς γένησθε, φοβήθητε αὐτὸν τὸν θεόν. καὶ οὔκ ἐςτίν γε παθητικός, ὡς ε̣ ἶπ̣ ον, ὁ τοῦ θεοῦ φόβος, ἀλλὰ σεβασμῷ ἴσος, εὐλαβείᾳ ἴσος. ὅταν φαντασίαν θεοῦ λάβωμεν, εὐθέως φόβος ἐπαύξεται, εὐλάβεια παραγίνεται· οὐ γὰρ οὕτω φοβούμεθα ὡς δεδιττόμενοι αὐτόν, οὐχ ὡς μορμολυκεῖόν τι, ἀλλ' ὡς σεβάσμιον ὑπερβάλλον. καὶ ἐπεὶ ἡ ἐκκλησία ἁγία ἐστὶν ἔνδοξος παραστᾶσα ἐκ δεξι ῶν τοῦ σωτῆρος, οἱ συνπληροῦντες αὐτὴν πάντες ἅγιοί εἰσιν. δύναται οὖν περὶ τῆς κλήσεως τῶν ἐθνῶν λέγεσθαι τό·" φοβήθητε τὸν κύριον, πάντες οἱ ἅγιοι αὐτοῦ". ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν. 11 πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ. οἱ πρότεροι οἱ συνπληροῦντες τὴν συναγωγὴν τὴν πρὸ τῆς ἐπιδημίας πλούσιοι ὄντες εἰς πτωχείαν ἔπεσαν. πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ. ὅτε ᾔρθη ἀπ' αὐτῶν ἡ βασιλεία τοῦ θεοῦ, ὅτε ἀπέβη ἀπ' αὐτῶν ἡ νόησις τῶν θείων γραφῶν, ὅτε ἀπεστράφησαν τὴν παλαιὰν γραφὴν καὶ αὐτὴ αὐτούς, ἐκ πλουσίων πένητες γέγοναν· ἐπεὶ γὰρ ὁ πλοῦτος οὗτος παντοίως ὠφελεῖ τὸν ἔχοντα– γίνεται γὰρ αὐτοῦ καὶ τροφή, γίνεται αὐτοῦ καὶ σκεπαστήριον καὶ ἀμφίον–, λέγει ὅτι οὗτοι οἱ πλούσιοι πτωχεύσαντες ἐπείνασαν. ἀπέβαλον τὴν πνευματικὴν τροφήν, ἀπεστράφησαν τὸν" ἄρτον τῆς ζωῆς". ἐπτώχευσαν οὖν, πλὴν εἰ καὶ αὐτοὶ ἐπτώχευσαν, οἱ ἐκζητοῦντες τὸν κύριον οὐκ ἐλάττω̣ νται τῶν ἀγαθῶν, ἀλλὰ πλήρης αὐτῶν γίνονται, τελείως αὐτῶν μεθέξουσιν· ὥσπερ γὰρ ᾔρται ἀπ' ἐκείνων ἡ βασιλεία τῶν οὐρανῶν– τοῦτο καὶ ἡ μήτηρ τοῦ Ἰησοῦ λέγει·" πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουσίους ἐξαπέστειλεν κενούς". οἱ πάλαι πλουτοῦντες κενοὶ ἐξαπεστάλησαν· κἂν γὰρ ἔχωσιν τὰ βιβλία Μωσέως καὶ τῶν προφητῶν, ἀλλὰ κενοί εἰσιν τοῦ θείου πληρώματος αὐτῶν. πλήρωμα οὖν τῆς θείας γραφῆς οὐχ ἡ σκιά, ἀλλὰ ἡ ἀλ̣ η´̣ θεια καὶ τὸ πνεῦμα." οἱ ἐκζητοῦντες" οὖν" τὸν κύριον"– ἐπίτασιν τὸ ἐκζητεῖν δηλοῖ– πληροῦνται πάντων ἀγαθῶν. περὶ τούτου καὶ ὁ ὑμ̣ νῳδός που λέγει πρὸς τὴν ἑαυτοῦ ψυχὴν διαλεγόμενος·" εὐλόγει, ἡ ψυχή μου, τὸν κύριον τὸν ἐνπιμπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου". καί·" κατατρύφησον τοῦ κυρίου, καὶ δώσει σοι τὰ αἰτήματα τῆς καρδίας σου". ἐπ' αὐτῆς εὑρίσκουσιν καλὰ πάντα̣ οἱ μεταβαίνοντες ἀπὸ τῆς σκιᾶς τοῦ νόμου καὶ τῆς ἐκ μέρους γνώσεως καὶ προφητείας. κυρίως δὲ ἀγαθὰ καὶ ἀκαθυστέρητα καὶ πληρέστατα τὰ τοῦ νόμου πνευματικά· ταῦτα γὰρ χειραγωγοῦσιν καὶ εἰς τὴν ἀλήθειαν τὴν πρόσωπον πρὸς πρόσωπον, τὴν τὸ τέλειον φέρουσαν, ἐν ᾗ οὐδεὶς ἀτελὴς ἔσται. 12 δεῦτε, τέκνα, ἀκούσατέ μου. φόβον κυρίου διδάξω ὑμᾶς εἰρηκὼς περὶ τοῦ δεῖν πρὸς τὸν θεὸν ἀναλαβεῖν φόβον, καὶ ὥς τινες ἀποπεσόντες ἀπ' αὐτοῦ ἐκ πλουσίων πένητες καὶ πτωχοὶ γεγένηνται, καὶ ὅτι οἱ ἐκζητοῦντες τὸν κύριον ὃν φοβοῦνται, πληροῦνται πάντων ἀγαθῶν, λοιπὸν πρὸς πάντας τοὺς γενομένους αὐτοῦ τέκνα ἀποτείνει τὴν διδασκαλίαν λέγων·" δεῦτε, τέκνα, ἀκούσατέ μου". οὐ κατὰ σάρκα τινά. τέκνα δ' εἰσὶν τοῦ σοφοῦ οἱ σπεύδοντες ἐπὶ σοφίαν, τέκνα εἰσὶν τοῦ ἁγίου οἱ βουλόμενοι ἁγιασθῆναι, οἱ τὴν δικαιοσύνην κατορθοῦντες αὐτοῦ τοῦ πρώτου δικαίου τέκνα εἰσίν· εἴρηται γὰρ ἡμῖν ἐν ἀρχῇ τοῦ ψαλμοῦ ὅτι καὶ ἐκ προσώπου τοῦ σωτῆρος κατὰ τὸν ἄνθρωπον δύναται ἀπαγγέλλεσθαι. τέκνα δὲ τοῦ σ̣ ωτῆρός εἰσιν ο̣ ἱ τῆς ἀρετῆς ἐπιμελόμενοι, οἱ 197 σπεύδοντες ἀναλαβεῖν τὴν γνῶσιν τῆς ἀληθείας. καλεῖ οὖν αὐτοὺς πόρρω ὄντας, οὐχ ἵνα μεταβατικῶς κινηθέντες ἐκ τόπου εἰς τόπον ἔλθωσιν, ἀλλὰ ἐκ διαθέσεως εἰς διάθεσιν, ἐξ ἐλάττονος καταστάσεως ἐπὶ τὴν μείζονα καὶ τελειοτέραν. 12 φόβον κυρίου διδάξω ὑμᾶς. καὶ δύνανται ταῦτα τὰ τέκνα πρὸς οὓς τὸν λόγον ποιεῖται," νήπιοι ἐν Χριστῷ" εἶναι φόβον ἔχοντες οὐ τὸν τέλειον, οὐ τὸν ἀκαθυστερήτους ποιοῦντα, ἀλλὰ τὸν ἀποχὴν τῆς κακίας τῆς πρακτικῆς ποιοῦντα, τὸν τῆς κολάσεως φόβον· τέκνα γάρ εἰσιν οἱ τοιοῦτοι ἀτελεῖς τυγχάνοντες· τοῦ γὰρ φοβουμένου τὸν κύριον ἀνενλιποῦς ὄντος καὶ οὗτοι οὐκ ἀνενλιπεῖς εἰσιν οὐκ ἔχοντες τὴν τελείαν ἀγάπην ἥτις ἔξω βάλλει τὸν προειρημένον φόβον οὐκ ἄλλη τις οὖσια τῆς θεοῦ μετουσίας." ὁ θεὸς" δὲ" ἀγάπη ἐστιν". καὶ ὥσπερ ὁ μετέχων δικαιοσύνης δίκαιός ἐστιν, οὕτως ὁ τῇ ἀγάπῃ ταύτῃ ἐγγίσας καὶ ἓν πρὸς αὐτὴν γενόμενος τέκνον ἐστὶν σοφίας, υἱὸς ἀγάπης. 13 τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν; ὅτε ἐν τῷ ἐλάττονι φόβῳ ἦσαν τῷ τὴν κόλασιν ἐπιφέροντι καὶ ἐκφοβοῦντι τὴν κόλασιν ἵνα μή τις ἁμαρτάνῃ, πλῆθος ἦσαν. ὅτε δὲ λοιπὸν σπεύδουσιν ἐπὶ τὸ ἐγγίσαι τῷ καλοῦντι ἵνα τὸν τοῦ θεοῦ φόβον διδαχθῶσιν, ὡς πρὸς ἕνα λοιπὸν ἀπαγγέλλεται τὰ ἀπαγγελλόμενα· καταρτισθέντες γὰρ" τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ" καὶ ἕκαστος κολληθεὶς πρὸς τὸν κύριον καὶ ἓν πνεῦμα γενάμενος πρὸς αὐτόν, ἀποβάλλουσιν τὸ πλῆθος· τὸ γὰρ πλῆθος, μάλιστα τὸ κατὰ τὴν ψυχὴν καὶ τὸν ἔσω ἄνθρωπον, ἢ ἐξ ἐναντιότητος συμβαίνει ἢ ἐκ διαφορᾶς τῆς κατὰ τὸ μᾶλλον καὶ ἧττον. ἐὰν πάντες οἱ καλούμενοι ἀρετὴν ἔχωσιν, μὴ ὁμοίως δὲ αὐτὴν ἔχωσιν, πλῆθός ἐστιν. καὶ οὔκ ἐστιν δὲ τοῦτο τὸ πλῆθος τὸυ κατ' ἐναντιότητα. ὅταν δὲ καὶ ἐναντίας ἔχωσιν αἰσθήσεις, πολλοὶ τυγχάνουσιν διὰ τὴν παροῦσαν κακίαν· οὐ γὰρ ἑνοποιός ἐστιν ἡ κακία, ἀλλὰ μᾶλλον διαιρετική. ἀντακολουθίαν γοῦν τῶν ἀρετῶν, οὐχὶ δὲ τῶν κακιῶν λέγομεν. ἀδύνατόν ἐστιν ἀντακολουθεῖν τὰς κακίας ἑαυταῖς· εἰσὶν γὰρ ὑπερβολαὶ καὶ ἐνλείψεις. αἱ δὲ ὑπερβολαὶ καὶ ἐνλείψεις ἐναντιώσεις εἰσίν. πάντες οὖν οἱ τελείως τὴν ἀρετὴν ἀναλαμβάνοντες ἕν εἰσιν καὶ ἓν πρὸς τὸν θεὸν γίνονται. αὐτίκα γοῦν οἱ πιστεύοντες πάντες κατὰ τὴν ὀρθὴν πίστιν μίαν καρδίαν καὶ μίαν ψυχὴν ἔχουσιν τῶν φαύλων οὐκ ἐχόντων τοῦτο. καλεῖ οὖν ἐνίους καὶ διψύχους. πρὸς ἄνθρωπον οὖν μόνο̣ ν ποιεῖται τὸν λόγον. εἷς δέ ἐστιν ὁ ἄνθρωπος κατὰ τὴν οὐσίαν· κἂν γὰρ διάφοροι καὶ πολλοὶ γίνωνται ἄνθρωποι, ἐκ̣ τῶν συμβαινουσῶν ποιοτήτων τὸ πλῆθος ἔχουσιν. κατὰ μέντοι τὸ πρῶτον ὑποκείμενον τὸ δε̣ κτικ̣ ὸν τῶν ποιοτήτων εἷς εἰσιν· πάντες ὁμοούσιοι γάρ εἰσιν. ἀνθρώπου οὖν ἐστιν τὸ ποθεῖν ζωήν, ἀνθρώπου τοῦ σῴζοντος τὸ κατ' εἰκόνα. ἵππος θηλυμανὴς οὐ ποθεῖ ζωήν. ἐπερ· τὸ" τίς ἐστιν ἄνθρωπος";– οὐ τὸ σπάνιον οὐδὲ τὸ ἀδύνατον· τὸν ἰδίως ποιὸν ὃν λέγομεν ἄτομον, ἵνα ᾖ τό· εἴ τις ἄνθρωπος τοιοῦτός ἐστιν, ἡκέτω καὶ μαθέτω τὸν τοῦ θεοῦ φόβον. 13– 14 ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς; παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον. εὐθέως ἕπεται τῷ πόθῳ τῆς ζωῆς καὶ τῇ μαθήσει τοῦ θεικοῦ φόβου τὸ ἐν ἀγαθαῖς ἡμέραις γενέσθαι· οὐ γὰρ οὕτως ἠλίθιοί ἐσμεν ὥς τινες, ὡς νομίζειν τὴν εὐπάθειαν τοῦ σώματος καὶ τὸν περιρέοντα πλοῦτον ποιεῖν ἡμέρας ἀγαθάς· ἔχεις γὰρ πολλὰ ἐν τῇ γραφῇ τοιαῦτα·" τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς τῆς ἀγαθῆς, ἧς κύριος ὁ θεὸς δίδωσίν σοι". ἐὰν περὶ τῆς γῆς ταύτης ἐκλάβῃς καὶ τούτων τῶν κατὰ τὸ πρόχειρον γονέων, διαψεύδεται. περὶ τῆς παρούσης οὐ λέγεται" ἧς δίδωσίν σοι"." παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ". καλῶ σε μαθεῖν φόβον κυρίου, ἵνα μαθὼν ἅγιος γένῃ, ἀκαθυσ198 τέρητος, οὐδεμιᾶς ἀρετῆς λειπόμενος. τοίνυν ἐλθέ, ἵνα παύσῃς τὴν γλῶσσάν σου ἀπὸ κακοῦ. μηκέτι ἡ γλῶσσα τοῦ ἔσω ἀνθρώπου ἐχέτω τὸ κακόν. τότε δὲ ἔξω παντὸς γίνεται, ὅταν τὸ ἀγαθὸν ἔχῃ καὶ προφέρῃ. ἕπεται δὲ τῷ παύσασθαι τὴν γλῶσσαν ἀπὸ κακοῦ καὶ τὸ τὰ χείλη μηκέτι δόλον λαλεῖν, ἠρεμᾷ δὲ καὶ τὸ ὑποκρίνασθαί τι· ἐστὶν μὲν γὰρ δολιευόμενος ἐπὶ τῷ κακὸν ποιῆσαι." βολὶς τιτρώσκουσα ἡ γλῶσσα αὐτῶν, δόλια τὰ ῥήματα τοῦ στόματος αὐτῶν". οὗτοί εἰσιν οἱ ἀπὸ τῶν αἱρέσεων, οἱ προιστάμενοι τῆς ἀθεότητος. δύναταί τις οὖν εἰς τὸ ῥητὸν εἰπεῖν ὅτι· ἐπεὶ τότε μάλιστα ὅτε τοῦτ' ἔλεγομεν, πάντες ἐπὶ τὸ κακὸν ἦσαν δραμόντες, ὡς λοιπὸν θρήνους ἐπ' αὐτῶν ᾄδεσθαι, πρὸς τοὺς τοιούτους ἔλεγεν· οὐ γὰρ εἶπεν ὅτι" ἕκαστος τῶν ἀδελφῶν μου" ἢ" ἕκαστος τῶν ἀδελφῶν ἡμῶν", τουτέστιν τῶν ἁγίων, ἀλλὰ τῶν θελησάντων ἕνα πατέρα ἔχειν, τῶν ἐκ τοῦ διαβόλου γεγεννημένων διὰ τοῦ θέλειν αὐτοῦ τὰς ἐπιθυμίας ποιεῖν·" ὑμεῖς" γὰρ" ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας τοῦ διαβόλου θέλετε ποιεῖν". περὶ τῶν τοιούτων οὖν ἀδελφῶν τῶν ὑπὲρ τοῦ πατρὸς καὶ πονηροῦ γεγεννημένων λέγει·" πᾶς ἀδελφὸς πτέρνᾳ πτερνιεῖ"· καὶ γὰρ ὁ πατὴρ αὐτῶν τοιοῦτός ἐστιν· δόλῳ πάντας ἐπήγαγεν ὑφ' ἑαυτὸν καὶ ὑπάγει τοὺς ἑπομένους αὐτοῦ τῇ πονηρίᾳ." καὶ πᾶς φίλος" τοιοῦτος" καταπταίξεται". οὐ περὶ τῶν ὄντως φίλων λέγει. Ἰησοῦς λέγει τοῖς μαθηταῖς ὅτι·" ὑμεῖς φίλοι ἐστέ". καὶ τὴν αἰτίαν ἀποδέδωκεν·" ὅτι πάντα τὰ τοῦ πατρὸς ἐγνώρισα ὑμῖν". οὐδεὶς τῶν φίλων τούτων καταπταίξει. διὰ τοῦτο ἐλεύθεροί εἰσιν. πρὸς ἐκείνους οὖν ὁ λόγος ἐστὶν τοὺς ὄντας τοιούτους·" ἀλήθειαν οὐ μὴ λαλήσουσιν". περὶ τῶν μὴ λαλούντων ἀλήθειαν ὁ λόγος ὅτι·" ἐν τῇ ἀληθείᾳ οὐκ ἔστηκεν". ὁ μὴ στὰς ἐν τῇ ἀληθείᾳ γέγονεν ἐν αὐτῇ ποτε. οὐδέποτε δὲ περί τινος λέγομεν ὅτι οὐχ ἵσταται οὗτος ἐν τέχνῃ, ἐὰν μὴ πειραθεὶς ᾖν ἐν τέχνῃ ἢ τεχνῶν πολλῶν καὶ μεταβαίνῃ ἐξ ἑτέρων εἰς ἑτέρας. εἰ μὴ ἦν γενόμενος ἐν τῇ ἀληθείᾳ, οὐκ ἔφερεν αὐτῷ ψόγον τὸ μὴ ἑστάναι ἐν αὐτῇ. καὶ ὅρα γε τὸ δόγμα· πῶς" θέλει πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν"; εἰ τῷ θελήματι αὐτοῦ οὐδεὶς ἀντιστήκει, πῶς θέλοντος αὐτοῦ σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν πάντας ὑστεροῦσίν τινες, ἵνα μὴ εἴπω, οἱ πλεῖστοι; θέλοντος αὐτοῦ ἐὰν θελήσωμεν καὶ συνδρομὴ τῶν δύο βουλημάτων γένηται, ἡ σωτηρία γίνεται· οὐδεὶς γὰρ ἄκων ἀγαθός ἐστιν, οὐδεὶς μὴ θέλων σῴζεται, οὐδεὶς μὴ σπεύδων πρὸς τὸ προσελθεῖν τῷ θεῷ καὶ τὸν νόμον αὐτοῦ τηρήσας οἷός τέ ἐστιν ἐπιγνῶναι τὴν ἀλήθειαν. διὰ τοῦτο καὶ ὁ σωτὴρ ἐν τῷ εὐαγγελίῳ λέγει·" εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι"." εἴ τις θέλει"· ὅσον ἧκεν εἰς τὸν σωτῆρα, βούλεται αὐτὸν τοῦτο ποιεῖν, ἀλλ' οὐκ ἀναγκάζει, προαίρεσιν κινεῖ, θέλησιν διεγείρει." εἴ τις" οὖν" θέλει ὀπίσω μου ἐλθεῖν"," εἴ τις θέλει ἀκολουθῆσαί μοι"– τοῦτο γὰρ σημαίνει τὸ" ὀπίσω μου ἐλθεῖν"–," ἀράτω τὸν σταυρὸν ἑαυτοῦ"· σταυρωθήτ̣ ω̣ τῷ κόσμῳ, νεκρωσάτω" τὰ μέλη αὐτοῦ τὰ ἐπὶ τῆς γῆς", ἀνενέργητος γενέσθω πρὸς τὸν κόσμον. ὁ σταυρωθεὶς τοὺς πόδας ἔχει κωλυομένους βαδίζειν ὅποι βούλεται, τὰς χεῖρας πράττειν ὃ θέλει. ὅταν τοίνυν πρὸς τὸν κόσμον σταυρωθῇ τις οὐδὲ βαδίζῃ κατ' αὐτὸν ἔτι οὐδὲ ἐνεργῇ τὰ ἐκείνου, τούτῳ δὲ καὶ ὁ κόσμος σταυροῦται τῷ σταυρωθέντι αὐτῷ, ἵνα καὶ ὁ κόσμος ἀνενέργητος ᾖ κατ' αὐτοῦ μηδὲ βαδίζων κατ' αὐτοῦ μηδὲ ἐνεργῶν τὰ ἐκεῖνον βλάπτοντα." εἴ τις" οὖν" θέλει ὀπίσω μου ἐλθεῖν"· μὴ ποτὲ μέν, ποτὲ δὲ μή· ἡ γὰρ ἀρετὴ συνεχῶς λεγομένη ἀρετή ἐστιν καὶ τελειότης ἐστίν, οὐχ ὡς ἐπὶ τῶν ἄλλων πράξεων. οὕτω γοῦν καὶ ὁ ἀπόστολος γράφει·" πάντοτε χαίρετε, ἀδιαλείπτως προσεύχεσθε ἐν παντὶ εὐχαριστοῦντες". ὁ πάντοτε χαίρων πάντοτε ἔχει τὴν ἀρετήν· χαίρει γὰρ οὐκ ἐπ' ἄλλῳ τινὶ ἢ ἐπὶ τῷ εὐδοκιμεῖν ἐν τῷ ἀρεστεῖν θεῷ." ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς". τὸ" ἰδεῖν" ὧδε τὸ πειραθῆναι σημαίνει, καὶ" ἀγαθῶν πειραθῆναι ἡμερῶν", ἀπολαῦσαι." παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ". ἐπίστησον τῷ λόγῳ σου, δοκίμασον αὐτόν, λόγον ἀκατάγνωστον ἔχειν θέλησον· ὡς γράφει Τίτῳ ὁ ἀπόστολος" ὑγιῆν λόγον" ἔχειν" ἀκατάγνωστον". ὁ ἔχων ἀκατάγνωστον λόγον καὶ ἄλ199 λας πολλὰς ἐντολὰς τοῦ Ἰησοῦ πληροῖ. ἀδύνατόν ἐστιν τὸν ἀκατάγνωστον λόγον μὴ ἔχοντα τηρῆσαι τό·" ἔστω ὑμῶν τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ"· μὴ πιστευόμενος γὰρ ἐνίοτε ἀπαιτεῖται ὅρκον. ἐὰν δὲ μηδέποτε κατεγνωσμένον σχῇ λόγον, μηδέποτε ἀμφιβάλῃ τις, πρότερον ἀληθεύει ἢ οὒ ἢ ὡς λέγει καὶ ποιεῖ, ὅταν ἀπαιτηθήσεται ὅρκον καὶ ἔστιν τὸ ναὶ ναὶ αὐτοῦ καὶ τὸ οὒ οὔ, ἀκατάγνωστος λόγος οὖν ἐστιν ὁ τοιοῦτος. καὶ πάλιν ὁ περὶ τῶν δογμάτων τῆς ἀληθείας διεξερχόμενος καὶ ἀποδεικνὺς αὐτὰ ἐπιστημονικῶς λόγον ἔχει καὶ περὶ αὐτὰ ἀκατάγνωστον. οὐδεὶς αὐτὸν ἐλέγξαι δύναται ὡς ψευσάμενον, ὡς φαύλως φρονοῦντα, ὡς ἐκτὸς τῆς ἀληθείας ὄντα. 15 ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν. τοῦτο λέγει ὅτι· ἐὰν ἐν τῷ κακῷ τυγχάνῃς, ἐὰν κατ' αὐτὸ πεποιωμένος ᾖς καὶ ἐνεργῶν κατ' αὐτό, ἐπεὶ καλῶ σε ἐπὶ ποίησιν τοῦ ἀγαθοῦ, ἔκκλινον ἀπὸ τοῦ κακοῦ. ἀδύνατόν ἐστιν ἐκτὸς εἶναι ἀμφοτέρων. ὑπεξῃρήσθω δὲ νῦν τὰ βρέφη. ὁ μὴ ὢν ἐν ἀγαθῷ ἐν κακῷ ἐστιν, ὁ ἐκτὸς τοῦ κακοῦ τυγχάνων μετέχει τοῦ ἀγαθοῦ." ἔκκλινον" τοίνυν" ἀπὸ τοῦ κακοῦ". ἡ ἔκκλισις δὲ προαιρετική ἐστιν· προστάττει γὰρ καὶ συμβουλεύει. οὐδεὶς δὲ προστάττει ἢ συμβουλεύει τῷ προαίρεσιν μὴ ἔχοντι. καλῶ σε εἰς τὸ ποιῆσαι τὸ ἀγαθόν. οὐκ ἄλλως δὲ αὐτὸ ποιῆσαι καὶ κατ' αὐτὸ ἐνεργῆσαι δύνῃ, ἐὰν μὴ ἀποστῇς τοῦ κακοῦ. οὕτω γοῦν καὶ ἐν Ἰσαίᾳ λέγεται·" παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν, μάθετε καλὸν ποιεῖν"· ἐν ὅσῳ γάρ τις ἐν ταῖς πονηρίαις ἑαυτοῦ, τουτέστιν ταῖς κακίαις, ἐστὶν ἐνεργῶν, οὐδὲν οὗτος δύναται μαθεῖν καλὸν ποιεῖν. καὶ πάλιν ὁ θεσπέσιος ἀπόστολος γράφει·" πάντα δοκιμάζετε, τὸ καλὸν κατέχετε, ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε"." ἔκκλινον" τοιγαροῦν" ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν". οὐκ ἀπαρκεῖ τὸ ἐκκλῖναι ἀπὸ τοῦ κακοῦ, εἰ μὴ καὶ τὸ ἀγαθόν τις ποιήσῃ· ἔστιν γὰρ ἐκκλῖναι ἀπὸ τοῦ κακοῦ κωλυόμενον φόβῳ κολάσεως εἰς τοῦτο ἀγούσης, ἀλλ' οὐ προαιρετικῶς οὗτος τὸ ἀγαθὸν ποιεῖ· ἐὰν γὰρ περιέλῃς τοῦ ἀγαθοῦ τὸ ἑκούσιον, οὐκέτι ὅλως ἀγαθόν ἐστιν. 15 ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν. συνχυτικόν ἐστιν τὸ κακὸν καὶ τάραχον ἐργάζεται τῇ ψυχῇ· πο̣ λ̣ λὴν γὰρ ἔχει τὸ γένος τῆς κακίας διαφοράν. αἱ μὲν τῶν κακιῶν κατ' ἐλάττωσιν γίνονται, αἱ δὲ κατὰ πλεονασμόν, ὡς δειλία καὶ θρασύτης, ὡς δεισιδαιμονία καὶ ἀσέβεια. μεταδίωκε αὐτὴν τὴν εἰρήνην· τὸ γὰρ οὕτω διῶξαι οὐ τοῦτο σημαίνει ὅτι ἀπέλασον αὐτήν. ἔχεις δὲ καὶ ἐν ταῖς Παροιμίαις·" διώκοντας", φησίν," δικαιοσύνην ἀγαπᾷ", ὁ θεὸς δηλονότι, τουτέστιν τοὺς μεταδιώκοντας. ἡ δικαιοσύνη δὲ ἡ μεταδιωκομένη πᾶσά ἐστιν ἡ ἀρετή. λέγει γοῦν ἡ Σοφία·" ζητήσουσίν με κακοὶ καὶ οὐχ εὑρήσουσιν". οἱ κακοὶ ζητοῦσιν τὴν σοφίαν, τὸ ὅσον ἧκεν εἰς αὐτούς, κρύψαι αὐτὴν καὶ ἀφανίσαι θέλοντες. οὐχ οὕτω δὲ ζητοῦσιν τὴν σοφίαν οἱ σπεύδοντες σοφοὶ γενέσθαι, ἀλλὰ μεταδιώκουσιν αὐτήν. καὶ λέγω, ἐπειδὴ τα`̣ ἐξηγητικὰ φιλεῖτε· Ἡρῴδης ἐζήτει τὸν Ἰησοῦν ἵνα φονεύσῃ. πολλάκις ἐζήτησαν αὐτὸν οἱ Ἰουδαῖοι, ἵνα ἀπκτείνωσιν. οἱ δὲ μαθηταὶ ἐζήτουν αὐτὸν ἵνα ὠφεληθῶσιν, ἵνα μετάσχωσιν αὐτοῦ. εἶπεν γοῦν τις αὐτῷ·" οἱ ὄχλοι ζητοῦσίν σε ἰδεῖν σε θέλοντες"· πιστεῦσαι γὰρ ἠβούλοντο καὶ ἔργα παράδοξα ἰδεῖν καὶ λόγους ἀκοῦσαι καὶ θεραπειῶν τυχεῖν. ὁμώνυμον οὖν τὸ διώκειν. 16 ὅτι οἱ ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους. πολλὴ προτροπὴ πάλιν, πολλὴ παίδευσις. τοῦτο λέγει ὅτι· οἱ ὀφθαλμοὶ τοῦ θεοῦ ἕτοιμοί εἰσιν πρὸς τὸ ἰδεῖν καὶ σῶσαι, καὶ ἕτοιμα ἔχει τὰ ὦτα πρὸς τὸ ὑπακοῦσαι." ἔκκλινον" τοίνυν" ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν, καὶ ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν"· εὐθέως γὰρ ἕξεις θεὸν ἔφορον. μόνον θέλησον εἶναι δίκαιος, διώκειν τὴν δικαιοσύνην, καὶ ἔχεις τοὺς ὀφθαλμοὺς τοῦ θεοῦ ἐπικειμένους σοι καὶ τὰ ὦτα αὐτοῦ ἕτοι μα εἰς τὸ δέξασθαι τὰς εὐχάς σου ἃς ποιῇ πρὸς αὐτόν. 16 καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν. πολλάκις ἐλέχθη ὅτι τὰ ἀνθρωπολογούμενα ἐπὶ θεοῦ οὐκ ἐπὶ ῥητοῦ λαμβάνειν δεῖ, ὡς οἴονται οἱ ἀνθρωπομορφεῖται· θέλουσιν γὰρ καὶ πρόσωπον ἀνθρώπινον εἶναι περὶ τὸν θεόν, καὶ λέγουσιν ὅτ̣ ι ὁ κατὰ εἰκόνα ἄνθρωπος καὶ ὁμοίωσιν θεοῦ 200 γέγονεν κατὰ τὴν κατασκευὴν τοῦ σώματος. ἀνετράπη δὲ τὸ τοιοῦτο ὑπὸ σοφῶν ἀνδρῶν· λέγουσιν γὰρ ὅτι·" 3εἰ κατὰ τοῦτο ὁ ἄνθρωπος κατ' εἰκόνα θεοῦ ἐστιν, ὅτι μιμεῖται σωματικῶς τὸν θεὸν καὶ τὸ σῶμα αὐτοῦ ὁμοίωσιν ἔχει πρὸς τὸν θεόν, πῶς ὁ θεὸς λέγεται πτέρυγας ἔχειν·" ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με"; ἄπτερον οὖν ζῷόν ἐστιν ὁ ἄνθρωπος, ὥστε οὐ κατὰ τὸ σῶμα" κατ' εἰκόνα καὶ ὁμοίωσίν" ἐστιν θεοῦ" 3. ἐὰν δὲ νοήσῃς, τίνες αἱ τοῦ θεοῦ πτέρυγες, ὄψει ὅτι καὶ ὁ ἄνθρωπος ἔχει τοιαύτας πτέρυγας νοητὰς μετεωριζούσας αὐτόν. πάλιν οἱ ὀφθαλμοί· ἐπειδὴ κατ' ἱστορίαν πάντα λαμβάνουσιν, ὁ ἄνθρωπος δυ´̣ ο ὀφθαλμοὺς ἔχων οὔκ ἐστιν" κατ' εἰκόνα καὶ ὁμοίωσιν" τοῦ ἑπτὰ ἔχοντος, ὥστε ἀναγόμενα ἐκεῖνα τῶν αἰσθητῶν ἀπάγει, τὰ περὶ ἀνθρώπου δὲ τῶν αἰσθητῶν ἀπαγόμενα τὴν ὁμοιότητα τὴν πρὸς τὸν θεὸν σῴζει. 17 πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακά. τοῦτο λέγει ὅτι οἱ ποιοῦντες τὰ κακὰ οὔκ εἰσιν δίκαιοι. μὴ ὄντες δὲ δίκαιοι οὐκ ἐφορῶνται ὑπὸ τοῦ θεοῦ οὐδὲ εἰσακούονται. ὅμως οὐ μένουσιν ἀφάνταστοι αὐτοῦ. ὅταν δὲ περιπέσωσιν ἀνιαροῖς τισιν καὶ ἐν συναισθήσει γένωνται ὅτι διὰ τὰ πραττόμενα καὶ φρονούμενα κακὰ ἐν τούτοις γεγόνασιν, φαντασίαν αὐτοῦ λαμβάνουσιν. ἀμέλει γοῦν καὶ Μωυσῆς ὁπηνίκα ἐδίωκεν Φαραὼθ καὶ ἡ στρατιὰ αὐτοῦ πᾶσα, εἶπεν ἤκουσεν τοῦ θεοῦ ὅτι·" δοξασθήσομαι ἐν Φαραὼ καὶ ἐν πάσῃ τῇ στρατιᾷ αὐτοῦ, καὶ γνώσονται οἱ Αἰγύπτιοι ὅτι ἐγώ εἰμι κύριος"· πῶς γὰρ ἔγνωσαν; ἦ ὑποβρύχιοι γενόμενοι μηκέτι διαφυγεῖν δυνάμενοι ἔλαβον φαντασίαν θεοῦ. καὶ ἐν ψαλμοῖς δὲ κεῖται ὅτι·" αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν καὶ γνωσάτωσαν ὅτι ὄνομά σοι, κύριε". μετὰ τὸ ἀπολέσθαι, μετὰ τὸ αἰσχυνθῆναι ἔγνωσαν τὸν θεόν, καὶ τοῦτό ἐστιν τὸ ἐμφανῆν αὐτὸν εἶναι καὶ πρόσωπον ἔχειν ἐπὶ ποιοῦντας κακά. ἐπερ· πῶς ἀλλαχοῦ λέγει·" ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου, καὶ ἐγενήθην τεταραγμένος";– ἄλλως ἐκεῖ λέγεται· τοῦ σωτῆρός ἐστιν ἡ φωνή. ἄκουε οὖν· τὸ ἀποστρέψαι τὸ πρόσωπον οὐκ ἀπὸ τῶν ποιούντων τὰ κακὰ λέγει, ἀλλὰ τῶν ἐχόντων αὐτὸ φαινόμενον. ὀλίγον δὲ ταραχθέντες ἔδοξαν ἔξω τοῦ προσώπου γίνεσθαι· διὸ καὶ ἐταράχθησαν. αἴσθησιν ἐ´̣ λαβον ὅτι ὑπῆρκταί τι αὐτοῖς ἀηδές. γέγονεν δὲ ἡ ἀποστροφὴ τοῦ προσώπου ὧδε πρὸς τὸ διεγεῖραι ἐκείνους τοὺς πρότερον αὐτὸ ὁρῶντας καὶ μὴ ἀπεστραμμένον ἔχοντας, ἵνα τύχωσιν αὐτοῦ. ἐπὶ τοὺς ποιοῦντας δὲ κακὰ οὐδ' αὕτη ἡ αἰτία, ἀλλ' ἵν' αἰσθηθῶσιν ὅτι προνοίᾳ θεοῦ κατεδικάσθησαν, προνοίᾳ θεοῦ ἐν τοῖς ἀνιαροῖς εἰσιν. κ̣ αὶ γίνεταί γε καὶ τοῦτο ἐπὶ τέλει χρηστῷ· 17 τοῦ ἐξολεθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν. οὐ καθάπ̣ αξ" τὸ μνημόσυνον αὐτῶν", ἀλλ'" ἐκ τῆς γῆς", ὥστε μηκέτι αὐτοὺς γῆν λογίζεσθαι, μηκέτι τὰ ἐπίγεια φρονεῖν. ὡς λέγομεν ὅτι ἐξήλασεν τόνδε τὸν ἄνθρωπον ἐκ τῆς χώρας, ἔνθα πολλαὶ πορνεῖαί εἰσιν· μὴ γὰρ κατάρα ἐστὶν ὃς ᾖρε̣ ν αὐτὸν ε᾿̣ κεῖθεν ἐν τοῖς ἐναντίοις αὐτὸν τεθεικώς. 18 ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ κύριος εἰςήκουσεν αὐτῶν. καὶ εἰκότως γε, ἐπεὶ τὰ ὦτα ἔχει ἐπ' αὐτούς, κράξαντες ἔτυχον αὐτοῦ ἐπηκόου. πρόσεχε, δύο εἴρηται, ἐπαινετὸν καὶ ψεκτόν· ἐπαινετὸν δὲ τὸ τοὺς ὀφθαλμοὺς τοῦ κυρίου καὶ τὰ ὦτα εἰς τοὺς δικαίους εἶναι, κολαςτικὸν δὲ τὸ πρόσωπον κυρίου" τοῦ ἐξολεθρεῦσαι ἐκ τῆς γῆς τὸ μνημόσυνον"· εἰ γὰρ καὶ τέλος ἀμείνω ἐστίν, ἀλλὰ διὰ κακοῦ γινόμενον, ὡς διὰ καυστήρων καὶ χειρουργιῶν ὑγίεια καὶ προποτισμῶν δριμυτάτων. πρὸς τὸ ἕτερον οὖν τὸ προηγούμενον λέγει. ἐπεὶ τὰ ὦτα τοῦ θεοῦ εἰς τὴν δέησιν τῶν δικαίων ἐστὶν καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐφορῶσιν αὐτούς, κράξαντες οὐκ ἀπέτυχον·" εἰσήκουσεν" γὰρ" αὐτῶν". πρὸς δὲ τὸ ἄλλο τό·" πρόσωπον κυρίου ἐπὶ ποιοῦντας κακά", ἐν τοῖς ἑξῆς λέγει·" θάνατος δὲ ἁμαρτωλῶν πονηρός". οὐ πᾶς θάνατος πονηρός ἐστιν, ἀλλὰ ὁ τῶν ἁμαρτωλῶν. οὐ περὶ τοῦ κοινοῦ δὲ νῦν ὁ λόγος· ζῴου γάρ ἐστιν ἐκεῖνος, οὐ ποιοῦ, οὐχ ἁμαρτωλοῦ, οὐ δικαίου. κἂν τὸν κοινὸν οὖν λά201 βῃς, ὅταν ὡς ἁμαρτωλὸς ἀποθάνῃ, πονηρὸν ἔχει τὸν θάνατον– διαδέξεται γὰρ αὐτὸν κόλασις–, καὶ ἐὰν τὸν ἄλλον τὸν τῷ ὄντι κατάλληλον τῷ ἁμαρτωλῷ," ἡ ἁμαρτία", φησίν," ἀποτελεσθεῖσα ἀποκύει θάνατον". ἡ ἁμαρτία δὲ ἀποτελεῖται οὐκ ἔξωθεν τῶν ποιούντων, ἀλλὰ ἐν τοῖς ποιοῦσιν ἀνθρώποις. θάνατος οὖν ὁ ἑπόμενος αὐτοῖς πονηρός ἐστιν. καὶ ἐπὶ μὲν τοῦ προτέρου νοήματος πονηρὸν λέγομεν εἶναι τὸν θάνατον πονηροῦ ποιητικόν, κακωτικόν. ὧδε δὲ πονηρὸν λέγομεν κατὰ τὴν δευτέραν ἀπόδοσιν, ὅτι ἔξω ἀγαθότητός ἐστιν. οἱ γραμμα τικοὶ οὖν πονηρὸν ἀναγιγνώσκουσιν" 3πονηρὸν τὸ κακωτικόν" 3." καὶ πάσας τὰς νόσους Αἰγύπτου τὰς πονηρὰς οὐκ ἐπαφῶ ἐπὶ σέ", τὰς ἐπιπόνους̣ ἃς ὑπέστησαν πληγὰς οἱ Αἰγύπτιοι κατὰ τὴν ἱστορίαν. ὅταν δὲ λέγῃ·" ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε", οὐ λ̣ έγομεν πονηροῦ τούτου τοῦ ἐπιπόνου· οὐδὲ γὰρ ἡμέτερόν ἐστιν ἀπέχεσθαι τούτων. θεήλατά εἰσιν, μὴ θελόντων ἡμῶν ἐπιγίνεται ταῦτα διὰ προλαβοῦσαν κακίαν. πρὸς τό·" πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακά", εἶτα ἐπενήνεκται·" θάνατος ἁμαρτωλῶν πονηρός"· ἢ πονηρὸς ἢ πονηρός· τἀμφότερα ἔχει· καὶ τὴν κόλασιν γὰρ ἔχουσιν καὶ τὴν κατασπῶσαν ἀπὸ τῆς μακαρίας ζωῆς πονηρίαν ἥτις ἴση κακίᾳς ἐστίν." ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου". ὅρα γε τὴν ἀκρίβειαν· ἐπειδὴ ψυχῶν πονηρίας ὠνόμασεν, αὗται δὲ οὐκ ἄλλῳ ὁρῶνται ἢ τῷ θεῷ, λέγει ὅτι· μὴ ἐπιμορφάζεσθε ἀφαίρεσιν πονηριῶν τῶν ἀπὸ τῶν ψυχῶν ἀπέναντι τῶν ἐμῶν ὀφθαλμῶν ὡς ἐμοῦ ὁρῶν τος, εἰ καὶ μὴ ἐκ τοῦ ἐναντίου. ἴσον ἐστὶν τῷ λεγομένῳ ὑπὸ τοῦ σωτῆρος δεῖν τὴν ἐλεημοσύνην ἐν κρυπτῷ ποιεῖν, ἵν'" ὁ πατὴρ ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσῃ". 18 καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐρύσατο αὐτούς. καὶ ἐν ἄλλοις στίχοις τοῦ ψαλμοῦ ἐλέχθη, ὅτι τὸ ῥυσθῆναι ἀπὸ θλίψεων πασῶν οὐ τὸ ἔξω τοῦ θλίβεσθαι ποιεῖν σημαίνει, ἐπεὶ οὐδέποτε ἐπηκούσθησαν οἱ ἅγιοι, ὡς τὸν Παῦλον λέγειν·" ἐν παντὶ θλιβόμενοι". 19 ἐγγὺς κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει. ὥσπερ οἱ διαλεκτικοὶ καὶ ἀποδεικτικοὶ λέγουσιν, ὅτι δεῖ ἐκ τῶν φανερῶν τὰ μὴ φανερὰ κατασκευάζειν καὶ ἀποδεικνύναι· τοῦτο γὰρ ἀληθές ἐστιν. ἀδύνατόν ἐστιν ἄγνωστα γνωσθῆναι ἐξ ὁμοίως ἀγνώστων καὶ πολλῷ γε πλέον ἐξ ἀγνωστοτέρων. ἐκ τῶν φανερῶν οὖν τὰ μὴ φανερὰ γνωρίζεται καὶ ἐκ̣ τῶν γιγνωσκομένων τὰ μὴ γιγνωσκόμενα. λοιπὸν ἄλλην γραφὴν σαφεστέραν νοήσωμεν, ἵνα καὶ τῆς προκειμένης ὀρθὴν γνώμην λάβωμεν καὶ γνῶσιν. λέγεται τοίνυν ἐν Παροιμίαις·" πρὸ συντριβῆς ὑψοῦται καρδία ἀνδρὸς ἢ πρὸ δόξης ταπεινοῦται". τοῦτο λέγει· ὁ ὑπερήφανος οὐ συντριβεὶς ταπεινοῦται. συν̣ τριβεὶς δὲ ὑπὸ πόνων τῶν ὑπὲρ ἀτυφίας ὑψοῦται." πρὸ συντριβῆς ὑψοῦται καρδία ἀνδρός". ὁ ὑπερήφανος ἀκούει λόγους κατὰ τῆς ὑπερηφανίας, ἐνίοτε καὶ θλιβηρῶν πεῖραν λαμβάνει, ὅτι τετυφωμένος ἐστίν. ἐὰν ὑποπέσῃς τῇ συντριβῇ ταύτῃ τῇ βελτιόνως προσαγομένῃ διὰ τῶν πόνων τῶν ὑπὲρ ταπεινοφροσύνης, οὐχ ὑψοῦται ἡ καρδία. πρὸ τῆς ἐπιτιμίας, ἵν' οὕτως εἴπω, καὶ πρὸ τῶν μαστιγῶν ὑψουμένην ἔχει τὴν καρδίαν. ὅταν γοῦν ὑποπέσῃ θλιβηροῖς, γιγνώσκει ὅτι διὰ τὴν ὑπερηφανίαν ἑαυτοῦ ὑπέπεσεν τοῖς ἀβουλήτοις. οὕτως ἀκουστέον καὶ τοῦ·" Καφαρναού, ἣ ἕως οὐρανοῦ ὑψωθήσῃ, ἕως ᾅδου καταβιβασθήσῃ". συντριβὴ δέ ἐστιν τὸ καταβιβασθῆναι ἕως ᾅδου. πρὸ ταύτης τῆς συντριβῆς ὑπερηφανεύσατο." πρὸ δόξης ταπεινοῦται". δεῖ πρῶτον ταπεινωθῆναι ἑκουσίως, ἵνα δόξης τύχῃ· δευτέρα γὰρ ἡ δόξα γίνεται μετὰ τὴν ἀτυφίαν. διὰ τοῦτο καὶ ὁ σωτὴρ ἔλεγεν ὅτι·" ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται". καὶ ὅρα γε," πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται", συντριβήσεται ὧδε. πρὸ ταύτης τῆς συντριβῆς ὑψουμένην ἔχει τὴν καρδίαν, ἀλαζονευομένην, ὑπερηφανευομένην. πάλιν δόξαν φέρει τῷ ταπεινοῦντι ἑαυτόν, ἵν' ἀτυφωθῇ. πρὸ ταύτης τῆς δόξας δεῖ ταπεινωθῆναι, δεῖ ἐργάσασθαι, ἵνα μισθὸν λάβῃ. λαμβάνει δόξαν οὖν τῆς ἀτυφίας παρὰ θεοῦ. οὕτω γοῦν καὶ ὁ Πέτρος παραινεῖ λέγων·" ταπεινώθητε ὑπὸ 202 τὴν κραταιὰν χεῖραν τοῦ θεοῦ, ἵνα ὑψώθητε ἐν καιρῷ". καὶ ὁ Ἰὼβ γοῦν λέγει·" ποιῶν ταπεινοὺς εἰς ὕψος" ἐστὶν ὁ θεός." συντετριμμένους" δὲ ὧδε" τὴν καρδίαν" λέγει οὐ τοὺς βλαβέντας τὴν καρδίαν. σημαίνει δέ ποτε τὸ τῆς συντριβῆς ὄνομα τοιοῦτό τι τὸ μὴ ὑγιεινοὺς ἔχειν λογισμούς, τὸ μὴ τὰς νοήσεις ἀδιαστρόφους ἔχειν. αὕτη ἡ συντριβὴ τῆς καρδίας ἰατροῦ δέεται, ἰατροῦ δὲ τοῦ τὸ κρυπτὸν θεραπεύοντος· εἴρηται γὰρ τό·" οἰκοδομῶν Ἰερουσαλὴμ ὁ κύριος καὶ τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπισυνάξει, ὁ ἰώμενος τοὺς συντετριμμένους τὴν καρδίαν". οὗτοι συνετρίβησαν οἷα τραυματίαι. οὕτω γοῦν καὶ ὁ καταβὰς ἀπὸ τῆς Ἰερουσαλὴμ τουτέστιν εἰς Ἰεριχώ, τουτέστιν εἰς τὸν περὶ γῆν τόπον καὶ τὴν πολιτέιαν αὐτοῦ Ἰεριχὼ καλούμενον διὰ τὴν ἑρμηνείαν τοῦ ὀνόματος– σε̣ λήνη γὰρ ἑρμηνεύεται ἡ Ἰεριχών. λέγεται δὲ" ὁ ἄφρων ὡς σελήνη ἀλλοιοῦσθαι", ὡς σελήνη ἣ οὐκ αὐξάνον ἔχει τὸ φῶς, ἀλλὰ μειούμενον. ἡ δὲ νύμφη ἡ ὑμνουμένη ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων" ἐκκύπτουσα ὡσεὶ ὄρθρος καλὴ" γίνεται," ὡς σελήνη ἐκλεκτή". ἡ ἀλλοίωσις αὕτη ἐπὶ τὸ βέλτιον γίνεται, ἐπὶ τὸ τελειωθῆναι· ἑκατέρως γὰρ ἀλλοιοῦται ἡ σελήνη· ἐκ τοῦ μηνοειδοῦς μεταβαλοῦσα ἔρχεται ἐπὶ τὸ πλησιφαές. καὶ γίνονται μεταβάσεις τῶν προκοπῶν τῆς αὐξήσεως τέσσαρες, μηνοειδές, διχότομον, ἀμφίκυρτον, πλησιφαές. ἔνπαλιν δὲ ἀπὸ τοῦ πλησιφαοῦς ἔρχεται ἐπὶ τὸ ἀμφίκυρτον καὶ ἀπὸ τοῦ ἀμφικύρτου ἐπὶ τὸ διχότομον, ἀπὸ τοῦ διχοτόμου ἐπὶ τὸ μηνοειδές. οὕτω γοῦν ἐκκύπτει ὡσεὶ ὄρθρος ἡ νύμφη τοῦ λόγου, ἡ τελεία ψυχή, ἡ ἐκκλησία ἡ νυμφοστοληθεῖσα αὐτῷ. καὶ ἀλλοιοῦται ὥστε καλὴ γενέσθαι, ἐκλεκτὴ ὡς σελήνη πλησίφως. καὶ μετὰ τοῦτο λέγει·" ὡς ἥλιος θάμβος". καὶ ἀπὸ τοῦ σεληνιακοῦ φωτὸς ἔρχεται ἐπὶ τὸ ἡλιακὸν πληρουμένης τῆς προφητείας ἐκείνης τῆς λεγούσης ὅτι·" ἔσται ἡ σελήνη ὡς ὁ ἥλιος". συντριβήσεταί τις οὖν τὴν καρδίαν, ὅταν πληρωθῇ συντετριμμένων λογισμῶν, φρονημάτων ἀλλοτρίων τῆς ὑγιαι νούσης ἀληθείας. τούτων τῶν συντριβῶν ὁ σωτὴρ ἰατρὸς γίνεται·" ὁ ἰώμενος" γὰρ" τοὺς συντετριμμένους τὴν καρδίαν καὶ δεσμεύων τὰ συντρίμματα αὐτῶν", δεσμεύων τὰ τραύματα αὐτῶν. καὶ λαμβάνω ἐπὶ παραδείγματος· συντρίβεταί τις πολλάκις ἐν ἀγῶνι ἀγωνιζόμενος ὑπὸ τοῦ ἀντιπάλου καὶ τυγχάνει στεφάνου. μὴ τὰ συντρίμματα ταῦτα ψόγον αὐτῷ φέρει. ὅταν δὲ συντριβῇ ὑπὸ θηρίων ἢ λῃστῶν, αἰτιώμεθα αὐτόν– οὐ κατὰ τὴν ἱστορίαν λέγω· ἐνχωρεῖ γὰρ κατὰ ἄγνοιαν τοῦτο παθεῖν–, ὅτι·" 3διὰ τί ἐγίνου ἔνθα τὰ θη̣ ρ̣ ία̣, ἢ δια`̣ τί ἐπλησίαζες τοῖς πνευματικοῖς τῆς πονηρίαις λῃσταῖς" 3;" καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει". πνεῦμα ὧδε τὴν̣ γνώμην λέγει. ἰσοδυναμεῖ τοῦτο τῷ ἐν μακαρισμοῖς τοῦ εὐαγγελίου εἰρημένῳ·" μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι", οἱ πτωχοὶ τῇ γνώμῃ. οὗτοι δέ εἰσιν οἱ διὰ λόγον ὀρθὸν ἀτυφίαν κατορθοῦντες, οἱ ἀκούσαντες ὑπο`̣ τοῦ σωτῆρος λέγοντος·" μάθετε ἀπ' ἐμοῦ, ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ". ταὐτὸν δὲ γνώμη καὶ καρδία. ὥσπερ οὖν ὁ σωτὴρ τῇ καρδίᾳ ταπεινός ἐστιν, οὕτω καὶ οἱ μανθάνοντες παρ' αὐτοῦ τοῦτο ταπεινοὶ γίνονται τῇ γνώμῃ. καὶ οὗτοί εἰσιν οἱ πτωχοὶ τῷ πνεύματι οἱ μὴ πλουτεῖν ἐν ἀλαζονείᾳ βουλόμενοι. 20 πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ῥύσεται αὐτούς. πολλάκις ἤδη ἡμῖν ἐλέχθη ὅτι ἐκ πασῶν αὐτῶν ῥύεται." πολ λαί" εἰσιν" αἱ τῶν δικαίων θλίψεις"· εἶπον ὅτι διὰ βίου καὶ μέχρις ὑστέρας ἀναπνοῆς. 21 κύριος φυλάττει πάντα τὰ ὀστᾶ αὐτῶν. εἰ ῥύονται ἐκ πασῶν τῶν θλίψεων ὥστε μὴ ὑποπεσεῖν καὶ συντριβῆναι, πᾶσαι αἱ εὔτονοι αὐτῶν δυνάμεις ὀστᾶ καλούμεναι φυλάττονται ὑπὸ τοῦ θεοῦ. ἐλέχθη δὲ καὶ πρὸ τούτου ὅτι αἱ τῆς ψυχῆς δυνάμεις ὀστᾶ αὐτῆς καλοῦνται· διακρατητικὰ γάρ εἰσιν ὅλης τῆς ψυχῆς, τὰ ὀστᾶ τὰ αἰσθητὰ ὅλου τοῦ σώματος. ἀδύνατον ἦν στῆναι τὰς σάρκας ἢ τὰ ἄλλα· τὰ διακρατοῦντα τὰ μέλη τοῦ σώματος ὀστᾶ. καὶ αἱ εὔτον̣ ο̣ ι αἱ τῆς ψυχῆς δυνάμεις, οἷον ἡ μνημονικὴ 203 ἢ ἡ θεωρητικὴ ἢ αἰσθητικὴ τῶν καλῶν, ὅταν ἀκαμπεῖς ὦσιν καὶ τέλειαι φυλαττόμεναι, ὑπὸ τοῦ θεοῦ τοῦτ' ἔχουσιν, οὐχ ἱδίᾳ δυνάμει. ἐκ προαιρέσεως οὖν ἐπὶ τὸ θέλειν τοῦτο ἔρχονται, τελειοῦνται δὲ κατὰ τοῦτο συνεργήσαντος τοῦ θεοῦ. 21 ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται. εἰ δίκαιοί εἰσιν καὶ ἐκέκραξαν πρὸς τὸν θεὸν καὶ ἐκ πασῶν τῶν θλίψεων ἐρύσθησαν," ἓν" τῶν ὀστῶν αὐτῶν" οὐ συντριβήσεται", ἀντὶ τοῦ" μία δύναμις". καὶ ἵνα ἀπὸ τῶν αἰσθητικωτέρων ἄρξωμαι δυνάμεων· δύναμίς ἐστίν τις ὁρατική. ὅταν μὴ ὁρᾷ ἵνα ἐπιθυμήσῃ κάλλος γυναικῶν μηδὲ νικηθῇ ὑπὸ κάλλους ἐπιθυμίας, τὸ ὀστοῦν τοῦτο οὐ συνετρίβη ὑπὸ τοῦ κυρίου, ἀλλὰ φυλάττεται ὑπ' αὐ τοῦ ἀβλαβές. ὅταν βλέψας εἰς τὸν οὐρανὸν ἴδῃ τὸν ἥλιον καὶ τὴν σελη´̣ ν̣ ην καὶ μὴ προςκυνήσῃ καὶ λατρεύσῃ, ἀλλὰ ἐκ τῆς ὁρωμένης κτίσεως τὸν καταδείξαντα πάντα νοήσῃ καὶ ἐκ̣ μεγέθους τῶν κτισμάτων αὐτοῦ καὶ τῆς καλλονῆς ἀναλόγως θεωρῶν, ἔρρωται τοῦτο τὸ ὀστοῦν τὸ κατ̣ ὰ τὴν ὄψιν. ὥστε αἰσθητικώτερον λαμβάνω, ὅταν μὴ παραδέχηταί τις ἀκοὴν ματαίαν, ἀλλὰ κρίνῃ ποίοις λόγοις πείθηται καὶ ποίοις μὴ καὶ ποίοις συνκαταθῆται καὶ ποίοις ἀνανεύῃ–" λόγοις σοφῶν παράβαλλε σὸν οὖς", καὶ" μὴ παραδέξῃ ἀκοὴν ματαίαν"–, οὗτος ἔχει καὶ τὸ ὀστοῦν, τὴν ἀκοήν, τὴν αἴσθησιν τῶν ἀκοῶν ἀσύντριβον, ὑγιαίνουσαν. 22 θάνατος ἁμαρτωλῶν πονηρός, καὶ οἱ μισοῦντες τὸν δίκαιον πλημμελήσουσιν. τῶν μὲν δικαίων τὰ ὀστᾶ ὑπὸ κυρίου φυλάττεται καὶ ἓν ἐξ αὐτῶν οὐ συντρίβεται, τῶν δὲ ἁμαρτωλῶν ὁ θάνατος πονηρός ἐστιν. ἐλέχθη δὲ ἡμῖν ἤδη, ὅτι διχῶς λέγεται πονηρός. εἰ δὲ ἕπεται ὁ κατασπῶν ἀπὸ τῆς μακαρίας ζωῆς θάνατος τῇ ἁμαρτίᾳ, κατὰ τό·" ἡ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον", πονηρός ἐστιν οὗτος ὁ θάνατος. πάλιν ἐπεὶ κολάσει παραδίδονται ἀπαλλαγέντες τοῦ βίου, τεθνήκασιν πάλιν ἵνα κολασθῶσιν. λέγεται γοῦν·" τίμιος ἐναντίον κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ"· πῶς γὰρ οἷόν τε εἶναι τοῦτον πονηρὸν ἢ πονηρὸν τὸν θάνατον σὺν τῷ θανάτῳ Χριστοῦ φυτευόμενον;" εἰ γὰρ σύνφυτοι", φησίν," γεγόνα μεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως". καί·" εἰ συναπεθάναμεν, καὶ συνζήσομεν"." καὶ οἱ μισοῦντες τὸν δίκαιον πλημμελήσουσιν". ὁ ἁμαρτωλὸς ἐὰν ἐπίτασιν ἁμαρτίας λάβῃ, τὸν δίκαιον μισεῖ. μισῶν δὲ τὸν δίκαιον τὴν ἀρετὴν μισεῖ. οἱ ἁμαρτωλοὶ γοῦν μισοῦσιν τὸν δίκαιον οὐχ ᾗ ἄνθρωπός ἐστιν– τοὺς γοῦν ἁμαρτωλοὺς οὐ μισοῦσιν–, ἀλλ' ᾗ δίκαιός ἐστιν. ὁ δὲ μισῶν ἰατρὸν ᾗ ἰατρός, τὴν ἰατρικὴν μισεῖ. διὰ τοῦτο πλημμελήσουσ̣ ιν, κολασθήσονται. 23 λυτρώσεται κύριος ψυχὰς δούλων αὐτοῦ. λοιπὸν λέγει· εἰ καὶ τῶν ἁμαρτωλῶν ἅπτ̣ εται πονηρὸς θάνατος καὶ τῶν μισούντων τὸν δίκαιον γενήσεται πλημμέλεια, ἀλλὰ τὰς τῶν δούλων αὐτοῦ ἀγαθὰς ψυχὰς λυτροῦται. λυτροῦται τὰς ψυχὰς ἀπὸ τῶν προλαβόντων κρατησάντων ἀνιαρῶν. ἑκατέρως π̣ άλιν λαμβάνεις· καὶ ἀπὸ κολάσεως λυτροῦται καὶ ἐξ ἁμαρτίας λυτροῦται· εἰ γὰρ ἐξ ἁμαρτίας λυτροῦται, ἕπεται τὸ ἀπὸ κολάσεως λυτρωθῆναι. 23 καὶ οὐ μὴ πλημμελήσωσιν πάντες οἱ ἐλπίζοντες ἐπ' αὐτόν. οἱ ἐλπίζοντες ἐπὶ τὸν θεὸν πάντες οὐ πλημμελήσουσιν ὡς οἱ ὡς πλημμελοῦσιν οἱ μισοῦντες τὸν δίκαιον· εἰ γὰρ ἐπὶ τῶν μισούντων τὸν δίκαιον ἡ πλημμέλεια τιμωρίαν καὶ κόλασιν σημαίνει, τὸ μὴ πλημμελῆσαι ἐπὶ τῶν ἐλπιζόντων ἐ πὶ κύριον τὸ μὴ κολασθῆναι, μὴ τιμωρηθῆναι, μὴ ὑποπεσεῖν τοῖς πόνον ποιοῦσιν. 1 Τῷ Δαυίδ. δίκασον, κύριε, τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺς πολεμοῦντάς με. οὐδεὶς δικαστὴν ἀπαιτεῖ τὸν θεὸν αὐτοῦ γενέσθαι ἔχων λογισμοὺς ὡς ἀδικοῦντος. μὴ ἀδικοῦντος, ἀλλὰ ἀδικουμένου ἐστὶν ἡ φωνὴ ἑλομένου μᾶλλον ἀδικεῖσθ̣ αι ἢ ἀδικεῖν. καὶ οὐ καθάπαξ τις προκρίνει τὸ ἀδικεῖσθαι, ἀλλὰ προκειμένου τοῦ ἀδικεῖν καὶ ἀδικεῖσθαι, ἐὰν μὴ ἀμφότερα δυνηθῇ ὑπαρχθῆ204 ναι– οὐδὲ γὰρ δύναται–, αἱρεῖται μᾶλλον ἀδικηθῆναι ἢ ἀδικῆσαι· ὁ μὲν γὰρ ἀδικῶν τιμωρίαν ὑφίσταται, καὶ ἄδικοι βασιλείαν θεοῦ κληρονομῆσαι οὐ δύνανται. οὐκ ἔστιν δὲ κατὰ τὸν ἀδικούμενον τούτων πειραθῆναι· ἑκουσίως γὰρ ἀδικεῖται. δῶμεν δὲ ὅτι καὶ μὴ δυνάμενος ἐπαμῦναι ἑαυτῷ, ὅμως οὐ καταπονεῖ ἑαυτὸν ὅτι οὐ δύναται ἐκδικῆσαι, ἀλλὰ οὔτε τὸ προσπεσὸν σκοπήσας ὅτι μᾶλλον ὁ ἀδικούμενος συνγνωστός ἐστιν καὶ πολλοὺς ἔχει τοὺς ἐλεῶντας. ὁ δὲ ἄδικος κἂν μηδεὶς αὐτὸν κολάζῃ, κολαστέος ἐστίν. καὶ αὐτὸ ὅλως τοῦτο τὸ σκέπειν τὴν ἀδικίαν καὶ θε´̣ λ̣ ειν ἀπολογεῖσθαι ὡς οὐκ ἀδικῶν τιμωρία αὐτοῦ ἐστιν. ἡ συνείδησις αὐτοῦ καταδικάζει αὐτόν. παρρησία δὲ πολλή ἐστιν τοῦ τὸν ψαλμὸν λέγοντος·" δίκασον, κύριε, τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺς πολεμοῦντάς με". οὐκ ἐγὼ αὐτοὺς πολεμῶ. καὶ" μετὰ τῶν μισούντων τὴν εἰρήνην εἰρηνικός" εἰμι. πείθομαι τῷ ἁγίῳ πνεύματι λέγοντι·" ἀκούσατε τὸ ῥῆμα κυρίου, οἱ τρέμοντες τὸν λόγον αὐτοῦ· εἴπατε" 3ἀδελφοὶ ἡμῶν" 3 τοῖς μισοῦσιν ὑμᾶς, ἵνα τὸ ὄνομα κυρίου δοξασθῇ, αὐτοὶ δὲ αἰσχυνθήσονται"." ἀκούσατε τὸ ῥῆμα κυρίου, οἱ τρέμοντες τὸν λόγον αὐτοῦ· εἴπατε τοῖς μισοῦσιν ὑμᾶς" 3ἀδελφοὶ ἡμῶν" 3", ἵνα πραγματικῶς εἴπωμεν καὶ μὴ φωνῇ· οἱ γὰρ μόνῃ φωνῇ λέγοντες Κύριον Ἰησοῦν ἀκούουσιν·" τί με λέγετε· κύριε κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω"; ὁ δὲ" ἐν πνεύματι ἁγίῳ" λέγων Κύριον Ἰησοῦν, μετουσίᾳ τοῦ ἁγίου πνεύματος, διὰ τῶν ὧν πράττει καὶ νοεῖ, κατὰ τὸ πνεῦμα βοᾷ Κύριον Ἰησοῦν." εἴπατε" οὖν"" 3ἀδελφοὶ" 3 τοῖς μισοῦσιν ὑμᾶς". ἐκεῖνοι μισείτωσαν, ἀλλ' ὑμεῖς ἐκείνους ἀδελφοὺς λέγετε πραγματικῶς, οὐ προφορᾷ μόνῃ, ἀλλὰ τὰ ὀφείλοντα εἰς ἀδελφοὺς πράττεσθαι ἐνεργεῖτε εἰς αὐτούς· οὕτω γὰρ τὸ ὄνομα τοῦ κυρίου δοξάζεται· γιγνώσκεται γάρ, ὅτι διὰ τὸν θεὸν ταῦτ' ἐνεργεῖ τις· ὅσον γὰρ ἧκεν εἰς τὸ μισεῖσθαι, οὐκ εἴρηκεν τοὺς μισοῦντας τοὺς ἀδελφούς." καὶ αὐτοὶ αἰσχυνθήσονται"· αἰσχυνθέντες γὰρ οὐκ ἐπιτρίβονται. οὐδένα οὖν ὁ ἅγιος πολεμεῖ. πολεμούμενος δὲ σπουδάζει οὐκ ἀντιδιαθεῖναι, ἀλλὰ μηδὲν παθεῖν καί, ἵν' οὕτω φράσω, βίαιον ὂν καὶ διὰ τὴν ἐνάργειαν, ὅτι ὅπλῳ μόνῳ χρᾶται, οὐχὶ καὶ ξίφει σκεπαστηρίῳ χρᾶται, οὐκ ἀμυντηρίῳ τῷ δυναμένῳ ἀντιτρῶσαι καὶ ἀντιδιαθεῖναι." πολέμησον τοὺς πολεμοῦντάς με". ἔτι ἐν τῷ ἀδικεῖν αὐτὸν ὑπῆρχον καὶ ἐν τῷ πολεμεῖν. ἵν' οὖν μηκέτι ἀδικῶσιν μηδὲ πολεμῶσιν, σύμμαχον αἰτεῖ τὸν θεόν, οὐχ ἵνα ἀδι̣ κ̣ ήσῃ αὐτούς, οὐχ ἵνα πολεμήσῃ, ἀλλ' ἵνα ἀβλαβὴς διαμείνῃ ἀδικούμενος καὶ πολεμούμενος. καὶ ἡ φύσις τοῦ λογικοῦ ἐὰν μὴ διαστροφὴν πάθῃ, τοῦτο ἔχει ἴδιον." πολέμησον" οὖν, κώλυσον αὐτοὺς ὀλέθ̣ ρῳ̣ με περιβαλε̣ ῖν. 2 ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ καὶ ἀνάστηθι εἰς τὴν βοήθειάν μου. ὁ θυρεὸς τοῦ θεοῦ σβέννυσ̣ ιν τὰ πεπυρωμένα τοῦ ἐχθροῦ βέλη, τοῦ πονηροῦ. ἐπιλαβοῦ οὖν τούτου τοῦ θυρεοῦ, περίθες μοι αὐτόν. οὐ τοῦτο λέγω ὅτι·" 3σὺ φράξον σεαυτὸν τῷ θυρεῷ" 3. οὕτω ἐπιλαβοῦ πρὸς τὸ χαρίσασθαί μοι αὐτόν, πρὸς τὸ ἀσφαλίσασθαί με. ἐκ παραλλήλου δύναται τὸ ὅπλον καὶ ὁ θυρεὸς εἶναι. τάχα δὲ καὶ εἴδη ὅπλων σημαίνουσιν. δύναται εὔχεσθαι τὴν ἐνανθρώπησιν γενέσθαι· ὅταν γὰρ ἐπιλάβηται ἀνθρώπου τοῦ δυναμένου ἡμᾶς ἀσφαλίσασθαι καὶ ὑπερμαχῆσαι ἡμῶν, ἐπελάβετο ὅπλου καὶ θυρεοῦ καὶ ἀνέστη εἰς βοήθειαν ἡμῶν. ἀνέστη ἐκ τῶν κόλπων τοῦ πατρός, ἵνα κλίνας οὐρανὸν καταβῇ, ἵν' ὑπέρμαχος ἡμῶν ὀφθῇ· ἐλήλυθεν γὰρ οὐκ αὐτὸς πολεμῆσαι, ἀλλ' ὑπὲρ ἡμῶν πολεμῆσαι, καὶ ἐλήλυθεν οὐ παθεῖν ἁπλῶς, ἀλλ' ὑπὲρ ἡμῶν παθεῖν. καὶ ὅρα γε·" χάριτι θεοῦ ὑπὲρ παντὸς εγεύσασθαι θανάτου" ἐλήλυθεν. οἱ πάντες ὑπὸ θάνατον ἦμεν, ὅλον τὸ γένος ἡμῶν θνητὸν ἦν. τὸ δὲ θνητὸν ὑπόκειται θανάτῳ. τὸν ὑπὲρ τοσούτων οὖν παθόντα εἶπειν ὅτι" ἐγεύσατο θανάτου". καὶ ὅτι οὐχ ὅλην τὴν ἴλινγα τοῦ θανάτου ἐρόφησεν– δοκεῖ γὰρ 205 κατάλληλον εἶναι–, οὕτως ἐσαφηνίσθη μοι καὶ τὸ ἐν Ἰσαίᾳ·" τῷ μώλωπι αὐτοῦ πάντες ἡμεῖς ἰάθημεν". μώλωπα δὲ αὐτοῦ λέ γει τὸν σταυρόν. ὅσον ἐπὶ τῇ φύσει τοῦ σταυροῦ καὶ τῷ μεγέθει τῆς κακώσεως οὔκ ἐστιν μώλωψ. αὐτῷ δὲ μώλωψ ἐστίν, ὡς πρὸς αὐτὸν μώλωψ ἐστὶν οὐ βλάπτων τὸν ἔχοντα, ἀλλ' ὠφελοῦντα ἐκείνους ὑπὲρ ὧν ἔσχεν τὸν μώλωπα. οὕτω καὶ" χάριτι θεοῦ γεύεται θανάτου". ἀμέλει γοῦν γενόμενος ἐν θανάτῳ ἔλυσεν τὸν θάνατον. καὶ τὸ παθεῖν τὸν σωτῆρα πάλιν τὸ λῦσαί ἐστιν τὰ πάθη· γενόμενος γὰρ ἐν τοῖς πάθεσιν ἔλυσεν αὐτά, οὐκ ἐκρατήθη ὑπ' αὐτῶν. καὶ ὥσπερ γινόμενος κατάρα λύει τὴν κατάραν ὥστε εὐλογίαν παρασχεῖν ἀντ' αὐτῆς, καὶ λέγομεν αὐτὸν ὑπὸ ἀρὰν γεγονέναι, οὐχ ἵνα τι πάθῃ, ἀλλ' ἵνα λύσῃ τὴν ἀρὰν καὶ εὐλογίαν ἀντ' αὐτῆς ὀρέξῃ. οὐ" τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵν' ἡμεῖς δικαιοσύνη θεοῦ γενώμεθα ἐν αὐτῷ"; ἡ ἁμαρτία γίνεται ποιοῦσα τοὺς ἔχοντας δικαιοσύνην αὐτὸ δικαιοσύνην. οὐ καθάπαξ λέγεται ἁμαρτία, ἀλλὰ ἁμαρτία ὑπὲρ τοῦ ποιῆσαι τοὺς πρότερον κρατουμένους ὑπὸ τῆς ἁμαρτίας δικαιοσύνην, οὐχ ἁπλῶς, ἀλλὰ θεοῦ δικαιοσύνην. ἐπίτασιν δὲ σημαίνει τῆς μετουσίας τῆς ποιότητος τὸ τοὺς μετεσχηκότας ὁμωνύμως καλεῖσθαι ᾗ ἔχουσιν ποιότητα. ἔχουσιν θεοῦ δικαιοσύνην ποιότητα. ἐνίκησεν τοσοῦτον καὶ ἐκράτησεν ὡς μὴ δικαίους αὐτούς, ἀλλὰ αὐτὸ δικαιοσύνη κληθῆναι. καὶ ἐν πολλοῖς τόποις τῆς γραφῆς τοιαῦτα εὑρήσεις. λέγει·" ὁ θεὸς ἀγάπη ἐστίν". ἴδε τὸ μέγεθος τῆς ἀγάπης·" ὁ θεὸς ἡ ἀγάπη ἐστίν". τοῖς δύο ὀνόμασιν ἡ αὐτὴ οὐσία δηλοῦται, η ὁ θεὸς καὶ ἡ ἀγάπη. εἶτα λέγει ὅτι ὁ πλησιάζων τῷ θεῷ καὶ ἐξ ὅλης καρδίας καὶ ἐξ ὅλης ψυχῆς καὶ δυνάμεως αὐτὸν ἀγαπῶν, ἀγάπη γίνεται· τὰ γὰρ λεγόμενα περὶ τῆς ἀγάπης ἑξῆς·" ἡ ἀγάπη οὐ φυσιοῦται, οὐ περπερεύεται, οὐκ ἀσχημονεῖ, οὐ λογίζεται τὸ κακόν, πάντα στέγει, πάντα πιστεύει, πάντα ὑπομένει", περὶ τῆς ἀρετῆς λεγόμενα ταῦτα οὐκ ἀλλότριά εἰσιν; οὐ γὰρ λέγω ὅτι ἡ ἀρετὴ ὑπομένει ἢ στέγει ἢ πιστεύει. τὸν ἔχοντα τὴν ἀγάπην ὁμωνύμως ἀγάπην ὠνόμασεν. οὕτω καὶ οἱ τὴν δικαιοσύνην σχόντες ἐκ τῆς γενομένης ὑπὲρ ἡμῶν ἁμαρτίας δικαιοσύνη θεοῦ γίνονται, οὐκέτι δίκαιοι θεοῦ ἁπλῶς ἀλλὰ δικαιοσύνη θεοῦ. ἐπίτασιν δὲ σημαίνει τῆς τελειώσεως, τῆς προκοπῆς. ἐπερ· πολλὰ τῶν εὐκτικῶν κατὰ τὴν γραφὴν προστακτικῷ χαρακτῆρι προφέρονται;– τάχα δὲ καὶ παρὰ τοῖς ἄλλοις· καὶ ἵνα μὴ μακρὰν ἀπέλθωμεν·" ἁγιασθήτω τὸ ὄνομά σου", ὅ ἐστιν·" ἁγιασθείη τὸ ὄνομά σου"." ἐλθάτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου"·" γενηθείη τὸ θέλημά σου"." ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια"– ἀντὶ τοῦ" γενηθείη"–" τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν". ἐπερ· αὐτῷ προσεύχεται;– αὐτῷ, ναί. λέγω· ἐὰν παρ' ἄλλου θέλω τι λαβεῖν, ἄλλου δὲ παρὰ τὸν θεὸν λέγω, ου᾿̣ κ ἂν αὐτῷ π̣ ροσηύχετο, ἀλλὰ τῷ θεῷ, ἵνα δώῃ ἡμῖν τοιοῦτον βοηθόν, ἵνα τοιοῦτον ἡμῖν στρατηγὸν εἰς με´̣ σον ἀγάγῃ. ὁ´̣ ταν δὲ αὐτῷ τῷ θεῷ. τις εὔχηται παρ' αὐτοῦ θέλων τι λαβεῖν, αὐτῷ καὶ τὴν αἴτησιν προσάγει καὶ τὴν προσδοκίαν τοῦ λαβεῖν παρ' αὐτῷ ἔχει. ὡς ἐὰν λέγω τῷ θεῷ·" ἐπίνευσον τῇ ἀξιώσει μου", περὶ προσευχῆς προσευχὴν ἀναπέμπω." εἰσάκουσόν μου, κύριε, ὅτι πρὸς σὲ ἐκέκραξα"· καὶ εὐχὴν περὶ εὐχῆς ἀναπέμ πω· ἐπεὶ γὰρ συνεργίας χρῄζει θεοῦ καὶ τὸ εὐχὴν ἐπακουσθῆναι, αὐτὸν πάλιν συνεργὸν διὰ τῆς εὐχῆς καλῶ, ἵνα πληρώσῃ μου τὴν εὐχὴν καὶ εἰσακούσῃ αὐτῆς. τοῦτο αὐτὸ παρακαλῶ ἀναστῆναί σε εἰς τὴν βοήθειάν μου οὐκ ἄνοπλον, ἀλλὰ ἐπιλαβόμενον ὅπλου. τὸ ἐμὸν σῶμα καὶ τὴν ψυχὴν δέξαι· διὰ τούτων γὰρ δυνήσῃ βοηθῆσαί μοι. πολλάκις ἰατρὸς πολὺ μέγεθος ἔχων οὐ δύναται μικρὰ θεραπεῦσαι ἢ μικροὺς ἀνθρώπους. ἐνίοτε οὖν ἕνα τῶν μαθητῶν αὐτοῦ παρασκευάζει τῶν ὑποδεεστέρων καὶ πολὺ ὑποβεβηκότων αὐτόν, ἵνα δυνηθῇ προσελθεῖν τῷδε καὶ θεραπεύσῃ αὐτόν. τὸ ἐπιλαβέσθαι οὖν ὅπλου καὶ θυρεοῦ τὸ ἄνθρωπον ἀναλαβεῖν ἐστιν, μορφὴν δέξασθαι δούλου. καὶ ἔστιν συνήθως πολλὰ γινόμενα τοιαῦτα. τοῦτο οὖν λέγει· ἐὰν ὡς θεὸς βοηθῆσαί 206 μοι̣ προθῇ, ὑπεραίρει ἡ βοήθεια. ἄνθρωπος γενόμενος βοήθησόν μοι. καὶ αὐτῷ γοῦν λέγει·" περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου". ὡραιότητα καὶ κάλλος ἔχεις· ἁμαρτίαν γὰρ οὐκ ἐποίησας οὐδὲ ἔγνως αὐτήν." περίζωσαι" οὖν" ἐπὶ τὸν μηρόν σου τὴν ῥομφαίαν". σημαίνει πολλάκις τὸ ὄνομα τοῦ μηροῦ τὰ γενέσεως πράγματα, ὡς ἐὰν λέγῃ·" πᾶς μηρὸς μολυνθήσεται ὑγρασίᾳ", εὐφήμως καὶ εὐσχημόνως διὰ τοῦ μηροῦ τὰ γενέσεως ὑπηρετικὰ ὄργανα σημαίνει. διὰ τοῦτο καὶ ὁ Ἀβραὰμ ἐκπέμπων ἐπὶ μνηστείᾳ τῆς Ῥεβέκας τὸν παῖδα ἑαυτοῦ·" θὲς τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου, καὶ ἐξορκιῶ σε"· ε᾿̣ πει`̣ γὰρ ἤμελλεν παρθένον παραλαμβάνειν καὶ ἄγειν ἐκ μακροῦ τόπου εἰς μακρὸν τόπον, ἀναγκαίως ἠσφαλίσατο α̣ υ᾿̣ τοῦ τὴν σωφροσύνην. δυνατὸν δὲ καὶ οὕτως· ἐπεὶ ἐκ τῶν μηρῶν μου μέλλει προέρχεσθαι ὁ ὑπὲρ σωτηρίας τῶν ὅλων ἐρχόμενος, ἐκεῖ" θὲς τὴν χεῖρά σου, καὶ ἐξορκιῶ σε". καὶ πολλά γε σεμνῶς ἡ γραφὴ τοιαῦτα ὀνομάζει. περὶ τοῦ δράκοντος, τουτέστιν τοῦ διαβόλου, λέγει·" ἰδοὺ ἡ ἰσχὺς αὐτοῦ ἐπ' ὀσφύος, καὶ ἡ δύναμις αὐτοῦ ἐπ' ὀμφαλοῦ γαστρός". ἐπὶ τοῦ ἀνδρὸς τὴν ὀσφῦν ὠνόμασεν, ἐπὶ δὲ τῆς γυναικὸς σεμνῶς τὸ ὄργανον ἐκεῖνο" ὀμφαλὸν γαςτρὸς" εἶπεν. ἐκ τῶν πλησιαζόντων μερῶν ἐδήλωσεν οὗ ἀπεῖπεν τὴν χρῆσιν. 3 ἔκχεον ῥομφαίαν σου καὶ σύνκλεισον ἐξ ἐναντίας τῶν καταδιωκόντων με. πλήθυνον μάχαιραν, δὸς ἡμῖν μάχαιραν τὴν κατὰ τῶν πολεμίων. ὁ ζῶν δὲ τοῦ θεοῦ λόγος ἐστὶν ἡ μάχαιρα. καὶ πάλιν τὸ ῥῆμα τοῦ πνεύματος·" καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστιν ῥῆμα θεοῦ". τὸ ἐκχέαι δὲ τὴν δαψίλειαν ἀεὶ σημαίνει, ὡς ἐὰν λέγῃ·" ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα", τὴν δαψιλῆν δόσιν καὶ πλουσίαν χορηγίαν διὰ τῆς λέξεως σημαίνει." ἡ ἀγάπη τοῦ θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν". καὶ ἔτι·" μύρον ἐκκενωθὲν ὄνομά σου". τὸ ἐκκενωθὲν μύρον ἔξω γίνεται τοῦ περιέχοντος ἄγγους καὶ ἐπὶ μήκιστον ἐκπέμπει τὴν πνοήν. ὅτε γοῦν ὁ σωτὴρ ἐν τῷ Ἰσραὴλ μόνῳ ἦν–" ἐν τῷ Ἰσραὴλ" γὰρ" μέγα τὸ ὄνομα αὐτοῦ"–, ὡς ἐν ἄγγει ἦν τὸ ὄνομα αὐτοῦ. ὅτε δὲ" ὡς θαυμαστὸν τὸ ὄνομα" αὐτοῦ γέγονεν" ἐν πά σῃ τῇ γῇ", καὶ πεπλήρωται ἐκεῖνο τό·" καθὼς τὸ ὄνομά σου, ὁ θεός, οὕτω καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς", μύρον ἐκκενωθὲν γέγονεν. ἡ λέξις οὖν αὕτη δαψιλῆ χορηγίαν σημαίνει. τοῦτο οὖν λέγει· ἕκαστον ἡμῶν ποίησον μαχαιροφόρον, ἔκχεε ῥομφαίαν· τότε γὰρ συνκλείεις ἐξ ἐναντίας τῶν διωκόντων η῾̣ μᾶς· λοιπὸν γὰρ ὁπλῖται γινόμεθα, ξιφήρεις αὐτοῖς προσερχόμεθα, οὐχ ἵνα ἀναιρήσω, ἀλλ' ἵνα μηδὲν πάθω. ἐπερ· τὸ" σύνκλεισον";– τὸ" σύνκλεισον" πολλὰ σημαίνει, μάλιστα δὲ ἡ ὡσανεὶ συναγωγὴ τοῦ συνπεράσματος ἡ κωλύουσ̣ α τὴν ὁρμὴν τοῦ θέλοντος σοφίσασθαι συνκλεισμὸς γέγονεν. εἰώθασιν γοῦν καὶ οἱ διαλεγόμενοι λέγει ὅτι" συνέκλεισα αὐτόν". σημαίνει δὲ καὶ ἄλλο τι, ὡς παρὰ τῇ Παύλου φιλοσοφίᾳ κεῖται·" συνέκλεισεν ὁ θεὸς τοὺς πάντας εἰς ἀπείθειαν ἵνα τοὺς πάντας ἐλεήσῃ". καὶ ὅρα γε τὴν ἀκολουθίαν τῆς λέξεως· κατεπέβαινον τῶν Ἰουδαίων τῶν πιστευσάντων τῷ σωτῆρι οἱ ἀπὸ Ἑλλήνων πεπιστευκότες. καὶ πρότερον πάλιν οἱ Ἰουδαῖοι ἐκώλυον κληθῆναι τὰ ἔθνη εἰς σωτηρίαν· ἔλεγον γὰρ ὅτι·" τοὺς ἀπο`̣ ἐπικαταράτων πατέρων, ἐξ εἰδωλολάτρων, ἐκ πολυθέων εἰς τὴν σωτηρίαν παραλαμβάνεις"; πεποίηκεν οὖν συνκλεισμόν, ἤλεγξεν ἀμφοτέρους. καὶ εἰκόνι τ̣ οιαύτῃ ἔστιν χρήσασθαι· ἐχέτω τις υἱὸν παραμένοντα αὐτῷ καὶ ἄλλον ἐκβληθέντα διὰ προλαβοῦσαν κακίαν. ἐὰν μετανοήσαντος τοῦ ἐκβληθέντος θέλῃ εἰσδέξασθαι αὐτὸν ὁ πατήρ, ὁ υἱὸς ὁ ἀπομείνας ἐναντιοῦται λέγων ὅτι·" οὗτος συνκληρονόμος μου γίνεται; τάδε καὶ τάδε πεποίηκεν". ἐλέγχει κἀκεῖνον ἐπὶ ἁμαρτήμασιν ἄλλοις ὅτι·" οὐ διὰ τοῦτο οὗτος εἴργεται τοῦ κλήρου· καὶ σὺ ἔξω ἀποβάλλῃ· τάδε καὶ τάδε πεποίηκας". καὶ λοιπὸν οὐκέτι ἀντιλέγει· συνεκλείσθη γὰρ καὶ οὗτος, τουτέστιν τοῖς ἐλέγχοις συνεκλείσθη, κἀκεῖνος." ἵνα τοὺς πάντας" οὖν" ἐλεήσῃ", τοῦτο πεποίηκεν· οὐδὲ γὰρ ἵνα ἀποδείξῃ αὐτοὺς τοιούτους, τ̣ οὺς ἐλέγχους ἠγίοχεν, ἀλλ' ἵν' ἑκάτερον ἀπὸ τοῦ λοιποῦ κωλύσῃ· οὐδὲ γὰρ ὁ Ἕλλην ἔτι κατεπιβαίνει τῶν Ἰουδαίων δια`̣ τὸν σταυρὸν τὸν προσαχθέντα ὑπ' αὐτῶν τῷ σωτῆρι, οὐδὲ ἐκεῖνοι τούτοις· πάντες γὰρ ὑπὸ ἁμαρτίαν εὑρέθησαν. τοῦτο οὖν λέγει·" ὥσπερ γάρ ποτε ὑμεῖς ἠπειθήσατε τῷ 207 θεῷ", ὑμεῖς οἱ Ἕλληνες– εἰ καὶ νῦν προσήκασθε τὸ εὐαγγέλιον καὶ θεοσεβεῖν προτέθεισθε, ἀλλὰ ποτὲ καὶ ἐλιθάσατε–," νῦν δὲ ἠλευθερώθητε τῇ τούτων ἀπειθείᾳ"– εἰ μὴ ἦν ἀπειθήσας ὁ Ἰσραήλ, οὐκ εἴχετε σωτηρίαν· ἀντέλεγον γὰρ καὶ ἐκώλυον–," οὕτω", λέγει," καὶ οὗτοι", οἱ Ἰουδαῖοι," ἠπείθησαν τῷ ὑμετέρῳ ἐλέει, ἵνα καὶ αὐτοὶ ἐλευθερωθῶσιν". λοιπὸν ὥσπερ συνπέρασμα ἐπήγαγεν·" συνέκλεισεν γὰρ ὁ θεὸς τοὺς πάντας εἰς ἀπείθειαν, ἵνα τοὺς πάντας ἐλεήσῃ". τὸ βαθὺ τοῦ κρίματος·" ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ· ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ· τίς γὰρ ἔγνω νοῦν κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ γέγονεν" τοῦ συνκλείσαντος πάντας εἰς τὴν ἀπείθειαν; ἐπὶ πολεμίων οὖν τὸ" σύνκλεισον" λαμβάνεται οὕτως, ὅταν πᾶσα ὁδὸς περιαιρεθῇ ἀπ' αὐτῶν τοῦ ἐπιβαίνειν καὶ δεινῶς βλάπτειν· συνκλείεται γάρ τις οὕτως. ὡσανεὶ συνλογιστικῶς συνελογίσατο τὸν Ἰουδαῖον ὅτι·" 3μὴ μέμφου τὴν κλῆ σιν τῶν ἐθνῶν· καὶ σὺ γὰρ τὰ αὐτὰ πεποίκας" 3. πάλιν τοὺς Ἕλληνας τοὺς κατεπιβαίνοντας τῶν Ἰουδαίων καὶ λέγοντας" 3οἱ κυριοκτόνοι καὶ οἱ τοιοίδε" 3. λέγει·" 3" ποτὲ ὑμεῖς ἠπειθήσατε", εἰδωλολάτραι ἦτε" 3. 3 εἰπὸν τῇ ψυχῇ μου Σωτηρία σου ἐγώ εἰμι. εἰπέ, ὦ θεέ, πραγματικῶς τῇ ψυχῇ ὅτι·" ἐγὼ ἡ σωτηρία σου". πότε δὲ λέγεις ὅτι·" ἐγώ εἰμι ἡ σωτηρία" ἢ ὅταν σῴζῃς ἢ ὅταν πάντα ἐπιφέρῃς τῇ ψυχῇ μου εἰς σωτηρίαν αὐτὴν ξεναγωγῶν; 4 αἰσχυνθείησαν καὶ ἐντραπείησαν οἱ ζητοῦντες τὴν ψυχήν μου. οὗτοί εἰσιν οἱ ἀδικοῦντες, οὗτοί εἰσιν οἱ πολεμοῦντες, περὶ ὧν εἶπεν·" δίκασον τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺς πολεμοῦντάς με"." αἰσχυνθείησαν", φησίν," καὶ ἐντραπείησαν". οὐ χόλος αὐτοῖς ὑπαρχθῆναι δύναται, ἀλλ' αἰσχύνη ἐφ' οἷς πράττουσιν· οὕτω γὰρ παύσονται. ἀμέλει γοῦν οἱ τοῦτο ἐγνωκότες ὅτι ἐν αἰσχύνῃ γεγένηνται, λέγουσιν·" ἐκοιμήθημεν ἐν τῇ αἰσχύνῃ ἡμῶν, καὶ ἐπεκάλυψεν ἡμᾶς ἡ ἀτιμία ἡμῶν". ἐγνωκότων ἐστίν, ὅτι ὑπὸ αἰσχύνην γεγένηνται καὶ ὅτι ἐπεκρύβησαν ἀπὸ τῆς ἀτιμίας. αὕτη δὲ ἡ αἰσχύνη καὶ ἡ ἀτιμία ἐξ ἁμαρτίας ἐγεγόνει. τοιοῦτόν τι καὶ ἐν τῷ Ἰεζεκιὴλ πρὸς θρασυνόμενόν τινα καὶ ἀναιδευόμενον λέγει·" αἰσχύνθητι καὶ λαβὲ τὴν ἀτιμίαν σου". ὡς εἴ τις, φέρε, κατ' ὑπόθεσιν, καταδικασθείη δημοσίοις ἔργοις ὑπηρετεῖν, οἷον ἐν βαλανείῳ ἢ ἐν μετάλλῳ, καὶ μέγα φρονοίη ἐπὶ τούτῳ, λέγομεν αὐτῷ·" αἰσχύνθητι, γνῶθι ὅτι ἐν ἀτιμίᾳ εἶ". ἐπερ· τοῦ οὖν Ἀδὰμ ἡ αἰσχύνη;– μὴ γὰρ πᾶσα αἰσχύνη ὁμοειδής ἐστιν. αὐτὴ γοῦν ἡ γραφὴ λέγει·" ἔστιν αἰσχύνη ἐπάγουσα ἁμαρτίαν, καὶ ἔστιν αἰςχύνη δόξα καὶ χαρά". καὶ θεώρει γε· πολλοὶ ἐφ' οἷς δεῖ καταδύεσθαι καὶ λανθάνειν καὶ δοκεῖν ἀσχημονεῖν, δοξάζονται. λέγει γοῦν ὁ ἀπόστολος·" ὧν ὁ θεὸς ἡ κοιλία καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, οἱ τὰ ἐπίγεια φρονοῦντες". ἐν οἷς δεῖ αἰσχύνεσθαι, ἐν τούτοις παρρησιάζονται, καὶ ὁρῶμεν φύσει καὶ ἐν ἀνθρώποις τοιαῦτα. ὁ δὲ ἀπεκδεχόμενος σωτῆρα, τὸν θεὸν λόγον, εἰδὼς ὅτι πρὸς αὐτοῦ μετασχηματίζονται εἰς τὸ ἐνδοξότερον καὶ τὸ σύνμορφον̣ γενέσθ̣ αι τ̣ ῷ σώματι ᾧ αὐτὸς εἶχεν, οὐκέτι μέγα φρονεῖ ἐπὶ τοῖς αἰσχύνης ἔργοις. 4 ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτωσαν οἱ λογιζόμενοί μοι κακά. ἡ" ὀπίσω" λέξις διαφόρως ἐν ποικίλοις τόποις τῆς γραφῆς φέρεται. τὸ" ἀποστραφῆναι εἰς τὰ ὀπίσω" ψόγον φέρει. ἀμέλει γοῦν ἡ γυνὴ τοῦ Λὼθ ἐξιοῦσα ἀπὸ τῆς περιχώρου ἐκείνης τῆς ὀλεθρίου ἤκουσεν·" μὴ περιβλέψῃ εἰς τὰ ὀπίσω", μὴ ἐφ' ἃ καταλέλοιπας τὸ νεῦμά σου θῇς. πάλιν ἐν ἄλλοις λέγεται ὅτι·" ἀποστραφείησαν οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω". εἰς τὰ ὀπίσω ἑαυτῶν ἀποστραφείησαν, ἵνα μηκέτι τὴν αὐτὴν ἐλαύνωσιν ὁδὸν τὴν ἐχθρῶν." οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα ἐπ' ἄροτρον καὶ στραφεὶς εἰς τὰ ὀπίσω". οὐκ ἐλέχθη" τινός", ἀλλὰ ἁπλῶς" εἰς τὰ ὀπίσω"· ὅταν γὰρ ὁ ἀροτριῶν στραφῇ, θλᾷ τὴν εὐθεῖαν. ἡ θλάσις δὲ τῆς εὐθείας ἐμποδίζει τὸ ἔργον. λέγεται δέ τις ἑαυτοῦ εἰς τὰ ὀπίσω ἀποστρέφεσθαι τοῦτο μὲν ἐπαινετῶς, τοῦτο δὲ ψεκτῶς. ἐὰν τὴν θείαν σπεύδῃ ἀνύσαι ὁδὸν καὶ στραφῇ, ψεκτή ἐστιν αὕτη ἡ στροφή, τὸ εἰς τὰ ὀπίσω γενέσθαι. ἐὰν δέ τις ἐπείγηται πρὸς τὴν κακίαν καὶ λόγοις μετανοίας ἀνακοπῇ καὶ ἀποστραφῇ, ἐπαινετή ἐστιν αὕτη ἡ στροφὴ ἡ ἐκ μετανοίας γινομένη. 208 λέγει γοῦν ὅτι· ἐπειδὴ ἐπὶ τὴν κακίαν ἐλαύνουσιν καὶ σπουδή ἐστιν αὐτοῖς κακῶσαί με, ἀποστραφείησαν εἰς τὰ ὀπίσω ταύτης τῆς προθέσεως. ἑκατέρως οὖν λογίζονταί μοι κακά· ὅταν περιβαλεῖν με θέλωσιν ἁμαρτίᾳ, λογίζονταί μοι κακά, ὅταν ἐπιβουλεύειν θέλοντες κακωτικόν τι ἐπενεγκεῖν μοι θέλωσιν, πάλιν λογίζονταί μοι κακόν. οἱ δύο πρεσβύτεροι οἱ μανέντες κατὰ Σωσάννης ἀμφότερα πεποιήκασιν· ἐλογίσαντο κακὸν εἰς μοιχείαν αὐτὴν θέλοντες ἀγαγεῖν. τούτου ἀποτυχόντες τὸ ἕτερον γένος τῶν κακῶν ἐλογίσαντο, ἀναιρῆσαι αὐτήν, λιθοβοληθῆναι αὐτήν. τὰ αὐτὰ καὶ περὶ τοῦ Ἰωσὴφ καὶ τῆς Αἰγυπτίας νόει· κἀκείνη ἐλογίσατο κακὸν τὸ τῆς πορνείας, εἰς ὃ κατασπάσαι αὐτὸν ἠβουλήθη. ὅμω̣ ς τούτου ἀποτυχοῦσα τὸν ἕτερον τρόπον τῶν κακῶν ἐπεχείρησεν διαβολὴν αὐτοῦ κατειποῦσα, δι' ἧς ὡς κατὰ κολαστέου ὡρμήθη ὁ δοκῶν δεσπότης αὐτοῦ εἶναι. 5 γενηθήτωσαν ὡσεὶ χνοῦς κατὰ πρόσωπον ἀνέμου. εὐτελεῖς γενηθήτωσαν. τοῦτο καὶ ἐν πρώτῳ ψαλμῷ λέγεται·" οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως, ἀλλ' ἢ ὡς ὁ χνοῦς, ὃν ἐκριπτεῖ ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς". τὸ εὐτελὲς αὐτῶν δείκνυσιν οὐ τοσοῦτον τῆς οὐσίας, ὅσον τῆς γνώμης·" οἱ" γὰρ" τὰ ἐπίγεια φρονοῦντες" καὶ ὅλοι τῆς σαρκὸς καὶ τῶν μελῶν γεγενημένοι χνοῦς εἰσιν οὐκ ἔχοντες στίβον, οὐχ ἕδραν βεβαίαν. ἄνεμος οὖν βραχὺς κινεῖ αὐτούς. καὶ ὁ ἄνεμος οὗτος δύναται ἢ θλῖψις εἶναι ἢ ἀπατη̣ λὸς λόγος. οὕτω γοῦν τινες φέρονται" παντὶ ἀνέμῳ διδασκαλίας" ἀπατηλῷ" ἐν τῇ κυβείᾳ" τῶν πρεσβευομένων ἐκείνην τὴν διδασκαλίαν τὴν πανοῦργον τῶν πραττόντων. 5 καὶ ἄγγελος κυρίου ἐκθλίβων αὐτούς. ἄγγελον κυρίου ἔχουσιν ἐκθλίβοντα. ἐν τῷ προλαβόντι ψαλμῷ" ἄγγελος κυρίου παρεμβάλλων κύκλῳ τῶν φοβουμένων αὐτὸν ἐρύσατο αὐτούς". ἐνταῦθα δὲ ἐκθλίβει αὐτοὺς ὁ ἄγγελος τοῦ κυρίου κολαστής τις ὢν καὶ καταπεμπόμενος τιμωρῆσαι αὐτούς. δυνατὸν δὲ καὶ ἐπαινετὸν τὸν ἄγγελον λαβεῖν τὸν" παρεμβάλλοντα κύκλῳ τῶν φοβουμένων"· ἐκθλίβει γὰρ τὸν ἁμαρτωλὸν ὁ ἐλέγχοις χρώμενος, ὁ πείθων αὐτὸν ἀποστῆναι ὧν νομίζει ἡδέων. 6 γενηθήτω ἡ ὁδὸς αὐτῶν σκότος καὶ ὀλίσθημα. ἡ αὐτῶν ὁδός, οὐχ ἡ τοῦ θεοῦ, οὐχ ἡ τῆς ἀρετῆς, οὐχ ἡ τῶν ἐντολῶν τοῦ θεοῦ, ὡς λέγεται·" ὁδὸν ἐντολῶν σου ἔδραμον", ἀλλ' ἡ αὐτῶν ὁδός, ἐν ᾗ ἐναβρύνονται, ἐν ᾗ νομίζουσιν φωτεινῶς δρ̣ αμεῖν. γνώτωσαν, οἵα ἐστὶν ἡ ὁδὸς αὐτῶν, ὀλισθησάτωσαν· τὸ πτῶμα γὰρ τοῦτο αἴσιόν ἐστιν. ὥσπερ̣ ὁ ἀποστὰς ἀπὸ τοῦ τρέχειν τὴν εὐθεῖαν ὁδὸν μεγάλῳ ὑποπίπτει κακῷ, οὕτως ὁ σπεύδων δραμεῖν ἐπὶ τὸ κ̣ ακ̣ όν, ὅταν ὀλισθήσας πέσῃ, ἀρχὴν λαμβάνει μετανοίας. 6 καὶ ἄγγελος κυρίου καταδιώκων αὐτούς. ὡς εἶπον, ἀμφοτέρως ἤτοι ἐλέγχων καὶ ἐπιπλήττων ἢ κολάζων αὐτούς. 7 ὅτι δωρεὰν ἔκρυψάν μοι διαφθορὰν παγίδος αὐτῶν. ἡ κακία πολλάκις διαφθορὰ ὀνομάζεται· φθείρει γὰρ τὸ ἀληθές, τὸν ἔσω ἄνθρωπον ἐξ ἀγαθοῦ πονηρὸν ποιεῖ, ἐκ δικαίου ἄδικον, ἐκ θεοσεβοῦς ἀσεβῆν. καὶ ὅτι φθορὰ λέγεται ἡ κακία·" φθείρουσιν", φησίν," ἤθη χρηστὰ ὁμιλίαι κακαί". ἡ φθορὰ αὕτη– μὴ γὰρ σωματική ἐστιν τῶν μελῶν– φθείρει τὰ ἤθη. ἡ φθορὰ δὲ τῶν ἠθικῶν κακία ἐστὶν ἠθική." ὁμιλίαι κακαὶ" ἀπατηλαὶ ὁμιλίαι. καὶ ἵνα εἰκόνι συνχρήσωμαι τῇ ἐν ταῖς Παροιμίαις εἰσαγομένῃ πόρνῃ ἤτοι ψευδοδοξίᾳ ἢ ἀκολασίᾳ· ἡ πόρνη γυνὴ ἔφθειρεν τὰ χρηστὰ ἤθη τοῦ νεανίου ἐκείνου· σοφιστικὰ γάρ τινα αὐτῷ προσηγίοχεν·" θυσία μοι εἰρηνική ἐστιν, σήμερον ἀποδίδωμι τὰς εὐχάς μου"– ὅπου θέλεις, τὸ" 3σήμερον" 3 στίξον–·" ἕνεκεν τούτου ἐξῆλθον εἰς ὑπάντησίν σοι". ψεύδεται δέ. οὐχ ἵνα τὰς εὐχὰς ἀποδῷ, ἐξῆλθεν, ἀλλὰ" ποθοῦσα". 209" ὅτι δωρεὰν ἔκρυψάν μοι διαφθορὰν παγίδος αὐτῶν". πολλὰ σφάλματα καὶ ψευδῆ νοήματα ἀνακύπτει τοῖς τὰς ὁμωνυμίας διαστέλλειν μὴ δυναμένοις. τὸ τῆς διαφθορᾶς ὄνομα καὶ τῆς φθορᾶς πολλὰ κατὰ τὴν γραφὴν σημαίνει·" εἴ τις", φησίν," τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ θεός". ἐν τῇ αὐτῇ ταύτῃ λέξει δύο σημαινόμενα φθορᾶς κεῖται·" εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει" διὰ ἁμαρτίας, τὸ σῶμα λέγει·" τὰ σώματα" γὰρ" ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματος οὗ ἔχετε ἀπὸ θεοῦ". πᾶσα οὖν ἡ κακία φθορά ἐστιν. καὶ τὸ εἶδος δὲ τῆς κακίας κυριώτερον λέγεται φθορά, ἡ λύσις τῆς παρθενίας. οὕτω γοῦν ἐφθάρθαι τὴν παρθένον λέγομεν καὶ ἐφθάρθαι τὸν παῖδα τὸν ἄρτι ἀφροδισίων γευσάμενον. ὅμως κἂν τὸ γένο̣ ς τῆς κακίας φθορὰ λέγηται, κἂν τὸ εἶδος, ἑνὶ σημαινομένῳ ὑπάγονται· φθείρει γὰρ καὶ κατασπᾷ καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα̣ ἡ τοιαύτη φθορά. ἐν τῷ προφήτῃ λέγεται·" ἕνεκεν ἀκαθαρσίας διεφθάρητε φθορᾷ". ἀκαθαρσία δὲ ψυχῆς κακία ἐστίν. εἴρηται γοῦν ἐν Παροιμίαις περὶ φαύλου τινὸς ὅτι·" συντρίβεται διὰ ἀκαθαρσίαν ψυχῆς". καὶ ἐν τοῖς θρήνοις Ἰηρεμίου λέγεται·" ἀκαθαρσία αὐτῆς πρὸς ποδῶν αὐτῆς", ἀντὶ τοῦ· ἡ πορεία αὐτῆς ἀκαθαρσία ἐστίν· ἐπιβαίνει γὰρ αὐτῇ ἀπαγορευομένῃ τῇ ὁδῷ τοῦ θανάτου, τῇ ὁδῷ τῇ πονηρᾷ." ἕνεκεν" οὖν" ἀκαθαρσίας διεφθάρητε φθορᾷ". ἀκαθαρσία δὲ ψυχῆς ἡ κακία ἐστίν, ὡς εἴρηται, κατὰ τὸν διττὸν τρόπον τῆς εἰρημένης φθορᾶς καὶ κατὰ τὸ γένος καὶ κατὰ τὸ εἶδος τῆς κακίας, τουτέστιν καὶ κατὰ ἀκολασίαν καὶ κατὰ ἄλλα εἴδη τῆς κακίας." ἕνεκεν ἀκαθαρσίας διεφθάρητε φθορᾷ" δυνατὸν δὲ καὶ τοῦτο ἕνεκεν ἀκαθαρσίας διεφθάρητε φθορᾷ τὸ ἕτερον σημαινόμενον τῆς φθορᾶς λαβεῖν·" εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ θεός". φθείρει δὲ ὁ θεὸς δοκιμάζων. καὶ ὥσπερ τὸ τῆς ἀπωλείας ὄνομα κατὰ ψυχῆς λαμβανόμενον διττῶς λέγεται· λέγομεν γὰρ τὸν ἁμαρτάνοντα ἀπώλειαν λέγεσθαι καὶ τὸν κολαζόμενον ἀπώλειαν·" φοβήθητε" οὖν" τὸν δυνάμενον ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ". ἡ ἀπώλεια ὧδε κόλασίς ἐστιν, ἥτις καὶ δ̣ ιαφθορὰ λέγεται. δύναται οὖν τό·" ἕνεκεν ἀκαθαρσίας διεφθάρητε φθορᾷ"· διὰ τοῦτο κολάσει ὑποπεπτώκατε ὅτι ἠγαπήσατε εἶναι ἀκάθαρτοι, ὅτι ἐσπεύσατε τὴν ψυχῆς ἀκαθαρσίαν ἔχειν. αὕτη δὲ ἡ ἀκαθαρσία ἐναντία ἐστὶν τῇ καθαρότητι, ἥτις ἐπιγινομένη τῇ καρδίᾳ θεοῦ φέρει παρουσίαν καὶ φαντασίαν·" μακάριοι" γὰρ" οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται". περὶ ταύτης λέγεται·" καθαρίσατε χεῖρας, ἁμαρτωλοί"– τότε δὲ καθαραὶ γίνονται, ὅταν" τὸ δίκαιον δικαίως" διώκητε–, ἀλλὰ καὶ" τὰς καρδίας ἁγνίσατε", καὶ τὴν ὀρθὴν φρόνησιν τοῖς θεωρήμασιν τῆς ἀληθείας." δωρεὰν" οὖν" ἔκρυψάν μοι", διαφθεῖραί με θέλοντες, εἰς κακίαν καταβιβάσαι, ἢ καὶ ἐπιβουλεῦσαι καὶ εἰς κάκωσιν ἀγαγεῖν. ἑκάτ̣ ερα δὲ μάτην ποιοῦσιν– τὸ γὰρ" 3δωρεὰν" 3 ὧδε τὸ" 3μάτην" 3 σημαίνει–, ἤτοι ὅτι ἐμοῦ αἰτίαν μὴ παρεσχηκότος– ὁ π̣ ρο̣ τεθειμένος οὖν ἀδικεῖσθαι καὶ κακοπαθεῖν μᾶλλον ἢ τὰ ἐναντία πράττειν ἐρεῖ ὅτι·" 3οἱ περιβάλλοντές μ̣ ε διαφθορᾷ ματαίως τοῦτο ποιοῦσιν θεοῦ συνλήμπτορος γινομένου" 3, ἢ ὅτι·" 3δωρεὰν ποιοῦσιν ἐμοῦ αἰτίαν μὴ παρεσχηκότος" 3. οἷον εἰ ἦν ἀναιρεθεῖσα ἡ Σωσάννα ὑπὸ τῶν πρεσβυτέρων συκοφαντηθεῖσα, εἶπεν ἂν ὅτι·" 3δωρεὰν ἐβεβούλευσάν μοι ἐμοῦ τὴν αἰτίαν μὴ ἐνδούσης" 3. ταῦτα καὶ ὁ Ἰωσὴφ ε̣ ἶπεν ἄν, εἴποιεν ἂν καὶ οἱ Χριστοῦ μαθηταὶ διωκόμενοι, ἀναιρούμενοι, ὀνειδιζόμενοι ἕνεκεν τοῦ ὀνόματος τοῦ Χριστοῦ· ἐὰν γάρ τις τῶν Χριστιανῶν ἐπιβουλεύηται μὴ ἄλλου χάριν ἢ ὅτι Χριςτιανός ἐστιν, οἱ ἐπιβουλεύοντες δωρεὰν αὐτῷ ἐπιβουλεύουσιν· ἐνίοτε γάρ τινες κατὰ Χριστιανῶν γίνονται καὶ βλάψαι αὐτοὺς θέλοντες αἰτίαν εὑρίσκουσιν ἐξ αὐτῶν. 7 μάτην ὠνείδισαν τὴν ψυχήν μου. οὐδὲ γὰρ ἐγὼ ὀνειδισμοῦ τι αἴτιον ἐποίησα. ἐλέχθη δὲ καὶ καθ' ἕτερον σημαινόμενον τὸ δωρεὰν ἐμοῦ αἰτίαν μὴ παρεσχηκότος τὸ παθεῖν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ καὶ μὴ δι' ἄλλο τι. καὶ 210 πάλιν·" μὴ κτήσῃ κακῶν ἀνδρῶν ὀνείδη"." μὴ κτήσῃ", ἐπεὶ ἐφ' ἡμῖν ἐστιν τὸ κτήσασθαι. ἐὰν δὲ μὴ κτησαμένων ἡμῶν περιβάλωσιν ἡμᾶς τινες ὀνειδισμοῖς," μάτην ὀνειδίζουσιν τὴν ψυχὴν" ἡμῶν. οὐκ ἐρεῖς τὴν Ἰεζάβελ καὶ τοὺς συνπνεύσαντας αὐτῇ μάτην ὠνειδικέναι τὸν Ναβουθαί, δωρεὰν κεκρυφέναι αὐτῷ διαφθορὰν παγίδος αὐτῶν; ἐπερ· τὸ" παγίδος αὐτῶν";– αὐτῶν λέγει παγίδας οὐκ ἐν αἷς παγιδεύονται, ἀλλ' ἐν αἷς παγιδεύειν θέλουσιν. ἡ σκευασθεῖσα δραματοποιία κατὰ τῆς Σωσάννης ὑπὸ τῶν πρεσβυτέρων παγὶς ἦν αὐτῶν οὐχ ᾗ πα̣ γ̣ ιδεύονται αὐτοί, ἀλλ' ᾗ ἤθελον ἐκείνην παγιδεῦσαι καὶ τιμωρίᾳ ὑποβαλεῖν καὶ αἰσχύνῃ. 8 ἐλθάτω αὐτοῖς παγίς, ἣν οὐ γιγνώσκουσιν. τοῦτ̣ ο λέγει· οἱ ἰσχύοντες κατά τινων μηχανὰς συντιθέναι καὶ ἐπιβουλεύοντες αὐτοῖς μάτην οὐδέποτε πρὸ ὀφθαλμῶν τίθενται, ὅτι δύνανται ἁλῶναι οἷς αὐτοὶ ἐσκεύασαν· οἷον" ὁ ὀρύσσων βόθρον" τῷ πλησίον" εἰς αὐτὸν ἐνπεσεῖται". οὐ πάνυ τι λογίζονται, ὅτι αὐτοὶ εἰς τὸν βόθρον καταπίπτουσιν, ἐπεὶ οὐκ ὤρυττον αὐτόν. οὐκ ἐγίγνωςκον οὖν ὅτι ἐπ' αὐτοὺς ἤρχετο ἡ παγίς, ἣν ἄλλῳ εὐτρέπιζον ἵνα περιβάλωσιν αὐτὸν καὶ ἀγρεύσωσιν." ἣν οὐ γιγνώσκουσιν" οὖν, ἣν οὐκ εἶχον πρὸ ὀφθαλμῶν, ἐπεὶ οὐδὲ ἐσκεύαζον αὐτήν. 8 καὶ ἡ θήρα, ἣν ἔκρυψαν, συλλαβέτω αὐτούς. ἵνα λάθωσιν ἄλλους καὶ ἀπροοράτως ἐκείνους θηρεύσωσιν." συνλαβέτω αὐτούς"." ὤρυξαν πρὸ προσώπου μου βόθρον καὶ ἐνέπεσαν εἰς αὐτόν". 8 καὶ ἐν τῇ παγίδι πεσοῦνται ἐν αὐτῇ. ἐν ταύτῃ ᾗ ἐσκεύασαν ἄλλοις, πεσοῦνται. ἐπὶ πτώματι ἄλλων αὐτοὶ κατέπεσαν ἐν τοῖς τοιούτοις μηχανήμασιν οἷς ποιοῦσίν τινες, καὶ ἔρχονται κατ' αὐτῶν. ἐν πλοκῇ τινι τῆς προνοίας γίνεται. μεγάλην πλοκὴν ἔχει ὁ περὶ τῆς προνοίας λόγος, εἰ καὶ ἀγνοεῖται ὑπὸ πολλῶν, ἵνα μὴ εἴπω, ὑπὸ πάντων. 9 ἡ δὲ ψυχή μου ἀγαλλιάσεται ἐπὶ τῷ κυρίῳ. λέγει Μωυσῆς·" ποιήσατε αὐτῷ ὃν τρόπον ἐπονηρεύσατο ποιῆσαι τῷ πλησίον αὐτοῦ". τούτων γεγενημένων ἀγαλλιάσεται γνοῦσα ὅτι οὐδὲν πέπονθεν. ἐπερ· ἐπιχαίρων αὐτοῖς;– οὔ, ἀλλὰ θαυμάζων τὴν πρόνοιαν καὶ ἀγαλλιώμενος ὅτι οὐκ ἐπαγιδεύθη. οἷον ἠγαλλιάσατο ἡ ψυχὴ τῆς Σωσάννης οὐχ ὅτι κατεδικάσθησαν οἱ πρεσβύτεροι, ἀλλ' ὅτι αὐτὴ ἀπελύθη τοῦ ἐνκλήματος. κατὰ συμβεβηκὸς δὲ ἐκεῖνο γέγονεν. καὶ εὐχόμενοι γοῦν οἱ ἅγιοι ὅτε εἰσὶν ἐν θλίψει, αὐτὸ τοῦτο μόνον εὔχονται·" 3μὴ ἁλῶμεν ὑπὸ τῆς θλίψεως" 3, οὐ μὴν κατὰ τῶν περιβαλόντων τῇ θλίψει· ὡς̣ ἀγώνισμα γὰρ δέχονται, οὐχ ὡς κόλασιν. ὁ δὲ ὡς ἀγώνισμα δεχόμενος οὐχ οὕτως ἐστὶν κατὰ τῶν ἀντιπάλων, ὥστε μηκέτι αὐτοὺς ὑπάρχειν." μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν"· μὴ γὰρ εἴρηκεν ὅτι·" 3πάταξον τοὺς πειράζοντας ἡμᾶς" 3. ἠρωτώμην ποτέ, πῶς τῶν ἁγίων ὁ γάμος ἐγίνετο ἄνευ ἡδονῆς– οὐχ ὅτι" ὁ τίμιος ὁ γάμος καὶ ἡ ἀμίαντος ἡ κοίτη";–, καὶ ἔλεγον ὅτι οἱ ἅγιοι τότε μόνον συνίασιν ταῖς γαμεταῖς, ὅταν και ρὸς ᾖν συνλήμψεως. μετὰ σύνλημψιν οὐχ ἅπτονται. ἔλεγον οὖν ὅτι ἡ πρόθεσις α̣ ὐτῶν οὐκ ἦν ἡδονη`̣ ἣν θηρεῦσαι ἠβούλοντο, ἀλλὰ διακονῆσαι τῇ παιδοποιίᾳ. ἀναγκαίως δὲ συνήρτηται καὶ ἡ ἡδον̣ ή, οὐ μ̣ έντοι αὐτῆς ἕνεκα συνέρχονται. καὶ ἐπὶ τροφῆς δὲ τὸ αὐτὸ συμβαίνει· ἐστὶν τρεφόμενος οὐκ ἄλλου χάριν ἢ τὴν ὄρ̣ εξιν ἀποπληρῶσαι, τοῦ χορτασθῆναι χάριν. ἐὰν δὲ παρέπηται καὶ ἡδέα εἶναι τὰ ἐσθιόμενα, οὐ διὰ τοῦτο αὐτὰ αἱρεῖται ὅτι ἡδέα. καὶ μάλιστα ἐπὶ τῶν ἰατρικῶν βοη̣ θημάτων τοῦτο συμβαίνει· πολλάκις ἡδύ ἐστιν τὸ βοήθημα, ἀλλ' οὐ διὰ τὴν ἡδονὴν προσήνεγκεν αὐτά. ἀμέλει γοῦν καὶ ἐὰν ἀηδὲς ᾖ, προσάγει αὐτό, ἐπεὶ ὑγιείας καὶ τοῦ συμφέροντος χάριν αὐτὸ ποιεῖ. κἄν ποτε οὖν οἱ ἐπιτιθέμε̣ νοι κατὰ δικαίου τὰ αὐτὰ πάθωσιν, χαίρει ὅτι οὐχ ἑάλωκεν αὐτοῖς. λοιπὸν ἑπέσθω τὸ εἰ καὶ ὅ τι πεπόνθασιν. θαυμάζω δὲ εἰ κατὰ ἅγιον τέλειόν ἐστιν τοῦτο. κατὰ προκόπτοντά ἐστιν ἡσθῆναι ὅτι πεπόνθασίν τι κακῶς αὐτὸν διαθεῖναι σπουδάσαντες, οὐ κατὰ τέλειον δέ. ἐπερ· τί διαφέρει τὸ" 3ἐπὶ τῷ κυρίῳ" 3 καὶ τὸ" 3ἐν τῷ κυρίῳ" 3;– ὁ ἀπεριέργως μὲν τὰς προθέσεις ἐκλαμβάνων ἐρεῖ μηδὲν διαφέρειν. δύναται δὲ οὕτως· οἷον εὐφραίνεταί τις, φέρε, ἐπὶ τῷ τέκνῳ ἑαυτοῦ ἐὰν ὑγιαίνῃ. εὐφραίνεται ἐν πόσει οἴνου. ἄλλην καὶ ἄλλη̣ ν ἔχει τὴν αἰτίαν. ἐξ ἄλλου ῥητοῦ λάβωμεν τὴν ἀπόδειξιν·" πᾶς", φησίν," ὃς ἐὰν ὁμολογήσῃ ἐν ἐμοὶ ἔνπροσθεν τῶν ἀνθρώπων"– οὐκ εἶπεν 211" 3ἐπ' ἐμοί" 3–," κἀγὼ ὁμολογήσω αὐτόν". εἰ δὲ ἁπλῶς ἦν ἡ πρόθεσις τεθειμένη, ἡ" 3ἐν" 3 ἐτίθετο ἂν καὶ ἐπὶ τῆς ἀρνήσεως·" 3καὶ πᾶς ὁ ἀρνούμενος ἐν ἐμοί, ἀρνήσομαι κἀγὼ ἐν αὐτῷ" 3. ἀδύνατον δὲ ἦν" 3ἀρνούμενον εἶναι ἐν Χριστῷ" 3 τὸν ἀρνούμενον αὐτὸν ἢ τὸν Χριστὸν ἀρνεῖσθαι τὸν ὄντα ἐν αὐτῷ. ἀπέζευκται οὖν ὁ ἀρνούμενος οὗ ἀρνεῖται. ἀπέζευκται ὁ ἀρνησίθεος τοῦ θεοῦ καὶ ὁ θεὸς αὐτοῦ ἀπεσχοίνισται. ὁ δὲ ὁμολογῶν αὐτὸν ἐν αὐτῷ ἐστιν, ἵνα μὴ φωνῇ μόνῃ τὴν ὁμολογίαν λάβῃς· οἱ γὰρ τοῖς χείλεσιν τιμῶντες, ὁμολογοῦσιν μέν, οὐκ ἐν αὐτῷ δέ εἰσιν. ἐπεὶ τοίνυν καὶ ἡ πρὸς θεὸν ἡμῶν συνάφεια διάφορός ἐστιν, ὁτὲ μὲν λεγόμεθα ἐπ' αὐτῷ εὐφραίνεσθαι ὡς ἐπὶ σωτῆρι, ὡς ἐπὶ εὐεργέτῃ, ὡς ἐπὶ στρατηγῷ τὴν νίκην ἡμῖν περιποιήσαντι, ὁτὲ δὲ ἐν αὐτῷ ὡς ἐν σοφίᾳ, ὡς ἐν ἁγιασμῷ, ὡς ἐν δικαιοσύνῃ. ὁ ὁμολογῶν οὖν τὸν Χριστὸν ἐν αὐτῷ ἐστιν. καὶ λάβε ἀπὸ ἄλλου παραδ̣ είγματος· ὁ ὁμολογῶν ἐπιστήμην οὐκ ἄλλως δύναται ὁμολογεῖν αὐτήν, εἰ μὴ εἰδείη αὐτήν. ἐπερ· ἵνα ὡς ἐν οὐσίᾳ ἢ κ̣ αὶ ποιότητι;– τέως ἀφιέσθω ταῦτα· νῦν περὶ γὰρ τῆς διαφορᾶς τῶν προθέσεων ἡ ζήτησίς ἐστιν. πότερον οὐσίᾳ μετέχει τις ἢ ποιότητι, ἄλλου καιροῦ ἔστω. καὶ τὸ αὐτὸ δέ· μὴ γὰρ ἕτερός ἐστιν ὁ θεὸς πατὴρ γινόμενος τῶν δικαίων, ἕτερος δημιουργὸς αὐτῶν ὤν, ἄλλος βασιλεὺς ὢν αὐτῶν, τῇ ἐπινοίᾳ δέ. ἐξ ὧν ἴσμεν λαμβάνομεν τὰς ἐπινοίας, ἐ πεὶ οὐκ ἔνι ἐκεῖ διαστεῖλαι ἐπίνοιαν ἀπὸ ἐπινοίας. ὁ θεὸς φῶς ἐστιν, ἐστὶν καὶ ἁγιασμὸς καὶ δικαιοσύνη καὶ σοφία, καὶ οὐκ ἔστιν χωρίσαι ὕπαρξιν ἀπὸ ὑπάρξεως. σχέσιν δὲ ἀπὸ σχέσεως χωρίζομεν. ἔστω ἄνθρωπος πατὴρ καὶ δεσπότης καὶ διδάσκαλος καὶ ἄρχων· μὴ γὰρ διαφέρεται πρὸς ἑαυτόν. ἐὰν δὲ ἀκούσῃς ὅτι ἄρχων ἐστὶν ὡς πρὸς τοὺς ἀρχομένους καὶ βασιλεὺς πρὸς τοὺς βασιλευομένους καὶ πατὴρ πρὸς τὸν γεννηθέντα καὶ δεσπότης πρὸς τὸν δοῦλον καὶ ἰατρὸς πρὸς τὸν θεραπευόμενον καὶ διδάσκαλος πρὸς τὸν μανθάνοντα, οὐκ αὐτὸς πρὸς ἑαυτὸν διαφέρεται, ἀλλ' ἡ σχέσις ἡ πρὸς ἄλλους καὶ ἄλλους ἀναφερομένη ποιεῖν τὴν διαφοράν. ὥσπερ οὖν τὸν αὐτὸν συμβαίνει καὶ πατέρα εἶναι καὶ διδάσκαλον καὶ τὰ ἄλλα, συμβαίνει καὶ τὸν μαθητὴν τὸν αὐτὸν εἶναι τῷ ἀρχομένῳ καὶ τῷ μανθάνοντι. πάλιν δὲ ἐπειδὴ μὴ ἀεὶ ἕνα πρὸς ἕνα λέγεται– συμβαίνει γὰρ εὑρεῖν υἱὸν ἄλλου καὶ τὸν αὐτὸν τοῦτον ἄλλου μαθητὴν καὶ ἄλλου φίλον. 9 τερφθήσεται ἐπὶ τῷ σωτηρίῳ αὐτοῦ. σωτήριον ἐνταῦθα τὴν σωτηρίαν λέγει· πολλαχοῦ γὰρ τὸ σωτήριον τὴν σωτηρίαν σημαίνει. ἔστιν δὲ ὅτε καὶ τὸ ποιητικὸν τῆς σωτηρίας οὕτω καλεῖται, ὡς ἐὰν λέγῃ·" εἴδοσαν τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν", ἀντὶ τοῦ" 3τὸν σωτῆρα" 3." τέρπεται" οὖν ἡ ψυχὴ" ἐπὶ τῷ σωτηρίῳ". οὐ ζητεῖ ἄλλοθεν σωτηρίαν ἢ παρ' αὐτοῦ τοῦ θεοῦ, παρ' αὐτοῦ τοῦ σῴζοντος σωτηρίαν αἰώνιον·" Ἰσραὴλ" γὰρ" σῴζεται ὑπὸ κυρίου σωτηρίαν αἰώνιον". 10 πάντα τὰ ὀστᾶ μου ἐροῦσιν Κύριε, κύριε, τίς ὅμοιός σοι; πρώτη θε̣ ολογι´̣ α ε᾿̣ σ̣ τὶν τὸ γνῶναι, τίς ἐστιν ἡ θεοῦ ἁγιότης καὶ τίς δύναται ἢ ὁμοιωθῆναι ἢ οὐ δύναται. προσάπτει οὖν ταύτην τη`̣ ν θεολογίαν καὶ τὴν θεογνωσίαν τοῖς ὀστοῖς ἑαυτοῦ, ἐξ οὗ παρίσταται ὅτι οὐ περὶ τῶν ὀστέων ἑαυτοῦ λε´̣ γει τούτων τῶν διακρατούντων τὰ μέλη τὰ ἄλλα τοῦ σώματος καὶ τὰς σάρκας καὶ τὰ νεῦρα, ἀλλὰ τῶν εὐτόνων δυν̣ άμεων, ὧν πολλάκις εἰρήκαμεν ὅτι αὐτοῦ ὀστᾶ τοῦ ἔσω ἀνθρώπου εἰσίν." πάντα" οὖν" τὰ ὀστᾶ μου ἐροῦσιν"· τὰ εὔτονα δόγματα, αἱ εὔτονοί μου κινήσεις, καθ' ὃ γιγνώσκω καὶ ἐπίσταμαι, ὁμολογοῦσιν τὸν θεὸν ὅτι οὐδεὶς τῶν γενητῶν ὅμοιος αὐτῷ τυγχάνει. ἐπερ· τὸ" 3τίς" 3 πῶς;– ἐπὶ ἀδυνάτου, ω῾̣ ς τό·" ὁ θεός, τίς ὁμοιωθήσεταί σοι"; ἐπὶ τοῦ υἱοῦ οὐ λαμβάνομεν τοῦτο· οὐδὲ γὰρ ἐπὶ μέλλοντι ἔχει τὴν ὁμοίωσιν, ἀλλὰ" χαρακτὴρ τῆς ὑποστάσεως" ὢν ἀιδίως ὅμοιός ἐστιν. ἑκάτερα οὖν δύναται λημφθῆναι· ἐὰν περὶ τῆς ὁμοιώσεως τῆς οὐσιώδους, οὐδεὶς ὁμοιοῦται αὐτῷ. ἐὰν δὲ ἐπὶ τῆς κατὰ ἀρετὴν καὶ ἁγιότητα, σπάνιος ὁ ὁμοιούμενος αὐτῷ. 10 ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ. ἐὰν ἐπὶ ταύτης λαμβάνηται τῆς πράξεως ἡ ὁμοιότης, τ̣ ὸ σπάνιον σημαίνει. θεὸς ῥύεται πτωχὸν καὶ πένητα ἐκ χειρὸς στερεωτέρων αὐτοῦ. καὶ ἐπὶ ἀνθρώπων, οἷον ἀρχόντων, πλουσι 212 δυνάμεων καὶ αὐτοῦ τοῦ διαβόλου. μόνος οὖν θεὸς ῥύεται ἐκ τούτων. ἐὰν δέ, ὡς εἶπον, ἀπὸ πρακτικῶν ῥύηται, καὶ ὁ σπάνιος δύναται τοῦτο ποιεῖν· ἐξ ἐλαττόνων γὰρ ῥύσασθαι οὐ μέγα ἐστίν. οἱ κατὰ Σωσάννης μανέντες ἐδόκουν εἶναι στερεώτεροι αὐτῆς· ἄρχοντες γὰρ ἦσαν καὶ κριταί, ἐκείνη δὲ γυνὴ θαλαμευομένη καὶ ἰδιῶτις. καὶ ἐρύσατο ἐκ τῶν στερεωτέρων ὁ θεός. καὶ τοῦτο δὲ ἰστέον· πᾶς ὁ ἀσθενέστερός τινος κατὰ τοῦτο πτωχός ἐστιν, ὁ μὴ δυνάμενος ἑαυτῷ ἀρήγειν, ὁ μὴ οἷός τε ἑαυτῷ βοηθεῖν καὶ ποιεῖν ἑαυτὸν ἔξω τῆς περιεστώσης περιστάσεως. 10 καὶ πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτόν. συμβαίνει δὲ μάλιστα κατ' ὑποκείμενον τὸν αυ᾿̣ τὸν καὶ πτωχὸν καὶ πένητα εἶναι. εἰ μὲν ἔξω πλούτου ἐστίν, πτωχός, εἰ δὲ ἐκ τοῦ πονεῖν ἐπαρκεῖ ἑαυτῷ, πένης·" πλούσιοι" γὰρ" ἐπτώχευσαν". ἐὰν οὖν ἀνάγῃς ταῦτα, λαμβάνεις τὸν ἄνθρωπον τὸν ἐξ Ἰουδαίων πιστεύσαντα τὸν πτωχόν, πένητα δὲ τὸν ἐλπίδα μὴ ἔχοντα, ἀλλὰ καὶ ἄθεον ὄντα. 11 ἀναστάντες μάρτυρες ἄδικοι ἃ οὐκ ἐγίγνωσκον ἠρώτων με. οἱ ἄδικοι μάρτυρες ἃ οὐ γιγνώσκει ὁ ᾧ θέλουσιν μαρτυρῆσαι ἐπερωτῶσιν αὐτόν. ὧδε δὲ" ἃ οὐκ ἐγίγνωσκον"," 3ἃ οὐκ ἐπειράθην" 3. τὸ ὄνομα τοῦ μὴ γιγνώσκειν σημαίνει ποτὲ τὴν ἄγνοιαν·" ἀλλὰ τότε μὲν οὐκ εἰδότες θεόν", τὴν ἄγνοιαν δηλοῖ. σημαίνει δὲ καὶ τὸ μὴ πεπειρᾶσθαι, ὡς ἐὰν λέγω·" τὸν μὴ γνόντα ἁμαρτίαν", τὸν μὴ πειραθέντα ἁμαρτίας. κατά τι οὖν γιγνώσκει αὐτήν· τὴν φύσιν αὐτῆς ἐπίσταται. οὐ γιγνώςκει δὲ αὐτὴν μὴ χρησάμενος αὐτῇ. οὕτω γοῦν καὶ ἐπὶ γαμετῶν καὶ ἁπαξαπλῶς γυναικῶν λέγεται ὅτι·" 3οὐκ ἔγνω αὐτήν" 3," 3ἔγνω αὐτήν" 3. τὴν πεῖραν ὧδε σημαίνει." ἔγνω δὲ Ἀδὰμ Εὕαν τὴν γυναῖκα αὐτοῦ". τότε ἐλέχθη τοῦτο ὅτε συνελήλυθεν· ἐπήγαγεν γάρ·" καὶ συνλαβοῦσα ἔτεκεν". ἄδικοι οὖν μάρτυρές εἰσιν οἱ λέγοντες κατά τινος ἃ μὴ πρόσεστιν ἐκείνῳ. τοιοῦτόν ἐστιν καὶ τό·" ἐκκλίνοντος ἀπ' ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίγνωσκον". 12 ἀνταπέδοσάν μοι πονηρὰ ἀντὶ καλῶν καὶ ἀτεκνίαν τῇ ψυχῇ μου. ἔδει αὐτοὺς γνῶναι ὅτι πρὸς καλοῦ αὐτοῖς οὐκ ἐπείσθην οὐδὲ ἔγνων ἃ ἐρωτῶσιν· ἔμελλον γὰρ κολάζεσθαι, καὶ διὰ τοῦτο ἐπ' ἐμοὶ οὖν οὐ κολασθήσονται, ὅσον ἧκεν εἰς ἐμέ. οὕτως ἐξηγησάμεθα καὶ τὸ τοῦ εὐαγγελίου·" ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ἕως ὅτου εἶ μετ' αὐτοῦ ἐν τῇ ὁδῷ". καὶ ἐπειδὴ ὁ λόγος τῆς εὐνοίας οὗτός ἐστιν·" 3εὔνοιά ἐστιν βούλησις ἀγαθῶν τῷ πλησίον χάριν ἐκείνου" 3– πολλάκις γὰρ θέλω ἀγαθὰ αὐτῷ παρασχεθῆναι, ἵνα σχῶ τι παρ' αὐτοῦ. ἐμὲ οὖν θέλοντες κολάζειν τὸν μηδὲν αὐτοὺς ἠδικηκότα, ἀλλὰ καὶ ἀφορμὴν αὐτοῖς σωτηρίας παρεσχηκότα. τοιοῦτο̣ ν οὖν ἐστιν καὶ τὸ λεγόμενον παρὰ τοῦ Ἰακὼβ πρὸς τὸν Λαβά·" ἐπίγνωθι, εἴ τί ἐστιν τῶν σῶν παρ' ἐμοί, καὶ λάβε". ου᾿̣ δὲν θέλ̣ ω τῶν σω῀̣ ν, εὐνοῶ σοι, ἀποδίδωμί σοι τὰ σά. ἀντὶ τῶν καλῶν ὧν ἐποίησα αὐτοῖς. πεποίηκα δὲ αὐτοῖς καλὰ μ̣ ὴ κατασταθήσεσθαι αὐτοὺς εἰς τὸ τιμωρηθῆναι χάριν ἐμοῦ, ἐπεὶ οὐκ εἶξα αὐτοῖς. οὐκ ἂν εἶπεν καὶ ἡ Σωσάννα περὶ τῶν πρεσβυτέρων ὅτι·" 3εἰς μοιχείαν με ἠθέλησαν κατασπάσαι· οὐκ ἐπείσθην αὐτοῖς· καλὸν αὐτοῖς τι πεποίηκα· τὸ ὅσον εἰς ἐμέ, οὐ γεγόνασιν ἐν ἁμαρτίᾳ ἀτεκνῶσαί με" 3; κατὰ κοινοῦ τὸ" ἀνταπεδίδοσάν μοι"· ὥσπερ πονηρὰ ἀνταπέδωκάν μοι ἀντὶ καλῶν, οὕτω καὶ ἀτεκνίαν τῇ ψυχῇ μου ἀνταπέδωκαν. ἐπερ· τὰ γεννήματα τῆς ψυχῆς;– λογισμοὶ ὀρθοί, πράξεις ἄρισται." ἀπὸ τοῦ φόβου σου ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν". 13 ἐγὼ δὲ ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι ἐνεδυόμην σάκκον. θεώρει· τὰ πονηρὰ αὐτῶν καὶ τὴν αἰτίαν τοῦ θέλειν αὐτὸν ἀτεκνῶσαι παρενοχλῆσαι ὠνόμασεν, ὡς ὁ εἰρηκὼς σοφιστικὰς ἐνοχλήσεις. παρενοχλοῦσίν μοι μᾶλλον ἢ βλάπτουσίν με. ὅμως ἐγὼ ἐνεδιδυσκόμην σάκκον καὶ ἵνα μὴ ἐνκαταλειφθεὶς ἁλῶ αὐτοῖς, καὶ ὑπὲρ αὐτῶν ἵνα παύσωνται τῆς θρασύτητος τῆς κατ' ἐμοῦ· ἐνεδιδυσκόμην αὐστηρὸν βίον τινά, μετανοία̣ ς σημεῖον ἔφερον πῇ μέν, ἵνα μὴ βλαβῶ ἐκ τῆς παρενοχλήσεως, πῇ δέ, ἵνα ἐκεῖνοι μὴ ἐπιτρίβωνται. πολλῷ πλέον δὲ πρὸς καλοῦ, ἐὰν καὶ παύσωνται. 13 καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου. 213 οὐ μόνον σάκκον ἐνεδυόμην, τουτέστιν αὐστηρότητα βίου, ἀλλὰ καὶ" ἐν νηστείᾳ ἐταπείνουν τὴν ψυχήν μου", καὶ τῇ κατὰ τὸ ῥητὸν καὶ τῇ κατὰ τὸ πρωτότυπον, οὐκέτι ἐκείνων τῶν ὀδυνηρῶν τι τρεφόμενος. καὶ τὸ τῆς ἱστορίας δὲ γίνεται πρὸς βοήθειαν πολλάκις· πολλὰ γὰρ εἴδομεν ἐκ νηστείας κατορθωθέντα, τὸ μὴ ὑποπεσεῖν καταστροφῇν τὴν Νινευιτῶν πόλιν, τὸ σωθῆναι τὸ Ἰουδαίων ἔθνος ἀπὸ τοῦ Ἀμάν. 13 καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται. τῷ ὀνόματι τοῦ κόλπου ἐν πολλαῖς γραφαῖς τὸ ἡγεμονικὸν καὶ ὁ νοῦς σημαίνεται, ὡς ἐὰν λέγῃ·" εἰς κόλπον στραφήσεται πάντα τοῖς ἀδίκοις". ἴσον ἐστὶν τῷ·" τὰς ὁδοὺς αὐτῶν ἔδωκα εἰς κεφαλὰς αὐτῶν"· πάλιν γὰρ αἱ κεφαλαὶ τὸ ἡγεμονικὸν σημαίνουσιν·" ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ". ὁ ἅγιος εὔχεται ὑπαρχθῆναι ἀγαθά. οὐδὲν δὲ ἕτερόν ἐστιν προσευχὴ ἢ" 3αἴτησις ἀγαθῶν παρὰ θεοῦ" 3. ὅταν τύχῃ τις τῶν ἀγαθῶν ὑπὲρ ὧν ηὔχετο, εἰς τὸν κόλπον αὐτοῦ ἀπεστράφη ἡ προσευχὴ αὐτοῦ. οὐκ ἐρίφη καὶ ἔξω ἔμεινεν, οὗ φωνὴ ἀν επέμφθη καὶ εἰς τὸν ἀέρα ἐσκεδάσθη, ἀλλ' ἤγαγεν ἃ ᾐτήσατο. καὶ τουτέστιν τὸ τὴν προσευχὴν αὐτοῦ μὴ μάτην αν ἀναπεπέμφθαι, ἀλλὰ ἠγιοχέναι εἰς τὴν καρδίαν τοῦ εὐξαμένου ἃ ᾐτήσατο" τὸν ἐνπιμπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου". ὁ ἐπιθυμῶν αὐτὰ ἐμπίμπλαται αὐτῶν." οὗτος ὁ φαυλισμὸς ἐν γῇ Αἰγύπτῳ ἐν κόλπῳ αὐτῶν". καί·" ἡ γυνὴ ἡ ἐν τῷ κόλπῳ σου", ἣν στέργεις, ἡ ὁμόφρων σοι, ἡ ὁμονοοῦσά σοι. 217" καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται". ὁ αἰτούμενος παρὰ θεοῦ ἀγαθὰ προσεύχεται. ὅταν τύχῃ ὧν αἰτεῖται, ἡ προσευχὴ αὐτοῦ εἰς κόλπον ἐπεστράφη, εἰς τὸ ἡγεμονικὸν αὐτοῦ. καὶ παρεθέμην ἐκ ῥητῶν πλειόνων, ὅτι τὸ ἡγεμονικὸν πολλάκις τῷ ὀνόματι τοῦ κόλπου σημαίνεται·" οὗτος ὁ φαυλισμὸς αὐτῶν ἐν γῇ Αἰγύπτῳ εἰς κόλπον αὐτῶν". καὶ πάλιν·" εἰς κόλπον ἐπέρχεται πάντα τοῖς ἀδίκοις". οἰκειότητα δὲ δηλοῖ ὁ κόλπος. οὕτω γοῦν καὶ ἐν τοῖς κόλποις Ἀβραὰμ ἀνεπαύετο τὴν αὐτὴν αὐτῷ ἔχων ἀνδρείαν καὶ ὑπομονήν, καὶ τό·" ἡ γυνὴ ἡ ἐν τῷ κόλπῳ σου", ἡ οἰκεία σου, ἡ συνβιοῦσα μετὰ σοῦ. 14 ὡς πλησίον, ὡς ἀδελφὸν ἡμέτερον, οὕτως εὐηρέστουν. τοῦτο λέγει ὅτι· οὐδεὶς ἔχει πρόφασιν τοῦ ὀργίζεσθαί μοι, οὐδεὶς ἀπ' ἐμοῦ αἰτίαν λαμβάνει τοῦ ε᾿̣ χ̣ θραίνειν μοι· πρὸς ἕκαστον γὰρ οὕτως ἤμην ὡς πλησίον, ὡς ἀδελφός, καὶ οὕτως εὐηρέστουν διὰ φιλαλληλίας, φιλεταιρίας, φιλαδελφίας. 14 ὡς πενθῶν καὶ σκυθρωπάζων, οὕτως ἐταπεινούμην." οὕτως ἐταπεινούμην" δι' ἐκείνους. οὓς ἐδόκουν πλησίον καὶ ἀδελφοὺς εἶναι, κατ' ἐμοῦ συνήγοντο, ἐπολέμουν με, ὡς ἐν ἀρχῇ τοῦ ψαλμοῦ τόυ·" δίκασον, κύριε, τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺς πολεμοῦντάς με". ἑξῆς λέγει·" ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν καὶ ἐπ' ὀργῇ δόλους διελογίζοντο". διὰ τοῦτο ὡς πενθῶν αὐτοὺς καὶ ὡς σκυθρωπάζων ἐπ' αὐτοῖς, οὕτως ἐταπεινούμην· εἰ μὲν γὰρ παρεῖχόν μοι τὰ εὐφραίνοντα, ὑψούμην, ἔχαιρον, ἐγανούμην ἀπὸ ἱλαρότητος. ἐπερ· τὸ" οὕτως ἐταπεινούμην";– ἐὰν ἔχῃ τις υἱὸν στεργόμενον καὶ ποθούμενον καὶ ἴδῃ αὐτὸν πυρέττοντα, ταπεινοῦται, ἐπεὶ οὐχ ὃν ἤθελεν οὕτω διάγειν, οὕτως ὁρᾷ κακούμενον. ἐπεὶ τοίνυν ἐγὼ παρεῖχον ἀρετῆς ἀφορμὰς ὡς πρὸς πλησίον καὶ ἀδελφοὺς ἔχων, αὐτοὶ δὲ ἐχθροὶ καὶ πολέμιοι ἀνεδείκνυντο, ἐταπεινούμην ἐπ' αὐτοῖς δέον χαίρειν με ἐπ' αὐτοῖς. τί νομίζεις τὸν Παῦλον περὶ Ὑμεναίου καὶ Ἀλεξάνδρου, οὐκ ἐταπεινοῦτο ὁρῶν αὐτοὺς περὶ τὴν πίστιν ναυαγοῦντας; μὴ πρότερον οὕτως ἦν πρὸς αὐτούς, οὐκ ἠγάπα, οὐκ ἀφορμὰς ἐδίδου πρὸς μακαριότητα; ἐὰν δὲ ἐκ προσώπου τοῦ σωτῆρος ᾖν τὰ λεγόμενα, δύναται περὶ τοῦ Ἰούδα ταῦτα λέγειν καὶ περὶ ὅλου τοῦ λαοῦ τῶν Ἑβραίων. 15 καὶ κατ' ἐμοῦ εὐφράνθησαν καὶ συνήχθησαν. θέλεις δὲ γνῶναι, ὅτι τὸ ἐπὶ ἁμαρτ̣ ωλῶν κατηφεῖν ταπείνωσίς ἐστιν; Παῦλος γράφει Κορινθίοις· διεγείρων αὐτοὺς εἰς μετάνοιαν λέγει·" μή πως ἐλθὼν εὕρω ὑμᾶς καὶ ταπεινώσῃ με ὁ θεός μου". ὑψοῦται ὁ ἅγιος, ὅταν ἴδῃ τοὺς ὠφελουμένους παρ' αὐτοῦ βελτιουμένους. καὶ πατὴρ ἐπὶ τέκνοις γηθῶν καὶ εὐφραινόμενος ὑψοῦται. εἰ ἔσῳζον τ̣ ὴν ἀγάπην ἣν ἔσῳζον πρὸς αὐτούς, πρὸς ἐμέ, οὐκ ἐταπεινούμην, ἀλλὰ καὶ ὑψούμην ἔχων ὁμοίους, ἔχων μετόχους." καὶ κατ' ἐμοῦ εὐφράνθησαν καὶ συνήχθησαν". ἐγὼ δὲ οὕτω πρὸς αὐτοὺς διεκείμην ἀπὸ σπλάγχνων ἰδ̣ ι̣ ω´̣ τ̣ ατος· αὐτοὶ δὲ ἐκ τοῦ ἐναντίου κατ' ἐμοῦ συναχθέντες εὐφραίνοντο ἢ εὐφρανθέντες κατ' ἐμοῦ συνήχθησαν, ἵνα πλέον τι κακὸν καὶ ἀνιαρὸν ἐπαγάγωσίν μοι. 15 συνήχθησαν ἐπ' ἐμὲ μάστιγες, καὶ οὐκ ἔγνων. ἐπιχαιρεκάκων ἡ σπουδή. εἶπον ἐν τοῖς προλαβοῦσιν ἀναγνώσμασιν ἀφ' ἑνὸς τῶν
9
προέκειτο τό·" πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ". δύνανται μάστιγες ἐνταῦθα καὶ πονηραὶ δυνάμεις λέγεσθαι." συνήχθησαν, καὶ οὐκ ἔγνων"· ὁμοιότροπον δέ ἐστιν τοῦτο τὸ λεχθὲν τῷ·" ἐκκλίνοντος ἀπ' ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίγνωσκον". ἠ´̣ ν̣ γγιζεν ὁ πονηρός· τόπον αὐτῷ οὐ παρεῖχον πεισθεὶς τῇ γνώμῃ τῇ ἀποστολικῇ τῇ λεγούσῃ·" μὴ δίδοτε τόπον τῷ διαβόλῳ". οὐ πεπείραμαι αὐτοῦ. εἷς τῶν ἀρχαίων φιλοσόφων λέγεται ὅτι ἐμαστίζετο, ἵνα 218 κατείπῃ τῆς πόλεως ἑαυτοῦ, ἵνα κατηγορήσῃ τῶν συνπολιτῶν. εὐλαβούμενος μὴ κἂν ἄκων ἐκλαλήσῃ τι, ἔδακεν τὴν γλῶσσαν ἑαυτοῦ καὶ ἔτεμεν καὶ ἔριψεν τῷ βιαζομένῳ. ἐκεῖνος οὐκ ἠδύνατο εἰπεῖν" οὐκ ἔγνων"· μικροῦ δεῖν γὰρ ἔγνω, εἰ μὴ ἄλλοθεν τὴν ἀσφάλειαν ἐπορίσατο. ὁ δὲ ἅγιος οὐχί. ὁ Ἰσαίας πρίονι ξυλίνῳ ἐπρίσθη. καὶ ὅρα γε τὸ κακόηθες τοῦ Μανασὴ τοῦ ἀποστάτου, τοῦ εἰδωλολατρήσαντος. καὶ ἐπεὶ τὸ εἴδωλον κατέπεσεν ὃ ἔστησεν αὐτὸς τοῦ Ἰσαία βλέψαντος εἰς αὐτὸ καὶ ἄλλα τινά, προεστήσατο κατηγόρους καὶ δύο ἐνκλήματα αὐτῷ προσηγίοχαν· ἓν μὲν τοῦτο, ὅτι·" 3Μωυσέως λέγοντος ὅτι" οὐδεὶς εἶδεν τὸ πρόσωπόν μου καὶ ζήσεται", οὗτος λέγει ὅτι" εἶδεν τὸν κύριον σαβαὼθ καθήμενον ἐπὶ θρόνου"" 3. εἰ δὲ ἀκριβῶς ἐπέστανον, ἐγίγνωσκον τὴν συκοφαντίαν αὐτοῦ. οὐκ εἶπεν ὅλως οὐδὲ εἶδεν αὐτοῦ τὸ πρόσωπον. συνκεκαλυμμένον αὐτὸ εἶδεν, ἵνα ὡς πρὸς τὴν λέξιν δείξωμεν αὐτοὺς συκοφάντας. τοῦτο οὖν τὸ ἔνκλημα προσηγίοχαν αὐτῷ καὶ δεύτερον ὅτι·" 3τοὺς ἄρχοντας τοῦ διορατικοῦ γένους, τοῦ ἱερατεύματος τοῦ ἁγίου, τοῦ βασιλικοῦ λαοῦ, εἶπεν" Σοδόμων ἄρχοντας", καὶ τὸν λαὸν ὃν ἠγάπα ὁ θεός, ὃν ἐτίμα ὁ θεός," λαὸν Γομόρρων" εἶπεν" 3. διὰ ταῦτα τὰ δύο ἐνκλήματα ἐσυκοφάντησαν αὐτὸν καίτοι πρότερον εἰδότες ὅτι οὐχ οὕτως ἐλέγοντο παρ' αὐτοῦ, ἀλλ' ὅτε κατέπεσεν τὸ εἴδωλον, ἵνα μὴ φανῶσιν ὡς ἐκδικοῦντες τὸ μὴ φανὲν θεόν, ἀλλὰ αὐτῷ προσῆψαν ἔνκλημά τι. εἴποιεν ἂν καὶ ὁ Ἰσαίας·" συνήχθησαν κατ' ἐμοῦ μάστιγες, καὶ οὐκ ἔγνων". καὶ τὴν κακοήθειαν τοῦ Μανασὴ σκόπει· ἵνα ἐπὶ πολλὴν ὥραν μείνῃ βασανιζόμενος, ξυλίνῳ πρίονι αὐτὸν ἔπρισεν, ἵνα ξεόμεναι αἱ σάρκες ὑπὸ τῶν μυλῶν ἐκείνων πλείονα ἀλγηδόνα καὶ πολυχρονιωτέραν κατασκευάσωσιν. ἐπερ· ὅτι προσάγουσιν κολάσεις ὡς κακούργῳ, καὶ κατὰ τοῦτο μάστιγές εἰσιν;– ἀλλ' ἐγὼ οὐκ ἔγνων αὐτὰς μάστιγας· ἠγωνισάμην γὰρ καὶ ἐστέφθην δι' αὐτῶν. τότε δὲ ἐπειρώμην αὐτῶν, εἰ τοιοῦτος ἤμην, οἷον ἐδόκουν ἐκεῖνοι κολάζειν. καθ' ὑπόθεσιν· ἠρέμα δέ πως καὶ ἐμάστιξαν τὴν Σωσάννην οἱ κατ' αὐτῆς διαβολὴν ἐργασάμενοι· εἰς τοσοῦτον γὰρ δέος ἦν ἐκπεσοῦσα ὡς εἰπεῖν·" στενά μοι πάντοθεν". εἰ ὡς κατὰ μοιχευθείσης προσέφερον τὰ κακουργήματα, μάστιγες ἦσαν. οὐκ ἔγνω δὲ αὐτά· οὐδὲ γὰρ ἦν ἀκόλαστος. ἡ ἀρετὴ οὖν ἔστω τοῖς ἁγίοις ἰχθυόκολλον. προσφερέσθω πῦρ οἷον αἱ πυρώσεις τῆς αἰσχροπαθείας. οὐκ ἔγνω ὅτι πύρωσίς ἐστιν ἡ παροῦσα, τουτέστιν οὐκ ἐπειράθη, ἀλλὰ τὸ μὲν ἰχθυόκολλον σωματικὸν ὂν ἀναλίσκεται ὑπὸ τοῦ πυρός, καὶ τότε καθάπτεται τὸ πῦρ ἐκείνου τοῦ χρισθέντος καὶ μὴ βλαβέντος πρότερον. τῷ δὲ τὴν ἀρετὴν πυράμονον εἶναι τὸ ὡσανεὶ ἰχθυόκολλον ἀεὶ μένει καὶ οὐδέποτε τὸ πῦρ ἰσχύει κατὰ τοῦ ἔχοντος τὴν ἀρετήν. ἐπερ·" τὸν ὕψιστον ἔθετο καταφυγὴν αὐτοῦ καὶ μάστιξ οὐκ ἐνγιεῖ τῷ σκηνώματι αὐτοῦ";– εὕρομεν πολλοὺς μαστιχθέντας καὶ τεθνηκότας ἐν τῷ μαστίζεσθαι. ἐὰν οὖν λέγωμεν ὅτι ὁ ταῖς αἰσθηταῖς μάστιξιν μαστιζόμενος οὐκ αἴσθεται τὰς ἀλγηδ̣ όνας αὐτῶν, οὔκ ἐστιν ἀγώνισμα. οὐ μέγα τοῦτο καὶ πᾶς τις ἠδύνατο τοῦτο ὑποστῆναι. ἀλλ' οὐκ ἔγνωσαν, καὶ τοῦτο βιαζομένων τῶν μαστίγων εἰς τὸ πειραθῆναι αὐτῶν καὶ ἀβούλητόν τι ποιῆσαι. ἰδοὺ φανερὰ γέγονεν τὰ παραδείγματα τῆς Σωσάννης, ληφθήτω καὶ τὸ τοῦ Ἰωσήφ· ὡς κατὰ ἀκολάστου μάςτιγες προσηνέχθησαν, καὶ οὐκ ἔγνω οὐδέτερος οὐδέν. ὁ Ναβουθαὶν ἐπεβουλεύθη καὶ ἐμαστίχθη ὡς θεὸν εὐλογήσας, ὡς ὁ διάβολος εἶπεν ἀντὶ τοῦ βλασφημήσας, καὶ οὐκ ἔγνω· μὴ γὰρ ἐξωμόσατο τὴν θεοσέβειαν. ἐπερ· οὐ λέγεται καταχρηστικῶς·" ἀπὸ μαστίγων γλώσσης σε κρύψει"; τί ἐστιν ἡ" 3μάστιξ τῆς γλώττης" 3;– μὴ αἰσθητικῶς αὐτὸ λαμβάνεις. λόγος ψευδής ἐστιν, συκοφαντία. οὕτω καὶ αἱ πονηραὶ δυνάμεις ἐπεὶ καθάπτονται μᾶλλον τῶν μαςτίγων τοῦ ἡγεμονικοῦ τοῦ ἀφυλάκτως πρὸς αὐτὰς ἐσχηκότος," 3μάστιγες" 3 λέγονται. καὶ ὅτι τοιοῦτο αὗται αἱ μάστιγες," 3συνήχθησαν" 3. τὸ δὲ συναχθῆναι κατά τινος λογικοῦ ἐστιν. 15 διεσχίσθησαν καὶ οὐ κατηνύγησαν. ἡ ἐπὶ κακοῖς ὁμοφροσύνη φαῦλον μέγα ἐστίν, βλαβερόν 219 ἐστιν. συνεφώνησαν οὖν ποτε οἱ ἐλθόντες ἀπὸ ἀνατολῶν καὶ ἐλθόντες εἰς τὸ πεδίον Σενναά, ὅπου καὶ Ναβουχοδονοσσὸρ ἤγειρεν τὴν εἰκόνα αὐτοῦ. καὶ ὅρα ὅτι φαῦλόν ἐστιν τοῦτο. ἑρμηνεύεται δὲ" 3ὀδόντων ἐκτιναγμός" 3. πολλάκις δὲ οἱ ὀδόντες ἀντὶ λόγων λαμβάνονται·" ὀδόντας" γοῦν" ἁμαρτωλῶν συνέτριψεν", καὶ οὐ δήπου λέγομεν ὅτι ταύτας τὰς αἰσθητὰς μύλας· οὐδὲ γὰρ τοῦτό ποτε ἱστορήθη. καί·" τὰς μύλας τῶν λεόντων συνέθλασεν κύριος". οὐ περὶ τῶν αἰσθητῶν τῶν τετραπόδων καὶ ἀγρίων λέγει θηρῶν ταῦτα λέγει, ἀλλὰ ἀνθρώπων τοιούτων. ἡ ἐπὶ κακοῖς οὖν ὁμοφροσύνη φαυλότατόν ἐστιν. ὁ δὲ τούτων σκορπισμὸς καὶ ἡ διαίρεσις ἀγαθόν τί ἐστιν. ἐὰν αἰσθηθῶσιν ἐκεῖνοι ὅτι διὰ κακίαν ἰδίαν ἐξ ὁμοφρονούντων καὶ φειδῷ θεοῦ ἐσκορπίσθησαν– οἷον συνεφρόνησάν ποτε Σαδδουκαῖοι καὶ Φαρισαῖοι κατὰ Παύλου, ὅτε καὶ εἰς τὴν παρεμβολὴν αὐτὸν ἤγαγον, καὶ δέδωκεν αὐτοῖς αὐτὸν ὁ χιλίαρχος ἵνα δῆθεν διαγνῶσίν τι περὶ αὐτοῦ. σπουδὴν δὲ εἶχαν λαβόντες αὐτὸν ἀναιρῆσαι. αὐτοὶ δὲ τοῦτο ἠξιώκεισαν ἐνεχθῆναι αὐτὸν καὶ στῆναι ἐπὶ τῶν ἀναβαθμῶν." γνοὺς ὅτι τὸ ἕτερον μέρος Σαδδουκαίων ἐστίν, τὸ δὲ ἕτερον Φαρισαίων", εἶπέν τι τὸ διαλύον καὶ διασχίζον τὴν ὁμοφροσύνην αὐτῶν· εἶπεν γὰρ ὅτι·" περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον", καὶ ἐσχίσθησαν ὡς τοὺς μὲν λέγειν·" 3οὐδὲν ἄτοπον λέγει" 3, τὸ δὲ ἐπικεῖσθαι. εἰ ἦσαν κατανυγέντες ἐκ τῆς διασχίσεως ταύτης, οὐκέτι ἐπεβούλευον τῷ Παύλῳ. οὐ κατηνύγησαν οὖν, οὐκ ἔγνωσαν τὸ αἴτιον τῆς διαιρέσεως. καὶ ὁ Δαυὶδ γοῦν εὔχεταί που καὶ λέγει·" καὶ καταδίελε τὰς γλώσσας αὐτῶν"· τότε γὰρ καταδιαιροῦνται αἱ γλῶσσαι αὐτῶν, ἐὰν ἄρξωνται μαχόμενα λέγειν. τοῦτο γοῦν καὶ τοῖς κατὰ Σωσάννης πρεσβυτέροις ὑπῆρκται· διῃρέθησαν αἱ γλῶσσαι αὐτῶν, ἄλλα εἶπεν ὁ πρῶτος καὶ ἄλλα ὁ δεύτερος. εἰ ἦσαν κατανυγέντες, ἐπαύοντο τῆς κατηγορίας καὶ οὐχ ὑπέμενον ἃ ὑπέστησαν." διεσχίσθησαν" οὖν" καὶ οὐ κατηνύγησαν". ὁ διασχίσας αὐτοὺς ἐπὶ τῷ κατανυγῆναι αὐτοὺς καὶ μετανοῆσαι τοῦτο πεποίηκεν. αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὸ αἴτιον τῆς διασχίσεως καὶ τῆς διαιρέσεως αὐτῶν. ἐπερ· τὸ" οὐ κατενύγησαν";– οὐ μετενόησαν. κατανυγῆναί ἐστιν τὸ ἀθετῆσαι πρότερον ἑαυτοῦ λογισμὸν καὶ διάθεσιν πρώτην. ἀμέλει γοῦν ὅτε ἐν συναισθήσει γέγονεν τῶν παρελθόντων ὁ Ἀχαάμ, λέγει ὁ θεὸς τῷ Ἠλίᾳ·" εἶδες πῶς κατενύγη ὁ Ἀχαάμ"; κλαίων γὰρ ἐπέστρεψεν. καὶ ταύτην τὴν μεταβολὴν αὐτοῦ κατάνυξιν αὐτοῦ εἴρηκεν. ὁ δὲ ἅγιος ἐὰν λέγῃ·" ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου καὶ οὐ μὴ κατανυγῶ"," 3οὐ μὴ μεταμεληθῶ" 3. ἐπὶ δὲ τῶν ἄλλων συμβαίνει κατανυγῆναι τῶν μὴ ὀρθῶς γινομένων. 16 ἐπείρασάν με, ἐξεμυκτήρισάν με μυκτηρισμόν. δέον αὐτοὺς κατανυγέντας ἀποβαλεῖν τὴν κατ' ἐμοῦ ὀργήν, ἀλλὰ καὶ ἐπ̣ έβαλ̣ ον, ἐπέθεντο, ἐπείρασάν με, ἐξεμυκτήρισάν με. πλὴν εἰ καὶ ἐπείρασάν με, οὐχ εὗρόν με οἷον ἐβούλοντο, οὐκ εἰσῆλθον εἰς πειρασμόν, εἰς τὰς πάγας τοῦ πειρασμοῦ αὐτῶν οὐκ ἐλήμφθην· τούτῳ γὰρ ἑρμηνεύεται καὶ τό·" μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειραςμόν"." ἐξεμυκτήρισάν με", εὐτέλισάν με. καὶ πάλιν ἀνδρείως ἐγὼ στὰς τὸν μυκτηρισμὸν αὐτῶν τὸ οὐδὲν ἔδειξα. 16 ἔβρυξαν ἐπ' ἐμὲ τοὺς ὀδόντας αὐτῶν. βρύχει τις τοὺς ὀδόντας ὁτὲ μὲν κατ' ἄλλου, ὁτὲ δὲ καθ' ἑαυτοῦ, ὅταν μεταμεληθῇ περιπεσὼν ἀνιαροῖς ἐξ ὧν ἔπραξεν·" ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων"· ἐπεὶ γὰρ γνόντες ὅτι παρὰ τὰς ἑαυτῶν ἀσεβείας καὶ ἁμαρτίας κολάζονται, ἐν μεταμελείᾳ γινόμενοι κλαίουσιν καὶ βρύχουσιν τοὺς ὀδόντας. ἄλλος δὲ βρύχει· διὸ" ἔβρυξεν ἐπ' ἐμὲ τοὺς ὀδόντας αὐτοῦ", περὶ τοῦ διαβόλου λέγεται, καὶ περὶ τῶν φαύλων ὧδε·" ἔβρυξαν ἐπ' ἐμὲ τοὺς ὀδόντας αὐτῶν". ἀποτυχόντες τοῦ σπουδαζομένου ἔβρυξαν ὡς μάτην κακοποιήσαντες ἢ πείρᾳ περιπεσόντες τῶν προς ἃ ἐβουλήθησαν ποιῆσαι, παθόντες ἃ δια θεῖναι ἠθέλησαν ἄλλον. ἐπερ· τοὺς λόγους οὖν δεῖ λαβεῖν τοὺς ὀδόντας;– ἐὰν μεταμέλειαν σημαίνῃ καὶ ὀργὴν τῶν μὴ ἀνυσάντων ὃ προέθεν̣ το ποιῆσαι, λαμβάνομεν τοῦτο, ὅτι" ἔβρυξαν τοὺς ὀδόντας", ἵνα ἡ βρῦξις τῶν ὀδόντων μεταμέλειαν αὐτῶν σημαίνει, ἢ μεταμέλειαν ἢ ὀδύνην ἐπελθοῦσαν αὐτοῖς διὰ τοῦ το ἀποτετευχέναι. ἐὰν δὲ ἄλλως θέλῃς τοὺς ὀδόντας λαβεῖν, οὐκ ἀπὸ το̣ ῦ 220 ῥητοῦ τούτου· ὅτι πολλάκις ἔνεστιν ἀληθὲς θεώρημα λαβεῖν, οὐ μὴν ἀπὸ τοῦδε τοῦ ῥητοῦ. καὶ διὰ τὸ ἀληθὲς εἶναι, παραδέχονται αὐτὸ οἱ μὴ δυνάμενοι ἐξομαλίζειν πρὸς τὰς λέξεις τὰ νοήματα. οἱ ὀδόντες πολλάκις τῆς ψυχῆς λέγονται αἱ μασητικαὶ αὐτῆς δυνάμεις. ταύταις δὲ ταῖς μασητικαῖς δυνάμεσιν ταῖς λεπτυνούσαις τὰς τροφάς, εἰ δεόντως χρήσοιτο, ἐσθίει τὸν" ἄρτον τῆς ζωῆς", τὸν καρπὸν τοῦ" ξύλου τῆς ζωῆς", τὰς σάρκας Ἰησοῦ. εἰ δὲ κακῶς αὐταῖς χρήσοιτο, ἐσθίει τὰς σάρκας τοῦ δράκοντος. αἱ σάρκες δὲ τοῦ δράκοντος δόγματα ἄθεά εἰσιν, ἁμαρτίαι μεγάλαι εἰσίν· ὡς γὰρ συνπληροῦται Ἰησοῦ σῶμα ἐκ τῶν δογμάτων, ὡς λέγει ὅτι·" εἰκῆ φυσιούμενος" σπουδῇ" νοὸς σαρκὸς καὶ μὴ κρατῶν τὴν κεφαλήν, ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον αὔξει τὴν αὔξησιν τοῦ θεοῦ". τοῦτο λέγει· ὁ σάρκινον ἔχων νοῦν, τουτέστιν ὁ σαρκίνως καὶ αἰσθητῶς προσιέμενος, εἰκῆ φυσιούμενον ἔχει τὸν νοῦν σάρκα ὄντα, καὶ οὐ κρατεῖ τὴν κεφαλὴν τῶν δογμάτων, οὐ κρατεῖ αὐτοῦ τοῦ σωτῆρος, ὅς ἐστιν τῶν δογμάτων κεφαλή. καὶ τὰ μεγάλα δὲ τῶν θεολογουμένων κεφαλὴ τοῦ τοιούτου σώματός ἐστιν," ἐξ οὗ συναρμολογούμενον τὸ σῶμα διὰ πάσης ἁφῆς καὶ συνδέσμων αὔξει τὴν αὔξησιν τοῦ θεοῦ". οὕτω γοῦν καὶ ἡμεῖς, ὅταν πλείονες λόγοι καὶ κεφάλαια πολλὰ εἰς ἓν ἔχωσιν τὴν ἀναφοράν, λέγομεν σεσωματοποιῆσθαι τὸν λόγον. ἐὰν λάβωμεν ὅτι αἱ μασητικαὶ τῆς ψυχῆς δυνάμεις, ἀληθὲς μέν τι λέγομεν, οὐ πρὸς τὸ προκείμενον δέ. ἐὰν δὲ καὶ τοῦτο λάβῃς, ὅτι χρῶνταί ποτε ταῖς μασητικαῖς ταύταις δυνάμεσίν τινες ἐπιβουλευτικῶς κατὰ τό·" εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε", καί·" τοὺς κατεσθίοντας τὸν Ἰσραὴλ ὅλῳ τῷ στόματι", καὶ αὗται ἀναφέρουσιν κόλασιν, καὶ δύναται καὶ οὕτω νοηθῆναι ὅτι·" ἔβρυξαν ἐπ' ἐμὲ τοὺς ὀδόντας"· τούτους τοὺς ὀδόντας ἔβρυξαν, καὶ διὰ τοῦτο συντριβὴν αὐτῶν ὑποστήσονται·" ὀδόντας" γὰρ" ἁμαρτωλῶν συνέτριψας". 17 κύριε, πότε ἐφόψῃ; πότε ἐπισκέψῃ ὥστε ἐκείνους μὲν κωλῦσαι, ἐμὲ δὲ ἔξω ποιῆσαι τῶν βλαβῶν; τὸ γὰρ" 3ἐφόψῃ" 3 καὶ" 3ὄψῃ" 3 πολλάκις εἰρήκαμεν ὅτι τὴν μακροθυμίαν σημαίνει τὸ παρασιωπῆσαι." κύριε, πότε ἐφίδοις"; ἐὰν γὰρ ἐφίδοις, καὶ ἐμὲ εὐεργετήσεις ἐπιβλέψας ἐπ' ἐμὲ καὶ ἐλεήσας με, κἀκείνους ἐκτὸς ποιήσεις τῆς σπουδῆς τῆς εἰς τὸ κακόν, ὥστε μηδὲ ἐμὲ βλαβῆναι ὑπ' αὐτῶν μηδὲ αὐτοὺς ἐνμεῖναι ἔτι τῇ κακίᾳ τῇ θηριώδει ἣν ἐπιτηδεύουσιν ἔτι. 17 ἀποκατάστησον τὴν ψυχήν μου ἀπὸ τῆς κακουργίας αὐτῶν. εἶπεν ἐπικειμένους πολεμίους πολλοὺς καὶ πολλὰ αὐτὸν κακωτικῶς διαθέντας. καὶ ἀπὸ τῆς ἀρχῆς τοῦ ψαλμοῦ τοῦτο παρίσταται·" δίκασον, κύριε, τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺς πολεμοῦντάς με", καὶ τὰ ἑξῆς·" καὶ ἕως οὗ εἶδες, κύριε";" ἔβρυξαν ἐπ' ἐμὲ τοὺς ὀδόντας αὐτῶν"." συνήχθησαν κ̣ ατ' ἐμοῦ μάστιγες, καὶ οὐκ ἔγνων". λέγει οὖν ὅτι· ἔξω αὐτῶν ποίησόν μου τὴν ψυχήν· καὶ γὰρ ἔξω ἦν αὐτῶν· τοῦτο γὰρ τὸ τῆς ἀποκαταστάσεως ὄνομα μνημονεύει. οὐδεὶς ὑπάγων εἰς τόπον, ἔνθα οὐδέποτε γέγονεν, λέγεται ἀποκαθίστασθαι, ἀλλὰ ὁ ἐλθὼν ἔκ τινος πατρίδος ἐπ' ἄλλην πατρίδα ἢ ἐκ τόπου εἰς ἕτερον τόπον. λέγει οὖν ὅτι· τὴν ψυχήν μου ἁγίαν οὖσαν ἠθέλησαν παγιδεῦσαι, διαφθορᾷ αὐτὴν ὑποβαλεῖν. τότε δὲ ἀπὸ τῆς κακουργίας τῶν πονηρῶν ἀποκαθίσταται, ὅταν μηδὲν ὑπ' αὐτῶν πάθῃ, ὅταν μὴ ποιωθῇ κατ' αὐτούς. ἡ Σωσάννα ἐπὶ σωφροσύνῃ ἀνετράφη καὶ ἄγαν ἦν σώφρων παιδευθεῖσα κατὰ τὸν νόμον Μωσέως. τὸ ὅσον ἧκεν εἰς τοὺς ἐπιθεμένους αὐτῇ πρεσβυτέρους ἑάλω μοιχείᾳ. παρεκάλεσεν κἀκείνη λέγουσα·" 3ἀποκατάστησον τὴν ψυχήν μου" 3, εἰς τὴν αὐτὴν σωφροσύνην ἄγαγε ἀπὸ τῆς τούτων κακουργίας. ταῦτα ἐρεῖ καὶ πᾶς τις ἐπιβουλευόμενος. καὶ ἡ τῶν μαρτύρων δὲ ψυχὴ ἀπεκατέστη ἐν μηδενὶ πειρασθεῖσα. ὅτι δὲ τὸ ἀποκαταστῆναι τοῦτο σημαίνει, ἐν ἑνὶ τῶν ψαλμῶν λέγει·" σὺ εἶ ὁ ἀποκαθιστῶν τὴν κληρονομίαν μου ἐμοί". κατὰ τοῦτο τὸ σημαινόμενον λέγομεν τὸν ἄνθρωπον ἀποκατεστάσθαι 221 εἰς τὸν παράδεισον, ὅτι γέγονεν αὐτῷ εἴσοδος ἐκεῖ, ὅτε ἤκουσεν ὁ μετανοήσας·" σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ"." ἀποκατάστησον" οὖν" τὴν ψυχήν μου". εἰς τοσοῦτόν εἰσιν κακουργήσαντες ὡς θῆρες ἄγριοι κατ' ἐμοῦ γεγενῆσθαι. 17 ἀπὸ λεόντων τὴν μονογενῆν μου." ἀποκατάστησον ἀπὸ λεόντων τὴν μονογενῆν μου". τὴν ψυχὴν ἑαυτοῦ μονογενῆ λέγει. μονογενῆν αὐτὴν ἔσχεν, μόνην αὐτὴν ἔσχεν. οὐχ οἷόν τέ ἐστιν πλειόνων ψυχῶν πειρασθῆναι. ἐπεὶ τοίνυν μονογενής μοί ἐστιν. καὶ ἄλλως δέ·" ὁ θεὸς τὸν ἄνθρωπον εὐθῆ πεποίηκεν"," κατ' εἰκόνα" ἑαυτοῦ" καὶ ὁμοίωσιν" ἔκτισεν αὐτήν. ὅταν καταμένῃ ἐν ταύτῃ τῇ καταστάσει καθ' ἣν ἐκτίσθη, οὐ γίνεται ἐκτὸς ἑαυτοῦ, ἔξω ἑαυτοῦ οὐ γίνεται. ἐπεὶ τοίνυν πρόσωπόν ἐστιν τοῦ σωτῆρος το`̣ λέγον τοῦτο, ἣν ἔσχεν ψυχὴν Ἰησοῦς, οὐδενὸς ἄλλου γέγονεν. γίνονται δὲ αἱ ψυχαὶ ἡμῶν τῶν κρατούντων· ᾧ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται. καὶ ἔστιν γε ἐκ τοῦ ἀληθῶς κυρίου μεταπεσεῖν εἰς ἄλλους δεσπότας καὶ ἐξ ἑτέρων εἰς ἑτέρους, ὅταν διάφωνα ἁμαρτήματα γίνηται· ὁ γὰρ μετανοήσας ἀποκαθίσταται ἀπὸ τῆς κακουργίας τῶν περιβαλόντων αὐτὴν εἰς κακίαν. ἐπεὶ τοίνυν ἡ τοῦ Ἰησοῦ ψυχὴ" πεπείρασται κατὰ πάντα καθ' ὁμοιότητα χωρὶς ἁμαρτίας", οὐδέποτε ἄλλου τινὸς γέγονεν ἢ τοῦ ἀναλαβόντος αὐτήν. διὰ τοῦτο μονογενῆν αὐτὴν ἑαυτοῦ λέγει. ῥητέον δὲ καὶ οὕτως" τὴν μονογενῆν μου"· πᾶσαι αἱ ψυχαὶ γίνονται τοῦ σωτῆρος·" κομιζόμενοι τὸ τέλος τῆς πίστεως σωτηρίαν ψυχῶν. περὶ τῆς σωτηρίας οὖν ζήτησις καὶ ἐξερεύνησις προφήτου". οἱ" σωτηρίαν" οὖν" κομιζόμενοι τέλος τῆς πίστεως" τοῦ σωτῆρός εἰσιν. μέλη γοῦν αὐτοῦ εἰσιν, οἱ πάντες σῶμα αὐτοῦ τυγχάνουσιν. μόνη δὲ αὕτη ἄλλως αὐτοῦ ἐστιν παρ' ἐκείνας· ταύτην γὰρ ὡς ὄργανον καὶ ναὸν εἵλατο ἔχειν, ἵνα δι' αὐτῆς ἀποδιδῷ τὰς ἐνεργείας, δι' αὐτῆς τὴν σωτηρίαν. οὕτω γοῦν καὶ ἐν τῷ ᾅδῃ γεναμένη οὐ κεκράτηται ἐκεῖ· μονογενὴς γὰρ ἦν αὐτοῦ. σημαίνει δὲ πολλάκις τὸ" 3μονογενὲς" 3 τὸ" 3μόνον" 3. Ἀέτιος οὖν ὁ Ἀρειανός, ὁ πατὴρ Εὐνομίου, ὁ βαραθρώσας αὐτόν, ἔλεγεν·" 3ὡς μέγα" 3, λέγει," 3εἰσὶν χαριζόμενοι τῷ Χριστῷ ὅτι μονογενὴς τοῦ θεοῦ ἐστιν" 3. λέγει·" 3καὶ ἄλλοι μονογενεῖς εἰσιν, ὁ κόσμος μονογενής ἐστιν, ὁ ἥλιος, ἡ γῆ" 3. λέγω αὐτῷ· οὐ ταὐτόν ἐστιν μονογενὲς λεχθῆναι καὶ μονογενὲς γέννημα καὶ μονογενὲς τέκνον. μόνος οὖν Ἰησοῦς" 3μονογενὴς υἱός" 3 εἴρηται· εἴρηται γάρ·" ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός". τὸ δὲ" 3παρὰ πατρὸς μονογενὲς" 3 τέκνον μονογενές ἐστιν. καὶ διαπαντὸς οὕτως·" οὕτω γὰρ ἠγάπησεν ὁ θεὸς τὸν κόσμον αὐτοῦ ὡς τὸν υἱὸν αὐτοῦ μονογενῆ". οὐδέποτε αὐτὸν ἁπλῶς εἶπεν μ̣ ονογενῆ, ἀλλὰ" 3μονογενῆ υἱόν" 3. καὶ πάλιν·" ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ". ἐάν τι οὖν μόνον ᾖν κτίσμα, ὡς λέγεις, μονογενές, ἀλλ' οὐδὲ ἔργον μονογενές– καὶ ἄλλα γάρ ἐστιν ἔργα θεοῦ–, οὐ κτίσμα μονογενές. ὅταν οὖν ὁ ἅγιος λέγῃ ὅτι·" ἐπίβλεψον ε᾿̣ π̣' ἐμὲ καὶ ἐλέησόν με, ὅτι μονογενὴς καὶ πτωχός εἰμι ἐγώ", τοῦτο λέγει ὅτι" 3μόνος εἰμί" 3. καὶ ὁ Ἠλίας λέγων ὅτι·" κἀγὼ ὑπελείφθην μόνος καὶ ζητοῦσιν τὴν ψυχήν μου λαβεῖν ἀπ' ἐμοῦ", ῥηθείη ἂν μονογενής, οὐχ υἱὸς δὲ ἢ τέκνον. καὶ ὧδε οὖν λέγει·" τὴν μονογενῆν μου ἀπὸ λεόντων", τῶν ὠμοθύμων, τῶν ἐξηγριωμένων κατ' ἐμοῦ. ῥῦσαι καὶ λύτρωσαι τὴν ψυχήν μου μονογενῆ μοι οὖσαν· μόνη γὰρ αὕτη οὐκ ἔγνω ἁμαρτίαν, μόνη αὕτη" πεπείρασται κατὰ πάντα χωρὶς ἁμαρτίας". ἐπερ· πῶς ἀπεκατέστη;– οὐ γέγονεν ἐν ἁμαρτίαις, ἀλλ' ὅσον ἐπὶ τῇ ὠμότητι τῶν ἐπικειμένων εὐλαβήθη μὴ πάθῃ τοῦτο. νῦν ἐκ προσώπου τοῦ ἁγίου ἀνθρώπου λέγομεν. καὶ τὰ παραδείγματα φανερά ἐστιν τ̣ ό τε τῆς Σωσάννης καὶ τοῦ Ἰωσήφ. καὶ ὁ διάβολος αὐτὸς μηχανὰς ἔχει, νοήματα σοφιστικά, ἃ μόνος καὶ πᾶς ὁ σπουδαῖος δύναται εἰδέναι. Παῦλος γοῦν λέγει·" οὐκ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν". νοήματα αὐτοῦ τὰς μεθοδείας, αὐτὰς τὰς πανουργίας, τὰ νοήματα τὰ σοφιστικά, δι' ὧν καταστρατηγῆσαι ἡμῶν θέλει." ἀποκατάστησον" οὖν ἡμᾶς· αὐτὸ ὅλως γὰρ τὸ δειλωθῆναι προπάθεια ἦν. θέλει δὲ καὶ τῆς προπαθείας ἔξω γενέσθαι· οὐ γὰρ εἶπεν" 3ἀπὸ τῆς ἐμῆς κακουργίας" 3. ἐπερ· εἰς τὸ ἀδεές;– οὐ νῦν δεδιττόμενος εἶπεν·" 3εἰς τὸ ἀδεές με ἀποκατάστησον" 3, εἰς τὸ μηκέτι μηδὲ προπάθειαν ἔ222 χειν. αἴσθησιν ἔχω, ὅτι τετάραγμαι." ἀποκατάστησον" οὖν" τὴν ψυχήν μου"." ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἵνα τί συνταράσσεις με; ἔλπισον ἐπὶ τὸν θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ"· μὴ γὰρ ἄλλῳ εἶπεν· τῇ ἑαυτοῦ διανοίᾳ διελέχθη·" ἵνα τί περίλυπος εἶ καὶ ἵνα τί συνταράσσεις με"; ἔχεις ἐγ γὺς τὸν παύοντα τὴν ταραχήν. ὡς εἰ ἔλεγέν τις καὶ πυρέττοντι καὶ ἀνειμένῳ·" 3ἵνα τί οὕτω ὀλοφύρῃ; πάρεστιν ἰατρὸς δυνάμενός σε ἀπαλλάξαι τοῦ π̣ υ̣ ρ̣ ετοῦ" 3." ἔλπισον" οὖν" ἐπὶ τὸν θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ". ὅτε ἔπεισεν ἑαυτὴν ἐλπίσαι ἐπὶ τὸν θεόν, ἀπεκατέστη ἀπὸ τοῦ δέους καὶ τῆς ταραχῆς, ὅπερ δέος καὶ ἥπερ ταραχὴ ἀπὸ κακουργίας πονηρῶν δυνάμεων καὶ αὐτοῦ τοῦ διαβόλου γεγένηται." ἀπὸ λεόντων τὴν μονογενῆν μου". αὐτοὺς τούτους τοὺς κακούργους καὶ λέοντας ὠνόμασεν τ̣ οὺς πολεμεῖν θέλοντας, τοὺς ἐπιτιθεμένους καὶ οἷα μάστιγες ἐπερχομένους κατ' αὐτοῦ. ἐπερ·– ἐπεὶ" πεπείρασται κατὰ πάντα χωρὶς ἁμαρτίας καθ' ὁμοιότητα", δίδομεν αὐτῇ προπάθειαν. οὔκ ἐστιν δὲ ἡ προπάθεια ἁμαρτία· ἐὰν γὰρ μὴ δῷς τοῦτο, ἄλλην οὐσίαν εἰσάγεις ψυχῆς, καὶ οὐδὲ κλέος ἔχει οὐδὲ ἀξία ἐστὶν ἐπαίνων καὶ στεφάνων μὴ κλονηθεῖσα. ἔχεις γοῦν ἐν τῷ εὐαγγελίῳ ὅτι·" ἤρξατο θαμβεῖσθαι καὶ ἀδημονεῖν"· μὴ γὰρ ἕτερόν τί ἐστιν τῆς προπαθείας τὸ" 3ἄρξασθαι" 3. ἡ ἀρχὴ αὕτη αὐτὸ τοῦτο ἀρχὴ μόνον ἐστίν, οὐκ ἔχει τι μετ' αὐτήν. μόνη αὕτη πρὸ τῆς αἱρέσεως τῶν κακῶν τὸ ἀγαθὸν εἵλατο. ἐπερ·– πολλάκις ἐλέχθη τοῦτο. ἡ οὐσία τῆς λογικῆς δεκτική ἐστιν ὧν πέφυκεν δέχεσθαι. δεκτική ἐστιν θυμοῦ, ἐπιθυμίας, λύπης, ταραχῆς, φόβου. ὅταν παραστῇ τι τὸ κινοῦν φόβον, πάντως ταράττεται ἡ λογικὴ οὐσία. ἐνίοτε δὲ ἵστησιν εὐθέως τὴν ταραχὴν ὡς μηδὲν μετ' αὐτὴν γενέσθαι. ταύτην προπάθειαν λέγουσιν. ἐπερ· ταὐτὸν εἶναι λέγεις ἄνθρωπον καὶ ποιόν;– ἐὰν λέγω τεθνηκέναι ἄνθρωπον, μὴ τὸν ποιὸν λέγω, οἷον τὸν δίκαιον. θάνατος τοῦ δικαίου ἐστὶν οὐ πάντως τὸ διαλυθῆναι τὴν ψυχὴν ἀπὸ τοῦ σώματος, ἀλλὰ τὸ παύσασθαι τοῦ εἶναι δίκαιος. φθορὰ δικαίου αὕτη ἐστίν. πολλάκις ἀγνοοῦντες τὰς ψευδεῖς δόξας τῶν ἀσεβῶν περιπίπτομεν αὐταῖς. ἐκείναις δὲ περιπεσόντες ἀπόλλυμεν τὴν ὀρθὴν δόξαν. ἐπερ· πῶς λέγεις ὅτι οὐ νενόηκα; οὐ δίδωμι αὐτὸν δίκαιον.– ἐὰν δὲ ἄλλος νοήσῃ ὡς εἴρηται καὶ δῷ αὐτὸν δίκαιον, ὁ αὐτὸς καὶ δίκαιος καὶ ἄδικός ἐστιν. ἄκουε δέ, διὰ τί εἶπον εἰς δόξαν ἑτέραν οἱ Πρωταγόρου– σοφιστὴς δὲ ἦν ὁ Πρωταγόρας–· λέγει, ὅτι τὸ εἶναι τοῖς οὖσιν ἐν τῷ φαίνεσθαι ἔστιν. λε´̣ γει ὅτι·" φαίνομαι σοὶ τῷ παρόντι καθήμενος· τῷ δὲ ἀπόντι οὐ φαίνομαι καθήμενος· ἄδηλον εἰ κάθημαι ἢ οὐ κάθημαι". καὶ λέγουσιν ὅτι πάντα τὰ ὄντα ἐν τῷ φαίνεσθαι ἔστιν· οἷον ὁρῶ τὴν σελήνην, ἄλλος δὲ οὐχ ὁρᾷ· ἄδηλον εἰ ἔστιν ἢ οὐκ ἔστιν. ἐμοὶ τῷ ὑγιαίνοντι ἀντίλημψις γίνεται τοῦ μέλιτος ὅτι γλυκύ, ἄλλῳ δὲ ὅτι πικρόν, ἐὰν πυρέττῃ· ἄδηλον οὖν εἰ πικρὸν ἢ γλυκύ ἐστιν̣. καὶ οὕτω τὴν ἀκαταλημψίαν θέλουσιν δογματίζειν. ἐὰν οὖν καὶ ἡμεῖς λέγωμεν ὅτι·" 3ἐπεὶ οὐ φαίνεταί μοι, ποίῳ λογισμῷ εἴρηκεν, ἄδικον καὶ ἀσεβῆν αὐτὸν ἡγοῦμαι" 3. ἐὰν ἄλλῳ φαίνηται, οἵῳ λογισμῷ εἴρηκεν, δίκαιος καὶ εὐσεβὴς ἐκείνῳ φαίνεται. καὶ ἄλλος πάλιν οὐδὲ ἐπιστάνει τοῖς εἰρημένοις ὑπ' αὐτοῦ· οὐδὲ εὐσεβὴς οὐδὲ ἀσεβής ἐστιν, καὶ εἰς τὴν Πρωταγόρειαν ἐνπίπτομεν δόξαν. ἴδωμεν οὖν· δεῖ πρῶτον νοεῖν τὰ πράγματα καὶ οὕτως ἢ κρίνεσθαι ἢ μὴ κρίνεσθαι. ὁ μὴ λέγειν αὐτὸν ὀρθῶς μηδὲ ὑγιαίνειν εἰρηκώς, ποίαν λέγει διάνοιαν τῶν λέξεων; ἐπερ· πῶς οὖν λέγει ὁ Ἰώβ;– ἐὰν λέγω·" ἀπόληται ἡ ἡμέρα, ἐν ᾗ ἐγεννήθην", ἡ γένεσις ἀπολέσθω· ἐκ κρειττόνων γὰρ εἰς χεῖρον ἐλήλυθα· ἐπωφελὲς γάρ τῳ τὸ κακὸν ἀπόλλυσθαι. ὡς ἐὰν λέγῃ ὁ Ἰηρεμίας περὶ τοῦ λαοῦ τῶν Ἑβραίων– καὶ ἕκαστος δὲ τῶν αἰχμαλωτισθέντων Ἑβραίων λέξει–·" ἀπόλοιτο ἡ ἡμέρα τῆς αἰχμαλωσίας", οὐ τοῦτο λέγει ὅτι·" 3μὴ ἔστω ἔτι αἰχμαλωσία" 3." 3μὴ ἔστω" 3, φησίν," 3ἡ ἡμέρα ἐκείνη, ἀπέλθῃ" 3· ἔτι γὰρ ὑφέστηκεν; εἶχεν ἔτη ἑκατὸν τεσσαράκοντα ὀκτώ, ὅτε ταῦτα ἔλεγεν. πῶς ἡ ἡμέρα ἐκείνη, ἐν ᾗ ἐγεννήθη, ἔμενεν; παρέρχεται γὰρ καὶ οὐκ ἔστιν ἀνακα´̣ μψαι αὐτήν. καὶ 225 λέγει·̣" μὴ ἔστω ἐπευκτή"· εὔχεται γάρ τις ἐκείνην τὴν ἡμέραν τὴν ἐν τοσούτοις ἔτεσιν γενομένην πάλιν ἀνακάμψαι; τὴν γένεσιν οὖν καταρᾶται τῆς σαρκός, τὴν γένεσιν τῆς ζωῆς τῆς ἐπικήρου. ἐπερ· οὐχ ἁμαρτάνει οὖν;– οὐχ ἁμαρτάνει ὁ ὑβρίζων τὸν σατανᾶν. μὴ ὁ ἀσεβὴς" ἐν τῷ καταρᾶσθαι" τὸν ἀσεβῆν," τὸν σατανᾶν, καταρᾶται τὴν ἑαυτοῦ ψυχήν"; καταρᾶται τὸν σατανᾶν οὐχ ὅτι ποίημα θεοῦ ἐστιν, ἀλλ' ὅτι κακὸς καὶ ἀσεβής ἐστιν. ἐστὶν δὲ καὶ αὐτὸς ἀσεβής. ἑαυτὸν οὖν καταρᾶται, καὶ ἡ κατάρα αὕτη οὔκ ἐστιν ψεκτή. ἐάν τις καταρήσηται αὐτὸν ὅτι ἀσεβής ἐστιν, μισεῖ τὸ αἴτιον τοῦ ἐπινοητὸν αὐτὸν σατανιᾶν. ἡ ἀσέβεια δέ ἐστιν ἡ αἰτία. καὶ ἴσως πεπαύσεται ἢ μὴ παυόμενος κολασθήσεται. ἐὰν ἄρτι καταρῶνται οἱ αἰχμάλωτοι τη`̣ ν ἡμέραν τῆς αἰχμαλωσίας ἑαυτῶν, οὐχ, ἵνα μηκέτι ὑποκέοιντο τῇ αἰχμαλωσίᾳ τοῦτο λέγουσιν– μή τί ποτ' ἔχ̣ ουσιν̣ τὴν αἰχμαλωσίαν αἰτίαν τινά– καὶ ἐπαρῶνται αὐτῇ. ἐπερ· καταρᾶται οὖν αὐτὸς" τὴν ἡμέραν ἐκείνην"; διὰ τί δὲ καὶ προσέθηκεν" τὴν ἐκείνην"; μὴ γὰρ διαφέρει ἡμέρα ἡμέρας. ἔπειτα λέγει·" καταράσοιτο αὐτὴν ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι". διὰ τί οὐκ εἶπεν·" 3ὁ ποιήσας τὸν ἥλιον, ὁ κατασκευάσας τὸν κόσμον" 3, ἀλλ'" ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι"; ἐληλυθὼς γὰρ ὁ σωτὴρ καὶ" χειρωσάμενος τὸ μέγα κῆτος" τὴν γένεσιν τῶν ἀνθρώπων περιέγραψεν, ὥστε ἄλλην αὐτοῖς δοῦναι γένεσιν τὴν" ἐξ ὕδατος καὶ πνεύματος", ἥτις κυρίως παλινγενεσία λέγεται. παλινγενεσία δέ ἐστιν γένεσις ἐπὶ γενέσει, ὡς τὸ" 3παλινῳδία" 3 ᾠδὴ ἐπ' ᾠδῇ. καὶ τὴν ἀνάστασιν τῶν νεκρῶν παλινγενεσίαν εἶπεν· λέγει γὰρ τοῖς μαθηταῖς ὅτι·" καθίσεσθε καὶ ὑμεῖς ἐν τῇ παλινγενεσίᾳ ἐπὶ θρόνους δώδεκα", ἀντὶ τοῦ" 3ἐν τῇ ἀναστάσει, ἐν τῷ μέλλοντι αἰῶνι" 3. ἐὰν λέγω ὅτι·" 3μὴ ἴδοιμι τὴν ἡμέραν ταύτην" 3 ἐν θλίψει ἢ νόσῳ ὤν, μὴ τὸν χρόνον λέγω" 3μὴ ἴδοιμι" 3, ἐπεὶ ἀπῆλθεν· μὴ γὰρ χρόνος ἀνακάμπτει. ἐπερ· τὴν αἰτίαν ἐκείνην τῆς γενέσεως αὐτοῦ ἁμαρτίαν εἴρηκεν;– οὐ τοῦτο πάλιν λέγω, ἀλλ' ὅτι ὁ καταρώμενος ἡμέραν ἢ εὐλογῶν ἡμέραν οὐχ εἰς τὸν χρόνον ἀφορῶν εὐλογεῖ ἢ καταρᾶται, ἀλλ' εἰς τὰ ἐν τῷ χρόνῳ γεγενημένα. λέγω· οὐ λέγει" κάλλιον ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι"; τὸ ἀπαλλαγῆναι τῆς ζωῆς ταύτης οὐ λέγει κρεῖττον εἶναι. ἐπερ· τὸ συνπλακῆναι αὐτῇ κρεῖττον ἐρεῖ ἢ χεῖρον;– οὐδὲ χεῖρον οὐδὲ κρεῖττον. ἐπερ· ἀλλὰ ἀδιάφορον;– εἰ ἀδιάφορον τοῦτο, καὶ τὸ ἀντικείμενον αὐτῷ ἀδιάφορόν ἐστιν. ἐπερ· οὐχ ὡς κακὸν ἀλλ' ὡς πρὸς κρεῖττον;– τὰ ἐναντία ἀσυνύπαρκτά ἐστιν. ἐὰν τούτων τὸ ἕτερον ἀγαθὸν ᾖν, τὸ ἕτερον κακόν ἐστιν, καὶ θατέρου κακοῦ ὄντος τὸ ἕτερον ἀγαθὸν θε̣ τ̣ έον̣, ὡς ἔχει ἐπὶ ἀρετῆς καὶ κακίας, ἐπὶ ἀδικι´̣ ας καὶ δικαιοσύνης, ἐπὶ εὐσεβείας καὶ ἀσεβείας. τοῦ ἑτέρου φαύλου ὄντος, καὶ τὸ λοιπὸν ἀγαθόν ἐστιν. ὅταν δὲ μηδέτερον τῶν ἐναντίων φαῦλον ᾖ, οὐδὲ τὸ λοιπόν. τὸ λευκὸν καὶ τὸ μέλαν ἐναντία εἰσίν· καὶ ἐπεὶ τὸ λευκὸν ἀδιάφορόν ἐστιν οὔτε ἀγαθὸν ὂν οὔτε κακόν, οὕτω καὶ τὸ μέλαν τοῦ λευκοῦ. ἐπερ· οὐ λέγεις σὺ τὸ ἔξω γενέσθαι τοῦ σώματος ἀγαθὸν εἶναι κατὰ τὸν λέγοντα" κάλλιον ἀναλῦσαι̣";– ε᾿̣ κ τοῦ τέλους σκόπει· ὁ ἀναλύσας ἐν Χριστῷ γίνεται. ἐπερ· συνκριτικόν ἐστιν τοῦτο;– πρόσεχε τί λέγεις. τὰ συνκρίσει λεγόμενα οὕτω λέγεται ὡς ὁμογενῆ, οὐχ ὡς ἀντικείμενα· ὡς̣ ὅταν λέγω ὅτι·" ἐδικαιώθη Σόδομα ἐκ σοῦ", μὴ Σόδομα δεδικαίωται." ἔκ γε τῶν σῶν ἁμαρτημάτων, ὦ Ἰερουσαλήμ", ὅτι προφήτας ἀπέκτεινεν καὶ τοῦ σωτῆρος προδότις γέγονεν. ἐκείνη ἡ Σόδομα ἕνα ἄνθρωπον ἐπόρθησεν τὸν Λώθ." ἐδικαιώθη ἐκείνη ἐκ σοῦ". οὐχ ἁπλῶς ἐδικαιώθη– οὐδὲ γὰρ δεδικαίωται–, ἀλλ'" ἐκ σοῦ". καὶ ἐὰν λέγῃ πάλιν·" ἠγάπησεν κακίαν ὑπὲρ ἀγαθωσύνην καὶ χείλη δόλια ὑπὲρ τὸ λαλῆσαι δικαιοσύνην", ταῦτα συνκριτικῶς λέγεται, μὴ ἀντικειμένως· λέγεται γὰρ τοῦτο, ὅτι ἀποφασκομένου ἑνὸς εὐθὺς τὸ ἕτερον τίθεται. τὸ" ἀναλῦσαι" οὖν" καὶ ἐν Χριστῷ εἶναι"– εἰ ἀδιάφορον λέγεις εἶναι τὸ" ἐπιμένειν τῇ σαρκί", καὶ τοῦτο ἀδιάφορον· δέδεικται γὰρ ἡμῖν, ὅτι τὰ συνκρινόμενα καὶ προστιθέμενα οὕτως ἔχει· ἐὰν θάτερον φαῦλον ᾖ, τὸ λοιπὸν οὐ σπουδαῖόν ἐστιν· εἰ σπουδαῖόν ἐστιν τὸ" σὺν Χριστῷ εἶναι ἀναλύσαντα", τὸ ἀποστῆναι τοῦ κόσμου, τὸ ἔξω τῆς σαρκὸς εἶναι, 226 τὸ εἶναι ἐν τῇ σαρκί, κἂν ὡς κατὰ σὲ ὑποδεέστερον ᾖν, ἀγαθόν. βούλεται τὸ ὑποδεέστερον ἀπολέσθαι, ἵνα τοῦ μείζονος ἐνκρατὴς γένηται. τὴν δὲ ἀπώλειαν οὕτω λέγω τὸν κώλυμον, τὴν παῦλαν αὐτοῦ. ἄρτι ὁ Ἰωάννης ἤθελεν μεῖναι οὕτως, οἷος ἦν τῇ ἡμέρᾳ τῆς ἀποτέξεως. ἐπερ· λέγει οὔ;– οὔκουν κρείττονος ὀρεγόμενος οἶδεν τοῦτο μὴ κρεῖττον εἶναι μηδὲ καλόν. οὐκ εὔχεται παρελθεῖν αὐτῷ τὴν τοιαύτην κατάστασιν. τὸ δὲ παρελθεῖν τὸ ἀπολέσθαι ἐστίν, τὸ μηκέτι ὑφεστάναι. ταράττεται τῷ ὀνόματι τῆς ἀπωλείας καὶ τῆς ταραχῆς. οὐ δεῖ δὲ ταράττεσθαι. ὁ Παῦλος οὖν οὐκ ἐταράχθη ἐπὶ τοῖς τοιούτοις·" ἐκ μέρους", φησίν," γιγνώσκομεν καὶ ἐκ μέρους προφητεύομεν· ἐὰν ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται". τὸ καταργηθῆναι δὲ τοῦ ἀπολέσθαι ἔνφασιν χείρονα παρέχει. οὕτως ἡ μεῖς πολλάκις εἰρήκαμεν καταργεῖσθαι τὸ ἐκ μέρους οὐ καθάπαξ, ἀλλὰ τὸ ἐκ μέρους εἶναι, καὶ ἐλάβομεν τοιαύτην εἰκόνα τὸ περὶ τοῦ ἀρραβῶνος. ἐπερ· πῶς δίδομεν, ὡς δίκαιος ἢ ὡς ἁμαρτωλός;– οὐ τοῦτο οὖν μόνον θέλεις μαθεῖν· συνήρτηται γὰρ αὐτῷ πολλά. εἰ ἐμνημόνευες ὧν ἤκουσας, οὐκ ἀεὶ περὶ ταῦτα ἐταράττου. εἶπον ὅτι· ἔστω βασιλεὺς ἄρχων τῆς οἰκουμένης, περὶ οὗ πάντες πεπληροφόρηνται ὅτι δίκαιός ἐστιν καὶ ὃ ἐὰν ποιῇ ὡς δίκαιος ποιεῖ." εὐλόγει, ἡ ψυχή μου, τὸν κύριον". ἐὰν τηρήσω αὐτὴν οὕτως ἐνεργοῦσαν εἰς ἃ ἐτέθη ὑπὸ τοῦ δημιουργοῦ, μονογενής ἐστιν. ἐὰν δὲ ἄλλοτε ἄλλως ἐνεργῇ καὶ δουλεύω τισίν, οὔκ ἐστιν μονογενὴς αὕτη τοῦ ἔχοντος, ἀλλ' ὁτὲ μὲν αὐτοῦ ἐστιν, ὁτὲ δὲ ἔξω αὐτοῦ γινομένη. καὶ ἵνα ἐπὶ εὐαγγελικοῦ λάβω· ὁ ἀποδημήσας τῆς πατρῴας οἰκίας νεώτερος ἔξω ἑαυτοῦ ἐγεγόνει· ἡ ψυχὴ αὐτοῦ οὐκέτι αὐτοῦ ἦν. ἀμέλει γοῦν ὅτε μετενόησεν, λέγει·" εἰς ἑαυτὸν δὲ ἐλθών". ἑαυτοῦ λοιπὸν γέγονεν· ἡ ψυχὴ αὐτοῦ λοιπὸν αὐτοῦ γέγονεν. ὅμοιόν ἐστιν τοῦτο τῷ" 3γνῶθι σεαυτόν". ὁ γιγνώσκων ἑαυτὸν εἰς ἑαυτόν ἐστιν. 18 ἐξομολογήσομαί σοι ἐν ἐκκλησίᾳ πολλῇ, ἐν λαῷ βαρεῖ αἰνέσω σε. τότε μεγάλη καὶ πολλὴ ἐκκλησία λέγεται, ὅταν ἐκ̣ τω῀̣ ν καθέκαστα μεγάλων συνπληρωθῇ· οὐ γὰρ ἐὰν ἐκ μικρῶν ἀνθρώπων καὶ χυδαίων, μεγάλη καὶ πολλη`̣ ἐκκλησία αὕτη λέγεται." λαλεῖ σοφίαν ἐν τοῖς τελείοις" ὁ ἀπόστολος. οὗτοι εἰς ταὐτὸν γινόμενοι καὶ" τῷ αὐτῷ νοὶ καὶ τῇ αὐτῇ γνώμῃ καταρτιζόμενοι" πολλὴ καὶ μεγάλη ἐκκλησία εἰσίν. καὶ ὥσπερ λέγω σοφὴν ἐκκλησίαν, ὅταν οἱ καθέκαστα συνπληροῦντες αὐτὴν σοφοὶ ὦσιν, καὶ λέγω πόλιν εὐσταθῆ καὶ ἐπιστήμονα, ὅταν οἱ καθέκαστα πολῖται εὐσταθεῖς καὶ ἐπιστήμονες ὦσιν, οὕτω πολλὴν καὶ μεγάλην ἐκκλησίαν λέγω τῶν συνπληρούντων αὐτὴν ἐχόντων μέγεθος, μέγεθος δὲ τὸ ψυχῆς, τὸ νοῦ, οὐ τὸ σώματος. πάλιν" λαὸν βαρὺν" λέγει τὸν ἐπίτιμον· εἰώθασιν γὰρ τὰ ἐπίτιμα καὶ τὰ τιμαλφέστατα λέγειν" 3βαρεῖα" 3. τοῦτο καὶ ἡ γραφὴ μαρτυρεῖ· ὁπηνίκα γὰρ ἡ βασιλὶς τῆς Σαβὰ ἦλθεν πρὸς τὸν Σολομῶνα, λέγει ὅτι" ἐν δυνάμει βαρείᾳ". καὶ λέγει τὴν" βαρεῖαν δύναμιν" τὴν κτῆσιν αὐτήν, ἣν κομίσασα ἦν̣. ἐνηνόχει λίθους τιμίους πολλούς, ἡδύσματα πολλά, χρυσόν, ἄργυρον καὶ ἄλλα συνπληρωτικὰ πλούτ̣ ου. καὶ ἐλέχθη ἐκείνη ἡ δύναμις τοῦ πλούτου" 3βαρεῖα" 3 ἀντὶ τοῦ" 3τιμία" 3," 3πολύτιμος" 3. λέγει οὖν ὅτι, ὅταν ἕκαστος τῶν συνπληρούντων τὸν λαόν, ὡς ἐπὶ τῆς ἐκκλησίας εἶπον, τιμαλφέστατος ᾖν, τίμιος ᾖν–" δόξα" γὰρ" καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ κατεργαζομένῳ τὸ ἀγαθόν"–, εἰ τὸ κατεργαζο´̣ με̣ ν̣ ον τὸ ἀγαθὸν δόξαν ἔχει καὶ τιμήν, ἐπίτιμός ἐστιν λαός. ἀμέλει γοῦν περὶ αὐτοῦ εἴρηται, ὡς ἦν" βασίλειον ἱεράτε̣ υ̣ μα, ἔθνος ἅγιον". τὸ" ἔθνος ἅγιον" ἐκ τῶν καθέκαστα ἁγί ων συνπληροῦται, τὸ" βασίλειον ἱεράτευμα" ἐκ πολλῶν θεραπευτῶν θεοῦ σύνκειται." ἐν λαῷ" οὖν" βαρεῖ αἰνέσω σε". παρασκευάζει καὶ αὐτόν, ὥστε καὶ αὐτὸν δύνασθαι ὕμνον ἀναπέμπειν. τότε δὲ τοῦτο 227 πρᾶξαι δύναται, ὅταν εὐθὴς κατὰ τὴν ψυχὴν καὶ τὸν νοῦν γένηται·" τοῖς" γὰρ" εὐθέσιν πρέπει αἴνεσις". 19 μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθραίνοντές μοι ἀδίκως. μεγάλη παρρησία τοῦ ταῦτα λέγοντος. ἀδίκως ἐχθραίνουσίν μοι. ἐμοῦ οὐ παρέχοντος πρόφασιν οὐδὲ αἰτίαν τοῦ ἐχθρικῶς ἐπικεῖσθαί μοι αὐτῷ, τοῦτο πράττουσιν. ἐπεὶ τοίνυν ἐχθροὶ ὄντες χαίρουσιν, ὅταν κακοῖς περιπέσω, μὴ περιπέσοιμι κακοῖς, ὥστε ἐκείνους ἐπιχαίρειν μοι, ἐφιστάναι μοι· ὁ γὰρ βουλόμενός τινα εἰς ἀκολασίαν ἀγαγεῖν τότε ἐπιχαίρει αὐτῷ, ἐπιχαίρει κακὸς ὤν, ὅταν περιπέσῃ οἷς ἐσπούδασεν αὐτὸν περιβαλεῖν. μὴ τοῦτο οὖν ὑπάρξῃ μοι, ὥστε ἐπιχαρῆναι τοὺς ἐκθραίνοντάς μοι ἀδίκως. 19 οἱ μισοῦντές με δωρεὰν καὶ διανεύοντες ὀφθαλμοῖς. τὸ" 3ἀδίκως" 3 καὶ τὸ" 3δωρεὰν ταὐτόν ἐστιν, τὸ" 3ἄνευ αἰτίας" 3" καὶ διανεύοντες̣" κατ' ἐμοῦ" ὀφθαλμοῖς"· οὐ μόνον λόγοις λέγουσιν κατ' ἐμοῦ, ἀλλὰ καὶ διανεύουσιν ὀφθαλμοῖς. καὶ ἐπεὶ πολλάκις, ὅταν οἱ ἑτερόδοξοι ὑπὲρ τῶν ἡμᾶς κακούντων, πρὸς οὓς διανεύουσιν τοῖς ὀφθαλμοῖς, τοῖς νουσὶν ἑαυτῶν, συμφωνοῦσιν εἰς τὸ κακόν, ὁμοφρονοῦσιν εἰς τὴν ἀ σέβειαν 20 ὅτι ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν καὶ ἐπ' ὀργὴν δόλους διελογίζοντο. ἓν εἶδος τῆς ἀσεβείας τοῦτο· εἰρηνικὰ λαλοῦντες οὐκ εἰρηνικὰ ἔπραττον. τοῦτο δὲ ἀδικῆσαί ἐστιν. εἰρηνικὰ λαλεῖ ἐν τοῖς φίλοις, ἐν τοῖς ἑταίροις ὡς φιλάλληλος, δόλους δὲ διαλογίζεται ἐπ' ὀργῇ. πᾶς δόλον εἰς τὸν πλησίον ἔχων ὀργιζόμενος αὐτῷ τοῦτο ποιεῖ. καὶ λέγω· ἡ ὀργὴ ὄρεξίς ἐστιν τιμωρίας. πάντως δὲ ὁ δόλῳ τινὶ προσερχόμενος βλάψαι ἐκεῖνον θέλει, ὥστε ὁ δόλιος καὶ ὀργίλος ἐστίν. τῷ δὲ δοκεῖν οὔκ ἐστιν πολλάκις ὀργίλος φαινόμενος εἰρηνικὰ λαλῶν. τοῦτο γοῦν καὶ ἐν Ἰηρεμίᾳ λέγεται περί τινος·" τῷ πλησίον αὐτοῦ λαλεῖ εἰρηνικὰ καὶ ἐν ἑαυτῷ ἔχει τὴν ἔχθραν"." ἐμοὶ" οὖν, φησίν," εἰρηνικὰ ἐλάλουν". οὐκ" εἰρηνικὰ" ἁπλῶς" ἐλάλουν", ἀλλ'" ἐμοί"· ἐμὲ ἀπατῆσαι θέλοντες εἰρηνικὰ ἐλάλουν· οὐ γὰρ ὁ ἀληθῶς εἰρηνικὸς ἄνθρωπος λαλεῖ τινι εἰρηνικὰ ἄλλην ἔχων διάνοιαν κατ' ἐκείνου. αὐτίκα γοῦν ὁ σωτὴρ λέγει πρὸς ἑτέροις" τοὺς εἰρηνοποιοὺς μακαρίους" εἶναι," ὅτι υἱοὶ θεοῦ εἰσιν". υἱῶν θεοῦ ἐστιν τὸ εἰρηνικοὶ εἶναι. εἰρηνοποιοὺς δὲ εἶπεν τοὺς ποιοῦντας εἰρήνην. ὅταν εἰς συμφωνίαν καὶ φιλίαν ἄγωσιν τοὺς διεστηκότας τῇ προαιρέσει, εἰρηνοποιοί εἰσιν. καὶ ἐφ' ἑαυτῶν δὲ εἰρηνοποιοί εἰσιν. πρότερον δὲ εἰρήνην ἐν ἑαυτοῖς ποιήσαντες, ὥστε μηδὲ λογισμοὺς μαχομένους ἔχειν ἑαυτοῖς ἢ ἔργα· τότε εἰρήνην ἐποίησαν ἐν ἑαυτοῖς. ταύτην δὲ τὴν εἰρήνην καὶ εἰς ἑτέρους μεταφέρουσιν· οἷοι γὰρ ὑπάρχουσιν αὐτοί, καὶ τοὺς διδασκομένους θέλουσιν εἶναι. εἰρηνεύειν διδάσκουσιν τὴν ψυχὴν πρὸς τὸ σῶμα καὶ τὸ σῶμα πρὸς τὴν ψυχήν· ὅταν γὰρ ἡ ψυχὴ" ὑπωπιάζῃ τὸ σῶμα καὶ δουλαγωγῇ", καὶ ἄρχῃ μὲν ἡ ψυχή, ἄρχηται δὲ τὸ σῶμα, εἰρήνη ἐστὶν σώματος καὶ ψυχῆς. ὥσπερ οὖν ἐν ἑαυτοῖς κατεσκεύασαν εἰρήνην, οὕτω καὶ ἐν τοῖς ἄλλοις τοῖς στεργομένοις καὶ ἀγαπῶσιν ἢ καὶ μαχομένοις τοῦτο πράττουσιν. διὰ τοῦτο καὶ ἐν τῇ Διδαχῇ τῇ βίβλῳ τῆς κατηχήσεως λέγεται·" εἰρηνεύσεις μαχομένους". ὁ δὲ ἄλλους μαχομένους εἰς εἰρήνην καὶ συναλλαγὰς φέρων ἑαυτὸν πρότερον εἰρήνευσεν, οὐκ ἔχει μάχην ἐν ἑαυτῷ, οὐκ ἔχει λογισμοὺς μαχομένους. 21 καὶ ἐπλάτυναν ἐπ' ἐμὲ τὸ στόμα αὐτῶν. τὸν λόγον ἑαυτῶν ἐπλάτυναν ἐπ' ἐμὲ εἰρηνικὰ λαλοῦντες. ὁ νοῦς δὲ αὐτῶν ἐστενεύετο ὑπὸ τοῦ δόλου εἰς ταὐτὸν συναγόμενος οὐκ ἐπαινετῶς, ἀλλ' ὥστε μὴ ἔχειν τὰς οἰκείας ἀρετάς. δύναται καὶ τοῦτο·" ἐπλάτυναν ἐπ' ἐμὲ" ὡς εἰρηνικὰ λαλοῦντες καὶ ἐπ' ὀργῇ δόλους διαλογιζόμενοι ἔδοξάν με ἀπατᾶν. τότε λοιπὸν ἤρξαντο πλατὺ καχάζειν καὶ πλατύνειν ἐπ' ἐμὲ τὸν λόγον αὐτῶν. ἔχεις ἐν ἱστορίαις σύμβολα τοιαῦτα· ἡ Δαλιλὰ ἡ εἰςαγομένη ἐν τῇ βίβλῳ τῶν Κριτῶν πόρνη δόλοις ἐβουλεύετο ἐπ228 αγαγέσθαι τὸν Σαμψών, ἵνα δῷ τοῖς ἀλλοφύλοις τοῖς φονεῦσαι αὐτὸν ἐθέλουσιν. καὶ ἔλεγεν ὅτι·" ἐν τίνι ἀσθενήσει σου ἡ ἰσχὺς ἢ τίνι ὡς εἷς τῶν ἀνθρώπων ἀσθενὴς γενήσῃ"; ἔλεγεν αὐτῇ οὐ τὸ ἀληθές. εἶτα ἐκείνη νομίσασα ὅτι ἠλήθευεν, ἐδέσμει αὐτὸν καὶ τὰ ἄλλα ἐποίει καὶ ὥσπερ ἐπικερτομοῦσα ἔλεγεν·" ἀλλόφυλοι ἐπὶ σέ, Σαμψώ". ἴδε, ἐπλάτυνεν ἐπ' αὐτὸν τὸ στόμα. πάλαι μὲν παρεκάλει, ἐστωμυλεύετο. ὅτε δὲ ἔδοξεν εἰληφέναι αὐτὸν ἐντὸς ἀρκύων, ἐπικερτομοῦσα ἔλεγεν·" ἀλλόφυλοι ἐπὶ σέ, Σανψώ". καὶ ὅρα, ὅτι ἡ πάλαι εἰρηνικὰ λαλοῦσα καὶ ἐπὶ ὀργῇ δόλους λογιζομένη ὅτε ἔδοξεν ἐνκρατὴς γενέσθαι, ἐπλάτυνεν τὸ στόμα μεγαλορημονοῦσα λοιπόν. 21 εἶπαν Εὖγε εὖγε, εἶδαν οἱ ὀφθαλμοὶ ἡμῶν. εἰώθασιν οἱ δοκο̣ ῦντες ἐσχηκέναι ὑποχείριον ὃν ἐβούλοντο, οὕτω λαλεῖν·" 3εὖγε εὖγε, ὃ ἐβουλόμεθα, ου εἶδον οἱ ὀφθαλμοὶ ἡμῶν· οὐκέτι σ̣ ε τοιοῦτον ὁρῶμεν, οἷος ὑπελάμβανες εἶναι, ἀλλ' ὡς ἡμεῖς ἠθέλαμεν. εὑρήκαμέν σε εὐάλωτον" 3. 22 εἶδες, κύριε, μὴ παρασιωπήσῃς. τὸ" 3μὴ παρασιωπήσῃς" 3 τὸ" 3μηκέτι μακροθυμήσῃς" 3· ἐκ πολλῶν γὰρ λέξεων τοῦτο ἐδείξαμεν·" ἐσιώπησα ἀπ' αἰῶνος, μὴ καὶ ἀεὶ σιωπήσομαι"; ἐμακροθύμησα, οὐκ ἐπεξῆλθον τοῖς κακοῖς πραττομένοις. μὴ καὶ ἀεὶ τοῦτ' ἔσται. ἀγαθότης πάλιν γνωρίζεται τοῦ ἀπειλοῦντος τῷ ἤδη κολαστέῳ, ἵνα διὰ τῆς ἀπειλῆς διεγείρῃ καὶ εἰς μετάνοιαν αὐτὸν ἀγάγῃ. καὶ ἐν ἄλλῳ ψαλμῷ λέγει·" τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ θεός· Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τοὺς λόγους μου διὰ χειλέων σου; σὺ δὲ ἐμίσησας παιδείαν". εἶτα ἐπὶ τέλει·" ταῦτα ἐποίησας, καὶ ἐσίγησα"– οὐκ ἐπεξῆλθον–" ὑπέλαβες ἀνομίαν ὅτι ἔσομαί σοι ὅμοιος"· ἀλλ' οὐκ ἀεὶ ἡ μακροθυμία μένει·" ἐλέγξω" γάρ" σε καὶ παραστήσω κατὰ πρόσωπον" τὰς ἁμαρτίας σου. καὶ αἱ ἀπειλαὶ οὖν τοῦ θεοῦ κατὰ ἀγαθότητα πολλὴν γίνονται. συνεισάγεται τῷ ὀνόματι τοῦ" 3δικαίου" 3 τὸ" 3κριτής" 3. 22 κύριε, μὴ ἀποστῇς ἀπ' ἐμοῦ. μὴ τοιαῦτά μοι πραχθείη, ὥστε σὲ ἐμοῦ ἀποστῆναι, σὲ τὸν βοηθόν, τὸν σκεπαστήν. ἀφίσταται δὲ θεὸς ἀπὸ τῶν φαύλων, ὥσπερ συνενγίζει τοῖς πλησιάζουσιν. ὁ μέγας οὖν ἀπόστολος Ἰάκωβος γράφει·" ἐγγίσατε τῷ θεῷ, καὶ ἐγγιεῖ ὑμῖν". ὡς εἰ ἔλεγες καὶ πρὸς φαῦλον·" 3ἔνγισον τῇ ἀρετῇ, καὶ ἐγγίζει σοί" 3. παράστασιν οὖν θεοῦ οὐ τόπῳ λαμβάνομεν, ἀλλὰ σχέσει καὶ διαθέσει. 23 ἐξεγέρθητι, κύριε, καὶ πρόσχες τῇ κρίσει μου. τεθαρρηκότος ἡ φωνή. οὐδεὶς ἐνκαλούμενος περὶ μοιχείας ἢ φόνου ἤ τινος ἄλλου λέγει τῷ θεῷ·" ἐξεγέρθητι καὶ πρόσχες τῇ κρίσει μου"· οἶδας γάρ, ὅτι ἡ προσοχὴ τῆς κρίσεως καταδικάσει αὐτόν. παρρησιαζομένου οὖν ἐστιν ἐπὶ καθαρότητι καὶ ἐπὶ τῷ ἀνεγκλήτῳ η῾̣ φ̣ ωνή" πρόσχες τῇ κρίσει μου", ἐξέτασον τὸ κατ' ἐμὲ καὶ τὰ κατ' ἐκείνους, καὶ ὅτι ἐπὶ σοῦ λέγουσίν μοι μάτην, ὅτι δωρεὰν ἐχθραίνουσίν μοι. πολλάκις τὸ" 3ἐξεγείρου" 3 διέγερσιν σημαίνει. πολλάκις γοῦν λέγομεν·" 3ἐξέγειρον τοῦτον εἰς τὸ προσέχειν ἑαυτῷ" 3, καὶ οὐ δήπου σχῆμα σωματικὸν σημαίνει. ἐὰν δὲ καὶ ὡς ἀπὸ ὕπνου θέλῃς, εἴρηται·" ἐξεγέρθητι· ἵνα τί ὑπνοῖς, κύριε"; ὑπνοῖ θεὸς μὴ θέλων παραυτὰ ἐπεξελθεῖν. οὐκ ἀποκακῶν οὖν λέγει τοῦτο, ἀλλὰ τὴν αἰτίαν μαθεῖν θέλων, ἐπεὶ οὐδὲν ὡς ἔτυχεν ἡ σοφία σου ποιεῖ. κἂν μακροθυμῇς, κἂν ὑπερτιθῇ τὴν τιμωρίαν, κἂν μὴ καταβάλλῃς τοὺς ἐπιτιθεμένους μοι ἀδίκως, εἰπέ μοι τὴν αἰτίαν· οὕτω γάρ τις γνοὺς τὴν αἰτίαν σοφὸς ἔτι μᾶλλον μακροθυμήσῃ, ἔτι μᾶλλον ἐνέγκῃ. 23 ὁ θεός μου καὶ ὁ κύριός μου, εἰς τὴν δίκην μου. σὺ καὶ θεός μου καὶ κύριός μου, ἐξεγέρθητί μου εἰς τὴν δίκην, δίκασόν με. οὐκ ἐπεύχεται κακὰ παθεῖν τοὺς ἐχθροὺς ἑαυτοῦ· εὐχὴ γὰρ τῷ ἁγίῳ ἐστὶν ἀγαπῶντι τοὺς ἐχθροὺς τὸ μηκέτι ἐχθροὺς ἐκείνους εἶναι, τὸ μηκέτι τοιούτους εἶναι. δοκεῖ δέ πως τοῦ229 το τιμωρίαν σημαίνειν. τιμωρία δέ ἐστιν τῷ φιληδόνῳ τὸ ἐκτὸς τῶν ἡδονῶν γενέσθαι, τῷ ἀκολάστῳ τὸ μακρὰν ἀκολασίας γεινέσθαι. ἀπολέσθαι αὐτοὺς θέλει ᾗ τοιοῦτοί εἰσιν. καὶ τοῦτο δὲ οὐ παντός ἐστιν εἰπεῖν·" ὁ θεὸς" οὖν" καὶ ὁ κύριός μου"· ἐκεῖνος γὰρ κύριον ἀληθῶς λέγει τὸν σωτῆρα ὁ ποιῶν ἃ λέγει αὐτῷ· λέγει γάρ·" τί με λέγετε· κύριε, κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω"; καὶ πάλιν·" θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται". οἱ ἅγιοι" 3θεὸν" 3 λέγουσιν τὸν θεὸν οὐ ψιλῇ φωνῇ, ἀλλ' οἰκειωθέντες αὐτῷ καὶ θεράποντες αὐτῷ ὥσπερ ἱερεῖς, θεραπευταὶ τυγχάνοντες. ἀλλὰ καὶ δουλεύουσιν αὐτῷ τὸ θέλημα αὐτοῦ ποιοῦντες·" οὐ πᾶς" γὰρ" ὁ λέγων με κύριε, κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς". λέγεται" 3θεὸς" 3 ᾗ ποιητής ἐστιν·" ἐν ἀρχῇ" γὰρ" ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν". οὕτω λέγεται καὶ" θεὸς πνευμάτων καὶ πάσης σαρκός", κατὰ τὴν δημιουργίαν. ἄλλως δὲ λέγεται" 3θεὸς" 3 τῶν ἁγίων, κατὰ τὴν λατρείαν. οὕτω γοῦν θεὸς αὐτῶν τῶν πατριαρχῶν εἴρηται. καὶ κατὰ τὴν δημιουργίαν, ὃ σημαινόμενον ἐδήλουν, πάντων θεὸς ἦν, πάντων ὧν πεποίηκεν. καὶ πάλιν κύριός ἐστιν πάντων αὐτὸς τὸ εἶναι αὐτοῖς παρασχὼν καὶ ὑπὸ τὴν πρόνοιαν ἑαυτοῦ διοικῶν αὐτούς. ἑτέρως δὲ κύριός ἐστιν τῶν ποιούντων αὐτοῦ τὸ θέλημα, τῶν πραττόντων ἃ ἐνετείλατο, καὶ ὡς δεσπότης δούλοις. 24 κρῖνόν με, κύριε, κατὰ τὴν δικαιοσύνην σου. κατὰ τὴν σὴν δικαιοσύνην κρῖνόν με. δοκεῖ πάλιν ὑπέραυχον τὸ λεγόμενον καὶ ἀντιδοξοῦν ἑτέραις λέξεσιν. οὐ τῇ διανσίᾳ δὲ ἡ διαφορὰ γίνεται, ἀλλὰ τῇ φωνῇ." οὐ δικαιωθήσεται" φησίν," κατενώπιόν σου πᾶς ζῶν", ἀντὶ τοῦ" 3οὐδεὶς ζῶν" 3. ζῶντα δὲ λέγει τὸν κατὰ ψυχὴν ζῶντα, δικαιότατα οὖν· οὐ κατενώπιον σοῦ δέ. ὡς δὲ πρὸς σὲ τὸ οὐδέν εἰσιν. ὡς εἰ λέγοις σὺ καὶ περὶ λύχνων, ὅτι οὐ φωτίζουσιν κατενώπιον τοῦ ἡλίου. οὐ τοῦτο δὲ δηλοῖ, ὅτι οὐ φωτίζουσιν, ἀλλὰ κατέναντι τοῦ ἡλίου. οὕτως εἴρηται καὶ τὸ ἐν τῷ Ἰὼβ τό·" ἄστρα δὲ οὐ καθαρὰ ἐνώπιον αὐτοῦ". τοῦτο οὖν τὸ" κατὰ τὴν δικαιοσύνην σου" οὐ καθάπαξ λέ γει· οὐ κατὰ τὴν σὴν δικαιοσύνην τὴν ἀνυπέρβλητον, ἀλλὰ κατὰ τὴν σὴν δικαιοσύνην, ἐν ᾗ κρίνεις τὰ ἀνθρώπινα. μὴ κατὰ τὴν ἐκείνων ἔχθραν κρίνῃς με, ἀλλὰ κατὰ τὴν σὴν δικαιοσύνην· ἡ γὰρ σὴ δικαιοσύνη μισεῖ τοὺς ἀδίκους. 25 μὴ εἴπαισαν ἐν καρδίαις αὐτῶν Εὖγε εὖγε τῇ ψυχῇ ἡμῶν. κἂν τῷ λόγῳ μὴ εἴπωσιν, μηδὲ ταῖς καρδίαις εἴποιεν τῇ ἡμῶν ψυχ̣ ῇ, μὴ εἴπαισαν Εὖγε εὖγε. 25 μηδὲ εἴπαισαν Κατεπίομεν αὐτόν. μὴ εἴπαισαν ὅτι περιγεγόναμεν καὶ ἐνικήσαμεν αὐτόν· πολλάκις γὰρ καὶ τοῦτο ἐσαφηνίσθη, ὅτι κατὰ τὴν γραφὴν ἡ κατάποσις νίκην σημαίνει. 26αἰσχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ἐπιχαίροντες τοῖς κακοῖς μου. φέρει σωτηρίαν τοῖς αἰσχυνομένοις καὶ ἐντρεπομένοις, ἐφ' οἷς πράττουσιν κακῶς· ἐπεὶ γὰρ κακοῖς με περιβαλεῖν βούλονται καὶ ε᾿̣ π̣ ι̣ χαρῆναι ἑωρακότες ὃ σπουδάζουσιν τελειούμενον, αἰσχυνθήτωσαν· αἰσχυνθέντες γὰρ οὐκέτι ἐπικείσονταί μοι, ἐντραπέντες οὐκέτι πράξουσιν ταῦτα τὰ ψόγον φέροντα καὶ κατηγορίαν. ἐπερ· τὰ κακωτικὰ κακὰ λέγει, οὐ τὰς κακίας;– ὅλως γὰρ οὐκ εἶχεν κακίας ὁ λέγων ὅτι·" κρῖνόν με, κύριε, κατὰ τὴν δικαιοσύνην σου", ὁ λέγων·" οἱ ἐπιχαίροντές μοι ἀ δίκως". 26 ἐνδυσάσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ μεγαλορημονοῦντες ἐπ' ἐμέ. οἱ μεγάλα κατ' ἐμοῦ λέγοντες ὑπερηφάνως καὶ ἐπιχαίροντες, αἰσχυνθείησαν καὶ ἐντραπείησαν, καταγνῶσιν ἑαυτῶν. πρὸς καλοῦ δὲ αὐτοῖς γίνεται τοῦτο, κἀγὼ δὲ οὐκέτι ἔχω αὐτοὺς οὕτως ἐπικειμένους. προηγουμένως ὑπὲρ ἐκείνων εὔχεται, δευτέρως δὲ καὶ περὶ ἑαυτοῦ. ἐπερ· τὸ" 3ἐνδύσασθαι" 3;– ὡς λέγομεν ἐνδεδύσθαι τινὰ ἀρετήν, τινὰ κακίαν ἐνδεδύσθαι, τινὰ" σωτηρίου ἱμάτιον"·" ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ κυρίῳ· ἐνέδυσέν με γὰρ ἱμάτιον σωτηρίου καὶ χιθῶνα εὐφροσύνης". ἡ ποιότης ὥςπερ ἔνδυμα γίνεται τοῦ ποιοῦ. 27 ἀγαλλιάσαιντο καὶ εὐφρανθείησαν οἱ θέλοντες τὴν δικαιοσύνην μου. 230 ὅταν" 3οἱ μεγαλορημονοῦντες" 3 λέγωνται·" 3ἐντροπὴν καὶ αἰσχύνην ἐνδύσονται" 3," οἱ θέλοντες τὴν δικαιοσύνην καὶ τὴν εἰρήνην μου" ἀγαλλιῶνται καὶ εὐφραίνονται. αἰσχυνθέντων καὶ ἐντραπέντων τῶν ἐχθρῶν οἱ φίλοι ἀγαλλιῶνται καὶ εὐφραίνονται. οὗτοι δέ εἰσιν οἱ θέλοντες τὴν σωτηρίαν μου, τὴν ἀρετήν, τὴν δικαιοσύνην μου. 27 καὶ εἰπάτωσαν διὰ παντός Μεγαλυνθήτω ὁ κύριος. τότε διὰ παντὸς μεγαλύνουσιν τὸν κύριον, ὅταν ἐγὼ διὰ παντὸς ἐν τῇ δικαιοσύνῃ ὦ, ἐν τῷ μὴ ὑποπεσεῖν μείνω τοῖς κακοῖς. 27 οἱ θέλοντες τὴν εἰρήνην τοῦ δούλου αὐτοῦ. ἐμοῦ τοῦ δούλου αὐτοῦ." εἰπάτωσαν διὰ παντός Μεγαλυνθείη ὁ κύριος", ὁρῶντές με εἰρηνεύοντα, ὁρῶντές με μὴ ὑποπεσόντα ταραχῇ ἢ συνχύσει ἢ στάσει ἢ μάχῃ. ἐλέγομεν πολλ̣ α´̣ κις, ὅτι ἐνίοτε διὰ τῶν καθέκαστα τὸ καθόλου δείκνυται, καὶ ἐχρώμεθα τότε μαρτυρίῳ τούτῳ λέγοντες·" τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ κυρίου καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; ἀθῷος χερσίν". εἶτα λέγει·" οὗτος λήμψεται εὐλογίαν παρὰ κυρίου". οὔ τινα ῥητὸν λέγει, ἀλλ' εἴ τίς ἐστιν τοιοῦτος, εἴ τις ἀνέβη εἰς τὸ ὄρος καὶ ἔστη ἐπ' ὄρους κυρίου καὶ ἀθῷος χερσίν, πᾶς, εἴ τίς ἐστιν τοιοῦτος," εὐλογίαν λήμψεται παρὰ κυρίου". ὁμοίως ἐν ὀγδόῳ καὶ δεκάτῳ ψαλμῷ λέγεται·" ὁ νόμος κυρίου ἄμεμπτος, ἐπιστρέφων ψυχάς· ἡ μαρτυρία κυρίου πιστή". καὶ πολλὰ εἰρηκὼς λέγει·" καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτά". οὐχ ἑαυτὸν μόνον λέγει, ἀλλ' εἴ τίς ἐστιν τοιοῦτος δοῦλος τοῦ θεοῦ. ἐλαττωτικὸς οὖν ὢν ἑαυτοῦ ὅταν κατορθώματα λέγῃ," 3τοῖς δούλοις τοῦ θεοῦ" 3 λέγει, ὅταν δὲ παραπτώματα," 3ἑαυτῷ" 3. λέγονταί τινες τῶν πλησιαζόντων θεῷ υἱοὶ θεοῦ, οἱ ὑποβεβηκότες δὲ τούτους οἱ δοῦλοι· ἐκ δούλων γὰρ γίνονται φίλοι καὶ υἱοί. οἱ μείζονες οὖν εἰσιν" οἱ θέλοντες", οἱ ὡσανεὶ υἱοί, οἱ" τέλειοι ὡς ὁ πατὴρ" αὐτῶν" ὁ οὐράνιος τέλειος"· θέλουσιν εἶναι τὴν εἰρήνην καὶ τῶν ὑποδεεστέρων. ἢ οὕτως, ὅτι πάντες τὴν ἑκάστου δούλου εἰρήνην θέλουσιν. 28 καὶ ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου. μελετήσει εὐχαριστητικῶς. ὅταν ὑπαρχθῇ, ἃ ᾐτησάμην, τὴν δικαιοσύνην σου μελετᾷ ἡ γλῶσσά μου. τα̣ ύτην ἀεὶ διηγοῦμαι, ἐν ὕμνοις αὐτὴν προφέρω, ἐν διηγηματικοῖς λόγοις αὐτὴν ὀνομάζω." 3ἡμέραν" 3 ὧδε λέγει πάντα τὸν χρόνον τῆς ζωῆς τῆς ἀνθρωπίνης, ὡς καὶ ἐν ἄλλοις λέγει·" ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν", τουτέστιν διὰ β̣ ι´̣ ου. ἔπαινον δὲ τοῦ θεοῦ οὐ κυρίως λέγει· μᾶλλον γὰρ ὕμνος καὶ αἶνος ἐπὶ θεοῦ λέγεται, ἐπὶ δὲ ἀνθρώπων ἔπαινος. ῥηθείη ἂν ὁ ὀρθῶς γινόμενος αἶνος τοῦ θεοῦ καὶ ἔπαινος αὐτοῦ. δύναται δὲ" 3ἔπαινος τοῦ θεοῦ" 3, ὃν αὐτὸς δίδωσιν· αὐτὸς γὰρ ἐπαινεῖ τοὺς ἀξίους τούτου. λέγει·" καὶ τότε ὁ ἔπαινος ἑκάστῳ γενήσεται ἀπὸ τοῦ θεοῦ". 230 1– 2 εἰς τὸ τέλος· τῷ δούλῳ κυρίου τῷ Δαυίδ. φησὶν ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ. περὶ τέλους πολλάκις ἐλέχθη, ὅτι ἐκεῖνο τέλος ἐστίν, οὗ τὰ ἄλλα πάντα χάριν γίνεται, αὐτὸ δὲ οὐδενὸς ἕνεκα, ὃ καλεῖται ἔσχατον ὀρεκτόν. ὀρεγόμεθά τινων ἄλλου ἕνεκα. οὐδὲν ἐκείνων τέλος ἐστίν, ποιητικὰ δὲ τοῦ τέλους. τέλος δέ ἐστιν, ὃ οὐκ ἄλλου χάριν γίνεται, ἀλλ' αὐτοῦ πάντα τὰ ἄλλα. βούλεταί τις γραμματικὴν μαθεῖν· ἐκμανθάνει, μελετᾷ, ἀκούει διδασκάλου, καὶ οὐδὲν τούτων τέλος ἐστίν. αὐτὴ δὲ ἡ ἀνάλημψις τῆς ἐπιστήμης τῆς τελείας τὸ τέλος ἐστίν. ἐστὶν οὖν ἔσχατον ὀρεκτὸν ἡ τελεία ἀρετή, μεθ' ἣν οὐκ ἔστιν ἕτερόν τι τελεστικὸν ζητῆσαι. νόμοις χρώμεθα τῆς ἀρετῆς ἕνεκα· ἡ τῶν νόμων δόσις οὔκ ἐστιν τέλος. παραινέσεσιν πειθόμεθα, διδασκαλίαις τοῦ ἠθικὴν παίδευσιν προσάγοντος· πάντα δὲ ταῦτα ἄλλου χάριν γίνεται. αὐτὴ δὲ ἡ τελεία ἀρετὴ ἡ ἀνυπέρβλητος ἡ μετὰ πᾶσαν προκοπὴν συνισταμένην τέλος ἐστίν. τοῦτο τὸ τέλος μεταδιώκει πᾶς ὁ τοῦ θεοῦ δοῦλος. δ̣ ιὰ τοῦτο·" τῷ δούλῳ κυρίου τῷ Δαυίδ". ἐὰν λέγῃ" τῷ δούλῳ", οὐ μόνου τούτου τοῦ Δαυὶδ τοῦ υἱοῦ τοῦ Ἰεσσαὶ τὸ τέλος ἐστὶν τοῦτο, ἀλλὰ παντὸς τοῦ δουλεύσαντος θεῷ. ἐὰν γοῦν ἐπαινῶμέν τινα ἐπὶ γραμματικῇ καὶ λέγωμεν, ὅτι ἱκανός ἐστιν καὶ γράψαι ὡς δεῖ καὶ ἀναγνῶναι ὡς προσῆκεν καὶ ἐξηγήσασθαι ὡς ἔχει ἁρμονίας, οὐ περὶ ἐκείνου μόνου λέγομεν, ἀλλὰ περὶ παντὸς γραμματικοῦ. 231 ὅμως δὲ τὴν δουλείαν αὐτοῦ θεασώμεθα, ἵν' οὕτω καὶ τοὺς ἄλλους τοὺς ὁμοδούλους ἴδωμεν." εὗρον", φησίν," Δαυὶδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου". θελήματα τοῦ θεοῦ αἱ κατ' εἶδός εἰσιν ἀρεταί. ἡ δὲ γενικὴ ἓν θέλημα λέγεται· λέγει γὰρ ὅτι·" οὐ πᾶς ὁ λέγων με κύριε κύριε, εἰσελεύσεται, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου". ὧδε τὴν γενικὴν ἀρετὴν ἑνικῶς θέλημα ὠνόμασεν. ποιεῖ δὲ τὰς κατ' εἶδος ἀρετὰς κατὰ πάντα τὰ θελήματα τοῦ θεοῦ ποιῶν, εἴ τις ποιητής ἐστιν τῶν θεοῦ θελημάτων, εἴ τις τὰς ἐντολὰς αὐτοῦ εἰς ἔργα μεταβάλλει, εἴ τις τὰ φρονητέα ἀποβάλλει, εἰ ἡ ἀλήθεια τοῦ θεοῦ δέδεικται. οὗτός ἐστιν δοῦλος θεοῦ. καὶ ὅρα γε, βασιλεὺς ἦν ὁ ταῦτα λέγων καὶ προέκρινεν τὴν θεοῦ δουλείαν τῆς βασιλείας· μεγάλη γὰρ εὐγένειά ἐστιν τὸ εἶναι θεοῦ δοῦλον. αὐτίκα γοῦν πολλάκις εἴρηται, ὅτι τάττουσιν ἑαυτοὺς ἐν ταῖς προγραφαῖς οὕτως οἱ ἅγιοι·"̓ Ιάκωβος κυρίου τοῦ θεοῦ Ἰησοῦ Χριστοῦ δοῦλος", καί·" Παῦλος δοῦλος Χριστοῦ", καὶ Ἰωνᾶς ἐρωτώμενος·" ἐκ ποίας χώρας καὶ ποίου λαου῀̣", εἶτα λέγει·" ἐγὼ δοῦλος θεοῦ εἰμι". καὶ ὥσπερ οἱ διὰ ἀξίωμα προταττόμενοι τῶν συνταγμάτων ἑαυτῶν τὴν ἀξίαν καὶ τὸ ἀξίωμα, οὗτοι οἱ ἅγιοι ὥσπερ μεγίστην εὐγένειαν καὶ ὑπερβάλλουσαν εὔκλειαν καὶ ἀξίωμα μέγα τὴν θεοῦ δουλείαν ὁμολογοῦσιν. ὁ θεοῦ δοῦλος εἰδὼς τὸ τοῦ θεοῦ θέλημα οἶδεν καὶ τὰ ἐναντιούμενα τῷ θελήματι τοῦ θεοῦ. ἐναντιοῦται δὲ τῷ θελήματι τοῦ θεοῦ ἀσέβεια, παρανομία, πᾶν εἶδος κακίας. ἐγνωκὼς οὖν ὁ δοῦλος τοῦ κυρίου τὸ τέλος, τὴν ἐπὶ πᾶσιν ἀρετήν, ἔγνω καὶ τὴν παρανομίαν· τῶν γὰρ ἐναντίων ἡ αὐτή ἐστιν ἐπιστήμη. ὁ ἰατρικὴν ἔχων οὐ μόνον τὰ ὑγιεινὰ οἶδεν τῶν βοηθημάτων, ἀλλὰ καὶ τὰ βλαπτικά, ἵνα τοῖς μὲν χρᾶται, τὰ δὲ ἀποστρέφηται. λέγει οὖν ὁ δοῦλος τοῦ κυρίου ὁ εἰς τὸ τέλος ἀναφερόμενος τὴν ᾠδήν." φησὶν ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ". ἀμφίβολός ἐστιν ἡ λέξις. σημαίνει ἓν οὕτως·" ὁ παράνομος ἐν ἑαυτῷ φησιν τοῦ ἁμαρτάνειν"." ἐν ἑαυτῷ φησιν τοῦ ἁμαρτάνειν". πρῶτον δὲ συνκατατίθεται τῇ παρανομίᾳ καὶ τῇ ἁμαρτίᾳ καὶ οὕτως ἐπὶ τὸ πράττειν αὐτὴν ἔρχεται. ἀδύνατόν ἐστιν μὴ προδιατεθέντα κατὰ ἁμαρτίαν ἁμαρτῆσαι." φησὶν" οὖν" ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ"." ἐν ἑαυτῷ φησιν". οὕτω γὰρ αὐτὸ ἀναγνωστέον, ὡς" ἐν ἑαυτῷ φησιν ὁ παράνομος τοῦ ἁμαρτάνειν". δυνατὸν δὲ καὶ τὸ ἕτερον τῆς ἀμφιβολίας οὕτω λαβεῖν·" ὁ παράνομος ἐν ἑαυτῷ λέγει τοῦ ἁμαρτάνειν"· οἶδεν γὰρ ὅτι οὐκ ἔχει παρρησίαν ἐπὶ τῷ ἁμαρτάνειν. πᾶς ἁμαρτάνων ὅτε παρακολουθεῖ, κρύπτει τὸ κακόν· οὐδεὶς γοῦν φανεροῖ ἑαυτὸν ὅστις ἐστίν. κἂν πόρνος ᾖν καὶ θέλῃ συνσταθῆναί τισιν, οὐ θέλει ἵνα ὁ συνιστῶν αὐτὸν εἴπῃ αὐτο`̣ ν πόρνον. ἔτι οὖν πλέον κατακρίνονται, ὅτι ὃ πράττουσιν, κρύπτειν θέλουσιν. οὐδεὶς δὲ πράττων τὸ καλὸν θέλει ἀγνοεῖσθαι– κἀ´̣ ν ποτε τοῦτο ποιῇ ἀτυφίας ἕνεκα–, ἀλλὰ σπουδάζει τοιαῦτα ἔργα ἔχειν φωτιζόμενα ἐπίπροσθεν τῶν ἀνθρώπων, ἵνα δοξασθῇ ὁ πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς·" λαμψάτω" γὰρ" τὸ φῶς ὑμῶν ἔνπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσιν τὸν πατέρα τὸν ἐν τοῖς οὐρανοῖς". 2 οὐκ ἔστιν φόβος θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῦ. οὐδεὶς πρὸ ὀφθαλμῶν ἔχων τὸν θεῖον φόβον ἁμαρτάνει· ὁ γὰρ θεῖος φόβος ἀναιρετικός ἐστιν τῆς ἁμαρτίας. καταφρονούντων ἐστὶν τὸ ἁμαρτάνειν, ἔξω γενομένων τοῦ θείου φόβου. οὕτω γοῦν καὶ ἡ θεία τῶν παροιμιῶν γραφὴ εἰσάγει τὴν σοφίαν λέγουσαν·" φόβος κυρίου μισεῖ ἀδικίαν, ὕβριν τε καὶ ὑπερηφανίαν καὶ ὁδοὺς πονηρῶν". εἰ ὁ φόβος τοῦ θεοῦ ταῦτα μισεῖ, οὐδεὶς ἔχων αὐτὸν ἀδικεῖ·" φόβος" γὰρ" κυρίου μισεῖ ἀδικίαν". οὔκ ἐστιν ὑβριστής, οὔκ ἐστιν λοίδορος, οὔκ ἐστιν αὐθάδης. τὸ δὲ τῆς ὕβρεως ὄνομα ὁτὲ μὲν τὴν λοιδορίαν σημαίνει, ὁτὲ δὲ τὴν ὑψαυχενίαν καὶ ἀλαζονείαν." καὶ τὰς ὁδοὺς τῶν πονηρῶν μισεῖ ὁ τοῦ θεοῦ φόβος"." ὁδοὶ" δὲ" τῶν πονηρῶν" εἰσιν τὰ ἀσεβῆ φρονήματα, αἱ πράξεις αἱ παράνομοι. ἐπεὶ τοίνυν οὐκ ἔχει τὸν φόβον τοῦ θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν, διὰ τοῦτο ἐν ἑαυτῷ λέγει τοῦ ἁμαρτάνειν." τῷ δὲ φόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ". 3 ὅτι ἐδόλωσεν ἐνώπιον αὐτοῦ τοῦ εὑρεῖν τὴν ἀνομίαν αὐ τοῦ καὶ μισῆσαι. ἐνώπιον ἑαυτοῦ ἐδόλωσεν. κρύπτει τὸ κακὸν διὰ δόλου εἰδὼς ὅτι, ἐὰν μὴ κρύφῃ τὴν παρανομίαν δόλῳ, εὑρεθεῖσα μῖσος ἐνεργάζεται τῷ εὑρηκότι καὶ ἐγνωκότι αὐτήν. ἵν' οὖν μὴ μισηθῇ διὰ τὴν παρανομίαν, κρύπτει αὐτὴν δόλῳ̣· ὁ γὰρ εὑρὼν αὐτὴν μισεῖ. 232 οἶδας ὅτι καὶ ἐπισκιάζουσιν πολλάκις τοῖς κακοῖς ἔργοις πιθανότητας, ἵνα λανθάνωσιν. οἷον οἱ ψευδοπροφῆται" λύκοι ἅρπαγες" κατὰ τὴν γνώμην ὄντες ἐπιφέρονται δορὰν προβάτου, ἵνα πρόβατα νομισθῶσιν. ἐξ οὗ δὲ θέλουσιν πρόβατα γνωσθῆναι, φανερόν, ὅτι μισοῦσιν τὸν λύκειον τρόπον· ἀλλὰ κρύπτουσιν αὐτόν· ἐὰν γὰρ εὑρεθῇ, μῖσος ἐνεργάζεται. οὐδεὶς δὲ οὕτως ἠλίθιός ἐστιν ὥστε λέγε̣ ιν̣·" φιλῶ τὴν ἀνομίαν καὶ μισῶ τὴν εὐσέβειαν"– ἐχόμενος γὰρ αὐτῆς καὶ ἡδόμενος ἐνεργεῖν αὐτὴν οὐ θέλει αὐτὴν μισῆσαι–· ἐὰν γὰρ φανερωθῇ, δείκνυται ὅτι καὶ κόλασιν ἐπιφέρει. 4 τὰ ῥήματα τοῦ στόματος αὐτοῦ ἀνομία καὶ δόλος. τὰ ῥήματα ἃ προφέρει, ἄνομα καὶ δόλιά ἐστιν. εἰ δὲ ἠθικῶς ἁμαρτάνει ἀκολασταίνων, ὀργιζόμενος, ἀδικῶν, ἀνομίαν ἐ´̣ χ̣ ει τὰ ῥήματα. εἰ δὲ ψευδοδοξεῖ, δόλον αὐτὰ ἔχει· δολιοῖ γάρ, ἵνα μὴ φανῇ τὸ ἀσεβὲς τῶν ῥημάτων αὐτοῦ καὶ καταπατηθ̣ ῇ αὐτὰ καὶ ἀποστραφῇ τις αὐτά. ἐπερ· οὐκ εἶπεν τὴν" παρανομίαν";– ἡ παρανομία καὶ ἀνομία ἐστίν, οὐ πάντως δὲ ἡ ἀνομία καὶ παρανομία ἐστίν. εἰ παρὰ τὸν νόμον γίνεται, ἔξω τούτου γίνεται ὁ ἐν εργῶν αὐτήν, ἀνομία ἐστίν. εἰ δὲ λαβὼν τὸν νόμον παρανομεῖ, παρὰ τὸν νόμον πράττει, παρανομία ἐστίν. ἡ παρανομία οὖν καὶ ἀνομία ἐστίν, οὐ πάντως δὲ ἡ ἀνομία καὶ παρανομία ἐστιν. ἐκ τῆς ἕξεως κρίνεται ὁ παρὰ τὸν νόμον ποιῶν καὶ μαχόμενα τῷ νόμῳ πράττων, ὅσον ἧκεν εἰς τὰς πράξεις. ἐὰν μέντοι τὴν διάθεσιν τοῦ ἐνεργοῦντος ἴδωμεν, καὶ ὁ μὲν νόμον εἰληφὼς μὴ πράττῃ κατ' αὐτόν, παρανομεῖ. ἐὰν δὲ πάλιν νόμου πεῖραν– γραπτοῦ λέγω–, ἀνομεῖ μόνον." ὅσοι", φησίν," ἐν νόμῳ ἥμαρτον"· οἱ ἐν νόμῳ ἁμαρτάνοντες παράνομοί εἰσιν." ἀνόμως ἁμαρτάνουσιν" οἱ νόμον μὴ ἐσχηκότες. ὅμως τὸ πραττόμενον ἓν καὶ ταὐτόν ἐστιν. ἐκ τῆς προαιρέσεως καὶ διαθέσεως τοῦ ἐνεργοῦντος τὴν διαφορὰν λαμβάνω ὥστε ὁτὲ μὲν ἀνομίαν, ὁτὲ δὲ παρανομίαν καλεῖσθαι. 4 οὐκ ἠβουλήθη συνιέναι τοῦ ἀγαθῦναι. ἵνα μή τις νομίσῃ, ὅτι φύσις ἐστὶν ἡ διαστέλλουσα δοῦλον θεοῦ ἀπὸ παρανόμου καὶ τὸν σπουδαῖον ἀπὸ τοῦ φαύλου, τῇ προαιρέσει ἀνέθηκεν ἀμφότερα καὶ λέγει, ὅτι ἐπὶ τῆς ἑαυτοῦ βουλήσεως ἢ κακὸς ἢ σπουδαῖός ἐστιν·" οὐκ ἐβουλήθη". ἄλλος δὲ βούλεται συνιέναι τοῦ ἀγαθῦναι. ὁ σπουδαῖος βούλεται αὐτὸ τοῦτο ἀγαθὰ πράττειν. πάλιν ὁ μὴ ἐν τούτοις ὢν βουλήσει τῇ ἑαυτοῦ ἔξω τούτων γέγονεν. τὸ αὐτεξούσιον οὖν κατασκευάζει ὁ λόγος καὶ τὸ αὐτόνομον καὶ ἐλεύθερον τῆς προαιρέσεως, ὅτι οὐδεὶς ἐκ κατασκευῆς παράνομός ἐστιν, οὐδεὶς ἀγαθὸς κατ' οὐσίαν ἐστίν· πάντες γὰρ ὁμοούσιοί ἐσμεν οἱ ἄνθρωποι. παρὰ δὲ τὴν ἡμετέραν αἵρεσιν ἢ φυγὴν ἢ φαῦλοι ἢ σπουδαῖοί ἐσμεν. 5 ἀνομίαν ἐλογίσατο ἐπὶ τῆς κοίτης αὐτοῦ. τοῦτο λέγει ὅτι οὐ μόνον, ὅτε πρόεισιν καὶ ἐνεργεῖ, τὰ ἄνομα ἐργάζεται, ἀλλὰ καὶ ἐπὶ τῆς εὐνῆς ῥεριμμένος ἀνομίαν λογίζεται, δέον μιμήσασθαι ἐκεῖνον τὸν ἄνδρα τὸν μακαριζόμενον τὸν ἡμέρας καὶ νυκτὸς μελετῶντα τὸν νόμον τοῦ κυρίου·" ἀλλ' ἢη ἐν τῷ νόμῳ κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός". ὁ ἡμέρας̣ καὶ νυκτὸς μελετῶν τὸν νόμον κυρίου οὐ λογίζεται ἀνομίαν ἐπὶ τῆς κοίτης αὐτοῦ ἀλλὰ τὸν νόμον. εἴρηται υ῾̣ πὸ τοῦ ἱεροφάντου Μωσέως ἐκ προσώπου τοῦ θεοῦ·" καὶ ἔσται πάντα τὰ ῥήματα ταῦτα, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἐν τῇ καρδίᾳ σου καὶ ἐν τῇ ψυχῇ σου". εἶτα·" πορευόμενος ἐν ὁδῷ, κοιταζόμενος, διανιστάμενος". εἰ λαλεῖ τὰ τοῦ θεοῦ ῥήματα καὶ κοιταζόμενος, οὐ λογίζεται ἀνομίαν ἐπὶ τῆς κοίτης αὐτοῦ. δυνατὸν καὶ τὸ σῶμα κοίτην εἰπεῖν τῆς ψυχῆς. κἂν ἐν σώματι ᾖν ἡ ψυχή, ἀλλὰ μελετᾷ ἤδη ἐκτὸς αὐτοῦ γενέσθαι, ὑπωπιάζουσα τὸ σῶμα καὶ δουλαγωγοῦσα. οὕτω γοῦν περὶ τῶν οὕτως γνώμης ἐχόντων λέγεται·" οὐκ ἐστὲ ἐν σαρκί". καίτοι εἶχαν σάρκα, ἀλλ' οὐκ ἦσαν ἐν τῷ φρονήματι τῆς σαρκός. καὶ ἔτι" τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν". καὶ ἔ τι·" οἱ δὲ ἐν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται". ἐὰν περὶ ταύτης τῆς σαρκὸς λέγῃ, πάντες οἱ ἅγιοι ἐν αὐτῇ ὄντες ἤρεσαν θεῷ. ἀλλ' ἐν τῷ φρονήματι τὸ φρονεῖν κατὰ σάρκα, τὸ ὅλος ἐκ σαρκὸς ἠρτῆσθαι, λοιπὸν σάρκινος γενέσθαι. τίς δέ ἐστιν ὁ σάρκινος γινόμενος ἢ ὁ πωλῶν ἑαυτὸν τῇ ἁμαρτίᾳ̣;" ἐγὼ δὲ σάρκινός εἰμι πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν"." ἀνομίαν διελογίσατο ἐπὶ τῆς κοίτης αὐτοῦ". κατὰ τὴν ἀναγωγήν· ὥσπερ ἐν κοίτῃ τῷ σώματι ἀνομίαν ἐλογίσατο. ἔδει δὲ ἐπὶ τῆς κοίτης ταύτης μένοντα ἀποδύρεσθαι ἑαυτὸν καὶ 233 οἰκτίζεσθαι, ὅτι ἐν τῷ λογίζεσθαί ἐστιν παρανομία, ὥστ' ἀνειπεῖν·" ἐν δάκρυσίν μου τὴν στρωμνήν μου βρέξω". μετανοοῦντος ἡ φωνή· ὁ δὲ μετανοῶν οὐ λογίζεται ἀνομίαν. καὶ περὶ ἄλλων εἴρηται ἐν τῷ Μιχαίᾳ τῷ προφήτῃ·" ἐγένετο λογιζόμενος κακὰ ἐπὶ τῆς κοίτης αὐτοῦ καὶ ἅμα τῇ ἡμέρᾳ συνετέλει αὐτά". διασκέπτονται ἐν ταῖς νυξὶν πολλάκις περὶ παρανομημάτων καὶ ἅμα τῇ ἡμέρᾳ συντελοῦσιν αὐτά. δέον δέ, εἰ καὶ γέγονέν ποτε ἐπὶ τῆς κοίτης παρανομία, κατανυγῆναι· τοῦτο γὰρ ὁ λόγος προστάττει·" ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε· ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ τῆς κοίτης ὑμῶν κατανύγητε". ἐὰν γὰρ κατανυγῆτε, οὐκ εὑρίσκει τόπον ὁ διάβολος. 5 παρέστη ὁδῷ πάσῃ οὐκ ἀγαθῇ, κακίᾳ δὲ οὐ προσώχθισεν. πᾶσαν ἀγαθὴν ὁδὸν ἐξετράπη. ὁδοὶ δέ εἰσιν αἱ ἀρεταί. ἀμέλει γοῦν πρὸς τὸν Ἐλύμαν τὸν μάγον ὁ ἀπόστολος λέγει·" οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς κυρίου τὰς εὐθείας"; εὐθεῖαι καὶ ἀγαθαί εἰσιν. εὐθεῖαι δὲ λέγονται αἱ ἀρεταὶ τῷ μεσότητες εἶναι· ἐν εὐθείᾳ γὰρ οὐκ ἔνι παρέκκλισις." ὁδοὺς τὰς ἐκ δεξιῶν οἶδεν ὁ θεός, διεστραμμέναι δὲ αἱ ἐξ ἀριστερῶν". εὖ δὲ καὶ τὸ φάναι" οὐκ ἀγαθῇ"· οὐ γὰρ εἶπεν" πονηρᾷ". οὐ πάντως τὸ οὐκ ἀγαθὸν κακόν ἐστιν. ἀδύνατόν ἐστιν παραστῆναί τινα πάσῃ ὁδῷ κακῇ τῷ ἐναντιότητας εἶναι καὶ περὶ κακίας. οὐ δύναται ὁ δειλὸς καὶ θρασὺς εἶναι οὐδὲ ὁ ἀσεβὴς δεισιδαίμων. οὐκ ἀγαθὰ οὖν εἰσιν ταῦτα. τῇ ἀποφάσει τὰ αὐτά εἰσιν, τῇ δὲ καταφάσει οὐ τὰ αὐτά." τῇ κακίᾳ οὐ προσώχθισεν". 6 κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου, καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν. περὶ τῶν τὴν γῆν οἰκούντων κατὰ τὸ φρόνημα λέγομεν," τῶν τὰ ἐπίγεια φρονούντων", οὓς αἰτιώμενος ὁ θεὸς λόγος ἐν τῷ προφήτῃ Ἰερεμίᾳ λέγει·" ἐβαθύνατε εἰς τὴν γῆν κάθισιν", εἰ οἷόν τέ ἐστιν, καὶ κατωτέρω τῆς γῆς θέλετε εἶναι, οὐδὲν ἀνηγμένον διανοούμενοι, οὐκ ἔχοντες" τὸ πολίτευμα ἐν οὐρανοῖς", οὐκ ἐκεῖ τὴν καρδίαν ἔχοντες πρὸς τοὺς λέγοντας·" ἀναλάβωμεν καρδίαν ἡμῶν πρὸς ὑψηλὸν ἐν τῷ οὐρανῷ". λέγεται οὖν περί τινων πάλιν καὶ τοῦτο·" αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου, εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς". καὶ Μωυσῆς δὲ ἐν ἐπινικίῳ ᾠδῇ τῇ κατὰ Φαραὼθ καὶ τῶν μετ' αὐτοῦ ἔλεγεν·" ἐξέτεινας τὴν δεξιάν σου, καὶ κατέπιεν αὐτοὺς γῆ". καίτοι οὐ γῆ αὐτοὺς καταπεπώκει κατὰ τὴν ἱστορίαν ἀλλὰ ὕδωρ. εἴρηται γοῦν·" εὐθὺς ἔδυσαν ὡσεὶ μόλιβος ἐν ὕδατι σφοδρῷ". κἂν γοῦν ἐκτείνῃ ὁ θεὸς κατὰ τῶν φαύλων τὴν δεξιάν, καταπίνονται ἐκ τῆς γῆς, ὅλοι γήινοι γίνονται, παραδίδονται" εἰς πάθη ἀτιμίας"," ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν" παραδίδονται, λατρεύειν" τῇ κτίσει παρὰ τὸν κτίσαντα"." ἐν τῷ οὐρανῷ" οὖν ἐστιν" τὸ ἔλεος" αὐτοῦ·" ποιεῖς" γὰρ" ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσίν σε". ὥσπερ διά τινος κλίμακος τοῦ ἐλέου εἰς τὸν οὐρανὸν ἀναβαίνει· ἡ φύσις γὰρ τοῦ ἐλέους τοῦ θεοῦ οὔκ ἐστιν τῶν κάτω ἀλλὰ ἄνω ἐστίν. κἄν ποτε οὖν γίνηται ἐν τῇ γῇ, τουτέστιν ἐν τοῖς ἀνθρώποις, ἡ ἀγαθότης τοῦ θεοῦ– εἴρηται γάρ·" τοῦ ἐλέους κυρίου πλήρης ἡ γῆ"–, ἀναβιβάζονται οἱ ἐλεώμενοι ὑπ' αὐτοῦ τοῦ ἐλέου εἰς τὸν οὐρανόν." καὶ ἕως τῶν νεφελῶν", φησίν," ἡ ἀλήθειά σου". οὐ προσεκτέον τοῖς αἴρουσιν τὴν πρόνοιαν ἀπὸ τῆς γῆς καὶ λέγουσιν αὐτὴν περιορίζεσθαι μέχρι τῶν σελήνης ὅρων διὰ τοῦ εἰπεῖν·" ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν". νεφέλαι εἰσὶν οἱ προφῆται διακονοῦντες ἡμῖν πνευματικὸν ὑετόν, ἀφ' οὗ πνευματικοῦ ὑετοῦ ἀρδεύεται ὁ τοῦ θεοῦ παράδεισος, ὁ σπόρος ὁ πεσὼν εἰς καλὴν γῆν, ὃν ἔβαλεν Ἰησοῦς ὥστε ἑκατονταπλασίονα γενέσθαι καὶ ἑκατὸν καὶ ἑξήκοντα καὶ τριάκοντα. ἕως οὖν τού των τῶν νεφελῶν τῶν διακονουσῶν τὸν πνευματικὸν ὑετόν, περὶ ὧν εἴρηται·" αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην", ἡ ἀλήθεια τοῦ θεοῦ ἐστιν. εἴ τίς ἐστιν νεφέλη δυνάμενος πνευματικὸν ὑετὸν καὶ δικαιοσύνην ῥεῖν, ἐκεῖνος ἔχει τη`̣ ν θεοῦ ἀλήθειαν. 7 ἡ δικαιοσύνη σου ὡς ὄρη θεοῦ. πολυτρόπως τὰ ὄρη τοῦ θεοῦ ἑρμηνεύεται κατὰ τὴν γραφήν. ὅταν λέγῃ·" φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων"," ὄρη αἰώνια" λέγει τοὺς ἁγίους τοὺς σκοποῦντας οὐκέτι τὰ βλεπόμενα πρόςκαιρα ὄντα, ἀλλὰ τὰ μὴ βλεπόμενα τυγχάνοντα αἰώνια." ἐγγίσατε ὄρεσιν αἰωνίοις". τὰ ὄρη ταῦτα τὰ αἰςθητὰ οὔκ εἰσιν αἰώνια. εἰ δὲ παράγει ἡ γῆ καὶ ὁ οὐρανός, ἐκβράσματα καὶ μέρη τῆς γῆς, τὰ ὄρη, σὺν αὐτῇ ἀπέρχονται, παράγουσιν σὺν αὐτῇ, ὥστε οὔκ εἰσιν ἐκεῖνα αἰώνια. ὅ234 σοι δὲ σκοποῦσιν τὰ αἰώνι̣ α̣, τὰ μὴ βλεπόμενα, τὰ ὑπέρτερα, τὰ ἀνωτάτω, ἐκεῖνοι ὄρη εἰσὶν δίαρμα πολιτείας ἔχοντες, ὕψος ἔχοντες φρονήματος εὐσεβοῦς." ἐνγίσατε" οὖν" ὄρεσιν αἰωνίοις", τῇ διαθέσει ἐνγίσατε, τὸ αὐτὸ ὑψηλὸν φρόνημα ἐκείνοις ἀναλάβετε." ἡ δικαιοσύνη" οὖν" ἡ σὴ ὡς τὰ ὄρη" εἰσὶν" τοῦ θεοῦ". ἡ δικαιοσύνη ἡ ἐν ἀνθρώποις ὅταν αὐξήσῃ τοὺς ἔχοντας αὐτήν, ὁμοιοῖ αὐτοὺς τοῖς ὄρεσιν τοῦ θεοῦ. δύναται δὲ ὄρη θεοῦ εἰπεῖν κατὰ ἄλλην διάνοιαν τὰ ὑπέρτερα πάντα, εἰς ἃ ἀπέμεινεν τὰ ἐνενήκοντα ἐννέα πρόβα τα, ὅτε ἦλθεν ὁ Ἰησοῦς σῶσαι τὸ α᾿̣ π̣ οσφαλὲν ἀπὸ τῶν ὀρῶν, τὸ καταπεσὸν ἐκεῖθεν καὶ ἐν πλάνῃ καὶ διώξει καὶ θανάτῳ γεγενημένον." ἐνγίσατε" οὖν" ὄρεσιν αἰωνίοις", τῇ διαθέσει ἐνγίσατε, τὸ αὐτὸ ὑψηλὸν φρόνημα ἐκείνοις ἀναλάβετε." ἡ δικαιοσύνη" οὖν" ἡ σὴ ὡς τὰ ὄρη" ἐστὶν" τοῦ θεοῦ". ἡ δικαιοσύνη ἡ ἐν ἀνθρώποις ὅταν αὐξήσῃ τοὺς ἔχοντας αὐτήν, ὁμοιοῖ αὐτοὺς τοῖς ὄρεσιν τοῦ θεοῦ. δυνατὸν δικαιοσύνην τοῦ ἐπιδημήσαντος σωτῆρος κατ' ἄλλον λόγον εἰπεῖν οὓς ἔσωσεν." τὸν μὴ γνόντα" γὰρ" ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵν' ἡμεῖς γενώμεθα δικαιοσύνη θεοῦ ἐν αὐτῷ". οἱ γενάμενοι δικαιοσύνη θεοῦ ε᾿̣ ν τῷ γεναμένῳ ὑπὲρ ἡμῶν ἁμαρτία ὡς τὰ ὄρη εἰσὶν τοῦ θεοῦ, ὡς οἱ ἄγγελοι, ὡς οἱ ἀρχάγγελοι· ἡνώθησαν γὰρ τῇ ἄνω κτίσει." κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου, καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν". ἑτέρως ὁ θεὸς ἐλεᾷ καὶ ἑτέρως ἄνθρωποι. τὸ ἔλεος γ̣ ο̣ ῦν τὸ ὑπ' ἀνθρώπων γινόμενον καὶ ἡ εἰς τὸν πλησίον εὐεργεσία ἀνθρωπίνη ἐστίν· ἴσασιν γὰρ ἀνθρωπίνως βοηθεῖν καὶ τρέφειν καὶ τὰ ἄλλα ποιεῖν, καί ἐστίν γε ὁ ἔλεος οὗτος πλησιάζων τῇ γῇ, τουτέστιν τοῖς ἀνθρωπίνοις. ἐλεῶν δὲ θεὸς μετεωρίζει τοὺς μετεωριζομένους ὥστε εἰς οὐρανὸν ἀναφέρειν." ἐν τῷ οὐρανῷ" γοῦν" τὸ ἔλεός σου". δύναται δὲ καὶ τοῦτο ὅτι· ἐλεῶν οὐκ ἀνθρωπίνως ἐλεᾷς· εἰ γὰρ καὶ" δίδως τροφὴν πάσῃ σαρκί", εἰ καὶ ὑγίειαν τοῖς νοσοῦσιν παρέχεις, ἄλλ' ἐστιν αὕτη ἡ δικαιοσύνη οὐ τοῦ οὐρα νοῦ ἁπτομένη. καὶ ἵνα σαφέστερον φράσω· τὰ ἁπτόμενα δωρεᾷ θεοῦ οὐ μόνον δικαίων, ἀλλὰ καὶ φαύλων, καὶ λογικῶν καὶ ἀλόγων, οὔκ ἐστιν οὐράνια. ἐκεῖνα δὲ μόνα τοῦ οὐρανοῦ εἰσιν καὶ εἰς τὸν οὐρανὸν ξεναγοῦσιν, ἅ ἐστιν ἀγαθὰ ἀληθῶς ουρ ανιοσπουδη. καὶ ἐν ἑτέρῳ
10
τὸν ἔλεον, ὃς ἁρ̣ μόζει τοῖς ἐπὶ γῆς. ὃν δὲ" ποιεῖ εἰς χιλιάδας τοῖς ἀγαπῶσιν" τὸν ἔλεον, οὐράνιός ἐστιν καὶ εἰς οὐρανὸν ἀναβιβάζει. δυνατὸν δὲ οὐρανὸν ἐνταῦθα εἰπεῖν τὴν λογικὴν οὐσίαν, τὴν νοερὰν ὕπαρξιν· οὕτω γὰρ ἐξειλήφασίν τινες καὶ τό·" ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν", τῆς γῆς σημαινούσης τὴν σω̣ ματικωτέραν ὕπαρξιν καὶ οὐσίαν, τοῦ δὲ οὐρανοῦ τὴν λογικήν. λέγεται γοῦν καὶ ἐν ἄλλοις·" ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ κυρίῳ". καὶ δύναται οὐρανὸς εἶναι οὐχ οὗτος ὁ φαινόμενος οὐκ ὁ ἐν ὄψει ἡμῶν μόνος ἀλλὰ πᾶς. ὁ ἑπτὰ δὲ σχιζόμενος" οὐρανὸς τοῦν οὐρανοῦ" ἡ θεικὴ κατάστασις· λέγεται γὰρ ἐν οὐρανῷ ὁ θεὸς εἶναι οὐχ ὅτι ἐν τόπῳ ἐστίν. λέγεται γοῦν ἐν εὐαγγελίῳ·" οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου". κατέβη δὲ μόνος Ἰησοῦς ἐκ τοῦ ἀληθῶς οὐρανοῦ, τουτέστιν τῆς καταστάσεως τῆς ἁρμοζούσης θεῷ, τῆς ὡσανεὶ περιωπῆς τοῦ θεοῦ. ἀμέλει γοῦν ὁ διάβολος ἐν οὐρανῷ τυγχάνων ἦν· ἐκεῖ θεν γὰρ ἐξέπεσεν μετὰ τῶν βλασφημησάντων καὶ ἐπαρθέντων. λέγεται γοῦν πρὸς αὐτόν·" σὺ εἶπας· εἰς τὸν οὐρανὸν ἀναβήσομαι". ἐν τῷ οὐρανῷ ὤν, πῶς ἐν τῷ οὐρανῷ ἀναβαίνει; ἐν τῷ οὐρανῷ ἦν, ἐν ᾧ καὶ ἄλλαι θεῖαι καὶ μακάριαι οὐσίαι εἰσίν. φαντασίαν δὲ καὶ ἐπιθυμίαν ἔλαβεν τοῦ θεὸς εἶναι. δοκῶν" ὅμοιος τῷ ὑψίστῳ" γενήσεσθαι τὴν πρὸς τὸν ὕψιστον ὁμοίωσιν οὐρανὸν ὠνόμασεν. μόνος οὖν ὁ θεὸς ἐν αὐτῷ τῷ λεγομένῳ οὐρανῷ ἐστιν, οὐχ ὅτι τόπος ἐστὶν ἢ σῶμά τι ἢ ποίημα, ἀλλὰ κατάστασις, ὡσανεὶ κατάστασις θεοῦ, περιωπὴ θεοῦ. ὁ ἐπιθυμίαν οὖν λαβὼν τοῦ ἔσεσθαι θεὸς ματαίαν ἔδοξεν, ὅτι οἷός τέ ἐστιν" ἀναβῆναι ἐπάνω τῶν νεφελῶν καὶ θεῖναι τὸν θρόνον αὐτοῦ ἐπάνω τῶν ἄστρων καὶ γενήσεσθαι ὡς ὁ ὕψιστος". διὰ τοῦ ὅλως εἰπεῖν·" ἔσομαι ὅμοιος τῷ ὑψίστῳ", ἔδει αὐτὸν ἔννοιαν λαβεῖν ὅτι ἡ τοῦ ὑψίστου ὁμοίωσις οὐκ ἐπὶ μέλλοντί ἐστιν. ἄπειρον δὲ φέρει τὴν αὐτὴν ὕπαρξιν, ἐξ ἀπείρου καὶ ἐπ' ἄπειρον ὁ αὐτός ἐστιν, ἄναρχος καὶ ἀτελεύτητός ἐστιν. ὁ δὲ λέγων" ἔσομαι" ἔδειξεν ὅτι τέως οὐκ ἐ´̣ σ̣ τ̣ ιν. ὁ δὲ μὴ ὢν τὸ οὕτω θεὸς οὐδὲ γενήσεταί ποτε. μέχρις οὖν ἐπιθυμίας ἔστη αὐτῷ τὸ πρᾶγμα̣, καὶ ἐξέπεσεν καὶ τοῦ παρόντος· ἦν γὰρ ἄλλως ἐν οὐρανῷ, καὶ εἰπών·" εἰς 235 τὸν οὐρανὸν ἀναβήσομαι", ἐξέπεσεν ἐκ τοῦ εἶχεν οὐρανοῦ·" πῶς" γὰρ" ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωὶ ἀνατέλλων"; διὰ τοῦ εἰπεῖν·" πῶς ἐξέπεσεν"; ἔδειξεν ἐν οὐρανῷ εἶναι αὐτόν, τῷ δὲ λέγειν·" εἰς τὸν οὐρανὸν ἀναβήσομαι καὶ ἔσομαι", ἔδειξεν ὅτι ἐν οὐρανῷ ἄλλῳ ἐπόθησεν γενέσθαι. καταλλήλως τῷ οὐρανῷ καὶ τὰς νεφέλας ἐκλαβεῖν προσήκει. ἐλέγομεν χθές, ὅτι θείας φύσεις σημαίνει πολλάκις τὸ τῶν νεφελῶν ὄνομα· ὅταν γὰρ λέγῃ θεὸς περὶ τοῦ Ἰσρα̣ ὴλ ὡς ὄντος ἀμπελῶνος, καὶ ὅτι ἀντὶ σταφυλῆς ἤγαγεν ἀκάνθας– ἀντὶ τοῦ καταλλήλου καρποῦ ἤνεγκεν ἐπιθυμίας αἰσχράς· ταύτας δὲ ἀκάνθας εἶπεν ὁ σωτήρ–, λέγει ὅτι·" ἐντελοῦμαι ταῖς νεφέλαις τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν". ὁ ὑετὸς δὲ οὗτος οὐκ αἰσθητός ἐστιν, ὅθεν οὐδὲ αἱ ῥέουσαι εἰς αὐτὸν νεφέλαι. εἴρηται γοῦν·" αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην". δικαιοσύνη δὲ ῥεῖ καὶ κατέρχεται οὐκ ἀπὸ αἰσθητῶν νεφῶν. καὶ παράδοξον ἐρῶ· ἔστιν τις ἀλήθεια, ἥτις οὐ προηγουμένως οἰκεῖ παρὰ θεῷ. λέγει Παῦλος·" ἔστιν ἀλήθεια τοῦ Ἰησοῦ ἐν ἐμοί", ὡς οὔσης ἄλλης ἀληθείας, ἥτις οὐ κυρίως τοῦ Ἰησοῦ λέγεται· πάντα̣ μὲν γ̣ ὰρ αὐτοῦ ἐστιν, πάντων δημιουργός ἐστιν. τὰ δὲ δημιουργήματα αὐτοῦ ἐπιστητὰ ὄντα ἔχουσιν ἐπιστήμην ἐνκ̣ ε̣ ι̣ μένην καὶ ἀλήθειαν, ἥν τις δύναται λαμβάνειν ἀπὸ τῶν ἐπιστητῶν. ἔστιν οὖν ἀλήθεια, φέρε, ἐν γραμματικῇ καὶ ἐν γεωμετρίᾳ καὶ ἐν ταῖς ἄλλαις ἐπιστήμαις. οὐκ ἐκείνην τὴν ἀλήθειαν τέως τοῦ Ἰησοῦ λέγει, οὐχ ὅτι οὔκ ἐστιν καὶ αὐτὴ αὐτοῦ· τὰ γὰρ ἐπιστητά, ἐν οἷς ἡ ἐπιστήμη καὶ ἡ ἀλήθεια, αὐτοῦ δημιουργήματά ἐστιν. καὶ λέγω· κατασκευαζέτω μηχανικός τις ὡρολόγιον. ἔστιν πάντως ἐν τῷ κατασκευασθέντι ἐπιστήμη καθ' ἣν γέγονεν· σχὼν γὰρ ἐπιστήμην μηχανικὴν κατεσκεύασεν αὐτό. καὶ ἔστιν ἀ λήθεια ἐν τῇ κατασκευῇ, ὅταν οὕτως ἔχῃ τὰς ἀναλογίας, καθ' ἃς γίνεται ἄμεμπτον ὡρολόγιον. ἐάν τις τοίνυν ἐκείνην λάβῃ τὴν ἐπιστήμην ἀπὸ τοῦ φαινομένου ὡρολογίου ἐκείνου, τοῦ κατασκευάσαντος τὴν ἐπιστήμην ἔσχεν. καὶ ἔστιν γε μέσον τὸ ὡρολόγιον τῶν δύο τούτων ἕξεων τοῦ τε πεποιηκότος καὶ τοῦ ἐξ αὐτοῦ γεναμένου ἐγνωκότος αὐτόν. δῶμεν διὰ παραδείγματος· οἱ ἐπιστήμονες ὄντες, ἃ γιγνώσκουσιν, οὐχ ᾗ τοιοῦτοί εἰσιν, ἀλλ' ᾗ σπεύδουσιν εἶναι τοιοῦτοι, καὶ ὡς ταὐτὰ γιγνώσκουσιν, ὅταν εἰς αὐτὸ τὸ τέρμα καὶ τέλος τῆς ἐπιστήμης ἀναβῶσιν. ἐκείνη οὖν ἡ ἐπὶ πᾶσιν προκοπὴ γνῶσις καὶ ἀλήθεια τοῦ ἐπιστήμονος ῥηθείη, οὐχ ὅτι οὔκ ἐστιν θεοῦ καὶ εἰσαγωγική· αὐτῆς γὰρ ἕνεκα αὕτη παραλαμβάνεται. ἡ πρωτότυπος καὶ πᾶσα ἰδέα τῆς ἀληθείας ὁ σωτήρ ἐστ̣ ι̣ ν. μετέχειν δὲ τῆς ἀληθείας ταύτης δυνατόν. ὁ μετασχὼν ἕξιν ἔλαβεν καλουμένην ἀλήθειαν, περὶ ἧς ὁ ἅγιος εἶπεν·" ἔστιν ἀλήθεια ἐν ἐμοί", καί·" οὐκ ἔκρυψα ἐν τῇ καρδίᾳ μου τὴν ἀλήθειάν σου". αὕτη ἡ ἀλήθεια γέγονεν διὰ τοῦ τῆς ἀληθείας διὰ τοῦ πρωτοτύπου σφραγιστῆρος γενέσθαι τὴν ἐν κηρῷ ἢ ἄλλῳ τινὶ σφραγῖδα γενομένην. ἀμέλει γοῦν καὶ περὶ ἄλλης ποιότητος τῆς, ἵν' οὕτως εἴπω, ἀνθρωπικωτέρας διαφ̣ ορά τις ἔτι εὑρίσκεται. ἡ ποιότης αὐτὴ καθ' ἑαυτὴν οὐ δέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον. ἡ δὲ ἐν τῷ ποιῷ δέχεται. οὐ ταὐτὸν δὲ τὸ ε᾿̣ πιδεχόμενον καὶ τὸ μὴ ἐπιδεχόμενον. ἄλλη πως καὶ οὐκ ἄλλη ἐστίν. εἰ δὲ ἐν ἕξει καὶ διαθέσει γέγονεν, δέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον. αὐ τὴ δὲ δύναται καθ' ἑαυτὴν θεωρεῖσθαι· οὐδὲ γὰρ ὁ ἀκριβῶς θέλων ἰδεῖν ποιότη̣ τα ἐκ τοῦ ποιοῦ λαμβάνει αὐτὴν ταύτην, ἀλλ' ἐξ αὐτῆς τὸ ποιὸν γιγνώσκει οὕτω πεποιωμένον. 7 τὰ κρίματά σου ἄβυσσος πολλή. ἐν τοῖς ἀνθρώποις πολλὴ εὑρίσκεται ἡ διαφορὰ καὶ τῶν ἔξω̣ θεν προσπιπτόντων καὶ τῶν ἀπὸ διαθέσεως τῆς αὐτῶν. ἔστιν εὑρεῖν ἐκ τῶν ἔξωθεν διαφοράν. οἱ μέν εἰσιν πλούσιοι, οἱ δ̣ ὲ πένητες, ἕτεροι ἄρχοντες, ἄλλοι ὑπήκοοι, ὑγιαίνοντες, νοσώδεις. λοιπὸν καὶ περὶ τὰ ἐπιτηδεύματα ταὐτά· ὡσανεὶ ψυχικῶς εἰσιν ὀξεῖς καὶ βραδεῖς τὴν φύσιν, καὶ ἕτεροι ἐπιτρεπῶς ἔχοντες πρὸς ἀρετὴν καὶ ἄλλοι πρὸς κακίαν. καὶ τούτων πολλή ἐστιν διαφορά· οὐδεὶς γὰρ ἀνθρώπων ἐν τελείᾳ ἀρετῇ ἐστιν, κἄν τις ἐπὶ ταύτην σπεύδῃ, κἂν προκόπτῃ κατ' αὐτήν. ἔνθα δὲ τὸ μᾶλλον καὶ τὸ ἧττον, ἀπειρία πολλή. ὡσαύτως καὶ ἡ κακία. καὶ καλὸν εἰπεῖν, ἡ ἀρετὴ δεχομένη τὸ μᾶλλον καὶ τὸ ἧττον ἐλεύσεταί ποτε εἰς τὸ τέλος, ὅτε οὔκ ἐστιν σπουδαῖος σπουδαίου μᾶλλον, σοφὸς σοφοῦ μᾶλλον. ἡ δὲ κακία ἀεὶ ἐν ἀπειρίᾳ ἐστίν. οὐκ ἔχει τέλος ὅλως· πῶς γὰρ οἷόν τε ἑ`̣ ν̣ τέλος εἶναι τῆς κακίας αὐτῆς ἀσυμφώνου καὶ διαφόρου οὔσης; ἐν ὑπερβολῇ καὶ ἐνλείψει ἀπειρία ἐστίν, ἐν δὲ μεσότητι λαμβάνεταί τι τέλος ὡρισμένον. ἐπεὶ τοίνυν οὐκ ἔχομεν εἰπεῖν ἡμεῖς οἱ ἄνθρωποι, κἂν– μὴ γὰρ δοκοῦσιν ἔχειν γνῶσιν–, ἱνατί ὅσδε πένης ἐστὶν 236 καὶ ἄλλος πλουτεῖ· οἷον γὰρ ἐὰν εἴπῃς· ἔχει ἀκαταλημψίαν τινά. πολλάκις λέγομεν, ὅτι ὁ θεὸς θεωρῶν ὅτι ὅσδε πλούτου τυχὼν ἢ ἀξιώματος ὑπεραίρεται καὶ καταπατεῖ πάντας, οὐ δίδωσιν αὐτοῖς, καὶ εὑρίσκομεν τοιούτους πατοῦντας ἐξανισταμένους κατὰ πάντα ἔχοντας πλοῦτον. ὁμοίως καὶ ἐπὶ ὑγιείας καὶ ἐπὶ τῶν τῆς ψυχῆς κινημάτων τὴν τούτων διαφορὰν λέγομεν ὅτι κρίσει θεοῦ γίνεται. καὶ ὅτι κρίσει θεοῦ γίνεται, ἀπὸ τοῦ εὐαγγελίου λάβωμεν τὴν λέξιν καὶ σαφηνίσωμεν, εἰ οἷόν τέ ἐστιν χειραγωγηθέντα ἐπὶ τὴν ἱστορίαν ταύτην· ἐν τῷ εὐαγγελίῳ ὁ σωτήρ φησιν·" οὐαί σοι, Χοραζίν· οὐαί σοι, Βησσαιδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήμενοι μετενόησαν". εἰ αἱ δυνάμεις αἱ τεράστιοι Σιδωνίοις καὶ Τυρίοις γενόμεναι ἦσαν, ἐξεκαλοῦντο εἰς μετάνοιαν̣. τούτων δὲ πειραθεῖσαι αἱ εἰρημέναι πόλεις ἡ Βησσαιδὰ καὶ ἡ Χοραζίν– διὰ τί ἐκεῖ γέγοναν αἱ τεράςτιοι δυνάμεις, ἔνθα οὐ μετενόησαν; ῥῆμά ἐστιν ἀβύσσῳ ἐοικός." ἀνεξερεύνητα" εἶπεν ὁ ἀπόστολος τὰ κρίματα τοῦ θεοῦ. οὐδεὶς ἐξερευνᾷ αὐτά, οὐδεὶς τὸ βάθος αὐτῶν καταλαβεῖν δύναται. μόλις δὲ ἐπιστάνοντες τοῖς πραττομένοις καὶ ὡσανεὶ κρινομένοις λαμβάνομεν φαντασίαν ὅτι θεός ἐστιν ὁ κρίνων καὶ διατάττων ἕκαστα. τὸ καθ' ἓν δὲ οὐ δυνάμεθα εἰπεῖν, διὰ τί ὅσδε, φέρε, ἰσχυρός ἐστιν, ἄλλος δὲ ἀσθενής. οὐκ ἔχομεν τὰ καθέκαστα εἰπεῖν. καὶ ὡς εἶπόν ποτε, ὅτι ἔστιν κυκλικὴ θεραπεία, καὶ ἐάν τις ἕκαστον βοήθημα καθ' ἑαυτὸ λάβῃ, δοκεῖ καταλαμβάνειν αὐτὸ σφαλλόμενος ἐνίοτε καὶ αἰτιᾶται τὸν ἰατρόν. τότε δὲ αὐτὸ καλῶς ἐνόει, εἰ ἐγίγνωσκεν, διὰ τί τάδε πρὸ αὐτοῦ γέγονεν καὶ τάδε μετ' αὐτὸ ἔσται, καὶ ἕως ποτέ ἐστιν ἵν' ὑγίεια ὑπαρχθῇ. ἀνίατρος δὲ οὐ δύναται τοῦτο καταλαβεῖν. φαντασίαν οὖν λαμβάνομεν περὶ αὐτῶν ὅπως ποτὲ καὶ γιγνώσκομεν ὅτι θεοῦ κρίσει γίνεται τὰ κρίματα ταῦτα." τὰ κρίματά σου" οὖν οὐχ ἁπλῶς" ἄβυσσος", ἀλλὰ" πολλή". καὶ ἡ ἁπλῶς" ἄβυσσος" πάνυ βάθος ἔχει καὶ ἀπεριόριστον ἔχει τὸν βυσσόν, πολλῷ δὲ πλέον ἡ" πολλή". τὴν δὲ ἐπίτασιν σημαίνει διὰ τοῦ" πολλή", ὡς καὶ τὸ" ἀνεξερεύνητον" τῶν κριμάτων. ἐν ἄλλοις
11
περιβόλαιον αὐτοῦ". καὶ ἐν ἄλλῳ·" ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ". τὴν ἀσάφειαν καὶ τὴν ἀκαταλημψίαν λέγει. κρυπτὸν ὂν τὸ σκότος τοῦτο τὸ τῆς ἀσαφείας, τὸ τῆς ἀκαταλημψίας, καὶ ἱμάτιόν ἐστιν ἀβύσσῳ ἐοικός. 7 ἀνθρώπους καὶ κτήνη σώσεις, κύριε. σῴζει ἀνθρώπους καὶ κτήνη. καὶ ἐὰν κατὰ τὸ πρόχειρον τὰ κτήνη λάβωμεν, καὶ τοὺς ἐν αἰσθήσει ἀνθρώπους λαμβάνομεν. διοικεῖ δὲ πάντα καὶ τὰ λογικὰ καὶ τὰ ἄλογα ζῷα, τὰ μὲν λογικὰ κατ' αὐτά, τὰ δὲ ἄλογα ὡς διὰ τὰ λογικὰ γενόμενα· τὰς χρείας γὰρ ἀποπληροῖ τὰ ἄλογα τῶν λογικῶν. τὰ μ̣ ὲν ἀχθοφορεῖ αὐτοῖς, τὰ δὲ ἄροτρον ἕλκει, τὰ δὲ ἄλλως ὑπηρ̣ εσίαν παρέχει. εἶτ', ἐπεὶ καὶ ταῦτα δύναται ὑποπεσεῖν βλάβῃ καὶ θανάτῳ, σῴζει καὶ ταῦτα. σώζει καὶ τὸν ἄνθρωπον." ἀνθρώπους" οὖν" καὶ κτήνη σώσεις, κύριε". τὸ αὐτὸ πάλιν τῶν κριμάτων ἀνεξερεύνητον καὶ ἐν τούτοις εὑρίσκεται, ὅτι πάντας μὲν ἀνθρώπους σῴζει, διαφόρως δέ, τοὺς μὲν μετὰ πολλὴν κάκωσιν, τοὺς δὲ μετὰ ἀναπαύσεώς τινος καὶ ἡδονῆς. ἐὰν δὲ τὴν ἀληθῶς σωτηρίαν λέγῃ σῴζεσθαι ἀνθρώπους καὶ εὔχηται περὶ ἧς ε̣ ἰ´̣ ρηται, ὅτι" ἐγένετο ὁ σωτὴρ πᾶσιν τοῖς ὑπακούουσιν αἴτιος σωτηρίας αἰωνίου", πρὸς ὃ σημαινόμενον ἀφορῶν ὁ ἅγιος ἔλεγεν·" ὁ θεὸς ἡμῶν, θεὸς τοῦ σῴζειν", ἀλληγορητέον ἐνταῦθα τὰ κτήνη· τῶν γὰρ προσεληλυθότων τῇ θεοσεβείᾳ καὶ αὐτῇ τῇ τοῦ εὐαγγελίου διδασκαλίᾳ οἱ μὲν μαθηταί, οἱ δὲ πρόβατα λέγονται·" τὰ πρόβατα τὰ ἐμὰ τῆς ἐμῆς φωνῆς ἀκούουσιν". φωνῆς μόνης ἀκούουσιν. ἐστὶν δὲ ἡ φωνὴ ἡ πρόχειρος ἀπόδοσις τῶν γραφῶν ἡ φθάνουσα καὶ κρούουσα τὴν ψυχὴν καὶ τὴν ἀκοὴν αὐτῆς, οὐ μὴν τ̣ ὸν νου῀̣ ν. τῆς φωνῆς οὖν τοῦ Ἰησοῦ τὰ πρόβατα αὐτοῦ ἀκούουσιν ὡς ἀρίστου καὶ ἀληθοῦς ποιμένος. ὅταν δὲ λέγῃ τισίν." ὑμεῖς φωνεῖτέ με· ὁ κύριος καὶ ὁ διδάσκαλος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ", εἰμὶ ἀληθῶς διδάσκαλος. καί εἰμι κύριος ὑμῶν· δουλεύετε γάρ μοι τηροῦν237 τές μου τοὺς νόμους–, οὗτοι οὔκ εἰσιν πρόβατα, ἀλλὰ μαθηταί, μαθηταὶ σοφίας, μαθηταὶ τῆς ἀληθείας. τὰ δὲ πρόβατα ποιμένος εἰσὶν πρόβατα. ἄλλη δέ ἐστιν ἐπίνοια συνκαταβατικὴ τοῦ σωτῆρος τὸ εἶναι αὐτὸν ποιμένα. ἐπεὶ δὲ πάντας σῶσαι καὶ βελτιῶσαι βούλεται, τότε δὲ ἡ σωτηρία καὶ ἡ βελτίωσις ἀνύεται, ὅταν πρὸς τὴν ἕξιν τοῦ δυναμένου ὠφεληθῆναι πρὸς ἃ δύναται, τοὺς μὲν με´̣ χρι τῆς φωνῆς αὐτοῦ ἀκροατὰς καλεῖ, τοὺς δὲ τοῦ λόγου αὐτοῦ, τῆς διδασκαλίας αὐτοῦ. τοὺς οὕτως οὖν καλουμένους ἀνθρώπους καὶ κτήνη σῴζει. καὶ τὰ πρόβατα δὲ σῴζει, ἵνα μηκέτι πρόβατα ὦσιν, ἀλλ' ἐκ προβάτων ἄνθρωποι γένωνται. τοῦτο γοῦν αἰνίττεται ὁ εἰκοστὸς δεύτερος ψαλμός·" κύριος", φησίν," ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει. εἰς τόπον χλοῆς, ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέν με". ὡς πρόβατον λαλεῖ· τὰ ὑπάρξαντα παρὰ ποιμένος ἀπαγγέλλει εὐχαριστητικῶς. εἶτα λέγει·" τὴν ψυχήν μου ἐπέστρεψεν. ὡδήγησέν με". καὶ μεθ' ὁλίγον ἐπιφέρει·" ἑτοίμασας ἐνώπιόν μου τράπεζαν". οὐκέτι τόπος χλοῆς ἐστιν, οὐκέτι νομή, οὐκέτι βόσκεται, ἀλλὰ τράπεζα, ἐν ᾗ ἐπίκειται" ὁ ἄρτος τῆς ζωῆς"," ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς", ἡ σὰρξ Ἰησοῦ, ἡ ἀληθινὴ τροφή. μετὰ δὲ τὴν προκοπὴν τῆς τραπέζης μεταλαμβάνει καὶ ποτηρίου, οὗ προπίνει ἡ σοφία" ἡ κεράσασα τὸν ἑαυτῆς οἶνον". σὸν ποτήριόν ἐστιν, εἰ σύ μοι προπίνεις, ἐμὸν δὲ ποτήριον, εἰ μεμέτρηκάς μοι, ὃ δύναμαι πιεῖν. 8 ὡς ἐπλήθυνας τὸ ἔλεός σου, ὁ θεός. ἐλέῳ θεοῦ καὶ οἱ ἄνθρωποι σῴζονται. τότε δὲ πληθύνεται τὸ ἔλεος τοῦ θεοῦ καὶ ἡ δαψίλεια αὐτοῦ φαίνεται, ὅταν καὶ κτήνη σῴζῃ. ὡς εἰ καὶ περὶ διδασκάλιου τελείου λέγῃς, ὅτι ἡ ἀγαθότης αὐτοῦ γνωρίζεται, ὅταν σοφοὺς καὶ τελείους ἀκροατὰς παιδεύῃ· τότε δὲ πληθύνεται αὐτοῦ ἡ ἀγαθότης, ὅταν καὶ τοῖς ἀνοήτοις συνκαταβαίνῃ, πειρᾶται εἰσάγειν αὐτοὺς εἰς μείζονα κατάστασιν. αὐτίκα γοῦν ὁ διδάσκαλος τοῦ χριστιανισμοῦ" σοφοῖς καὶ ἀνοήτοις, Ἕλλησιν καὶ βαρβάροις ὀφειλέτης ἐστίν". οὐ μόνον σοφοῖς ὀφειλέτης ἐστίν, ἀλλὰ καὶ ἀνοήτοις. καὶ τοῖς μὲν σοφοῖς" λαλεῖ ἐν τοῖς τελείοις σοφίαν", τοῖς δὲ ἀνοήτοις οὐ τὴν σοφίαν λαλεῖ, ἀλλ' ἐκεῖνα προτείνει τὰ μαθήματα τὰ ἀφιστῶντα αὐτοὺς ἀνοησίας, ἵνα μηκέτι ἀνόητοι ὄντες δέχωται λοιπὸν τὴν σοφίαν. πάλιν Ἕλλησιν, τοῖς Ἕλληνα νοῦν ἔχουσιν ἠκριβωμένον καὶ δυνάμενον παρακολουθεῖν ὡς Ἕλλησιν λαλεῖ. τοῖς δὲ βαρβάροις οὖσιν κατὰ τὴν ψυχὴν ἐκεῖνα λέγει τὰ ἀφιστῶντα τοῦ βαρβάρου ἔθνους, τῆς γνώμης τῆς τοιαύτης τῆς ἀγριωτέρας. 8 οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσιν. οἱ τῶν ἀνθρώπων τούτων υἱοί. ἐὰν μὲν οὖν καὶ κατὰ τὴν προτέραν ἐξήγησιν λέγωνται ἄνθρωποι τὰ θνητὰ λογικὰ ζῷα καὶ κτήνη τὰ αὐτοῖς ὑπηρετοῦντα, τούτων τῶν ἀνθρώπων οἱ υἱοὶ ἐν σκέπῃ τῶν θεοῦ πτερύγων τὴν ἐλπίδα ἔχουσιν. πτέρυγες αὗται νοηταί εἰσιν μ̣ ετεωρίζουσαι τὸν νοῦν. οὕτω γοῦν ὁ ἅγιος λέγει·" τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς"; οὐχ οὕτω λέγομεν ὅτι αἰσθητοῦ ζῴου δοθῆναι αὐτῷ πτέρυγας εὔχεται· τοῦτο γὰρ ἀδύνατον. ἀδυνάτων δὲ οὐδὲ ἔρως ἐστὶν οὔτε εὐχή." ὡς ἀετὸς ἐπὶ τοῖς νεοσσοῖς αὐτοῦ ἐπεπόθησεν". τότε ἐπτερώθησαν, ἠδυνήθησαν" ἐπὶ τῶν μεταφρένων" τοῦ θεοῦ ληφθῆναι. τί δὲ ἐφ' ἡμῖν ἐστιν τὸ οὕτω πτερωθῆναι; ἄκουε τί φησιν ὁ προφήτης Ἰσαίας·" οἱ ὑπομένοντες τὸν θεὸν ἀλλάξουσιν ἰσχύν, πτεροποιήσουσιν ὡς ἀετοί, δραμοῦνται καὶ οὐ κοπιάσουσιν". καὶ ἄλλος ἐπεύχεται λέγων·" ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου". ὅταν γοῦν ὁ ἅγιος λέγῃ ἐπτερῶσθαι, τὰ πτερὰ τούτου ἀρετὴν καὶ σύνεσιν καὶ σοφίαν ἐκλημπτέον· ταῦτα γὰρ μετάρσιον μετεωρίζει τὸν̣ ἄνθρωπον. σκεπασθήσονται ἀπὸ τῆς πιότητος τοῦ οἴκου σου σκεπάζονται ὑπὸ τὰς πτέρυγας τοῦ θεοῦ. σκέπη αὐτῶν γίνεται τῶν πτερύγων τοῦ θεοῦ. τότε δὲ σκεπάζονται, ἵνα πτεροποιήσωσιν, ἵνα νοσσοποιηθῶσιν, ὡς ᾠὰ γένωνται ὑπὸ τὰς πτέρυγας τοῦ θεοῦ. σκέπη αὐτῶν γίνεται τῶν πτερύγων τοῦ θεοῦ. τότε δὲ σκεπάζονται, ἵνα πτεροποιήσουσιν ᾠὰ δέ εἰσιν αἱ ἄπλαστοι ψυχαὶ αἱ μήπω μόρφωσιν Χριστοῦ λαβοῦσαι. ὅταν οὖν ὑπὸ τὰς πτέρυγας αὐτοῦ γεγόνωσιν, τότε μορφοῦνται καὶ ζῷα γίνονται κα̣ τὰ ἀλλ̣ ηγορίαν κατὰ τὸν ἔσω ἄνθρωπον. οὐ τοῦτο λέγει·" υἱοὶ τῶν θνητῶν ζῴων", ἀλλὰ τῶν φυλαττόντων ἀληθῶς τὸν ἄνθρωπον τὸν" κατ' εἰκόνα καὶ ὁμοίωσιν" θεοῦ. δύναται δὲ καὶ παραφραστικῶς εἰρῆσθαι" υἱοὶ ἀνθρώπων" ἀντὶ τοῦ" οἱ ἄνθρωποι". 9 μεθυσθήσονται ἀπὸ πιότητος τοῦ οἴκου σου. 238 οὐ πᾶσα μέθη ψέγεται." μὴ μεθυσθήσεσθε", φησίν," οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία". καὶ κατὰ τὸ πρόχειρον μὲν δύναται τὴν πολυοινίαν εἰρῆσθαι ἀσωτίας οἶνον· βλάπτει γὰρ τὰς φρένας, παραπεσεῖν ἔσθ' ὅτε ποιεῖ. ψέγεται οὖν αὕτη ἡ μέθη. καὶ περὶ τῶν ἑτερογνωμονούντων καὶ δόγματα ἄθεα εἰσαγόντων ὥσπερ τροφὴν καὶ οἶνον αὐτὰ προτεινόντων λέγεται·" οἵδε δὲ σιτοῦνται σῖτα ἀσεβείας". καὶ τὰ σῖτα τῆς ἀσεβείας ἐσθίοντες καὶ ζητοῦντες ἐκεῖνοί εἰσιν περὶ ὧν εἴρηται·" ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν"· ὡς γὰρ τρέφονται τῷ σώματι Χριστοῦ οἱ τὰ δόγματα τῆς εὐσεβείας προσηκάμενοι, οὕτως τὰς σάρκας τοῦ δράκοντος, τοῦ διαβόλου αὐτοῦ, ἐσθίουσιν οἱ ἀθέοις δόγμασιν σιτούμενοι καὶ πίνοντες τὸν κατάλληλον οἶνον, οἶνον ἀσ̣ ωτίας." μὴ μεθυσθήσεσθε" οὖν" οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία". ἀσεβῶν δέ ἐστιν τὸ τοῦτον πίνειν τὸν οἶνον·" οἴνῳ γὰρ παρανόμῳ μεθυσθήσονται". ἡ δὲ καὶ ἐπαινετὴ μέθη καί, ἵνα ὥς τινες εἶπον, εἴπω, νηφάλιος μέθη νήφειν ποιοῦσα τοὺς πεπωκότας. ἐν τῷ ᾄσματι γοῦν τῶν ᾀσμάτων ὁ Ἰησοῦς πρὸς τοὺς ἑταίρους ἑαυτοῦ ἔλεγεν·" φάγετε, πίετε, μεθύσθητε, ἀδελφοί". τοῖς ἀδελφοῖς ἑαυτοῦ ὁ θεὸς λόγος λέγει ταῦτα· ἐνανθρωπήσας γὰρ ἔσχεν ἀδελφοὺς τοὺς κατ' αὐτὸν πολιτευομένους, τοὺς τὰ μαθήματα αὐτοῦ δεχομένους καὶ υἱοποιουμένους." φάγετε" οὖν," πίετε, μεθύσθητε". φάγετε τῆς πνευματικῆς τροφῆς ἧς εὐτρέπισεν ὑμῖν ἡ σοφία·" ἡτοιμάσατο" γὰρ" τὴν ἑαυτῆς τράπεζαν". καὶ πίετε ἐκεῖνον τὸν οἶνον τὸν εἰς μέθην νη´̣ φ̣ ουσαν ἄγοντα. καὶ ἐνταῦθα οὖν οὐ καθάπαξ εἶπεν, ἀλλὰ" μεθυσθήσονται ἀπὸ πιότητος τοῦ οἴκου σου". κατὰ μίαν ἀπόδοσιν ἡ ἐκκλησία" οἶκος θεοῦ" λέγεται· εἴρηται γὰρ Τιμοθέῳ ὑπὸ Παύλου·" ἐὰν βραδύνω, ἔγραψά σοι, πῶς δεῖ σε ἐν οἴκῳ θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν ἐκκλησία θεοῦ ζῶντος". ἡ πιότης τοῦ οἴκου τούτου ἡ τελεία ἐστὶν διδασκαλία, ἡ σοφία ἡ λαλουμένη ἐν τοῖς τελείοις," ἡ στερεὰ τροφή", ἧς μετέχουσιν οἱ" τὰ αἰσθητήρια" τοῦ ἔσω ἀνθρώπου" γεγυμνασμένα ἔχοντες πρὸς διάκρισιν καλοῦ καὶ κακοῦ". καὶ πίνουσιν οὗτοι τὸν οἶνον τὸν ἀπὸ" τῆς ἀληθινῆς ἀμπέλου" τρυγώμενον. οὗτοι οὖν ἀπὸ τῆς πιότητος τοῦ οἴκου τοῦ θεοῦ μεθύσκονται. πιότητος τοῦ οἴκου τοῦ θεοῦ τούτου ἡ τελεία ἐστὶν διδασκαλία, ἡ ἀνενλιπὴς γνῶσις τῆς ἀληθείας. ἐὰν δὲ καὶ τὸν ἄνθρωπον τοῦ σωτῆρος οἶκον καλῇς, ἐπεὶ λέγει ὅτι·" λύσατε τὸν ναὸν τοῦτον"." τοῦτο δὲ ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος", οὐχ ὅτι μόνον σῶμα ναὸν εἶχεν, ἀλλ' ὅτι τὸ μέρος τοῦτο τοῦ ναοῦ λυθῆναι ὑπὸ ἀνθρώπων ἠδύνατο. ἀμέλει γοῦν τὴν λύσιν τοῦ ναοῦ ἐπὶ τοῦ σώματος μόνου ἔλαβεν. ὅταν δὲ λέγῃ·" τιθῶ τὴν ψυχήν μου, ἵνα πάλιν λάβω αὐτήν", οὐ λέγει·" λύσατε τὴν ψυχήν μου". ἔλεγον οὖν παράδοξ̣ όν ποτε τοιοῦτο, εἰ τίθησιν τὴν ψυχὴν αὐτοῦ, ἵνα πάλιν λάβῃ αὐτήν," καὶ οὐδεὶς αἴρει αὐτὴν ἀπ' αὐτοῦ, ἀλλ' αὐτὸς ἐξουσίαν ἔχει θεῖναι καὶ λαβεῖν αὐτήν". σκόπει διὰ τί· οὐ κοινῷ θανάτῳ ἠέρθη αὐτῷ ἡ ζωή. ἀμέλει γοῦν οἱ συνσταυρωθέντες αὐτῷ ὑπετμήθησαν τὰ σκέλη, ἵνα ἀποθάνωσιν. τοῦτο οὖν μὴ παθόντος τοῦ σωτῆρος εὑρέθη τεθνηκώς." κλίνας" γοῦν" τὴν κεφαλὴν παρέδωκεν τὸ πνεῦμα". εἰ δὲ οὐδεὶς ἦρεν τὴν ψυχήν, ἀλλ' αὐτὸς ἀφ' ἑαυτοῦ αὐτὴν ἔθηκεν, ἵνα πάλιν λάβῃ αὐτήν, τούτῳ τῷ τρόπῳ, ὡς ἐν ἑνὶ τῶν ψαλμῶν λέγει·" ἐγενήθην ὡς ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθεροις" γέγονεν. καὶ κατὰ μὲν τὸ πρόχε̣ ιρον ἐροῦμεν, ὅτι οἱ ἀπαλλαττόμενοι μετὰ ἁμαρτιῶν καὶ" σειραῖς τῶν ἑαυτῶν ἁμαρτιῶν σφινγόμενοι" οὔκ εἰσιν ἐλεύθεροι νεκροί. ἐπεὶ τοίνυν Ἰησοῦς ἁμαρτίαν οὐκ ἐποίησεν οὐδὲ ἔγνω αὐτήν, ἐλεύθερος ἦν ἐν νεκροῖς. μόνη αὕτη ἡ ψυχὴ ἐκεῖ ἐλευθέρα ὤφθη. ἀμέλει γοῦν ἔπτηξαν αὐτὴν οἱ πυλωροὶ τοῦ ᾅδου. κατὰ δεύτερον λόγον" ἐν νεκροῖς ἐλεύθερος" οὕτω γέγονεν· πάντες οἱ ἐξερχόμενοι τοῦ βίου καὶ ἀπολείποντες τὸ σῶμα ἐὰν σπουδαῖοι ὦσιν, χειραγωγοῦνται ὑπὸ φωταγωγῶν ἀγγέλων, ἄλλοι δὲ ὑπὸ κολαστω῀̣ ν τινων. εἴρηται γοῦν ὅτι·" ἀπέθανεν δὲ ὁ πτωχὸς καὶ ἀπηνέχθη ὑπὸ τῶν ἀγγέλων εἰς κόλπους Ἀβραάμ". οὐχ ἑαυτῇ ἐκεῖ γε´̣ γονεν, ἀλλὰ ἄγγελοι αὐτὴν ἀπηγίοχαν. πρὸς ἄλλον δὲ φιλόζωον λέγεται·" ἄφρων, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ". εἰ ἀπαιτεῖται αὐτοῦ ἡ ψυχὴ καὶ αὐτὴ ὑπό τινων κολαστῶν ἀποφέρεται εἰς τὸν ᾅδην, μόνη ἡ Ἰησοῦ ψυχὴ ἐλευθέρα ἐξῆλθεν· οὐδὲ ἀγγέλων ἐδεήθη, ἵνα ξεναγῶσιν αὐτήν, οὐδὲ εἱλκύσθη οὐκ ἔχουσα τὰ αἴτια τοῦ ἑλκυσθῆναι. τοῦτο οὖν ἐστιν τὸ θεῖναι καὶ λαβεῖν τὴν ψυχήν, καὶ" οὐδεὶς ἦρεν αὐτήν", λέγει," ἀπ' ἐμοῦ· ἐγὼ ἐξουσίαν ἔχω θεῖναι αὐτήν, ἵνα πάλιν λάβω αὐτήν". 239 ἡ θεία παίδευσις ὑπ' ἐνανθρωπήσαντος τοῦ σωτῆρος πιότης ἐστὶν τοῦ οἴκου. καὶ τὸ παράδοξον· ἐκ τῶν πνευματικῶν, νοητῶν λεγόμενα οὔκ εἰσιν παράδοξα. τὰ αἰσθητῶς ὄντα τι ἕτερον οὔκ εἰσιν αἰσθητά. τὸ δὲ ὂν νοητὸν δύναται καὶ αἰσθητῶς νοηθῆναι. ἀδύνατον οὖν ἐπὶ αἰσθήσεως ἀρχιερέα καὶ ἀμνὸν τὸν αὐτὸν λαβεῖν. Ἰησοῦς δὲ καὶ ἀμνός ἐστιν καὶ ἀρχιερεύς. ἀδύνατόν ἐστιν θύραν καὶ οἶκον ἐπὶ αἰσθητοῦ λαβεῖν τὸ αὐτό. Ἰησοῦς δὲ ἀμφότερά ἐστιν, καὶ θύρα εἰσάγουσα εἰς τὸν οἶκον καὶ ὁ οἶκος ἐκεῖνος, εἰς ὃν εἰσάγει ἡ θύρα. καὶ ἁπαξαπλῶς τὰ νοητὰ πάντα τοιαῦτά ἐστιν. καὶ περὶ τῆς τοῦ ἀνθρώπου γοῦν ψυχῆς λέγομεν, ὅτι γεωργεῖ ἑαυτήν, αὖ τὸ φυτόν ἐστιν, καὶ ὅτι γῆ ἐστιν δεχομένη σπέρματα καὶ καρποφοροῦσα, καὶ ὅτι νύμφη γίνεται τοῦ θεοῦ λόγου καὶ τίκτει τέκνα σωτηρίας. καὶ γίνεται καὶ πρόβατον. καὶ πρὸς τὰς διαφόρους ἐπινοίας καὶ ὀνομασίας καὶ τὰς ὠφελείας λαμβάνομεν. ὅταν ἡ ψυχὴ γῆ καλῆται, τὰ δυνάμενά τι μαθήματα σπέρματά ἐστιν, ἐὰν δὲ νύμφη λέγηται, αἱ γοναὶ αἱ καταβαλλόμεναι εἰς αὐτήν, καὶ τὰ κόσμια τὰ περὶ αὐτὴν αἱ πρακτικαὶ καὶ ἠθικαὶ ἀρεταί εἰσιν καὶ αἱ διανοητικαὶ καὶ τέλειαι. πάλιν ὅταν πρόβατον λέγηται, νομὴ λέγεται τὰ μαθήματα, χλοὴ λέγεται τὰ παιδεύματα. πάντα οὖν δύναται ἅμα εἶναι ἄλλοις καὶ ἄλλοις. καὶ τοῦτο δὲ ἰστέον· ὁ λεγόμενος οἶκος καὶ ἄμπελός ἐστιν φέρων οἶνον· καὶ πάλιν σάρξ ἐστιν τρέφουσα· καὶ γεωργός ἐστιν ἐπιμελόμενος φυτῶν, ἵνα καρποφορήσουσιν. καὶ ὅρα, ὅτι αὐτὸς καὶ γεωργὸς καὶ ἄμπελος καὶ ποιμὴν καὶ πρόβατον. κατὰ διαφόρους δὲ ἐπινοίας λαμβανόμενα δείκνυσιν ὅτι οὐσία νοητή ἐστιν, περὶ ἧς ταῦτα λέγεται. ποτὲ γοῦν Ἕλληνος ἀπαιτοῦντος ὅτι·" πόθεν ἔχετε δεῖξαι ἐκ τῆς γραφῆς ὑμῶν ὅτι, φέρε, ἡ ψυχὴ νοητή ἐστιν; πάντα γὰρ τὰ ἀπαγγελλόμενα περὶ αὐτῆς καὶ σωμάτων ἴδια σημαίνει", ἔλεγον αὐτὸ τοῦτο· ἦ ἕκαστον τῶν σωμάτων ἓν ἔχει εἶδος ἐκεῖνο καθ' ὅ ἐστιν· ὅταν δὲ μετουσίᾳ λέγηται πάντα εἶναι, οὐδὲν αἰσθητῶς λέγεται. θεὸς λέγεται, πνεῦμα λέγεται, φῶς λέγεται ὡς ἄνθρωπος ἐσχηματιςμένος καὶ μέλη ἔχων· οὐκ ἔχει γὰρ πνεῦμα μέλη· θεὸς οὐκ ἔχει κάθισιν καὶ ἀνάστασιν καὶ πόδας καὶ τὰ ἄλλα· ἐξ οὗ παρίσταται, ὅτι αἱ οὐσίαι, περὶ ὧν ταῦτα λέγονται, νοηταί τινές εἰσιν. 9 καὶ τὸν χειμάρρουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς. δύναται ἡ ῥέουσα πιότης τοῦ οἴκου πρὸς τῷ ποτίσαι καὶ εἰς μέθην νηφάλιον ἀγαγεῖν." χειμάρρουν̣ τρυφῆς" ὀνομάζει, ὥσπερ λέγεται" ποταμὸς τρυφῆς ἐκπορεύεσθαι ἐξ Ἐδὲμ καὶ ποτίζειν τὸν παράδεισον". η῾̣ δὲ χορηγία τῆς διδασκαλίας, τῆς μετουσίας τῆς παιδεύσεως" χειμάρρους" λέγεται" τρυφῆς"." ποτιεῖς ἐπ' αὐτούς". εὖ δὲ καὶ τὸ φάναι·" ποτιεῖς ἐπ' αὐτούς", ἐπεὶ μετὰ τὸν χειμάρρουν τοῦτον γίνονται καὶ ἐν αὐτῇ τῇ πηγῇ. ὡς νήπιοι ποτίζονται, καὶ ἵνα ἀπὸ λέξεως ἀποστολικῆς εἴπω· τοῖς εἰσαγομένοις ὁ Παῦλος γράφει·" γάλα ὑμᾶς ἐπότισα". ποτίζονται δὲ οἱ μὴ δυνάμενοι ἑαυτοῖς πιεῖν, ποτίζονται οἱ παιδ̣ ευόμενοι. ὅταν ποτισθῶσιν τοῦτον τὸν τῆς τρυφῆς ποταμόν, λοιπὸν ἐπ' αὐτὴν τὴν ζωὴν ἔρχονται, ἀφ' ἧς ρ῾̣ εῖ οὗτος ὁ ποταμός," ὅτι παρὰ σοὶ πηγὴ ζωῆς". ἐπεὶ παρὰ σοὶ πηγὴ ζωῆς ἔστιν. οὐκ εἶπεν·" ὅτι παρὰ σοὶ πηγὴ ζωῆς γέγονεν" ἢ" πηγὴ ζωῆς ὑπάρξεται", ἀλλὰ" παρὰ σοὶ πηγὴ ζωῆς". ἀεὶ ἡ πηγὴ τῆς ζωῆς αὕτη ἐστίν. ὅτε μέντοι οἱ ποτιζόμενοι πλησιάσουσιν, ῥεῖ καὶ ῥεῦμα γίνεται ἀπὸ τῆς πηγῆς καλούμενος" τρυφῆς χειμάρρους". 10 ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. θεώρει ὧδε πάλιν τὴν πηγήν· δι̣ χῶς εἴρηκεν· καὶ τὸ φῶς εἴρηται πηγή. ἐπ' ἱστορίας δὲ καὶ σωματικῆς διαλήμψεως οὐ δυνατὰ ταῦτα. εἰ δὲ οὖν ἐξ αὐτοῦ ῥεῖ τὰ ἀγαθὰ καὶ οὐ δέχεταί ποθεν αὐτὰ ὡς λάκκος, κεφαλήν, πηγή ἐστιν ζωῆς. καὶ τί λέγω; αὐτὸς ἔλεγεν·" ἐγώ εἰμι ἡ ζωή". ταὐτὸν δέ ἐστιν εἰπεῖν" ζωὴν" καὶ" πηγὴν ζωῆς". ζ̣ ωὴ μέν, ἐπεὶ ζωοποιεῖ καὶ εἰς ἀθανασίαν ἄγει, πηγὴ δέ, ὅτι οὐκ ἄλλοθεν δέχεται τὰ ζωοποιοῦντα, ἀλλὰ αὐτ̣ ὴ αὐτὰ ἔχει ἐν ἑαυτῇ." ἐν τῷ φωτί σου ὀψόμεθα φῶς"· 240 εἰ δὲ πρὸς τὸν πατέρα λέγοιτο ἡ φωνὴ αὕτη, λέγει ὅτι· ἐπεὶ ὁ ἑωρακὼς τὸν υἱόν σου, φῶς ὄντα ἀληθινόν, ὁρᾷ σὲ φῶς ὑπάρχοντα, ἐν τῷ σῷ φωτὶ ὀψόμεθα σὲ φῶς ὄντα·" ὁ" γὰρ" ἑωρακὼς τὸν υἱὸν ἑώρακεν τὸν πατέρα". καὶ" εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου ἐστὶν" δεικνύουσα τὸν οὗ ἐστιν εἰκών, καὶ" χαρακτήρ ἐστιν τῆς θεοῦ ὑποστάσεως" φανερῶν τὴν ὑπόστασιν τοῦ θεοῦ." ἐν τῷ" οὖν" φωτί σου ὀψόμεθα φῶς". εἰ δὲ καὶ πρὸς τὸν υἱὸν λέγοιτο τοῦτο, ἐν τῇ φωτεινῇ σου παιδεύσει καὶ διδασκαλίᾳ ὀψόμεθα σὲ ὄντα φῶς. οὗ λέγει·" παράτεινον, ὁ θεός, τὸ ἔλεός σου τοῖς γιγνώςκουσίν σε", γνῶσιν̣ ἐκείνην λέγει, περὶ ἧς λέγεται·" αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γιγνώσκουσίν σε τὸν μόνον ἀληθινὸν θεόν". οὗτοι οἱ γνῶσιν ἔχοντες ἀγαπῶνται ὑπὸ τοῦ θεοῦ." ποιεῖ" δὲ ὁ θεὸς" ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσιν" αὐτόν. τὸ" εἰς χιλιάδας" οὕτω λαμβάνομεν· ὁ ἀριθμὸς ἔχει οὗτος συνγένειαν πρὸς τὴν μονάδα. οἱ πλησιάζοντες οὖν τῷ θεῷ τῷ ἑνὶ ἀκολούθως καὶ ἓν πνεῦμα πρὸς αὐτὸν γινόμενοι, ἀκολούθως χιλιάδες καὶ μυριάδες γίνονται. ἀλλὰ τοῦτο λέγεται κατὰ τοῦτο·" τὸ ἅρμα τοῦ θεοῦ μυριοπλάσιον, χιλιάδες εὐθηνούντων"· οὐδὲ γὰρ οὕτως λαμβάνομεν χιλιάδα, τὴν δεκάκις ἑκατόν, ἀλλὰ διὰ τὴν οἰκειότητα τὴν πρὸς τὴν μονάδα. καὶ γίνεται ἔλεος εἰς αὐτούς. εἰ οὖν παρατείνει εἰς χιλιάδα ἡ τοῦ θεοῦ ἐλεημοσύνη, ὡς λέγεσθαι·" ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ", εἰκότως λέγει ἐνταῦθα·" παράτεινον τὸ ἔλεός σου τοῖς γιγνώσκουσίν σε". ἄλλως ἐλεᾷ τοὺς προσερχομένους μετανοίας τρόπῳ, τοὺς ἄφεσιν ἁμαρτιῶν αἰτοῦντας. ἐλεᾷ τοὺς γιγνώσκοντας αὐτὸν ὥστε βεβαιωθῆναι καὶ εἰς τὸ τέλος τὸ ὑπὲρ πάντα ἀνελθεῖν. 11 καὶ τὴν δικαιοσύνην σου τοῖς εὐθέσι τῇ καρδίᾳ. εὐθεῖς δὲ καρδίᾳ καὶ καθαροὶ καρδίᾳ οἱ αὐτοί. ἐστὶν ἀγαθὸν οὖν τῶν καθαρῶν τῇ καρδίᾳν τὸ βλέπειν τὸν θεόν·" μακάριοι" γὰρ" οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται". 12 μὴ ἐλθάτω μοι ποὺς ὑπερηφανίας, καὶ χεὶρ ἁμαρτωλῶν μὴ σαλεύσῃ με. μὴ ἐπιβῇ τῇ διανοίᾳ μου" ὑπερηφανίας πούς", τουτέστιν, μὴ πορεία τῆς ὑπερηφανίας ἐν ἐμοὶ γένηται· λέγονται γὰρ πολλάκις μέλη καὶ τῶν ο῾̣ δῶν τῶν βελτίστων καὶ τῶν χειρίστων. ἐν παροιμίαις γοῦν λέγεται·" τῆς δὲ ἀφροσύνης οἱ πόδες κατάγουσιν τοὺς χρωμένους αὐτῇ μετὰ θανάτου εἰς τὸν ᾅδην". ὅσοι κατὰ ἀφροσύνην πορεύονται τοῖς ποσὶν τῆς ἀφροσύνης χ̣ ρ̣ ώμενοι, εἰς τὸν ᾅδην καταβιβάζονται. ὥσπερ οὖν εἰσιν ἀφροσύνης πόδες, οὕτω καὶ ὑπερηφανίας." μὴ ἐλθάτω" οὖν" μοι ποὺς ὑπερηφανίας", μὴ πορεία τῆς ὑπερηφανίας ἐν τῇ ψυχῇ μου καὶ τῇ διανοίᾳ." μηδὲ χεὶρ ἁμαρτωλῶν σαλεύσῃ με". χεὶρ δὲ ἡ πρᾶξις πολλάκις εἴρηται, ὡς ἐὰν λέγῃ·" ἄκανθαι φύονται ἐν χειρὶ τοῦ μεθύσου", αἱ αἰσχραὶ ἐπιθυμία̣ ι̣, αἱ ἀκόλαστοι ἡδοναί. 13 ἐκεῖ ἔπεσαν οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. ἔνθα ὁ ποὺς τῆς ὑπερηφανίας κ̣ αὶ ἡ χεὶρ τοῦ ἁμαρτωλοῦ," ἔπεσαν οἱ τὴν ἀνομίαν ἐργαζόμενοι". οὐ φύσις αὐτοὺς εἰς τὸ πτῶμα ἤγαγεν, ἀλλ' ἐνέργεια καὶ ἐργασία ἀνομίας. 13 ἐξώσθησαν καὶ οὐ μὴ δύνωνται στῆναι. ἐπεὶ γὰρ αὐτοὶ ἑαυτοὺς κατεβίβασαν εἰς τὸν πόδα τῆς ὑπερηφανίας, καὶ τῇ χειρὶ τοῦ ἁμαρτωλοῦ παραδίδονται, ἣν εἵλαντο ἔχειν, καὶ ἡ παράδοσις αὕτη ἔξωσις αὐτῶν λέγεται. καὶ εὐεργετῶν ὁ θεὸς ἐξωθεῖ αὐτούς, ἵνα μὴ δυνηθῶσιν στῆναι ἐν τῷ κακῷ. οὐ φύσεως οὖν ἤ τινος βίας ἔξωθεν καταβαλλούσης αὐτόν, ἀλλ' ἡ ἐργασία αὐτοῦ οὖσα ἀνομία καὶ κακία. ἐξωθεῖ οὖν αὐτόν, ἵνα̣ μὴ παραμένῃ, ἵνα μὴ ἀκινήτως ἔχῃ στάσιν ἐν αὐτῇ. καὶ μειζόνως μὲν σαφηνίζειν δεῖ τὰς γραφάς. ποιεῖ δὲ τοῦτο ὁ ἀληθῶς θεόσοφος. ὅμως, εἰ μὴ οὕτως σαφηνίζοιντο, ἀλλ' ὑποδεεστέρως, οὐδὲ αὐτῶν τ̣ ὸ μέγεθος δείκνυται οὐδὲ τοῦ δεδωκότος. Ἰουδαῖοι γοῦν κατὰ τὸ πρόχειρον καὶ τὸ ἀνθρώπινον ἐκλαμβάνοντες αὐτὰς λέγονται" μὴ νοεῖν μηδὲ ἃ λέγουσιν μηδὲ περὶ ὧν διαβεβαιοῦνται". 245 9 ὅτι οἱ πονηρευόμενοι ἐξολεθρευθήσονται.–––––––––––––––––––––––––––––––––––––––––––––––––––––––– καταστραφῆναι, ἀλλ' ὀλεθρεύονται ᾗ πονηροί εἰσιν, ἵνα μηκέτι ὦσιν̣ τοιοῦτοι. σημαίνει δὲ καὶ τὴν κόλασιν. ἡ κόλασις δὲ πάλιν ἐμποδιστικὴ κακίας ἐστίν. 9 οἱ δὲ ὑπομένοντες τὸν κύριον αὐτοὶ κληρονομήσου̣ σιν γῆν. οἱ ὑπομένοντες τὸν κύριον κληρονομοῦσιν τὴν ἤδη ἑρμηνευ θεῖσαν γῆν τὴν ἐν ὕψει, τῷ οὐρανῷ κειμ̣ ένην. καὶ οὗτος ὁ Δαυὶδ ἔλεγεν·" πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ κυρίου ἐν γῇ ζώντων". βασιλεὺς ἦν. βασιλέως δέ ἐστιν τὸ ἔχειν τὰ ἀγαθὰ τῆς ἑαυτοῦ γῆς καὶ τὸ κατακ̣ υριεύειν αὐτῆς. οὐδεὶς δὲ πιστεύει λαβεῖν ὃ ἤδη ἔχει, ἀλλὰ πιστεύει εἰληφέναι. οὗτος δὲ λέγει·" πιστεύω τοῦ ἰδεῖν", οὐ" ἑωρακέναι τὰ ἀγαθὰ" ἐκεῖνα, ἃ δίδωσιν ὁ θεὸς" τοῖς αἰτοῦσιν αὐτόν", ὅταν γνησίως εὔχωνται περὶ αὐτῶν." οἱ ὑπομένοντε̣ ς" οὖν" τ̣ ὸν κύριον κληρονομήσουσιν τὴν γῆν". ἆθλον μέγιστόν ἐστιν ἀρετῆς ἡ ὑπομονή·" ἡ θλῖψις ὑπομονὴν κατεργάζεται". θεωρεῖς ὅτι μετὰ θλῖψιν η῾̣ ὑπομονή. ἐκεῖνος οὖν ὑπομένει τὸν κύριον ὡς δεῖ ὁ μὴ ἄλλον ἢ αὐτὸν ἔχων ὑπομονήν. καὶ ὥσπερ σοφία γίνεταί τισιν καὶ δικαιοσύνη καὶ ἁγιασμ̣ ός, οὕτω καὶ ὑπομονή. αὐτὸς γοῦν οὗτος ὁ Δαυὶδ ἐν ἄλλῳ ψαλμῷ λέγει·" καὶ νῦν τίς ἡ ὑπομονή μου; οὐχὶ κύριος"; ταύτην τὴν ὑπομονὴν ἀεὶ σπουδάζουσιν ἔχειν οἱ ὑπὲρ ἀρετῆς καὶ εὐσεβείας ἀγωνιζόμενοι. αὐτὸς πάλιν ὁ ὑμνῳδός που λέγει·" ὑπομένων ὑπέμεινα τὸν κύριον". οὐχ ἁπλῶς" ὑπέμεινα", ἀλλ'" ὑπομένων", ὡς τό·" δικαίως τὸ δίκαιον διώκειν". οἱ θεραπευταὶ τοῦ θεοῦ ἔχουσιν κληρονομίαν. καὶ τό γε παράδοξον ἄκουε· τέκνων ἐστὶν τὸ κληρονομεῖν, οὐ θεραπόντων. ἡ ὑπερβολὴ οὖν τῆς ἀγαθότητος τοῦ κλ̣ ηρονομουμένου, ὡς ὅσον ἧκεν εἰς τὴν αὐτῶν κατάστασιν καὶ φύσιν, θεράποντας ὄντας εἰς κληρονομίαν ἄγει. καὶ ἔλεγον παράδειγμά ποτε εἰς τό·" τῇ χάριτί ἐστε σεσωσμένοι διὰ τῆς πίστεως, οὐκ ἐξ ἔργων". καὶ ἔλεγον, ὅτι ἀδύνατόν ἐστιν ὅλως πίστιν ἔχειν ἄνευ ἔργων·" νεκρὰ" γάρ" ἐσ̣ τιν̣ χωρὶς ἔργων". λέγει οὖν·" διὰ τῆς πίστεως, οὐκ ἐξ ἔργων". καὶ ἔλεγον τοιαύτην εἰκόνα· ὅταν φιλάνθρωπος ᾖν, ἀν̣ θ' οὗ ἐργάζονταί τινες καὶ ὃν θεραπεύουσιν, δίδωσιν μισθὸν ὑπεραίροντα τὴν ἀξίαν τοῦ μισθοῦ. καὶ ἔλαβον τοιαύτην εἰκόνα ὅτι· ἔστω τις κτήτωρ καὶ πεπιστευκέτω γεώργιόν τινι καὶ λεγέτω αὐτῷ ὅτι·" ἐὰν ἐπιμεληθῇς αὐτοῦ ὡς δεῖ καὶ ἐργάσῃ αὐτὸ ὡς προσῆκεν, χάρισμά σοι αὐτὸ δίδω· κληρονομίαν αὐτὸ ἔχε". λέγομεν ἐκεῖνον ὅτι οὐκ ἐξ ἔργων ἔλαβε τὴν κληρονομίαν, ἀλλ' ἐκ χάριτος τοῦ ὀρέξαντος." ἔστιν κληρονομία τοῖς θεραπεύουσιν κύριον". 10 καὶ ἔτι ὀλίγον καὶ οὐ μὴ ὑπάρξῃ ὁ ἁμαρτωλός. τοῦτο λέγει·" μὴ παραζήλου ἐν πονηρευομένοις μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν". φιλάγαθόν σε ζῷον ὁ θεὸς κατεσκεύασεν. φιλαγάθων δέ ἐστιν μὴ τὰ πρόσκαιρα καὶ παρόντα ἐπιθυμεῖν· τὰ γὰρ πρόσκαιρα καὶ παρόντα ὑπάρχει καὶ τοῖς ἁμαρτωλοῖς. μὴ τοίνυν παραζήλου αὐτο´̣ ν, ἐὰν πλουτῇ, ἐὰν ὑγιαίνῃ· οὐ γὰρ ἀεὶ μένει. ἐὰν δὲ······, οὐ τὴν οὐσίαν φημί, ἀλλὰ τὸν ποιόν. ἐπερ· τὸ" πρόσκαιρον";– ἐὰν προχείρως αὐτὸ θέλῃς λαβεῖν, τῷ μηκέτι ἁμαρτάνειν δοκεῖ μὴ ἁμαρτωλὸς εἶναι. οὐκ ἐνεργεῖ δὲ τότε τὰ τῆς ἁμαρτίας." πρόσκαιρον" δὲ" ἀπόλαυσιν ἔχει ἡ ἁμαρτία", ὡς Παῦλος γράφει. ἡ ἀπόλαυσις τῆς ἁμαρτίας οὐκέτι ὑπάρχει. πρὸς τοὺς πολλοὺς οὖν λέγομεν ὅτι τῷ μηκέτι ἁμαρτάνειν δοκεῖ οὐκέτι εἶναι ἁμαρτωλός, πρὸς δὲ τὸν ἀληθῆ λόγον· ἡ ἁμαρτία οὔτε ἦν ἐξ ἀρχῆς οὐδὲ εἰς τὸν αἰῶνα ἔσται· περὶ γὰρ τοῦ κορυφαιοτάτου εἴδους αὐτῆς τῆς εἰδωλολατρίας εἴρηται τοῦτο ὅτι·" οὔτε ἀπ' ἀρχῆς οὔτε εἰς τὸν αἰῶνα". εἰ δὲ αὐτὴ ἡ ὑπερέχουσα τῶν κακιῶν οὐδὲ ἀρχὴν ἔσχεν, οὕτως ὥστε ἄπαυστος̣ εἶναι, οὐδὲ οὐ λήμψει ποτὲ δηλονότι." ἔτι ὀλίγον καὶ οὐχ ὑπάρξει ὁ ἁμαρτωλός". ἔχεις οὖν καὶ ἐν τῷ ἐνάτῳ ψαλμῷ·" σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ". οὐκ εἶπεν" ἁμαρτωλοῦ", ἀλλὰ" τοῦ". εἰ δὲ" τοῦ ἁμαρτωλοῦ" συντρίβεται ὁ βραχίων, πολλῷ πλέον τῶν ὑποδεεστέρων. 10" καὶ ζητήσεις τὸν τόπον αὐτοῦ καὶ οὐ μὴ εὕρῃς. προχείρως πάλιν· δεῖ γὰρ καὶ τὰς δημωδεστέρας ἐξηγήσεις λέγειν. δοκεῖ τόπος εἶναι τοῦ ἁμαρτωλοῦ ὁ περὶ γῆν τόπος· ὧδε γὰρ ἡ ἀνομία γίνεται, ὧδε αἱ ἁμαρτίαι τελοῦνται. παρελεύσεται οὖν ἡ γῆ μετὰ τοῦ οὐρανοῦ." ζητήσεις" οὖν" τὸν τόπον αὐτοῦ καὶ οὐ μὴ εὕρῃς". τόπος δὲ κυρίως λέγεται ἡ θέσις ἑκάστου. ἀμέλει γοῦν καὶ περὶ τοῦ Ἰούδα λέγεται ὅτι παρέβη τὸν τόπον τῆς διακονίας·" ἀφ' ἧς παρέβη Ἰούδας". τόπος τις διακονίας ἐστὶν ἡ θέσις ἡ κατὰ τὴν διακονίαν· ὅταν γὰρ λέγῃ ὁ Παῦλος ὅτι·" τίθενται πρῶτον ἀπόστολοι, δεύτερον προφῆται, τρίτον", βαθ μοί εἰσιν διὰ τῆς θέσεω̣ ς δηλ̣ ούμενοι. ἀμέλει γοῦν καὶ ἐν ταῖς στρατιωτικαῖς τάξεσιν λέγουσιν ὅτι· τόπον ἔχει βενεφικιαρίου, βοηθοῦ, καὶ ἐν ταῖς ἐκ̣ κλησίαις ὁμοίως. οὐκ εὑρεθήσεται ἡ θέσις τοῦ ἁμαρτωλοῦ, ἐὰν μηκέτι ἁμαρτωλὸς ᾖ. τόπος δὲ ἦν αὐτοῦ ἡ ἁμαρτία. 11 οἱ δὲ πραεῖς κληρονομήσουσιν γῆν. τοῦ ἁμαρτωλοῦ μεθ' ὁλίγον οὐκέτι ἐσομένου οὐδὲ τοῦ τόπου αὐτοῦ εὑρισκομένου, κἂν ζητηθῇ, ὁ τόπος τῶν πράων 246 μένει εἰς τὸν αἰῶνα· αἰώνιος γάρ ἐστιν ἡ············· ω̣ η, ἀθάνατός ἐστιν. καὶ περὶ τοῦ σπουδαίου λέγεται ὅτι·" ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος". οἱ πραεῖς οὖν, τουτέστιν̣ οἱ πραότητα ἔχοντες, οἱ ἀοργησίαν κατορθοῦντες, κληρονομήσουσιν τὴν γῆν· πρᾶος γάρ ἐστιν ὁ ἀο´̣ ργη̣ τος· οὐ γὰρ προσεκτέον ἄλλοις τισὶν λέγουσιν ὅτι ἐκεῖνος πρᾶός ἐστιν, κἂν ὀργίζηται οἷς δεῖ ὀργισθῆναι. πολιτικωτέρα δ̣ ε´̣ ἐστιν αὕτη ἡ πραότης καὶ ῥητορική. τί ποτε; ἀόργητος γάρ ἐστιν ὁ σπουδαῖος· καὶ γὰρ ἐν τοῖς φθάσασιν στίχοις εἴρηται·" παῦσαι ἀπὸ ὀργῆς καὶ ἐνκατάλιπε θυμόν". 11 καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης. πότε δὲ τὸ πλῆθος τῆς εἰρήνης ταύτης γίνε̣ ται; ὅταν ἡ ἐπευχὴ εἰσακούηται τῶν λεγόντων·" χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη". ὁ δυνάμενος εἰπεῖν ὅτι·" μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός", πλῆθος εἰρήνης ἔχει, κατατρυφᾷ ἐπὶ τῷ πλήθει τῆς εἰρήνης ταύτης. δυνατὸν δε`̣ εἰπεῖν ὅτι· μετοικισθέντες ἀπὸ τοῦ χωρίου τούτου, ἔνθα πόλεμοι καὶ τάραχοι τυγχάνουσιν, γίνονται ἐν γῇ τῶν πραέων, ἔνθα εἰρήνη πολιτεύεται. εἶπον καὶ ἄλλοτε τοῦτο ὅτι τόπος παραδίδοται τοιοῦτος ἐν τοῖς ἐπιχειρηματικοῖς τόποις·" ποία ἀρετὴ ποίας δεῖται"; καὶ λέγει ὅτι· δικαίων ὄντων πάντων οὐ χρεία ἀνδρείας. ἀνδρείαν δὲ λέγει τὴν πολιτικωτέραν τὴν ἐν πολέμοις συνισταμένην. πάντων δικαίων ὄντων οὔκ ἐστιν χρεία ἀνδρείας. ἀνδρείας δὲ παρούσης χρεία δικαιοσύνης. καὶ ἐνταῦθα οὖν κατατρυφῶσιν ἐπὶ πλήθει εἰρήνης, ὅταν ὦσιν πρᾶοι. ὁ δὲ πρᾶος, ὡς εἴρηται ἡμῖν, ἀταράχως πρὸς ὀργὰς ἔχει. καὶ ἐκ τοῦ διδάξαντος καὶ παρασκευάσαντος πρὸς μίμησιν ἑαυτοῦ τὸ με´̣ γεθος τῆς ἀρετῆς σκόπει·" μάθετε", φησίν," ἀπ' ἐμοῦ, ὅτι πραύς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ". οὐχ ἁπλῶς εἶπεν" ταπεινός", ἀλλ̣ ὰ" τῇ καρδίᾳ". κατὰ διάθεσιν πρᾶός εἰμι, κατὰ τὴν καρδίαν. ὁ ἀτυφίαν ἔχων" ταπεινὸς τῇ καρδίᾳ" ἐστίν. ἐπειδὴ δὲ ἐνέπεσεν ἡ λέξις ἡ εὐαγγελική, ἐλεγκτέον τοὺς λέγοντας ὅτι νοῦν οὐκ ἔσχεν Ἰησοῦς, ἀλλὰ ἄλογον ψυχήν. ἐν πάσαις ταῖς γραφαῖς καὶ καιναῖς καὶ παλαιαῖς ἡ καρδία ἀντὶ νοῦ λέγεται· ὅταν γὰρ λέγῃ·" ἀκούσατέ μου οἱ ἀπολω λεκότες τὴν καρδίαν", οἱ ἀπολωλεκότες τὸ νοεῖν. καὶ" λιθίνη καρδία" ἡ ἠλίθιος νόησις. εἰ τοίνυν ἔχει καρδίαν καὶ αὕτη ἀρετὴν ἔχει– πραὺς γάρ ἐστιν τῇ καρδίᾳ καὶ ταπεινός–, τέλειον ἄνθρωπον ἀνείληφεν. 12 παρατηρήσεται ὁ ἁμαρτωλὸς τὸν δίκαιον καὶ βρύξει ἐπ' αὐτὸν τοὺς ὀδόντας αὐτοῦ. τοῦτο λέγει ὅτι· ὁ ἁμαρτωλὸς ἀεὶ ἐχθρὸς εἶναι θέλει τοῦ δικαίου, καὶ οὐ μόνον ε᾿̣ χ̣ θρός, ἀλλὰ καὶ φονικὸς θέλει κατ' αὐτοῦ εἶναι. καὶ ὅρα γε τὸ" παρατηρήσεται", πῶς κεῖται· κυρίως τὸ παρατηρεῖσθαι τοῦτο σημαίνει π̣ αρατηρεῖν πῶς βλάψῃ τίς τινα. ὡπλισμένος τίς ἐστιν· ὁ βαλεῖν αὐτὸν βέλεσιν θέλων παρατηρεῖται, ποῖον αὐτοῦ μέλος γυμνόν̣ ἐστιν, καὶ ἐκεῖ πέμπει τὸ βέλος. ἐπεὶ οὖν πεφραγμένος ἐστὶν ὁ δίκαιος, οὔκ ἐστιν γυμνός, ἀλλὰ" τὴν πανοπλίαν τοῦ θεοῦ" ἐνδέδυται καὶ" τὸν θώρακα τῆς πίστεως ἀνείληφεν" καὶ ὅλος ἐστὶν ἠσφαλισμένος. ἐὰν δὲ τὸ" παρατηρήσεται" ἀντὶ τοῦ" τηρήσει"– πολλάκις γὰρ τὰ μετὰ προθέσεως λεγόμενα ῥήματα τὸ αὐτὸ σημαίνουσιν, οἷον" βαίνων" καὶ" καταβαίνων"· ὁ καταβαίνων βαίνει κάτω– ἐὰν τὸ" τηρήσει" οὖν, δύο σημαίνει, ἤτοι τὸ παρατηρήσειν εἴρηται ἢ τὸ φυλάξαι. ἐὰν γοῦν λέγῃ ἐν τῷ εὐαγγελίῳ ὁ σωτήρ·" πάτερ ἅγιε, τήρησον αὐτούς"," φύλαξον αὐτοὺς" λέγει." ὅτε ἤμην μετ' αὐτῶν, ἐγὼ ἐτήρουν αὐτούς", ἀν τὶ τοῦ" ἐφύλαττον". καὶ οἱ λέγοντες·" διατηρήσεις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης"," διαφυλάξεις" λέγουσιν. σημαίνει δέ, ὡς εἶπον, τὸ" τηρῆσαι" τὸ" παρατηρήσασθαι". λέγεται γοῦν·" αὐτός σου κεφαλὴν τηρήσει, καὶ σὺ αὐτοῦ πτέρναν". τὴν κεφαλὴν τοῦ ὄφεως̣ ἐπιτηρεῖ ὁ ἅγιος, ἵνα τὸ κεφάλαιον τῆς κακίας αὐτοῦ ἀνελὼν ὅλον αὐτὸν σχῇ νενεκρωμένον. ὁ δὲ ὄφις οὐ δύναται τοῦ ἀνδρ̣ ὸς τὴν κεφαλὴν τηρεῖν, ἀλλὰ τὴν πτέρναν, τὰς ἐσχατίας αὐτοῦ δυνάμεις τὰς τῇ γῇ πλησιαζούσας τηρεῖ. οὐ γίνεται δὲ καίριος τρῶσις οὐδὲ βλάβη ἐπὶ τὴν πτέρναν. εἴρηται γοῦν καὶ ἐν ἄλλοις·" ἡ ἀνομία τῆς πτέρνης μου κυκλώσει με· τότε ἐφοβούμην ἐν τῇ πονηρᾷ ἡμέρᾳ". εἰ τὴν κεφαλήν μου ἐτήρει η ἡ ἀνομία, ἥπτετο τῆς κεφαλῆς μου ὡς ἐκείνου, περὶ οὗ γέγραπται·" ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ". καὶ πάλιν·" τὰς ὁδοὺς αὐτῶν ἔδωκα εἰς κεφαλὰς αὐτῶν", ἀντὶ τοῦ·" εἰς τὸν νοῦν αὐτῶν". εὖ δὲ καὶ τὸ φάναι" τὸν δίκαιον", οὐ" δίκαιον" ἁπλῶς, ἀλλὰ τὸν τέλειον δίκαιον, τὸν ἀνέλε̣ γκτον̣· λέγεται γὰρ πολλάκις καὶ ἐπὶ τῶν προκοπτόντων τῷ ὀνόματι τῷ κατὰ τῶν τελείων κατηγορουμένῳ, οἷον·" σοφοὶ οὐκ ἐκκλίνουσιν ἐκ στόματος κυρίου". οὐδεὶς τῶν σοφῶν ἔξω γίνεται τοῦ λόγου τοῦ κυρίου πάντα σὺν λόγῳ ἐνεργῶν. λέγεται δέ·" ἔλεγχε σοφὸν καὶ ἀγαπήσει σε". ἰδοὺ σοφός. 251 21 δανείζεται ὁ ἁμαρτωλὸς καὶ οὐκ ἀποτείσει, ὁ δὲ δίκαιος οἰκτίρει καὶ διδοῖ.–––––––––––––––––––––––––––––––––––––––––––––––––––––––– οὐ μόνον ἀποδίδωσιν ἃ ἐδανείσατο, ἀλλὰ καὶ εὐεργέτης ἄλλων γίνε̣ ται. ἐλεῶν κερδαίνει." ὁ" δὲ" ἐλεῶν πτωχὸν θεῷ δανείζει". ὁ δανειζόμενος παρὰ θεοῦ δίκαιος καὶ πλῆθος συναγαγὼν ἔργων καὶ ἀργυρίων λογ̣ ικῶν, καὶ ἄλλον εὐεργετεῖ· οἱ γὰρ κακοὶ βλάπτουσιν τοὺς συνόντας, οἱ δὲ δίκαιοι ὠφελοῦσιν. καὶ ὅτι ὁ κακὸς βλαπτικός ἐστιν, φανερόν. εἴρηται γοῦν ἐν παροιμίαις, ὅτι ὁ σοφὸς ὠφελεῖ καὶ βελτιοῖ·" ἔ λεγχε σοφὸν καὶ ἀγαπήσει σε". ἐλεγχόμενος καλῶς δέχεται τ̣ οὺς ἐλέγχους ὡς ἀγαπῆσαι τὸν ἐλέγξαντα. ἀγαπήσας δὲ τὸν ἐλέγξαντα οὐκέτι ἐργάζεται τὰ ἐφ' οἷς ὁ ἔλεγχος γέγονεν. ὥσπερ" ἀδελφός ἐστιν τοῦ λυμαινομένου ἑαυτὸν" ὁ πράττων τὸ κακόν. ἑαυτὸν οὖν πρὸ πάντων βλάπτει ὁ κακός." ὁ δίκαιος" οὖν" οἰκτίρει καὶ δίδει" καὶ χαριστικός ἐστιν καὶ ἁπαξαπλῶς κοινωνεῖ ἐν καλοῖς τῷ πλησίον. οἱ λέγοντες ὅτι," ἐὰν ἀδελφὸς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσιν καὶ λειπόμενοι τῆς ἐφημέρου τροφῆς", ὅτι·" ὑπάγετε ἐν εἰρήνῃ, χορτάζεσθε", μὴ διδοῖ δὲ αὐτοῖς τὰ ἐπιτήδεια, οὐδὲν ὠφέλησεν αὐτούς, ἐπεὶ ου᾿̣ κ" οἰκτίρει καὶ δίδωσιν". δυνα̣ τὸν δὲ καὶ οὕτως ἐκλαβεῖν· ὁ μὲν ἁμαρτωλὸς θεόθεν δανειζόμενος τὰς διδομένας αὐτῷ ἐννοίας κοινὰς̣ καὶ τὰς ἐντολὰς" οὐκ ἀποτείσει" ου᾿̣ δὲ ὃ ἔχει οὐδὲ ὃ ἔλαβεν, οὐδὲ τὸ κέρδος οὐδὲ τὸν τόκον." ὁ δὲ δίκαιος" θεὸς ἔτι μᾶλλον" οἰκτίρει καὶ διδοῖ". ἐκεῖνος δεχόμενος οὐκ ἀποδίδωσιν, ἀλλὰ αὐτὸς ἔτι μᾶλλον" οἰκτίρει καὶ δίδωσιν". καὶ λέγω· τότε ὁ οἰκτιρμὸς φαίνεται καὶ ἡ εὐεργεσία, ἐὰν ὁ λαμβάνων ἀχάριστος ᾖ." χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίςτους καὶ πονηρούς", δίδωσιν. ἀχαριστοῦσιν οἱ λαμβάνοντες– τῷ γὰρ μὴ ἀποδιδόναι ἃ δεῖ ἀποδιδόναι, ἀχάριστοι εὑρίσκονται καὶ πονηροί–, ἀλλ' ὁ θεὸς ἔτι χρηστός ἐστιν καὶ ἐπὶ τούτους. ὅθεν ὁ δίκαιος ἔτι μᾶλλον ο̣ ἰκτίρει καὶ παρέχει. ὁ μιμητὴς τοίνυν τοῦ θεοῦ," ὁ ἐλεῶν πτωχὸν καὶ τῷ θεῷ δανείζων", κἂν ὁ δανειζόμενος μὴ παρέχῃ ἃ ὀφείλει παρέχειν, ἔτι οἰκτίρμων ἐστίν, ἔτι παρέχει. καὶ λάβε μοι τὴν παραβολὴν τοῦ εὐαγγελίου τὴν περὶ τῶν ταλάντων·" ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν" δέδωκεν τὰ λογικὰ αὐτοῦ ὑπάρχοντα, οὐχ ἑκάστῳ κατὰ τὴν φύσιν, ἀλλὰ κατὰ τὴν δύναμιν, ἣν ἐκ προαιρέσεως ἑαυτῷ κατεσκεύασεν." καὶ τῷ μὲν δέδωκεν πέντε, τῷ δὲ δύο, τῷ δὲ ἕν"." ὁ τὰ πέντε λαβὼν τάλαντα εἰργάσατο ἐν αὐτοῖς" καὶ ἐδιπλασίασεν αὐτά. δανεισάμενος ἀποδέδωκεν. ὁ τὰ δύο ὡσαύτως. ὁ τὸ ἓν λαβὼν καὶ εἰς τὴν γῆν αὐτὸ κατακρύψας οὐδὲ εἰργάσατο ἐν αὐτῷ οὐδὲ ἀπέδωκεν τόκους, αὐτὸ εἰς τὴν γῆν κατέκρυψεν. ὅταν ἴδῃς ἄνθρωπον δύναμιν ἔχοντα τοῦ εὐεργετῆσαι ἢ φιλανθρωπεύσασθαι καὶ μὴ ποιοῦντα, ὃ ἔλαβεν εἰς τὴν γῆν κατέκρυψεν, εἰς τὴν ὑλικὴν αὐτοῦ προαίρεσιν αὐτὸ κατέκρυψεν. καὶ ἀπαιτηθεὶς αὐτό, ὅτε λοιπὸν καιρὸς τοῦ" σύναγε" πρὸς τοὺς εἰληφότας τὰ λογικὰ ἀργύρια, λέγει ὅτι·" ἴδε ἔχεις τὸ σόν". καὶ ᾐτιάσατό γε τὸν θεόν, τὴν ἑαυτοῦ βραδύτητα ἄλλῳ θέλων ἐπιγράψαι·" ᾔδειν σε", λέγει," ᾐ´̣ δ̣ ειν̣, ὅτι ἄνθρωπος αὐστηρὸς εἶ αἴρων ὃ οὐκ ἔθηκας, θερίζων ὃ οὐκ ἔσπειρας· καὶ φοβηθεὶς ἔκρυψά σου τὸ ἀργύριον εἰς τὴν γῆν" καὶ οὐδενὶ αὐτ̣ ὸ ἔδωκα. ἐξ ὧν εἴρηκεν, τὸν ἔλεγχον καὶ τὴν κατάκρισιν ἔσχεν·" ἄνθρωπε δοῦλε πονηρέ, ἦ ᾔδεις ὅτι αἴρω ὃ οὐκ ἔθηκα", εἰ τὰ μὴ ἐμαυτοῦ καλα`̣ αἴρω, τὸ ἐμὸν ὑπερέπραξα οὐ τοὺς εἰληφότας, εἰ" θερίζω ὅπου οὐκ ἔσπειρα"; πάντως ἐλάμβανον τὸ ἐμόν, εἰ ἦς αὐτὸ δεδωκὼς ἐπὶ τραπέζης, ἵνα πολυπλασιασθῇ. ἐστερήθη γοῦν καὶ τούτου. καὶ ὁ ἁμαρτωλὸς οὖν πολλάκις δανειζόμενος ἐὰν μὴ ἀποδιδῷ ὃ ὀφείλει ἀποδίδειν, ἀφαιρεθήσεταί ποτε ἐκείνων τῶν εὐεργ̣ εσιῶν. οὐκέτι αὐτὸς λήμψεται τοῦ δικαίου ἔτι μᾶλλον οἰκτίρο̣ ντος καὶ παρέχοντος. 22 ὅτι οἱ εὐλογοῦντες αὐτὸν κληρονομήσουσιν γῆν. οἱ εὐλογοῦντες τὸν δίκαιον. κατὰ ἀμφοτέρας τὰς ἀποδόσεις λημπ̣ τ̣ έον̣· ἤτοι τὸν δίκαιον ἄνθρωπον ἢ τὸν θεόν. εὐλογεῖ τὸν θεὸν ὁ ἐκεῖνα ποιῶν ἃ ἀπαιτεῖ αὐτόν, ὥστ' εἰπεῖν·" εὐλογήσω τὸν κύριον ἐν παντὶ καιρῷ". καὶ ὁ δίκαιος δὲ ἄνθρωπος εὐλογεῖται·" εὐλογία" γὰρ" κυρίου ἐπὶ κεφαλὴν δικαίου". καί·" οὗτος λήμψεται εὐλογίαν παρὰ κυρίου"." γῆν" ἐκείνην, περὶ ἧς εἴρηται·" καὶ ὑψώσει σε τοῦ κατακληρονομῆσαι τὴν γῆν". 22 οἱ δὲ καταρώμενοι αὐτὸν ἐξολεθρευθήσονται. καταρᾶται οὖν τὸν δίκαιον ὁ ἀσεβῆ περὶ αὐτοῦ λέγων, περὶ ὧν ἢ πρὸς οὓς λέγει·" οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ' ἐμοῦ· δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμὲ κακά· ἐλυτρωσάμην αὐτούς, αὐτοὶ δὲ κατελάλουν κατ' ἐμοῦ ψεύδη"." ἐγώ", φησίν," ἐλυτρωσάμην αὐτούς", ἤγαγον αὐτοὺς εἰς τὸ τῆς παλινγενεσίας λουτρὸν ἄφεσιν ἁμαρτιῶν παντελῆ δωρησάμενος, ἀπαλείψας αὐτῶν τὰς ἀνομίας. αὐτοὶ δὲ καταλαλοῦσιν κατ' ἐμοῦ ψεύδη μὴ πράττοντες ἐκεῖνα τὰ ἐφ' οἷς ἐκλήθησαν. καὶ ἄφεσιν ἁμαρτιῶν ἔσχον· οὐ γὰρ διὰ τοῦτο ἐλυτρωσάμην αὐτούς, ἵνα ἁμαρτάνωσιν, ἀλλ' ἵν' ἔξω ἁμαρτίας γένωνται. ἐὰν οὖν μετὰ τὰ λύτρα καὶ σῶστρα ἄτοπ̣ α ποιῇ τις, καταλαλεῖ τοῦ λαλῆσαι τρόπον τινὰ λέγει·" οὐδέν με ὠφέλησεν", ψεύδη κατ' αὐτοῦ λέγει. 23 παρὰ κυρίου τὰ διαβήματα ἀνθρώπου κατευθύνεται, καὶ τὴν ὁδὸν αὐτοῦ θελήσει. ὁ ἄνθρωπος προαιρετικῶς διαβαίνει ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττονα, ἀπὸ τῶν προσκαίρων ἐπὶ τὰ αἰώνια. καὶ αὐτοῦ 252 ἐστιν τὸ θελῆσαι τὸ καλόν, ἐπεὶ" οὐ τοῦ τρέχοντος οὐδὲ τοῦ θέλοντος, ἀλλὰ τοῦ ἐλεῶντος θεοῦ" ἐστιν τὸ ἀνύσαι ἀμέμπτως τὴν ὁδόν." παρὰ κυρίου τὰ διαβήματα ἀνθρώπου κατευθύνεται". οὐ δίδοται τὰ διαβήματα̣· ἡμῶν γάρ ἐστιν θελῆσαι διαβῆναι ἀπὸ τῶν φαύλων ἐπὶ τὰ καλά. αὐτίκα γοῦν ἐν τῇ κατ' αὐτὸν καθόλου ἐπιστολῇ ὁ Ἰωάννης γράφει·" ἡμεῖς οἴδαμεν ὅτι μεταβεβήκαμεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν"." διαβεβήκαμεν", οὐκ" ἤχθημεν". οὐ βία ἡμᾶς εἰς τοῦτο τι´̣ θησιν̣ θεοῦ κατευθύναντος τὰ διαβήματα, τέλος ἐπιτιθέντος τοῖς οὕτω γινομένοις ὀρθοῖς δ̣ ι̣ αβήμασιν. ἔχεις δὲ π̣ ολλὰ ἐν τῇ γραφῇ τοιαῦτα·" ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου". θεοῦ πλατύνοντος τὴν καρδίαν, εὖρος τῇ νοήσει δεδωκότος, ἀνύει τις τὴν τῶν ἐντολῶν ὁδόν. οὐχ ὅτι ἔδραμεν, ἐπλατύνθη αὐτοῦ ἡ καρ̣ δία, ἀλλ' ὅτι ἐπλάτυνεν αὐτὴν ὁ θεὸς πᾶσαν στενοχωρίαν τὴν ἐκ φαύλων λογισμῶν καὶ θλίψεων ἐκβάλλων, διὰ τοῦτο ἔδ̣ ραμεν τὴν ὁδὸν τοῦ θεοῦ. πάλιν δὲ ἐὰν λέγηται ἐν τῷ Ἰηρεμίᾳ, μὴ ὡς ἐναντίωμα νομίσῃς·" οἶδα ὅτι οὐ τοῦ ἀνθρώπου ἡ ὁδὸς αὐτοῦ οὐδὲ ἀνὴρ πορεύσεται κατευ······· ιαν αὐτοῦ". σὺ εἶ ὁ. διττῶς δὲ δύναται διάνοιαν ἔχειν τὸ τοῦ προφήτου ῥητόν· ἀπειλεῖ ὁ Ναβουχοδονοσσὸρ καθαίρεσιν τῆς̣ Ἰερουσαλὴμ καὶ μετοικισμὸν ὅλου τοῦ Ἑβραικοῦ γένους. ἔλεγεν ὁ προφήτης ὅτι· εἰ καὶ ἠπείλει καὶ τὰ αἴτια τοῦ τοῦτο παθ̣ ε̣ ι῀̣ ν̣ ἡμεῖς παρέσχομεν," οἶδα ὅτι οὐ τοῦ ἀνθρώπου ἡ ὁδὸς αὐτοῦ". δύνῃ κωλῦσαι αὐτοῦ τὴν ἐφ' ἡμᾶς ὁδόν· κἂν γὰρ ἀνὴρ νομίζῃ εἶναι καὶ μέγας, ἀλλ' οὐ κατορθοῦται ἡ πορεία αὐτοῦ σοῦ κωλύοντος. δυνατὸν καὶ οὕτω λαβεῖν κατὰ τὴν ἀποδοθεῖσαν ἤδη διάνοιαν εἰς τό·" οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεῶντος θεοῦ". προτίθεσθε δραμεῖν τὴν σωτηριώδη ὁδόν. οὐκ ἔστιν ἡμῶν ἀνύσαι τὴν ὁδόν, ἀλλὰ θελῆσαι εἰς τὸ τέλος τῆς ὁδοῦ ἐλθεῖν, ὥστ' ἀνειπεῖν·" τὸν δρόμον τετέλεκα". ἐξ αὐτοῦ δὲ τὸ κατευθῦναι, ἐξ αὐτοῦ τὸ ξεναγῆσαι." ὁδήγησόν με ἐπὶ τη`̣ ν ἀλήθειάν σου". ὁ ὁδηγούμενος ὑπὸ θεοῦ οὐχ ἑαυτῷ κατορθοῖ. ποθεῖ δὲ κατορθῶσαι καὶ δέδωκεν ἑαυτὸν τῷ δυναμένῳ αὐτὸν εἰς τελειότητα ἀγαγεῖν. τὰ τοιαῦτα τὰ κατὰ θεόν, λέγω, καὶ πρὸς αὐτὸν ὁρῶντα πλουσίως ἐπιτελεῖται καὶ οὐκ ἔστιν μερίσαι ἕκαστον ἀφ' ἑκάστου. ἐπόθησέν τις τὸ καλόν, μιμητὴς εἶναι θεοῦ σπουδάζει, προθέσθαι ἀναλαβεῖν τὴν ἀρετήν· προθέμενος οὐχ ἵσταται μέχρι τῆς προθέσεως, ἀλλ' ἐνεργεῖ, μελετᾷ, σπουδάζει, ἐθίζει ἑαυτὸν πράττειν τὰ καλά." εἰ ἀνηγγέλη σοι, ὦ ἄνθρωπε, τί κύριος αἰτεῖ παρὰ σοῦ ἢ τοῦ ἀγαπᾶν ἔλεον καὶ ποιεῖν κρίμα καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ κυρίου τοῦ θεοῦ"; ὁ ἑτοιμάζων ἑαυτὸν εἰς τὸ ἀεὶ μετὰ τοῦ κυρίου τοῦ θεοῦ πορεύεσθαι πάντῃ ἀνεμπόδιστός ἐστιν. μόνον ἑτοιμαζέτω ἑαυτὸν εἰς τοῦτο λέγων·" ἑτοίμη ἡ καρδία μου, ὁ θεός, ἑτοίμη ἡ καρδία μου". οὐδεὶς δὲ τῶν ἐνποδιζομένων ὑπὸ λογισμῶν αἰσχρῶν ἢ ἐν̣ θυμήσεώς τινος εἰπεῖν δύναται·" ἑτοίμη ἡ καρδία μου, ὁ θ̣ ε̣ ο´̣ ς̣, ἑτοίμη ἡ καρδία μου"· ἔχει γὰρ δεσμά," σειραῖς τῶν ἑαυτοῦ ἁμαρτιῶν σφίνγεται". τὴν ὁδὸν τοῦ κατευθυνομένου ἐν τοῖς δ̣ ιαβήμασιν ὁ θεὸς θέλει. θελητῶς δὲ βαδίζει, τὴν ὁδὸν τῆς ζωῆς τρέχει αὐτὸν τὸν εἰρηκότα·" ἐγώ εἰμι ἡ ὁδός". πατεῖ καὶ τρέχει ἐπ' αὐτοῦ." καὶ τὴν ὁδὸν αὐτοῦ θελήσει". δυνατὸν δὲ καὶ τοῦτο εἰπεῖν ὅτι· οὗ τὰ διαβήματα κατευθύνεται ὑπὸ τοῦ θεοῦ, τὴν τοῦ θεοῦ ὁδὸν θέλει, εἰς ἣν ἄγει αὐτόν, ἐφ' ἣν ὁδηγεῖ καὶ ξεναγεῖ αὐτόν. κἄν ποτε οὖν συμβῇ πεσεῖν, οὐ καταρήγνυται. 24 ὅταν πέσῃ, οὐ καταραχθήσεται. λάβε μοι παράδειγμα τοιοῦτο· δρομεύς τις ἔστω ἄριστος καὶ ποδῶν ὠκύτητα κατὰ φ̣ ύσιν ἔχων καὶ τὴν τέχνην τὴν δρομικὴν ἄκρως παρασκευασθείς. οὗτος ὀξέως περὶ τὸ τρέχειν ἔχων καὶ γεγυμνασ̣ μ̣ ένους ἔχων τοῦ ἔσω ἀνθρώπου τοὺς πόδας ἄν ποτε προσπταίσῃ ἐν τῷ τρέχειν, τρόπον τινὰ βραχεῖαν αἴσθησιν λαμβάνει τοῦ προσπταίσματος· οὐδὲ γὰρ καταστρέφεται οὐδὲ αὐτὸς ὥσπερ πληγεὶς ὀκλᾷ, παύεται τοῦ δρόμου. κἄν ποτε οὖν συμβῇ γενέσθαι τινὰ ὄλισθον, οὐ καταρήγνυται. ὠλίσθησεν Ἰούδας ἀπὸ τῆς ὁδοῦ τῆς ἀληθείας καὶ κατέπεσεν· εἴρηται γάρ·" πρηνὴς γενάμενος ἐλάκησεν μέσος". πρηνὴς δὲ οὐκ ἂν ἐγένετο, εἰ μὴ καταραχθεὶς ἦν. εὖ δὲ καὶ τό·" ὅταν πέσῃ, οὐ καταραχθήσεται". κἂν πταῖσμά τι γένηται, οὐ παρέχει" τῷ διαβόλῳ τόπον", ὥστε πάντῃ αυ᾿̣ τὸν καταστρέψαι καὶ καταράξαι. εἶδέν τις γυναῖκα πρὸς ἐπιθυμίαν με´̣ χρι τῆς̣ προπαθείας· ἔδοξεν πίπτειν, ἀλλ' οὐ κατερράγη· ὅταν γὰρ εἴξῃ ἀκολουθῆσαι τῷ λογισμῷ καὶ νικήσῃ αὐτὸν τοῦ κάλλους ἡ ἐπιθυμία, κατερράγη, κατέπεσεν. οἷοί εἰσιν οἱ πρεσβύτεροι οἱ μανέντες κατὰ Σωσάννης. 24 ὅτι κύριος ἀντιστηρίζει χεῖρα αὐτοῦ." χεὶρ" πολλάκις ἡ πρᾶξις λέγεται, ἡ ἐνεργητικὴ δύναμις. ἀντιστηρίζων τὴν ἐνεργητικὴν αὐτοῦ δύναμιν οὐκ ἐᾳ῀̣ αὐτὸν τέλεον καταπεσεῖν. εὑρίσκει ποῦ τὴν χεῖρα ἐρείσῃ. καὶ γίνεται αὐτοῦ ὁ κύριος ἀντιστήριγμα κατὰ τὰ λεχθέντα πρὸ τούτου·" καὶ ἐγένετο κύριος ἀντιστήριγμά μου". τὴν ποιητικὴν αὐτοῦ δύναμιν κρατεῖ ὥστ' ἀνειπεῖν·" ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου, καὶ ἐν τῇ βουλήσει σου ὡδήγησάς με". ἰδοὺ τὴν κράτησιν 255 28 καὶ σπέρμα ἀσεβῶν ἐξολεθρευθήσεται.–––––––––––––––––––––––––––––––––––––––––––––––––––––––– ἐστὶν ἡ ἀσέβεια. εἰς θεὸν δέ ἐστιν γινομένη. τὸ" σπέρμα" ἀντὶ τοῦ" τὰ γεννήματα τῶν ἀσεβῶν". δύναται δὲ καὶ τὸ" σπέρμα" οἷον ἡ διάθεσις τῶν ἀσεβῶν. ἐξολεθρεύεται δὲ συμφερόντως. ἵνα μη´̣ τινα προεν̣ έγκῃ ἔτι μένοντα, σπέρμα ἐξολεθρεύεται. 29 δίκαιοι κληρονομήσουσιν γῆν καὶ κατασκηνώσουσιν εἰς αἰῶνα αἰῶνος ἐπ' αὐτῆς. ἐπὶ τῆς γ̣ ῆς τῆς εἰρημένης. 30– 31 στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλεῖ κρίσιν· ὁ νόμος αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ, καὶ οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ. λαλεῖ σοφίαν τὸ στόμα τοῦ δικαίου. ὅταν πεφωτισμένος ᾖ ὁ σοφός̣, φωτεινοὺς προφέρει λόγους· εἴρηται γάρ·" σοφία ἀνθρώπου φωτιεῖ πρόσωπον αὐτοῦ". ὁ ταύτην λαλῶν τὴν σοφίαν πεφωτισμ̣ ένον ἔχει τὸ πρόσωπον τοῦ νοῦ·" διήγησις" γὰρ" εὐσεβοῦς διὰ παντὸς σοφία". καὶ πάλιν ὁ λέγων ὁ πειθόμενος τῷ λέγοντι ὅτι·" ἄνοιξον στόμα σου λόγῳ θεοῦ", λέγων·" τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα", σοφίαν λαλεῖ." στόμα" οὖν" δικαίου μελετήσει σοφίαν". ἀεὶ τὰ σοφὰ μελετᾷ, οὐ μ̣ όνον τὰ θεωρήματα τῆς εὐσεβείας, ἀλλὰ καὶ τὰ τῆς πράξεως σοφά." ἡ γλῶσσα αὐτοῦ λαλει῀̣ κρίσιν". κεκριμένως πάντα φθέγγε̣ τ̣ ται," ἀργὸν ῥῆμα" οὐ προφέρεται· οἶδεν γάρ, ὅτι" ἐκ τῶν λόγων ἑαυτοῦ δικαιοῦταί τις, καὶ ἐκ τῶν λόγ̣ ων αὐτοῦ καταδικάζεται". διὰ τοῦτο κεκριμένως φθέγγεται. καὶ ὥσπερ οἱ λογισμοὶ τοῦ δικαίου κρίματά εἰσιν–" λογισμοὶ" γὰρ" δικαίων κρίματα"· οὐκ ἔχουσιν ἁπλῶς λογισμοὺς ῥεριμμένους, ἀλλὰ κεκριμένους καὶ ἐξητασμένους καὶ κεκ̣ ανονισμένους–. ἀπὸ τῶν τοιούτων κριμάτων καὶ λόγος κε κριμένος προφέρεται. καὶ διὰ τοῦτο" ἡ γλῶσσα τοῦ δικαίου λαλεῖ κρίσιν". εἰ γὰρ ἃ λογίζεται, ταῦτα λαλεῖ, λογίζεται δὲ κεκριμένους καὶ ἐξητασμένους λογισμούς, καὶ ὁ λόγος αὐτοῦ τοιοῦτός ἐστιν. καὶ λοιπὸν τὴν αἰτίαν ἀποδίδωσιν·" ὁ νόμος αὐτοῦ" οὐκ ἐν τοῖς ὠσίν ἐστιν μόνοις, ἀλλ'" ἐν τῇ καρδίᾳ αὐτοῦ"." δίδωσιν" γὰρ" ὁ θεὸς νόμους αὐτοῦ εἰς καρδίαν καὶ ἐπὶ τὴν διάνοιαν ἐπιγράφει αὐτούς". οὗ οὖν πεπλήρωται ἡ καρδία αὐτοῦ τοῦ θεοῦ νόμου, διὰ τοῦτο καὶ σοφίαν μελετᾷ καὶ κρίσιν λαλεῖ. τούτου δὲ ὑπαρχθέντος καὶ κατορθωθέντος" οὐχ ὑποσκελίζεται τὰ διαβήματα αὐτοῦ". κατ' εὐθὺ βαίνει, οὐ προσκόπτει, ἵν' οὕτως εἴπω, ὑποπτέρους ἔχει πόδας. ὁ δὲ ὑποπτέρους ἔχων πόδας οὐκ ὀλισθαίνει, οὐ διαπταίει. ὑποδέδεται γοῦν ὁ σοφὸς" τὴν ἑτοιμασίαν τοῦ εὐαγγελίου τῆς εἰρήνης"." ἡ ἑτοιμασία τοῦ εὐαγγελίου" ὑπ̣ οδήματα γίνεται τῶν ποδῶν τοῦ δικαίου· ταύτα γὰρ τὰ ὑποδήματα ὑπόπτερά εἰσιν ἄνω φέροντα. λέγει γοῦν καὶ ὁ θεὸς̣ τῇ ψυχῇ·" ὑπέδησά σε ὑάκινθον". οὐκ ἄλλῳ τοῦτο τὸ ὑπόδημα περιθεῖναι ἐπέτρεψεν, ἀλλ' αὐτὸς αὐτὸ ὑπέδησεν. φιλεῖ δὲ ὁ ὑάκινθος μιμεῖσθαι τοῦ αἰθέρος τὸ χρῶμα. αἰθέριον οὖν ὑπόδημα ὑπέδησά σε. 32 κατανοεῖ ὁ ἁμαρτωλὸς τὸν δίκαιον καὶ ζητεῖ τοῦ θανατῶσαι αὐτόν. κατανοεῖ οὐχ ἵνα μιμήσηται αὐτόν. Παῦλος γράφει τοῖς ἐν Χριστῷ ἀνθρώποις·" κατανοοῦντες αὐτοὺς εἰς παροξυνμὸν ἀγάπης καὶ καλῶν ἔργων" καὶ τἆλλα. κατανοοῦσιν, ἵνα μιμήσωνται αὐτούς·" πείθεσθε" γὰρ" τοῖς ἡγουμένοις ὑμῶν"," οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ θεοῦ, ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν". ὧδε τὸ κατανοεῖν ἐπαινετόν ἐστιν. ὁ δὲ ἁμ̣ αρτωλὸς κατανοεῖ τὸν δίκαιον, οὐχ ἵνα μιμήσηται, οὐχ ἵνα ἀποδέξηται, ἀλλ' ἵνα θανατώσῃ. ἀμφοτέρως δὲ θανατοῖ ὁ ἁμαρτωλὸς τὸν δίκαιον· ἐὰν ἀποστήσῃ αὐτὸν ἀπὸ τῆς δικαιοσύνης, θανατοῖ αὐτόν, ἢ θανατοῖ αὐτὸν ἐπιβουλευτικῶς ἐπιφέρων κατ' αὐτοῦ θάνατον, ὡς διενόησαν ποιεῖν κατὰ Σωσάννης οἱ πρεσβύτεροι. 33 καὶ οὐ μὴ ἐνκαταλείψει αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ οὐδὲ μὴ καταδικάσει αὐτόν, ὅταν κρίνηται αὐτῷ. κἂν ἐπιθῆται, οὐκ ἐνκαταλείψει αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ. ἐλέγομεν δὲ διαφορὰν τῆς λέξεως τῆς ἐνκαταλείψεως. εἰ καὶ ἀνῃρέθη ὁ Ναβουθὲμ ὑπὸ τῶν ἐπιβουλευσάντων, οὐκ ἐνκατελείφθη εἰς τὰς χεῖρας αὐτῶν· τότε γὰρ ἐνκατελείπετο, εἰ ὅπερ ἠβούλοντο πεποιήκει. οἱ μάρτυρες ἀνῃρέθησαν ὑπό τινων, ἀλλ' οὐκ ἐνκατελείφθησαν εἰς τὰς χεῖρας αὐτῶν. τότε δὲ ἐνκατελείποντο, εἰ ἦσαν θύσαντες. ὅταν κρίνεται ὁ ἁμαρτωλὸς δικαίῳ, οὐ καταδικάζεται ὁ δίκαιος. ἐκρίνοντο οἱ πρε̣ σβύτεροι μετὰ Σωσάννης, καὶ οὐ κατεδικάσθη ἐκείνη ἐν τῷ κρίνεσθαι ἐκείνους· ἐκεῖνοι γὰρ συκοφάνται ἀπεδείχθησαν ψευδεῖς. 256 34 ὑπόμεινον τὸν κύριον καὶ φύλαξον τὴν ὁδὸν αὐτοῦ, καὶ ὑψώσει σε τοῦ κατακληρονομῆσαι γῆν. λοιπὸν προτρέπει· εἰ καὶ πολλά ἐστιν τὰ ἐνοχλοῦντα, εἰ καὶ πολλοὶ οἱ πολέμιοί εἰσιν καὶ βλάψαι καὶ ἀναιρῆσαι θέλοντες, ἀλλὰ" ὑπόμεινον τὸν κύριον καὶ φύλαξον τὴν ὁδὸν αὐτοῦ", ὥστ' ἀνειπεῖν·" τὸν δρόμον τετέλεκα"· τότε γὰρ ὑψώσει σε κα̣ ι`̣ κατακληρονομήσεις τὴν γῆν. τὸ ἆθλον τῆς ὑπομονῆς ἐδήλωσεν ὅτι· ὑψηλόν σε ποιήσει, μετάρσιόν σε λήμψεται, εἰς αὐτὸν τ̣ ὸν οὐρανὸν ξεναγήσει σε. 34 ἐν τῷ ἐξολεθρεύεσθαι τοὺς ἁμαρτωλοὺς ὄψῃ. τοῦτο λέγει ὅτι· ὀλεθρε̣ υ̣ ομένους τοὺς ἁμαρτωλοὺς ὄψῃ καὶ σεαυτὸν γνώσει ὅτι ἐκληρονόμησας τὴν γῆν. ὅτι ὑπέμεινας τὸν κύριον καὶ τὴν ὁδὸν αὐτοῦ ἐφύλαξας, οὐχ ὑπέπεσας α̣ ὐτοῖς. 35– 36 εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου· καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν, καὶ ἐζήτησα αὐτόν, καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ. πολλάκις ἑαυτοὺς οἱ ἀσεβεῖς μεγάλους νομίζουσιν καὶ μετεωρίζουσιν ἑαυτοὺς κατὰ τὴν̣ κέδρον τὴν ἐν τῷ Λιβάνῳ. δυνατὸν δὲ καί, ἐπειδὴ μετὰ ἄρθρου λέγεται, καὶ αὐτὸν τὸν διάβολον λαβεῖν ὅτι· εἶδον αὐτὸν κατὰ πάντων ἐπαιρόμενον τῶν ἄλλων λέγοντα·" τὴν οἰκουμένην ὅλην καταλήμψομαι τῇ χειρί μου, ὡς ᾠὰ καταλελειμμένα ἀρῶ", ὡς νοσσιὰν λήμψομαι, οἶδας, ὅτι εὐκ̣ όλως ὁ περιτυγχάνων καλιᾷ τὰ ᾠὰ λαμβάνει. κἂν ἄρτι οὖν νεοττοὶ γενάμενοι ἦσαν, πάλιν αὐτῶν περιγέγονεν μὴ δυναμένων πτῆσιν ἔχειν ἰσχυρὰν καὶ μετεωρίζουσαν. ἀπὸ ἀλαζονείας πολλῆς θρασύτητος οὕτως ἐνόμιζεν ἔχειν τη`̣ ν οἰκουμένην, τουτέστιν πάντας τοὺς ἀνθρώπους, πρὸς αὐτὸν κατὰ τὰ ᾠὰ τὰ ἄψυχα, κατὰ τὰ νοσσία ποιηθέντα ἐπαρθῆν̣ αι μὴ δυν̣ άμενα, ἀλλ' ἔτι ἐν τῇ καλιᾷ μένοντα." εἶδον" οὖν" τὸν ἀσεβῆ" τοῦτον τὸν λέγοντα·" τῇ ἰσχύι ποιήσω καὶ τῇ συνέσει τῆς σοφίας, ἀφελῶ ὅρια ἐθνῶν καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω", εἶδον αὐτὸν ὑπερυψούμενον. διέβην τῷ λογι̣ σμῷ εἰς τὸν̣ μετὰ ταῦτα βίον, εἰς τὸν τῆς προνοίας λόγον, καὶ οὐκέτι αὐτὸν εἶδον, οὐδὲ ὁ τόπος αὐτοῦ ἔτι ζητηθεὶς ηὑρέθη. πεπαύσε̣ ται ἡ ἀσέβεια, οὐκ ἔνι ἔτι ἀσέβεια. οὔκ ἐστιν τῶν ἀθανάτων, ὥσπερ περὶ τῆς δικαιοσύνης λέγει·" δικαιοσύνη ἀθάνατός ἐστιν". ἐπερ·" ὡς τὰς κέδρους τοῦ Λιβάνου";– πολλάκις τοὺς ὑπερηφάνους τῷ ξύλῳ τούτῳ σημαίνει·" καὶ συντρίψει κύριος τὰς κέδρους τοῦ Λιβάνου". εἰσὶν καὶ ἐπαινεταὶ κέδροι. τοὺς μεγάλους δὲ ἐν τῷ βίῳ τούτῳ τῷ ὀνόματι τούτῳ σημαίνει·" διάνοιξον, ὁ Λίβανος, τὰς θύρας σου, καταφάγεται πῦρ τὰς κέδρους σου". εἶτα ἑρμηνεύει·" διότι με γιστᾶνες μεγάλως ἐταλαιπώρησαν". τοὺς μεγιστᾶνας κέδρους εἶπεν. εἰσὶν οὖν καὶ ἐπαινεταὶ κέδρ̣ ο̣ ι̣, ἀλλ' οὐ περὶ τούτων νῦν ὁ λόγος." καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν". παρῆλθον τῇ διανοίᾳ καὶ εἶδον αὐτὸν οὐκ ὄντα. εἶδον αὐτὸν θρασυνόμενον διὰ πλοῦτον, διὰ ἀρχὴν ἀνθρώπινον. παρῆλθον τῷ λογισμῷ καὶ εἶδον ὅτι οὐ τῶν μενόντων ἐστὶν ο῾̣ ἀσεβής. ἔτι ὑπερυψοῦται κατὰ τὸν Λίβανον καὶ τὰς κέδρους αὐτοῦ· ἐζήτησα γα`̣ ρ ἐν τοῖς οὖσιν τὸν τόπον αὐτοῦ καὶ οὐχ εὗρον. πάντα" καλὰ λίαν" ὁ θεὸς πεποίηκεν." ἐκ στόματος κυρίου οὐκ ἐξελεύσεται τὸ ἀγαθὸν καὶ τὰ κακά". οὐ τοῦτο λέγει ὅτι οὐδὲ τὸ ἀγαθὸν οὐδὲ τὸ κ̣ ακόν, ἀλλὰ τὸ ἀγαθὸν μὲν ἐκ στόματος κυρίου ἐξελεύσεται, τὰ κακὰ δὲ οὔ. πληθυντικῶς οὖν τὰ ἀγαθά. διὰ τοῦτο τοῖς κακοῖς οὔκ ἐστιν ἐν τοῖς οὖσιν τόπος· πάντα γὰρ" καλὰ λίαν" ὁ θεὸς πεποίηκεν. καὶ" οὐ τέρπεται ἐπὶ ἀπωλείᾳ ζώντων. σωτήριοί εἰσιν αἱ γενέσεις τοῦ κόσμου· οὐκ ἔστιν ἐν αὐταῖς φάρμακον ὀλέθρου οὐδὲ ᾅδου βασίλειον ἐπὶ γῆς". 37 φύλασσε ἀκακίαν καὶ ἰδὲ εὐθύτητα, ὅτι ἔστιν ἐνκατάλειμμα ἀνθρώπῳ εἰρηνικῷ. λοιπὸν τ̣ αῦτα λέγει·" ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθὸν καὶ κατασκήνου εἰς αἰῶνα αἰῶνος". λέγει·" φύλασσε ἀκακίαν, ἰδὲ εὐθύτητα" ἔξ̣ ω̣ πάσης κακίας γενόμενος. ἐκεῖνος δὲ ἄκακο´̣ ς̣ ἐστι̣ ν̣ κατὰ τὸ νῦν σημαινόμενον. ὁ ἀρετὴν ἔχων ὁρᾷ καὶ τὴν εὐθύτητα." ὅτι ἔστιν ἐνκατάλειμμα ἀνθρώπῳ εἰρηνικῷ". τοῦτο λέγει ὅτι· ἀδύνατόν ἐστιν τὸν εἰρηνικὸν ἄνθρωπον ἐξ ὅλων ἀφανισθῆναι. κἂν ἐνκαταλειφθῇ, ἀλλ' ἐνκατάλειμμα ἔχει. 38 οἱ δὲ παράνομοι ἐξολεθρευθήσονται ἐπὶ τὸ αὐτό. ἅμα οἱ παράνομοι ἐξολεθρεύονται· τοῦτο γάρ ἐστιν̣ τὸ" ἐπὶ τὸ αὐτὸ" ὀλέθρῳ περιπεσεῖν αὐτούς. 38 τὰ ἐνκαταλείμματα τῶν ἀσεβῶν ἐξολεθρευθήσονται. ἔστιν δὲ ἐνκατάλειμμα τῷ εἰρηνικῷ. τῶν ἀσεβῶν τὰ ἐνκαταλείμματα ὀλέθρῳ υ῾̣ πο̣ πεσ̣ εῖται. 39 σωτηρία δὲ τῶν δικαίων παρὰ κυρίου.̣ τοῦτο λέγει· κἂν δόξωσίν ποτε οἱ δίκαιοι ἐπιβουλευόμενοι μὴ τετυχηκέναι τῆς̣ πα̣ ρ̣ ὰ ἀνθρώπων̣ σω̣ τηρίας, οἷον ὁ Ἅβελ καὶ ὅσοι ἄλλοι ἐπεβουλεύθησαν δίκαιοι, ἀλλ' ἡ σωτηρία αὐτῶν παρὰ κυρίου ἐστίν, ἡ αἰώνιος σωτηρία, οὐχ ἡ π̣ ρ̣ όσκαιρος. 39 καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν ἐν καιρῷ θλίψεως. κἂν θλίψεως καιρὸς καταλάβῃ, ὑπερασπιστὴς αὐτῶν ἐσ τιν. τη`̣ ν ἀσπίδα τὴν ἑαυτοῦ ὑπὲρ αὐτῶν προβάλλεται, ὁ´̣ π̣ ως ἄτρωτοι οὐ πάντως τῷ σώματι διαμείνωσιν, ἀλλὰ τῇ ψυχῇ. 40 καὶ βοηθήσει αὐτοῖς κύριος καὶ ῥύσεται αὐτούς. 257 βοηθῶν αὐτ̣ ο̣ ι῀̣ ς ῥύεται αὐτούς. κἂν μὴ ὧδε, ἀλλὰ ῥυ̣ σθήσονταί ποτε· ἐὰν γὰρ ἐπιβουλευθῶσιν δι' εὐσεβείας καὶ δόξωσιν ἀποθνῄσκειν, ἀλλ' οὐ·························· νι κολάσει. τοῦτο δέ ἐστιν ἀληθῶς τὸ βοηθηθῆναι ὑπὸ θεοῦ, τὸ ῥυσθῆναι ὑπὸ θεοῦ. καὶ························ ἀμφότερα ἔχει, βοηθῶν ῥύεται. ῥύεται αὐτοὺς ἀπὸ τῶν περιεστηκότων ἀνιαρῶν························ 40 καὶ ἐξελεῖται αὐτοὺς ἐξ ἁμαρτωλῶν καὶ σώσει αὐτούς, ὅτι ἤλπισαν ἐπ' αὐτόν. ἐπεὶ ἤλπισαν·················· σωτηρίας ἢ αὐτόν, ἐξελεῖται αὐτοὺς ἐκ τῶν ἁμαρτωλῶν καὶ ἔξω ποιήσει αὐτοὺς πάσης························· υσιν. καὶ ἐνταῦθα ὁ βλάπτων τοὺς δικαίους, ὡς οἴετα̣ ι, ἑαυτὸν βλάπτει. τοῦτο γοῦν ὁ θεὸς························" ὁ ἁπτόμενος ὑμῶν ὡς ὁ ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ"· μὴ γὰρ ὁ ἐπιβου······················· ἑαυτοῦ βλάπτει. ἔλαβεν δὲ τὸ παράδειγμα πρὸς τὸ δεῖξαι, ὅτι ἑαυτοῦ βλαπτικός ἐστιν ὁ······················· οὐκ ἐκεῖνον διατίθησιν, ἀλλ' ἑαυτόν. ἐπερ· τὸ" τόξον" πῶς λαμβάνομεν;– τὸ τεταμένον ἡγεμονικὸν················· 1– 2 Ψαλμὸς τοῦ Δαυίδ· εἰς ἀνάμνησιν περὶ σαββάτου. κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με.··············· διαφέρει ἀνάμνησις ὑπομνήσεως· τότε γάρ τις ὑπομιμνήσκεται, ὅταν ἄλλος ἄλλῳ························ αυτοῦ ἀναπολῇ τὰ πρῶτα, ἀναμιμνήσκεται. οὕτω γοῦν τινες εἴρηκαν τὰς μαθ························ οἱ σωθῆναι βουλόμενοι ἔρχονται" εἰς ἐπίγνωσιν ἀληθείας". ταὐτόν ἐστιν τὸ εἰς ἐπίγνωσιν τῷ εἰς ἀνάμνησιν. ἀναμιμνήσκεται γάρ τις οὗ οἶδεν. οὐδεὶς λέγεται ἀναμιμνήσκεσθαι οὗ λέγεται· πρότερον γ························ τοῦ Ἰωσὴφ ἀνεγνώρισαν αὐτόν, καὶ αὐτὸς αὐτοὺς ἀνεπόλησεν· ᾔδεσαν γὰρ αὐτὸν·················· ἀνάμνησιν περὶ σαββάτου λάβῃ, ἀρχὴν ἀγαθοῦ ἔχει τινός. τὸ σάββατον κατάπαυσιν σημαίνει·················· ζεσθαι σαββατίζει. οὐκ ἐν ταῖς ἓξ ἡμέραις σαββατίζει, ἀλλ' ὅταν ὑπερβῇ ταύτας καὶ λ······················· οὗτος, ἐν ᾧ διατρίβομεν, τὰ βλεπόμενα καὶ πρόσκαιρα, ἐν ἑξάδι ἡμερῶν γεγένηται····················· ὅταν δὲ ὑπερβῇ ταῦτα καὶ λοιπὸν ὑπερκοσμίως καὶ ὑπερουρανίως διάγῃ α······················· τῷ οὐρανῷ, τὸ τηνικάδε σαββατίζει. ὁ κυ ρίως σαββατισμὸς οὗτός ἐστιν. καὶ γη̣·························· ζειν· ὁ γὰρ ἐπὶ γῆς περιπατῶν καὶ ἐν οὐρανοῖς ἔχων τὸ πολίτευμα, οὗτ̣ ος······················· κόσμῳ ἔχει ἐν οὐρανῷ τὴν διάνοιαν σαββατίζουσαν. ὑπάρξεται δέ ποτ̣ ε̣ κ̣ α̣ ὶ η̣·························· ἐκεῖ τὴν καρδίαν ἔχουσιν καὶ ἤδη σαββατίζουσιν" τὸ τρυφερόν, ἅγιον τῷ θεῷ σάββατον",····················· τῷ λέγοντι·" δεῦτε πρὸς ἐμὲ πάντες οἱ κεκοπωμένοι··········································· εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν"······························· τροπολογίαν σαββατίζομεν, ἀλλὰ ἀληθινῶς················································ οὔκ εἰσιν πρωτότυποι, φανερόν·" μή τις" γάρ, φησίν,"············································ μελλόντων". εἰ δὲ αἱ ἑορταὶ καὶ αἱ νουμηνίαι κα············································· αὐτοῖς καὶ τὰ σάββατα, σκιώδη εἰσὶν ταῦτα τὰ σάββατα.················································" τῷ λαῷ τοῦ θεοῦ" γενόμενον ἀνάπαυσιν ἔχειν." εἰς ἀνάμνησιν περὶ σαββάτου. κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με". ἀνεμνήσθη οὖν τὸ σάββατον, ἐν ᾧ οὐδὲν λατρε················································ εἰσαχθῇ ἐκεῖ, ἀναμιμνήσκεται τῆς ἐκεῖ καλλίστης············································ γέλλον τὸν ψαλμόν. ὁ γνησίως μετανοῶν·············································· οὕτω γὰρ ἡ μετάνοια γνησία δειχθήσεται· ε̣·············································· ἐπιπλάστως τοῦτο δοκεῖ ποιεῖν. δεῖ οὖν ὑποθέσθαι τη`̣ ν γνησίαν μετάνοιαν··························· ἵν' οἵου μεγέθους καὶ οἵας καλλονῆς ἐστιν, ὀφθῇ. 2 κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. 258······················· α τότε προσφέρει ὑπὲρ ἁμαρτίας. τοῦτο οὖν ἐστιν ὃ λέγει·" μεριμνήσω περὶ τῆς ἁμαρτίας μου". διὰ τί ἁμαρτωλός εἰμι, παίδευσόν με. ἀνάμνησιν λαβὼν περὶ τῆς ἁμαρτίας ἑαυτοῦ ταῦτα λέγει.················ τὴν ἁμαρτίαν ἑτέρως μὲν γιγνώσκει, ἑτέρως δὲ οὐκ ἐπίσταται· ᾗ μὲν γὰρ πεῖραν αὐτῆς ἔχει, γιγνώσκει αὐτήν, οὐκ ἐπίσταται δέ. εἰ δὲ ἦν ἐπιστήσας, ὅτι ἐπιβλαβὴς καὶ καὶ ὀλέθριός ἐστιν καὶ μεγίστην ἀπώλειαν ἐπιφέρει, ἠπίστατο αὐτήν. δύναται οὖν γν̣ ῶναι αὐτὴν καὶ ἄλλως μὴ ἐπίστασθαι ὁ πεῖραν αὐτῆς λαμβάνων. δι' αὐτοῦ τοῦ πεπι························ τῆς πείρας ἐκτὸς ὤν. ὁ κατὰ τὸν Ἰησοῦν ἄνθρωπος εἴρηται μὴ ἐγνωκέναι ἁμαρτίαν μηδὲ πεποιηκέναι αὐτήν. κατὰ τὸ ἕτερον σημαινόμενον τοῦ γιγνώσκειν οὐδεὶς μᾶλλον αὐτοῦ αὐτὴν οἶδεν· πῶς γὰρ ἐλήλυθεν····················· ε᾿̣ γίγνωσκεν αὐτήν;" κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με".························· ν ἔχειν ἡ λέξις· πολλάκις ἐπελθοῦσά τις ὀργὴ καὶ πληγὴ δείκνυσιν τόνδε τινὰ ἁμαρ························· ς πολλὴν ἀσέβειαν ὑπεσύρη, παρεδόθη τοῖς Ἀσσυρίοις, τοῖς Βαβυλωνίοις ὑπὸ χεῖρα················· ὅτι δὲ οὐχ ὡς ἔτυχεν ἡ παράδοσις γέγονεν τοῦ Ἰσραήλ, ἀλλὰ διὰ προλαβούσας ἁμαρτίας·" ἁμαρτίαν ἥμαρτεν Ἰερουσαλήμ", ἐγενήθη εἰς αἶσχος. πολλὴν ἁμαρτίαν ἥμαρτεν, καὶ οὐχ ἁπλῶς γε ἥμαρτεν, ἀλλὰ καὶ" ἁμαρτίαν"·" ἁμαρτίαν ἥμαρτεν Ἰερουσαλήμ". ὅταν τις οὖν διὰ προλαβόντα ἁμαρτήματα ὑποπέσῃ ἀνιαροῖς τοῖς ἐλεγ························· ης. οὐκ εἶπεν οὖν ὅτι·" μὴ καθάπαξ ἐλέγξῃς με" μηδὲ" καθάπαξ μὴ παιδεύσῃς με",·························" τὰ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται". ὁ ἔλεγχος ὁ διὰ φωτὸς διὰ διδαςκαλίας·················· γίνεται. οὐ παραιτεῖται τὸν τοιοῦτον ἔλεγχον ὁ ἅγιος. πάλιν παιδεύεταί τις ἐν ὀργῇ,························· ἀγνοῶν κακῶς ἔπραξεν καὶ ἐφρόνησεν. βούλεται οὕτως ἐλεγχθῆναι ὡς εἴρηται···················· οὗτ̣ ος δὲ ὁ ἔλεγχος οὐ θυμῷ, ἀλλὰ αἰσθήσει εἴρηται. φανερούσης τῆς ἁμαρτίας καὶ························· ω̣ ν. ἧττον δέ ἐστιν τὸ τοῦ θυμοῦ, ὥσπερ καὶ τῆς παιδεύσεως τῆς ἐπιπόνου ὁ ἔλεγχος ἥττων ἐστίν.················ κ̣ προσώπου τῶν ἁλόντων τῇ κακίᾳ λέγει· παιδεύσαι ἡμᾶς κύριος πρὶν ἐν··························· ν ἡμῖν τὴν κρίσιν, δήλωσον ἡμῖν τὴν διαδεχομένην κόλασιν τοὺς······························ ε̣· ν̣, ἀπείλησον ἡμῖν– μὴ τὰ τῆς ἀπειλῆς κατ' ἐνέργειαν ἐπαγάγῃς– καὶ································· ς ἐν κρίσει, φανέρωσον ἡμῖν καὶ κεκριμένως τί τὸ πρακτέον.········································ οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ σάββατον βεβηλοῦσιν καὶ ἀναίτιοί εἰσιν";································· τρ̣ όπον βεβηλοῦται αὐτό, λέγονται διὰ τὸ ἐργάζεσθαι·········································· λην ἱερουργίαν ποιοῦντες δοκοῦσιν βεβηλοῦν τὸ σάββατον·························· βεβηλοῦσιν. ἢ τάχα κατὰ τὴν ὑπόλημψιν τῶν·············································· λέγοντες ὅτι· ἐν τῷ σαββάτῳ τίλλοντες στάχυας" οἱ μαθηταί σου ποιοῦσιν ὃ οὐκ ἔξεστιν ποιεῖν ἐν τῷ σαββάτῳ", εἶ πεν τὴν λέξιν ταύτην δεικνὺς ὅτι·············································· τὰ ἱερατικά, καὶ οὔκ εἰσιν ὑπεύθυνοι παραβάσει·············································· το νομίζοντας, ἀναίτιοι δέ εἰσιν· οὐ γὰρ κατὰ·············································· ὥστε ὁ ποιῶν αὐτὰ οὐ παραβαίνει τὸ σάββατον.··············································· ενος τῷ κόσμῳ καὶ τῇ ἐνεργείᾳ καὶ ἐπιθυμίᾳ············································· άπαυσιν εὕρῃ·" δεῦτε" γὰρ" πρὸς ἐμὲ πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς".········ ν ὑψηλοτέραν ἀναγωγήν, ἣν καλοῦσιν οἱ θεῖοι·········································· κ̣ αὶ ὁ σαββατισμὸς ὁ ῥηθησόμενος. 259 ὥσπερ ἐπὶ γῆς τις περιπατῶν ἐν οὐρανῷ ἔχει τὸ πολίτευμα, οὕτως τις ἐν τῷ κόσμῳ ἔτι ὢν ἄνω τω῀̣ ν̣ ἔρ̣ γ̣ ω̣ ν αὐτοῦ γίνεται καὶ σαββατίζει. τὸ σάββατον οὐχ ἁπλῶς ἔργον παραιτήσατο, ἀλλὰ λατρευτόν. ἡ δὲ ἔπαρσις ἡ ἱερατικὴ οὖσα ὑπερκόσμιος ἐλευθέρους ποιεῖ. οὐχ ὡς ἔργα λατρευτὰ θεοῦ ἔργα εἰσίν, οὐχ ἃ ἐργάζεται ὁ θεός, ἀλλ' ἃ προστάττει ἐργάζεσθαι τοῖς πειθομένοις αὐτῷ. λήμψεται δὲ οὐκ ἄλλο ἀντὶ τοῦ φθαρτοῦ, ἀλλ' αὐτὸ τὸ φθαρτὸν εἰς ἀφθαρσίαν μεταβαλλὸν κ̣ α̣ ι`̣ αυ᾿̣ τ̣ ὸ τὸ ψυχικὸν γενόμενον πνευματικόν. ὅρα γοῦν τί λέγει· τὸ ἕτερον τοῦ σώματος ἀσώματόν ἐστιν. εἴ τις οὖν λέγοι, ὅτ̣ ι ἕτερον σώμα τός ἐστιν ὃ ἀπ̣ ολημψόμεθα, οὐκ οἶδεν τί λέγει· ἐπ' ἀμφοτέρων γὰρ ἔταξεν τὸ" σῶμα"·" σπείρεται σῶμα φθαρτόν, ἐγείρεται σῶμα ἄφθαρτον, σπείρεται σῶμα ἀσθενὲς καὶ ἄτιμον, ἐγείρεται σῶμα ἰσχυρὸν καὶ ἔνδοξον, σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν". τρόπον τινὰ οὖν καὶ ἕτερόν ἐστιν καὶ αὐτὸ τὸ ἐγειρόμενον τῷ πεπτωκότι̣. ἐὰν λέγῃ δὲ ὅτι, εἰ ἔστιν σῶμα ψυχικόν, ἔστιν καὶ σῶμα πνευματικόν, τῇ ἐπινοίᾳ λέγει τὴν διαφορὰν καὶ λέγει·" οὐ πρῶτον τὸ πνευματικὸν ἀλλὰ τὸ ψυχικόν, ἔπειτα τὸ πνευματικόν". τὸ πρῶτον καὶ τὸ ἔπειτα δοκεῖ δύο εἶναι, ἀλλ' οὕτω λέγω δύο ὡς ἐὰν λέγω τὸν ἄνθρωπον πρῶτον βρέφος, εἶτα παῖδα, καὶ οὐ πρῶτον τὸ παῖς ἀλλὰ τὸ βρέφος, καὶ οὐ δήπου δύο ὑποστάσεις λέγω, οὐ δύο ἀνθρώπους λέγω ἀλλὰ ἕνα· ἡλικίας δὲ δύο. ὅνπερ οὖν τρόπον αἱ ἡλικίαι οὐχ ἑτεροούσιον τὸ ἀφη̣ λικιούμ̣ ενον ποιοῦσιν, ἀλλὰ τρόπῳ καὶ γνώμῃ καὶ μεταβολὴ γίνεται ἢ ἐξ̣ αλλαγή, οὕτω καὶ ἐκ τοῦ παιδὸς ἀνὴρ γίνεται καὶ οὐχ ἕτερος ἄνθρωπός ἐστιν ὁ ἀνὴρ παρὰ τὸν παῖδα, ἀλλ' ὁ αὐτὸς ἄνθρωπος. γίνεταί τις οὖν τότε ἀληθῶς καὶ σωματικῶς ἐν τ̣ ῷ οὐρανῷ καὶ σαββατίζει, οὐκέτι ἐπὶ γῆς περιπατῶν καὶ ἐν οὐρανοῖς ἔχων τὸ πολίτευμα, ἀλλ' ἤδη ἐν τοι῀̣ ς̣ ἐπ̣ ο̣ υρανίοις καθεσθείς, ἤδη ἐκεῖ διατρίβων ὑπὸ τὸν" μέγαν ἀρχιερέα τὸν τοὺς οὐρανοὺς διεληλυθότα". καὶ ὅτι οὐκ ἀπὸ κακίας ἤρξατο τὰ κατὰ τοὺς ἀνθρώπους, ἀλλὰ ἀπὸ ἀρετῆς," εἰς ἀνάμνησιν" λέγει" περὶ σαββάτου". ὅτε τις γίνεται ἐν τῇ ἀρετῇ, ἀναμιμνήσκεται ὅτι ἦν ποτε ἐν αὐτῇ. λοιπὸν αἰνίξασθαι βαθὺν λόγον βούλομαι. ἐὰν ἡ ἀρχὴ τῶν ἀνθρώπων καὶ τῆς ψυχῆς ἀπὸ τοῦδε τοῦ ζῆν ᾖν, ἡ κακία πρὸ ἀρετῆς ἐστιν, ἀναλημπτὴ δὲ ἡ ἀρετή. ἔχομεν ζωὴν τὴν μετὰ σώματος, ἔχομεν ζωὴν καὶ τὴν ἄνευ τούτου. καὶ ὅτι ἀποβαλόντες τὸ σῶμα γινόμεθα ἐν ἀσωμάτῳ ζωῇ, παντί που δῆλον. ζητείσθω δέ, εἰ καὶ πρὸ σώματος αὕτη ἦν. οὔκ ἐστιν δὲ φανερόν, ἀλλὰ ζητείσθω καὶ ἐξεταζέσθω. ἐὰν οὖν ἡ ζωὴ τοῦ λογικοῦ ἀπὸ τῆς ἐνύλου ζωῆς ᾖν, ἡ κακία πρὸ ἀρετῆς ἐστιν· ὁρῶμεν γὰρ ὅτι ἐκ κακίας συνπληρωθεὶς ὁ λόγος ἄρχεται. ἐὰν δέ, ὡς ἔχει ἀληθείας, πρὸ κακίας ᾖν ἡ ἀρετή–" πεποίηκεν" γὰρ" ὁ θεὸς τὸν ἄνθρωπον εὐθῆ, αὐτοὶ δὲ ἐξεζήτησαν διαλογισμοὺς πονηρούς". καὶ ὅρα ὅτι ἡ ζήτησις τῶν διαλογισμῶν τῶν πονηρῶν μετὰ τὴν εὐθύτητά ἐστιν. εὐθύτητα δὲ παρασκευάζει ἡ ἀρετή." ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκεν, παρασυνεβλήθη τοῖς κτήνεσιν τοῖς ἀνοήτοις". οὐκ ἀπὸ κτηνώδους τρόπου εἰς τὸν ἄνθρωπον ἐλήλυθεν, ἀλλὰ ἀπὸ τοῦ ἀνθρωπίνου εἰς τὸν κτηνώδην ἐλήλυθεν. καὶ ὅλως γε ἀεὶ τὰ καλὰ π̣ ρὸ τῶν ψεγομένων ἐστίν. δεῖ τέχνην πρὸ κακοτεχνίας εἶναι, τὸ ἐσφαλμένως εἰδέναι τι μετὰ τὸ ὀρθῶς εἰδέν̣ αι ἐστίν· πῶς γὰρ δυνάμεθα ὅλως εἰπεῖν ὅτι ἐσφαλ̣ μένος οὗτός ἐστιν, εἰ μὴ τὸ εὐθὲς εἰδυείημεν; διὰ τοῦτο οὖν̣" εἰς ἀνάμνησιν περὶ σαββάτου". καὶ ἐπειδὴ τὸ σαββατίζειν̣ ἐστὶν̣ τὸ ἐν ἀρετῇ διάγειν καὶ τὸ εὐαρέστως τῷ θεῷ ζῆν καὶ λειτουργεῖν ποιοῦντα ἃ βούλεται θεός, ἀπὸ ἀρετῆς ἠ´̣ ρξατο̣ ἡ τῶν ἀνθρώπων ζωή· ἀλλ' οὐ φαίνεται ἐν τῇ σωματικωτέρᾳ ζωῇ τοῦτο· ἀναλημπτὴ γὰρ ἡ ἀρετή ἐστιν τῶν μετὰ σώματος, διδακτή ἐστιν. ὅθεν ἀναμιμνήσκεται ὁ γινόμενος ἐν τῷ καλῷ. ἐπερ· ὁ τριάκοντα ἑπτὰ τί ἐστιν;– οὐ παντὶ ἐπιβάλλειν δύνῃ. νῦν ἄρα τις τοῦτο εἴποι, ὅτι σύνκειται ὁ τριάκοντα ἑπτὰ ἐκ δύο ἁγίων ἀριθμῶν· καὶ ὁ τρία γὰρ ἐπαινεῖται ἐν τῇ γραφῇ. ἀμέλει γοῦν δεδεδεκάτας φέρει μόνον ἕνα τῶν καρπῶν τῆς γῆς τῆς ἁγίας φέρων·" ὃ μὲν" γὰρ" ἑκατόν, ὃ δὲ ἑξήκοντα, ὃ δὲ τριάκοντα". καὶ ἵνα μὴ ἀεὶ τὰ αὐτὰ λέγωμεν, π̣ άντα ἐν πᾶσιν ἀρκεστέον εἰπεῖν ὅτι ἅγιός ἐστιν ὁ τρία ἀριθμός, κἂν ἐν μονάσιν, κἂν ἐν δεκάσιν, κἂν ἐν 260 ἑκατοντάσιν λαμβάνεται. ἅγιος δὲ καὶ ὁ ἑπτά· πολλάκις γὰρ καὶ περὶ τούτου ἐλέχθη ὅτι ἀδιάφθορός ἐστιν, παρθένος ἐστίν, ἀπάτωρ, ἀμήτωρ ἐστίν." κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με". οὐ καθάπαξ ἐλεγχθῆναι ἢ παιδευθῆναι παραιτεῖται, ἀλλ' ἐν θυμῷ καὶ ὀργῇ. ἔστιν δὲ παιδευθῆναί τ̣ ινα λογικῶς καὶ ἐπιστημονικῶς, καθ' ὃ σημαινόμενον ὁ ἅγιος εὔχεται λέγων– ἢ ἐπαινεῖ καὶ μακαρίζει–·" μακάριος ἄνθρωπος, ὃν ἂν σὺ παιδεύσῃς, κύριε, καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτόν". ἔδειξεν ὅτι ἡ παίδευσις αὕτη κατὰ διδασκαλίαν γίνεται. γίνεται δὲ καὶ πολλάκις ἔλεγχος καὶ παίδευσις διὰ θυμοῦ καὶ ὀργῆς, διὰ ἀνιαρῶν, διὰ πικρ̣ ῶν. γίνεται δὲ καὶ ἔλεγχος πολλάκις, ὅταν λόγῳ παραδειχθῇ τῷ ὑπευθύνῳ τὸ ἐν ᾧ ἐστιν σφάλματι· τοῦτο γὰρ λέγει·" ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε". ἐλέγχει ὁ σοφὸς τὸν ἐλάττονα σοφὸν καὶ αὐτὸν ὄντα ὡς εἰσαγόμενον. καὶ πα´̣ λιν·" τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται". καὶ λέγουσιν πολλοὶ περὶ ἐλέγχου τοιαῦτα, ὅτι ἔλεγχός ἐστιν οἷο̣ ν συλλογισμὸς ἀντιφάσ̣ ε̣ ως. φέρε εἰπεῖν, ἐν κακίᾳ τίς ἐστιν. τὸν διαιροῦντα τὴν κακίαν ἀπὸ τῆς ἀρετῆς λόγον συλλ̣ ογιστικῶς ἐπιφέρων καὶ γιγνω´̣ σκω̣ ν τὸ ἀγαθὸν ἐνθύμησιν λαμβάνει τοῦ κακοῦ. καὶ ὁ ἔλεγχος οὗτος οὔκ ἐστιν ἐν θυμῷ γινόμενος, ἀλλ' ἐν παιδεύσει· ἐπεὶ γὰρ τῶν ἐναντίων ἡ αὐτή ἐστιν ἐπιστήμη, ἐὰν γνῶμεν τὸ ἀγαθόν, ἔσχομεν γνῶσιν τοῦ κακοῦ. καὶ ἀπὸ γραφῶν ἔστιν λαβεῖν τὰ παραδείγμ̣ ατα· οἱ Νινευῖται γεγόνασιν ἐν πολλῇ κακίᾳ, ὡς" τὴν κραυγὴν τῆς κακίας αὐτῶν ἀναβῆνα̣ ι" πρὸς τὸν θεὸν τιμωρίαν καὶ ἀνταπόδοσιν ἐκκαλουμένην. ἀλλ' ὁ θεὸς κήρυγμα ἀπέστειλεν μετανοίας. προσήκαντο τὸ κήρυγμα. ἐπαιδεύθησαν, ἠλέγχθησαν οὐκ ἐν ὀργῇ ἢ θυμῷ. οἷον Σοδομῖται ἠλέγχθησαν καὶ ἐπαιδεύθησαν ἐν θυμῷ καὶ ὀργῇ. οὐ βούλεται οὖν τούτοις ἐλεγχθῆναι οὐκ ἂν παραιτησάμενος ἐπιστημονικῶς ἐλεγχθῆναι. 3 ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι. διὰ τοῦτο παραιτοῦμαι τὸν ἔλεγχον τὸν ἐν θυμῷ καὶ τὴν ἐν ὀργῇ παίδευσιν, ἐπεὶ" τὰ βέλη σου ἐνεπάγη ἐν ἐμοί". ἔλαβον γνῶσιν τῶν κολάστεων τῶν ἐπιφερομένων κατὰ τῶν ἀπαιδεύτων, κατὰ τῶν ἀνελέγκτων. πολλαχοῦ δὲ τῆς θείας παιδεύσεως τὰ βέλη τὰς κολάσεις σημαίνει· ὡς ἐὰν λέγῃ ὁ Ἰὼβ ἐν ἀνιαροῖς πολλοῖς γενόμενος ὅτι·" βέλη τοῦ κυρίου ἐν τῷ σώματί μού ἐστιν". τὴν ἕλκωσιν ἐκείνην τὴν φοβερὰν" βέλη κυρίου" εἶπεν ἐν τῷ σώματι αὐτοῦ τυγχάνοντα. καὶ τό γε παράδοξον· καὶ πρόνοιαν εἰσηγεῖται διὰ τῆς λέξεως ταύτης. ταῦτα τὰ ἐπίπονα τὰ οἷα βέλη τιτρώσκοντά με οὐκ ἄνευ ψήφου τοῦ θεοῦ ὑπῆρκταί μοι·" βέλη γάρ εἰσιν κυρίου, ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα· ὅταν ἄρξωμαι λαλεῖν, κεντοῦσίν με". καὶ ὅρα γε, ὅτι τὸ ἐπίπονον καὶ τὸ ἕλκος ἐκεῖνο τὸ πονηρὸν εἶπεν" βέλη κυρίου". καὶ πάλιν ἐν ᾠδῇ μεγάλῃ τοῦ Δευτερονομίου ὁ θεὸς λέγει ὅτι·" μεθύσω τὰ βέλη μου ἀφ' αἵματος, καὶ ἡ μάχαιρά μου καταφάγεται αἷμα τραυματιῶν". πολλαχοῦ πάλιν ἡ μάχαιρα τὴν κόλασιν σημαίνει·" ἐὰν γάρ", φησίν," μὴ θελήσητε μηδὲ εἰσακούσητε, μάχαιρα ὑμᾶς κατέδεται". τοιοῦτόν ἐστιν καὶ τὸ ἐν Ἰσαίᾳ λεγόμενον·" ἐμεθύσθη ἡ μάχαιρά μου ἐν τῷ οὐρανῷ", ἀντὶ τοῦ· ἡ κόλασις καὶ οὐρανίων τινῶν ἥψατο. εἰ δὲ" ἀγγέλους τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχὴν" ὁ θεὸς ὑπέβαλεν" δεσμοῖς ἀιδίοις", μεμέθυσται ἡ μάχαιρα τοῦ θεοῦ, τουτέστιν ἡ τιμωρὸς δύναμις, καὶ ἐν τῷ οὐρανῷ. καὶ τὰ αὐτὰ καὶ ὧδε νόει· ἐα´̣ ν τις δοκῶν τὸ πολίτευμα ἔχειν ἐν οὐρανῷ τυγχάνων οὐρανὸς ὥστε" διηγήσασθαι τὴν θεοῦ δόξαν", ὅταν ἐξ ἀπροσδοκήτου ὑποπέσῃ κολάσει, τότε ἐν τῷ οὐρανῷ ἡ μάχαιρα μεμέθυσται, ἐν τοῖς ἐπαγγελλομένοις ἔχειν οὐράνιον πολιτείαν. τοιοῦτόν ἐστιν τό·" οἱ υἱοὶ τῆς βασιλείας, ἐκβληθήσεσθε εἰς τὸ σκότος τὸ ἐξώτερον"· μὴ γὰρ οἱ ὄντες. λαμβάνεται δὲ καὶ ἐπαινετω῀̣ ς·" τὰ βέλη σου ἠκονημένα, δυνατέ, λαοὶ ὑποκάτω σου πεσοῦνται". οἱ λόγοι σου οἱ τιτρώσκοντες εἰς ἔρωτα καὶ ἀγάπην ἠκονημένοι εἰσίν· δυνατὸς γὰρ εἶ καὶ δυνατῶς πέμπεις σου τοὺς λόγους καὶ τιτρώσκεις εἰς ἀγάπην τοὺς βαλλομένους. αὐτίκα γοῦν ἡ τοῦτο παθοῦσα ψυχὴ ἤτοι ἐκκλησία λέγει·" τετρωμένη ἀγάπης εἰμὶ ἐγώ". εἰσὶν οὖν καὶ ἐπαινετὰ βέλ̣ η, εἰσὶν οὖν καὶ ψεκτά. ἐπειδὴ δὲ ταῦτα μετὰ ὀργῆς καὶ θυμοῦ ὠνομάσθησαν, οὔκ εἰσιν εἰς ἔρωτα καὶ ἀγάπην τιτρώσκοντα, ἀλλ' αἴσθησιν ποιοῦντα, οἷ κακῶν τίς ἐστιν. 3 καὶ ἐπεστήρισας ἐπ' ἐμὲ τὴν χεῖρά σου. πολλαχοῦ πάλιν ἡ τιμωρὸς δύναμις τῷ ὀνόματι τῆς 261 χειρὸς τοῦ θεοῦ σημαίνεται· ὡς ἐὰν λέγῃ πρὸς τὸν Φαραώθ·" νῦν ἀποστείλας τὴν χεῖρα πατάξω σε". καί·" ἰδοὺ χεὶρ κυρίου ἐπέσται ἐν τοῖς κτήνεσίν σου τοῖς ἐν τοῖς πεδίοις"· οὕτω γὰρ ὀλέθρῳ ὑπεβλήθη ἐκεῖνα τὰ κτήνη. καὶ πάλιν λέγεται·" ἡ χείρ σου ἔθνη ἐξωλέθρευσεν". ὅτε ἡ δραστήριος καὶ ποιητικὴ καὶ σκεπαστικὴ χεὶρ τοῦ θεοῦ ὀνομάζεται," δεξιὰ" προσαγορεύεται. αὕτη γοῦν εἰς σωτηρίαν ξεναγεῖ. λέγει γοῦν ὁ πεῖραν τοῦ χειραγωγεῖσθαι ὑπ' αὐτῆς εἰληφώς·" ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου", τῆς πρακτικῆς δυνάμεως τῶν καλῶν. 4 καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου. τὸ τῆς σαρκὸς ὄνομα ὁμώνυμον ὂν κατὰ τὴν γραφὴν διάφορα σημαίνει. λέγεταί ποτε ἡ σὰρξ σημαίνου̣ σα τὴν αἰσθητικὴν ἡμῶν προαίρεσιν· ὅταν γὰρ λέγηται ὅτι·" ἐκσπάσω ἀπ' αὐτῶν τὴν λιθίνην αὐτῶν καρδίαν καὶ ἐνθήσω σαρκίνην"," λιθίνην καρδίαν" λέγει τὴν ἠλίθιον νόησιν τὴν πάσης αἰσθήσεως ἀφῃρημένην. ἀντὶ ταύτης ἐντίθεται σαρκίνη, αἰσθητικὴ καὶ εὔεικτος πρὸς τοὺς θεοῦ νόμους. λέγεται οὖν τὸ εὔεικτον πολλάκις καὶ αἰσθητικὸν σάρξ. λέγεται δὲ καὶ σὰρξ δια̣ στελλομένη πρὸς πνεῦμα. πνεῦμα δὲ λέγει τὴν γνώμην, σάρκα δὲ τὴν πρὸς γνώμην διαστελλομένην. ὅταν τις οὖν τὰ σαρκὸς διανοῆται καὶ πράττῃ καὶ ζῇ κατ' αὐτά, μακράν ἐστιν τοῦ πνεύματος. ὅταν δὲ ἀκολουθήσῃ τῷ πνεύματι, τῇ ὀρθῇ γνώμῃ καὶ μάλιστα τῇ μετασχούσῃ τοῦ ἁγίου πνεύματος, τότε καταργεῖ τὴν σάρκα. περὶ τῆς τοιαύτης σαρκὸς καὶ τοῦ πρὸς αὐτὴν διαστελλομένου πνεύματος λέγει·" ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλ' ἐν πνεύματι". καίτοι ἦσαν ἐν σαρκί, ἐπηχθισμένοι ἔτι ἦσαν τὸ σῶμα. τῇ διαθέσει ἔξω αὐτῆς ἐγεγόνεσαν. καὶ ὥσπερ ἐπὶ γῆς τις περιπατῶν δύναται ἐν οὐρανῷ ἔχειν τὸ πολίτευμα̣, οὕτως ἐν σαρκί τις ἔτι τυγχάνων γίνεται ἔξω αὐτῆς, ὅταν τῷ πνεύματι ἀκολουθήσῃ. καὶ αὕτη ἐστὶν ἡ λεγομένη εὔλογος ἐξαγω̣ γ̣ ή. τινὲς δὲ ἀγνοήσαντες, πῶς οἱ σοφοὶ εἴρηκαν εὔλογον ἐξαγωγήν, πολλάκις ἐρωτηθέντες λέγουσιν· ἢ ὑπὸ λογισμῶν ἢ παθημάτων σαρκὸς ἐξηγίοχαν ἑαυτοὺς τοῦ βίου.– οὔκ ἐστιν δὲ αὕτη εὔλογος ἐξαγωγή, ἀλλ' ὅταν τις ἅγιος ὢν τὸ σῶμα καὶ τὴν σάρκα ἔξω αὐτοῦ γένηται τῇ σπουδῇ καὶ διαθέσει ὥστε εἰπεῖν·" οὐκ ἐσμὲν ἐν σαρκὶ ἀλλ' ἐν πνεύματι". καὶ πάλιν·" τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν"." οἱ δὲ ἐν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται". παρίσταται δὲ ὅτι οὐ περὶ ταύτης τῆς σαρκὸς λέγει· πάντες γὰρ οἱ ἅγιοι ἔτι ἐν τῇ σαρκὶ ὄντες ἤρεσαν θεῷ. ἐστὶν τοίνυν σὰρξ ἧς ὁ ἐκτὸς γινόμενος ἀρέσκει θεῷ ἡ γνώμη ἡ ὑλικὴ ἡ φιλοπαθής. καὶ τάχα ἐάν τις ἐν πνεύματι γενόμενος ἀφῇ τὴν σάρκα, οὐδὲ ταράττεται ὀργῆς ἐπικειμένης. ὁ δὲ ἔτι ἀντιποιούμενος τοῦ ζῆν τούτου ταράττεται, ὅταν ἐπίπονόν τι προσδοκηθῇ καὶ ἐπέλθῃ. πολλάκις τὸ σύνθετον ἐξ ἑνὸς τῶν ἐν τῇ συνθέσει σημαίνεται. ὅταν λέγῃ ὁ ἅγιος·" ἱνατί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἱνατί συνταράσσεις με"; τότε περὶ τοῦ τιμιωτέρου ποιεῖται τὴν σημασίαν. ὅταν λέγῃ πάλιν ὅτι·" ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ".– μὴ γὰρ ἀπηλλαγμένον τῆς ψυχῆς λέγει, ἀλλ' ἐπεὶ ὑποτάκτικόν ἐστιν τὸ σῶμα, ἀρχικὴ δὲ ἡ ψυχή, τὸ σῶμα ὅτε ὑπόκειται τῇ ψυχῇ ἀρχόμενον καὶ ἀρχόμενόν γε σὺν λόγῳ καὶ σὺν νόμῳ θεοῦ, ὑπωπιάζεται καὶ δουλαγωγεῖται. ἐπεὶ τοίνυν ὀργὴν ἐπικειμένην ὁρῶ– τὰ γὰρ βέλη σου ἤδη̣ ἔτρωσάν με– καὶ ᾐσθήθην τούτου, διὰ τοῦτο καὶ ἡ σάρξ μου τετ̣ άρακ̣ ται. διὰ τοῦτο οἱ ἅγιοι οὐ δεδίασιν θάνατον ἐπίτρ̣ οχόν τ̣ ινα. ἐν λήθῃ τοῦ σάρκα φορεῖν γέγονεν. ὅταν δὲ ἐπ' αὐτ̣ ο`̣ τ̣ οῦτο σκοπῇ, ὅτι σαρκὶ ἐνδέδεται καὶ δυνατὴν σάρκα διαιρεῖσθαι ἀπὸ τῆς ψυχῆς λαβών, ἐναντία θανάτου ταράττεται." πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου". πάλιν λέγει ὅτι·" πρὸς σὲ πᾶσα σὰρξ ἥξει", τουτέστιν πᾶς ἄνθρωπος." ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν". πάντα τὰ ὁμωνυμοῦντα ἐκ προσθηκῶν τινων διαιροῦνται ἀπὸ τῶν τὸ αὐτὸ ὄνομα ἐχόντων. ἐὰν λέγηται ἐν τῇ γραφ̣ ῇ·" ὁ διδοὺς τροφὴν πάσῃ σαρκί", πᾶν ζῷον ἀκούομεν πεφυκός. ἐὰν δὲ λέγω·" ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα", τὴν πεφυκυῖαν δόσιν πνεύματος δέχεσθαι λέγω. 4 οὐκ ἔστιν εἰρήνη τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου. ἐπεὶ ὁρῶ τὰς ἁμαρτίας μου παρούσας. οὐ πᾶς δὲ τοῦ προσώπου αὐτῶν ἔννοιαν λαμβάνει ἢ ὁ μ̣ ετανοῶν καὶ φυγεῖν 262 αὐτὰς βουλόμ̣ ενο̣ ς. ὁ ἁμαρτάνων καὶ αὐτὸ τοῦτο ἀγνοῶν ὅτι ἁμαρτάνει, οὐχ ὁρᾷ τὸ πρόσωπον τῶν ἁμαρτιῶν ἑαυτοῦ, οὐχ ὁρᾷ αὐτῶν τὸ αἶσχος. ὁ δὲ ἐπιστάνων οἷς πράττει καὶ ὁρῶν ὅτι κατὰ παράβασιν θείων ἐντολῶν ἐπιτελεῖ αὐτά, ἐπιφαινό μενον ἔχει τῶν ἁμαρτιῶν τὸ πρόσωπον. ὀστέα δὲ οὐ τὰ τοῦ σώματος πάντως λέγει, εἰ μὴ κατὰ τὴν χαμαιζηλοτέραν διάνοιαν, ὡς καὶ περὶ σαρκὸς ἐλέχθη. καὶ εἴρηται ἐν τοῖς προλαβοῦσιν τό·" πάντα τὰ ὀστᾶ μου ἐροῦσιν· κύριε, τίς ὅμοιός σοι"; ε̣ ι᾿̣ τὰ ὀστᾶ λέγουσιν·" κύριε, τίς ὅμοιός σοι", καὶ κυρίου ἔννοιαν ἐδέξαντο καὶ τῆς, ἵν' οὕτως εἴπω, μορφῆς αὐτοῦ, ὥστε εἰδέναι ὅτι οὐδεὶς ὅμοιος αὐτῷ ἐστιν. ἡ ὁμοιότης δὲ ἡ πρὸς θεὸν καὶ ἀνομοιότης ἐπίγνωσιν θεοῦ καὶ θεολογίαν φανεροῖ· ὥστε οὐ περὶ τῶν ὀστέων τοῦ σώματος λέγει, ἀλλὰ περὶ τῶν ἰσχυρῶν καὶ καὶ εὐτόνων δογμάτων τῆς ψυχῆς καὶ δυνάμεων αὐτῆς· τότε γὰρ τὰ αἰσθητὰ σώματα διακρατεῖται ὑπὸ τῶν ὀστέων· οὐκ ἠδύνατο γὰρ νεῦρα καὶ φλέβας ἔχειν καὶ τὰ ἄλλα, εἰ μὴ ὀστέα εἶχεν. ἐπερ·" οὐκ ἔστιν εἰρήνη τοῖς ὀστέοις μου";– ὅταν αἱ δυνάμεις τῆς ψυχῆς ἀντακολουθοῦσιν, εἰρηνεύουσιν. ὅταν μὴ διαστασιάζῃ τὸ θυμικὸν πρὸς τὸ λογιστικόν, τὸ ἐπιθυμητικὸν πρὸς τὸν νοῦν, τότε εἰρήνη ἐστίν. πάλιν ἐὰν δόγματά τις ἔχῃ διάφωνα– οἱ πολλοὶ δὲ τοιαῦτα ἔχουσιν· τίθενταί τι καὶ ἐπιφέρουσιν ἄλλο, ὃ ἀνατρέπει τὃ πρῶτον τεθήκασιν. καὶ σχεδὸν ὅλοι οἱ συνκεχυμένην διάνοιαν ἔχοντες τοῦτο πάσχουσιν. δεῖ δὲ τὸν σοφὸν καὶ μάλιστα θεόσοφον συνφωνία̣ ς̣ ἔχειν ἐν ταῖς δυνάμεσιν τοῦ ἔσω ἀνθρώπου καὶ ἐν τοῖς φρονητέοις· οὕτω γὰρ εἰρήνη ἔστιν ἐν τοῖς ὀστέοις αὐτοῦ. 5 ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου. τοῦτο λέγει· αἱ ἀνομίαι μου, αἳ ὀφείλουσιν ὑπὸ πόδας εἶναι καὶ πατεῖσθαι, ὑπὲρ ἐμὲ γέγοναν, τοῦ νοῦ μου κρατοῦσιν. ἐν πολλοῖς δὲ ἡ κεφαλὴ τὸν νοῦν σημαίνει· ὡς καὶ ἐν τῷ·" τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ ἐν κεφαλῇ αὐτοῦ", τουτέστιν ἐν τῷ νῷ. αὐτὸ γοῦν τοῦτο ὁ εἰρηκώς·" τοῦ σοφοῦ οἱ ὀφθαλμοί", εἰς ἕτερα λέγων σαφηνίζει·" σοφία ἀνθρώπου φωτιεῖ πρόσωπον αὐτοῦ", πρόσωπον πάντως λέγων τὸν ἔσω ἄνθρωπον, τὸν νοῦν. φορτίον βαρὺ γεγένηνται, καθέλκουσίν με κάτω, δέον ἐκεῖνο ὃ Ἰησοῦς ἐπιτίθησιν φορτίον καὶ τὸ ζυγὸν ὃ ἐπιβάλλει, φέρειν· ἐστὶν γὰρ φορτίον φαῦλον, ὡς αὐτὸ τοῦτο τὸ ῥητὸν λέγει·" φορτίον βαρὺ αἱ ἀνομίαι ἐβαρύνθησαν ἐπ' ἐμέ"." δεῦτε" οὖν, φησίν," πρὸς ἐμέ, ἀναπαύσω γὰρ ὑμᾶς", αἴρω τὰ φορτία ἀφ' ὑμῶν καὶ τὰ ἐπικείμενα ἄχθη·" ὁ γὰρ ζυγός μου χρηστός ἐστιν καὶ τὸ φορτίον μου ἐλαφρόν". τὸ φορτίον τοῦτο μετεωρίζει τὸν βαστάζοντα, ἄνω αὐτὸν φέρει, ὑπόπτερόν ἐστιν τὸ φορτίον τοῦτο. τὸ δὲ τῆς κακίας κάτω βρίθει, κάτω καταβάλλει. περὶ φαύλων γοῦν λέγει·" δύσεσθε ὡσεὶ μόλιβος ἐν ὕδατι σφοδρῷ". 5 ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ. καὶ τοῦτο δὲ οὐ παντός ἐστιν εἰδέναι ὅτι βαρὺ φορτίον ἐστὶν ἡ κακία̣ ἢ τοῦ αἴσθησιν λαβόντος τοῦ ἐπαχθοῦς αὐτῆς. τότε γοῦν κ̣ οπιᾷ τις τῶν φερόντων τὸ φορτίον τοῦτο, ὅταν αἴσθη̣ σιν λάβῃ τοῦ βάρους τῆς κακίας. καὶ τότε ἔρ χεται πρὸς τὸν Ἰησοῦν. ὁ δὲ ἡδόμενος ἐπὶ τῷ φορτίῳ τῆς κακίας μᾶλλον κ̣ αὶ μακρύνεται τοῦ Ἰησοῦ. διὰ τοῦτο καὶ ἐν Ἰσαίᾳ λέγεται·" ἐκοπίασεν Αἴγυπτος, ἐνπορία Αἰθιόπων, καὶ οἱ Σαβαῖται ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται καὶ ἔσονται δοῦλοί σου καὶ προσκυνήσουσίν σοι ὅτι ὁ θεὸς ἐνδυναμοῖ καὶ οὐκ ἔστιν θεὸς πλὴν σοῦ". τότε" ἐκοπίασεν Αἴγυπτος", ὅτε αἴσθησιν̣ ἔλαβεν οἷ κακῶν ἐστιν εἰδωλολατροῦσα καὶ ἔχουσα περὶ τὰς περιέργους φλυαρίας, περὶ οἰωνοσκοπικῶν, περὶ νεκυομ̣ αντείᾳ καὶ τοῖς ἐπικειμένοις αὐτοῖς δαίμοσιν. ὅτε δὲ οὐκ ἔχει αἴσθησιν αὐτῶν, οὐ κοπιᾷ." ἡ ἐμπορία" οὖν" τῶν Αἰθιόπων" ἢ" τὰ ἐμπόρια τῶν Αἰθιόπων" τότε κοπιᾷ. Αἰθίοπας δὲ λέγει τοὺς μεμ̣ ελ̣ ανωμένους κατὰ τὸν ἔσω ἄνθρωπον̣. οὕτω γοῦν καὶ ὁ διάβολος ἐν τῇ ἐπιστολῇ τοῦ Βαρναβᾶ καὶ τῷ Ποιμένι λέγεται" ὁ μέλας" οὐ κατὰ σῶμα, ἀλλὰ κ̣ ατὰ τὴν διάνοιαν ἐσκοτισμένος, 263 ἔξω τῆς λαμπρότητος τῶν ἁγίων γενόμενος. οὗτοι οὖν οἱ Αἰθίοπες ἔχουσιν ἐνπορίαν ἢ ἐνπόρια, ἔνθα ἡ ἐμπορία αὐτῶν. καὶ τότε σκοπιῶσιν, ὅταν αἴσθησιν λάβωσιν οἷ κακῶν εἰσιν· ὅσον γὰρ ἥδεταί τις τῷ ἁμαρτάνειν, οὐ κοπιᾷ. 6 προςώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. μώλωπας ἔσχον ἀπὸ τῶν βελῶν τῆς κολάσεως ἢ καὶ ἀπὸ τῶν πεπυρακτωμένων βελῶν τοῦ πονηροῦ· εἴρηται γὰρ καὶ αὐτὸς βέλη ἔχειν π̣ ε̣ πυρωμένα. ὅταν τις οὖν ἀμυχὰς λάβῃ, τουτ έστιν λογισμοὺς καὶ ἐνθυμήματα τῶν κακῶν καὶ ἀσεβημάτων, ἐν μώλωψίν ἐστιν. ὅταν δὲ αὐξηθέντες οὗτοι καὶ ἀποφορὰν ἐσχηκότες προσόζουσιν, λοιπὸν καὶ σῆψιν ὑφίστανται." προσώζεσαν" οὖν" καὶ ἐσάπησαν οἱ μώλωπές μου". πόθεν δὲ ἔσχον τοὺς μώλωπας, πόθεν ἡ σῆψις αὐτῶν γέγονεν;–" ἀπὸ προσώπου τῆς ἀφροσύνης μου". δέον ἐλέγξαι με τὴν ἀφροσύνην, ἀποστῆναι αὐτῆς. ὑφίσταται δέ τις ἀφροσύνην, ὅταν φρόνησιν μὴ κτήσηται. τὰ κεντώματα τῶν λογισμῶν καὶ τῶν ἐπιθυμημάτων, ταῦτα μώλωπας ἐνποιεῖ. δέον τούτους ταχὺ θεραπεύειν. εἶδέν τις γυναῖκα πρὸς ἐπιθυμίαν. μώλωπα ἔσχεν. θεραπευσάτω, μέχρι τῆς προπαθείας στησάτω τὴν ὀργήν· οὕτω γὰρ οὐδὲ προσοζέσῃ ἡ ἐπιθυμία οὐδὲ σῆψιν ἐπενέγκῃ. ἐνμένουσα δὲ ἡ διάνοια, ταῦτα ἐπιφέρει καὶ σῆψιν καὶ ὀσμὴν κ̣ αὶ ἀηδῆ. ὅταν μὴ ἔχῃ ταύτην τὴν φρόνησιν ὥστε εἰδέναι τὰ ποιητέα καὶ μή, τὰ μικτῶς ἔχοντα τὰ λεγόμενα ἀδιάφορα, ἐν ἀφροσύνῃ ἐστίν. καὶ ἡ ἀφροσύνη τὰ δόξαντα εἶναι μικρὰ ἁμαρτήματα ὥστε μώλωψιν αὐτὰ παραβάλλεσθαι, τρέφει καὶ κρατύνει, καὶ γίνεται δυσωδία καὶ σῆψις. καταλλήλως δὲ τῆς οὐσίας τῆς περὶ ἧς ὁ λόγος, λάμβανε τὴν προσόζεσιν καὶ τὴν σῆψιν· οὐδὲν σωματικὸν γὰρ φαίνεται· πολλοὶ γὰρ ἄφρονες καὶ ὑγιαίνουσιν καὶ ἰσχυρὰ ἔχουσιν σώματα. 7 ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους. ταλαιπωρίαν ἐπιφέρει πολλάκις τὰ ἀηδῆ καὶ ἐπίπονα. καὶ αὐτὸ γοῦν τὸ σῶμα καὶ ταλαίπωρον ποιεῖ τὸν ἐπηχθισμένον. ταύτην τὴν ἔννοιαν ὑποβάλλει ἡ ἀποστολικὴ λέξις ἡ οὕτως ἔχουσα·" ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου"; ἐπεὶ γὰρ ἐν τῷ σώματι τοῦ θανάτου εἰμί, ταλαίπωρός εἰμι, καὶ οὐχ ὁ τυχών με ἔξω ποιήσει τῆς τοι̣ αύτης ταλαιπωρίας ἢ ὁ σωτήρ· εὐθέως γὰρ ἐπήγαγεν·" εὐχαριστῶ διὰ Ἰησοῦ Χριστοῦ", ὃς ἐλευθέρωσέν με ἀπὸ τοῦ σώματος. ταλαιπωρίαν οὖν λέγομεν ἐνγενέσθαι τῇ ψυχῇ ἀπὸ τοῦ σώματος τοῦ θανάτου. οὐ καθάπαξ λαμβάνομεν τὸ σῶμα θανάτου εἶναι, ἀλλὰ τὸ τοιόνδε σῶμα. ὅταν τις τούτῳ τῷ σώματι χρᾶται ὡς τὰς πρὸς θάνατον ποιεῖν ἁμαρτίας, σῶμα θανάτου λοιπὸν περίκειται. δυνατὸν δὲ αὐτὸ ποιῆσαι μὴ σῶμα θανάτου· ὅταν γὰρ χωρίσω ἀπ' αὐτοῦ τ̣ ὰ ποιου῀̣ ντα αὐτὸ θανάτου σῶμα, οὐκέτι θανάτου σῶμά ἐστιν. καὶ ὥσπερ τὸ σῶμα τοῦτο τὸ αἰσθητὸν ἔχε̣ ι̣ καὶ ὕλην ὑποκειμένην καὶ εἶδος σώματος, καὶ ἔστιν χωρίσαι τὸ σῶμα τοῦτο ἀπὸ τοῦ παχέως σώματος. ὅταν μόνας τὰς τρεῖς διαστάσεις λάβῃ ἄνευ ὕλ̣ ης, τοῦτο τὸ σῶμα οὔκ ἐστιν ο̣ ὐσ̣ ία̣. ἐν τοῖς οὖν προχείροις τούτοις ὅταν λέγηται ὅτι οἷον·" χρῶμα ἐν σώματι", οὐκοῦν καὶ ἐν τινὶ σώματι, διὰ τοῦ" χρῶμα" εἰπεῖν" ἐν σώματι" ἔδειξεν ὅτι τοῦτο τὸ σῶμα σημαίνει τὸ ὁρώμενον, οὗ ἁπτόμεθα. ὅταν δὲ λέγῃ ἓν εἶδος εἶναι τοῦ ποσοῦ τὸ σῶμα, οὐ τοῦτο λέγει· πῶς γὰρ οὐσία δύναται εἶναι γένους οὐσ̣ ίας; ὥστε ὁμωνυμεῖ τὸ σῶμα· τὸ μὲν γὰρ κατὰ τὰς τρεῖς διαστάσεις λαμβάνεται ἄνευ ὕλης. τοῦτο δέ ἐστιν̣ τὸ ποσὸν σῶμα· τὸ γὰρ μετὰ τῆς ὕλης οὐ μόνας τὰς διαστάσεις χωρὶς τῆς ὑποκειμένης λαμβάνομεν οὐσίας ἀλλὰ σὺν αὐτῇ. ἄλλ̣ ο ἐστὶν τοῦτο τὸ σῶμα. τὸ σῶμα οὖν τότε θανάτου ἐστίν, ὅταν τὰ ἐνεργοῦντα αὐ264 τοῦ καὶ τὰ κ̣ ινήματ̣ α ἁμαρτητικῶς γίνηται. δυνατὸν οὖν τοῦτο χωρίσαι ἀπὸ τοῦ σώματος. ὅταν λάβω ὀφθαλμὸν μὴ ὁρῶντα ἐπιβλαβῶς, μὴ μοιχικῶς ὁρῶντα, ἀπέστησα τὸν ὀφθαλμὸν τὸν τοῦ θανάτου ἀπὸ τῆς οὐσίας. καὶ ἐφ' ἑκάστης μέλους καὶ ἐφ' ἑκάστης αἰσθήσεως ἐὰν τοῦτο γίνηται, ἀποβάλλεται τὸ τοῦ θανάτου σῶμα. οὐ τὸ σῶμα ἀποβάλλομεν ἀλλὰ τὸ τοῦ θανάτου. καὶ τὸν φαῦλον ἄνθρωπον ἐὰν εἰς σπουδαῖον μεταβαλόντα ἴδωμεν, λέγομεν ὅτι ἐφθάρη ὁ φαῦλος ἄνθρωπος, οὐχ̣ ὁ ἄνθρωπος." καὶ κατεκάμφθην". ἡ κακία κατωφερής ἐστιν, κατακάμπτει τὸν ἔχοντα· ἀεὶ γὰρ ἐπικείμενα τὰ μεγάλα ἄχθη κατασπᾷ καὶ κατακάμπτει τὸν βαστάζοντα. αὐτίκα γοῦν ἐκείνην τὴν ἔχουσαν" πνεῦμα ἀσθενείας" ὀκτωκαίδεκα ἔτεσιν λέγει ὅτι·" συνκύψασα ἦν καὶ μὴ ἀνανεύουσα εἰς τὸ παντελές". οὐδέποτε ἄνω ἑαυτὴν ἐπῆρεν. ὁ ἁμαρτάνων οὖν συνκύπτει καὶ κάτω βλέπει. λέγει γοῦν·" τοὺς ὀφθαλμοὺς αὐτῶν ἔθεντο ἐκκλῖναι ἐν τῇ γῇ"· καὶ πάλιν ἐν Ἰηρεμίᾳ λέγεται·" ἀφεστηκότες ἐπὶ τῆς γῆς γραφήτωσαν". οἱ ἀφεστηκότες τῆς θείας πηγῆς γράφονται, ἐνπολιτογραφοῦνται τῇ γῇ, ὡς τὸ πολίτευμα κάτω ἔχοντες καὶ" τὴν εἰκόνα τοῦ χοικοῦ" φέροντες. τῶν δὲ μαθητῶν" τὰ ὀ νόματα ἐνγέγραπται ἐν τοῖς οὐρανοῖς". οὐ τὰς προσηγορίας ταύτας τὰς ἐκ συλλαβῶν συνκειμένας λέγει, ἀλλὰ τὰς ἰδίας ποιότητας τὰς σημαινούσας αὐτῶν τὴν ψυχὴν καὶ τὸν νοῦ ἀποδίδοται γὰρ ὁρισμὸς ὀνο´̣ ματος οὕτως· ὄνομά ἐστιν κεφαλαιώδης προσηγορία παραστατικὴ τῆς ποιότητος τοῦ ὀνομαζομένου. αὕτη δέ ἐστιν ἡ προσηγορικὴ ὀνομασία, ἄνθρωπος, οὐρανός." ἐνγέγραπται" οὖν, τουτέστιν κατετάχθη. 7 ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην. εἰ καὶ" κατεκάμφθην ἕως τέλους" ἐκ τῆς προσούσης ταλαιπωρίας, ἀλλ' οὐκ ἀναισθητῶ τοῦτο. σκυθρωπάζων γοῦν πορεύομαι τὴν" κατὰ θεὸν λύπην τὴν μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον ἐργαζομένην". καὶ οὕτω σκυθρωπάζων πορεύομαι ὅλην τὴν ἡμέραν. εὖ δὲ καὶ τὸ" πορεύομαι". οὐ ῥιφεὶς πρηνὴς μένει ἀλλὰ πορεύεται. οὐκ" ἐβάθυνεν εἰς γῆν κάθισιν", οὐ τὰ μετάφρενα ἔθηκεν τῇ γῇ ἀλλὰ πορεύεται." σκυθρωπάζων" οὖν" ἐπορευόμην". ἐνη´̣ ργουν ἐκεῖνα ἃ μετεβίβαζέν με ἐκ τῆς ταλαιπωρίας. τότε δὲ ἐκ τῆς ταλαιπωρίας μεταβιβάζομαι, ἐὰν τὰ αἴτια τῆς ταλαιπωρίας ἀπόθωμαι. 8 ὅτι ἡ ψυχή μου ἐνεπλήσθη ἐνπαιγμάτων. ἡ ψυχή μου ἐπλήσθη ἁμαρτημάτων. ἐνπαιγμοὶ δέ εἰσιν τὰ ἁμαρτήματα. ὁ ἀπατῶν ἐνπαίζει τῷ ἀπατωμένῳ, καὶ οὕτως πληροῦται ἡ ψυχὴ ἐνπαιγμάτων. κεῖται δὲ ἔν τισιν ἀντιγράφοις" αἱ ψόαι μου". λέγονται περὶ ταύτας συνίστασθαι τὰ σπέρματα. ὅταν τις τοίνυν ὑποσυρῇ εἰς ἀκολασίαν καὶ φιλήδονος μᾶλλον σπεύδῃ ἢ φιλόθεος εἶναι, τὰς ψόας ἐνπαιγμῶν ἔχει πεπλησμένας. 8 καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου. ὅσον εἰμὶ πεπληρωμένος τούτων τῶν ἐνπαιγμάτων, οὐ μόνον οὐχ ὑγιαίνει μου ἡ σάρξ, ἀλλὰ καὶ νοσήσασα οὕτω διακειμένη οὐ δέχεται ἴασιν. ὥσπερ ἀδύνατόν ἐστιν τὸν αἰσθ̣ η̣ τω῀̣ ς νοσοῦντα ἔτι ἐν τῷ νοσεῖν ὄντα ὑγείαν ἀναλαβεῖν, οὕτως ὁ πληρωθεὶς ἐνπαιγμάτων οὐ δύναται εἰρηνεύουσαν ποιη´̣ σασθαι τὴν σάρκα, τουτέστι̣ ν σώφρονα, ἢ μὴ διαστασιάζουσα̣ ν̣ πρὸς ἑαυτήν. 9 ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα. δύναται κάκωσιν καὶ ταπείνωσιν ἑκούσιον λέγειν. ἐπεὶ ἐν αἰσθήσει γέγονα τοῦ ἐπάρματος τῆς κακίας καὶ τῆς βλάβης καὶ τοῦ τύφου, προαιρετικῶς εἰς ταπείνωσιν ἐμαυτὸν περιήγαγον, ἵνα ὑψωθῶ·" πᾶς" γὰρ" ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται". ε᾿̣ κ παραλλήλου τὴν κάκωσιν δεῖ κ̣ αὶ τὴν ταπείνωσιν λαβεῖν. τότε δὲ ἑκουσίως γίνεται, ὅταν, ὡς εἶπον, τὸ ὑψωθὲν ταπεινώσῃ ἑαυτόν, ἵν' ὑψω̣ θῇ ὑπὸ τοῦ θεοῦ. δυνατὸν καὶ οὕτως· ἐκ τῶν περιεστηκότων ἐπιπόνων καὶ φορτίων β̣ αρέων" ἐταπεινώθην, ἐκακώθην ἕως σφόδρα". ἐπιτεταμένην ἔσχον τὴν κάκωσιν. 9 ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου. οὐκ ἐπιπλάστως ἀποκλαιόμενος τὰ κακὰ τὰ περιεστηκότα μοι, ἀλλὰ" ἀπὸ στεναγμοῦ τῆς καρδίας μου"· νοῶν ἐν τίνι στένειν δεῖ, ἔστενον. 265 10 καὶ ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου. ὁ δίκαιος ἔρωτα καὶ πόθον ἔχει ἀεὶ τῶν ἀρετῶν καὶ τῶν ἐπαινετῶς πραττομένων. λέγεται γοῦν περὶ τοῦ δικαίου·" ἐπιθυμία δικαίου πᾶσα ἀγαθή". τὰ δὲ ἀγαθὰ παρρησίαν ἔχει ἐπίπροσθεν εἶναι θεοῦ." ἐναντίον σου" οὖν, τουτέστιν ἔνπροσθέν σου, ἐστὶν" πᾶσα ἡ ἐπιθυμία μου". ἐπαινετὴν οὖν ἐνταῦθα λημπτέον" τὴν ἐπιθυμίαν μ̣ ου", οἵα ἐστὶν καὶ περὶ ἧς αὐτὸς οὗτος λέγει·" εὐλόγει, ἡ ψυχή μου, τὸν κύριον, τὸν ἐνπιμπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου". αἱ τοιαῦται οὖν ἐπιθυμίαι πᾶσαι τοῦ δικαίου εὐπαρρησίαστοι οὖσαι ἐπίπροσθέν εἰσιν θεοῦ. δυνατὸν δὲ καὶ εἰς τὸ ἕτερον σημαινόμενον τῆς ἐπιθυμίας ἐκλαβεῖν τὴν λέξιν. διὰ τοῦτο ἐταπεινώθην καὶ ἕως σφόδρα κατεκάμφθην, διὰ τοῦτο ὀλοφύρομαι καὶ ὁ στεναγμός μου ἀπὸ ψυχῆς καὶ καρδίας γίνεται, ἐπεὶ ἔγνων, ὅτι πᾶσα̣ ἐπιθυμία ἣν ἔσχον φαύλην, φανερά σοί ἐστιν, οὐδεμία ἐπιθυμία ἔξω τοῦ προσώπου σού ἐστιν. τὸ δὲ" ἔνπροσθεν" εὐπρεπέστερόν ἐστιν μᾶλλον. 10 καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη. ἐπιθυμίαν ἀγαθὴν ἔχων καὶ ποθῶν εἶναι ἐν ἀγαθοῖς καὶ ἀρετῇ ὅσον ὁρῶ ἐμαυτὸν ἀπολειπόμενον, στενάζω. ὁ στεναγμὸς δὲ οὗτος ἀπὸ ἐπιθυμίας κάλλους γίνεται, ἀπὸ προσδοκίας ἀμείνονος. εἰ καὶ τοὺς πολλοὺς πολλάκις λανθάνω στενάζων, ὅπως μὴ δοκῶ περιαυτίζεσθαι καὶ δῆθεν μετανοῶν φαίνεσθαι, ἀλλ' ἐπίπροσθεν σοῦ ἐστιν ὁ στεναγμός μου, οὐκ ἀπεκρύβη ἀπὸ σοῦ. οἱ Αἰγύπτιοι γοῦν κατεπόνουν τοὺς Ἑβραίους. ὅτε ἥδοντο ἐπὶ τοῖς Αἰγυπτίοις ἔργοις" οἱ υἱοὶ Ἰσραήλ", κέκρυπτο ὁ στεναγμὸς αὐτῶν ἀπὸ προσώπου τοῦ θεοῦ. ὅτε δὲ ἤρξαντο στενάζειν ἐπὶ τοῖς ἔργοις, ὅτε αἴσθη̣ σιν ἔλαβον τῶν Φαραωτικῶν ἔργων ὅτι κατασπῶντά εἰσιν καὶ γήινα καὶ μᾶλλον ἔξω τοῦ θεοῦ ποιο̣ ῦν̣ τα, τότε ἐστέναξαν, καὶ οὐκ ἐκρύβη ὁ στεναγμὸς ἀπὸ τοῦ θεοῦ· εὐθέως γὰρ αὐτοὺς ἐλευθέρωσεν. ὅτε δὲ ἥδοντο, ἐκρατοῦντο ἐκεῖ, ἐλευθερίας οὐκ ἐτύγχανον. ὁ στεναγμὸς οὗτος καταλλήλως ἔχει" τῇ λύπῃ τῇ μετάνοιαν εἰς σωτηρίαν κατεργαζομένῃ". ἄλλη δέ ἐστιν αὕτη ἡ λύπη παρὰ τὴν τοῦ κόσμου, ἥτις θάνατον κατεργάζεται. ἐὰν γοῦν ἴδῃς ἄνθρωπον στενάζοντα ὅτι μὴ τυγχάνει ὧν ἐπιθυμεῖ, κἂν φαῦλα ὦσιν, ὁ στεναγμὸς οὗτος ὀλέθριός ἐστιν. 11 ἡ καρδία μου ἐταράχθη, ἐνκατέλιπέν με ἡ ἰσχύς μου. ὅτε ταράττεται ἡ καρδία, τουτέστιν ὁ νοῦς, τότε ἡ ἰσ χὺς μακρὰν γίνεται. ἡ ἰσχὺς δὲ ἡ κατάλληλος τῇ εἰρήνῃ καὶ τῇ εὐσταθείᾳ τῆς καρδίας. ὁ μαθὼν παρὰ Ἰησοῦ" ὅτι πραύς ἐστιν καὶ ταπεινὸς τῇ καρδίᾳ", οὐκ ἔχει τεταραγμένην τὴν καρδίαν· μιμεῖται γὰρ τὸν Ἰησοῦν. ὁ δὲ μιμούμενος τὸν Ἰησοῦν ἔξω πάσης ἐστὶν ταραχῆς. ἕως δὲ οὐκ ἔχει τὴν ταραχὴν ταύτην, παραμένει αὐτῷ ἡ ἰσχὺς, ὥστε λέγειν·" πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με", καί·" ἀγαπήσω σε, κύριε, ἡ ἰσχύς μου". 11 καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου καὶ αὐτὸ οὐκ ἔστιν μετ' ἐμοῦ. τὸ φῶς τῶν ὀφθαλμῶν μου μακράν μου γέγονεν. φῶς δὲ τῶν ἀληθινῶν ὀφθαλμῶν τῶν ὀξὺ καθορώντων ἡ γνῶσις τῆς ἀληθείας ἐστίν· εἴρηται γ̣ άρ̣·" φωτίσατε ἑαυτοῖς φῶς γνώσεως". ὅτι οὐ περὶ τούτων τῶν ὀφθαλμῶν οὐδὲ τοῦ αἰσθητοῦ φωτὸς ὁ λόγος, ἄκουε τοῦ λέγοντος·" ἡ ἐντολὴ κυρίου τηλαυγής, φωτίζουσα ὀφθαλμούς". πάντως ἡ τήρησις τῆς τηλαυγοῦς ἐντολῆς τοὺς τοῦ ἔσω ἀνθρώπου φωτίζει ὀφθαλμούς· πολλοὶ γάρ εἰσιν ὀξὺ καθορῶντε̣ ς καὶ π̣ αραβάται τῆς ἐντολῆς εἰσιν τοῦ κυρίου, καὶ ἄλλως φυλάττουσιν αὐτὴν καὶ περιεχόμενο̣ ι αὐτὴν ἀμβλεῖς εἰσιν κατὰ τὴν ὄψιν. οὐ πάντως οὖν περὶ τῶν ὀφθαλμῶν λέγεται ὅτι·" καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου οὐκ ἔστιν μετ' ἐμοῦ". ἀφῆκέν με δέ, ἐπεὶ ἐγὼ αὐτὸ ἀπεστράφην, ἐπεὶ αὐτὸ ἐγω`̣ οὐκ ἐφύλαξα παράμονόν μοι. 266" ἡ καρδία μου ἐταράχθη, ἐνκατέλιπέν με ἡ ἰσχύς μου". ὅταν τάραχον τὸ διανοητικὸν ὑπομείνῃ, ἡ ἰσχὺς μακρὰν γίνεται· ἐρρωμένης γὰρ τῆς διανοίας καὶ τοῦ νοῦ ἠκριβωμένου ἰσχὺς πρόσεστιν τῷ οὕτω δι̣ α̣ τεθέντι, ὡς εἰπεῖν·" πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με"." ἀγαπήσω σε, κύριε, ἡ ἰσχύς μου". ἐνκαταλείπεται δέ τις ὑπὸ ταύτης τῆς ἰσχύος, ἐὰν τάραχον ὑπομείνῃ ἐν τῇ καρδίᾳ, ἐὰν λογισμοὺς σχῇ ταραχώδεις. διὸ φυλακτέον μὴ διδόναι" τόπον τῷ διαβόλῳ" τῷ ὑποβάλλοντι τὰς ταραχάς, ἵνα ἰσχὺς ἡμῶν παραμείνῃ καὶ δυνηθῶμεν εἰπεῖν·" ἰσχύς μου καὶ ὕμνησίς μου κύριος καὶ ἐγένετό μοι εἰς σωτηρίαν"." καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου οὐκ ἔστιν μετ' ἐμοῦ". ὅταν ἡ καρδία ταραχθῇ, καὶ ἡ κατάλληλος τῇ καρδίᾳ ἰσχὺς ἐνκαταλείπει, καὶ αὐτὸ τὸ φῶς οὐκ ἔστιν μετὰ τοῦ ταῦτα παθόντος· δεῖ γὰρ" σπεῖραι εἰς δικαιοσύνην καὶ τρυγῆσαι εἰς καρπὸν ζωῆς", ἵνα" φωτίσαντες ἑαυτοῖς φῶς γνώσεως". ὅταν τοίνυν ταραχθῇ ἡ καρδία, καὶ ἡ ἰσχὺς ἡ ἐνδυναμοῦσα τὸν ἔσω ἄνθρωπον πόρρω γίνεται, καὶ αὐτὸ τὸ τῶν ὀφθαλμῶν φῶς τὸ φωτίζον τὸν ἔσω ἄνθρωπον ἐνκαταλείπει τοῦτον ἑαυτὸν σκότῳ καὶ ἀγνοίᾳ παραδεδωκότα. 12 οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας ἤγγισαν καὶ ἔστησαν. συμβαίνει τοιαῦτα γίνεσθαι ἐν τοῖς περιστατικοῖς καιροῖς. καὶ ὁ Ἰὼβ γοῦν γενάμενος ἐν περιστάσει ἔλεγεν τοιαῦτα·" φίλοι δέ μου ἀνελεήμονες γεγόνασιν, ἔγνωσαν ἀλλο τρίους ἢ ἐμέ". καὶ ἐν ταῖς σοφίαις γέγραπται ὅτι οἱ φίλοι τότε μόνον πάρεισιν καὶ τὰ φίλων ἐπιδείκνυνται καὶ ἀπαιτοῦσιν, ὅταν ἐν εὐετηρίᾳ ᾖν ὃν δῆθεν φιλοῦσιν. ὅταν δὲ γένηται ἔν τινι διαστροφῇ τὰ κατ' αὐτόν, τὰ ἐκτός, τότε ἐκεῖνοι πόρρω γίνονται. τρία γὰρ εἴδη φιλίας ἐστίν. ἔστιν φιλία ἡ κατ' αὐτό, ὅταν μηδενὸς ἄλλου μεταδιώκηται ἢ καλλονῆς ἢ ἀρετῆς. ἐὰν δὲ διά τι ᾖν, τὸ πλοῦτος. αὕτη ἡ φιλία ἐκείνων ἀπόντων πεπαύσεται καὶ ἡ φιλία. λέγεται δὲ αὕτη ἡ φιλία δεύτερον εἶδος οὖσα. τοῦ χρησίμου ἕνεκα γίνεται. καὶ τρίτον εἶδος φιλίας, τὸ ἡδύ. πολλοὶ ἥδοντο φίλοι εἶναι μοναχῶν, οὐχ ἵνα μοναχοὶ ὦσιν, ἀλλ' ἵνα λέγωσιν ὅτι·" οἱ μονάζοντές με φιλοῦσιν". καὶ ἄλλοι πλουσίων οὐδὲν παρ' αὐτῶν προσδοκῶντες, ἀλλ' ἐνίοτε καὶ προσεπιδιδόντες αὐτοῖς. δύναται ἐκ παραλλήλου τὸν πλησίον φίλον λέγειν ἢ τὸν φίλον πλησίον. καὶ οὕτως οἱ πλησίον κατ' ἀνχιστείαν, κατὰ συγγένειαν οἱ ἀδελφοί μου. ἐπερ· καὶ ἐπὶ σωματικῶν λημπτέον τοῦτο;– εἰ δὲ λέγοις αὐτὸ πνευματικῶς– εἰσὶν δὲ καὶ κατὰ πνεῦμα φίλοι καὶ συγγενεῖς–, σκόπει· ὅταν τις ἐλαττώσῃ ἑαυτὸν καὶ μηκέτι ᾖν τοιοῦτος, οὓς εἶχεν πρότερον φίλους ἀλλοτριοῦνται αὐτοῦ, ὅτι ἐλάττων ἑαυτοῦ, ἵνα μὴ εἴπω, ὅτι φαῦλος γέγονεν· τὰ γὰρ ἑξῆς οὐκέτι ὡς περὶ φαύλου ἢ ὑπὸ φαύλου ἀπαγγέλλεται. ὅλως ταράξας τὴν καρδίαν οὔκ ἐστιν ἐξώβλητος· ἄλλος γάρ ἐστιν ὁ ἀπόλλων ταύτην. εἴρηται γοῦν ἐν Ἰσαίᾳ·" οἱ ἀπολωλεκότες τὴν καρδίαν". ἀπόλλυται δὲ ἡ καρδία, ὅταν ἡ νόησις ἔξ̣ ω τῆς καταλλήλου καταστάσεως γένηται. ταράττεται δέ, ε᾿̣ ὰν ἔχῃ τινὰ σύνχυσιν. ὑπάρχει με ταράττεσθαι δὲ ἐκ̣ τοῦ λογισμοὺς καὶ ἐνθυμήματα λαμβάνειν μὴ προσήκοντα." ἐξ ἐναντίας ἤγγισαν καὶ ἔστησαν". οὐχ ὡς ἑταῖροι, οὐχ ὡς φίλοι, οὐκ ἐπὶ τῷ ἑνωθῆναί μοι, ἀλλ'" ἐξ ἐναντίας", ἵνα παρόντες ἐναντιῶνται. τοιαύτην παρατήρησιν ἔσχον καὶ ἐν τῷ Ζαχαρίᾳ καὶ ἐν τῷ ἑκατοστῷ ὀγδόῳ ψαλμῷ. λέγεται περὶ τοῦ Ἰούδα ὅτι·" διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ". περὶ δὲ" Ἰησοῦ τοῦ ἱερέως τοῦ μεγάλου τοῦ Ἰωσεδέχ"·" ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ τῷ ἀντικεῖσθαι αὐτῷ". καὶ ὅρα ὅτι καὶ τοῦ Ἰούδα καὶ τοῦ Ἰησοῦ τοῦ ἱερέως τοῦ μεγάλου τοῦ καθαρωτάτου καὶ ἁγίου ἐκ δεξιῶν ὁ διάβολος εἱστήκει. ἀλλ' ἐπὶ τοῦ Ἰησοῦ εἴρη̣ τ̣ αι·" τοῦ ἐναντιοῦσθαι αὐτῷ". ἔστη ἵνα τοῖς δεξιοῖς αὐτοῦ ἀντικείμενος ᾖ, πολεμῇ αὐτήν, ὅτι δεξιῶς ἐπιτελεῖ τ̣ ὰ πρακτέα καὶ τὴν διάθεσιν ἔχει τοιαύτην. ἐπὶ 267 δὲ τοῦ Ἰούδα οὔ. τὰ δεξιὰ τοῦ Ἰούδα προκατείληφεν. στάσιν αὐτῷ δέδωκεν τῷ διαβόλῳ ἐν τούτοις. καὶ ὧδε" ἐξ ἐναντίας ἔστησαν". διὰ τοῦτο ἤνγισαν, ἵνα πορθήσωσιν καὶ ταράξωσιν. 12 καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν. δύο γένη φίλων εἰσίν, δύο εἰσὶν διαθέσεις πλησίων. ὅταν οἱ πάλαι ἐχθροὶ γένωνται προσποιητοὶ φίλοι καὶ αἰνιττόμενοι, ἵν' ἐναντιωθῶσιν τοῦτο ποιοῦσιν. καὶ ἵνα ἀπὸ τῆς Ποιμενικῆς διδασκαλίας λάβω τῆς κατηχητικῆς, λέγω· δύο ἄγγελοί εἰσιν μετὰ τοῦ ἀνθρώπου, καὶ ὁ εἷς πονηρὰ ὑποβάλλει, ὁ δὲ ἕτερος ἀγαθά, καὶ ὁ μὲν τῆς δικαιοσύνης, ὁ δὲ τῆς ἀδικίας ἐστίν. ἐὰν οὖν πλησίον γένηται ὁ τ̣ ῆς ἀδικίας, ὁ κακὰ ὑποβάλλων, μακρύνεται ὁ ἀγαθὸς ἄγγελος, ὡς αὖ ἐκείνου συνεγγίσαντος οὗτος ὁ πονηρὸς ἐνα̣ ντιοῦται· ὡς γὰρ ἀσυνύπαρκτά ἐστιν τὰ ἐναντία, τὸ ἀγαθὸν καὶ τὸ κακόν· ἐνεργεῖ γὰρ τὸ κακόν, ὅταν ὁ ἀγαθὸς ᾖ πόρρω. ἐὰν δὲ καὶ πρόσωπον ᾖν τοῦ σωτῆρος τὸ ταῦτα λέγον, δύναται λέγειν ὅτι· μακρὰν γέγοναν οἱ ποτέ μου φίλοι, οἱ υἱοί μου, οὓς ἐγέννησα καὶ ὕψωσα. ἀθετήσαντές με πόρρω γεγένηνται. οἱ δὲ ἀπὸ τῶν ἐθνῶν πιστεύσαντες φίλοι γενόμενοι λοιπὸν ἐγγύς εἰσιν καὶ" ἐξ ἐναντίας μου", ἀντὶ τοῦ" κατὰ πρόσωπόν μου"· οὐκέτι γὰρ τὸ" ἐναντίον"" ἀντικείμενον" λαμβάνομεν, ἀλλὰ τὸ ἐπιπρόσωπον, ἐπίπροσθεν. 13 καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν, καὶ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας. οὐδεὶς τῶν ἀγαπώντων τὴν ψυχήν μου ἐκβιάζεται αὐτήν, ἀλλὰ συνεγγίζει ἢ ἓν πρὸς αὐτὴν γίνεται. οἱ δὲ ἄλλοι ἐκβιάζονται καὶ ζητοῦντες τὰ κακὰ κατ' ἐκείνου οὗ ἐκβιάζονται, ματαιότητα λαλοῦσιν, οὐδὲν ἐπωφελές̣, οὐδὲν συντελοῦν πρὸς τὴν γνῶσιν τῆς ἀληθείας, ἀλλὰ περὶ ματαίων· μάταια γὰρ πάντα ἐστὶν τὰ πονηρά, τὰ φαῦλα, καὶ τὰ πρόσκαιρα δὲ ἅ ἐστιν βλεπόμενα καὶ εὐκαταφρόνητα καὶ ῥᾷστα περιγραφόμενα καὶ ἀπολλύμενα. δεῖ ζητῆσαι τὴν ψυχὴν ἐπωφελῶς. τῷ δὲ προσκεῖσθαι" τοῖς ζητοῦσιν τὴν ψυχήν μου καὶ ἐκβιαζομένοις"" τὰ κακά", φανερόν, ὅτι φαῦλοί εἰσιν. ὁ τὴν ἁμαρτάνουσαν ψυχὴν εἰς μετάνοιαν προσηκάμενος καὶ τὴν ἀπεσφαλμένην τῆς ἀληθείας ἄγων εἰς ταύτην, ἐπαινετῶς ζητεῖ καὶ ἐπωφελῶς τὴν ψυχήν. ὁ σωτὴρ γοῦν" ἐλήλυθεν ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός". οὗτος ζητῶν τὴν ψυχὴν ζητεῖ, ἵνα εἰς σωτηρίαν αὐτὴν ἀγάγῃ, ἵνα κατὰ τὴν προτέραν αὐτῆς κατάστασιν ἐνέγκῃ. ὥσπερ οὖν ὁ σωτὴρ τοῦτο ποιεῖ διὰ παιδεύσεως καὶ διὰ συντελείας τῆς εἰς τὸ καλόν, οὕτω καὶ οἱ τοῦ σωτῆρος μαθηταὶ καὶ ἄγγελοί γε καὶ ἄνθρωποι τοῦτο ποιοῦσιν. οὐδεὶς δὲ τούτων ζητῶν τὴν ψυχὴν ματαιότητα λαλεῖ, οὐδεὶς ζητεῖ αὐτῇ κακά, ἀλλὰ ἀγαθὰ καὶ ἐπωφελῆ. 13 καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν. πάντα τὸν βίον ἑαυτῶν σκολιότητας ἐμελέτων· πῶς γὰρ οὐκ ἤμελλον;" σκολιοὺς" εἶχον" λογισμοὺς τοὺς χωρίζοντας ἀπὸ τοῦ θεοῦ", καὶ ἡ καρδία αὐτῶν σκολιὰ γεγόνει καὶ σκαμβή, ἣν ἀπεύχεται ὁ ἅγιος ἔχειν λέγων·" οὐκ ἐκολλήθη μοι καρδία σκαμβή". ὁ ἔχων οὖν σκολιοὺς λογισμοὺς σκολιότητας ὅλην τὴν ἡμέραν μελετᾷ, ἔργα σύμφωνα καὶ ν̣ οήματα τοῖς σκο λιοῖς αὐτοῦ λογισμοῖς. οὗτοι γοῦν οἱ σκολιοὶ λογισμοὶ ὑπὸ διαβόλου ἐντίθενται τῇ ψυχῇ· εἴρηται γάρ·" ὄφις δράκων σκολιός". σκολιεύεται. ἀμέλει γοῦν εἴρηται καὶ ἐν ἄλλοις·" ἔσται πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν". τὰ σκολιὰ εὐθύτητα λαμβάνει, ὅταν ἀποβάλῃ τὴν σκολιότητα. ὁ δὲ μελετῶν ταύτην ὅλην τὴν ἡμέραν ἔχει καὶ ἔργα σκολια`̣ καὶ προαίρεσιν σκολιὰν καὶ διάθεσιν διεστραμμένην. 14 ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ. ἔπαινον ἑαυτοῦ διεξέρχεται. ὁ μετανοῶν, ἐὰν ὑποβάλῃ διάβολος λογισμοὺς πονηροὺς ἢ σκολιούς, ὡς κωφός τις μὴ ἀκουέτω, μὴ ἐπιστανέτω αὐτοῖς, μὴ παρεχέτω αὐτῷ αὐτοῖς τὴν τοῦ ἔσω ἀνθρώπου ἀκοήν, ἀλλὰ οὕτως ἔστω ὡς ἄλαλος, ὡς κωφὸς οὐκ ἀνοίγων τὸ στόμα. κωφὸν δὲ ἐνταῦθα λέγει οὐ τὸν τὰς ἀκοὰς ἀποβαλόντα, ἀλλὰ τὸν μὴ φθεγγόμενον· πολλάκις γάρ, μάλιστα κατὰ τὴν γραφήν, τὸ σημαινόμενον τοῦτο ἐπὶ τοῦ λάλου κεῖται·" ἐκβληθέντος", φησίν," τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός". οὐκ εἶπεν·" ἤκουσεν ὁ κωφός". οὐ τοῦτο δέ φημι ὅτι οὐ σημαίνει καὶ τὸν στερηθέντα τὴν ἀκοὴν ἡ λέξις αὕτη. ἀμφότερα δηλοῖ. πάλιν ὁ θεὸς τῷ Μωυσῇ εἰπόντι·" ἰσχνόφωνος καὶ βραδύγλωσσός εἰμι", εἶπεν· 268" τίς ἔδωκεν στόμα ἀνθρώπῳ λαλεῖν, καὶ τίς ἐποίησεν δύσκωφον ἢ κωφόν, βλέποντα καὶ τυφλόν"; δύναται ὧδε καὶ κωφὸν καὶ ἐπὶ τοῦ λάλου καὶ ἐπὶ τοῦ ἀφαιρεθέντος τὴν ἀ κοὴν κεῖσθαι. τὸ δέ·" ἐκβάντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός", κωφὸν σημαίνει τὸν μὴ ἔχοντα φωνητήρια, τὸν μὴ ἔχοντα ἐνεργοῦσαν γλῶσσαν. 15 ἐγενήθην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν στόματι αὐτοῦ ἐλεγμούς. τοῦτο λέγει· οὐ γέγονα ἄνθρωπος οὐκ ἀκούων, ἀλλ'" ὡς οὐκ ἀκούων ἄνθρωπος". οὐκ ἐδεχόμην τοὺς λόγους καὶ τὰς ἀπαγγελίας τῶν δολιευομένων καίτοι δυνάμενος αὐτοὺς ἐλέγχειν. εἰδὼς ὅτι οὐ καιρίως οἱ ἔλεγχοι προφέρονται πρὸς τὸν τοιοῦτον, ὡς οὐκ ἔχων αὐτὸν ἐλέγξαι ἐσιώπωντα. δείκνυσιν ὁ λόγος ὅτι καὶ αἱ ἐπιπλήξεις καὶ αἱ ἀντιρρήσεις καιρίως ὀφείλουσιν γίνεσθαι. τὸ καίριον δὲ ἐκ τοῦ ἀντικειμένου καὶ προσδιαλεγομένου λαμβάνομεν. ὥσπερ τροφὴ καιρίως διδομένη ὠφελεῖ καὶ ἀνύει, ἀκαίρως δὲ προσφερομένη βλάπτει μᾶλλον." μὴ ἔλεγχε κακούς, ἵνα μή σε μισήσωσιν". τοὐ παραιτεῖσθαι τὸ μισεῖσθαι ὑπὸ φαύλων ὁ λόγος διδάσκει, ἀλλὰ τοῦτο λέγει· ἐλέγχεις, ἵν' ὠφελήσῃς. τὸυ ἐλέγξαι οὐ καιρίως προσαγόμενος–" ἔστιν" γὰρ" ἔλεγχος, ὃς οὔκ ἐστιν ὡραῖος"– οὐκ ὠφελεῖ ἐκεῖνον τὸν ἐλεγχόμενον, ἀλλὰ μᾶλλον ἔτι φαυλότερον αὐτὸν ποιεῖ, ὡς καὶ μισεῖν τὸν ἐλέγχοντα." ἔλεγχε" γοῦν" σοφόν, καὶ ἀγαπήσει σε". εἰ ὁ σοφὸς ἐλεγχόμενος ἀγαπᾷ τὸν προσφερόμενον τοὺς ἐλέγχομενους, φανερὸν ὁ μισῶν τὸν ἔλεγχον ὅτι φαῦλός ἐστιν. εἴρηται γοῦν καὶ ἐν ἄλλοις·" οὐκ ἀγαπήσει ἀπαίδευτος τοὺς ἐλέγχοντας αὐτόν, μετὰ δὲ σοφῶν οὐχ ὁμιλήσει". ὁ ἀπαίδευτος ὅλως οὐκ ἀγαπᾷ τοὺς ἐλέγχοντας, ὁ δὲ σοφὸς τοῦτο βούλεται. οὐδὲν ὧν λέγει ὁ σοφός, πρόσεστιν τῷ κακῷ τῷ μισοῦντι τοὺς ἐλέγχοντας. ἐπερ·" καὶ οὐκ ἔχων ἐν στόματι ἐλεγμούς";– διττῶς λέγεται τὸ ἐλέγξαι· πολλάκις τις ἐλέγξαι οὐ δύναται. οὐκ ἔχει τοσαύτην παρρησίαν οὐδὲ δύναμιν τοσαύτην λόγου ὥστε ἐλέγχειν, καὶ προσποιεῖται μὴ ἀκούειν. οἷον αἱρεθικός τις πάρεστιν. λέγει ἄθεα δόγματα, αἱρεθικὰς γνώμας. ἐὰν μὴ δυνώμεθα ἐλέγξαι τὰ παρ' ἐκείνου λεγόμενα," ὡς ἄνθρωποι οὐκ ἀκούοντες" λεγόμεθα· ταράττει γὰρ μᾶλλον τὸ ἀκοῦσαι τοιούτων ὁμιλιῶν ἢ ὠφελεῖ. εἴρηται γοῦν·" φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί". εἴ τις χρηστὸν ἦθος ἔχων οἶδεν αὐτὸ τοῦτο ὅτι πρὸς κακὰς ὁμιλίας προστῆναι οὐ δύναται, οὐκ ὀφείλει παρέχειν τὴν ἀκοήν, ἀλλ' ὡς κωφὸς γενέσθαι. ἄλλος δὲ ἔχων τὸ ἐλέγξαι τὰς αἰσχίστας ὁμιλίας οὐ ποιεῖ τοῦτο, ὅταν εἰδῇ ὅτι οὐ λυσιτελεῖ τέως ἐκείνῳ ἐλεγχθῆναι· ἔλεγον γὰρ ὅτι ὡς αἱ τροφαὶ ἰατρικῶς καιρίως προσάγονται, οὕτω καὶ τὰ βοηθήματα τῇ ψυχῇ. βοηθήματα δέ πώς εἰσιν τῆς ψυχῆς τὰ τοιαῦτα, οἷον·" ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον". ὅταν φανερώσῃς διὰ τοῦ ἐλέγξαι τὸν ἁμαρτάνοντα, ἐπιτίμησον. ὅταν ἐπιτιμήσῃς πάλιν αὐτάρκως τὴν ἐπιτιμίαν ποιησάμενος, παρακάλεσον. βοηθήματα ψυχῆς βοηθήματα διαδεχέσθω. οὐ τοῦ τυχόντος δέ ἐστιν ταῦτα εἰδέναι, ἀλλὰ τοῦ ἐπισταμένου ψυχῆς ἰατρείαν. 16 ὅτι ἐπὶ σοί, κύριε, ἤλπισα· σὺ εἰσακούσῃ, κύριε ὁ θεός μου. ἐπεὶ ἤλπισα ἐπὶ σέ, σὺ εἰσάκουσόν μου. θαρρῶ ὅτι πάντα τὰ παρ' ἐμοῦ ὑπαρχ̣ θ̣ η῀̣ ν̣ αι ἐκείνῳ δυνάμενα, ὑπαρχθήσεται. διὰ τοῦτο θαρρῶν σ̣ οὶ τῷ μείζονι καὶ τῷ εἰδότι πῶς ἐλέγχειν καὶ τίνα δ̣ εῖ, ἐσιω´̣ πησα, ὡσεὶ κωφὸς γέγονα οὐκ ἔχων ἐν τῷ στόματί μο̣ υ ἐλέγχους. καὶ οὕτω δὲ στικτέον· ἐπεὶ ἐπὶ σοὶ ἤλπισα, σὺ εἰσάκουσόν μου· κωφὸς γὰρ πρὸς ἐκεῖνον καὶ ἄλαλος γεγονὼς καὶ οὐκ ἔχων ἐν τῷ στόματι ἐλέγχους, κατὰ διάνοιαν πρὸς σὲ ἐβόων. οὕτω φαίνεται γενόμενον καὶ ἐν τῇ ἐξόδῳ ἐπὶ τοῦ Μ̣ ωυσέως, ὁπηνίκα κατεδίωξεν Φαραὼθ μετὰ πάσης αὐτοῦ τῆς δυνάμεως καὶ τῆς στρατιᾶς, καὶ τρόπον τινὰ συνεκλείσθησαν οἱ Ἑβραῖοι ὥστε περαιτέρω μὴ δύνασθαι διαβῆναι. ἐδίωκεν ἡ στρατιὰ τοῦ Φαραὼθ καὶ αὐτὸς ὁ τύραννος, ἐδιώκοντο οἱ Ἑβραῖοι," οἱ υἱοὶ Ἰσραήλ". καὶ οἱ μὲν ἦσαν ὡπλισμένοι καὶ παντευχίαν πᾶσαν ἐπιφερόμενοι καὶ δύναμιν στρατιωτικὴν καὶ ἱππικὴν καὶ πεζικήν. οἱ δὲ αὐτ̣ ο`̣ τοῦτο γυμνοὶ ταῖς χερσὶν ἦσαν βακτηρίας κατέχοντες. συνεκλείσθησαν καὶ οὐκέτι ἠδύναντο περαιτέρω χωρη῀̣ σαι· οὐδὲ γὰρ πόρρω ἠδύναντο δραμεῖν κωλυούσης τῆς θαλάσσης οὐδὲ ἐπὶ δεξιὰ ἢ ἐπὶ θάτερα ὑποστρέψαι. πάλιν ὑποπεσεῖν ἦν τοῖς ἐχθροῖς. ὥσπερ οὖν 269 ἔν τινι γαλεάγρᾳ καὶ ἐντὸς ἀρκύων ληφθέντες οἱ Ἑβραῖοι ἐσφάδαζον καὶ ηγωντο Μωσέα ὅτι·" οὐ τοῦτο ἦν τὸ ῥῆμα ὃ εἴπομέν σοι ἐν Αἰγύπτῳ· πάρες ἡμᾶς, ὅπως δουλεύσωμεν τοῖς Αἰγυπτίοις"; καὶ ἰδοὺ φθαρῶμεν ἐν τῇ ἐρήμῳ ταύτῃ. ὁ στρατηγὸς ἐλάλει παρακλητικοὺς λόγους αὐτὸς Μωυσῆς·" θαρσεῖτε καὶ στῆτε καὶ ὁρᾶτε τὴν σωτηρίαν τὴν παρὰ τοῦ κυρίου ἣν ποιήσει ὑμῖν σήμερον· ὃν τρόπον γὰρ ἑωράκατε τοὺς Αἰγυπτίους, ἔτι οὐ προσθήσεσθε ἔτι ἰδεῖν αὐτοὺς εἰς τὸν αἰῶνα χρόνον". τοιαῦτα ἔδει τὸν στρατηγὸν μὴ λιποθυμίας τῷ λαῷ λέγειν· οὐδὲ γὰρ τὴν εὐχὴν ἀναπέμπειν ἐκ τοῦ φανεροῦ. ἐνόμιζον ἐκεῖνοι ὅτι καὶ αὐτὸς ἀπέγνω̣ τὴν σωτηρίαν. ἀλλ' ἔλεγεν μὲν τὰ παραθαρσύνοντα, πρὸς τὸν θεὸν δὲ τὰ πρὸς διάνοιαν ἐβόα. καὶ ἵνα δείξῃ ὁ θεὸς ὅτι οὐ συντυχικῶς, ἐὰν γένηται βοήθεια, λέγει·" τί βοᾷς πρός με"; πρὸς μὲν θεὸν κατὰ τὸ σιωπώμενον ἐβόα, ἔλεγε δὲ παραθαρσύνοντας λόγους. μέγα δὲ κακόν ἐστιν δεινοῦ τινος ἐφεστηκότος καὶ τὸν στρατηγὸν ὥσπερ σφαδάσαι. εἰς ἀπόγνωσιν ἄγει. 17 ὅτι εἶπα· μήποτε ἐπιχαρῶσίν μοι οἱ ἐχθροί μου". εἶπον τοῦτο· διὰ τοῦτο ἐσιώπησα καὶ ὡσεὶ κωφὸς γέγονα καὶ ὡς οὐκ ἔχων ἐλεγμούς, μήποτε τολμήσαντός μου ταῦτα ἐπικρατέστεροι γενόμενοι ἐπιχαρῶσίν μοι, ἐπικερτομήσουσιν κατ' ἐμοῦ. διὰ τοῦτο καὶ ὁ ἀπόστολος λέγει ὅτι· μὴ τόδε ποιεῖτε," ἵνα μὴ ἐπιχαρῇ ὑμᾶς ὁ σατανᾶς διὰ τὴν ἀκακίαν ὑμῶν". οὐκοῦν ἐπὶ τοῦ βλαπτομένου χαίρει ἐκεῖνος." ὑψώσω σε, κύριε, ὅτι ὑπέλαβές με καὶ οὐκ ηὔφρανας τοὺς ἐχθρούς μου ἐπ' ἐμοί". εἰ γὰρ μὴ ἦς ὑπολαβών με μὴ ὀρθῶς μηδὲ ὃν δεῖ τρόπον ὑψώσαντά σε, ἐπέχαιρον ἐκεῖνοι. καὶ ἐν ἄλλοις λέγει·" μὴ ἐπίχαιρέ μοι, ἡ ἐχθρά μου, ὅτι πέπτωκα· καὶ ἀναστήσομαι". ἐπὶ τῷ πτώματί μου ἐπιχαίρεις, ἀλλ' ἴσθι ὅτι ἀναστήσομαι. ὅταν οὖν στήσω, ἡ χαρά σου εἰς πένθος μεταβάλλει καὶ αἱ ἐπικερτομοῦσαι ᾠδαὶ εἰς θρήνους τρέπονται. 17 καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ' ἐμὲ ἐμεγαλορημόνησαν. ἐὰν κἂν κλόνος γένηται τῶν ποδῶν μου, ἐπ' ἐμὲ μεγαλορημονοῦσιν. δύναται δὲ ταῦτα λέγειν· ἐπεὶ" ἐταράχθη ἡ καρδία μου ἐντός μου καὶ ἐνκατέλειψέν με ἡ ἰσχύς μου καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου οὐκ ἔστιν μετ' ἐμοῦ", ἐκλονήθησαν οἱ πόδες μου, οὐ μέντοι ἔπεσαν. ὅτι δὲ συμβαίνει τοιαῦτα τοῖς μάλιστα μετανοοῦσιν, καὶ ἐξ ἄλλου ψαλμοῦ ἔστιν μαθεῖν·" ὡς ἀγαθὸς τῷ Ἰσραὴλ ὁ θεός, τοῖς εὐθέσι τῇ καρδίᾳ. ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες, παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου, ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις". πρόσωπόν ἐστιν μετανοῦντος. οὐχ ἃ λέγει τὸ μετανοοῦν πρόσωπον ἀπὸ τῆς διαθέσεως τοῦ προσποιησαμένου μετανοεῖν ἀπαγγέλλεται· ἔγνων ὅτι" ὡς ἀγαθὸς ὁ θεὸς τοῦ Ἰσραὴλ τοῖς εὐθέσι τῇ καρδίᾳ" ποιεῖ ἃ ποιεῖ. ἐγὼ δὲ ὁ ἀκμὴν ἀβέβαιος– τὸν μετανοοῦντα λοιπὸν εἰσάγει– μικροῦ δεῖν ἐκλονήθην καὶ ἔπεσα. καὶ λέγω ἀποστολικὸν τούτῳ συνῳδόν·" οἴδαμεν ὅτι ὁ νόμος πνευματικός ἐστιν"– ἡμεῖς οἱ τέλειοι, οἱ τοῦ πνεύ ματος μαθηταί, οἱ τὸν θεῖον καὶ πνευματικὸν νόμον δεξάμενοι–." ἐγὼ δὲ σάρκινός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν". οὐχ ὁ εἰδὼς ὅτι ὁ νόμος πνευματικός ἐστιν, σάρκινός ἐστιν ὑπὸ τὴν ἁμαρτίαν πεπραμένος· διέστελλεν γὰρ ἑαυτὸν ἀπ' ἐκείνων." οἴδαμεν ὅτι ὁ νόμος πνευματικός ἐστιν", καθόλου λέγει περὶ τῶν ἁγίων." ἐγὼ δὲ σάρκινός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν". καὶ πολλά γε δόγματα ὑποβάλλει αὕτη ἡ βραχυτάτη λέξις·" σάρκινός εἰμι"· οὐ κατὰ φύσιν, οὐκ ἐκ κατασκευῆς εἰμι τοιοῦτος, ἀλλὰ" πραθεὶς ὑπὸ τὴν ἁμαρτίαν". ὁ δὲ πραθεὶς ὑπό τινα δεσπότην ἵνα γένηται, οὔκ ἐστιν κατὰ φύσιν σάρκινος· ἐκ πράσεως̣ γὰρ̣ γεγένηται αὐτῷ ἡ κατάστασις ἡ οὕτω. καὶ ἐνταῦθα·" ὡς ἀγαθὸς τῷ Ἰσραὴλ ὁ θεός, τοῖς εὐθέσι τῇ καρδίᾳ. ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες", τῆς ψυχῆς δηλονότι. τό τε" παρὰ μικρὸν" τοῦτο δηλοῖ ὅτι ὅλως οὐ κεκλόνηται· ὁ γὰρ λέγων ὅτι·" παρὰ μικρὸν ἐσφάγην", δείκνυσιν ὅτι οὐκ ἐσφάγην." παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου". καλῶς ἔτρεχον, ἐβάδιζον ὡς δεῖ, ἔβαινον εὐθεῖα διαβήματα. μικροῦ δὲ δεῖν ἐξε̣ χύθη ταῦτα. ἐκχύννεται δέ, ὅταν ἀναχαιτίσῃ καὶ εἰς τὰ ὀπίσω ὁ τρέχων στραφῇ. καὶ ἐξ αὐτῆς γοῦν τῆς λέξεως σκόπει· λάβε μοί τινα ἀνιόντα εἰς ὑψηλὸν τόπον ἀμμώδη. τὸν κλόνον οὖν τῶν ποδῶν μου ἑωρακότες καὶ οὔπω πτῶμα ἐπ' ἐμὲ ἐμεγαλορημόνησαν, ὑπε̣ ρηφανίας λόγους εἰρή270 κασιν. εἴποι ἂν ἐν ἄλλῳ ῥητῷ·" μὴ ἐπίχαιρέ μοι, ἡ ἐχθρά μου, ὅτι πέπτωκα· ἀναστήσομαι". ὁ δὲ νῦν λέγων οὐδὲ ἔπεσεν ὅλως, ἀλλὰ μόνον ἐκλονήθησαν οἱ πόδες· εἰ γὰρ ὁ πεσὼν ἀν ίσταται καὶ τὴν ἐπίχαριν τῆς ἐχθρᾶς καταλείπει, πολλῷ πλέον ὁ μηδὲ πεσών. εὐκολώτερόν ἐστιν στῆσαι καὶ ἐρεῖσαι τοὺς πόδας ὅταν κλονηθῇ τις ἢ ἀναστῆναι πεπτωκότα. εἰ τοίνυν τὸ δυσχερὲς γίνεται, πολλῷ πλέον τὸ εὔκολον ταχέως κατορθοῦται. 18 ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος. ἐγὼ κἂν ἐν κινήσει γέγονα καὶ ἡ ἰσχύς μου ἐνκατέλιπέν με καὶ τὸ φῶς τῶν ὀφθαλμῶν οὐκ ᾖν μετ' ἐμοῦ καὶ ἐκλονήθησαν οἱ πόδες μου, εἰς μάστιγάς εἰμι ἕτοιμος· μὴ γὰρ παραιτοῦμαι ὑπὸ σοῦ μαστιχθῆναι, ὡς υἱὸν ἀγαπώμενον παιδεύεις." μὴ ὀλιγώρει παιδείας κυρίου· ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται". ἐπεὶ τοίνυν υἱός εἰμι, εἰ καὶ μαστιγῶν αἴτια ἐμαυτῷ συνηγίοχα, παραιτοῦμαι δὲ τὸ ὑπ' ἐκείνων μεγαλορημονηθῆναι, τὸ ἐκείνων ὡς ἀνατρεπόντων. ἕτοιμος δέ εἰμι εἰς τὸ ὑπὸ σοῦ μαστιχθῆναι. 18 καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μού ἐστιν διὰ παντός. ἀλγῶ ὅτι ὅλως γέγονα ἐν τοῖς ἐπιτιμίαν φέρουσιν, ἐν τοῖς φέρουσιν μάστιγας. ὁ λυπούμενος τὴν" κατὰ θεὸν λύπην τὴν μετάνοιαν εἰς σωτηρίαν" ἐπ̣ ιφέρουσαν ἔχει τὴν ἀλγηδόνα ἐπίπροσθεν ἑαυτοῦ ἀεί. ὥσπερ ὁ ἔχων νεκρὸν καὶ ὀλοφυρόμενος αὐτὸν ὅσον ὁρᾷ αὐτὸν κλαίει, οὕτως ὁ γενόμενος ἐν τοῖς φέρουσιν ἀλγη δόνα ὅσον ὁρᾷ αὐτὰ ὀλοφύρεται καὶ κλαίει καὶ ἐπίπροσθεν ἑαυτοῦ ἔχει διὰ παντὸς τὴν ἀλγηδόνα. φέρε εἰπεῖν, οἷον γέγονέν τις ἐν νόσῳ ἀνιάτῳ· ἐκ τοῦ πόνου ταύτης τῆς νόσου ἔχει ἀλγηδόνα ἐπίπροσθεν. ἐὰν ἰατρός τις ἢ θεοῦ βοήθεια περιγράψῃ τὸ αἴτιον τῆς ἀλγηδόνος νόσημα, εὐθέως ἀποβάλλει τὴν ἀλγηδόνα καὶ λέγει·" ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί". καὶ λέγει ὅτι·" ἤκουσεν κύριος καὶ ἐλέησέν με". καὶ ἵνα σαφέστερον εἴπω· Λάζαρος ὁ ἀδελφὸς τῶν περὶ τὴν Μαρίαν καὶ Μάρθαν τεθνήκει, καὶ ἐν ὅσῳ ἐν τῷ τεθνάναι ἦν, ἐλυποῦντο ἐκεῖναι καὶ εἰς τοσοῦτόν γε ὠλοφύροντο ὡς τοὺς ἐληλυθότας ἐπὶ τῷ παρακαλέσαι κλαίειν μετ' αὐτῶν. ὅτε δὲ εἶπεν·" Λάζαρε, δεῦρο ἔξω", καὶ ἀπεβλήθη τὸ πένθος, οὐκέτι ὠδυνῶντο. ἀμέλει γοῦν καὶ συνπόσια ἐπετελοῦντο χαριστήρια ὅτε εἶπεν, καὶ" Λάζαρος εἷς ἦν τῶν ἀνακειμένων". ἐς ὅσον ἔχω τὰ αἴτια τῆς ἀλγηδόνος, διὰ παντὸς αὐτὴν ἐπίπροσθεν ἔχω. ἐὰν οὖν σὺ ἐπακούσας καὶ τὰς μάστιγας συμφερόντως οἷα βοήθημα ἐπίπονον προσαγάγῃς, θεραπευθεὶς οὐκέτι ἀλγῶ. 19 ὅτι τὴν ἀνομίαν μου ἀναγγελῶ. τοῦτο λέγει· ἀναγγέλλων τὴν ἀνομίαν μου οὐ κρύπτω τὴν ἀλγηδόνα· ἀεὶ γὰρ μνημονεύων καὶ διεξερχόμενος τὴν ὀδύνην ἔχων ὅτι γέγονα ἐν αὐτῇ. καὶ οὐ τοσοῦτόν γε ἀναγγελῶ αὐτὴν ὥστε θελῆσαι εὑρεῖν τὸν θεραπεύοντα αὐτήν." μεριμνήσω" γ̣ οῦν" περὶ τῆς ἁμαρτίας μου". οὐ πᾶς ἁμαρτάνων μεριμνᾷ περὶ τῆς ἁμαρτίας αὐτοῦ. ἥμαρτεν ὁ Κάιν καὶ ἤ κουσεν·" ἥμαρτες; ἡσύχασον". εἰ ἦν ἡσυχάσας, ἐμερίμνα περὶ τῆς ἁμαρτίας αὐτοῦ, πῶς αὐτὴν ἀποβάλῃ καὶ μηκέτι αὐτὴν ἐνεργήσῃ τῷ μηκέτι πεποιωμένος εἶναι κατ' αὐτήν. 19 καὶ μεριμνήσω περὶ τῆς ἁμαρτίας μου. ἐκ παραλλήλου δύναται ὧδε ἡ ἀνομία καὶ ἁμαρτία εἰρῆσθαι. περὶ τούτου δὲ ὁ Ἰωάννης ἐν τῇ κατ' αὐτὸν ἐπιστολῇ γράφει λέγων·" πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν καὶ τὴν ἀνομίαν ποιεῖ, καὶ ἡ ἁμαρτία ἐστὶν ἡ ἀνομία"." μεριμνήσω" οὖν" περὶ τῆς ἀνομίας μου" οὔσης ἁμαρτίας. ἀπαγγελῶ γοῦν αὐτήν, οὐ κρύπτω, οὐ περιμένω ὃ ἔξωθεν ἐλέγξαι, οὐ περιμένω ἵνα ἄλλος μοι εἴπῃ ὅτι·" ἐν ἁμαρτίᾳ καὶ ἀνομίᾳ εἶ". ἐλέγετο ἡμῖν ὅτι·" δίκαιος αὐτοῦ", φησίν," κατήγορος ἐν πρωτολογίᾳ· ὡς ὅταν ἐπιβάλῃ ὁ ἀντίδικος, ἐλέγχεται". καὶ ἐλάβομεν ἐκεῖνο· λε´̣ γει·" λέγε σὺ τὰς ἁμαρτίας πρῶτος, ἵνα δικαιωθῇς". μὴ περίμενε τὸν κατήγορον. ἐν πρωτολογίᾳ ἑαυτοῦ κατηγορητέον· ἐα`̣ ν̣ γὰρ τοῦτο γένηται, λοιπὸν κατ271 αισχύνεται ἐκεῖνος, ἐπεὶ σὺ ἐμερίμνησας περὶ τῆς ἁμαρτίας σου, πῶς μηκέτι αὐτὴν ἐνεργῇς. 20 οἱ δὲ ἐχθροί μου ζῶσιν καὶ κεκραταίωνται ὑπὲρ ἐμέ. διὰ τοῦτό σε βοηθὸν ἐπικαλοῦμαι, διὰ τοῦτο εὐτρεπῆ ἐμαυτὸν πεποίηκα πρὸς τὸ ὑπὸ σοῦ μαστιχθῆναι. ἐπειδὴ οὖν ἐκ τοῦ ἁμαρτάνειν με καὶ ἔχειν ἀνομίαν" ζῶσιν καὶ κεκραταίωνται ὑπὲρ ἐμέ"– τρέφονται γὰρ τὴν ἐμὴν κακίαν–, διὰ τοῦτο ἃ αἰτῶ ποίησόν μοι·" μεριμνῶ" γὰρ" περὶ τῆς ἁμαρτίας μου". μάστιξον οὖν με, ἐπίπονα βοηθήματα προσάγαγε, ἵνα ἰαθῶ· τότε γὰρ λοιπὸν ἐκεῖνοι ἀσθενέστεροί μου γίνονται, συντρίβονται ὑπὸ τοὺς πόδας μου· Ἰησοῦς γὰρ μόνος δύναται συντρῖψαι ὑπὸ τοὺς πόδας τῶν ἁγίων τὸν σατανᾶν. καὶ πάλιν·" ὁ δὲ θεὸς τῆς εἰρήνης συντρίψει τὸν σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει". ὅσον οὖν οὔπω συντέτριπται οὐδὲ αὐτὸς οὐδὲ οἱ ἀνφ' αὐτόν, ζῶσιν. 20 καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως. ὅμως ἔπαινος μέγας ὅτι ἐμισεῖτο οὐ δικαίως. οἷον εἴ τις μισήσειέν τινα ὡς ὑπερήφανον οὐκ ὄντα ὑπερήφανον, ἀλλὰ καὶ πάνυ γε ἄτυφον, ἀδίκως αὐτὸν μισεῖ. ἐμίσησαν τὴν Σωσάνναν οἱ κατ' αὐτῆς ἐπιβάντες πρεσβύτεροι ὅτι οὐκ εἷλον αὐτήν. τοῦτο τὸ μῖσος ἄδικόν ἐστιν. ἐμίσησεν ἡ Αἰγυπτία τὸν Ἰωσήφ. τοῦτο τὸ μῖσος ἄδικόν ἐστιν. 21 ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον δικαιοσύνην. οὐκ ἔβλαπτον αὐτούς· οὐδεὶς γὰρ" δικαίως τὸ δίκαιον διώκων" καὶ καταδιώκων τὴν δικαιοσύνην– τὸ" κατεδίωκον" ὧδε οὐ τὸ μισητικῶς διώκειν, τὸ μεταδιώκειν ω σημαίνει. ὡς ἐὰν λέγῃ·" ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν". 21 καὶ ἀπέριψάν με τὸν ἀγαπητὸν ὡσεὶ νεκρὸν ἐβδελυγμένον. ἀγαθὰ ἐγὼ εἰς αὐτοὺς ἐνήργησα καὶ ἔδει ἀντὶ ἀγαθῶν ἀγαθά με λ̣ αβεῖν παρ' αὐτῶν." κακὰ" δὲ" ἀντὶ ἀγαθῶν" μοι παρέσχον ἀναισθητοῦντες οἷ κακῶν εἰσιν, καὶ ποίᾳ διαθέσει ἐγὼ πρὸς αὐτούς εἰμι τοιοῦτος οὐ συνχαίρων τοῖς κακοῖς αὐτῶν, ἀλλὰ ἀγαπῶν αὐτοὺς καὶ ἐκτὸς τῶν κακῶν αὐτοὺς θέλων ποιῆσαι. τὸν ἀγαπητόν με, ὃν ἔδει ἀγαπᾶσθαι, ὡς νεκρὸν ἐβδελυγμένον παραιτήσαντο, ὡς τὸν ὀδωδότα νεκρὸν ἔφυγον ἀπ' ἐμοῦ. εὖ δὲ καὶ τὸ φάναι" τὸν ἀγαπητόν", οὐ" τὸν ἀγαπώμενον"· ἐμισεῖτο γάρ. 22 μὴ ἐνκαταλίπῃς με, κύριε· ὁ θεός μου, μὴ ἀποστῇς ἀπ' ἐμοῦ. εἰ καὶ αὐτοὶ ἐνκατέλειψάν με ὅτι" κατεδίωκον δικαιοσύνην", ἀλλὰ σὺ μὴ ἐνκαταλίπῃς με, μὴ μακράν μου γένῃ. ἐνκαταλείπει δὲ θεός τινα, ὅταν ἄξιος ᾖ τοῦ παθεῖν τὰ ἐπίπονα. οὐ τοῦτο δὲ λέγω, ὅτι οὕτως πεῖραν λαμβάνει τῶν ἐπιπόνων· οὐ καταλέλειπται, ἀλλ' ὅτε τὰ ἐπίπονα ἔχων ἡττᾶται καὶ καταβάλλεται. τότε οὐκ ἐνκαταλείπεις με, ὅταν μὴ ἀποστῇς ἀπ' ἐμοῦ. ἐκολλήθην σοι, ἓν πνεῦμα πρός σε γέγονα. ὅτε οὕτω διαμένω, ἔχω σε παρόντα. εἰ προσκολληθῇ τις τῷ κυρίῳ, καὶ ὁ κύριος αὐτῷ." ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου". 23 πρόσχες εἰς τὴν βοήθειάν μου, κύριε τῆς σωτηρίας μου. ἀφίστασαι ἀπ' ἐμοῦ, ἐὰν ἁμαρτήσω, οὐκ ἐὰν μισῶμαι ἀδί κως οὐδ̣ ὲ ἐὰν μεγαλορημονῶσίν τινες ἐπ' ἐμέ. καὶ κύριος καὶ θεὸς τῆς σωτηρίας μου εἶ. σωτηρία δὲ οὐ σαρκῶν ἅπτεται, οὐ περὶ τὰ ἐκτὸς εὑρίσκεται, ἀλλὰ περὶ αὐτὴν τὴν ψυχη´̣ ν. αὕτη̣ ἐστὶν ἡ λεγομένη σωτηρία αἰώνιος·" ἐγένετο" γὰρ̣" πᾶσιν τοῖς ὑπακούουσιν αὐτῷ"– ὁ Χριστὸς δηλονότι–" σωτηρία αἰώνιος". οὔκ ἐστιν" αἰώνιος σωτηρία" ἡ σαρκῶν, ἡ`̣ ν ἰατροὶ προσάγουσιν, ἣν σῴζει κυβερνήτης τοὺς ἐνπλέοντας· μεθ' ὁλίγον γὰρ πάλιν τεθνήξονται οὗτοι. η῾̣ τοῦ θεοῦ δὲ σωτηρία αἰώνιός ἐστιν, αὐτός ἐστιν αὐτῶν ἡ σωτηρία. 1– 2 εἰς τὸ τέλος, τῷ Ἰδιθούμ. εἶπα· φυλάξω τὰς ὁδούς μου τοῦ μὴ ἁμαρτάνειν ἐν γλώσσῃ μου. εἷς τῶν ἱεροψαλτῶν ἐστιν. ἐν τῷ Ἔσδρᾳ κα̣ ι`̣ ε᾿̣ ν̣ τῷ Ἀπολειπομένῳ μνήμη γίνεται ε῾̣ κάστου ὀνόματος τῶν ὑποβαλλόντων. καὶ οὗτος οὖν εἷς ἐστιν αὐτῶν καὶ ἤτοι αὐτὸς πεποίηκεν τὸν ψαλμ̣ ὸν εἰς τὸν Δαυίδ, ἢ γενάμενον παρὰ Δαυὶδ λαβὼν ἀπήγγειλεν. ἔργον δέ ἐστιν̣ τῶν ἱεροψαλτῶν λέγειν του`̣ ς ψαλμοὺς καὶ οὓς αὐτοὶ πεποιήκασιν καὶ οὓς ἄλλοι συνέθηκαν. ᾠδὴ οὖν ἐστιν αὕτη ἐπινίκιος. πλειστάκις̣ ἐνοχλοῦν272 τα ἔχει τὸν ἁμαρτωλόν, ἀλλὰ μετὰ τὸ νικῆσαι καὶ πατῆσαι αὐτὸν καὶ ὑπὸ χεῖρα λαβεῖν ἀναπέμπει τὴν ᾠδήν· οὐδεὶς γὰρ ἔτι ἐν τῷ πολεμεῖν καὶ πολεμεῖσθαι ἐπινίκιον ᾄδει, ἀλλ' ἐν τῷ νενικηκέναι. αὐτίκα γοῦν καὶ Μωυσῆς καὶ πᾶσα ἡ Ἰουδαικὴ πληθὺς οὐχ ὅτε εἶχαν πρὸς τὸν Φαραώ, τὴν ἐπινίκιον εἶπον ᾠδήν, ἀλλ' ὅτε εἶδον αὐτὸν ὑποβρύχιον γεγενημένον·" ᾄσωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔριψεν εἰς θάλασσαν". ὅτε ἐρίφη ὁ ἵππος καὶ ὁ ἐπιβάτης αὐτοῦ εἰς τὴν θάλασσαν, καὶ ἅρματα Φαραὼθ καὶ τὴν δύναμιν ὁ θεὸς ἔριψεν εἰς θάλασσαν τὴν ἐρυθράν, τότε ἡ ἐπινίκιος καιρίως ἀνεπέμφθη ᾠδή. καὶ Δαυὶδ ἐν τῷ δεκάτῳ ἑβδόμῳ ψαλμῷ·" ἐν ἡμέρᾳ, ᾗ ἐρύσατο αὐτὸν ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτοῦ καὶ ἐκ χειρὸς Σαούλ, τότε εἶπεν· ἀγαπήσω σε, κύριε ἡ ἰσχύς μου", καὶ τὰ ἄλλα ὅσα περιέχει ἡ ᾠδή. προσευχὴ πρὸ τοῦ πολέμου καὶ ἐν τῷ πολέμῳ, ἐπινίκιος δὲ ὕμνος καὶ ᾠδὴ μετὰ τὴν καθαίρεσιν τοῦ πολέμου, μετὰ τὸ ἁλῶναι τοὺς πολεμίους." εἶπα· φυλάξω τὰς ὁδούς μου τοῦ μὴ ἁμαρτάνειν ἐν γλώσσῃ μου". σχεδὸν πάσης ἁμαρτίας πρακτικῆς ἐκ λόγου ἀρχὴ γίνεται. πρὸς τὸν ἁλόντα νεανίαν ἡ πόρνη ἡ ἐν ταῖς παροιμίαις προσωποποιουμένη ἤτοι γυνὴ οὖσα ἢ δόξα ψευδὴς ἢ ἀπάτη τις ἀπὸ λόγων ἀρξαμένη ἑλεῖν αὐτὸν δεδύνηται. εἴρηται γοῦν·" ἀπεπλάνησεν αὐτὸν πολλῇ ὁμιλίᾳ" ἢ αἱμυλίᾳ." βρόχοις δὲ τοῖς διὰ χειλέων ἐξώκειλεν αὐτόν". καὶ ὅρα γε, ὅτι ἀρχὴ τῆς ἁμαρτίας γέγονε λόγος. καὶ οἱ πρεσβύτεροι γοῦν οἱ κατὰ Σωσάννης μανέντες λόγον ἐκίνησαν πρὸς αὐτήν. ὅταν τις οὖν μὴ ἁμαρτήσῃ ἐν γλώσσῃ, καλῶς ἀνύει τὰς ὁδούς· εἶπον γὰρ ὅτι ἀρχὴ τῶν ὁδῶν τούτων λόγος ἐστίν. καὶ ἐκ τοῦ ἐναντίου πάλιν πάντων τῶν καλῶν ἔργων ἀρχὴ λόγος ἐστίν. ἀλλὰ οὐ περὶ ἐκείνων τῶν ὁδῶν τέως λέγει. προσέθηκεν δέ·" τοῦ μὴ ἁμαρτάνειν ἐν γλώσσῃ μου". οὐ ταὐτὸν δὲ τὸ ἁμαρτάνειν ἐν γλώττῃ καὶ τὸ λέγειν·" ἡ γλῶττά μου μελετήσει τὴν δικαιοσύνην σου"." ἀρχὴ τῶν λόγων σου ἀλήθεια". ἡ αἰτία τοῦ λέγειν με τοὺς λόγους σου ἡ ἀλήθειά σού ἐστιν. ταύτην φανερώσω ἐὰν γνῶ αὐτήν. ἐπὶ τῶν ἀρετῶν οὖν καὶ τῶν εὖ ἐχο̣ υσῶν ὁδῶν ἡ ἀλήθεια ἀρχή ἐστιν, αἰτία. ἐπὶ δὲ τῶν ἀπηγορευμένων ὁδῶν, ἀφ' ὧν δεῖ φυλάττεσθαι, ἀφ' ὧν ἐκκλίνειν προσήκει, λόγος ἀρχή ἐστιν, ὡς ἤδη εἴρηται. 2 ἐθέμην τῷ στόματί μου φυλακήν. μνημονεύει, πῶς εἶπεν" μὴ ἁμαρτάνειν ἐν γλώςσῃ"·" ἐθέμην ἐν τῷ στόματί μου φυλακήν". ἐπεὶ γὰρ" ἐκ τῶν λόγων τις ἑαυτοῦ δικαιοῦται καὶ ἐκ τῶν λόγων αὐτοῦ κατακρίνεται", δεῖ τῷ στόματι περιθεῖναι φυλακήν, ἵν' οὕτω τὰ μὲν εἴπω, τὰ δὲ μή, τὰ ὠφέλιμα λέγωμεν, τὰ βλάπτοντα σιωπῶμεν· οὐδὲ γὰρ ἅμα τις δύναται τοὺς λόγους προφέρειν τοὺς δικαιοῦντας καὶ καταδικάζοντας. τοιοῦτόν τι μετ' αἰνιγμοῦ ἐν ταῖς παροιμίαις εἴρηται·" θάνατος καὶ ζωὴ ἐν χειρὶ γλώσσης"." χεὶρ" δὲ" γλώσσης" ὁ λόγος ἐστίν, ἐνέργεια γλώσσης. ὁ λαλῶν τὰ ὠφε̣ λοῦντα καὶ εἰς βασιλείαν εἰσάγοντα ζωὴν ἔχει ἐν τῇ γλώσσῃ. ὁ δὲ τὰ ἐναντία καὶ ἀπηγορευμένα, θάν̣ ατο̣ ν ἔχει ἐν τῷ λόγῳ ἑαυτοῦ" γλῶσσαν" ὀνομαζομένῳ. καὶ ἐν ἄλλῃ γραφῇ λέγει ὅτι·" τοῖς λόγοις σου ποίησον ζυγὸν καὶ σταθμόν". ἐσταθμισμένως δεῖ λέγειν, ζυγὸν δεῖ ἔχειν καὶ βάλλειν ἐφ' ἑκάστης τρυτάνης τοὺς λόγους̣. καὶ ἐὰν καταταλαντεύωσιν οἱ ὀρθοὶ λόγοι, ἐκείνους αἱρεῖσθαι καὶ ἀπαγγέλλειν προσήκει, τοὺς δὲ φαύλους ἀποστρέφεσθαι. πάλιν λέγεται·" χείλη σοφῶν δέδεται αἰσθήσει". ὅταν ᾐσθημένως λέγῃ τις, δέδεται τὰ χείλη, οὐ παντὶ λόγῳ αὐτὰ ἀνοίγει, ἀλλὰ τῷ ὠφελ̣ οῦν̣ τι." τὰ χείλη μου ἀνοίξω καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴ νεσίν σου". ὁ δεδεμένα τὰ χείλη ἔχων αἰσθήσει αἰσ̣ θηθεὶς ὅτι ὠφελοῦντά ἐστιν ἃ με´̣ λλει λέγειν, ἤνοιξεν αὐτά. 273 ὅταν δὲ̣ βλάπτωσιν τὰ προφερόμενα, κλείει καὶ δεσμεῖ τὰ χείλη τῇ αἰσθήσει, δεσμεῖ τὸν λόγον. 2– 3 ἐν τῷ συνστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα ἐξ ἀγαθῶν. πολλάκις ἐπιφαινόμενος ὁ ἁμαρτωλὸς ἐρεθίζει καὶ ἐκκαλεῖται εἰς τὰ φίλα αὐτῷ. ἄν ποτε οὖν συνστῇ, παρ' ἡμᾶς δὲ γίνεται αὐτὸν τὸ συνστῆναι· εἰ μὴ γὰρ δῶμεν αὐτῷ τόπον, οὐ δύναται συνστῆναι. τὸ συνστῆναι δὲ οὕτως συνστάδην πολεμῆσ̣ αι. δεῖ σιωπῆσαι· ἐρεθίζει γὰρ πολλάκις· διὰ τοῦτο γὰρ συνστὰς ὁ ὄφις κατέναντι τῆς Εὕας ἠρέθιζεν αὐτῆς τὸν λόγον καὶ ἔβλαψεν αὐτήν. ἔδει δὲ σιωπῆσαι καὶ αἴσθησιν λαβόντα τῆς ἑαυτοῦ ἀσθενείας ἢ τῆς προλαβούσης ἁμαρτίας μὴ λαλῆσαί τι πρὸς αὐτόν, ἀλλὰ σιγῆσαι ἐξ ἀγαθῶν. τὸ δὲ" σιγᾶν ἐξ ἀγαθῶν" οὐ τοῦτο λέγει" μὴ λέγειν τὰ ἀγαθά", ἀλλ' ἐκ τῶν ἀγαθῶν σιωπὴν ἔχειν νενοημένην. οἷον ἀρετὴν ἀναλαβὼν σώφρονος ἔγνων ὅτι οὐ δεῖ α᾿̣ ποκριθῆναι ἐκ τοῦ ἀγαθοῦ, τουτέστιν τῆς σωφροσύνης. ἐσιώπησα πρὸς τὴν συνστάδην φανεῖσαν καὶ ἐρεθίζουσαν εἰς ἁμαρτίαν. εἰ τοίνυν ὁ νεανίας ἐκεῖνος μηδὲν ἦν ἀποκρινόμενος ἀπὸ νοήσεως ὀρθῆς πρὸς τὴν πόρνην, οὐκ" ἀπεπλανᾶτο πολλῇ ὁμιλίᾳ" οὐδὲ" ἡλίσκετο βρόχοις τῶν χειλέων ἑαυτοῦ". ἐσίγησα οὖν ἐπελθόντων μοι τῶν ἀγαθῶν τῶν πειθόντων με μὴ ἀποκρίνασθαι ἐκείνῳ. οὐ λέγ̣ ε̣ ι·" ε᾿̣ σίγησα, ἵνα μὴ λαλῶ τὰ ἀγαθά", ἀλλ'" ἵνα μὴ λαλῶ τὰ ἐρεθίζοντα". γέγονέν μοι δὲ αὕτη ἡ σιωπὴ ἐκ νοη´̣ σεως τῶν ἀγαθῶν τῶν κωλυόντων τὴν τοιαύτην ὁμιλίαν." ἔστιν σιωπῶν εὑρισκόμενος σοφός". ὁ οὕτω σιωπῶν εὑρίςκεται σοφός. καὶ σοφόν γέ ἐστιν τὸ γνῶναι τίνι λαλῆσαι δεῖ καὶ τίνι μὴ καὶ πότε προενεγκεῖν λόγους καὶ πότε μή." ἔστιν" οὖν" σιωπῶν εὑρισκόμενος σοφός, καὶ ἔστιν σιωπῶν, οὐ γὰρ ἔχει ἀπόκρισιν". καὶ οὗτος ἔχει ἠρέμα τινὰ φρόνησιν· γνοὺς γὰρ ὅτι οὐκ ἔχει ἀπόκρισιν, ἡσυχάζει." καὶ ἔστιν σιωπῶν εἰδὼς καιρόν". οὗτος τέλειός ἐστιν. 3 καὶ τὸ ἄλγημά μου ἀνεκαινίσθη. τότε τὸ ἄλγημα ἀνακαινίζεται συνστάντος τοῦ ἁμαρτωλοῦ. ἐν ἀναπολήσει γέγονεν ὧν ἔπραξεν, ἐφ' οἷς ἀλγεῖν δεῖ. καὶ ὥςπερ ἀνακαινισμὸν ἔλαβεν τὸ ἄλγημα. ἐνκαινισμὸς δέ ἐστιν τὸ οἰκῆσαι ἐν οἴκῳ πρώτως. ἀνακαινισμὸς οὖν ἐστιν τὸ ἤδη μαρανθὲν καὶ ἡσυχάζον ἀγαγεῖν εἰς τὸ ἀνθεῖν." τὸ ἄλγημά μου" οὖν" ἀνεκαινίσθη". εἰρηκὼς ὅτι·" ἐφύλαξα τὰς ὁδούς μου τοῦ μὴ ἁμαρτάνειν ἐν γλώσσῃ μου", ἔγνων ὅτι ἥμαρτον." ἀνεκαινίσθη" οὖν" τὸ ἄλγημά μου". μακάριον δέ ἐστιν τὸν ἡμαρτηκότα ἐν ἀνακαινισμῷ τοῦ ἀλγήματος γενέσθαι καὶ μὴ τῆς ἡδονῆς· ὁ γὰρ χαίρων ἐφ' οἷς ἔπραξεν καὶ αὖθις αὐτὰ εἰς μέσον φέρων ἀνακαινίζει. ὁ δὲ ἀλγῶν αἰσθηθεὶς ὅτι δεῖ φυλάττειν τὰς ὁδοὺς καὶ μὴ δεῖν ἐν γλώττῃ ἁμαρτάνειν, ἀνακαινίζειν τὸ ἄλγημα κλαίων καὶ λυπούμενος" τὴν κατὰ θεὸν λύπην τὴν μετάνοιαν ἐργαζομένην". ἐν αὐτῷ ὅλως τῷ μεταγιγνώσκειν ἀλγεῖ ὅτι ὅλως γέγονεν ἐν τοιούτοις. 4 ἐθερμάνθη ἡ καρδία μου ἐντός μου. δύναται λέγειν ὁ´̣ τ̣ ι· ἡ καρδία μου ὥσπερ θέρμην προσέλαβεν καὶ ἐκ τοῦ ἀνακαινισμοῦ τοῦ ἀλγήματος. δύναται δὲ καὶ τοῦτο εἰπεῖν· ἐπεὶ σφοδρῶς καθηψάμην ἐμαυτοῦ καὶ ὀλοφύρομαι καὶ ἀποκλαίομαι τὸ ἄλγημα," ἐθερμάνθη ἡ καρδία μου", διάπυρος γέγονεν." ἐν" αὐτῇ γοῦν" τῇ μελέτῃ μου ἐξεκάη πῦρ" ἀναλίσκον καὶ φλουρουντα με· ἦσαν γὰρ χόρτος καὶ ξύλα καὶ τὰ ἄλλα. οὐ μόνον ἐν τῷ τελειοῦσθαι ἔχω τὸ πῦρ τοῦτο τὸ ἀναλωτικὸν τῶν χορτώδων, ἀλλὰ καὶ τῷ μελετᾶν μου τὸ ἄλγημα. εὖ δὲ καὶ τὸ" ἐντός μου". ἐνίων ἡ καρδία θερμαίνεται ὥστε τὴν θέρμην καὶ ἐπὶ τὰ ἔξω χωρῆσαι. οἱ γοῦν̣ γαμοῦντες καὶ πυρούμενοι οὐκ ἔχουσιν ἐντὸς τὴν καρδίαν θερμανθεῖσαν, 274 ἀλλ' ἐπὶ τὰ ἔξω χωρήσασα ἔχει τὸν ἐνπρησμόν. ὥσπερ ἐὰν λέγηται·" ἐταράχθην καὶ οὐκ ἐλάλησα". ὁ σχὼν κατὰ διάνοιαν τάραχόν τινα ἢ ἐν λογισμοῖς καὶ μηδὲν ἐνεργήσας κατὰ τὴν ταραχὴν τῶν λογισμῶν μηδὲ εἰπών, ἔχει τὸ τεταράχθαι καὶ μὴ λελαληκέναι. ὁ τοιοῦτος ἐντὸς ἔχ̣ ει τὴν καρδίαν τεθερμανμ̣ ένην. 4 καὶ ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ. τὸ ἐντός μου. καὶ οὕτω καθ' ἕκ̣ αστ̣ ον ἡμῶν ἄνθρωποι δύο συνεστήκασιν, ὧν ὁ μὲν ἔξω, ὁ δὲ ἔσω. ὅταν τοίνυν ταραχὴ γένηται τῇ ψυχῇ καὶ μὴ ἐπὶ τὸν ἔξω ἄνθρωπον τὴν ταραχὴν μεταγάγῃ, ἀλλὰ τηρήσῃ αὐτὴν ἔνδον ὥστε καταγνῶναι αὐτῆς καὶ ἀποδακρύσασθαι αὐτήν, ἐντὸς ἔχει τὴν καρδίαν θερμανθεῖσαν, οὐχ ἵνα πράξῃ, ἀλλ' ἵνα μὴ πράξῃ. ἐν τῇ ἐμῇ μελέτῃ ἐκκαίεται τὸ πῦρ. ἐν τῇ ἄλλ̣ ων φωνῇ καὶ πράξει καὶ διανοίᾳ ἐκκαίεται πῦρ ψαῦον αὐτῶν, πυροῦν αὐτούς." ἀνεκαύθη ἡ καρδία αὐτῶν ὡς κλίβανος πυρός". ὧδε ἡ μελέτη ὡς πῦρ ἐξεκάη ἔχουσα ὕλην ὑποκειμένην καυστήν. ἡ δὲ μελέτη καὶ ἡ θέρμη τοῦ ἁγίου ἡ δ̣ ιάπυρος, ἡ γινομένη ὑπὸ τοῦ ζέοντος πνεύματος. ἐκκαίεται οὖν τὸ πῦρ, ἵν' ἐνεργήσῃ τι, οὐχ ἵνα βλάψῃ καὶ ἀναλώσῃ." οὐχὶ ἡ καρδία ἡμῶν ἦν καιομένη ἐν τῇ ὁδῷ, ἡνίκα διήνοιγεν ἡμῖν τὰς γραφάς"; ἡ καῦσις αὕτη ἐπαινετή ἐστιν. καὶ ἐπὶ τῶν τεχνητῶν δὲ σκόπει· ἔνια θερμαίνεται, ἵνα μεταρυθμισθῇ καὶ εἰς σκεῦος μεταβῇ, χρυσός, ἄργυρος. ἐὰν δὲ πυρωθῇ ξύλα ἠ`̣ ἄλλο τι, ἡ θέρμη βλαβερά ἐστιν. 4 ἐλάλησα ἐν γλώσσῃ. εἰ καὶ οὐκ ἔασα αὐτὴν ἔξω γενέσθαι, ἀλλ' ἐντός μου μείνασα πύρωσιν ἐκ μελέτης μοι περιεποιήσατο, τῇ δὲ γλώττῃ ἐλάλησα λοιπόν·" γνώρισόν μοι, κύριε, τὸ πέρας μου". ἀπὸ γλώττης τῆς ἐμῆς εἶπον τοῦτο· γλῶσσα γὰρ ἡ κατὰ φύσιν τοῦ ἔχοντος αὕτη ἐστίν· οἷον ὁ σώφρων τὰ σωφροσύνης λαλῶν ἐν γλώττῃ τῇ ἑαυτοῦ λαλεῖ, τοῦ σώφρονος, οὐκ ἐν γλώττῃ τοῦ ἀν θρώπου. καὶ ὁ θηρῶν μὲν τὸ πέρας ἑαυτοῦ μαθεῖν καὶ τῷ θεῷ προσάγων τὴν πεῦσιν, τῇ ἐμῇ γλώττῃ, οὐ τῇ δολίου ἀνθρώπου, ἀλλ' ἐμοῦ τοῦ θέλοντος γνῶναι τὸ πέρας μου ἐν γλώττῃ ἐλάλησα. ὁ λόγος μου οὗτος οὐκ ἐπίπλαστός ἐστιν. ὅταν τις ὑποκριτὴς λέγῃ περὶ σωφροσύνης οὐκ ὢν σώφρων, οὐ τῇ ἑαυτοῦ γλώττῃ λαλεῖ. ὁ δὲ σώφρων ὅτε περὶ σωφροσύνης διεξέρχεται λόγους, τῇ τοῦ σώφρονος γλώττῃ λαλεῖ. οὐδεὶς οὖν ὑποκριτὴς τῇ κατὰ φύσιν γλώττῃ λαλεῖ, ἀλλὰ τῇ ἐπιπλάστῳ. ὁ λύκος ὅτε δορὰν περικείμενος προβάτου πρόσεισιν τῇ Χριστοῦ ποίμνῃ, λαλεῖ οὐ τῇ γλώττῃ τῇ ἑαυτοῦ, ἀλλὰ μιμεῖται τὴν τοῦ προβάτου φωνήν, ἵν' ὡς ὅμοιος ὁμοίοις συντυχὼν βλάψῃ. 5 γνώρισόν μοι, κύριε, τὸ πέρας μου καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μου, τίς ἐστιν. θεώρει ὡς μετανοοῦντός ἐστιν πρόσωπον τὸ ταῦτα λέγον. παρέστη μοι φυλάξαι τὰς ὁδούς μου, θεῖναι τῷ στόματί μου φυλακήν. συνστάντος τοῦ ἁμαρτωλοῦ κατεναντίον μου καὶ ἐρεθίζοντος, ἀγαθὰ ἔλαβον ἐν διανοίᾳ τὰ πείσαντά με μὴ λαλῆσαι αὐτῷ. τοῦτο οὖν λέγω· ἐπεὶ πολλῶν ἐμαυτὸν ἐθεώρησα λειπόμενον– μόλις γὰρ ἠρξάμην προκοπῆς̣–," γνώρισόν μοι, κύριε, τὸ πέρας μου", ἵνα γνῶ, πόσος μοι λείπεται χρόνος τῆς ζωῆς, εἰ αὐτάρκης ἐστὶν π̣ ρὸς τὸ τελειωθῆναι καὶ πληρωθῆναι. οὕτω γοῦν καὶ ἄλλος ἔλεγεν·" τὴν ὀλιγότητα τῶν ἡμερῶν ἀπάγγειλόν μοι· μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμε ρῶν μου". τρόπον τινὰ ἐν τῇ ἡμισείᾳ̣ τῶν ἡμερῶν τῶν ἀπὸ τοῦ ἁγίου φωτὸς γινομένων εἰμί. μή με οὖν ἀναγάγῃς οὕτως. πλήρωσον οὖν τὰς ἡμέρας μου. πληροῖ δὲ ὁ θεὸς τάς τινων ἡμέρας οὐκ αὔξησιν αὐτῶν παρέχων· ὅταν γὰρ λέγῃ ὅτι·" μακρότητι ἡμερῶν ἐνπλήσω αὐτὸν" περὶ τοῦ δικαίου, οὐ τοῦτο λέγομεν ὅτι πολυετῆν αὐτὸν ποιεῖ. εἰσὶν καὶ ἀσεβεῖς πολλὰ ἔτη ζήσαντες." καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μου". δύναται καὶ" τὸν ἀριθμὸν τῶν ἡμερῶν μου" εἰπεῖν ὅτι· πολλά με ἐφώτισας, ἐν ἡμέραις γέγονα· ἕκαστος γὰρ φωτισμὸς ἡμέρα ἐστι´̣ ν. τὸν ἀριθμὸν οὖν τῶν φωτισμῶν μου δήλω275 σόν μοι, ἵνα γνῶ, τί μοι λείπει. ὡς εἰ ἔλεγέν τις πόθον λαβὼν τέχνης ἢ ἐπιστήμης, μήπω δὲ τελείαν γνῶσιν ἐσχηκὼς τῆς παιδεύσεως– λέγει·" φανέρωσόν μοι, τίνα ἐστὶν τὰ φωτεινὰ τῆς ἐπιστήμης, ἵνα γνῶ, ποῖα ἔχω καὶ ποῖα λείπομαι". μακάριόν ἐστιν τὸ ἀριθμητὰ ἔχειν πράγματα καὶ ἔργα καὶ νοήματα, τὰ ἄξια τοῦ ἀριθμεῖσθαι. ἀμέλει γοῦν περὶ τῆς πόρνης λέγεται·" ἀναρίθμητοί εἰσιν, οὓς πεφόνευκας". οὐ τοῦτο λέγει πάντως ὅτι ἄπειροί εἰσιν, ἀλλ' οὐκ ἄξιοι τοῦ ἀριθμεῖσθαι. ἐν οὐδενὶ λόγῳ ἢ ἀριθμῷ κεῖνται. 5 ἵνα γνῶ τί ὑστερῶ ἐγώ. ἐὰν μάθω τὸν ἀριθμὸν τῶν ἡμερῶν μου καὶ τὸ πέρας μου, μέχρι πότε̣ παραγίνεται, γιγνώσκω, ἐν τίσιν ὑστερῶ, τίνα ἐστὶν ἃ οὔπω ἔμαθον. οἱ πόθον οὖν ἐνποιοῦντες ἐπιστή μης ὁλοσχερέσ̣ τερον ἅμα τῷ ἄρξασθαι λέγουσιν αὐτοῖς τὰ θεωρήματα τὰ καταληφθέντα αὐτοῖς, ἵνα καὶ γνῶσιν, ὅσων λείπονται, καὶ πόθον λάβωσιν τοῦ κατορθῶσαι καὶ ἀναλαβεῖν. 6 ἰδοὺ παλαιστὰς ἔθου τὰς ἡμέρας μου. ἡ προτέρα ἀνάγνωσις ἡ δ̣ ημωδεστέρα αὕτη ἐστίν·" παλαιὰς ἔθου τὰς ἡμέρας μου". οὔκ εἰμι νέος ἢ νεοπαγής, οὐ νῦν τοῦ ζῆν ἀρξάμενος, ἀλλὰ" παλαιὰς ἔθου τὰς ἡμέρας μου". καὶ τοῦτο δὲ ῥητέον· ἀεὶ τὸ ἐπερχόμενον παλαιοῖ τὸ φθάσαν. οὕτω γοῦν νόμοι παλαιου῀̣ νται. τοῦτο οὖν λέγει· τὰς παλαιὰς ἃς εἶχον ἡμέρας, ὅτε κατὰ τὸν παλαιὸν ἔζων ἄνθρωπον, πεπαλαίωνται, ἀπῆλθαν· τὸν νέον ἐνεδυσάμην. ὁ μέντοι πρόχειρος ἐρεῖ ὅτι·" ἰδοὺ γέρων γέγονα. γνώρισόν μοι τὸ πέρας, πότε ἀποθνῄσκω"." ἰδοὺ παλαιςτὰς ἔθου τὰς ἡμέρας μου". ἐπεὶ ὁμώνυμόν ἐστιν τὸ ὄνομα τὸ" παλαιστής"– σημαίνει δὲ καὶ τὸν α᾿̣ θλοῦντα ἐν πάλῃ, δηλοῖ δὲ καὶ μέτρον τι–, ἀμφοτέρως αὐτὸ ἐκλαβεῖν ἔστιν. λέγει ὅτι·" τὰς ἡμέρας μου ἐν πάλῃ κ̣ αι`̣ ἀγω̣ νίζεσθαι ἔθου"· ἀεὶ γὰρ ἔχομεν τοὺς πολεμοῦντας. καὶ ὁτὲ μὲν πειρασμὸς ἀνθρώπινος λαμβάνει καὶ τὰ ἀνθρώπινα πάθη πολεμεῖ καὶ παλαίει, ποτὲ πονηραὶ δυνάμεις·" οὐκ ἔστιν" γὰρ" ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα"– ἡμῖν, ἄλλοις δὲ ναί–," ἀλλὰ πρὸς ἀρχάς, πρὸς τὰς ἐξουσίας". ἵνα ᾖ τοῦτο," ἀγῶνας ἔθου τὰς ἡμέρας μου". δύναται δὲ καὶ ἐπὶ μέτρου λεχθῆναι· ὡς πρὸς τὸν αἰῶνα τοῦ αἰῶνος αἱ ἡμέραι ἃς ζῶ, παλαιστοῦ λόγον ἐπέχουσιν. καὶ ὥσπερ πάντα τὰ ἔθνη λέγει πολλὰ ὄντα" σταγόνα ἀπὸ κάδου"– ὡς πρὸς τὸν κάδον τῶν λογικῶν σταγὼν ὅλα τὰ ἔθνη εἰσίν– καὶ" ῥοπὴν ζυγοῦ"– μέχρι τοῦ ῥέψαι καταταλαντεύει τὸ βάρος, οὐχ ὥστε κάτω καθελκύσαι τὴν πλάστινγα–, ὡς πρὸς τὸ μέγεθος τῶν παλαἰώνων καὶ τὴν μακρότητα τῶν ἡμερῶν, ἣν ὑφίσταται ὁ δυνάμενος εὖ διάγειν·" ὁ φιλῶν", λέγει," τὸν πατέρα καὶ τὴν μητέρα μακροχρόνιος ἔσται". καὶ οὐκ ἤδη κατὰ τὸ ῥητὸν τοῦτο εὑρίσκεται. 6 καὶ ἡ ὑπόστασίς μου ὡσεὶ οὐδὲν ἐναντίον σου. τὸ τῆς ὑποστάσεως ὄνομα πολλὰ σημαίνει. ἐπὶ τοῦ παρόντος δὲ δύο σημαινομένων χρεία. λέγεταί ποτε ἡ οὐσία ὑπόστασις· ὡς ὅταν λέγηται ὁ υἱὸς" χαρακτὴρ τῆς θεοῦ ὑποστάσεως", τῆς θεοῦ οὐσίας καὶ ὑπάρξεως. λέγεται δὲ ὑπόστασις καὶ ἡ τελεία ὑπομονὴ καθ' ἣν ὑφίσταταί τις τὰ ἐπίπονα. λέγει οὖν ἀμφοτέρως·" ἡ οὐσία τῆς ψυχῆς μου ἐναντίον σου ὡς οὐδέν ἐστιν", ὡς πρὸς σὲ μεγάλην τινὰ οὐσίαν. καὶ ὀφείλουσα εἶναι τελεία κατὰ σὲ τὸν πατέρα, ἠλάττωσα αὐτήν. καὶ ὅτι τοῦτο οὕτως ἔχει, λέγει περί τινων·" υἱοὶ Σιὼν οἱ τίμιοι οἱ ἐπηρμένοι χρυσίῳ καὶ ἀργυρίῳ πῶς ἐγενήθησαν εἰς ἀγγεῖα ὀστράκινα"; ἰδοὺ ἠλαττώθη αὐτῶν ἡ οὐσία. νοητῶς δε̣ ι῀̣ τ̣ ου῀̣ τ̣ ο λ̣ αβεῖν· ὀστράκινα σκεύη γεγένηνται. λοιδορούμενον τὸ χρυσίον ἐλαττοῦται καὶ τῆς τιμῆς ἑαυτοῦ πολὺ ἀπολείπεται. ὁ μὴ συ̣ νιεὶς τὴν προσοῦσαν αὐτῷ τιμὴν θεόθεν," συνπαραβάλλεται τοῖς κτήνεσιν τοῖς ἀνοήτοις", καὶ ἡ ὑπόστασις αὐτοῦ δι' εὐτέλε̣ ι̣ αν οὐδὲν ἐνομίσθη. ἐπειδὴ δὲ καὶ τὴν ὑπομονὴν σημαίνει, λέγει ὅτι· εἰ καὶ ὑπέμεινα ποθῶν ἰδεῖν τὸ πέρας μου καὶ παρακαλῶ ἵνα γνωρίσῃς μοι τοῦτο, ἀλλ' οὐ῀̣ ν γε ἡ ὑπομονή μου αὕτη ἡ οὕτως ὡς πρὸς σὲ βραχεῖά τίς ἐστιν. 6 πλὴν τὰ σύνπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν. διχῶς τοῦτο γνῶναι δεῖ· τὰ μὲν πάντα τὰ διὰ τὸν ἄνθρωπον ματαιότης ἐστίν, ὡς ἀρτίως ἑρμήνευσεν ὁ ἐκκλησιαστής. πρὸς τὰ ὑπεραναβεβηκότα καὶ τέλεια̣ καὶ τὰ ἀληθῶς αἰώνια ἡ ὑπόστασις ματαία ἐστίν, πλὴν" πᾶς ἄνθρωπος ζῶν". οὕτω οὖν 276 δυνατὸν εἰπεῖν· καὶ ἂν π̣ άντα ματαιότης ἐστὶν τὰ ἄλλα παρὰ τὸν ἄνθρωπον, οἷον τὰ θνητὰ ζῷα, τὰ πρόσκαιρα, καὶ ἂν ἄψυχα ὦσιν, ἀλλ' ὁ ἄνθρωπος μόνος ζῶν ἐστιν, ζῶν κατὰ τὴν ζωὴν ἐκείνην ἣν ζῶσιν κατὰ τὸν Ἀβραάμ·" οὐκ ἔστιν" γὰρ" ὁ θεὸς νεκρῶν, ἀλλὰ ζώντων". καὶ ὁ ἄνθρωπος ὁ ζῶν κατὰ τὴν ἀνθρωπίνην καὶ αὐτὸς μάταιός ἐστιν. διαστατέον οὖν οὕτως· τάδε πάντα ματαιότης ἐστίν̣· κἂν γὰρ θνητὰ ὦσιν, τεθνηκότα οὐκέτι εἰσίν. ὁ δὲ ἄνθρωπος ζῶν ἐστιν. κἂν ἀποθάνῃ δέ, ἔτι ζῇ. ἢ οὕτως· ζῶν ἄνθρωπος ο῾̣ μὴ ἔξω γινόμενος τῆς ἀνθρωπίνης ζωῆς καὶ αὐτὸς ματαιότης ἐστίν, ἵν' ᾖν οὖν οὕτως·" πλὴν τὰ σύνπαντα ματαιότης καὶ πᾶς ἄνθρωπος ζῶν". ἢ οὕτως·" πλὴν τὰ σύνπαντα ματαιότης, ὁ δὲ ἄνθρωπος ζῶν ἐστιν". ἐπερ· ἡ οὐσία;– κἂν ζῇ ὁ ἄνθρωπος ἑτέρως ἢ ὡς ἂν ζήσαιεν θνητός, ὡς πρὸς τὴν ὑπεροχὴν καὶ τὸ μέγεθος τῆς θείας ζωῆς καὶ αὐτοῦ τοῦ θεοῦ, τῆς πηγῆς τῆς ζωῆς, οὐθέν ἐστιν. τὰ μικρὰ καὶ τὰ οὐθὲν μικρότερα λεγόμενα τ̣ ῶν πρός τί ἐστιν. οὐκ ἔχει δὲ περιωρισμένον ποσὸν τὸ μικρόν· ἀναφορᾷ γὰρ τῇς πρὸς τὸ μεῖζον λέγεται. λέγομεν οὖν μεῖζον ἐνίοτε τὸ παλαιστιαῖον τοῦ δακτυλιαίου. ἀμέλει γοῦν ἔχεις ἐν κατηγορίαις μικρὸν ὄρος καὶ μεγάλην κέγχρον. 7 μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος. εἶπον ὅτι περὶ τῶν ἄλλων παρὰ τὸν ἄνθρωπον λέγει, ὅτι" πάντα ματαιότης ἐστίν". μόνος ο῾̣ ἄνθρωπος ζῶν ἐστιν. ἔχει δὲ πλέον τι τῶν ἄλλων. ἀθάνατον ψυχὴν ἔχει. ὅμως εἰ καὶ ζῶν ἐστιν, ἀλλ' οὐκ ἀεὶ ταύτην τὴν κ̣ ίνησιν ἔχει·" μέντοιγε", γάρ, φησίν," ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος". οὐκ εἶπεν εἰ ἐπαινετῇ ἢ ψεκτῇ· ἀλλ' οἵως ἐάν τις διαπορεύηται, οἵως ἐὰν ἐνεργῇ, ἐν εἰκόνι τινί ἐστιν. καὶ γενικώτερον λαμβάνοντι λεκτέον, ὅτι ἢ τῇ τοῦ ἐπουρανίου ἢ τῇ τοῦ χοικοῦ. παρίσταται δὲ ἐκ τῆς τοιαύτης λέξεως ὅτι αὐτεξούσιός ἐστιν ὁ ἄνθρωπος· εἰ γὰρ ἐκ κατασκευῆς ἦν ἀγαθός, ἐν τῇ τοῦ ἐπουρανίου ἀεὶ ἐπορεύετο, εἰ κατ' οὐσίαν ἦν κακός, ἐν τῇ τοῦ χοικοῦ. δυνατὸν δὲ ταύτας τὰς γενικὰς εἰκόνας εἰς εἴδη διαιρῆσαι. καὶ λέγω ὅτι ὁ μὲν ἐν εἰκόνι ἀλώπεκος, ἄλλος ἐν εἰκόνι λέοντος, καὶ ἵππος θηλυμανής τις γινόμενος ἄλλην φέρων εἰκόνα, καὶ ἕτερος ἐν εἰκόνι περιστερᾶς, πλὴν" ἐν εἰκόνι διαπορεύεται πᾶς ἄνθρωπος". 7 μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος, πλὴν μάτην ταράσσονται. ἀλλ' οἱ φαῦλοι μάτην ταράσσονται." πλὴν μάτην ταράσσονται". καὶ λέγει λοιπὸν τὴν ταραχὴν τὴν ματαίαν, ὅτι ἡ περὶ τὰ ἀνθρώπινα σπουδὴ αὕτη ἐστίν." θησαυρίζει" γοῦν" καὶ οὐ γιγνώσκει τίνι συνάγει αὐτά". 7 θησαυρίζει καὶ οὐ γιγνώσκει τίνι συνάγει αὐτά. ἐν τῷ ἐκκλησιαστῇ φανερῶς ἐλέχθη ὅτι·" οὐκ οἶδεν εἰ σοφὸς ἔσται" ὁ διάδοχος τῶν ὑπαρχόντων αὐτοῦ" ἢ ἄφρων". καὶ πολλάκις ἃ ἐθησαύρισέν τις, καταλιμπάνει. ἐνίοτε δὲ καὶ ἐνιαυτοῦ περιόντος εἰς ἄλλους ἐκεῖνα μεταπίπτει. διὸ οὐ δεῖ σπουδάζειν περὶ τὸ οὕτω θησαυρίζειν·" οὐκ ὠφελήσουσιν" γὰρ" θησαυροὶ ἀνόμους, δικαιοσύνη δὲ ῥύεται ἐκ θανάτου". δικαιοσύνην ἄρα τὴν ῥυομένην ἐκ θανάτου καὶ παντὸς ἄλλου κακοῦ θησαυριστέον. θησαυρίζεται δὲ ἐν οὐρανῷ ὁ πλοῦτος οὗτος." μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ἀλλὰ θησαυρίζετε θησαυροὺς ἐν οὐρανῷ"· ἐπεὶ γὰρ ὅπου ὁ θησαυρός, ἐκεῖ καὶ ὁ νοῦς ἐστιν" καρδία" ὀνομαζόμενος, ἐν οὐρανῷ θησαυριστέον, ἵν' ἐκεῖ τὸν νοῦν ἔχωμεν, καὶ παραιτητέον ἐν τῇ γῇ θησαυρίζειν, ἵνα μὴ ἐκεῖ τὴν διάνοιαν σχῶμεν. λέγεται περί τινων·" οἱ θησαυρίζοντες ἀδικίαν καὶ ταλαιπωρίαν ἐν ταῖς χώραις αὐτῶν". ὁ ἐν εἰκόνι οὖν διαπορευόμενος ἄνθρωπος θησαυρίζων οὐκ οἶδεν τίνι συνάγει αὐτά· ἄδηλον γάρ ἐστιν αὐτῷ ὅ, τι μετελεύσεται. διὸ ὁ σπουδαῖος ἀκούει θησαυρίζειν ἐν οὐρανοῖς. ἔχει ἀποκείμενον τὸν πλοῦτον ἐν ἔργοις ἀγαθοῖς. τοῦτό τοι καὶ Παῦλος ἐπιστέλλει Τιμοθέῳ·" τοῖς πλουσίοις τοῦ αἰῶνος τούτου παράγγελλε μὴ ὑψηλὰ φρονεῖν ἐπὶ πλούτῳ, ἀλλὰ ἐπὶ τῷ θεῷ τῷ παρέχοντι πάντα". λεκτέον καὶ περὶ ψεκτοῦ πλούτου, οἷον τῆς αἱρεθικῆς γνώμης τῶν δογμάτων τῶν ἀθέων. καὶ ὁ ταῦτα θησαυρίζων οὐκ οἶδεν τίνι συνάγει αὐτά. ἄλλῳ δὲ αὐτὸν καταλιμπάνει· μέχρι γὰρ τῆς παρούσης ζωῆς ἔχει τὴν ἐπαγγελίαν" ἡ ψευδώνυμος 277 γνῶσις"· ἐπιλαμψάσης γὰρ τῆς ἀληθείας λύεται καὶ ἀφανίζεται. ἐπερ·" μέντοιγε ἐν εἰκόνι";– εἰ καὶ πᾶς ἄνθρωπος ζῶν ἐστιν, ἀλλ' οὐκ ἀπαραβάτως ἐν τῷ ζῆν τῷ ἐπαινετῷ ἐστιν· εἰ γὰρ ἔμενεν ἐν τῇ ἀληθινῇ εἰκόνι τῇ πρώτῃ καθ' ἣν ἐδημιουργήθη, οὐκ ἐταράττετο, οὐ μάτην ἐθησαύριζεν. μέντοιγε, εἰ καὶ γέγονεν ζῶν, ἐν εἰκόνι διαπορεύεται· οὐ πάντως δὲ τῇ πρώτῃ, ἀλλὰ ἁπαξαπλῶς ἐν εἰκόνι· οὐδέποτε γὰρ τὸ λογικὸν ζῷον δύναται ἔξω τοῦ κατὰ λόγον ἐνεργεῖν γενέσθαι. ἐνεργῶν δὲ πάντως ἢ ἐπαινετῶς ἢ ψεκτῶς ἐνεργεῖ, καὶ τάδε τινὰ φρονῶν καὶ πράττων καὶ τάδε τινά. ἐπερ·" πλὴν μάτην ταράσσονται";– πολλάκις ἤδη ἐλέχθη ἡμῖν ὅτι αἱ μεταβολα̣ ὶ οὕτως γινόμεναι ἔχουσίν τινα διαφοράν. τότε ὅταν μὴ ταύτην τὴν εἰκόνα φυλάττωσιν καθ' ἣν γεγόνασιν, πλῆθός εἰσιν οἱ μάτην ταραττόμενοι. ὅτε δὲ τὴν ζωὴν τοῦ ἀνθρώπου σημαίνει, ὅτι" πᾶς ἄνθρωπος ζῶν", καὶ" μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος"– οὐ τῇ αὐτῇ, ἀλλ' ἐπειδὴ διάφοροί εἰσιν αἱ εἰκόνες, καὶ μάλιστα δὲ ψεκταὶ καὶ ὑποβεβηκυῖαι, πολλοί εἰσιν οἱ ταραττόμενοι. 8 καὶ νῦν τίς ἡ ὑπομονή μου; οὐχὶ κύριος; περὶ τῶν ἄλλων ἐλέχθη τὰ εἰρημένα. ἐγὼ δὲ περὶ ἐμαυτοῦ λέγω·" τίς ἡ ὑπομονή μου; οὐχὶ κύριος"; μὴ ἄλλον ὑπομένω. καὶ ὥσπερ" γίνεται σοφία καὶ δικαιοσύνη καὶ ἁγιασμὸς" τοῖς μετέχουσιν, οὕτω καὶ ὑπομονὴ γίνεται τῷ ὑπομένοντι αὐτὸς ὁ κύριος. 8 καὶ ἡ ὑπόστασίς μου παρὰ σοῦ ἐστιν. περὶ τοῦ κυρίου λέγει ὅτι ὑπομονὴ αὐτοῦ ἐστιν. πρὸς αὐτὸν δὲ τὸν κύριον τὸν ὄντα αὐτοῦ ὑπομονὴν λέγει·" καὶ ἡ ὑπόστασίς μου παρὰ σοῦ ἐστιν". δύναται ὑπόσ̣ τασιν ἐνταῦθα λέγειν τὴν ἰσχὺν καθ' ἣν ὑποστῆναί τις δύναται, ὅτι σοῦ συνεργοῦντος καὶ ὄντος μου ὑπομονῆς ὑφίσταμαι π̣ άντα. ἡ δὲ" παρὰ σοῦ ὑπόστασις" ἐπαινετή μοί ἐστιν. δυνατὸν δὲ ὑπόστασιν λέγειν ἀντὶ οὐσίας. καὶ ἡ ὑπόστασίς μου τῆς λογικῆς ψυχῆς, τοῦ λογικοῦ ζῴου παρὰ σοῦ ἐστιν· σὺ γὰρ δέδωκάς μοι ψυχήν, παρὰ σοῦ ἔχω τὴν ψυχὴν οὐκ ἀπὸ σπερμάτων ἀρχομένην, οὐ κατὰ ἔμφασιν συνισταμένην κατὰ τὴν Στρατιωτικὴν αἵρεσιν, ἀλλὰ" παρὰ σοῦ ἐστιν ἡ ὑπόστασίς μου". 9 ἀπὸ πασῶν τῶν ἀνομιῶν μου ῥῦσαί με. οὐκ ἀπὸ τινῶν, ἀλλὰ" ἀπὸ πασῶν", ἵνα πάσης εἰκόνος ἔξω ψεκτῆς γένωμαι. 9 ὄνειδος ἄφροσιν ἔδωκάς με. ἐξ ἀρχῆς εἴπομεν ὅτι μετανοῦντος καὶ προκόπτοντος πρόσωπον φέρει ὅλος ὁ ψαλμός. φαῦλον πρᾶγμά ἐστιν ὀνειδίζεσθαι ὑπὸ δικαίου, ὑπὸ δὲ ἄφρονος ἐπαινετόν. ὀνειδίζει γοῦν ἐπὶ ἀγαθοῖς ἔργοις καὶ ἐπὶ σπουδῇ ὁ ἄφρων. διὰ τοῦτο καὶ ἐν παροιμίαις ὡς διαφορᾶς οὔσης ὀνειδισμῶν λέγεται·" μὴ κτήσῃ κακῶν ἀνδρῶν ὀνείδη"· μὴ γὰρ εἶπεν καθόλου·" μὴ κτήσῃ ὀνείδη", ἀλλὰ" κακῶν ἀνδρῶν". μὴ ἐπὶ φαυλότητι ὀνειδίζου· εἰσὶν γὰρ ὀνειδιζόμενοι ἐπὶ καλοῖς. τοῖς γοῦν γνωρίμοις Ἰησοῦς λέγει·" χαίρετε καὶ ἀγαλλιᾶτε ὅταν ὀνειδίζωσιν ὑμᾶς". οὐ τοῦτον τὸν ὀνειδισμὸν παραιτητέον· ἀγαθὸς γάρ ἐστιν καὶ ξεναγεῖ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. τοὺς δὲ τῶν κακῶν ἀνδρῶν ὀνειδισμοὺς φευκτέον. 10 ἐκωφώθην καὶ οὐκ ἤνοιξα τὸ στόμα μου. τίς ἐστιν ὁ ὀνειδίζων ἄφρων ἢ ἐκεῖνος ὁ ἁμαρτωλὸς ὁ συνστὰς κατεναντίον αὐτοῦ, ὅσον" ἐκωφώθη καὶ οὐκ ἤνοιξεν τὸ στόμα αὐτοῦ"; καὶ ἐνταῦθα πάλιν τὸ αὐτὸ σημαίνει·" ἐκωφώθην καὶ οὐκ ἤνοιξα τὸ στόμα μου". οὐκ ἀπεκρίθην αὐτῷ πρὸς ἃ ὀνειδίζει. ἔλεγον δὲ τοῦτο πολλάκις ὅτι ἄλλῃ δυνάμει ὁ ἀπόστολος τοῦτο διδάσκει λέγων·" αἱρεθικὸν ἄνθρωπον ἀπὸ μιᾶς νουθεσίας παραιτοῦ". μὴ ἄνοιγε αὐτῷ ὅλως τὸ στόμα. ὅπως δὲ ἂν ἀπολογητικὸν ἔχῃς καὶ σοὶ λόγον περὶ σεαυτοῦ εἰπεῖν ὅτι·" τὸ παρ' ἐμαυτοῦ πεποίηκα", νουθέτησον αὐτόν. ἐὰν τῆς νουθεσίας μὴ ἀνάςχηται ἢ" καὶ δευτέρας"– ἔνια γὰρ τῶν ἀντιγράφων ἔχει" καὶ δευτέρας"–, ἀνάτραπε αὐτὸν" εἰδὼς ὅτι ἁμαρτάνει". τὸν" αὐτοκατάκριτον" οὐ δεῖ νου θετεῖν. 10– 11 ὅτι σὺ εἶ ὁ ποιήσας με, ἀπόστησον ἀπ' ἐμοῦ τὰς μάστιγάς σου. μὴ μάστιζέ με· ποίημα γὰρ σοῦ εἰμι." μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται" ἔχοντα δηλονότι δι' ἃ μαστίζεται. ταῦτα οὖν ἄφες μοι· ἄφεσιν μοι δώρησαι· οὕτω γὰρ οὐκέτι μαστιχθήσομαι. νῦν δ̣ ε`̣ ἐ´̣ τι υ῾̣ πε̣ υ´̣ θυνος μάστιξίν εἰμι. 278 ἀμέλει γοῦν ὁ τὸν ὕψιστον θέμενος καταφυγὴν ἑαυτοῦ οὐκ ἔχει προσεγγίζοντα κακὰ οὐδὲ μάστιγαν ἐγγίζουσαν τοῦ σκηνώματος αὐτοῦ. ποίησόν με οὖν τοιοῦτον ὥστε μηκέτι ὑπεύθυνον εἶναι μάστιξιν, τὸ κ̣ ολαστέον μου ἀπόστησον. ἐπεὶ τοίνυν λέγω ὅτι·" ἀπὸ πασῶν τῶν ἀνομιῶν μου ῥῦσαί με", ὅταν ῥύσῃ με, ου᾿̣ κέτι κολαστέος εἰμί. τρόπον οὖν τινα ἐμάστιζεν αὐτὸν καὶ διὰ τοῦ ἄφρονος, καὶ λέγει τοὺς ὀνειδισμοὺς τοῦ ἄφρονος μάστιγας εἶναι. εἰ μὴ ὁ θεὸς παραδῷ, οὐκ ἰσχύει οὐδὲ ἐναντιούμενος τῷ μήπω παραδοθέντι. 11 ἀπὸ τῆς ἰσχύος τῆς χειρός σου ἐγὼ ἐξέλιπον. ἐπίκειταί μοι ἡ ἰσχὺς τῆς χειρός σου ἡ παιδευτική, ἡ πλήττουσα, ἡ πόνοις ὑποβάλλουσα. ἐπεὶ οὖν ἰσχυρὰ γέγονεν ἐπ' ἐμοί, ἐξέλιπον. ἀπέβαλον τὴν προτέραν μου ζωήν, ἀπέλιπον τὴν προτέραν κατάστασιν· οὐ γὰρ ἐξέλιπον ὥστε μηκέτι εἶναι, ὥστε ἀσθενὴς γενέσθαι, ἀλλ' ὥστε ἐκλιπεῖν τὴν κατάστασιν τὴν κολαστέον με παρασκευάζουσαν." ἐγὼ ἐξέλιπον". ἐγὼ ὁ ταῦτα λέγων, ὁ ἐξομολογούμενος, ὁ λέγων·" ὄνειδος ἄφροσιν ἔδωκάς με", ἐξέλιπον ἔξω γενόμενος τῆς προτέρας μου καταστάσεως. ἔστιν ἐπαινετῶς ἐκλιπεῖν, ἔστιν δὲ καὶ ψεκτῶς." ἦλθεν δὲ Ἠσαῦ ἐκ τοῦ πεδίου ἐκλείπων", ὅτε ἠθέλη̣ σ̣ εν ἕψημα φαγεῖν. τὸ ὧδε" ἐκλείπων" ἀντὶ τοῦ" ἀσθενήσας" καὶ" ὀρεγόμενος τροφῆς". λέγεται πολλάκις καὶ ἐπαινετῶς." ἐξέλιπον καὶ ἀπήλθοσαν" ἢ" ἐξέκλιναν"– καὶ οὕτω γὰρ φέρεται–. ἡ ἔκλειψις αὕτη ψεκτή ἐστιν." ἐξέλιπεν ἡ πίστις ἐκ τοῦ στόματος αὐτῶν". καὶ αὕτη ψεκτή ἐστιν. ἐὰν δὲ ἐκλείψῃ τις ἀπιστίαν καὶ κακίαν, οὔκ ἐστιν ψεκτὴ ἡ ἔκλειψις αὕτη. λέγεται γοῦν·" ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ θεοῦ μου". ὅταν πόθον λάβῃ τῶν αὐλῶν τοῦ κυρίου τῶν" ἐν τῇ οἰκίᾳ τοῦ πατρός", ἐκλείπει καθὸ ψυχή ἐστιν, ἀποβάλλει τὸ ψυχικὸν εἶναι, πνευματικὸς γίνεται. 12 ἐν ἐλεγμοῖς ὑπὲρ ἀνομίας ἐπαίδευσας ἄνθρωπον. οὐκ ἐλέγχεις εἰ μὴ ἀνομήσω. ὑπὲρ ἀνομίας ἐλέγχων παιδεύεις ἄνθρωπον. ποιεῖς αὐτὸν γνῶναι ὅτι ἄνθρωπός ἐστιν, ὅτι λογικός ἐστιν, ὅτι κατ' εἰκόνα τοῦ θεοῦ ἐστιν. καὶ οὕτω παιδεύεται ἐλεγχθείς. μακάριόν γέ ἐστιν μὴ ὀργῇ παιδευθῆναι, ἀλλ' ἐν ἐλεγμοῖς· ἐλέγαμεν γάρ·" τὰ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται". ὁ ἔλεγχος δὲ οὗτος ἀπόδειξίς ἐστιν καὶ φανέρωσις. οὐ πάνυ τι ἐν τῇ γραφῇ κεῖται ἐπαινετῶς ὁ ἔλεγχος ἢ σπανίως, ἰδοὺ ὡς τό·" τὰ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται". οἱ ἐκτὸς δὲ τὴν ἀπόδειξιν ἔλεγχον λέγουσιν·" ἐλέγχει τὴν ἐναντιότητα". ἀμέλει λέγουσιν ὅτι ἔλεγχός ἐστιν συλλογισμὸς ἀντιφάσεως. φέρε εἰπεῖν, τιθέσθω τις ὅτι·" τὸ πράττειν φαῦλόν ἐστιν" λέγομεν̣ ὁ´̣ τι·" ο῾̣ σ̣ ώφρων πράττει. πᾶν δὲ ὃ πράττει ὁ σώφρων, ἀγαθόν ἐστιν". καὶ γέγονεν ἔλεγχος ἀντιφάσεως. πάλιν λεγέτω τι̣ ς̣ ὅτι·" τὸ ἀδικεῖν ἐπωφελές ἐστιν"· εἰσὶν γὰρ δόξαν τοιαύτην ἔχοντες, ὅτι ὠφελητική ἐστιν ἡ ἀδικία, μᾶλλον ἡ δικαιοσύνη βλαπτική ἐστιν." ὁ δὲ δίκαιος", φησίν," οὐκ αὐξάνει πλοῦτον, ὁ δὲ ἄδικος πληθύνει χρήματα". ποιοῦμεν οὖν ἔλεγχον ἀντιφάσεως τοιοῦτον ὅτι·" ἡ ἀδικία ἀπαγορευτέα ἐστίν. πᾶν τὸ ἀπαγορευτέον βλαβερόν. ἡ ἄρα ἀδικία βλαβερά. τὸ βλαβερὸν οὐκ ἐπωφελές. ἡ ἄρα ἀδικία οὐκ ἐπωφελής". γέγονεν ἀντιφάσεως συλλογισμός, καὶ οὗτος ὁ συλλογισμὸς ὁ τῆς ἀντιφάσεως καλεῖται ἔλεγχος. οὐχ ὡς νῦν γὰρ διαλέγονται, οἱ διαλεγόμενοι οἱ πρότερον ἐποίουν τοῦτο. διὸ σοφισταὶ μᾶλλόν εἰσιν ἢ διαλεκτικοί. σκοπὸν ἔχουσιν νεικῆσαι καὶ τίθενται ἐριστικὰς προτάσεις, ἃς κ̣ ρατοῦσιν καὶ ἐνμένουσιν ἐν αὐταῖς. ὁ δὲ ἀληθῶς διαλεκτικὸς ἐπεὶ εἰς ἑκάτερα ἐπιχειρεῖ– ἐστὶν δὲ τ̣ ὸ ἕτερον ἀληθές, τὸ δὲ ἕτερον ψευδές–, ἐκ τῆς εἰς ἄλληλα ἐπιχειρήσεως οἶδεν, ποῖον τὸ ἀληθὲς καὶ ποῖον τ̣ ὸ ψ̣ ευδε´̣ ς̣. καὶ αὐτὸ δὲ τὸ ἀληθὲς φαίνεται ἐκ τοῦ δειχθῆναι τὸ ψευδές, ὅτι τῶν ἐναντίων ἡ αὐτή ἐστιν ἐπιστήμη. 12 καὶ ἐξέτηξας ὡς ἀράχνην τὴν ψυχὴν αὐτοῦ. 279 ὡς ἀράχνην τὴν ψυχὴν αὐτοῦ ἐξέτηξας, τὴν ψυχὴν αὐτοῦ καθ' ἣν ψυχικός ἐστιν. περί τινος φαύλου λέγεται ἢ φαύλης·" ἐν ἐπιθυμίαις ψυχῆς αὐτῆς ἐπνευματοφορεῖτο". ὅταν τις ἀπὸ ψυχῆς ἀναπλάσῃ, φέρε, ἑαυτῇ προφητείας ἢ ὡσανεὶ δόγματα εὐσεβείας," ἐν ἐπιθυμίαις ψυχῆς πνευματοφορεῖται". οὐκ ἐν πνεύματι ἁγίῳ πνευματοφορεῖται. ἐν ἄλλῳ γοῦν βιβλίῳ τὴν διαφορὰν εἶπον ὅτι· σάρκινός ἐστιν ὁ ἄνθρωπος ἐκεῖνος ὁ κατὰ σάρκα στρατευόμενος, ὁ ταῖς ἐπιθυμίαις εἴκων τῆς σαρκός, ὁ πεπραμένος ὑπὸ τὴν σάρ̣ κα, ὁ γενόμενος σάρκινος καὶ πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν. πνευματι̣ κὸς δ̣ ὲ ἄνθρωπός ἐστιν ὁ ὑπεραναβὰς τὴν τοῦ ψυχικοῦ κατάστασιν, ὅταν τὰ πάντα ὑπὸ ἁγίου πνεύματος καὶ θεοφορῆται καὶ π̣ οιῶν καὶ πράττῃ. ψυχικὸς δέ ἐστιν ὁ μηδὲ σάρκινος ὢν μηδὲ πνευματικός. καὶ τάχα οἱ τοῦ κόσμου σοφοὶ πάντες εἰσὶν τοιοῦτοι. νομίζουσιν αὐθέκαστοι εἶναι κατὰ τὰ τῆς ψυχῆς ἑαυτῶν κινήματα καὶ νοήματα. καὶ διὰ τοῦτο οὐ δέχονται τὰ τοῦ πνεύματος· ἐπεὶ γὰρ τὰ ἑαυτῶν προκρίνουσιν καὶ τὴν ἑαυτῶν νόησιν νομίζουσιν εἶναι μεγάλη̣ ν, οὐ δέχονται τὰ τοῦ πνεύματος μωρίαν αὐτὰ ἡγούμενοι· καὶ γάρ εἰσίν τινες καὶ αἱρέσεις ὅλαι συνεστῶσαι καὶ παρ' Ἕλλησιν καὶ παρὰ Χριστιανοῖς εἰσιν αἱ λέγουσαι ὅτι αἱ ἀλληγορίαι μωρίαι εἰσίν, ἀναπλάσματά εἰσιν. καὶ τὰ περὶ τῶν νοητῶν θεωρήματα λέγουσιν ψεύδη εἶναι, ἅτε δὴ πάντα σώματα νομίζοντες καὶ αἰσθητὰ εἰ῀̣ ναι. οὗτοι οὖν ψυχικοὶ ἄνθρωποί εἰσιν οὐ δεχόμενοι τὰ τοῦ πνεύματος αὐθεκάστους ἑ αυτοὺς ἡγούμενοι εἶναι καὶ δυναμ̣ ένους παρ' αὐτῶν θεωρεῖν τὰ πάντα. τὴν ψυχὴν οὖν αὐτοῦ τὴν τοιαύτην, οὐ τὴν οὐσίαν, ἀλλὰ τὴν κατάστασιν καθ' ἣν ψυχή ἐστιν, ἐξέτηξας κατὰ τὴν ἀράχνην. ἡ ἀράχνη δὲ πάνυ οὕτως ἀσθενής ἐστιν ὡς λέγεσθαι·" ἱστὸν ἀράχνης ὑφαίνουσιν. ὁ ἱστὸς αὐτῶν οὐκ ἔσται εἰς ἱμάτιον". τὸ εὐανάτρεπτον τοῦ κατασκευάσματος τοῦ ζῴου τοῦ καλουμένου ἀράχνου λέγει εἶναι ἔκτηξιν ψυχῆς. ὅταν ἐκτακῇ ἡ ψυχή, καὶ ἐπ' ὠφελίᾳ αὐτῆς γίνεται ἡ ἔκτηξις αὕτη· ἀσθενεῖ γὰρ ἐν αὐτῇ τὸ ἀραχνῶδες, καὶ λοιπὸν ἀποδείκνυται ἔξω κακίας. τοῦ ἀνθρώπου οὖν τούτου ἐξέτηξας ὡς ἀράχνην τὴν ψυχὴν τοῦ ἐν ἐλεγμοῖς ὑπὲρ ἀνομίας ἐλεγχομένου. 12 πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος. πάντες οἱ ἄνθρωποι οἱ ἔξω τῆς παιδεύσεως τοῦ θεοῦ καὶ τῶν ἐλεγμῶν μάτην ταράσσονται. οὗτος δὲ κἂν ταραχθῇ ἐλεγχόμενος, κἂν ἐκτηκομένης τῆς ψυχῆς αὐτοῦ κατὰ τὴν ἀράχνην, οὐ μάτην τοῦτο πάσχει· μεταβολὴν γὰρ δέχεται ἐπὶ τὰ κρείττονα. εἰ δέ τις οὕτω ψιλὸς ἄνθρωπος εἴη μὴ ὑπὸ παίδευσιν, μὴ ὑπὸ ἐλεγμοὺς ὑπάρχων, μάτην ταράττεται κατὰ τὸ ἔνπροσθεν εἰρημένον·" μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος, πλὴν μάτην ταράσσονται". ὁ μὴ βουλόμενος ταράσσεσθαι, ἀλλὰ ἀταραξίαν ἔχειν, θεὸς γίνεται δεξάμενος τὸν τοῦ θεοῦ λόγον·" ἐκείνους" γὰρ" θεοὺς εἶπεν πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο". καὶ οὐ ταράττονται οὗτοι ματαίως, ἀλλὰ καὶ ἐὰν ὀλισθῆναι συμβῇ ἢ προπάθειαν γενέσθαι, λέ γου̣ σιν·" ἐταράχθην καὶ οὐκ ἐλάλησα". μέχρι προπαθείας ἵσταται αὐτῶν ἡ ταραχή. ἐπερ· ἀφ' ἑαυτῶν ταράττονται;– ὁτὲ μὲν ἀφ' ἑαυτῶν ταράττονται, ὁτὲ δὲ ἀπό τινων ἀπαντώντων. 13 εἰσάκουσον, κύριε, τῆς προσευχῆς μου καὶ τῆς δεήσεώς μου. δοκεῖ ἑτέρα εἶναι ἡ δέησις τῆς προσευχῆς. ἐκεῖνος δέησιν ἀναπέμπει ὁ γνοὺς ἑαυτὸν δεόμενον καὶ ἐνλιπῆ, ἵνα πληρωθῇ. ὁ δὲ προσευχόμενος ἔχει μὲν καὶ τοῦτο τὸ εἶδος, αἰτεῖ δὲ ἐνίοτε καὶ ἀγαθῶν τῶν ὑπεράνω ὕπαρξιν. ὁ αἰτούμενος παρὰ θεοῦ τι λαβεῖν ἤτοι ὃ μὴ ἔχει, αἰτεῖται λαβεῖν ἢ ὃ ἔχει, ἵνα παραμείνῃ αὐτῷ. κυρίως αὕτη προσευχή ἐστιν· αἴτησίς ἐστιν ἀναπεμπομένη μετὰ τοῦ θεολογεῖν τὸν εὐχόμενον τὸν ᾧ τὴν προσευχὴν ἀναπέμπει. ὅταν λέγῃ·" κύριε ὁ θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν, πάντα γὰρ ἀπέδωκας ἡμῖν"." προσευχὴ Ἁμβακοὺμ τοῦ προφήτου. κύριε, εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐξέστην. ἐν μέσῳ δύο ζῴων γνωσθήσῃ, ἐν τῷ ἐνγίζειν τὰ ἔτη οὐ γνωσθήσῃ". ἰδοὺ αὕτη προσευχή ἐστιν. ὅταν δε´̣ τινα αἰτῆται μόνα τὰ ὧν λείπεται ἐνδεὴς ὤν, δέησίς ἐστιν ἡ ἀναπεμπομένη ὡσαν̣ ε̣ ι`̣ εὐχή. δυνατὸν δὲ καὶ τοῦτο λαβεῖν· οἱ σωματικώτερα αἰτούμενοι δέονται οἷον ὑγείαν. πλοῦτον, τὰ ἄλλα. ὡς ἐνδεεῖς 280 ὄντες δ̣ ε`̣ π̣ ολλάκ̣ ις τούτων ἀξιοῦσιν αὐτὰ λαβεῖν. ὁ δὲ τὴν πληρότητα βουλόμενος ἔχειν·" προσευχὴ Ἁμβακοὺμ τοῦ προφήτου· κύριε, εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐξέστην. ἐν μέσῳ δύο ζῴων γνωσθήσῃ, ἐν τῷ ἐνγίζειν τὰ ἔτη οὐ γνωσθήσῃ"· ἰδοὺ αὕτη προσευχή ἐστιν." κύριε ὁ θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν, πάντα γὰρ ἀπέδωκας ἡμῖν". ἐπεὶ καὶ ὡς ἐνλιπὴς αἰτοῦμαί τινα δοθῆναί μοι– ἔτι γὰρ ἀκμὴν ὑπὸ παίδευσίν εἰμι–, εἰσάκουσον τῆς δεήσεώς μου. ἐπειδὴ δὲ μέλλω τ̣ υχεῖν ὧν ἐνλιπής εἰμι, πλήρης γενάμενος αἰτῶ μείζονα, αἰτῶ ἐπουράνια καὶ λέγω ὅτι·" πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου"– μὴ ὡς ἐνλιπὴς τοῦτο αἰτεῖται–." ἐλθάτω ἡ βασιλεία σου". ποίησον αὐτὴν ἐλθεῖν. τότε δὲ ἔρχεται, ὁ´̣ τ̣ αν κατ' ἐνέργειαν ἡμῶν ὁ θεὸς βασιλεύῃ. 13 ἐνώτισαι τῶν δακρύων μου. θεωρῶν ἐμαυτὸν ἐνλιπῆ δακρύω ποιω῀̣ ν ἐκείνην καὶ κατασκευάζων" τὴν λύπην τὴν κατὰ θεὸν εἰς μετάνοιαν εἰς σωτηρίαν ἐργαζομένην" καθ' ἣν λέγω·" λούσω καθ' ἑκάστην νύκταν τὴν κλίνην μου, ἐν δάκρυσίν μου τὴν στρωμνήν μου βρέξω". ἐπειδὴ δὲ καὶ ὁ ἀπολειπόμενος τῆς τελείας καὶ ἄκρας ἀρετῆς–, πάλιν ὀλοφύρεται λέγων·" οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν", καὶ πάλιν·" ἔθου τὰ δάκρυά μου ἐναντίον σου ὡς ἐν τῇ ἐπαγγελίᾳ σου". θεωρεῖς·" ὡς ἐν τῇ ἐπαγγελίᾳ ἔθου τὰ δάκρυά μου". ποῖα δέ ἐστιν δάκρυα ἢ τὰ τῶν κλαιόντων, ἵνα γελάσωσιν;" μακάριοι" γὰρ" οἱ κλαίοντες νῦν ὅτι γελάσονται". οὗτοι ἔθεντο τὰ δάκρυα ὡς ἐν τῇ ἐπαγγελίᾳ, ἵνα γελάσωσιν, ἵνα πληρωθῶσιν" χαρᾶς ἀνεκλαλήτου καὶ δεδοξασμένης". 13 μὴ παρασιωπήσῃς, ὅτι πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ. μὴ παρασιωπήσῃς εὐχομένου μου, δεομένου, κλαίοντος καὶ δάκρυα φέροντος τοιαῦτα, ἃ" οἱ σπείροντες ἐν ἀγαλλιάσει θεριοῦσιν"." μὴ παρασιωπήσῃς" οὖν, ἀλλ' ἐπινεύσας δὸς ἃ ᾐτησάμην· ἡ γὰρ παρασιώπησις ἐνίοτε μελλησμὸν καὶ μακροθυμίαν σημαίνει, ἐνίοτε δὲ καὶ μακροθυμίαν, ὅταν ἐπὶ ἁμαρτήμασιν γίνηται·" ταῦτα ἐποίησας, καὶ ἐσίγησα". ἀντὶ τοῦ" οὐκ ἀνταπέδωκά σοι". εἰ ἤμην κάτοικος, οὐδὲ ἐτόλμων αἰτήσασθαι καὶ προσεύξασθαι. κάτοικοι δέ εἰσιν οἱ ὑπεύθυνοι κακίᾳ καὶ ἀσεβεία. λέγεται γοῦν ἐν Ἰηρεμίᾳ·" ἀπὸ προσώπου βορρᾶ ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν". οὐκ" ἐπὶ τοὺς παροικοῦντας". καὶ ἐν τῇ ἀποκαλύψει Ἰωάννου τρὶς ἑξῆς λέγεται·" οὐαὶ οὐαὶ οὐαὶ ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν". εἰ ἤμην οὖν κάτοικος, οὐκ ἂν εἶπον·" μὴ παρασιωπήσῃς". 13 καὶ παρεπίδημος καθὼς πάντες οἱ πατέρες μου. ὁ πάροικος καὶ παρεπίδημος αὐτός ἐστιν. Παῦλος γοῦν ἐν τῇ κατ' Ἑβραίους ἐπιστολῇ κατάλογον ποιησάμενος πάντων τῶν διὰ πίστεως εὐαρεστησάντων εἶπεν αὐτοὺς παροίκους καὶ παρεπιδήμους. οὐδεὶς ἐκείνων κάτοικος, οὐδεὶς ἔνδημός ἐστιν, ἀλλὰ παρεπίδημος. ἄλλοθεν ἐλήλυθεν εἰς τὸν τόπον τοῦτον, οὐχ ὧδε γεγέννηται. οἱ κατὰ ἀρετὴν πατέρες οὖν πάντες πάροικοι ἦσαν ἐν τῇ γῇ καὶ παρεπίδημοι, ὡς οἱ πατριάρχαι κ̣ αὶ ἄλλοι γεννήσαντες κατὰ θείαν παίδευσιν, οἷον προφῆται, διδάσκαλοι, νομοθέται. 14 ἄνες μοι, ἵνα ἀναψύξω πρὸ τοῦ με ἀπελθεῖν καὶ οὐκέτι οὐ μὴ ὑπάρξω. ἀνάψυξιν ὧδε ἐπαινετὴν λέγει τὴν ἰσοδυναμοῦσαν τῇ·" κατατρύφησον τοῦ κυρίου"." εὗρον ἀναψυχὴν ἐμαυτῷ", λέγει ὁ Ἐφρέμ. ἐκείνη δὲ ψεκτή ἐστιν ἡ ἀναψυχή. ἀναψύχει οὖν τις ἐπαινετῶς, ὅταν τῆς ἀρετῆς ἀπολαύῃ, ὅταν" κατατρυφήσῃ τοῦ κυρίου", ὅταν ἔνφασιν καὶ ἔννοιαν λάβῃ τοῦ" παραδείσου τῆς τρυφῆς". ἐπεὶ τοίνυν λείπει μοι πολλά– διὰ τοῦτο γὰρ δέησιν ἀναπέμπω, ἵνα τῶν λειπόντων π̣ ληρωθῶ· τοῦτο γὰρ καὶ ἐν ἀρχῇ τοῦ ψαλμοῦ εἶπεν·" γνώρισόν μοι, κύριε, τὸ πέρας μου καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μου, τίς ἐστιν, ἵνα γνῶ τί ὑστερῶ ἐγώ". ὅταν γνῷ τὰ ὑστεροῦντα καὶ ταῦτα κτήσηται, ταῦτα γεωργήσ̣ ιμα σχῇ, ἀναψύχει. τοῦτο οὖν λέγει ὅτι· ἄνες μοι μένειν ἐν τῇ ζωῇ ταύτῃ, ἵνα παιδευθεὶς ἀναψύξω, πρ̣ ὶν̣ ἀπέλθω̣ ἐκ τοῦ βίου τούτου καὶ οὐκέτι οὐ μὴ ὑπάρξω. οὐ τοῦτο λέγει ὅτι·" οὐχ ὑπ281 άρξω", ἀλλὰ τοιοῦτος, οἷος βούλομαι εἶναι· οὐ γὰρ εἰς ἀνυπαρξίαν χωρεῖ ἡ ψυχή, ἀλλὰ ἄκουε· καταλλήλως τοῖς λέγουσιν ἐκλαμβάνειν δεῖ τοὺς λόγους. ἐὰν ὁ δίκαιος λέγῃ καὶ ὁ σοφὸς κατὰ θεόν·" πάντα σπουδάζω ἵνα πλουτήσω", μὴ περὶ τὸν αἰσθητὸν πλοῦτον ἐκλάμβανε τὸ λεγόμενον. ἐὰν δὲ ἄλλος ᾖ τις ἢ πραγματευτὴς ἢ ἰατρὸς. καὶ οὗτος οὖν ὁ ἅγιος σοφός ἐστιν. λέγει γοῦν" οὐκ ἄλλον ἔχειν ὑπομονὴν ἢ τὸν κύριον καὶ τὴν ὑπόστασιν παρ' αὐτοῦ". οὗτος οὖν ὁ σοφὸς κἂν τοῦτο λ̣ έγῃ ὅτι· ἄνες με ζῆν ἠλπικότα ἐν ταύτῃ μόνῃ τῇ ζωῇ, ἵνα ἀναψύξω φαγὼν καὶ πιὼν κατὰ τό·" φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν", ἀλλὰ κατάλληλον τῷ προσώπῳ καὶ τὴν ἀναψυχὴν δεῖ λαβεῖν καὶ τὸ" ἄνες μοι" καὶ τὸ" μηκέτι ὑπάρχειν". ἀθάνατός ἐστιν ὁ λέγων. ἐὰν οὖν λέγῃ·" οὐκέτι ὑπάρξω", οὐ τοῦτο λέγει ὅτι·" εἰς τὴν παντελῆ φθορὰν χωρῶ, εἰς ἀνυπαρξίαν καταστρέφω", ἀλλά·" οὐκέτι ὑπάρχω οὕτως ὡς εὔχομαι ὑπαρχθῆνα̣ ι̣"." πρὸ τοῦ με" οὖν" ἀπελθεῖν" οὕτως, ἀπελθεῖν τοῦ βίου," καὶ οὐκέτι ὑπάρξω" ὡς ηὐξάμην γενέσθαι. ἐὰν λέγῃ ἁμαρτωλὸς ὅτι·" νουθέτησόν με, παίδευσόν με, ἵνα μηκέτι ὑπάρξω"– μὴ γὰρ ἵνα εἰς τὴν παντελῆ φθορὰν χωρήσῃ. 1– 2 εἰς τὸ τέλος· τῷ Δαυὶδ ψαλμός. ὑπομένων ὑπέμεινα τὸν κύριον, καὶ προσέσχεν μοι. ὁ προ̣ κ̣ είμενος ψαλμὸς ῥηθείη ἂν καὶ ὑπὸ παντὸς ἁγίου τοῦ καρτερῶς καὶ μεγαλοψύχως διαγαγόντος τὸν βίον καὶ ὑπὸ τοῦ ἀνθρώπου τοῦ κυριακοῦ· λέξεις γὰρ ἀπ' αὐτοῦ ὁ ἀπόστολος λαβὼν ἐν τῇ πρὸς Ἑβραίους περὶ Χριστοῦ αὐτὰς ἐξε̣ ίληφεν εἰρημένας. αὐτὸ τοῦτο ὅλως·" θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας", ἕως·" ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ". ἐστὶν δὲ μονοπρόσωπος ὁ ψαλμός. τὸ αὐτὸ πρόσωπον τὸ ἀρξάμενον μέχρι τοῦ τέλους τοῦ ψαλμοῦ ἀπαγγέλλει καὶ ψάλλει. λέγει οὖν εὐχαριστικῶς πρὸς τὸν θεόν·" ὑπομένων ὑπέμεινα τὸν κύριον, καὶ εἰσήκουσεν τῆς δεήσεώς μου". τὸ" ὑπομένων ὑπέμεινα" τοιαύτην ἔχει διάνοιαν, ὡς εἴ τις λέγοι·" ἰατρικῶς ἰάτρευσα, γραμματικῶς ἔγραψα". εἰσὶν ὑπομένοντες οὐχ ὑπομενητικῶς, ἀλλὰ ἢ ὑπὸ πολλῆς ἀναισθησίας ἢ ἐνίοτε διὰ φιλοδοξίαν. λέγει γοῦν ὁ ἀπόστολος·" οὐ μὴ παραδῶ τὸ σῶμά μου ἵνα καυχήσωμαι". ἕνεκα ἐπαίνου ἐπιπροεὶς ιν τὸ σῶμα καὶ τὴν ψυχὴν οὐχ" ὑπομένων ὑπέμεινεν"· ἀεὶ γὰρ ἐπιστημόνως καὶ ὡς ἔδει ὑπέμεινεν, οὐχ ἵνα θήραν ἀπὸ τῶν ἀνθρώπων δέξηται ἢ δόξαν ἢ ἐπαίνους. ὁ οὖν οὕτως ὑπομένων ὡς δεῖ, ὡς ἐὰν λέγω ὅτι·" κατὰ σοφίαν σοφῶς ἐποίησα". ἐλέχθη ἐν τῷ προλαβόντι ψαλμῷ ὁ θεὸς ὑπομονὴ εἶναι τοῦ δικαίου·" καὶ νῦν τίς ἡ ὑπομονή μου; οὐχὶ ὁ κύριος"; ὁ ἀπὸ ταύτης τῆς ὑπομονῆς τλητικῶς φέρων τὰ προσπίπτοντα ἐπίπονα ἐρεῖ·" ὑπομένων ὑπέμεινα τὸν κύριον". σὺν διαθέσει ὑπομονητικῇ καὶ τὰ ἐπίπονα ἤνεγκα· πολλοὶ γάρ, ὡς εἶπον, τὰ ἐπίπονα φέρουσιν διά τι. ἐστὶν οὖν̣ ὁ θεὸς ὑπομονὴ τοῦ ἁγίου. καὶ ἐν Ἰηρεμίᾳ γοῦν λέγεται·" θρόνος δόξης ὑψούμενος ἁγίασμα ἡμῶν, ὑπομονὴ Ἰσραήλ, κύριε τοῦ Ἰσραήλ". ὁ τοίνυν κατὰ ταύτην τὴν ὑπομονὴν πεποιωμένος καὶ παρονομαζόμενος ἀπ' αὐτῆς ἐρεῖ·" ὑπομένων ὑπέμεινα τὸν κύριον". ὡς δοῦλος λαλεῖ. ὁ δουλεύων τῷ θεῷ" κύριον" αὐτὸν δι' αὐτῶν τῶν πράξεων καὶ τῶν φρονημάτων καὶ τῶν λόγων ὁμολογεῖ. οὗτος" ἐν πνεύματι ἁγίῳ κύριον Ἰησοῦν" λέγει· οὐδὲ γὰρ πᾶς ὁ ὀνομάζων τὸν Ἰησοῦν κύριον ἐν πνεύματι τοῦτο ποιεῖ. καὶ ὑποκριταὶ γοῦν τοῦτο ποιοῦσιν." πολλοὶ ἐροῦσίν μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· κύριε κύριε". καὶ τί λέγει αὐτοῖς;" οὐδέποτε ὑμᾶς ἔγνων". οὐδέποτε ἔγνων δουλεύσαντάς μοι. καὶ πάλιν·" τί με λέγετε κύριε κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω"; ὁ τοίνυν οὕτω κύριον Ἰησοῦν καλῶν τῷ τὸ θέλημα τοῦ πατρὸς αὐτοῦ ποιεῖν τοῦ οὐρανίου, ε᾿̣ κεῖνος" ἐν πνεύματι ἁγίῳ" κύριον αὐτὸν καλεῖ. δούλου οὖν ἐστιν ἡ φωνή. 2 καὶ εἰσήκουσεν τῆς δεήσεώς μου. ἐνλιπὴς ὢν̣ ᾐτ̣ ου´̣ μην τινά, καὶ προσχὼν ὁ θεὸς τῇ δεήσει μου πεπλήρωκεν ταῦτα. ἐπεί περ̣" ὑπομένων ὑπέμεινα······ χ̣·· κ̣·· ν̣· τη`̣ ν ἐντολὴν περὶ ἧς ὁ σωτὴρ 282 ἔλεγεν·" ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται". καταπαύ σαντος δέ ἐστιν τὸ" ὑπέμεινα". ἐπερ· καὶ ποῖον εἶχεν ὁ κύριος πρόσωπον;– μὴ γὰρ ἐξ ἀνάγκης εἰρήκαμεν. ἐὰν οὖν ἐκ προσώπου τοῦ σωτῆρος λαμβάνῃς– μέχρι γὰρ προπαθείας γέγονεν, οὐ γέγονεν ἐν πάθεσιν." ἤρξατο" γοῦν Ἰησοῦς" θαμβεῖσθαι καὶ ἀδημονεῖν". μέχρι ἀρχῆς γέγονεν αὐτῷ τὰ τοιαῦτα. προπάθεια̣ ν οὐ λέγομεν ἐν ἀτρέπτῳ γίνεσθαι· οὐ λέγομεν γάρ τινα ἄλλον ἄτρεπτον παρὰ τὴν τριάδα. ἐπεὶ τοίνυν ἡ ψυχή, ἣν ἀνέλαβεν Ἰησοῦς, ἄλλη ἐστὶν παρὰ τὴν τριάδα, πέφυκεν δέχεσθαι προπάθειαν καὶ ἀρχὴν τοῦ θαμβεῖσθαι καὶ ἀδημονεῖν. καὶ λ̣ έγω̣ ἀποστολικόν·" ἀντὶ τῆς προκειμένης χαρᾶς ὑπέμεινεν σταυρὸν αἰσχύνης καταφρονήσας". εἰ μὴ γέγονεν ἀλύσ̣ κων ἐν προπαθείᾳ, οὐκ ἦν ἀνδραγάθημα οὐδὲ ἆθλον. ἐπερ· τὸ" προσέσχεν μοι";– ἀντὶ τοῦ" ἐπένευσεν". 3 καὶ ἀνήγαγέν με ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ὕλεως. ἐὰν ἕκαστος τῶν ἁγίων τοῦτο λέγῃ," λάκκον ταλαιπωρίας" τὸν περὶ γῆν τόπον λέγει· λάκκος γάρ ἐστιν, ὅπου συνστρέφεται τὰ ὕδατα τὰ ὑψόθεν πίπτοντα. πολλαχοῦ οὖν τῶν θείων γραφῶν καὶ ὁ περὶ γῆν τόπος καὶ ὁ ᾅδης τῷ ὀνόματι τούτῳ σημαίνεται· ὅταν γὰρ ἐν τῷ εἰκοστῷ ἐνάτῳ ἐκ προσώπου τοῦ σωτῆρος κατὰ τὸν ἄνθρωπον λέγηται·" ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον". οὐδὲ γὰρ καταβαίνω ἐγὼ ε̣ ἰς̣ λ̣ άκ̣ κον. ἄλλων ἕνεκα ἐκεῖ γέγονα. οὐκ ἄλλος με κατεβίβασεν. ἔτι δὲ ἐναργέστερον τοῦτο φαίνεται ἐκ τοῦ·" προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον, ἐγενήθην ὡς ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος". οὔκ εἰμι τω῀̣ ν ἀγομένων εἰς τὸν λάκκον, ἀλλὰ" προσελογίσθην". ἐκείνοις ἐμαυτὸν προσελόγισα." ἐγενόμην" οὖν" ὡς ἄνθρωπος ἀβοήθητος". οὐκ ἀβοήθητος ὢν γέγονεν ὡς ἀβοήθητος· ὅτε γὰρ ἦλθον ἐπὶ τῷ συνλαβεῖν αὐτὸν οἱ Ἰουδαῖοι, εἰ μὴ ἑαυτὸν ἐκδεδώκειν, οὐκ ἠδύναντο αὐτὸν λαβεῖν. εἰ" ἐν νεκροῖς ἐλεύθερός" ἐστιν, οὔκ ἐστιν τῶν κατὰ φύσιν εἰς τὸν ᾅδην γινομένων διὰ προαίρεσιν καὶ πρᾶξιν, ἀλλ' ἑαυτὸν εἰς τοῦτο προσελογίσατο." ἀνήγαγέν με" οὖν" ἐκ λάκκου ταλαιπωρίας". ὁ ὑπωπιάσας τὸ σῶμα ἑαυτοῦ καὶ δουλαγωγήσας καὶ ἐπὶ γῆς περιπατῶν ἔτι ἐν οὐρανοῖς κτησάμενος τὸ πολίτευμα, ἐκεῖνος ἀνήχθη ἀπὸ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ὕλεως. καὶ νῦν μὲν δυνάμει ἀνήχθη ἀπὸ τοῦ κόσμου καὶ τῆς ὕλης καὶ τοῦ πηλοῦ, ἀφ' οὗ πέπλασται τὸ σῶμα πήλινον." καὶ ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς". καὶ ἔτι ὁ Ἰὼβ λέγει·" μνήσθητι ὅτι πηλόν με ἔπλασας". ταῦτα δὲ λέξει καὶ Ἰησοῦς κατὰ τὸν ἄνθρωπον· γέγονα εἰς τὸν λάκκον τῆς ταλαιπωρίας, συνελογίσθην, ἵνα αὐτοὺς τῆς ταλαιπωρίας ἐλευθερώσω καὶ ἀπὸ πηλοῦ ὕλεως· δι' αὐτοὺς γὰρ εἰς τὸν πηλὸν τῆς ὕλεως γέγονα. ὅταν τοίνυν τὸ σῶμα τοῦτο τὸ φθαρτὸν εἰς ἄφθαρτον μεταβάλῃ, οὐκέτι ὁ περικείμενος αὐτὸ ὑπὸ πηλοῦ κατέχεται καὶ ταλαιπωρίας, ἀλλ' ἐρύσθη ἀπὸ τούτων. 3 καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου. καὶ περὶ τοῦ καθόλου δικαίου τοῦτο λεγέσθω." πέτραν" δὲ ἐν τούτοις ἀκουστέον τὸν ἀρραγῆ καὶ ἀδ̣ ιαίρετον τ̣ οῦ θεοῦ λόγον, ὃν οὐδεμία ζάλη ἢ τρικυμία κινεῖ. πολλαχοῦ οὖν τῶν ἱερῶν λόγων μνήμη πέτρας γίνεται οὐκ ἐπὶ αἰσθήσεως δυναμένη λημφθῆναι· ὅταν γὰρ λέγῃ ὁ ἅγιος εὐχαριστητικῶς πρὸς τὸν θεόν·" ἐν πέτρᾳ ὕψωσέν με", οὐ τοῦτο λέγει ὅτι·" ἐν τῇ αἰσθητῇ πέτρᾳ μετεωρίσας με ἔθηκεν", ἀλλ' ἐπὶ τὸν ἀρραγῆ καὶ ἀδιαίρετον λόγον. ἑρμήνευσεν δὲ ταύτην τὴν πέτραν ὁ Παῦλος καὶ εἶπεν τίς ἐστιν, ὅτι ὁ Χριστός·" ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ πέτρα δὲ ἦν ὁ Χριστός". καὶ πάλιν ὁ αὐτὸς οὗτος ὑμνῳδὸς μεθ' ἕτερα λέγει·" κατεπόθησαν ἐχόμενα πέτρας οἱ κραταιοὶ αὐτῶν". οἱ τῶν Αἰγυπτίων πλησιάσαντες τῇ πέτρᾳ τὸ οὐδὲν ὤφθησαν. καὶ ὥσπερ" ἡ ῥάβδος ἡ Ἀρὼν κατέπιεν τὰς ῥάβδους" τῶν ἐπαοιδῶν τῶν Αἰγυπτίων̣, τουτέστιν ἐνίκησεν αὐτούς. ὅταν οὖν λέγῃ·" κατεπόθη ὁ θάνατος"," κατεπόθη Ἰσραήλ". ὅταν οὖν ἐνγίσωσιν τῇ πέτ̣ ρᾳ οἱ δοκοῦντες εἰ῀̣ ναι κραταιοί, σοφισταί, ἐριστικοί τινες ἢ καὶ πνεύματα πονηρά, καταπίνονται, τὸ οὐδὲν ἀποδείκ̣ νυντα̣ ι̣. ἐπὶ τα̣ ύτην οὖν τὴν 283 πέτραν, τὸν Χριστόν, ᾗ πλησιάσαντες οἱ ἐγγίζοντες κραταιοὶ τῶν Αἰγυπτίων καταπίνονται, ἵστανται οἱ τοῦ εὐεργετουμένου πόδες ἐκ τοῦ κλονεῖσθαι καὶ τρικυμίας ὑφίστασθαι καὶ πολεμίους ἔχειν. ἡ ὑπομονὴ γίνεται. οὐκ ἀεὶ δὲ αὐτὰ πάσχει ὅταν ἐν τῷ λάκκῳ τῆς ταλαιπωρίας ἐστίν, ὅτε ἐν τῷ πηλῷ τῆς ὕλεως, ἡ ὑπομονὴ γίνεται. οὐκ ἀεὶ δὲ αὐτὰ πάσχει. ὅταν δὲ τούτων ἐκτὸς γένηται τέλος τῆς ὑπομονῆς λαβούσης, ἵστανται λοιπὸν οἱ πόδες τοῦ εὐεργετηθέντος ἐπὶ τὴν εἰρημένην πέτραν. 3 καὶ κατηύθυνεν τὰ διαβήματά μου. καὶ ὅρα γε ὅτι πόρρω τῆς ἱστορίας ἡμᾶς ὁ λόγος ἀπάγει. οὐδεὶς ἑστηκὼς διαβαίνει, οὐδεὶς διαβαίνων ἕστηκεν̣. ὅταν τις τοίνυν κατὰ Χριστὸν βεβαιωθῇ ὥστ' ἀνειπεῖν·" τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ"; τὰς δ̣ ιαβάσ̣ εις ἔχει κατευθυνομένας· σπεύδει γὰρ ἀεὶ ἐπὶ τὰ ὑπέρτερα, ἐπὶ τὰ οὐράνια κατευθύνοντος τοῦ θεοῦ τὰ διαβήματα τοῦ τρέχοντος·" οὐ" γὰρ" τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεῶντος θεοῦ". 4 καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινόν." εἰς τὸ στόμα" τοῦ ἔσω ἀνθρώπου, τουτέστιν εἰς τὸν λόγον μου." ᾆσμα καινόν"· πολλάκις ἡμῖν··· τα περὶ καινοῦ, πῶς λέγεται. τὸ ἀδιάδοχον ἀεὶ καινόν ἐστιν, τὸ δὲ διαδεχθὲν παλαιόν. καὶ διὰ πλειόνων παραδειγμάτων πολλάκις ἀποδέδεικται. 4 ὕμνον τῷ θεῷ ἡμῶν. ὁ τῷ ὄντι ἀναχθεὶς ἀπὸ τῶν προειρημένων περιστατικῶν τοῦ τε λάκκου τῆς ταλαιπωρίας καὶ τοῦ πηλοῦ τῆς ὕλεως ἀδιάδοχον νίκην ἔσχεν.······· της ἀδιαδόχου τὸ ἐπινίκιον καινόν ἐστιν. τί δέ ἐστιν τοῦτο τὸ ᾆσμα καινόν, ἑρμηνεύει·" ὕμνος" ἐστὶν" τῷ θεῷ ἡμῶν". ὅταν τὸν θεὸν ὑμνῶμεν, ὅταν διάλημψιν αὐτοῦ λάβωμεν, ὡς ἐφικτόν ἐστιν, ἐν τέλει γινόμενοι καινὸν̣ ᾆσμα ᾄδομεν· τὸ γὰρ ἐν τῷ τέλει ἀδιάδοχόν ἐστιν. διὸ καὶ ὁ ὕμνος ὁ ἐν αὐτῷ εὐχαριστητικῶς ἀναπεμπόμενος τῷ θεῷ ᾆσμα καινόν ἐστιν. 4 ὄψονται πολλοὶ καὶ φοβηθήσονται καὶ ἐλπιοῦσιν ἐπὶ κύριον." ὄψονται πολλοὶ" ἀναχθέντα με ἀπὸ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ὕλεως καὶ στάσιν τῶν ποδῶν εἰληφότα ἐν τῇ πέτρᾳ καὶ κατευθυνόμενα τὰ διαβήματά μου καὶ ᾄδοντά με καὶ ὑμνοῦντα," καὶ φοβηθήσονται" ὥστε καὶ αὐτοὶ ἐλθεῖν εἰς τὴν τοιαύτην ἀγωγήν," καὶ ἐλπιοῦσιν" ὥστε καὶ αὐτοὶ τυχεῖν τούτων τῶν ἤδη ἐμοὶ ὑπαρξάντων. 5 μακάριος ἀνήρ, οὗ ἐστιν τὸ ὄνομα κυρίου ἐλπὶς αὐτοῦ. ὁ Δαυὶδ ἔσχεν ποτὲ μονομάχιον πρὸς τὸν Γολιὰ καὶ οὐκ ἤλπισεν οὐκ ἐπ' ἀσπίδι. ὁρᾷς ὅτι τὸ ὄνομα κυρίου ἐλπὶς αὐτοῦ γέγονεν. λέγεται δὲ πρὸς τῷ κυρίως σημαινομένῳ τῆς ἐλπίδος– οὐδὲν δὲ ἕτερόν ἐστιν ἐλπὶς ἢ ἀγαθῶν προσδοκία– πολλάκις καὶ τὰ ἤδη ὑπαρξαντά τινες ἐλπίδια ἑαυτῶν λέγουσιν. οἱ πλούσιοι γοῦν λέγουσιν" τὸ ἐλπίδιόν μου" οὐ τὸ προσδοκώμενον, ἀλλὰ τὸ ἤδη παρόν. καὶ τὸ ὄνομα οὖν τοῦ κυρίου ἤδη ἐλπίδα ὑπάρξασαν ἡγοῦνται οἱ ἤδη αὐτὸ ἔχοντες. 5 καὶ οὐκ ἐπέβλεψεν εἰς ματαιότητας καὶ μανίας ψευδεῖς. ὁ ἐπιβλέψας ἐπὶ τὸν κύριον οὐκ ἐπιβλέπει ἐπὶ ματαιότητας καὶ μανίας ψευδεῖς. οὐκ ἐπιβλέπει ἐπὶ παντε̣ υ̣ χίαν, οὐκ ἐπὶ μέγεθος σώματος, οὐκ ἐπὶ στρατιωτικῇ χειρί, οὐκ ἐπ' ἄλλῳ τινὶ τῶν δυναμένων ἀποτυγχάνεσθαι." μανίαι" δὲ λέγονται" ψευδεῖς" αἱ μαντεῖαι. εἰσὶν δὲ καὶ μανίαι οὐ ψευδεῖς· οἷον οἱ θεολημπτούμενοι, οἱ χριστολημπτούμενοι θεοφοροῦνται, καὶ οὔκ εἰσιν αὗται αἱ μανίαι ψευδεῖς, ἀλλὰ ἀληθεῖς, ἀντὶ τοῦ" ἡ κατακωχή"· εἰ μὴ γὰρ ἦσαν καὶ ἀληθεῖς μανίαι, οὐκ ἂν ἔλεγεν·" ὁ μὴ ἐπὶ μανίας ψευδεῖς ἐσχηκὼς τὴν ἐλπίδα". οἱ κατὰ Φρύγαν, πῶς ταῦτα λέγεται οὐκ ἠγνοηκότες, καθ' ἓν σημαινόμενον κα̣ ὶ τὴν μανίαν καὶ τ̣ ὴν ἔκστασιν λαβόντες τοὺς πνευματοφόρους ἄνδρας λέγουσιν ἐν ἐκστάσει λελαληκέναι, πεπροφητευκέναι. καὶ ἀληθεύουσιν μὲν ὅτι κατ' ἔκστασιν, οὐ μέντοι τὴν παραφοράν, οὐ τὴν παραφροσύνη̣ ν. ἐὰν γοῦν λέγῃ Παῦλος·" εἴτε ἐξέστημεν, θεῷ", οὐ μανίαν λέγει, ἀλλὰ τὸ ἐκστῆναι τῶν ἀνθρωπίνων καὶ····· 284············· δεδωκότα. λέγεται δὲ τὸ ῥῆμα τοῦτο καὶ ἐπὶ θαυμασμοῦ·" καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν οἱ υἱοὶ Ἰσραὴλ καὶ ἐπιζητήσουσιν κύριον τὸν θεὸν αὐτῶν καὶ Δαυὶδ τὸν βασιλέα αὐτῶν· καὶ ἐκστήσονται ἐπὶ τῷ κυρίῳ καὶ ἐν τοῖς ἀγαθοῖς αὐτοῦ". θαυμασμὸν ὧδε σημαίνει. 6 πολλὰ ἐποίησας σύ, κύριε ὁ θεός μου, τὰ θαυμάσιά σου. πειραθεὶς τῶν εἰρημένων εὐποιιῶν ἐπεὶ μὴ μόνων τούτων τῶν α᾿̣ γα̣ θῶν ἀπήλαυσεν, ἀλλ', ἵν' οὕτως εἴπω, μητρόθεν εἰς ταῦτα ἤχθη– καὶ αὐτὴ οὖν ἡ χρίσις αὐτοῦ παιδίου ὄντος παραδόξως γέγον̣ εν, καὶ λέγει ὅτι·" πολλὰ ἐποίησας σύ, κύριε ὁ θεός μου, τὰ θαυμάσιά σου". πολλὰ καὶ μεγάλα ἐστίν," καὶ τοῖς διαλογισμοῖς σου", καθ' οὓς ποιεῖς τὰ θαυμάσια," οὐδεὶς ὁμοιωθήσεται". οὐδεὶς δυνήσεται τοιαῦτα θαυμάσια ποιῆσαι, οὐδεὶς δυνήσεται ἐξαγαγεῖν τινα ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ὕλεως καὶ στῆσαι τοὺς πόδας αὐτοῦ ἐπὶ πέτραν καὶ κατευθῦναι τὰ διαβήματα αὐτοῦ καὶ τὰ ἄλλα. τὸ" οὐκ ἔστιν τίς ὁμοιωθήσεται" ἐὰν πρὸς τὸν πατέρα λέγηται, οὐ περὶ τοῦ υἱοῦ λέγει· οὐδεὶς γὰρ τῶν γενητ̣ ῶν ὁμοιωθήσεται. ὁ δὲ υἱὸς οὐχ ὁμοιωθήσεται· ἀίδιος γάρ ἐστιν, εἰκὼν καὶ χαρακτὴρ τῆς θεοῦ ὑποστάσεως. οὔκ ἐστιν τῶν ἐπὶ μέλλοντι ἔχων τὸ ὁμοιωθῆναι· ὅμοιος γάρ ἐστιν. ἐπερ· τὸ" τοῖς διαλογισμοῖς";– διαλογισμοὶ κυρίως λέγονται οἱ λογισμοὶ οἱ περὶ τῶν καθέκαστα. ὥσπερ ὁμιλία ἐστὶν ψυχῆς τὸ διαλογίζεσθαι καὶ οὐκ ἔστιν ἐν προφορᾷ ἅμα πο̣ λλὰ εἰπε̣ ῖν, οὕτω καὶ οἱ λογισμοὶ οἱ τῶν καθέκαστα διαλογισμοὶ λέγονται. παραδέδοται τόπος ἐπιχειρηματικὸς ἐρωτῶν, εἰ ταὐτόν ἐστιν τὸ ἐπίστασθαι τῷ διανοεῖσθαι, καὶ εἴρηται, ὅτι οὐ ταὐτόν ἐστιν· πολλὰ μὲν γὰρ ἔστ̣ ιν ἄφ̣ ν̣ ω ἐπίστασθαι, πολλὰ δὲ διανοεῖσθαι οὐχί, ὥστε οὐ ταὐτὸν τὸ ἐπίστασθαι τῷ διανοεῖσθαι. δύναται καὶ ὅλου̣ γένους λαβεῖν ἔννοιαν καὶ ὅλου εἴδους. ἐπιστῆσαι δὲ τοῖς καθέκαστα, ἕκαστον καθ' ἑαυτὸ διανοηθῆναι ἅμα οὐ δύναται. ἐπερ· ἵνα τὸ διανοηθῆναι ἐπὶ τῆς αἰσθήσεως;– ἀλλ' ἐπὶ τῶν καθέκαστα διανοητῶν. ὡς οὐκ ἔστιν ἅμα πολλὰ εἰπεῖν, πολλὰ δὲ εἰδέναι, λόγος δέ τις τῆς ψυχῆς ἐστιν ἡ διάνοια, οὐ δυνατὸν ἅμα πολλὰ διανοεῖσθαι. ὁ θεὸς οὖν διαλογισμοὺς τοιούτους ἔχει ὥστε ἅμα πάντα εἰδέναι, ὅμως δὲ ἑτέρως ἢ ὡς οἱ ἄνθρωποι· καὶ γὰρ ἐν Ἰσαίᾳ εἶπεν ὅτι·" ὡς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτω διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου". τὴν ὑπεροχὴν τῆς ἑαυτοῦ διανοίας ἠθέλησεν ἐξ αἰσθητικοῦ παραδείγματος δεῖξαι· οὐ γὰρ τοπικῶς ἀφέστηκεν ἡ αὐτοῦ διάνοια τῆς διανοίας τῶν ἀνθρώπων, ἀλλὰ μεγέθει ὑπεροχῆς. 6 καὶ τοῖς διαλογισμοῖς σου οὐκ ἔστιν τίς ὁμοιωθήσεται. οὐδεὶς τοῖς διαλογισμοῖς τοῦ θεοῦ ὁμοιοῦται. ὡς εἰ ἔλεγες·" οὐδεὶς τῇ δημιουργίᾳ τοῦ θεοῦ ὁμοιωθήσεται". κἂν γὰρ ὦσιν δημιουργοὶ παρὰ ἀνθρώποις, ἀλλὰ οὐ τὴν ὑποκειμένην ὕλην κατασκευάζουσιν τῶν γινομένων. οἷον ὁ τέκτων ἐὰν ποιῇ κλίνην ἢ θρόνον οὐχὶ καὶ τὸ ξύλον ποιεῖ ἐν τῇ τέχνῃ. τὸ τέλος μόνον ἐπιτίθη̣ σιν̣ τῇ π̣ ρολαβούσῃ ὕλ̣ ῃ. ὁ δὲ θεὸς οὐχ εὑρὼν ὕλην τὸ εἶδος αὐτῇ ἐπιτίθησιν, ἀλλὰ συνυφίστησιν αὐτὴν τῷ εἴδει. 6 ἀπήγγειλα καὶ ἐλάλησα, ἐπληθύνθησαν ὑπὲρ ἀριθμόν. οἶδας ὅτι ἐὰν μή τι νοήσωμεν ὡς δεῖ καὶ θελήσωμεν αὐτὸ ἄλλῳ ἀπαγγεῖλαι, πῶς ποτε λέγομεν οὕτω καὶ οὕτω, ὅταν ἐπιστώμεθα ὅτι οὐ περιεδραξάμεθα οὗ ἠθελήσαμεν εἰπεῖν. καὶ οὗτος οὖν λέγει·" ἀπήγγειλα καὶ ἐλάλησα". ἐπεὶ τῶν διαλογισμῶν σου οὐδεὶς ὅμοιός ἐστιν," ἀπήγγειλα καὶ ἐλάλησα". δύναται δὲ καὶ οὕτω λαβεῖν·" ἀπήγγειλα" κατὰ τὴν διάθεσιν, κατὰ τὴν νόησιν, καὶ" ἐλάλησα" αἰσθητῶς κατὰ τὴν προφοράν· πρῶτον γὰρ δεῖ νοη῀̣ σαι, εἶθ' οὕτως εἰπεῖν. ἐπερ·" ἐπληθύνθησαν ὑπὲρ ἀριθμόν";– οἱ διαλογισμοί, οἷς οὐδεὶς ὁμοιοῦται. 7 θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας. λοιπὸν λέγει·" ἀνήγαγές με ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ὕλεως, ἔστησας ἐπὶ πέτραν τοὺς πόδας μου, κατηύθυνας τὰ διαβήματά μου". ὅσον ἐπὶ τοῖς χριστηρίοις τούτοις λόγοις καὶ ταῖς ἔτι μ̣ ε̣ ι´̣ ζοσιν̣ ε̣ ὐεργεσίαις ἔδει θῦσαι καὶ ὁλοκαυτῶσαι τῷ θεῷ. ἀλλ' οὐκ ἠθέλησας τὰ αἰσθητὰ 285 ὁλοκαυτώματα, τὰς θυσίας τὰς σωματικὰς τὰς ἐκ σφαγῆς ζῴων καὶ τῶν ἄλλων, τὰ σκιώδη. 7 σῶμα κατηρτίσω μοι. ἀντὶ τούτων. ἑρμήνευσεν οὖν ὁ ἀπόστολος, ὅτι τοῦτο τὸ σῶμα ἡ λογικὴ καὶ ἀναίμακτός ἐστιν θυσία. ὅταν οὖν μείζων τις εὑρεθῇ θυσία, τότε τὰς προτέρας οὐκέτι θέλει· οὔκ εἰσιν αὐτῷ θεληταί. μὴ ταραττέτω σε τὸ τῶν Διμοιριτῶν· λέγουσιν γάρ·" ὁρᾷς ὅτι σῶμα";– μὴ γὰρ ὁ λέγων ὅτι·" σῶμά μοι κατηρτίσω", τοῦτο λέγει ὅτι" μόνον"· καὶ γὰρ ὁ τέλειον ἄνθρωπον ἔχων ἔχει σῶμα, ἀλλ' οὐ μόνον. μονοπρόσωπον δὲ εἶπον ἐξ ἀρχῆς τὸν ψαλμόν· ἀπὸ γὰρ τῆς ἀρχῆς ἕως τοῦ τέλους τὸ αὐτὸ λέγον πρόσωπον εἰσῆκτα̣ ι. ὥσπερ οὖν ἐνταῦθα εἶπεν·" σῶμα δὲ κατηρτίσω μοι", καὶ ἐν τοῖς ἑπομένοις ἐρεῖ·" οἱ ζητοῦντες τὴν ψυχήν μου τοῦ ἐξᾶραι αὐτήν". ἰδοὺ καὶ ψυχὴν ἔχει, ἰδοὺ καὶ σῶμα. ἐπειδὴ δὲ περὶ αἰσθητῶν θυσιῶν διαδεχθεισῶν ὑπὸ τοῦ πνεύματος ὁ λόγος ἐστ̣ ίν, εἶπεν τὴν διαδεχομένην θυσίαν. οὐχ ἡ ψυχὴ δέ ἐστιν ἡ κατὰ τοῦτο τὸ σημαινόμενον θυσία γενομένη, ἀλλὰ τὸ σῶμα. εὖ δὲ καὶ τὸ οὐκ" ἐξηρτίσω", ἀλλὰ αὐτὸς αὐτὸ" κατηρτίσω"," πνεύματος ἁγίου ἐπελθόντος" ἐν τῇ Μαρίᾳ" καὶ τῆς τοῦ ὑψίστου δυνάμεως ἐπισκιασάσης αὐτῇ". διὰ τοῦτο οὐκ ἠθέλησας οὐκέτι ἐκείνας τὰς θυσίας καὶ προσφοράς, ἐπεὶ" σῶμά μοι κατηρτίσω" τὸ μέλλον θυθῆναι ὑπὲρ πάντων. καὶ τοῦτο δύναται λέγεσθαι· διὰ τοῦτο θυσίαν καὶ προσφορὰν̣ οὐκ ἠθέλησας, ἐπεὶ κατηρτίσω ἡμῖν σῶμα, ὅπερ ἱερουργεῖν καὶ θύειν σοι δυνάμεθα·" παρακαλῶ ὑμᾶς διὰ τῶν οἰκτιρμῶν, παραστῆσαι τὰ σώματα λογικὴν θυσίαν". ἐν ἄλλοις κεῖται·" ὠτία δὲ κατηρτίσω μοι". ὁ εἷς μὲν οὖν ἑρμηνεύων τοῦτο λέγει ὅτι· ἐπεὶ αἰσθητὴν θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας," ὠτία μοι κατηρτίσω", δ̣ ι' ὧν ἀκούω τὰ περὶ τῶν δηλουμένων ὑπὸ τῶν αἰσθητῶν, οἷον τῆς νοητῆς θυσίας τῆς αἰνέσεως·" θύσατε τῷ θεῷ θυσίαν αἰνέσεως". εἰς ἀκρόασίν με λοιπὸν καλεῖς, οὐκέτι αἰσθητὰ ἱερουργούμενα ζητεῖς, ἵν' ᾖ τὸ λεγ̣ όμενον ὅμοιον τῷ·" ἡ παιδεία κυρίου διανοίγει μου τὰ ὦτα". ὁ ἄμουσος ἄνθρωπος οὐκ ἔχει ὠτίον πρὸς τὸ ἀκοῦσαι μουσικῶν λόγων. καὶ ἄλλος δὲ εἶπεν τῶν ἑρμηνευτῶν·" ὠτία δέ μοι ἔσκαψας", ἐπεὶ τη`̣ ν ἀμ̣ βλύτητα αὐτῶν περιεῖλες, τὸ ἐμποδίζον τῇ ἀκοῇ περιεῖλες. ἐπερ· ἐπὶ τοῦ Ἰησοῦ πῶς λαμβάνομεν;– εἶπον ὅτι αἱ ἀλληγορίαι οὐκ ἐξομαλίζονται πρὸς τὰς ἱστορίας. καὶ πολλάκις τὸ τοῦ Ἀβραὰμ καὶ τῶν δύο γυναικῶν παρ̣ είληφα. εἶπόν σοι ὅτι οὔκ ἐστιν ἄτρεπτος οὐσία ἡ ψυχὴ τοῦ Ἰησοῦ. ὁμοούσιός ἐστιν ταῖς ἄλλαις καὶ πᾶν ὃ ἔχει καλόν, παρὰ τοῦ θεοῦ λόγου ἔχει αὐτό. ἐπεὶ τοίνυν ἔχει καὶ τὸ ἀκούειν καλῶς, παρὰ τοῦ σωτῆρος ἔχει αὐτό. τῷ χ̣ ρ̣ ωμένῳ αὐτῇ ναῷ ὑπῆρκται. 7 ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἐζήτησας.̣ οὐδὲ ἐζήτησας οὐδὲ εὐδόκησας ἔτι τὰ τῆς σκιᾶς." τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; πλήρης εἰμί. ὁλοκαυτώματα τῶν κριῶν καὶ στέαρ ἀρνῶν οὐ βούλομαι". 8 τότε εἶπον· ἰδοὺ ἥκω. τότε ἐγὼ ᾧ σῶμα κατηρτίσω, εἶπον·" ἰδοὺ ἥκω", ἀντὶ τοῦ· ἐπεὶ σκοπὸς τῆς ἐπιδημίας αὐτοῦ οὗτός ἐστιν τὸ τὴν σκιὰν τέλος ἀπολαβεῖν, τὸ μηκέτι θυσίας καὶ ὁλοκαυτώμ̣ α̣ τα προσάγεσθαι, ἥκω ἐγώ, ἵνα πληρώσω τὴν θυσίαν ὁλοκαύτωμα γενησόμενος. 8 ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ. κεφαλὴ βιβλίου λέγεται" πᾶσα ἡ θεόπνευστος γραφή"· τὸ γὰρ κεφάλαιον τῆς γραφῆς ἡ περὶ Χριστοῦ ἐστιν πολιτεία. κατὰ δεύτερ̣ ον̣ λόγον καὶ περὶ ἄλ̣ λων λεγέσθω· εἰ μὴ γὰρ ἤμελλεν ἡ ἐπιδημία γίνεσθαι, οὐκ ἂν αἱ παλαιαὶ γραφαὶ π̣ ρο̣ ανεφώνουν τὸ εὐαγγέλιον. ἐπερ· ἐπὶ τῆς πεντατεύχου τοῦτο ἐγράφη;– πᾶσαν γρ̣ αφὴν λέγει βιβλίον εἶναι, οὗ ἐστιν̣ κεφαλὶς τὸ τέλος δι' ὃ αἱ γραφαὶ δέδονται, ἡ σωτηρία, ἡ ἐπιδημία. ἐπερ· ἡ γένεσις οὖν τ̣ οῦ κόσμου διὰ τοῦτο προιστορήθη;– ἵνα δεξιώσῃ τὴν γένεσιν τοῦ κόσμου ἐπὶ τῶν ἀνθρώπων, κα̣ ὶ μετὰ ταύτ̣ η̣ ν τὴν γένεσιν τῶν ἀνθρώπων, 286 ἵνα χώραν λάβῃ ἡ ἐπιδημία." ἀμνός" ἐστιν" τοῦ θεοῦ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου". τὸ λεχθῆναι ὅτι ὁ Ἀδὰμ παρέβη" διὰ παρακοῆς" καὶ ὁ σωτὴρ" δι' ὑπακοῆς" δεδικαίωται, οὐ τὴν ἀναφορὰν ποιεῖται περὶ τοῦ σωτῆρος, ὅς ἐστιν τύπος τοῦ μέλλοντος, ἐπεὶ αὐτὸς ὁ Ἀδὰμ" τύπος τοῦ μέλλοντός ἐστιν";" τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ τὴν ἐκκλησίαν". ὅτι δὲ οὐ πάντως, εἰ πεν λέγεται βιβλίον, ἐπὶ τῆς αἰσθήσεως δεῖ λαβεῖν αὐτό, ὁ Ἰεζεκιὴλ ἀκούει ὑπὸ τοῦ θεοῦ·" χάνον τὸ στόμα σου", καὶ ὁρᾷ ἐπὶ τῆς θεοῦ χειρὸς βιβλίον, καὶ λέγει ὅτι·" λάβε αὐτὸ καὶ φάγε, καὶ πλησθήσεται ἡ κοιλία σου"." καὶ ἔφαγον", φησίν," καὶ ἐγένετο γλυκασμὸς ἐν τῇ κοιλίᾳ μου". καὶ λέγει·" τοῦτο τὸ βιβλίον γέγραπται ἔσωθεν καὶ ἔξωθεν". κατὰ τὰ πνευματικὰ καὶ νοητὰ ἔσω γέγραπται, κατὰ τὰ αἰσθητὰ καὶ προφανῆ ἔξω. πλὴν ὁ σοφὸς ἀμφότερα κατεσθίει καὶ εὑρίσκει συμφωνίαν τῶν τε συμβόλ̣ ων καὶ τῶν πρωτοτύπων. καὶ ἐν Ἰσαίᾳ πάλιν λέγει·" καὶ ἔσται τὰ ῥήματα ταῦτα ὡς οἱ λόγοι τοῦ βιβλίου τοῦ ἐσφραγισμένου, ὃ ἐὰν δῶσιν αὐτὸ ἀνθρώπῳ ἐπισταμένῳ γράμματα λέγοντες· λάβε, ἀνάγνωθι. λέγει· οὐ δύναμαι, ἐσφράγισται γάρ". ὁ δὲ ἀγράμματος λέγει·" οὐκ ἐπίσταμαι γράμματα". αἰτοῦντες ἐκεῖνος διέφερεν εἰ ἐσφράγιστο ἢ οὐκ ἐσφράγιστ̣ ο. καὶ λαμβάνομεν πάλιν τὴν θεόπνευστον γραφήν, τὸν δὲ ἐπιστάμενον γράμματα καὶ μὴ δυνα´̣ μενον ἀναγνῶναι διὰ τὰς ἐπικειμένας σφραγῖδας τὸν ἐκ περιτομῆς λαόν, τὸν δὲ μὴ ἐπιστάμενον γράμματα τὸν ἀπὸ τῶν ἐθνῶν. 9 τοῦ ποιῆσαι, ὁ θεός, τὸ θέλημά σου ἠβουλήθην. διὰ τοῦτο" εἶπον· ἰδοὺ ἥκω", ἐπεὶ τὸ θέλημα ἠβουλήθην σου ποιῆσαι μετὰ τὸ μὴ θελῆσαί σε θυσίαν καὶ προσφοράν. οἱ ψευδοδοξοῦντες περὶ τὸν Χριστὸν λέγουσιν ὅτι διάφορα θελήματά εἰσιν· καὶ γὰρ ἐνταῦθα λέγει·" ἥκω, βούλομαι ποιῆσαι τὸ θέλημά σου", ἐν τῷ εὐαγγελίῳ·" καταβέβηκα ἀπὸ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιήσω ἀνθρώπινον θέλημα, ἀλλὰ τὸ τοῦ πέμψαντός με". διὰ τοὺς λέγοντας οὖν ὅτι δύο θελήματα, ἐροῦμεν ὅτι· τὰ διάφορα θελήματα γίνονται ἤτοι κατὰ τὸ μᾶλλον καὶ ἧττον ἢ κατ' ἐναντιότητα. ὁ προκόπτων ἐν ἀρετῇ θέλει δ̣ ικαιοσύνην καὶ ὁ τελειωθείς, καὶ οὔκ ἐστιν τὸ τοῦ τελείου θέλημα ταὐτὸν τῷ προκόπτοντος ἢ εἰσαγομένου. γι´̣ νε̣ ται δὲ ἢ πληθὺς ἢ δυὰς τῶν θελημάτων κατὰ τὸ μᾶλλον καὶ τὸ ἧττον, γίνεται δὲ καὶ κατ' ἐναντιότητα, ὅταν̣ ο῾̣ μέν τις ἀγαθὰ αἱρῆται, ὁ δὲ κακά, ὁ δὲ θέλῃ σωθῆναι, ὁ δὲ ἁμαρτεῖν. τὸ τοίνυν τοιοῦτον θέλημα τῷ υἱῷ προσάψαι τὸ κ̣ αὶ ἐναντιότητα ἔχον, ἐσχάτη ἐστὶν ἀσέβεια. εἶτα δὲ καὶ τὸ πρὸς τοὺς Μανιχαίους ποιοῦμαι. ποιητέον πρὸς τούτους· τὸ θέλημα τοῦ σωτῆρος εὑρίσκεται ἀγαθὸν ὄν· λέγει γὰρ καταβεβηκέναι ἀπὸ τοῦ οὐρανοῦ" ἵνα ποιῶ τὸ θέλημα τοῦ θεοῦ". τὸ δὲ ποιεῖν τὸ θέλημα τοῦ θεοῦ ἀγαθόν ἐστιν. καὶ πάλιν·" ἐλήλυθεν ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός". καὶ πάλιν·" ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι". εἰ τοῦτο τοῦ υἱοῦ τὸ θέλημα, θέλει πάντα τὰ ἐπωφελῆ············ εομυχη. ἐναντίον δὲ ὂν αὐτῷ τὸ θέλημα τοῦ πατρός, σοὶ καταλιμπάνω τὸ ἀκόλουθον σκοπεῖν. εἰ δὲ κατὰ τὸ μᾶλλον καὶ τὸ ἧττον ἐν θελήμασιν ἐν διαθέσει εὑρίσκεται, ἔσται καὶ ὁ πατὴρ ἔχων διάθεσιν καὶ ὁ υἱός, τουτέστιν ποιότητα, καὶ οὐκέτι ἀσώματος ὁ πατήρ, οὔκ ἐστιν ἁπλη῀̣ οὐσί α, οὔκ ἐστιν ἀσύνθετος. οὐδὲ κατὰ τὸ μᾶλλον καὶ τὸ ἧττον ῥητέον οὐδὲ κατ' ἐναντιότητα· τὸ γὰρ τοῦ υἱοῦ θέλημα α᾿̣ ποδείκνυται ὅτι ἀγαθόν ἐστιν. οὐ θεμιτὸν δὲ κατὰ θεὸν εἰπεῖν ὅμως λέγει τοῦτο θέλημα αὐτοῦ εἶν̣ αι τὸ τελειῶσαι τὸ θ̣ έλ̣ ημα τοῦ πατρός. οὐ θεμιτὸν δὲ κατὰ θεὸν εἰπεῖν. οὐδὲ ἐναντίον ἐστὶν οὐδὲ κατὰ τὸ μᾶλλον καὶ ἧττον. περὶ ἄρα τοῦ ἀνθρώπου δεῖ ἐκλαβεῖν ταῦτα. 9 καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς κοιλίας μου. ἐστὶν τροφὴ πνευματικὴ χωροῦσα εἰς τὴν κοιλίαν τοῦ ἔσ̣ ω ἀνθρώπου. πνευματικὴ δὲ τροφή, παντί που δῆλον, ὁ νό287 μος· οὐδὲ γὰρ αἰσθητή ἐστιν τροφή. αὕτη δὲ ἡ κοιλία πολλάκις ἐπαινεῖται, καὶ ἐν τῷ·" ἀπὸ τοῦ φόβου σου ἐν γαστρὶ ἐλάβομεν". καὶ ὥσπ̣ ερ αὕτη ἡ κοιλία ἐν γαστρὶ λαμβάνει ἀπὸ θείου πνεύματος– τοῦτο δέ ἐστιν ὁ τοῦ θεοῦ φόβος–, οὕτω καὶ θείαν τροφὴν δέχετ̣ αι εἰς ἑαυτήν. μηκέτι θέλοντός σου θυσίαν ἢ προσφορὰν ἢ ὁλοκαυτώματα τὸν πνευματικὸν νόμον τροφὴν ἔσχον. 10 εὐηγγελισάμην δικαιοσύνην ἐν ἐκκλησίᾳ μεγάλῃ." μεγάλη ἐκκλησία" ἐστὶν ἡ ἐκ τῶν καθέκαςτα μεγάλων συνκειμένη, περὶ ὧν ὁ Παῦλος·" σοφίαν ἐν τοῖς τελείοις λαλοῦμεν", ὡς τὸ τούτων ἄρα ἄθροισμα" ἐκκλησία μεγάλη" ἐστίν. δικαιοσύνην οὐ τὴν κατὰ νόμον, περὶ ἧς λέγει ὁ ἀπόστολος·" κατὰ τὴν ἐν νόμῳ δικαιοσύνην γενάμενος ἄμεμπτος". ταύτην οὖν τὴν δικαιοσύνην εὐηγγελισάμην τῇ μεγάλῃ ἐκκλησίᾳ· εἰ γὰρ τὸ γράμμα καὶ τὴν σκιάν, οὐ μεγάλοις εὐηγγελίζετο, ἀλλὰ νηπίοις. ἐπερ· ποίαν δικαιοσύνην;– περὶ ἡ῀̣ ς ὁ σωτὴρ ἔλεγεν·" ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλέον τῶν γραμματέων καὶ Φαρισαίων", μη`̣ κ̣ α̣ τ̣ α`̣ τὴν σκιὰν αὕτη ἐστίν; ἡ ὑμῶν οὖν– τῶν μαθητῶν–, ὁ σωτὴρ λέγει, περισσευσάτω ἡ δικαιοσύνη πλείω τῆς ἐκείνων. καὶ λέγει, ὅτι σὺν ἀγνοίᾳ ἦν ἡ ἐκείνων. διὰ τοῦτο μὴ ἀγνοήσωμεν τὴν τοῦ θεοῦ δικαιοσύνην, ἀλλ' εὐαγγελισώμεθα αὐτήν. 10 ἰδοὺ τὰ χείλη μου οὐ μὴ κωλύσω. χείλη ὧδε τὸν λόγον λ̣ έγει. πολλάκις ὅταν ἐπὶ μικρῶν καὶ ἀτελῶν ἀνθρώπων καλέσῃ λόγος εἰπεῖν τι, κωλύομεν ἑαυτῶν τὰ χείλη, οὐκ̣ ἔχομεν αὐτὰ ἀπολελυμένα, ἀλλὰ συνκαταβαίνομεν, ἐπικρύπτομεν, παροιμιωδῶς λέγομεν, καὶ κωλυ´̣ εται ἡμῶν τὰ χείλη. ὅταν δὲ τελείοις καὶ μεγάλῃ ἐκκλησίᾳ, ἐπεὶ οὐ κωλύει ἑαυτοῦ τὰ χ̣ είλη, ἐπεὶ οὐδὲν ἐνποδίζει ἐκείνοις εἰπεῖν. δυνατὸν δὲ καὶ τοῦτο εἰπεῖν· ὡς τό·" καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός". οὐδέποτε κωλύει ἑαυτοῦ τὰ χείλη ἀεὶ τοὺς τοῦ θεοῦ λόγους προφέρων̣. τὸ δὲ" ἀεὶ" οὕτω ἄκουε· ὡς δεῖ καὶ ὡς προσῆκόν ἐστιν τοῦτο ποιεῖν· κἂν γὰρ σιωπᾷ, ἐν τῇ διανοίᾳ λαλεῖ, κ̣ αὶ καθεύδων, ὅταν ὡς δίκαιος καθεύδῃ, μετὰ λόγου τοῦτο ποιεῖ. καὶ διὰ τῆς σιωπῆς μνᾶταί τι ἀγαθόν. 10– 11 κύριε, σὺ ἔγνως τὴν δικαιοσύνην μου. ἐπεὶ πολλὰ τὸ δὴ λεγόμενον ἐμαρτύρησεν ἑαυτῷ– τὸ γὰρ" εὐαγγελίσασθαι δικαιοσύνην ἐν ἐκκλησίᾳ μεγάλῃ" μέγα ἐστὶν καί, ἵν' οὕτως εἴπω, ὑπὲρ ἄνθρωπον–, λέγει τῷ θεῷ·" σὺ ἔγνως τὴν δικαιοσύνην μου". ταύτη̣ ν, ἣν ἀπαγγέλλω, ἔχω καὶ πεποίωμαι κατ' αὐτήν. εἰ δὲ καὶ περὶ τοῦ ἀνθρώπου τοῦ σωτῆρος λέγοιτο ὁ ψαλμός, ὅτι· ἐπεὶ οὐκ ἔγνω ἁμαρτίαν, ἀλλὰ ἡ ἁμαρτία ἣν γέγονεν, δικαιοσύνης ἐστὶν ποιητ̣ ική. δύνα̣ ται δὲ καὶ τοῦτο· κἂν ἀγνοοῦντές τινες βλάσφημα περὶ ἐμοῦ λέγουσιν, ἀλλὰ σὺ ἐπίστασαι τὴν δικαιοσύνην μου. ὡς καὶ ἡ Σωσ̣ α´̣ ννα εἶπεν·" σὺ ἐπίστασαι ὅτι ψευδῆ μου καταμαρτυροῦσιν". 11 οὐκ ἔκρυψα ἐν τῇ καρδίᾳ μου τὴν ἀλήθειάν σου. ὁ γνοὺς τὴν τοῦ θεοῦ δικαιοσύνην οὐ κρύπτει τὴν σύνζυγον αὐτῇ ἀλήθειαν ἐν τῇ καρδίᾳ. σύνζυγος τῇ δικαιοσύνῃ ἡ ἀλήθεια ὀνομάζεται ὅταν λέγῃ·" ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλεν, καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψεν". τὸν σωτῆρα λέγει δικαιοσύνην ἐκ τοῦ οὐραν̣ οῦ διακεκ̣ υφυῖαν· λέγει γάρ·" ἔκλινεν τὸν οὐρανὸν καὶ κατέβη"." ἀνέτειλεν" δὲ" ἐκ τῆς γῆς" λαβούσης τέλος τῆς ἐπιδημίας. δύναται δὲ καὶ οὕτω λαβεῖν· ὅταν ἐκ τῆς γῆς, τῆς ψυ χῆς ἐκείνης τῆς ἀγαθῆς καὶ καλῆς ἀνατείλῃ τῆς ἀκουσάσης 288 τὸν λόγον κα̣ ὶ καρποφορησάσης. διακύπτει οὖν ἐκ τοῦ οὐρανοῦ ἡ δικαιοσύνη. καὶ ἐν ἄλλῳ ψαλμῷ λέγει·" ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνην καὶ εἰρήνην κατεφίλησαν". οἱ ἀναγιγνώσκοντες τὰς ἱστορίας εὑρίσκουσιν, ὅτι ἀπὸ ἀδικημάτων οἱ πόλεμοι καὶ ταραχαὶ ἐνίστανται. ἡ δὲ ἀλήθεια ἔχει ἔλεον θεοῦ· εἰ μὴ ἐλεήσῃ γὰρ θεός, οὐ δ̣ ύναταί τις γνῶναι τὴν ἀλήθειαν, ὅση καὶ οἵα ἐστίν. διὰ τοῦτο οὖν" ἔλεος καὶ ἀλήθειαν συνήντησαν". δυνατὸν δὲ καὶ τ̣ ὸ ἔλεος, οἷον ὁ τὸν πλησίον ἀγαπῶν ὡς ἑαυτὸν ἐλεήμων ἐστὶν τοῦ πλησίον καὶ αὐτὸς τὸν ἴσον ἔλεον παρ' αὐτοῦ ἀπα̣ ιτῶν· καὶ γὰρ ἡ ἀλήθεια φανεροῦται. ὥσπερ οὖν ἡ δικαιοσύνη ἡγεῖται τῆς εἰρήνης, οὕτω καὶ ὁ ἔλεος τῆς ἀληθείας. πλὴν ἀμφότερα ἓν καὶ ταὐτόν ἐστιν. ἐὰν οὖν ἐπαισχυνθῇ τὸν Ἰησοῦν καὶ τοὺς λόγους αὐτοῦ, τὴν ἀλήθειαν αὐτοῦ ἐπαισχύνεται. 11 καὶ τὸ σωτήριόν μου εἶπα. ἡ ὁμολογία τῆς ἀληθείας σωτήριόν μού ἐστιν. ε̣ ἰ δ̣ ὲ κ̣ αὶ τὸν Χριστὸν λέγει τὴν ἀλήθειαν, αὐτὸν πάλιν λέγει τὸ σωτήριον, καὶ τὸ σωτήριόν μου ἐλάλησα καὶ τὴν ἀλήθειάν σου ἐφανέρωσα. τὸ σωτήριον ὄντα τὸν Χριστὸν ὃν φανερῶ, λαλῶ. 11 οὐκ ἔκρυψα τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἀ πὸ συναγωγῆς πολλῆς. εἴπομεν ὅτι συνέζευκται τῇ ἀληθείᾳ τὸ ἔλεος." συναγωγὴν" δὲ" πολλὴν" λέγει τὴν ἀπὸ ἐθνῶν πιστεύσασαν, τὴν ἀπὸ πάντων τῶν ἐθνῶν συνκροτηθεῖσαν. καὶ ὁ σοφὸς τοῦτο λ̣ έγει καὶ ὁ Ἰησοῦς κατὰ τὸν ἄνθρωπον. 12 σὺ δέ, κύριε, μὴ μακρύνῃς τοὺς οἰκτιρμούς σου ἀπ' ἐμοῦ. οἰκτιρμοῖς τοῖς σοῖς εἰς τὸ ἀμέμπτως καὶ ὡς δεῖ λέγειν ἐλήλυθα. μὴ μακρύνῃς οὖν αὐτούς, ἵν' ἐπιμείνω̣ τοιου῀̣ τος." ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, κύριε, ὅτι ἐπτωχεύσαμεν σφόδρα". ἐὰν μακρυνθῶσιν οἱ οἰκτιρμοί, γίνεται πτωχεία. φυλάττεται ἐκεῖνος, ἀφ' οὗ οὐκ ἐμακρύνθησαν, πλούσιος· πλούσιος δὲ ἐν τῷ ε̣ ἰληφέναι τὴν ἀλήθειαν̣ καὶ τὸ ἔλεος. 12 τὸ ἔλεός σου καὶ ἡ ἀλήθειά σου διὰ παντὸς ἀντελάβοντό μου. οἰκτίροντός σου ἐμὲ ἀντελάβοντό μου τὸ ἔλεός σου καὶ ἡ ἀλήθειά σου." μὴ μακρύνῃς" οὐ῀̣ ν̣" τοὺς οἰκτιρμούς σου", ἵνα μείνῃ οὕτως α᾿̣ ν̣ τιλαμβανομένη ἡ ἀλήθειά σου καὶ τὸ σύνζυγον αὐτῇ ἔλεος. 13 ὅτι περιέσχον με κακά, ὧν οὐκ ἔστιν ἀριθμός. διὰ τοῦτο" μὴ μακρύνῃς τοὺς οἰκτιρμούς σου ἀπ' ἐμοῦ", ὅτι κακὰ πολλὰ περιέσχον με οὐχ ὑποβαλλόμενα ἀριθμῷ ἤτοι διὰ τὸ πλῆθος– ἐὰν τὰ ἐπίπονα σημαίνηται, διὰ τὸ πλῆθος οὐκ ἔχουσιν ἀριθμόν. ἐὰν δὲ τὰ ἄλλα κακά, τὰ πρακτὰ περὶ ὧν εἴρηται·" ἐν γέλωτι ἄφρων πράττει κακά", οὔκ εἰσιν ἐν λόγῳ τινὶ ἢ ἀριθμῷ· οὐ γὰρ τῶν ὄντων εἰσίν, ἐπινοήματά εἰσιν ἀνθρώπων, π̣ αραβάσεις̣ εἰσὶν θείων νόμων. τὸ διττὸν οὖν τῶν κακῶν λάμβανε σημαινόμενον. 13 κατέλαβόν με αἱ ἀνομίαι μου, καὶ οὐκ ἠδυνήθην τοῦ βλέπειν. δυνατὸν δὲ καὶ οὕτω λαβεῖν·" ὅτι περιέσχον με κακὰ" οὐχ ὑποπίπτοντα ἀριθμῷ– ὡς εἴρηται νῦν, δύο τρόπους–, διὰ τοῦτο·" αἱ γὰρ ἀνομίαι μου κατέλαβόν με". ἀπὸ ἄλλης δὲ ἀρχῆς αὐτὸ ἀναγνωστέον, συναπτομένου τοῦ·" ὅτι περιέςχον με κακά"·" σὺ δέ, κύριε, μὴ μακρύνῃς τοὺς οἰκτιρμούς σου ἀπ' ἐμοῦ"," ὅτι περιέσχον με κακά, ὧν οὐκ ἔστιν ἀριθμός". ἀμφοτέρων οὖν ἡγείσθω·" τὸ ἔλεός σου καὶ ἡ ἀλήθειά σου διὰ παντὸς ἀντελάβοντό μου". ὧδε οὖν τοῦτο λέγει· ἀνομίας λέγει τὰς ἑ´̣ ξε̣ ων ε᾿̣ νε̣ ργητικ̣ ὰς καὶ ὑποβαλλούσας τὰς ἀνομίας δυνάμεις." κατέλαβόν με" οὖν" αἱ ἀνομίαι μου, καὶ οὐκ ἠδυνήθην τοῦ βλέπειν"· βλαπτικαὶ γάρ εἰσιν τῶν ὄψεων τοῦ νοῦ, ἀβλεψίαν παρέχουσιν τῷ ὄμματι τοῦ ἔσω ἀνθρώπου. ἐπεὶ οὖν κατέλαβόν με, οὐ δύναμαι βλέπειν. καὶ αὐτὰς δὲ τὰς ἕξεις δυνατὸν λαβεῖν. ἡ προτέρα δὲ ἐξήγησις ἔλαβεν τὰς ἐνεργούσας δυνάμεις. καὶ αὐταὶ κατέ289 λαβόν με, διώκουσαι ὑποχείριόν με ἔλαβον, καὶ διὰ τοῦτο οὐ δύναμαι ὁρᾶν· βλαπτικαὶ γὰρ τῶν ὄψεών εἰσιν αἱ ἀνομίαι τοῦ ἔσω ἀνθρώπου. 13 ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου, καὶ ἡ καρδία μου ἐνκατέλιπέν με. ἐὰν θέλῃς αὐτὰς τὰς ἁμαρτίας, καταλαμβάνουσιν, ὅταν τις ὑποπέσῃ αὐταῖς καὶ ἁμαρτήσῃ· τοῦτο γὰρ παθὼν βλάπτεται τὸ διανοητικὸν τῆς ψυχῆς. ἐὰν δὲ καὶ τὰς ἐνεργούσας αὐτὰς δυνάμεις, ὁμωνύμως καλοῦνται π̣ ο̣ λλάκις τῷ ὀνόματι τῆς ἕξεως." καὶ ἡ καρδία μου ἐνκατέλιπέν με". ἐπεὶ αἱ ἀνομίαι αἱ καταλαβοῦσαί με καὶ ἀφελόμεναι τὸ βλέπειν μου" ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου ἐπληθύνθησαν"," ἐνκατέλειψέν με ἡ καρδία μου", οὐκε´̣ τ̣ ι ἔχω τὴν ἀνθρώπου καρδίαν τὴν σοφοῦ· ἡ τοῦ γὰρ λέγοντος ταῦτα καρδία σαρκίνη ἐστίν. ὅταν οὖν ἐνκαταλείψῃ τιν̣ ὰ η῾̣ σ̣ αρκίνη καρδία, λιθίνη γίνεται. 14 εὐδόκησον, κύριε, τοῦ ῥύσασθαί με. ἐπεὶ κατέλαβον αἱ ἀνομίαι καὶ βλέπειν οὐ δυ´̣ ναμαι καὶ ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου," εὐδόκησον τοῦ ῥύσασθαί με", ἵνα μὴ μείνῃ ἡ καρδία ἐνκαταλελειμμένη. ἐὰν δὲ περὶ τῶν τριχῶν ταύτης τῆς κεφαλῆς ᾐ῀̣ ν ὁ λό γος, ὑπερβολικῶς εἴρηκεν ε̣······ ἐὰν γένωνται ἀνομίαι, οὐ δύνανται ὑπερβαλεῖν τὸ πλῆθος τω῀̣ ν τριχῶν τῆς κεφαλῆς. ὑπερβολικῶς οὖν εἴρηται. ἐὰν δὲ μή, τοῦτο λέγει· αἱ γὰρ τρίχες τῆς κεφαλῆς μου, τουτε´̣ στιν τὰ ἀναίσθη̣ τα κ̣ ινήματα τὰ μὴ τῷ ὄντι πρέποντα νῷ, τρίχες εἰσίν· τῶν γὰρ ἐν ἡμῖν ἀναισθήτων καὶ αἱ τρίχες εἰσὶν αἱ ἁπτ̣ όμεναι. του῀̣ τ̣ ο̣ οὖν λέγει· καταλαβουσῶν τῶν ἀνομιῶν μου καὶ βλέπειν μη̣ κέτι δυναμε´̣ νου, ἐπληθύν̣ θησαν αἱ τρίχες τῆς κεφαλῆς μου, τὰ ἀναισθήτως διανοούμενα, τὰ ἀνοήτως ἐνθυμούμεν̣ α. διὰ τοῦτο ἡ καρδία μου, αὐτὸς ὁ νοῦς, ἐνκατέλιπέν με. οὐκέτι ἐμὸς νοῦς ἐστιν ὑποσυρεὶς ε̣ ἰς ἁμαρτίαν. 14 κύριε, εἰς τὸ βοηθῆσαί μοι πρόσχες. αἰτῶ σε γὰρ εὐδοκῆσαι τοῦ ῥύσασθαι οὐκ ἄλλου χάριν ἢ ἵνα π̣ ρόσχῃς τῷ βοηθῆσαί μοι. βοηθεῖς δέ μοι, ἐὰν ἐκτὸς τῶν κρατούντων πολεμίων με ποιήσῃς. 15 καταισχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ζητοῦντες τὴν ψυχήν μου τοῦ ἐξᾶραι αὐτήν. ἔλεγον μονοπρόσωπον εἶναι τὸν ψαλμ̣ όν. καὶ ἐὰν ἄνθρωπος ᾖν ὁ λέγων, περὶ ἀμφοτέρων δέησιν ἀναπέμπει περί τε τοῦ σώματος καὶ τῆς ψυχῆς. ἐα`̣ ν οὖν" ὁ τοῦ ἀνθρώπου υἱός", ὁ ἐκ τῆς Μαρίας προεληλυθὼς ναός, λέγῃ ταῦτα, ἐροῦμεν πρὸς τοὺς λέγοντας σῶμα μόνον ἀνειληφέναι διὰ τοῦ τὸ εἰρῆσθαι·" σῶμα δὲ κατηρτίσω μοι",– ἰδοὺ καὶ τοῦτο λέγει, τὸ αὐτὸ δὲ πρόσωπόν ἐστιν τὸ ἀπ̣ αγγέλλον. ἐντρέπονται καὶ αἰσχύνονται οἱ γνω῀̣ σιν λαμβάνοντες τῆς ἀληθείας. 15 ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ ἐντραπείησαν οἱ θέλοντές μοι κακά. μέγα πρᾶγμά ἐστιν τὸ τὴν κακίαν εἰς τὰ ὀπίσω ἀποστραφῆναι· τὸ ἔνπροσθεν γὰρ ἐλαύνειν βλαβερόν ἐστιν." εἰς τὰ ὀπίσω" οὖν" ἀποστραφείησαν" ὡ´̣ στε μὴ αὐξῆσαι τὴν ὁδόν, μὴ ἐλάσαι ἐπὶ τὸ χεῖρον. 16 ἐνδυσάσθωσαν παραχρῆμα αἰσχύνην αὐτῶν οἱ λέγοντές μοι· εὖγε εὖγε. ἐστὶν εὐχόμενος περὶ ὧν λέγει" παραχρῆμα", ἵνα̣ μὴ ἐπιμείνωσιν ἐν τῷ κακῷ, ἵνα̣ μὴ ἀδιαλείπτως λέγωσι̣ ν·" εὖγε εὖγε εὖγε". ἐπιχαιρεκάκων ἐστὶν λέγειν" εὖγε εὖγε" ἐπ̣ ὶ τ̣ οῖς παθοῦσιν α᾿̣ νάρεστόν τι. 17 ἀγαλλιάσαιντο καὶ εὐφρανθείησαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, κύριε. εἰπὼν πε̣ ρὶ τῶν ἐναντίων, ἵν̣ α καὶ αἰσχυνθῶσιν καὶ ἐντραπῶσιν καὶ εἰς τὰ ὀπίσω ἀποστραφῶσιν ἐπιχαιρε̣ κ̣ άκως λέγοντες" εὖγε εὖγε", λέγει·" ἀγαλλιάσαιντο καὶ εὐφρανθείησαν ἐπὶ σοί, κύριε, οἱ ζητοῦντές σε". τότε ἀγαλλιώμε̣ θα καὶ εὐφραιν̣ όμ̣ εθα, ὅταν ζητήσαντες εὕρωμέν σε· ἀγαλλιᾶται γὰρ καὶ εὐφραίνεται ὁ ζ̣ η̣ τῶν τι, ὅταν αὐτὸ εὕρ̣ ῃ. κἂν οὖν ἐπίπονα, κἂν ἄλλα βλάπτοντα ἐπέλθῃ, ζητοῦμέν σε εὑρεῖν βοηθόν. τότε̣ δε`̣ φαινόμενος βοηθεῖς κ̣ αὶ λέγεις·" ἔτι σοῦ λαλοῦντος ἐρῶ· ἰδοὺ πάρειμι". 290 17 καὶ εἰπάτωσαν διὰ παντός· μεγαλυνθήτω ὁ κύριος. ἐπεὶ εὑρόντες σε εὐχαριστοῦντες" εἰπάτωσαν διὰ παντός· μεγαλυνθήτω ὁ κύριος", ἔχοιεν ἐκεῖνα τὰ δι' ἃ ὑμνεῖν ὀφείλουσιν καὶ ἀγαλλιᾶσθαι. εἰπάτωσαν διὰ παντός δύναται δὲ καὶ τοῦτο· μὴ ὑπάρξοι ποτὲ αὐτοῖς ἀχ̣ αριστία. 17 οἱ ἀγαπῶντες τὸ σωτήριόν σου. τὴν δικαίου σωτηρίαν ἢ τὸν αἴτιον αὐτοῖς γινόμενον σωτηρίαν μέλλουσαν." διὰ παντὸς Μεγαλυνθήτω ὁ κύριος, λεγέτωσαν". ἀγαπῶντες τὸ σωτήριόν σου καὶ μεγαλύνουσιν διὰ παντὸς ἐπ' αὐτῷ τὸν θεόν. 18 ἐγὼ δὲ πτωχὸς καὶ πένης εἰμί· κύριος φροντιεῖ μου. διὰ τοῦτο παρακαλῶ ὑπαρχθῆναί μοι τὴν σὴν βοήθειαν κ̣ αὶ εὐδοκῆσαί σ̣ ε τοῦ ῥύσασθαί με, ὅτι" πτωχὸς καὶ πένης εἰμί". οὐ δύναμαι ἐμαυτῷ ἐπαμύνειν, οὐ δύναμαι ἔξωθεν ἐμαυτὸν τῶν ἐπικειμένων ποιῆσαι, εἰ μὴ σὺ βοηθήσῃς." πτωχὸς" οὖν" εἰμι καὶ πένης". διαφορὰ δὲ τούτων καὶ ἄλλοτε εἴρηται. 18 βοηθός μου καὶ ὑπερασπιστής εἶ μου σὺ εἶ· ὁ θεός μου, μὴ χρονίσῃς. ἐπεὶ σὲ βοηθὸν ἐπεκαλεσάμην καὶ ὑπερασπιστὴν προβάλλ̣ οντα ὑπὲρ ἐμοῦ τὴν ἀσπίδα σου– α̣ ὑ´̣ τη δέ ἐστιν ἡ ἀλήθεια·" ὅπλῳ" γὰρ" κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ"–," μὴ χρονίσῃς", μὴ ὑπὲρ δύναμιν ὁ ἀγών μοι γένηται. ὅτ̣ ε οἶδας καίριον εἶναι ἐπινεῦσαι καὶ βοηθῆσαι καὶ ῥύσασθαι, τοῦτο γενέσθω· ὁ´̣ σον γὰρ ἧκεν ε̣ ἰς τὴν ἐμὴν δύναμιν καὶ τὴν φύσιν, ἀσθενής εἰμι ἐμαυτῷ βοηθῆσαι, ἔξω ἐμαυτὸν ποιῆσαι τῶν ἐπικειμένων κακῶν. 290 1– 2 Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυίδ. μακάριος ὁ συνίων ἐπὶ πτωχὸν καὶ πένητα. καὶ τοῦτον τὸν ψαλμὸν ἐκ προσώπου τοῦ σωτῆρος ἐκλα̣ μβάνουσιν πολλοὶ διὰ τ̣ ὸ κ̣ εῖσθαι ὧδε ῥητὰ λημφθέντα ἐν τῷ εὐαγγελίῳ ὡς ὑπὸ τοῦ σωτῆρος εἰρημμένα καὶ περὶ τοῦ σωτῆρος πραχθέντα καὶ θεωρηθέντα." μακάριος", φησίν," ὁ συνίων ἐπὶ πτωχὸν καὶ πένητα". καὶ πρὸς τὸ ἦθος ἐξηγ̣ ήσαντο πολλοὶ τοιαῦτα ὅτι· διάφοροί εἰσιν οἱ πενόμενοι καὶ οἱ πτωχοί· καὶ ὁ τούτοις κοινωνῶν ὀφείλει κατὰ ἀναλογίαν τὴν κοινωνία̣ ν π̣ οιεῖν· τότε γὰρ συνετῶς ποιεῖ. οὐ πάντα ἀποροῦντα τροφῆς δεῖ τρέφειν. οὐκ ἔστιν δὲ ἀπορῶν τροφῆς διὰ τὸ ἀσώτως πρότερον ἐζηκέναι– μέθαις ἐσχόλασεν, πάντα ἃ εἶχεν ἀσέμνως καὶ φαυ´̣ λως κατεδαπάνησεν–, ἄλλος δὲ ἢ διὰ νόσον μακρὰν ἢ διὰ πολυπαιδίαν. δεῖ οὖν μετὰ συνέσεως παρέχειν ἑκάστῳ. εἴ τις οὖν μὴ ἔχει πᾶσιν διδόναι, ἐκείνοις̣ οἷς ὀφείλει δοῦναι, μετὰ συνέσεως ὀφείλει τοῦτο ποιεῖν, εἰ δὲ δύναται, καὶ τοῖς ἄλλοις οἰκτίρμων γινόμενος κατὰ τὸν ἐν τ̣ οῖς οὐρανοῖς πατέρα, ἀνατέλλων οὐ μόνον ἐπὶ ἀγαθοὺς τὸν ἥλιον, ἀλλὰ καὶ ἐπὶ πονηρούς ἀνατέλλων οὐ μόνον ἐπὶ ἀγαθοὺς τὸν ἥλιον, ἀλλὰ καὶ ἐπὶ πονηρούς. ὅταν μέντοι μὴ οἷός τε πᾶσιν ἐπαρκεῖν, μετὰ συνέσεως̣ ποιείτω το̣ ῦτο. δύναται καὶ π̣ ε̣ ρὶ̣ τοῦ σωτῆρος τοῦτο ληφθῆναι·" δι' ἡμᾶς" γὰρ" ἐπτώχευσεν", καὶ οὐκ ἄλλου χάριν." ἐπτω´̣ χευσεν δι' ἡμα῀̣ ς", ἵν̣ α ἀπὸ πτωχείας ἡμᾶς ἐλευθερώσῃ, ἵνα ἀπὸ πενί ας ἡμᾶς ἀποστήσῃ." τὸν μὴ γνόντα", φησίν," ἁμαρτίαν̣ ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν"– ἥδε ἡ πτωχεία αὐτοῦ–," ἵν' ἡμεῖς γενώμεθα δικαιοσύνη θεοῦ ἐν αὐτῷ". ἐρύσθη················ οὐκ̣ ἐκρατήθη. εἰ καὶ γέγονεν ἁμαρτία, ἀλλ' οὐχ ἵνα μείνῃ ἁμαρτία, ἀλλ' ἵν' ἐλευθερώσῃ τοὺς·············· π········" γιγνώσκετε τὴν χάριν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι πλούσιος ὢν δι' ἡμᾶς ἐπτώχευσεν". καὶ τό γε παράδοξον·" πλούσιος ὢν" π̣ τωχός ἐστιν, καὶ ἡ πτωχεία αὕτη ἡμᾶς πλουσίους κατασκευάζει ἢ ποιητικὴ πλουσίων ἐστίν. οὐ καθάπαξ ἐστὶν πτωχός, ἀλλὰ πρὸς τὸν πλοῦτον αὐτοῦ. 2 ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν κύριος. ἐρύσατο τὸν Ἰησοῦν" ἐν ἡμέρᾳ πονη̣ ρᾳ῀̣", ὅτε περιστοιχ̣ ίζοντ̣ ες αὐτὸν ἔλεγον·" σταύρου, σταύρου αὐτόν· οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα". ἐρύσθη δὲ καὶ ἀπὸ τη῀̣ ς η῾̣ μέρ̣ ας τῆς πονηρᾶς, ὅτι γενόμενος ἁμαρτία δικαιοσύνης γέγονεν ποιητικός. τὸ τῆς συνέσεως ὄνομα ἐπ̣ ὶ τοῦ εὖ ποιεῖν τοὺς ἀδελφοὺς δεομένους λαμβάνεται· καὶ γὰρ ὁ ἀπόστολος περὶ προςφορᾶς λέγει·" νόει ἃ λέγω· δώῃ γάρ σοι ὁ θεὸς σύνεσιν ἐν πᾶσιν". 291 ἔστιν δὲ σύνεσις ἐπιστήμης συνβλητῶν καὶ μὴ συνβλητῶν. συνβλητά εἰσιν τὰ ὁμοιούμενα, τὰ ἰσαζόμενα, ὅταν ἄλλο ἄλλῳ συναγάγωμεν καὶ εὑρίσκωμεν αὐτὸ ἢ καθ' ὁμοιότητα ἢ κατ' ἰσότητα τὴν ταὐτότητα ἔχειν. ὁ οὖν σύνεσιν ἔχων ἐπίσταται, ποῖα ποίοις συνάπτεται καὶ ποῖα ποίοις οὐχί. 3 κύριος διαφυλάξαι αὐτὸν καὶ ζήσαι αὐτὸν καὶ μακαρίσαι αὐτὸν ἐν τῇ γῇ. περὶ ἀμφοτέρων δύναται λέγεσθαι· κύριος φυλάξει τὸν πτωχὸν καὶ πένητα. διὰ τοῦτο καὶ τὸν συνίοντα εἰς ταὐτὸν αὐτῷ ἤγαγεν. πού ποτε ἐλέχθη ὅτι̣· ὅταν ἴδῃς, φέρε, κάμνοντα καὶ ἄφνω ἐληλυθότα διὰ ἄλλην πρόφασιν ἐκεῖ ἰατρόν, σκόπει ὅτι ὁ θεῖος τῆς προνοίας λ̣ όγος ἠγίοχεν τὸν ἰατρόν, οἰκτίρμονα ἰατρόν, ἵνα συνπαθήσας τῷ κάμνοντι βοηθήσῃ αὐτῷ ἰατρικῶς. ἠ´̣ τ̣ οι δὲ τὸν πτωχὸν καὶ πένητα μακαρίζει καὶ ζῆν αὐτὸν ποιεῖ ἐν τῇ γῇ ἢ τὸν συνιέντα καὶ σύνεσιν λαβόντα ἐπὶ πτωχὸν κ̣ α̣ ι`̣ καὶ πένητα. περὶ τοῦ σωτῆρος ἐὰν λέγῃς, διαφυλάττει αὐτὸν καὶ ζῆν αὐτῷ παρέχει· εἰ γὰρ καὶ" ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ". κατὰ κοινοῦ τὸ" ἐν τῇ γῇ" λάβε. 3 καὶ μὴ παραδῷ αὐτὸν εἰς χεῖρας ἐχθρῶν αὐτοῦ. οὐ παραδίδωσιν τὸν τοιοῦτον" εἰς χεῖρας ἐχθρῶν αὐτοῦ". πολλοὺς ἔχει ὁ τοιοῦτος ἐχθ̣ ρούς, πολλοὺς ἐφεδρεύοντας ἔχει· ἐπεὶ γὰρ μ̣ α̣ κάριος ἀνήρ ἐστιν καὶ σύνεσιν ἔχει ἐπὶ πτωχὸν καὶ πένητα κατὰ πάσας τὰς ἀποδοθείσας σαφηνείας, καὶ πολλοὺς ἔχει τοὺς ἐφεδρεύοντας· ῥύσεται γὰρ αὐτὸν ὁ θεὸς ἐκ τῶν χειρῶν αὐτῶν. οὐ ῥύεται δὲ ἐκ τῆς χειρὸς τῶν διωκ̣ όντων ὁ ἐπιδιδόμενος αὐτοῖς. 4 κύριος βοηθήσει αὐτῷ ἐπὶ κλίνης ὀδύνης αὐτοῦ. ὧδε περὶ τοῦ πτωχοῦ λέγει· κἂν ἐπὶ κλίνης γένηται νοσῶν καὶ ὀδυνηρὸν ᾖν αὐτῷ τὸ τοιοῦτον, βοηθεῖ αὐτῷ ὁ θεός. ἔχε τὰ περὶ τῶν παραλυτικῶν ἐν τοῖς εὐαγγελίοις εἰρημένα· ἐν κλίνῃ ὀδύνης ἔμεινεν ὁ τριάκοντα καὶ ὀκτὼ ἐνιαυτοὺς βεβλη̣ μένος κλινήρης ὥστε μηδὲ σαλευθῆναι δύνασθαι μηδὲ διαναστῆναι. καὶ ἄλλοι δὲ τοιοῦτοι ἀνεγράφθ̣ ησαν ἐν τοῖς εὐαγγελίοις πα̣ ραλυτικοίς. οὐ πᾶς δὲ ὁ ἐπὶ κλίνης ὀδύνην καὶ ἀρρωστίαν ἔχων ῥύεται. Ὀχοδίας οὖν ἀπὸ τῆς κοίτης ἔπεσεν ἐκ τοῦ ὑπερῴου καὶ ἀπέθανεν. εἰ δὲ πρὸς ἀναγωγήν, τὸ σῶμα πολλάκις κλίνη ὀνομάζεται τῆς ψυχῆς. καὶ πολλαί εἰσιν γραφαὶ συναγορεύουσαι τῇ τοιαύτῃ θεωρίᾳ. ὅταν τις οὖν ἐν τῷ φθαρτῷ σώματι ᾖν καὶ τῷ γ̣ ηΐνῳ σκήνει ὃ" βρίθει νοῦν πολυφρόντιδα," ἐπὶ κλίνης ὀδύνης" ἐστίν· ἀλλ' ὅταν βοηθήσῃ αὐτῷ θεός, ποιει῀̣ αὐτὸν ὑπωπιάζειν τὸ σῶμα καὶ δουλαγωγεῖν, καὶ οὐκέτι ἐπὶ τοῦ σώματος βέβληται, ἀλλ' αὐτὸς λοιπὸν αἴρει τὸν κράβακτον̣ καὶ περιπατεῖ. τὸ σῶμα οὖν κλίνη ἐστίν. ὁ φιλήδονος, ὁ φιλοπαθής, ὁ τὰ τοῦ σώματος ἀποδεχόμενος καὶ πράττω̣ ν ὀδυνᾶται ἐπὶ κλίνης, ἀλλὰ βοηθεῖ αὐτῷ ὁ θεὸς καὶ ποιεῖ αὐτὸν ὑγιῆν, ἵν' ὑγιὴς γενόμενος μηκέτι αὐτὸς ᾖν βεβλημ̣ ε´̣ νος ε᾿̣ πὶ τη῀̣ ς κ̣ λίνη̣ ς, ἀλλὰ αὐτὸς αὐτὴν βαστάζῃ, καὶ ὡς λέγουσιν οὕτως, ὅτι ὅταν ἄρχῃ ἡ ψυχὴ τοῦ σώματος. ἐπερ· ποῖοί ει᾿̣ σιν ο̣ ι῾̣ ε῾̣ ξ̣ ήκοντα δυν̣ ατοί, οἵ εἰσιν ἐν εὐλογίᾳ παραλαμβανόμενοι, οἱ κύκλῳ τῆς στρωμνῆς; ἀπὸ τοῦ Ἀβραὰμ ἕως ἐννεακαίδεκα καὶ ἀπὸ. οὗτοι οὖν εἰσιν οἱ ἑξήκοντα δυνατοὶ οἱ περὶ τὸ σῶμα τοῦ σωτῆρος διακονήσαντες αὐτοῦ τῇ γενέσει. λεκτέον δε`̣ καὶ οὑ´̣ τως· ε᾿̣ ν ἓξ ἡμέραις ὁ κόσμος γέγονεν, καὶ τέλειος ἀριθμός ἐστιν, ὡς πολλάκις ἀποδέδοται· ἐν δεκάσιν γὰρ ὁ ἑξήκοντα̣ ἕξ ἐστιν. ὁ ὑπ̣ ερ̣ βὰς οὖν τὸν κόςμον καὶ ἄνω γενόμενος δυνατός ἐστιν" δεδιδαγμένος πόλεμον ἀνὴρ" ὤν, ἔχων ῥομ̣ φαίαν" ἐπὶ μηρὸν αὐτοῦ". περὶ τὴν κλίνην οὖν τοῦ Σολομῶντος οὗτοι οἱ ἑξήκοντα δυνατοί εἰσιν, περὶ τὸ σω῀̣ μα τὸ κυριακόν, κυκλ̣ οῦντες αὐτό, σκοποῦντες, διὰ ποίαν αἰτίαν ἐσωματώθη ὁ σωτήρ." ἑξήκοντα" οὖν" δυνατοὶ κύκλῳ αὐτῆς, πάντες ῥομφαίαν κατέχοντες". ξιφήρεις εἰσίν. εἰσὶν δὲ ξίφη ἃ κατέχουσιν οἱ σοφοί·" καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐν τῷ λάρυγγι αὐτῶν"," καὶ ῥομφαίαν δίστομον ἐν ταῖς χερσὶν αὐτῶν". ῥομφαίας διστόμους̣ ἔχουσιν ἐν τα̣ ῖς χερσίν. ἔχουσιν δὲ καὶ" ἐπὶ μηρόν". καὶ ἐπεὶ ἐπιθαλάμιόν ἐστιν τὸ δρᾶμα περὶ νυ´̣ μφης καὶ νυμφίου γάμων τοὺς̣ περὶ τὸν νυμφίον 292 σώφρονας λέγει θέλει δεῖξαι καὶ λέγει, ὅτι ἐπὶ τὸν μηρὸν ἔχουσιν ῥομφαίαν περιτέμνοντες τὰς αἰσχρὰς ὀρέξεις. 4 ὅλην τὴν κοίτην αὐτοῦ ἔστρεψας ἐν τῇ ἀρρωστίᾳ αὐτοῦ. τοῦτο λέγει· οὐ βραχεῖαν τῷ μεγάλα νοσήσαντι ἴασιν δέδωκεν, ἀλλ'" ὅλην τὴν κοίτην αὐτοῦ" ἔστρεψεν ἀπὸ τῆς ἀρρωστίας, ἵνα μηκέτι ἀρρωστῇ, ἀλλ' ὑγιαίνῃ, ὡς εἶπον περὶ τοῦ παραλυτικοῦ. ἐρεῖς δὲ καὶ περὶ τοῦ Λαζάρου τοῦ εἱλκωμένον ἔχοντος σῶμα ὅτι, ὅτε μετηνέχθη ἐντεῦθεν ὑπὸ τῶν ἀγγέλω̣ ν, ὅλη ἡ κοίτη αὐτοῦ ἐστράφη, ὅλη ἡ ἀρρωστία αὐτοῦ. οὐκέτι ἀρρώστως ἐβέβλητο. εἰς κόλπους γοῦν τοῦ Ἀβραὰμ λοιπὸν διέτριβεν. 5 ἐγὼ εἶπα Κύριε, ἐλέησόν με. λοιπὸν λέγει ὅτι· συνήργησεν τὸ ἐφ' ἡμῖν τῷ ῥυσθῆναι ἀπὸ τῆς κοίτης τῆς α᾿̣ ρρωστίας καὶ βοηθηθῆναι ἀπὸ τῆς κλίνης τῆς ὀδύνης· ἐγὼ γὰρ τοῦτο ἐποίησα," ἐγὼ εἶπα Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι". ὁρᾷς ὅτι, ὅτε ἡμάρτησεν, τότε ε᾿̣ νόσ̣ ει καὶ τότε ἐβέβλητο ἐπὶ κοίτης̣ καὶ κλίνης. ὅταν τις οὖν γνῷ τὸν δυνάμενον̣ ῥυσθῆναι, τεύξεται τοῦ σπουδαζομένου, παραπλησίως τῷ·" θέλω, καθαρίσθητι"," ἔγειρε, ἆρον τὸν κράβακτόν σου καὶ περιπάτει"." ἐγὼ" οὖν τοῦτο" εἶπα Κύριε, ἐλε´̣ ησον". διὰ τοῦ εἰπεῖν·" κύριε, ἐλέησόν με", ἔδειξα ὅτι ἐμαυτῷ οὐκ ἠδυνάμην ἐλεηθῆναι. 5 ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. σοὶ ἥμαρτον. οὕτω πλησίον σχεδὸν πάντες ἁμαρτάνομεν εἰς θεὸν πολλὰ ἀγνοο̣ ῦντες τῶν περὶ αὐτοῦ, πολλὰ παρο ρῶντες τῶν κατὰ τοὺς νόμους αὐτοῦ δεῖ ποιεῖν." ἥμαρτον" οὖν" σοι", ἀλλὰ ε̣ ἰπὼν" Κύριε, ἐλέησόν με", ἔσ̣ χ̣ ο̣ ν τὸ τῆς αἰτήσεως. 6 οἱ ἐχθροί μου εἶπον κακά μοι Πότε ἀποθανεῖται, καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ; ἔλεγον τὸν ψαλμὸν τοῦτον ἐκ προσώπου τοῦ σωτῆρος κατὰ τὸν ἄνθρωπον λέγεσθαι. καὶ ἐπεὶ ἐχθροὶ αὐτοῦ γεγόνασιν οἱ Ἰουδαῖοι οἷον προδόται τῆς ἀληθείας, οἱ μὴ νοήσαντε̣ ς τὸν ἐπιδημήσαντα, γέγονεν δὲ καὶ ὁ Ἰούδας εἷς τῶν μαθητῶν ὑπάρχων, περὶ τῶν ἐχθρῶν λέγει τῶν κατ' αὐτοῦ ἐπεληλυθότων ὁτὲ μὲν ἑνικῶς εἰς τὸν Ἰούδα ἀνάγων τὸν λόγον τὸν ἔξαρχον τῆς προδοσίας, ὁτὲ δὲ πληθυν̣ τικῶς διὰ τοὺς ἀκολουθοῦντας αὐτῷ καὶ ἀναιρήσαντας τὸν Ἰησοῦν. οὐκ ἐνταῦθα δὲ μόνον τοῦτο γίνεται, ἀλλὰ κ̣ αὶ ἐν τῷ ἑκατοστῷ ὀγδόῳ ψαλμῷ λέγεται·" ἐλάλησαν κατ' ἐμοῦ γλώσσῃ δολίᾳ καὶ λόγοις μίσους ἐκύκλωσάν με. ἀντὶ τοῦ ἀγαπᾶν με ἐνδιέβαλλόν με, ἐγὼ δὲ προσηυχόμην· καὶ ἔθεντο κατ' ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου. κατάστησον ἐπ' αὐτὸν ἁμαρτωλόν, καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ"– τοῦτο ἑνικῶς περὶ Ἰούδα λέγει–·" ἐν τῷ κρίνεσθαι αὐτὸν ἐξέλθοι καταδεδικασμένος, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω ἕτερος". ὁτὲ μὲν οὖν περὶ τοῦ Ἰούδα, ὁτὲ δὲ περὶ τῶν ὁμοφρονησάντων αὐτῷ λε´̣ γει, κ̣ αὶ διὰ το̣ ῦτο ἐν τοῖς αὐτοῖς στίχοις ὅπου μὲν ἑνικῶς, ὅπου δὲ πληθυντικῶς. καὶ ὧδε οὖν λέγει·" οἱ ἐχθροί μου εἶπον". τοῦτο εἴρηκαν· τ̣ ὰ κακά, ἃ νομίζουσιν κακά, κατ' ἐμοῦ εἶπον·" πότε ἀποθανεῖται, καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ"; ἐνόμισαν γάρ, ὅτι ἀποθανόντος τοῦ Ἰησοῦ σβέννυται αὐτοῦ ἡ διδασκαλία καὶ ἡ περὶ αὐτοῦ φήμη, κα̣ ὶ ἐ´̣ λεγον·" πότε ἀποθανεῖται"; τοὐναντίον δὲ ἀπέβη ᾧ ἐνόμισαν. οὐχ οὕτως τὸ ὄνομα αὐτοῦ διέλαμψεν ὅτε ἔζη καὶ ἐν βίῳ ἦν ὡς ὅτε ἐσταυρώθη καὶ ἀνελήμφθη. πρὸς δὲ ἀναγωγὴν περὶ ετερ τῶν ἑτεροδόξων τοῦτο λημπτέον· ὅσοι γὰρ οὐκ ὀρθῶς φρονοῦσιν, ἀλλὰ ἀπατώμενα καὶ ἀσεβῆ λέγουσιν περὶ τοῦ σωτῆρο̣ ς, ἐκεῖνοι εἶπον κατ' αὐτοῦ κακά. καὶ ἐπειδὴ ἔστιν τις ἔξαρχος τῶν αἱρέσεων, ὁ ψευδοσλόγος ἢ καὶ ὁ ὑποβολε̣ ὺς αὐτο̣ ῦ διάβολος, διὰ τοῦτο καὶ ἑνικῶς λέγει περὶ τοῦ τοιούτου. ἐπερ· ἡ τοῦ σωτῆρος οὖν ψυχὴ ἥμαρτε̣ ν̣;– ψυχ̣ ὴ αὐ293 τοῦ ἐστιν πᾶσ̣ α̣ ἡ σπουδαία, οὐχ ὅταν ἁμαρτάνῃ. ὡς λέγομεν θεοῦ ἄνθρωπον, οὕτω καὶ ψυχὴν Ἰησοῦ. ὁτὲ μὲν λέγομεν ψυχὴν Ἰησοῦ αὐτὴν ἣν ἀνείληφεν, ὁτὲ δὲ ψυχὴν Ἰησοῦ οὕτως τὴν οἰκειωθεῖσαν αὐτῷ, καθ' ὃ σημαινόμενον λέγεται·" αἱ ψυχαὶ πᾶσαι ἐμαί εἰσιν". εἰ δὲ πᾶσαι τοῦ σωτῆρός εἰσιν, καὶ ἑκάστη. ἐπερ· ἡ τῶν ἁγίων οὖν ψυχὴ ἁμαρτάνει;– ἡ τῶν ἁγίων οὖν ψυχὴ ἁμαρτάνειν̣ λέγεται οὕτω, ὅταν γένηται ἐν προπαθείᾳ. καὶ πολλάκις ἐκείνῳ τῷ παραδείγματι κεχρήμεθα ὅτι· τὸ ῥυπωθὲν ἱμάτι̣ ον ἐὰν λάβῃ τινὰ μολυσμὸν ἀπὸ θίξεως, οὐδὲ φαίνεται ὅλως. ἐὰν δέ μοι λάβῃς ὁλοκάθαρον ἱμάτιον ευ᾿̣ θ̣ έως ἐκ γναφείου ἐλθόν, κἂν ψαύσῃς αὐτοῦ, λέγεται μεμολύνθαι. ἐπερ· τὸ σῶμα οὐ γίνεται ἐν ἁμαρτίᾳ;– ἡ ψυχή μου γ̣ ίνεται ἐν π̣ ροπα̣ θείᾳ·" ἤρξατο" γοῦν" θαμβεῖσθαι καὶ ἀ δημονεῖν". ἐντεῦθεν ἐλέγχονται οἱ ὀρεκτικὴν δύναμιν τὴν λεγ̣ ομε´̣ νην̣ ἄλογον προσάπτοντες τῷ Ἰησοῦ. τὸ ἄλογον ζῷον δύναται μὲν ἄρξασθαι τοῦ θ̣ αμβεῖσθαι, οὐ μὴν ἀδημονεῖν̣· ξένον γάρ ἐστιν ζῴου τὸ ἀδημονεῖν. ἀπὸ τοῦ ἀδημονεῖν καὶ τοῦ θαμβεῖσθαι τὴν ἀρχὴν αὐτῷ προσῆψαν. οὔκ ἐστιν̣ δὲ ἀρχὴ ἡ μετὰ τὴν προπάθειαν· οἷον τὸ πάθος οὔκ ἐστιν ἀρχή, ἀλλ' ἡ πρ̣ οπάθεια αὐτή. καὶ ἐν ἄλλῳ γοῦν ψαλμῷ λέγεται·" ἀντιλήμπτωρ μου· οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον". ἐπερ· τὸ ἀδημονεῖν τί ἐστιν̣;– λύπη ἐστὶν λογικοῦ μετὰ τοῦ ἀναπολεῖν τὰ αἴτια τῆς λύπης. 7 καὶ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει. περὶ τοῦ Ἰούδα λοιπο`̣ ν λέγει· εἴ ποτε" εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει"· ὡς ἔλεγον ἀρτίως, ὅτι ὁ ἔχων τι πλέον περὶ ἄλλους λόγους ἔχει τι πλέον τῶν ἄλλων ἀνθρώπων, οὕτω καὶ ὁ Ἰούδας εἶχέ τι πλέον τῶν ἄλλων προδοτῶν· ὠφέλητο γὰρ πολλῷ χρόνῳ καὶ εἶχεν ἐνκατάλειμμα καὶ ζώπυρον τῆς παιδεύσε̣ ως. εἰσήρχετο οὖν πολλάκις πρὸς τὸν Ἰησοῦν, ὡς καὶ ἐν τῷ συνσιτίῳ εὑρεθῆναι τοῦ πάσχα, ἀλλὰ" μάτην ἐλάλει" ὅτε ἔλεγεν ὅτι·" ῥαββί", καὶ ἐφίλησεν αὐτ̣ όν̣. λέγει·" ὃ ποιεῖς, ποίησον ἐν τάχει". ῥήματα τιμῆς ἐνέφαινεν πρὸς τὸν Ἰησοῦν. μάτην δὲ ἐλάλει αὐτά· ἵνα δείξῃ γὰρ αὐτὸν τοῖς ἐληλυθόσιν ἐπὶ συνλήμψει αὐτοῦ, εἴρηκεν αὐτά, οὐχ ἵνα τῷ ὄντι τὸ σέβας ἐνφανίσῃ το`̣ πρὸς τὸν διδάσκαλον ὡς πρότερον ἐποίει. πάντα οὖν τὰ μὴ κατὰ λόγον ἀληθ̣ ῶς γινόμενα μάτην ἀπαγγέλ λεται. 7 ἡ καρδία αὐτοῦ συνήγαγεν ἀνομίαν ἑαυτῷ. εἰ καὶ συνήγαγε̣ ν̣ ἀνομίαν ἡ καρδία αὐτοῦ, ἀλλ' οὐκ ἄλλῳ ἢ ἑαυτῷ." τί μοι θέλετε δοῦναι, κἀγὼ παραδίδωμι ὑμῖν αὐτόν". συνήγαγεν ἀνομίαν ἡ καρδία αὐτοῦ ποιε̣ ῖν ὅτε ἔδωκεν τὴν καρδίαν τῷ διαβόλῳ·" καὶ εἰσῆλθεν μετὰ τὸ ψωμίον ὁ διάβολος εἰς αὐτόν". ἀνομίαν οὖν πεποίηκεν ὁ Ἰούδας. ἄνομον ἦν τὸ προδοῦναι τὸν Ἰησοῦν, τὸ ἐχθρὸν τοῦ διδασκάλου τοῦ τοσαῦτα ὠφ̣ ελήσαντος αὐτὸν εὑρεθῆναι. ταύτην οὖν τὴν ἀνομίαν, ἣν συνῆγεν νομίζων ὅτι περιβαλεῖ θανάτῳ τὸν διδάσκαλον αὐτοῦ, ἑαυτῷ συνηγ̣ ίοχεν· οὐχ ἥψατο γὰρ ἐκείνου. ἀνέστη οὖν ἐκ νεκρῶν, καὶ πάντα τὰ ἐκείνων σπ̣ ουδάσματα················· μεγαλειότης ἀνεδείχθη. 7 ἐξεπορεύετο ἔξω καὶ ἐλάλει. τοῦτο ἐγίνετο·························· καὶ μετά τινος τιμῆς προσήρχετο εἴτ'" ἐξήρχετο ἔξω"– ἡ καρδία αὐτοῦ περὶ τ·························· ἐλθοῦσιν ἐπὶ συνλήμψει τοῦ Ἰησοῦ ὅτι·" οὗτός ἐστιν, κρατήσατε αὐτόν"." ἐξεπορεύετο·························· καὶ ἐξεπορεύετο. εἰώθασιν γοῦν τινες λέγειν ὅτι οὐδὲ ἔξω οὐδε`̣ ἐ´̣ σω ε᾿̣ στίν. τέλος·························· ὅτι προδέδωκεν τὸν Ἰησοῦν." εἰδὼς" δέ, φησίν," ὅτι κατεκρίθ̣ η, ἀπελθὼν ἀπήγξατο".······················ το·" εἰδὼς ὅτι κατεκρίθη" Ἰησοῦς ὑπὸ τοῦ Πιλάτου, μετεμελήθη πάνυ," καὶ ἀπελθὼν ἀπήγξατο".··············" ἑωρακὼς ὅτι κατεκρίθη" αὐτὸς προδοθέντος τοῦ τηλικούτο̣ υ διδασκάλο̣ υ, 294······························ προδέδωκεν, καὶ ἀπελθὼν τὸ ζῆν ἀνχόνῃ προσαπέρηξεν. 8 κατ' ἐμοῦ ἐψιθύριζον πάντες οἱ ἐχθροί μου. οὐδεὶς αὐτῶν μετὰ παρρησίας κατ' ἐμοῦ ἐλάλει. καὶ τοὺς Ἰουδαίους οὖν εὑρίσκεις ζητοῦντας, πῶς λάθρα αὐτὸν λάβωνται, καὶ ἐψιθύριζον πρὸς τὸν Ἰούδα, καὶ αὐτὸς πρὸς αὐτούς· μὴ γὰρ ἐν συναγωγῇ εἰσελθὼν ἀνεβόησεν τοῦτο̣·" τί μοι θέλετε δοῦναι, κἀγὼ ὑμῖν αὐτὸν παραδώσω". αὐτοὶ γοῦν ἐκεῖνοι οὐχ ἡμέρας ἦλθον συνλαβεῖν αὐτόν. τοῦτο οὖν αὐτὸς λέγει ὁ Ἰησοῦς·" καθ' ἡμέραν διδάσκω" ἐν τῇ συναγωγῇ, καὶ νῦν" ὡς ἐπὶ λῃστὴν ἤλθατε". 9 λόγον παράνομον κατέθεντο κατ' ἐμοῦ. τὰς γραφὰς ἀνεγίγνωσκον" κατὰ πᾶν σάββατον", ἵνα μάθωσιν τὰ τοῦ νόμου. καὶ ἐκ τοῦ ἐναντίου δέον̣ σ̣ ὺν νόμῳ αὐτοὺς ἀναγιγνώσκοντας γνῶναι, τίς ἐστιν ὁ προφητευόμε νος καὶ ὁ μαρτυρούμενο̣ ς̣ ὑπὸ τῶν γραφῶν," παράνομον λόγον ἔθεντο κατ' ἐμοῦ" λέγοντες ὅτι·" οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰ μὴ ἐν τῷ Βεεζεβούλ"." εἰ ἦν οὗτος ὁ ἄνθρωπος παρὰ θεοῦ, οὐκ ἔλυεν τὸ σάββατον̣"." οὐ καλῶς ἐλ̣ έγομεν ἡμεῖς ὅτι Σαμαρίτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις"; οὗτός ἐστιν ὃν κατέθεντο κατ' αὐτοῦ λόγον παράνομον. δ̣ υνατὸν δέ, ἐπεὶ καὶ ε᾿̣ πὶ ὑπομνημάτων δικαστοῦ" 3κατέθετο" 3 πολλάκις λαμβάνεται· φωνὰς κατέθεντο ἐπὶ τοῦ Πιλα´̣ του κατ' αὐτοῦ. 9 μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆναι; λοιπὸν αὐτὸς λέγει· ἐπεὶ περιέβαλ̣ όν με θανάτῳ, ἐκοιμήθην· ἐν ταῖς γραφαῖς γὰρ τὸ ὄνομα τῆς κοιμήσεως σημαίνει ποτὲ τὸν θάνατον. λέγεται καὶ ὁ ὑ´̣ πνος κοίμησις, λέγεται καὶ ἡ σύνοδος ἀνδρὸς πρὸς γυναῖκα κοίμησις. λέγεται δὲ καὶ ὁ θάνατος κατὰ τὴν γ̣ ραφη`̣ ν κοίμησις διὰ τὴν προσδοκίαν τῆς ἀναστάσεως· ὅνπερ γὰρ τρόπον ὁ κοιμώμενος, εἰ μηδὲν̣ παρα`̣ φύσιν πάθῃ, ἐγερθείη, οὕτως ὁ ἀποθνῄσκων ἀναστήσεται. οὕτω γοῦν" πάντες κοιμηθησόμεθα" εἴρηται, καί·" οὐ θέλω ὑμᾶς ἀγνοεῖν περὶ τῶν κεκοιμημένων", τουτέστιν περὶ θνητῶν. Ἕλληνες γοῦν λέγουσιν τοῦτο. 10 καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ' ὃν ἤλπισα. τὸ" 3ἤλπισα" 3 ὧδε τὸ" 3ἐθάρρησα" 3 περὶ τοῦ ἀνθρώπου· τοῦτο γὰρ καὶ τὸ εὐαγγέλιον ἐμνημόνευσεν, ὅτι οὗτος" ὁ ἄν θρωπος τ̣ η῀̣ ς εἰρήνης μου ᾖρεν πτερνισμόν"· ἔλεγον γὰρ ὅτι καὶ ἐν πεντηκοστῷ τετάρτῳ
12
με, ὑπήνεγκα ἄν, καὶ εἰ ὁ μισῶν ἐπ' ἐμὲ ἐμεγαλορημόνησεν, ἐκρύβην ἂν ἀπ' αὐτοῦ. σὺ δέ, ἄνθρωπε ἰσόψυχέ μου"– ἐπὶ τοῦ ὁμονοοῦντος λαμβάνομεν, καὶ πάλιν" ἡ γυνη`̣ ἡ ἐν τῷ κόλπῳ σου" ἰσόψυχός σού ἐστιν–," ἡγεμών μου καὶ σωτήρ μου". ἡγεμόνα σε εἶχον, οὐκ ἄρχοντά μο̣ υ, ἀλλὰ ἡγεμόνα μο̣ υ̣, προτρέχοντά μου. καὶ ἐνταῦθα·" ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ' ὃν ἤλπισα". θαυμαστὸν οὐδέν, εἰ ἐψιθυρίσασθε κατ' ἐμοῦ καὶ λόγον παράνομον κατ' ἐμοῦ ἔθεσθε, εἰ γὰρ" ὁ τῆς εἰρήνης μου ἄνθρωπος" ἔξαρχος ὑμῶν τῆς κακίας ταύτης γέγονεν." ἐπῇρεν" οὖν" τὴν πτέρναν", οὐ τὴν κεφαλὴν" ἐπ' ἐμέ". 10 ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν." ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ' ὃν ἤλπισα"," ἐπῆρε̣ ν̣ ἐπ' ἐμὲ τὴν πτέρναν αὐτοῦ", πτερνίσαι με ἠθέλησεν. πάλαισμα δέ ἐστιν··················· καὶ ὁ Ἰακὼβ πτερνιστὴς λέγεται· ἐπτέρνισεν γὰρ τὸν Ἰσαῦ, ὅτε τὴν εὐλογίαν············· πρεσβύτερον. τὸ σὺν̣ δόλ̣ ῳ ἐπιθέσθαι τινὶ πτερνισμὸς λέγεται. ἐστίν τις··················· αγ̣ εσιν, ἵνα λάβῃ αὐτοῦ τὸ ἱμάτιον. ὁ δὲ ἐπὶ θάνατόν τινος δολιευόμενος························· 11 σὺ δέ, κύριε, ἐλέησόν με καὶ ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς. 295 ἔξω με ποίησον τῶν κακῶν καὶ τοῦ πτερνισμοῦ τοῦ φαύλου λόγου οὗ κατ' ε᾿̣ μοῦ ἔθεντο. ταῦτα πάλιν ἀνθρωπικώτερον λέγεται περὶ τοῦ κατὰ τὸν ἄνθρωπον Ἰησοῦν." σὺ δέ, κύριε, ἐλέησον, καὶ ἀνταποδώσω αὐτοῖς". κριτὴς αὐτῶν ἔσομαι. ὁ ἀναστὰς τοῦ ἀνταποδοῦναι καὶ κρῖναι, ὡς εὑρίσκει τὰς διαθέσεις, ἀποδίδωσιν. πολλοὶ πεῖραν λ̣ α̣ β̣ όντες κ̣ ακώσεως ἢ θεωροῦντες ὅτι ὅν ποτε κατεδίκασαν, αὐτὸς μέλλει αὐτοὺς κρίνειν, κατὰ τό·" ὄψονται εἰς ὃν ἐξεκέντησαν", ἐν καταγνώσει γίνονται καὶ οἶδαν, πῶς ἐπιμένει αὐτοὺς τὰ ἀντάξια̣. 12 ἐν τούτῳ ἔγνων ὅτι τεθέληκάς με. γνῶσίς ἐστιν καὶ ἀπόδειξις αὕτη τὸ θελητόν σοι εἶναι ἐμέ· ἐν τούτῳ γάρ με γνώσονται ἐκεῖνοι. τὸ" ἐν τούτῳ ἔγνων" οὐ τῇ ἑαυτοῦ γνώσει τοσοῦτον ἀναφέρει, μᾶλλον οἱ ἐμοῦ ἐν τούτῳ γνώσονται. ἐπερ· καταδικασθέντες αὐτὸν γνώσονται;– πάντες οἱ αἴσθησιν λαβόντες τῆς μεγαλειότητος αὐτοῦ εἴτε ἐχθροὶ πρότερον ἦσαν ἢ γνώριμοι. 12 ὅτι οὐ μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπ' ἐμέ. ὅταν θε̣ λητός σοι ἀποδειχθῶ, ὅταν ἀναστῶ καὶ γνωσθῶ, ὅτι κατὰ τὸ θέλημά σου. δύναται καὶ αὐτ̣ ὸν τὸν Ἰούδα καὶ τὸν ἐνεργήσαντ̣ α αὐτὸν διάβολον. ἵνα χαρῶσιν, περιέβαλον αὐτὸν θανάτῳ· ἀναστάν̣ τος αὐτοῦ οὐκ ἐπιχαίρου̣ σιν, ἀλλὰ μ̣ ᾶλλο̣ ν αἰσχύνην ὀφλισκάνουσιν καὶ φόβον ὑφίστανται θεωρήσαντες ὃν ἐξεκέντησαν. 13 ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου. οὐκ ἔγνων γὰρ ἁμαρτίαν, εἰ καὶ γέγονα ἁμαρτία̣· εἰ καὶ γέγονα κατάρα, οὐ διὰ προλαβοῦσαν ἁμαρτίαν ἀπεδείχθην κατάρα, ἀλλ' ἵνα λύσω τὴν κατάραν καὶ εὐλογίαν παράσχω̣. καὶ ὥσπερ γέγονεν ἁμαρ̣ τία, ἵνα δικαιοσύνην θεοῦ ποιήσῃ τοὺς ὑπὲρ ὧν ἁμαρτία γέγονεν, οὕτω κατάρα γέγονεν, οὐχ ἵνα κρατηθῇ ὑπὸ τῆς κατάρας. αὐτὸ τοῦτο οὖν κατάρα ἐπὶ εὐλογίᾳ γέγονεν, ἁμαρτία ε᾿̣ πὶ δικαιοσύνῃ, θάνατον ἀνεδέξατο διὰ ζωήν. ἡ ἀκακία οὖν πολλάκις τὴν ἀφέλειαν σημαίνει, ἔστιν δὲ ὅτε̣ τὴν παντελῆ καθαρότητα ἀπὸ ἁμαρτ̣ ίας. ὅταν δὲ λέγῃ·" ἄκακος πιστεύει παντὶ λόγῳ", καὶ τό·" φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί", τὰ ἐπιπόλαια χρηστὰ ἤθη λέγει. λέγεται δὲ καὶ ἀκακία ἡ παντελὴς ἀρετή, περὶ ἧς λέγει·" ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι". 13 καὶ ἐβεβαίωσάς με ἐνώπιόν σου εἰς τὸν αἰῶνα. ο̣ ὐ πρὸς ὀλίγον οὖν οὐκ̣ ε᾿̣ σ̣ φ̣ άλην, ἄκακος ἤμην, πρὸ τοῦ περιπεσεῖν ἐχθροῖς, ἀλλ' ἔμεινα ἄκακος·" ἐβεβαίωσάς με" γα`̣ ρ" εἰς αἰῶνα". οὐχ̣ ἁπλῶς οὖν, ἀλλ'" ἐνώπιόν σου". οὐ πᾶς δὲ ὁ βεβαιούμενος ἐπίπροσθεν θεοῦ βεβαιοῦται, ἀλλ' ὁ τελείαν βεβαι´̣ ωσιν ἔχων." ὁ δὲ βεβαιῶν ὑμᾶς σὺν ἡμῖν εἰς Χριστόν". σοῦ οὖν μαρτυροῦντος τῇ α᾿̣ κακίᾳ μου. 14 Εὐλογητὸς κύριος ὁ θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα. γένοιτο γένοιτο. ὁ τοῦ Ἰσραὴλ νοῦν ἔχουντος ὁρῶντα̣ θεὸν θεὸς εὐλογητός ἐστιν. αὐτῷ τὴν χάριν καὶ τὴν νίκην ἐπιγράφω, οὐχ ἡμετέρᾳ δυνάμει· εἰ γὰρ καὶ ἄκακός εἰμι, ἀλλ' ο̣ ὐ τῇ ἀκακίᾳ μου τὸ ὅλον δίδωμι, ἀλλὰ τῇ συνεργίᾳ τοῦ θεοῦ. τὸ" 3γένοιτο γένοιτο" 3 ὡς τὸ" 3ἀμὴν" 3 λέγουσιν οἱ ἄλλοι ἑρ̣ μη̣ νευταί. τὸ δὲ" 3ἀμὴν" 3 ὁτὲ δὲ ἀντὶ ὅρκου λαμβάνεται· ὅταν γὰρ λέγῃ·" ἀληθῶς λέγω ὑμῖν", τὴν αὐτὴν λέξιν γράφει Μαθθαῖος καὶ Λουκᾶς, καὶ ὁ μὲν Μαθθαῖος λέγει·" ἀμὴν ἀμ̣ ὴν λέγω ὑμῖν", ὁ δὲ Λουκᾶς·" ἀληθῶς λέγω ὑμῖν". ἀμέλει γοῦν καὶ ἐν ταῖς γραφαῖς λέγεται·" ἰδοὺ" γοῦν" ἡ δούλη κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου". λέγεται δὲ καὶ παρὰ τῶν ἑρμηνευόντων τὰς Ἑβραϊκὰς φωνὰς ὅτ̣ ι̣ τὸ πε̣ π̣ ιστευμένον σημαίνει. 296 1 Εἰς τὸ τέλος· εἰς σύνεσιν τοῖς υἱοῖς Κόρε ψαλμός. υἱοὶ τοῦ Κόρε τρεῖς ἱεροψάλται ἐγένοντο. καὶ τὰ ὀνόματα αὐτῶν φέρεται ἐν τῇ Ἐξόδῳ καὶ ἐν ταῖς Παραλειπομέναις. οὗτοι, ὥσπερ τινὲς ἀπὸ πίστεως μίαν ψυχὴν και`̣ μίαν καρδίαν λαμβάνουσιν, οὕτω καὶ οὗτοι ἀπὸ τοῦ συνόντος πνεύματος τοῦ τὸ ψάλλειν χαριζομένου λαβόντες ψυχη`̣ ν μίαν, διὰ τοῦτο ἑνικῶς ἐκφέρουσιν τοὺς στίχους τοῦ
13
" εἰς σύνεσιν" ἐπιγέγραπται. οὕτω γοῦν καὶ ἐν τῷ τριακοστῷ πρώτῳ ἐλέγομεν, ὅτι ε᾿̣ στὶν τῆς" σ̣ υνέσεως τῷ Δαυίδ", ὅτι μυστ̣ ήρια περιεῖχεν καὶ αἰνίγματα. καὶ ὧδε οὖν πολλὰ αἰνίγματα κεῖται. συνέσεως̣ οὖν χρεία τῷ ἐντυγχάνοντι τοῖς τοιούτοις
14
" τῆς θεοπνεύστου γραφῆς", οὐ μόνης τῆς τῶν γραφῶν, ἀλλὰ καὶ" πάσης", οὕτω καὶ οὗτοι μετα`̣ συνέσεως καὶ λέγεσθαι ὀφείλ̣ ουσιν καὶ ἀκούεσθαι. ἐπειδὴ δὲ τὸ τῆς συνέσεως ὄνομα πρὸς τῷ προχ̣ είρως δηλουμένῳ καὶ ἄλλο δηλοῖ ἐν τῷ·" σύνεσις δὲ ἀγαθὴ πᾶσιν τοῖς ποιοῦσιν αὐτήν". ὧδε ἡ γινομένη καὶ πραττομε´̣ νη σύνεσις η῾̣ ἠθική ἐσ̣ τιν ἀρ̣ ετή· μάλιστα γὰρ αὕτη ῥυθμίζει τὸ ἦθος τῶν ἀνθρώπων. λέγει τοίνυν, ὅτι ὁ
15
κατάλληλα αὐτῷ ἔργα κατὰ τὸ ἕτε ρον τῆς συνέσεως σημ̣ αινόμενον, περὶ οὗ καὶ Παῦλος λέγει. περὶ τῆς διακονίας γράφων καὶ τῆς λειτουργίας τῆς εἰς τοὺς ἁγίους λέγει·" δῳ´̣ η σοι ὁ θεὸς σύνεσιν ἐν πᾶσιν"· μὴ γὰρ σύνεσιν λέγει τὴν ἐπιστήμην συνβλητῶν καὶ ἀσυνβλήτων, ἀλλὰ τὴν πρακτικὴν ἀρετήν· τίς γὰρ οὕτω συνετός ἐστιν ἢ ὡς ὁ κατορθώσας ἑαυτοῦ τὸ ἦθος καὶ ῥυθμίσας; ἐπερ· καὶ αὐτοι῀̣ ς τοῖς λ̣ έγουσιν καὶ τοῖς ἀκούουσιν;– ὁ σωφρόνως διδάσκων περὶ σωφροσύνης καὶ αὐτὸς σωφροσύνης ἔχει τὴν ἀρετη`̣ ν ἣν καὶ οἱ παιδευόμενοι πρὸς αὐτοῦ· διὰ τοῦτο γὰρ παιδεύει ὁ ὀρθο`̣ ς λόγος διδάσκαλος καὶ μάλιστα ὁ τῶν ἠθικῶν, ἵνα τοιοῦτοι γένωνται οἱ ἀκούοντες οἷός ἐστιν ὁ λέγων. 2 ὃν τρόπον ἐπιποθεῖ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ θεός. λέγεται τὸ ζῷον τ̣ οῦτο η῾̣ ἔλαφος ἀναιρετικὴ εἶναι τῶν ὄφεων. καὶ ὅταν ἀνέλῃ τοὺς ὄφεις, ὑπὸ τοῦ ἰοῦ αὐτῶν ἔκδιψος γίνεται καὶ σπ̣ εύδει εὑρεῖν πηγὴν̣ ὕδατος, ἵνα κ̣ αὶ τὸ δίψος ἀκέσηται καὶ καθοπτρισθῇ· λέγεται γάρ, ὅτι οἱ ὄφεις σπαραττόμενοι ὑπὸ τοῦ ζῴου τούτου κινούμενοι τὸ πρόσωπον τῆς ἐλάφου ὥσπερ αἱμάτων καὶ τῶν̣ ἄλλων πληροῦσιν, και`̣ ἀπε´̣ ρχε̣ ται ἐσοπτρίσασθαι, ἵνα ἀποπλύνηται τὴν προσγεναμένην ἀκαθαρσίαν ἐκ τῆς ἀναιρε´̣ σεως τῶν ὄφεων. λέγεται δὲ καὶ ἄλλο περὶ αὐτοῦ τοῦ ζῴου· ὅταν, φησίν, παλαιωθῇ καὶ ἀπο̣ βάλῃ τὰς τρι´̣ χ̣ ας, ἐσθίει ὄφιν καὶ ἀνα νεοῦται. ἡ βρῶσις τῶν ὄφεων νέαν αὐτὴν αὖθις ποιεῖ. ἐπερ· τῶν τοιῶνδ̣ ε ὄφεων;– τῶν ἰοβόλων πάντων τοῦ εἴδους ὅλου τῶν ὄφεων ἢ καὶ τοῦ γένους. καὶ τοῦτο δέ, ὅταν ἀπὸ γήρ̣ ως ἀποβάλῃ τὰ κ̣ έρατα, φωλεύει που, ἕως ἀνατείλῃ κέρατα αὐτὴ καὶ ἰσχυρὰ γένηται· εὐεπιβούλευτος γάρ ἐστ̣ ιν κέρατα οὐκ ἐ´̣ χουσα· ὅπλα γὰρ αὐτῆς ἐστιν καὶ ἀμυντήρια. ἐν τοῖς δρυμοῖς οὖν ὅταν διαβαίνωσιν, ὑπ̣ ολαμβάνο̣ νται τὰ κέρατα αὐτῶν καὶ οὕτως ἀποσπῶνται· διὸ καὶ παροιμία τοιαύτη φαίνεται·" ο̣ ὐαὶ ἐλάφοις κέρατα οὐκ ἐχούσαις". ἡ παροιμία δὲ αὕτη αἰνίττεται ὅτι· οὐαὶ ἀνθρώπῳ τῷ ἀβοηθήτῳ τῷ μὴ ἔχοντι ἅλι̣ ς̣ δύναμιν βοηθεῖν ἑαυτῷ. 297 τὸ ἕτερον οὖν τῶν σημαινομένων ἐνταῦθα λέγεται δείκνυται. διὰ τοῦ φάναι·" ὃν τρόπον ἐπιποθεῖ ἔλαφος ἐπὶ τὰς̣ πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ θεός μου", ὡμοίωσεν τὸν πρὸς θεὸν πόθον τῷ πόθῳ τῆς ἐλάφου τῷ ἐπὶ τὰς πηγάς· πηγὴ γάρ ἐστιν καὶ ὁ θεός, καὶ ὁ λόγος αὐτοῦ πηγή ἐστιν·" ἐνκατελείψατε τὴν πηγὴν τῆς σοφίας"." ὅτι παρὰ σοὶ πηγὴ ζωῆς". καὶ πάλιν·" ἐμὲ ἐνκατέλιπον, πηγὴν ὕδατος ζῶντος", ὁ θεὸς λέγει. καὶ τὸ ἅγιον πνεῦμα πηγή ἐστιν, εἴ γε τὰ χαρίσματα πάντα ἀπ' αὐτοῦ ῥεῖ καὶ ἀπ' αὐτοῦ ἔχει τὴν ἀρχήν. ὃν τρόπον ο̣ ὖν ἐπιποθεῖ ἡ αἰσθητὴ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἡ η῾̣ μετέρα ψυχὴ ἔλαφος γινομένη καὶ ἀναιρετικὴ τῶν βλαπτόντων πρὸς σὲ ἐπιποθεῖ, ὦ θεέ. οἱ" ἑτοίμως ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν", οὗτοι ἔλαφοί εἰσιν ἀναιροῦντες τοὺς ὄφεις τῆς ἀδικ̣ ίας. καὶ οἱ λαβόντες" ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων", ἔλαφοί εἰσιν. αὗται δὲ αἱ ἔλαφοι κα̣ ὶ τὰ ὑψηλὰ μεταδιώκουσιν. ὥσπερ καὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτω καὶ τὰ ὑψηλά·" ὄρη" γὰρ" τὰ ὑψηλὰ ταῖς ἐλάφοις". καὶ πάλιν ὁ α̣ ὐτός·" ὁ καταρτιζόμενος τοὺς πόδας μου ὡς ἐλάφου", ἵνα καταρτισθέντες̣ τὰ νοητὰ μεταδιώκουσιν. καὶ ἐπειδὴ πολλάκις εἶπον, ὅτι τὰ νοητὰ κατὰ ἄλλην καὶ ἄλλην ἐπ̣ ίνοιαν ἕτερα καὶ ἕτερα δ̣ οκ̣ οῦσιν εἶναι οὐτῇ ὑποστάσει ὄντα τὰ αὐτά, αἱ πηγαὶ τῶν ὑδάτων ἃς ζητεῖ ἡ πνευματικὴ ἔλαφος, καὶ ὑψηλὰ ὄρη εἰσίν. ᾗ ἀναγομένως καὶ ὑψόθεν δέδονται, ὑψηλά εἰσιν, ᾗ δὲ ποτίζουσιν καὶ ποταμ̣ οὺς γεννω῀̣ σιν ἐν τοῖς πιοῦσιν, πηγαὶ λέγονται. λοιπὸν ῥητέον καὶ ἠθικῶς τοὺς ὄφ̣ εις ἡδονάς· ποικίλ̣ η γάρ ἐστιν ἡ ἡδ̣ ονή." ἀγόμεναι" δὲ" ἡδοναῖς ποικίλαις καὶ ἐπιθυμίαις". περὶ τῶν φαύλων λέγει γυναι̣ κῶν ὧν αἰχμαλωτίζο̣ υσιν οἱ ἑτερόδοξοι. αὗται οὖν αἱ ποικίλαι ἔλαφοι οὐκ ἐπιποθοῦσιν εὑρεῖν θεόν, οὐ μίαν ζητοῦσιν ἐπιθυμίαν. μία δὲ ἐπιθυμία ἐστὶν αὐτὸς ὁ σωτὴρ καὶ κύριος ἡμῶν. ὡς δὲ λέγεται σοφία καὶ ἀλήθεια καὶ φῶς καὶ δικαιοσύνη, οὕτω καὶ ἐπιθυμία. αὐτίκα γοῦν ἡ νύμφη ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων πυθομένη περὶ τοῦ νυμ̣ φι´̣ ου, ποῦ εὑρεῖν αὐτὸν δύναται, οἱ δορυφόροι ὧν ἐπυνθάνετο̣, λέγουσιν ὅτι·" τί ἀδελφιδὸς ὁ ἀδελφιδός σου, ἡ καλὴ ἐν γυναιξίν"; εἰπὲ τὸν σὸν τὸν ἄλλον παρὰ τοὺς πολ̣ λοὺς ἀδελφούς. καὶ λέγει·" ἀδελφιδοῦς μου λευκὸς καὶ πυρρός", οὐχ εἷς ἐστιν, ἄνθρωπος καὶ θεός ἐστιν. εἶτα διεξερχομένη τὰ ἐγκ̣ ώμια αὐτοῦ λε´̣ γει ε᾿̣ π̣ ὶ τέλει·" λάρυγξ αὐτοῦ γλυκασμός, ὅλος ἐπιθυμία". ὁ λόγος αὐτοῦ γλυκύς ἐστιν. οἶδας, ὅτι εἰσίν τινα̣ ἐπιθυμ̣ ητὰ οὐχ ὅλα, ἀλλ' ἔχουσιν ἀηδῆ τινα παραμεμιγμένα· οἷον τοῦ γλυκέως οἴνου ἡ πόσις ἔχει ἐπιθ̣ υμητόν τι. ὅταν δ̣ ὲ εἰς κόρον ληφθῇ, μέθην ἐργάζεται καὶ οὔκ ἐστιν ὅλον ἐπιθυμία. π̣ άλιν ὁ ἥλιος ὁρώμενος γλυκύς ἐστιν. ὅταν δὲ καθάψηται αὐτοῦ ἡ φλόξ, ἀηδὲς ἔχει τι. οὐδε`̣ ν οὖν περὶ τὸν κατὰ τὸν νυμφίον λόγο̣ ν ἀηδὲς ἔχει, ὅλος ἐπιθυμία ἐστίν, ὅλος ἔρως ἐστίν, κατὰ τὸν εἰπόντα·" ὁ ἐμ̣ ὸς ἔρως ἐσταύρωται". ἄλλων δὲ οἱ ἔρωτες ἔχουσίν τι παραμεμιγμένον ἐπίπονον. ὥσπερ οὖν" ὅλος ἐπιθυμία" ἐστίν, οὕτω καὶ ὅλος ἔρως ἐστίν, καὶ διὰ τοῦτο ἐπιποθεῖ ἡ ψυχή μου ἡ κατὰ τ̣ ὴν ἔλαφον ἀναιρετικὴ ὄφεων πρὸς θεόν. ὅταν ἴδῃς οὖν ψυχὴν περιγινομένην ἡδονῶν ποικίλων, πολλῶν λογισμῶν····················· ἀποξύεται τὸ γῆρας τῆς κακίας, τὸν παλαιὸν ἄνθρωπον, καὶ τὸν νέον ἐνδι̣ δ̣ ύσκεται ἀντ' αὐτοῦ, κἂν παροιμιωδῶς κἂν ἐπὶ ῥητοῦ αὐτὸ θέλῃς λαβεῖν." ἔλαφος θήλεια καὶ πῶλος σῶν χαρίτων ὁμιλείτω σοι". 298 ἔστω περὶ γυναικὸς ὁ λόγος. ἡ γυνὴ ἔλαφος θήλειά ἐστιν ὡς π̣ ρ̣ ὸς τὸν ἄνδρα, ἐὰν ἀναιρῇ τὰς ὑποβαλλομένας ἡδονὰς ὑπὸ τῶν θηρευτῶν. ἔτι δ̣ ὲ καὶ πῶλος χαρίτων ἐστίν· νέα γὰρ ὀφείλει εἶναι κατὰ τὸ σωφρονεῖν καὶ χαρίτων, τῶν ἀρετῶν, πῶλος εἶναι, ἵν' ἐπιβαίνουσιν αὐτῷ αἱ χάριτες· καὶ γὰρ πολλάκις αὐταὶ αἱ ἀρεταὶ οὕτω καλοῦνται κατὰ τὸ γεγραμμένον·" στεφάνῳ δὲ χαρίτων", στεφάνῳ τῶν ἀρετῶν. κατὰ τὰς τῶν ἀγω´̣ νων αὐτοῦ ἐπινοίας ὢν φῶς καὶ ἀλήθεια καὶ δικαιοσύνη, πλῆθος χαρίτων ἐστίν. οὐ τῇ ὑποστάσει ἔχει τὸ πλῆθος, ἀλλὰ ταῖς ἐνεργείαις καὶ ταῖς ἐπιθυμίαις. 3 ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν θεὸν τὸν ἰσχυρὸν καὶ ζῶντα. τὸ διψ̣ ῆσαι πολλάκις τὸ ἔρωτα λαβεῖν ἐστιν. οὕτω γοῦν καὶ ἐν ἄλλῳ
16
ποθῶν τι καὶ αἰτούμενος ἵνα λάβῃ αὐτό, διψᾷ αὐτό." πρὸς τὸν θεὸν" οὖν" τὸν ζῶντα". ὥσπ̣ ερ οἱ θεῖοι ἄνδρες οἱ πάνυ γε πεπνευ̣ ματισμένοι καὶ πρὸς θεολογίαν ἀνηγμένοι ἀεὶ λέγουσιν·" ζῇ κύριος", οὕτως ἔλεγεν ὁ Ἐλισαῖε·" ζῇ κύριος καὶ ζῇ ἡ ψυχή σου". οὕτως ζῇ ἡ ψυχή σου καθὼς ζῇ ὁ οὗ μετέσχες· ἀλλὰ σὺ μὲν ὡς μετασχὼν α̣ ὐτοῦ ζῇς οὕτως. εἴς τι ῥητο´̣ ν, ὃ κακῶς οἱ Ἀρειανοὶ ἑρμηνεύουσιν, καλὸν θεωρῆσαι·" ὡς ἀπέστειλέν με ὁ ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα". καὶ ἔλαβον παράδειγμα ὅτι· ὡς εἴ τις λέγοι ὅτι·" 3ὡς ὁ λογικός μου πατὴρ κἀγὼ λογικός εἰμι, καὶ ὡς ὁ πατήρ μου ζῷόν ἐστιν κἀγὼ ζῷόν εἰμι" 3. ἐπεὶ τοίνυν ζῶον ἐστιν ὁ πατήρ μου κἀγὼ ζῶ δι' αὐτὸν διὰ τὸ ζῶντος εἶναι υἱός. ὡς καὶ ὁ ἄνθρωπος λέγεται ζῷον εἶναι διὰ τὸν πατέρα, ἐπεὶ ζῴου υἱός ἐστιν. 3 πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ θεοῦ; οἱ ἔτι ἐν βίῳ τυγχάνοντες ἄνθρωποι διψῶσιν πρὸς τὸν θεὸν ὡς ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων. οὐ μέχρι τούτου δὲ ἵστασθαι λέγουσιν ἑαυτῶν τὸν πόθον· μακρὰν γὰρ ἔτ̣ ι εἰσὶν τοῦ θεοῦ τρόπον τινὰ σχέσει καὶ διαθέσει, οὐ τόπῳ· οὐδὲν δὲ τοπικῶς μακράν ἐστιν τοῦ θεοῦ·" πληροῖ" γὰρ" τὸν οὐρανὸν καὶ τὴν γῆν". διὸ ο῾̣ προσχὼν αὐτῷ λέγει·" ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ εἶ ἐκεῖ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει". οἱ ἐν τῷ βίῳ οὖν τούτῳ θέαν λαβόντες τοῦ μέλλοντος αἰῶνος διψῶσιν γενναίως π̣ ρὸς τὸν θεόν, ὥσπερ μακρὰν ἑαυτοὺς ὁρῶσιν ἅτε δὴ ἔτι ἐπηχθισμένο̣ ι τὴν τοῦ κόσμου κακίαν καὶ τὸ τοῦ κόσμου βάρος καὶ τὸ φθαρτόν. καὶ τοῦτο δέ, ἐπεὶ ἐν ταῖς ἑορταῖς τῶν Ἑβραίων ἐ´̣ θ̣ ος πα῀̣ σιν ἦν ὀφθῆναι τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ·" τρεῖς" γὰρ" καιροὺς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικ̣ όν σου ἐνώπιόν μ̣ ου". καί·" οὐκ ὀφθήσεται ἐνώπιόν μου κενός". οὐδεὶς κενὸς ὀφθήσε̣ ται̣ αὐτῷ. ε᾿̣ π̣ εὶ τοίνυν καὶ ο̣ ὗτος ποθεῖ ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, εὔχεται πληρωθῆναι, ἵνα ἥξῃ καὶ ὀφθήσεται τῷ προσώπῳ τοῦ θεοῦ οὐκέτι κενὸς ὑπ άρχων. ἐπερ·· ἐρωτᾷ οὖν;– ἐνίοτε οὐκ ἄλλου······················· δ̣ ιαλέγεται ὅτι·" 3πότε ἄρα τεύξομαι τοῦ τελείου ἀγαθοῦ, ἵν' ὀφθεὶς τῷ προσώπῳ······················ τῶν πρὸς αὐτοῦ διδομένων χαρίτων" 3; 4 ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ ἄρτος ἡμέρας καὶ νυκτός. τοῦτο λέγει· ἐπεὶ ἔγνων ἐμαυτὸν ἔτι ἀπολειπόμενον τοῦ προσώπου τοῦ θεοῦ······················· σα κλαυθμὸν τ̣ ὸν συντελοῦντα πρὸς ἀνάλημψιν ἀρετῆς, τὸν ἀπὸ πόνου καὶ······················· α. κατὰ τοῦτο γοῦν τὸ σημαινόμενον λέγεται·" οἱ σπείροντες ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσιν. πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον αἴροντες τὰ σπέρματα αὐτῶν. ἐρχόμενοι ἥξουσιν ἐν ἀγαλλιάσει αἴροντες τὰ δράγματα αὐτῶν". σπ̣ ε̣ ι´̣ ρ̣ ο̣ υσιν ἐν δάκρυσιν 299 σὺν ἱδρῶτι τὰ τῆς ἀρετῆς σπέρματα, τὰ τοῦ πνεύματος, καταβαλλόμενοι. ὅταν οὖν θερίσουσιν, οὐκέτι πονοῦσιν· τετυχήκασιν γὰρ τοῦ τέλους τοῦ σπουδαζομένου. ὅτε δε`̣" πορευόμενοι ἐπορευόμεθα"," ἐκλαίομεν αἴροντες τὰ σπέρματα αὐτῶν". ὅτε προεκόπτομεν ἔτι, τὸν σπ̣ όρον καταβεβλημένοι ἐξεδεχόμεθα τὴν τοῦ καρποῦ τελείωσιν. ὅτε δε`̣ η᾿̣ ρχόμε̣ θα ἐν ἀγαλλιάσει, τὰ δρ̣ άγματα ᾔρομεν, οὐκέτι τὰ σπέρματα. ταῦτα οὖν τὰ δάκρυα τροφὴ γίνεται τοῦ ποθοῦντος θεὸν ἰδεῖν καὶ ἐφορᾶσθαι ὑπ' αὐτοῦ. διὸ λέγει·" τὰ δάκρυά μου ἐγενήθη μοι ἄρτος ἡμέρας καὶ νυκτός". οὐκ ε᾿̣ πιπολαίως κλαίω οὐδ' ἐν τοῖς ἡδέσιν̣ ὥστε ὁτὲ μὲν τρυφῇ σχολάζειν ὁτὲ δὲ κλαυθμῷ μετανοίας, ἀλλὰ κ̣ αὶ ἐν τοῖς σκυθρωποῖς· καλεῖται γὰρ τὰ σκυθρωπὰ νύξ. ἔχεις γοῦν καὶ ἐν ἄλλῳ ψαλμῷ φωνὴν τοιαύτην λέγουσ̣ αν·" ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων καὶ ποτιεῖς με ἐν δάκρυσιν ἐν μέτρῳ". μεμετρημένως δεῖ καὶ τὰ τῆς μετανοίας προφέρειν δάκρυα, ὅπως̣ ἄρτος καὶ ποτὸν γένωνται. καὶ λοιπὸν ἄλλα τινὰ ὑπάρξει τὰ δ̣ ιαδεχόμενα τὸν πόνον, τὰ ἐκ τῶν δακρύων ἐπιγενόμενα γενήματα. 4 ἐν τῷ λέγεσθαί μοι καθ' ἑκάστην ἡμέραν Ποῦ ἐστιν ὁ θεός σου; διὰ τοῦτο καὶ τὰ τοσαῦτα προέφερον δάκρυα ὡς τροφήν μοι γενέσθαι, ὅτι ἤκουσ̣ ά μοι αὐτ̣ ῶν λεγόντων·" ποῦ ἐστιν ὁ θεός σου̣"; τοῦτο καὶ ὁ Σενναχερὶ καὶ ὁ Ῥαψάκης εἴρηκαν·" 3" ποῦ ὁ θεός" σου; καὶ σ̣ ὺ οὖν, Ἰσραηλῖτα," που῀̣ ὁ θεός" σου, ἵνα ῥύσηταί σε" 3; τροφ̣ ή μοι οὖν ἐγένετο τὰ δάκρυα, ἀλλὰ" ἐν μέτρῳ" καὶ ἔπινον αὐτὰ καὶ ἠ´̣ σθιον· ᾔδειν γάρ̣, ὅτι διαδέχεταί τι χαρᾶς π̣ οιητι̣ κὸν τὰ δάκρυα καὶ τὸν πόνον τούτων. 5 ταῦτα ἐμνήσθην καὶ ἐξέχεον ἐπ' ἐμὲ τὴν ψυχήν μου. ὅτε ἐν ἀναπολήσει καὶ μνήμῃ ἐγενόμην τούτων τῶν λεγόντων τοὺς ὀνειδισμ̣ ούς, τούτων τῶν ἐχθρῶν μου, οὐκ ἔξω ἐχώρησα, οὐκ ἐξέχεα τὴν ψυχήν μου ἔξω, ἀλλ' ἐπ' ε᾿̣ μὲ ἐξέχεον. ἐστὶν τοιοῦτο·" ἐταράχθην καὶ οὐκ ἐ λάλησα", καὶ ὃ λέγει Παῦλος·" ἀλλ' αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς". τοῦτό τοι καὶ περὶ τοῦ Ἰὼβ εἴρηται· πρότερον λέγει ὅτι·" οὐδὲν ἥμαρτεν Ἰώβ", δεύτερον δέ·" τοῖς χείλεσιν". ὧδε τὴν ψυχὴν τὴν διάνοιαν λέγει. ὅταν δὲ λέγῃ·" κομιζόμενοι τὸ τέλος τοῖς πιστεύουσιν σωτηρίαν ψυχῶν", αὐτὰς τὰς οὐσίας τὰς ψυχούσας τὰ σώματα οὕτως ὠνόμασεν. ὅταν δὲ λέγῃ·" τὰς ψυχὰς ἡμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας", τὰς διανοι´̣ ας λέγει. οὕτω γοῦν εἰώθασιν λέγειν καὶ κ̣ αλοψύχους ἀνθρώπους. καί·" σὺ δέ, ἄνθρωπε ἰσόψυχέ μου"· τὴν ἴσην διάν̣ οιαν καὶ διάθεσιν̣ λέγει. 5 ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ θεοῦ. εἴπομεν πολλάκις, ὅτι ἡ τελείωσις τῶν ἀρετῶν οἶκος θεοῦ ἐστιν, σκη̣ νὴ δὲ η῾̣ προκοπή· προκοπτόντων γὰρ καὶ μεταβαινόντων ἐκ τόπου εἰς τόπον οἰκία ἐστὶν ἡ σκηνή. ὅτε γο̣ ῦν····················· θεόν, ἐν σκηνῇ αὐτὸν ἐθεράπευον μαρτυρουμένῃ·" σκηνὴ" γὰρ" μαρτυρίου"······················· ἐπαινετόν ἐστιν. καὶ τοὺς λόγους τοῦ θεοῦ γοῦν" 3μαρτύριον" 3 πολλάκις λέγομεν··················· καὶ ἀποδεδειγμένα. διοδεύοντες οὖν ἐν τῇ ἐρήμῳ το····· σκηνη μ··················· θεραπεύωσιν θεὸν ἐκεῖ, τὰς εὐχὰς ἀναπέμπωσιν, τὰς ἱερουργίας ε᾿̣ κτελῶσιν······················· ἐκεῖθεν ἔχωσιν ἐπινεύοντα θεόν. ὅτε δὲ ἔφθασαν εἰς τὴν̣ ἁγίαν γῆν······················· γενέσθαι καὶ αὐτοὶ οἱ ἄνθρωποι οὐκέτι σκηνάς, ἀλλὰ οἴκους εἶχον τελειο···················· ἡ θεραπεία τοῦ θεοῦ οὐκέτι ἐν σκηνῇ, ἀλλ' ἐν οἴκῳ ἐγένετο. τέλος τοῦ φθαρτοῦ σώματος λαβόντος οὐκέτι χρεία σκηνωμάτων ἐστίν. ὅταν" ὁ θεὸς πάντα ἐν πᾶσ̣ ιν" γένηται······················ 300······ ἵν̣ α μὴ καὶ ἐν ἀλόγοις ἄλογον γένηται, οὔκ εἰσιν φθ̣ αρτὰ σώματα, ἵνα μὴ ἐν φθαρτοῖς φθαρτὸς γένηται, ἀλλὰ γίνεται" πάντα ἐν πᾶσιν". γίνεται δὲ ἐν πᾶσιν οὐ τοπικῶς, ἀλλὰ μετεχόμενος, οὐδὲ σῶμα αὐτοῦ μετέχει οὐδὲ ἄλογον ζῷον οὐδὲ ἄψυχον πολλῷ πλέον. εὖ δὲ καὶ τὸ" 3θαυμαστῆς" 3 εἰπεῖν· ἐπεὶ θεία ἐστὶν ἐπεὶ θεία ἐστὶν α̣ ὕτη ἡ σκηνή, θαύματος ἀξία ἐστίν. αἱ προκοπαὶ αἱ τῶν μεγάλων τελῶν ἄλλαις προκοπαῖς τέλη γινόμεναι ὑπὲρ τέλη εἰσὶν̣ καὶ θαυμαστόν τι ἔχουσιν, ὡς τὴν αὐτὴν καὶ σκηνὴν εἶναι καὶ οἶκον, προκοπὴν καὶ τέλος. 5 ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχους ἑορταζόντων. λοιπὸν λέγει· οὐχ ὡς ἔτυχεν οὐδὲ μετὰ τῆς τυχούσης κα̣ ταστάσεως ἡ διάβασίς μοι γίνεται, ἀλλ'" ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως". οὐκ ἔνι θρῆνος, ὅτε̣ ἡ δια´̣ βασις καὶ σπουδὴ ἐπὶ τὸν οἶκον γίνεται τοῦ θεοῦ, ἀλλὰ ἀγαλ λίασις. ὁ" Ἀβραὰμ" γοῦν̣ οὕτ̣ ω̣ ς̣" ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ ἰδὼν ἐχάρη". εἶδεν δὲ τὴν ἡμέραν τ̣ οῦ κ̣ υρίου εἰς τὸν οἶκον αὐτοῦ φ̣ θ̣ άσας, εἰς τὴν π̣ ίστιν τὴν τελείαν. τὸ τῆς ἐξομολογήσεως ὄνομα ἐν ταῖς γραφαῖς δύο̣ σημαίνει, ἵνα μὴ εἴπω καὶ τρίτον σημαινόμενον. τὴν ἐξαγόρευσιν τὴν ἐπὶ ἁμαρτίαις καλεῖ ἐξομολόγησιν, ὡς ε᾿̣ ὰν λέγῃ·" συναγαγὼν ἐξομολόγησαι ἐπὶ ἁμαρτίαις σου". τοῦτο οὖν ἐν τῷ Βαρναβᾷ κεῖται, ἐν τῇ κατ' αὐτὸν ἐπιστολῇ·" συναγαγὼν ἐξομολόγησαι ἐπὶ ἁμαρτίαις σου". καὶ πάλιν·" ἐξομολογεῖσθε ἀλλήλοις τὰς ἁμαρτίας ὑμῶν"." τὴν ἁμαρτίαν μου ἐγνώρισά σοι καὶ τὴν ἀνομίαν μου οὐκ ἐκάλυψα· εἶπα Ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ κυρίῳ". ἐξομολογεῖται ἀποκλαιόμενος καὶ ἀποδυρόμενος τὰ πρότερα ἑαυτοῦ ἁμαρτήματα. δηλοῖ δὲ καὶ τὴν εὐχαριστίαν, ὡς ἐὰν λέγῃ ὁ σωτήρ·" ἐξομολογήσομαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἔκρυψας τὰ θεῖα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις". οὐκ ἐπὶ τούτῳ εὐχαριστεῖ ε᾿̣ πὶ τῷ κεκρύφθαι" τὰ θεῖα ἀπὸ σοφῶν καὶ συνετῶν", ἀλλὰ ἐπὶ τῷ οἰηθέντ̣ ων ἰδ̣ εῖν ἐκείνων ἀποκεκαλύφθαι αὐτὰ τοῖς νηπίοις. οὗτοι δέ εἰσιν οἱ ἀπὸ τῶν ἐθνῶν πιστε̣ ύσαντες, οἱ δε`̣ σοφοὶ καὶ οἱ συνετοί, ἀφ' ὧν κέκρυπται τὰ θεῖα, οἱ ἐκ περιτομῆς εἰσιν······················· ἐφώνησεν τ̣ οῦτο·" πῶς ἐρεῖτε ὅτι Σοφοί ἐσμεν ἡμεῖς, καὶ νό μος κυρίου ἐστὶν μεθ' ἡμῶν; εἰς μάτην ἐγενήθη πλο····· καὶ π··· ε̣ ν̣ ων γραμματεύς α. ᾐσχύνθησαν σοφοὶ καὶ ἐνεκάλεσαν, ἐπεὶ τὸν λόγον κυρίου ἀπεδοκίμασαν". ἐπεὶ αὐτοὶ ἀπεδοκίμασαν, ἡ γραφὴ αὐτοῖς ματαία γέγονεν. διὰ γὰρ τῆς······················ η γέγονεν. λέγεται δὲ ὅτι, ὅτε τὰ γράμματα ἀρχὴν ἐλάμβανεν, ἐν σχοιναρίοις················ εὑρι´̣ σκοντο, πάλιν̣ αὐτὸ μετὰ γραφίδων ἐποίουν. καὶ ἐπειδὴ τὰ ἐν δέλτοις γραφόμενα··············· ἐπεν̣ όησαν, ὅπως τὰ διάφορα ἐργαλεῖα ἔχωσιν καταγράφοντα ταῦτα." ᾐσχύνθησαν" οὖν" σοφοὶ καὶ ἐπτοήθησαν, ὅτι τὸν λόγον κυρίου ἀπεδοκίμασαν· σοφία τίς ἐστιν ἐν αὐτοῖς"; πῶς γὰρ····················· τοὺς ἀποδοκιμάσαντας τὸν λόγον τοῦ κυρίου; ἡ εὐχαριστία οὖν δηλοῦται διὰ τῆς ἐξομολογήσεως. καί·" ἐξομολογησ̣ ω´̣ μεθά σοι, ὁ θεός, ἐξομολογησώμεθά σοι λαοὶ πάντες. διηγήσομαι πάντα τὰ θαυμάσιά σου, ὅταν λάβω και301 ρόν". ὁ ἐπὶ διηγήσει τῶν θαυμασίων ἐξομολογούμενος ἀνθομολογεῖται οὐκ ἐπὶ ἁμαρτίαις ἑαυτοῦ. καὶ πάλιν·" ἐξομολογήσομαί σοι, κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου· εὐφρανθήσομαι καὶ ἀγαλλιάσομαι ἐν σοί". καὶ·································· καὶ τρίτον τοῦτο λέγεται· πολλάκις ἡ συμφωνία καὶ ἡ ἡρμοσμένη··································" ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω". οὐδέν ἐστιν ἐν σοὶ································· τὸ τῆς ἀρετῆς τὸ φθάνον εἰς τὴν μεγαλοπρέπειάν σου. καὶ πάλιν···················" ἐξομολόγησις καὶ ὡραιότης ἐνώπιον αὐτοῦ". πάλιν ὧδε τὴν συμφωνία̣ ν····························· ἐξομολογήσεως οὐ λαμβάνεις ὧδε τὴν ἐξαγόρευσιν τῶν ἁμα̣ ρ̣ τιῶν······························· μένην συμφωνίᾳ. ἡ φωνὴ τῶν ἑορταζόντων τοῦτό ἐστιν· τ̣··································· γεγωνῷ τῇ φωνῇ, ἀλλ' ἡ κραυγὴ αὐτῶν αὕτη ἐστὶν τὸ ἐξομολογεῖσθαι·············" φωνὴ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως αἱ σκηναὶ δικαίων"· ἐν τοῖς προκόπτουσιν" φωνὴ ἀγαλλιάσεως καὶ ἐξομολογήσεώς" ἐστιν· ἀπηλλάγησαν γὰρ τῆς κακίας. δυνατὸν δὲ καὶ τὸ" ἐν σκηναῖς δικαίων"······························ ὅταν ὑπωπιάσουσιν αὐτὰ καὶ δουλαγωγήσουσιν, ὅταν ναοὶ αὐτ····································· 6 ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἵνα τί συνταράσσεις με································· ἕως φθάσῃ τις εἰς τὸν οἶκον τοῦ θεοῦ. σὺ δέ, ὦ ψυχή, μνησθεῖσα······································ καὶ λέγοντας·" ποῦ ἐστιν ὁ θεός σου"; μὴ περίλυπος ἔσο, μὴ συντάρασσέ με······························· γενοῦ. δύνασαι καὶ ἀγγέλους λαβεῖν τοὺς" 3ἑορτάζοντας" 3 πα······················" ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει"." ἵνα τί περίλυπος εἶ καὶ ἵνα τί συνταράσσεις με;" ἔχεις ἕτοιμον τὸν βοηθοῦντα. ὡς εἰ καὶ κάμνοντι λέγῃς καὶ νοσοῦντι····························· ἵνα τί ἀφήλπισας τὴν ὑγείαν; ἰδοὺ πάρεστιν ὁ ἰατρός" 3. 6 ἔλπισον ἐπὶ τὸν θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ· σωτήριον τοῦ προσώπου μου καὶ ὁ θεός μου. πάρεστιν ὁ θεός· προσδόκησον παρ' αὐτοῦ ἀπαλλαγῆναι τῆς λύπης καὶ τῆς ταραχῆς. τότε δὲ ἀπηλλάγη τούτων, ὅταν τὰ λυπηρὰ πέρας λάβῃ, ὅταν·································· ωσιν· αἴρει γὰρ τὴν ταραχήν, αἴρει τὴν λύπην." σωτήριον τοῦ προσώπου μου".······················ ἐλέγομεν εἰς τό·" τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ ἐν κεφαλῇ αὐτοῦ", ὅτι ἐν τῷ····································· καὶ οἱ φρόνιμοι καὶ οἱ μὴ φρόνιμοι τὰς ὄψεις ἔχουσιν." σωτήριον····································· λέγεται ἐν τῇ γραφῇ περὶ προσώπου, ἃ πολλάκις εἴρηται, οὐ περὶ······························" ἐπάραι κύριος τὸ πρόσωπον αὐτοῦ ἐπὶ σὲ καὶ δῴη σοι εἰρήνην"· μὴ γὰρ προσωπ·····························" ἐπιφάναι κύριος τὸ πρόσωπον αὐτοῦ καὶ εὐλογήσαι σε". ὧδε τὸ πρόσωπον τὸ ἐπιφ̣··································· λέγεται δὲ καὶ" εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου", ὁ" χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ"··························· σωτηρία καὶ εὐλογία ἕπεται, ἐὰν ἐπαρθῇ τοῦτο τὸ πρόσωπον································· ἀσύγχυτος γίνεται. ἐπερ· τὸ πρόσωπον;– ὃ ἀνέλαβεν ὁ ἄνθρωπος······································· διάλημψις ὥσπερ πρόσωπόν ἐστιν θεοῦ, εἰδοποιεῖται φ̣······································· ἐξηγησάμην ποτὲ καὶ εἰς ἐκεῖνο κατὰ δευτέρ̣ αν ἀπόδοσιν··································· 302·································· τὸν υἱὸν λέγει τὸ εἶδος τοῦ πατρός, εἶδος ὡς χαρακτὴρ αὐτοῦ ἢ εἶδος τὴν περὶ····························· κατασκευάζουσιν τῇ ψυχῇ εἰδέα. τοῦ οὖν ἐμοῦ προσώπου σωτήριον εἶ.································ ν̣ α γενάμενον οὐ τὸ τοῦ σώματός ἐστιν, ἀλλὰ περὶ οὗ λέγεται·" ἡμεῖς δὲ································ μὴ γὰρ τοῦτο λέγει, ὅτι ἄνευ καλύμματος τὸ πρόσωπον τοῦ σώματος································· εται τοῦ ἔσω ἀνθρώπου τὸ πρόσωπον ἐξ ἀγνοίας καὶ ἁμαρτίας, φανεροῦται································· γάρ·" σοφία ἀνθρώπου φωτιεῖ πρόσωπον αὐτοῦ". τὸ φωτεινὸν τοῦτο πρόσωπον······························ οὐκ ἔχει ἀγνοίας κάλυμμα, οὐκ ἔχει κακίας ἐπίβλημα, ἀλλὰ καθαρὸν·································· τοῦ προσώπου σωτηρία εἶ, ὦ θεέ. 7 πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη.·································· τὸ εἶδος τῆς ταραχῆς. ἐλέχθη δὲ καὶ τοῦτο, ὅτε" ἐξέχεα", λέγει," τὴν ψυχήν μου ἐπ' ἐμὲ"·························· πρὸς τὰ ἔξω, οὐκ ἐφάνην αὐτοῖς τεταραγμένος. ὁ ταραττόμενος ἐν································· τούτων ἱστῶν τὴν ταραχήν, πρὸς ἑαυτὸν τετάρακται. 7 διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἑρμωνιίμ. ἐπεὶ ἡ ψυχή μου τετάρακται, εἰ καὶ πρὸς ἐμὲ αὐτὸν ἡ ταραχὴ··························· λουτροῦ καθαρσίου δέομαι, βαπτίσματός μοι χρεία." ἐμνήσθην σου" οὖν" ἐκ γῆς Ἰορδάνου καὶ Ἑρμωνιίμ". τὸ Ἑρμωνιὶμ" 3ὁδὸς λύχνου" 3 ἑρμηνεύεται ἢ" 3ἀνάθημα" 3. τοῦτο λέγει ὅτι· τοῦτο τὸ ὄρος·································· ε̣ νος, πράττων μετεώρως, διῃρμένον ἔχων τὸ φρόνημα·································· φωτιζομένη κατ' εὐθὺ ποιεῖ χωρεῖν τὸν ὁδεύοντα, οὐ προσ································· ἑρμηνεύεται δὲ Ἰορδάνης" 3κατάβασις αὐτῶν" 3. δύναται κατά··································· κ̣ ατέβη, ἀλλὰ αὐτῶν ἕνεκα κατέβη, ὥσπερ διδάσκαλος ἄριστος····················· 7– 8 ἀπὸ ὄρους μικροῦ ἄβυσσος πρὸς ἄβυσσον ἐπικαλεῖται εἰς φωνὴν τῶν καταρακτῶν σου.························· ρ ἐστιν, ἐνφανὲς δέ ἐστιν·" ἔσται" γὰρ" ἐνφανὲς τὸ ὄρος τοῦ κυρίου, καὶ···························· ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ κυρίου". εἰ καὶ πρὸς ἡμᾶς καὶ πρὸς τὴν κτίσιν η·································· τι συνκρινόμενον πρὸς ἡμᾶς. καὶ λέγω· ὁ τοῦ θεοῦ λόγος, ὁ θεὸς λόγος································ γίνεται δὲ πρὸς ἕκαστον τῶν προφητῶν·" ἐκείνους" γὰρ" θεοὺς εἶπεν πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο"." ἐγένετο λόγος̣ κυρίου πρός με λέγων". εἰ τοίνυν πρὸς τοὺς θεοποιουμένους··································· ὅλην τὴν δύναμιν, ὅλην τὴν μετουσίαν οὐ δέχονται. πρὸς···································· ν θεόν· οὐ γέγονεν ὁ λόγος πρὸς τὸν θεόν· τὴν προηγουμένην····································· τὸν θεὸν ἦν ὁ λόγος. οὐκ ἦν ἑτεροούσιος αὐτοῦ ὁ λόγος. τότε δὲ πρὸς······································ φῶς ἀΐδιον ἐξ ἀϊδίου φωτός. ἀπὸ τούτου οὖν τοῦ" μικροῦ ὄρους ἄβυσσος ἄβυσσον ἐπικαλεῖται εἰς φων̣ ὴν τῶν καταρακτῶν σου". ἄκουε· ἐν τῷ ὀγδόῳ καὶ δεκάτῳ ψαλμῷ εἴρηται ὅτι·" ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, κ̣ αι`̣ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν". ἐπὶ τῆς ἡμέρας τὸ······································ όμενον. τὸ ῥῆμα τοῦ θεοῦ ὅτε φωτεινόν ἐστιν καὶ 303 λάμπον καὶ ἀποδεδειγμένον, συμφωνίας τρόπῳ ἐρεύγεται··························· καὶ φωτεινὰ ἀπὸ τῶν τοιούτων νοοῦμεν, τὰ δὲ βαθέα κ̣································ νει γὰρ τὸ βάθος τὸ σκότος καὶ τὴν νύκταν." ἀνακαλύπτων βαθέα ἐκ σκότους".··············· ἐςτιν τοῦτο τὸ σκότος, ἀλλὰ ἀπ' ἐκείνου οὗ" ἔθετο ἀποκρυφὴν αὐτ̣ οῦ".··························· σαφηνίσαι θέλοντες εὑρίσκομεν ἄλλο ἀσαφές, μᾶλλον ευκ̣······························ παιδευομένῳ, καὶ ἀπ' ἐκείνου τὴν̣ γνῶσιν, ἀπὸ νυκτὸς·································· γοῦν καὶ ὧδε, ἐπεὶ" τὰ κρίματα" τοῦ θεοῦ" ἄβυσσός" ἐστιν" πολλή"······························· ὀνόματι σημαίνεται· εἴρηται γὰρ ὅτι·" ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ"················· τὰ βαθέα ἀπὸ βαθέων γνωρίζομεν. καὶ ἐπεὶ μὴ πάντ·································· βάθος ἔχουσιν, ἀπὸ τῶν μὴ τόνῳ βαθέων τὰ πάνυ βαθέα···························· φωνὴ τῆς ἐπικλήσεως τῆς ἀβύσσου πρὸς τὴν ἄβυσσον ἀπὸ τῶν································· τῶν ἄνωθεν ἀπ' αὐτοῦ καταραττόντων. δυνατὸν δὲ κ·································· δέ πώς εἰσιν οἱ προφῆται καὶ οἱ ἀπόστολοι ῥέοντες κα·································· καὶ οἱ ἀπόστολοι. αὕτη ἡ" ἄβυσσος τὴν ἄβυσσον ἐπικαλεῖται". μ··································· κατιοῦσα καὶ ἀσαφῶς κειμένη φθάνει μέχρι τῆς φωνῆς································ ον ἑρμηνεύειν τὴν ἄβυσσον διδασκαλίας τρόπῳ καὶ τὰ β··································· τότε δὲ ἡ" ἄβυσσος τὴν ἄβυσσον ἐπικαλεῖται" συμφωνίας τρόπῳ······························· σαφηνίσουσιν αὐτὴν ἐν διδασκαλίας τρόπῳ. ἄρτι ε̣ ἰσὶν" ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι"· ὁ γὰρ ἁρπαγεὶς" εἰς τὸν παράδεισον" ἐρεῖ αὐτά. ῥήματα γοῦν εἰσιν··································· ὁμωνυμίᾳ δέ εἰσιν τὰ" 3ῥήματα" 3. τότε μάλιστα" 3ῥήματα" 3 λέγονται················" ἔστιν δὲ νόημα ἐν τῇ ψυχῇ ὁτὲ μὲν ἄνευ τοῦ ἀληθὲς ἢ ψεύδεσθαι ὁτὲ δὲ ἤδη τὸ νόημα ᾧ ἀνάγκη τούτων ὑπάρχειν θάτερον". 1 Τῷ Δαυὶδ ψαλμός. Κρῖνόν με, ὁ θεός, καὶ δίκασον τὴν δίκην μου ἐξ ἔθνους οὐχ ὁσίου. ἐκ προσώπου τοῦ σωτῆρος δύναται οὗτος ὁ ψαλμὸς ἀπαγγέλλεσθαι. κεῖται··································· ἀμφοτέρως τὸ ἱερὸν καὶ ἐνάρετον. ὁ ἓξ ἀριθμὸς ἐλέχθη, πῶς τέλειός ἐστιν. ὁ ἑπτὰ δέ ἐστιν ἀδιάφθορος καὶ παρθένος ἀμήτορι καὶ ἀπάτορι ἐοικώς· οὐδὲ γὰρ γεννᾶν πέφυκεν ὁ ἑπτὰ οὐδὲ γεννᾶσθαι. παρθένος ἐστὶν ἣ οὐ γεννᾷ, παρθένος ἀδιάφθορος. διὰ τοῦτο πολλάκ̣ ις·································· ἡμῶν εἰς τὰς ἓξ μονάδας, ἀλλὰ εἰς τὴν φύσιν τοῦ ἀριθμοῦ.································· φαμὲν γεγονέναι οὐ τοῦ θεοῦ χρῄζοντος χρόνου······································· ἔργον τὸν λόγον. ἅμα ἠθέλησεν καὶ ὑπέστη ἐκεῖνα. αὐτὸ·························" πάντα, ὅσα ἠθέλησας, ἐποίησας". ἀρκεῖ τὸ θέλειν αὐτοῦ πρὸς ὕπαρξιν···································· ἕνεκα καὶ ἀκολουθίας καὶ ἁρμονίας τ·· ο ε······················· 304···················································· ἐντὸς δεκάδος. ο῾̣ τεσσεράκοντα δύο οὖν̣ κεῖται ἐνταῦθα. διὰ τοῦτο καὶ ἐν τῇ γενεαλογίᾳ································ ἦσαν αἱ διαδοχαί· ἔδει γὰρ τὸν ἐκ παρθένου γεννηθέντα καὶ τέλειον······························ ἡδονῆς. πᾶσα δὲ σύνλημψις ἡδονῆς συνελθούσης γίνεται. ὡς ὁ Σαοὺλ································ ἀπὸ μὲν τοῦ" Ἀβραὰμ ἕως τοῦ Δαυὶδ" τῷ ὄντι" γενεαὶ δεκατέσσαρές" εἰσιν, ἀπὸ δὲ τοῦ" Δαυὶδ ἕως τῆς μετοικεσίας Βαβυλ̣ ω῀̣ νος" δεκαεπτά εἰσιν διαδοχαί. καὶ ἐπεὶ ἔχρῃζεν τοῦ δεκατέσσαρες ἀριθμοῦ······························· διὰ τὸ μυστήριον, ἀφεῖλεν τὰς τρεῖς γενεάς. καὶ πάλιν" ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ" οὐχ εὑρίσκονται δεκατέσσαρες γενεαί, ἀλλὰ δεκατρεῖς δώδεκα ὅλως. ἐὰν δὲ καὶ αὐτὸν τὸν Ἰησοῦν ἀφέλῃς, τρεῖς γενεαὶ δέουσιν τοῦ ἀριθμο̣ ῦ τῶν δύο ἑβδομάδων· ὅπου γὰρ ἀφεῖλεν ἐκ τοῦ πλήθους, ὅπου δὲ προσέθηκεν πρὸς αὐτὸ ὀνόματα. διὰ δὲ τὴν ὁμοιότητα ἑβδομάδων γέγονεν ἡ ἔνλειψις τῶν τριῶν ὀνομάτων,···························· δέ. λέγει δὲ ἐν τῇ διαδοχῇ τὸν Ἰωρά Ὀζίαν. δοκεῖ δὲ ὁμοιότητα ἔχειν τὸ ὄνομα τοῦ Ὀζία πρὸς τὸ τοῦ Ὀχοζία· εὐαγγελ̣ ικὸν γὰρ ἁμάρτημά τινες αὐτὸ νομίζουσιν εἶναι, ἀλλὰ ἡ ἐπιφορὰ τοῦ······························· ἁμάρτημα, ἀλλὰ τοῦ σοφοῦ ἐπιτήδευμα, ἵνα σώσῃ τὴν τῶν ἀριθμῶν·············" κρῖνόν με, ὁ θεός, καὶ δίκασον τὴν δίκην μου ἐξ ἔθνους οὐχ ὁσίου". ὅσιον ἔθνος λέγει τὸν·····························" οὐαὶ ἔθνος ἁμαρτωλόν, λαὸς πλήρης ἁμαρτιῶν". ἐπεὶ τοίνυν ἐπέθετο αὐτῷ································ κ̣ ριθῆναι βούλεται ἐκ τούτου· οὐκ ἔχουσιν γάρ, ὃ ἐνκαλέσωσιν αὐτῷ.································· ἐνκλήματα κατ' αὐτῶν ἐστιν. λέγουσιν·" οὐκ ἔστιν οὗτος ὁ ἄνθρωπος παρὰ θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ". τί δέ ἐστιν̣ τὸ τηρεῖν τὸ σάββατον; ἐν τῷ σαββάτῳ οὐ δεῖ νεκροὺς ἐγείρειν;··································· ω̣ γίνεται τὸ" τυφλὸν ἀπὸ γενετῆς" ἀγαγεῖν εἰς ὄψιν; τίμιον······························· σάββατον. πάλιν ὅταν λέγουσιν·" ἐν Βεεζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια", τοῦτο λέγο̣ ντες ὁμολογοῦσιν ὅτι ὅλως ἐκβάλλει· οὐ γὰρ ἴσχυσαν εἰπεῖν, ὅτι ου································· ο̣ νων καθαριζόμενοι ἐπιτιμίᾳ τῇ αὐτοῦ τῇ κατὰ τῶν δαιμονίων." οὐ καλῶς ἐλέγομεν ἡμεῖς ὅτι Σαμαρίτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις"; Σα μαρίτης φύλαξ ἦν. ὁ παρὰ θεῷ κρίσιν αἰτῶν·································· παρρησίαν." καρδιογνώστην πάντων" καλεῖ κριτὴν καὶ αὐτὸν ευ····································· ν̣ ἁμαρτίαν οὐδὲ ἐποίησεν αὐτὴν οὐδὲ ἔσχεν δόλον ἐν τῷ στόματι αὐτοῦ.······························· μεν ὅτι πολλάκις, ὅταν πλῆθος αἰτιᾶται καὶ ἕνα, εὑρίσκεται···································· αἰτιώμενος ὁτὲ δὲ τὸν Ἰούδα, ὅτε παρεθέμεθα ἀπὸ τοῦ ἑκατοστοῦ ὀγδόου ψαλμοῦ. ἐστὶν τὸ" ὁ θεός, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς, ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ' ἐμὲ ἠνοίχθη", περὶ ἑνὸς λέγων." ἐλάλησαν κατ' ἐμοῦ γλώσσῃ δολίᾳ"." ὅτι εἰ ἐχθρὸς ὠνείδισέν με, ὑπήνεγκα ἄν· σὺ δέ, ἄνθρωπε ἰσόψυχέ μου". καὶ μεθ' ὁλίγα·" ἐλθάτω θάνατος ἐπ' αὐτούς".························ ν ἐπὶ τῷ προδοῦναι. οὗτος δὲ ὥσπερ ἔξαρχος 305 καὶ αἴτιος τῆς προδοσίας γέγονεν. καὶ διὰ τοῦτο ὁτὲ μὲν αὐτὸν αἰτιᾶται ὁτὲ δὲ τοὺς ε································ καὶ δικασθῆναι ἐξ οὐχ ὁσίου ἔθνους. λέγει δ̣ ὲ αὐτὸν καὶ δόλιον, ὁ´̣ τι̣···························· προέδωκεν τὸν εὐεργέτην καὶ διδάσκαλον. 1 ἀπὸ̣ ἀνθρώπου δολίου καὶ ἀδίκου ῥῦσαί με.················· μὴ προδοθῆναι καὶ ἀποθανεῖν· πολλάκις γὰρ ἐν τοῖς ἔνπροσθεν ψαλμοῖς······························· ἐστιν ταῖς ἐπιβουλαῖς τῶν ἐπιβουλευόντων. ἐλέγομεν γοῦν, ὅτι οι῾̣································· πυρὶ παραδοθέντες ἐρύσθησαν, ἐπεὶ οὐκ ἠρνήσαντο. ἄλλοι δὲ μηδ̣································· οὕτως ἐξηγησάμεθα καὶ τὸ ἐν τῷ εὐαγγελίῳ·" ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ", κ̣ αί·" μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν". 2 ὅτι σὺ εἶ, ὁ θεός μου, κραταίωμά μου· ἵνα τί ἀπώσω με; σὺ κρατ̣································· γοῦν ἔχεις λεγόμενον·" ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ". σὺ εἶ οὖν ὁ θεὸς κ································· το ταῦτα, φανερόν. ἐκεῖνος δὲ τρεπτὸς ὢν ἔχρῃζε κραταιώματος····························· εἰ δὲ καὶ περὶ τοῦ θεοῦ λόγου ἐρεῖ ταῦτα, οὕτως ἀπαγγέλλει· ἐπεὶ σὺ βασιλεὺς εἶ καὶ································· ἐξηγησάμεθα καὶ τό·" ζῶ διὰ τὸν πατέρα"· ἐπεὶ ζῶν ἐστιν ὁ πατήρ μου,································ παράδειγμα·" 3διὰ τοῦτο λογικός εἰμι, ἐπεὶ ὁ πατήρ μου λογικός ἐστιν, καὶ διὰ τοῦτο ζῷόν εἰμι, ἐπεὶ ὁ πατήρ μου ζῷόν ἐστιν" 3. εἰ οὖν κραταίωμά μου εἶ," διὰ τί ἀπώσω με"; εἰπὲ τὴν αἰτι´̣ αν τῆς ἀπώσεως· οὐδὲ γάρ εἰμι τὸ οὐχ ὅσιον ἔθνος οὐδὲ ὁ ἄδικος καὶ δολερὸς ἄνθρωπος. δήλωσον οὖν," ἵνα τί ἀπώσω με";···························· σκυλεύσω αὐτόν, ἵνα κατάρα γενόμενος εὐλογίαν παράσχω··································· θη, ὡς ἁμαρτωλὸς κατεδικάσθη. 2 καὶ ἵνα τί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν μου; οἱ πιστεύσαντες οὖν αὐτῷ Ἰουδαῖοι ἔγνωσαν τὴν αἰτίαν τοῦ πῶς··································· ἀλλ' ἵνα φανερωθῇ τοῖς ἄλλοις τοῖς περιβαλοῦσιν αὐτὸν θλιβηροῖς. 3 ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου." ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα" ὁ ἄνθρωπος Ἰησοῦς π··································· αὐτῷ. φῶς δὲ καὶ ἀλήθεια ὁ θεὸς λόγος ἐστίν· αὐτὸς γὰρ λέγει·" ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου"," ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα"· καί·" ἦν τὸ φῶς τὸ ἀληθινόν"." ἐξαπόστειλον" οὖν" τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου".························ καὶ φανερὰ ἡ ἀλήθειά σου γένηται, τότε καὶ ἡ αἰτία γνωσθήσεται································ ομαι, καὶ ὅτι ἀδίκως πολεμεῖ με ὁ ἄνθρωπος ὁ εὐεργετηθεὶς ὑπ' ἐμοῦ································· ξάμην, κατ' ἐμοῦ στρατεύεται. οὐ δύο οὖν ἐστιν τὸ φῶς καὶ ἡ ἀλήθεια··································· φῶς ἐστιν, ὅταν καταλάμπων φωτίζῃ τὴν ψυχὴν καὶ τ̣···································· την καὶ τὸ ψεῦδος ἢ ὅταν διαδέξηται τὴν σκιὰν τοῦ νόμου.···································· εἶχε τὸ φῶς καὶ τὴν ἀλήθειαν· ναὸς γὰρ ἦν αὐτοῦ–, ἀλλὰ α································ φανερωθῇ διὰ τῶν σημείων;– οὐκ αὐτῷ, ἐκείνοις ἤθελεν φ̣········································ καὶ ἀλήθεια, ἵνα πεφωτισμένως θεωροῦσιν ι̣··············· 3 αὐτά με ὡδήγησαν καὶ ἤγαγόν με εἰς ὄρος τὸ ἅγιόν σου. τὸ φῶς σου καὶ ἡ ἀλήθειά σου········································ κατὰ ἄλλην πάλιν ἐπίνοιαν ὄρος ἅγιον λεγ········································ 306·····························" τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ κυρίου"; περὶ τούτου τοῦ ὄρους λέγεται. εἰ μὴ φῶς οὐκ ἄγει································ υ λάβῃ, εἰ μὴ φωτισθῇ υ῾̣ π' αὐτοῦ, οὐ δύναται αὐτοῦ ἔννοιαν λαβεῖν,································ τῆς σκιᾶς, οὐ δύναται ἰέναι πρὸς ἅγιον ὄρος τοῦτο. ἅγιον δὲ λέγεται································ τοὺς πλησιάζοντας. εἰ δὲ περὶ τοῦ ἀνθρώπου λέγηται, καὶ αὐτὸ ἅγιον································ ω̣ ὥσπερ ἐν ναῷ τὸν γενόμενον σοφίαν καὶ δικαιοσύνην καὶ ἁγιασμόν.························· ησαν ἐκ προσώπου αὐτοῦ λέγει;– εἶπον ὅτι, ἐὰν ἐκ προσώπου τοῦ ἀνθρώπου·································· γὰρ ὑπὸ φωτὸς καὶ ἀληθείας ὁδηγεῖται. ἐὰν δὲ ἀνωτέρω λαμβά·································· ν̣ τοῦτο λέγει. ἐπεὶ οἱ πιστεύοντες μέλη αὐτοῦ εἰσιν καὶ σῶμα αὐτοῦ,·························· τοῦ φωτὸς καὶ τῆς ἀληθείας λάβωσιν θεοῦ, ὡδηγήθησαν, καὶ αὐτὸς λέγει································ ἐξαπόστειλον οὖν, ἵνα φωτισθῶσιν οἱ ἄνθρωποι ἢ ἁπαξαπλῶς αἱ λογικαὶ οὐσίαι, τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου· αὐτά με γὰρ ὡδήγει, ἵνα εἴπωμεν ὅτι· σῶμά μού εἰσιν οὗτοι, ὅτε·································· ς. 3 καὶ εἰς τὰ σκηνώματά σου. ἐπεὶ εἰς τὸ ὄρος τὸ ἅγιόν τις·································· ι̣ προκοπαὶ διὰ τῶν σκηνωμάτων σημαίνονται. ἄγαγέ με·································· ς̣ διαφόρους μονὰς τὰς παρὰ τῷ πατρὶ δηλοῖν τὰ πληθυντικῶς·································· ν οἱ ἑπόμενοί μοι φθάσουσιν ἐκεῖ, οὐχ ἵνα ἐγὼ ἐκεῖ γένωμαι, ἀλλ' ἵνα·································· ν. 4 καὶ εἰσελεύσομαι πρὸς τὸ θυσιαστήριον τοῦ θεοῦ πρὸς τὸν θεὸν τὸν εὐφραίνοντα τὴν νεότητά μου. τοῦτο δὲ τὸ θυσιαστήριον, πρὸς ὃ εἰσέρχεταί τις, ἰσωτερικόν ἐστιν.······················ θυσιαστη´̣ ριον, ἀφ' οὗ τὸ ἕτερον τῶν Σεραφὶν ἔλαβεν ἄνθρακα. καὶ·································· ἐν τῷ οὐρανῷ θυσιαστήριον," καὶ αἱ ψυχαὶ τῶν πεπελεκισμένων διὰ τὴν μαρτυρίαν Ἰησοῦ" παρ' αὐτό εἰσ̣ ι̣ ν. δηλοῖ δὲ ὁ λόγος, ὅτι" οἱ πεπελεκισμένοι διὰ τὴν μαρτυρίαν Ἰησοῦ"·································· σαν· ὡς ἱερεῖα γὰρ παρὰ τὸ θυσιαστήριόν ἐστιν. οὐ πᾶς δύναται······················· ἀλλ'" ὁ πεπελε̣ κισμένος διὰ τὴν μαρτυρίαν". ἰσωτερικὸν οὖν ἐστιν τοῦτο τὸ θυσιαςτήριον.···························· θεν κατὰ μίμημα ἄλλου θυσιαστηρίου· πάντα γὰρ τὰ κατὰ τὴν·································· ησαι" κατὰ τὸν τύπον τὸν δειχθέντα" αὐτῷ" ἐν τῷ ὄρει" πεποίηκεν·································· αἰν̣ έσεως θυσία καὶ ἡ τῆς δικαιοσύνης προστάττεται·" θῦσον" γὰρ" τῷ θεῷ θυσίαν αἰνέσεως"," θύσατε θυσίαν δικαιοσύνης"." εἰσελεύσομαι" οὖν" πρὸς τὸ θυσιαστήριον τοῦ θεοῦ", εἶτα" πρὸς τὸν θεὸν τὸν εὐφραίνοντα τὴν νεότητά μου"· ὁ γὰρ ἀποστὰς ἀπὸ τῆς σκιᾶς τοῦ νόμου καὶ τοῦ ἐξωτερικοῦ θυσιαστηρίου···························· γ̣ ος·" τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; πλήρης εἰμί", εἰσέρχεται·······································" κατὰ τὴν τάξιν Μελχισέδεχ ἱερεὺς" ἐρεῖ·" εἰσελεύσομαι πρὸς τὸ θυσιαστήριον τοῦ θεοῦ,······················· κρείττονας τῶν φαινομένων." εἰσελεύσομαι" οὖν············································· τῶν αἰσθητῶν, ἀπὸ τῶν κατὰ 307 τὸ γράμμα," εἰς τὸ θυσιαστήριον τοῦ θεοῦ". ὁ ὑπερβὰς τὴν" παλαιότητα τοῦ γράμματος" τὴν διαδεξαμένην τὴν σκ̣ ιὰν τοῦ νόμου καὶ παλαιὰν διαθήκην ἐγνωκὼς ταῦτα ἐρεῖ. 4 ἐξομολογήσομαί σοι, ὁ θεός, ἐν κιθάρᾳ. ἐπεὶ εἰσελεύσομαι εἰς τὸ θυσιαστήριόν σου νεότητα ἔχων ἐκ τῆς" καινότητος τοῦ πνεύματος" π̣ ρ̣ οσ̣ γενομένην, δι̣ α`̣ τ̣ οῦτο ἐξομολογήσομαί σοι χαριστηρίως ἐν κιθάρᾳ. τὴν δὲ κιθάραν εἴρηκα πολλάκις ὅτι τὴν πρακτικη`̣ ν̣ α᾿̣ ρ̣ ε̣ τὴν σημαίνει ἢ τὸ σῶμα τὸ κρουόμενον ὑπὸ τῆς μεμουσωμένης ψ̣ υχῆς. ὡ῀̣ δε ἡ ἐξομολόγησις εὐχαριστίαν σημαίνει· τυχόντος γάρ ἐστιν τῶν αἰτημάτων· ηὔξατο γνωσθῆνα̣ ι α̣ ι᾿̣ τ̣ ίαν τοῦ ἀπῶσθαι αὐτὸν καὶ τοῦ σκυθρωπάζοντα πορεύεσθαι, ηὔξατο ἀποσταλῆναι αὐτῷ τὸ φῶς καὶ τὴν ἀλήθειαν, ἐπεὶ αὐτὰ αὐτὸν ὡδ̣ ήγησαν, ηὔξατο εἰσελθεῖν εἰς τὸ θυσιαστήριον τοῦ θεοῦ καὶ πεῖραν λαβεῖν τῶν σκηνωμάτων τοῦ θεοῦ καὶ τοῦ ἁγίο̣ υ ὄρους. ἐπεὶ τοίνυν τῶν ἀγαθῶν τούτων αἰτημάτων ἐν πείρᾳ γέγονεν θεοῦ αὐτῳ῀̣ δεδωκότος καὶ οὐχ ἑαυτῷ εὑρηκότος αὐτά, διὰ τοῦτο χαριστηρίως αὐτῷ ἐξομολο γεῖται κρούων καὶ τὰς αἰσθήσεις οὔσας νευρὰς οὔσας κιθάρας καὶ ποικίλα νοήματα ἢ τὰ μέλη· ὅταν γὰρ ἕκαστον τῶν μελῶν̣ πρὸς ἀρετὴν̣ τᾖν ἡρμοσμένον, νευρά ἐστιν τεταμένη, ἵν' ἐνμούσως κ̣ ρουσθῇ υ῾̣ πὸ τοῦ π̣ λήκτρου̣ τῆς ἀληθείας. 5 ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἵνα τί συνταράσσεις με; ἔλπισον ἐπὶ θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ. ᾐτήσατό τινα αὐτῷ ὑπαρχθῆναι, καὶ ἔτι αὐτοῦ λαλοῦντος ἐπένευσεν, καὶ λοιπὸν καὶ πρὶν λάβῃ οὕτω διετέθη πιστῶς ὡς εἰληφώς. διεγείρει οὖν τὴν ψυχὴν ε῾̣ αυτοῦ καὶ λέγει·" ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου"; ἐπεὶ τοίνυν ἐξομολογήσασθαι αὐτῷ προῄρημαι, ἔλπισον ἐπ' αὐτόν, προσδόκησον τὰ τῆς εὐχαριστίας ὑπαρχθήσεσθαί σοι. ἡ δὲ ἐξομολόγησις ὧδε τὴν εὐχαριστίαν σημαίνει. 5 σωτήριον τοῦ προσώπου μου ὁ θεός μου. τοῦ ἀληθῶς προσώπου μου σωτήριον εἶ. τὸ φῶς δέ ἐστιν τὸ σω̣ τήριον τ̣ οῦ ἔσω ἀνθρώπου, περὶ οὗ λέγει·" σοφία ἀνθρώπ̣ ου φωτιεῖ πρόσωπον αὐτοῦ". καὶ πάλιν λέγει ὁ ἅγιος" πεφωτισμένους" ἔχειν" τοὺς ὀφθαλμοὺς τῆς καρδίας" καὶ" ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου̣ καθοπτρίζεσθαι". ὅταν καθοπτριςθῇ τὸ πρόσωπον ὑπὸ τῆς καταλλήλου καὶ θείας δόξης καὶ φωτισθῇ ὑπὸ τῆς σοφ̣ ίας, ἐμοῦ σωτηρία ὁ θεός ἐστιν. ἄλλοι ῥυσθέντες ἐκ νόσου λεγέτωσαν·" 3σωτηρία μού ε᾿̣ στιν ὁ ἰατρός" 3, καὶ ἄλλος ἐκ τρικυμίας καὶ ζάλης ῥυσθεὶς λεγέτω·" 3σωτηρία μού ἐστιν ὁ κυβερνήτης" 3. 1 Εἰς τὸ τέλος· τοῖς υἱοῖς Κόρε εἰς σύνεσιν ψαλμός. περὶ τοῦ τέλους πολλάκις ἐλέχθη, ὅτι τὸ ἔςχατον ὀρεκτόν ἐστιν, οὗ ἕνεκα τὰ ἄλλα πάντα γι´̣ νεται, αὐτὸ δὲ οὐδενὸς ἕνεκα···················· ἔχειν. ὁ εἰδὼς τὸ τέλος οἶδεν καὶ τὰ ποιητικὰ τοῦ τέλους τὰ πρὸ του´̣ του. καὶ ἐς ὅσ̣ ον·················· πάλιν μετάβασις διὰ προκοπῶν ἀνύειν··············· οὐκ εν·· ε̣···················· τῷ ἤδη ὑπάρξαντι ὀρεκτῷ. συνετὸν οὖν δεῖ εἰ῀̣ ναι·············· ε̣························· 308 2 ὁ θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν, οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν. ἐν τοῖς ἑαυτῶν ὠσίν, φασίν οἱ ἅγιοι, ἠκούσαμεν τῶν τοῦ θεοῦ λόγων. πρὸς τῇ κοινῇ ἀκοῇ προσθήκη ὤτων γίνεται, ὅταν τις δύνηται ἐπιστημον̣ ικῶν λόγων ἀκούειν. ὁ ἰατρὸς ἀκούων ἰατρικῶν λόγων ἔχει ὠτίον ἰατρικόν, ἄλλος δὲ οὔ. ὁ δυνάμεν̣ ος εἰπεῖν·" ἡ παιδεία κυρίου διανοίγει μου τὰ ὦτα", οὐ περὶ τῆς αἰσθητῆς ἀκοῆς λέγει, ἀλλὰ τῆς δυναμένης ἀκούειν ε᾿̣ π̣ ιστημονικῶν θεοῦ λόγων. οὕτως οὖν ἀκουστέον τὸ" ἐν τοῖς ὠσὶν ἡμῶν", καὶ οὔκ ἐστιν παρέλκον· οὐ γὰρ τὸ ὑπάρχον σημαίνει, ἀλλὰ τὸ προσγενόμενον. καὶ θεώρει γε, πῶς λέγει ὁ ἅγιος·" ἡ παιδεία κυρίου διανοίγει μου τὰ ὦτα̣". λέγει·" κύριος δίδωσίν μοι γλῶσσαν παιδείας τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον, ἔθηκέν μοι πρωΐ, προςέθηκέν μοι ὠτίον τοῦ ἀκούειν· καὶ ἡ παιδεία κυρίου διανοίγει μου τὰ ὦτα". τὸ κατὰ προσθήκην διδόμενον ὠτίον ἐπιστημονικόν ε᾿̣ στιν, θεοπρεπ̣ ῶς̣ λόγων ἀκούει. καὶ ὅταν τοῦτο προστεθῇ, ἡ παιδεία αὐτοῦ λοιπὸν τὰ ὦτα διαν̣ οίγει, τοῦτο τὸ προστεθέν, τὸ ἄλλο ὠτίον, τὸ ἐπιστημονικόν, τὸ θεοπρεπῶς ἀκοῦον, τὸ δυνάμενον εἰπ̣ εῖν·" ἤκουσ̣ α ἄρρητα ῥήματα"· ου᾿̣ π̣ αντὸς γὰρ ἔστιν τοῦτο εἰπεῖν, ἀλλὰ τοῦ προσθήκην ὠτὸς λαβόντος θε̣ όθεν. ταῦτα ε᾿̣ ν̣ νῷ ὁ σωτὴρ ἔχων̣ ἔλεγεν·" ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω". οὐ πάντες δὲ εἶχον τὰ ἀκούοντα τῶν Ἰησοῦ ἐπικε̣ καλυμμένων λόγω̣ ν, τῶν ἐν παραβολαῖς ἀπαγγελλομένων λόγων. ὅθεν ἐμάνη Πορφύριος καὶ ἐν τούτῳ." ὁ θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν". τοῖς ἰδίοις ἡμῶν, οὐ τοῖς κοινοῖς πρὸς τὰ ἄλογα ζῷα, ἀλλὰ ἐν ἡρμοσμένοις πρὸς τοὺς τοῦ θεοῦ ε᾿̣ π̣ ιστημονικοὺς λόγους. καὶ ἐπὶ τῶν αἰσθητῶν δὲ διαλέκτων τοῦτο σημαίνει· ὁ Αἰγύπτιος τῶν Αἰγυπτίων̣ ἐν τοῖς ἰδίοις ὠσὶν ἀκούει, τῷ ἰδίῳ ὠτὶ ἀκούει. ἐπερ· ἐνταῦθα οὖν̣ κατὰ τὸ ἐπιστημονικὸν λαμβάνομεν;– οἱ περὶ διδασκαλίαν ὄντες προσωποποιοῦνται πάντας·" λαὸς πλήρης ἁμαρτ̣ ιῶν"· μὴ γὰρ ἕκαστον οἷόν τε τῶν αὐ τῶν ἁμαρτημάτων πλήρης εἶναι· εἰσὶν γὰρ καὶ ἐναντίαι καὶ ἀσυνύπαρκτοι. οὐ δύναται γοῦν ὁ αὐτὸς ἄνθρωπος ἔχειν δειλίαν καὶ θρασύτητα, λαὸς δὲ ὅλος ἔχειν δύναται. καὶ πάλιν περὶ δυναμένων̣ συνυπάρξαι, κἂν μὴ συνυπάρξωσιν διὰ τὸ πλῆθος, ἐὰν λέγω, ὅτι πᾶσα ἡ πόλις ἐπιστήμας ἔχει, οὐ πᾶς̣ τὰς αὐτὰς ἔχε̣ ι̣· ἀδύνατον γάρ ἐστιν πάντας ἔχειν ὡς δεῖ. δυνατὸν δὲ ἔχειν ὥσπερ παρακούσματα." οἱ πατέρες ἡμῶν ἀνήγγει̣ λαν ἡμῖν". οἱ πατέρες ἡμῶν κατὰ παίδευσιν. σοφοί εἰσιν οἱ λέγοντες. ᾗ σοφοὶ οὖν ἐξ αὐτῶν εἰσιν γε̣ ν̣ νηθέντες, οὐχ ᾗ ἄνθρωπο̣ ι· πολλοὶ γὰρ σοφοὶ ἐξ οὐ σοφῶν καὶ πολλοὶ μὴ σοφοὶ ἐκ σοφῶν εἰσιν. 2 ἔργον, ὃ εἰργάσω ἐν ταῖς ἡμέραις αὐτῶν, ἐν ἡμέραις ἀρχαίαις. ἐν ταῖς αὐτῶν ἡμέραις, ἀρχαίαις οὔσαις,····················· ἡμῖν ἀπήγγειλαν οἱ πατέρες ἡμῶν. καὶ ὅτι δεῖ τὸ ἀκοῦσαι ἐπιστημονικῶς···················· ν̣ ἐκεῖνα τὰ γενόμενα ἐν ταῖς ἀρχαίαις ἡμέραις, οἷον ἐν Ἐξόδῳ· ἐν Αἰγύπτῳ ἔξοδον γεγενῆσθαι ἀδύνατον μαθεῖν ἦν ἐκείνων ο̣ ὐκ̣ α᾿̣ π̣ αγγελλόντων, εἰ μὴ ἄρα τοὺς συνγραψαμένους··············· ἐκ παντὸς γὰρ τρόπου δεῖ τὰ γεγενημέν̣ α πάντα λέγειν, ἵνα μὴ ἔλθῃ τις καὶ εἴπῃ··················· ς̣ ἁρπάσῃ." ἐν ἡμέραις" οὖν" ἀρχαίαις", ἐν πρώταις ἡμέραις. τί δέ ἐστιν τοῦτο, α························ γέγονεν·············· ω̣ ν καὶ χείρονος γῆς ἐπὶ τοὺς ἁγίους καὶ τὴν············································· 309 γεγενημένον. οὐ πάντως δὲ αὐτὸ τοῦτο προηγουμένως σημαίνεται, ἀλλὰ λέγεται, ἵνα διὰ τούτου ἐκεῖνο θεωρηθῇ. μετατίθεται ὁ θεὸς τοὺς̣ ἀνθρώπους ἀπὸ τοῦ περὶ γῆν τόπου εἰς τοὺς ὑψηλοὺς οὐρανούς." 3ἔργον" 3 οὖν ἐὰν λέγῃ, οὐχ ἓν λέγει τῷ ἀριθμῷ, ἀλλὰ τῷ εἴδει ἢ καὶ τῷ γένει. ἐν τῷ φωτισμῷ αὐτῶν– ἐπεὶ γὰρ ἐπιστήμονας λαμβάνομεν τοὺς πατέρας, λέγομεν ὅτι·" ἐν ταῖς ἡμέραις", αἷς ἔσχον καταυγαζόμενοι ὑπὸ τοῦ ἀληθινο̣ υ῀̣ φωτὸς τοῦ ἡλίου τῆς δικαιοσύνης– γέγονεν ἐν τῷ φωτισμῷ τοῦ βίου αὐτῶν ἔργον, ὃ οὐκ ἐφθόνουν̣ ἡμῖν μεταδοῦναι. εἶπεν, τί, καὶ μέμνηται· ἔθνη ἑπτὰ ὑπὸ τῆς ὕστερον κληθείσης ἁγίας γῆς καθεῖλεν. κατεφυτεύθησαν εἰσαχθέντες ὑπὸ θεοῦ εἰς ἐκείνην τὴν χώραν. ἀμέλει γοῦν Μωϋσῆς εὔχεται ἐπιμίσγων πάλιν τὸ μυστικόν·" εἰσαγαγὼν καταφύτευσον αὐτοὺς εἰς ὄρος κληρονομίας σου, ἁγίασμα, κύριε, ὃ ἡτοίμασαν αἱ χεῖρές σου". θεώρει ὅτι οὐδεὶς ἐξωτ̣ ερικ̣ ῶς βιῶν καὶ ἀκούων δύναται εἰς τὸ ὄρος τὸ ἅγιον εἰσελθεῖν. οἱ ἐν παραβολαῖς οὖν ὄχλοι ἀκούοντες ἔξω ὄντες οὐκ̣ εἰση῀̣ λθον εἰς ὄρος τὸ ἅγιον, ἔνθα αἱ παραβολαὶ ἐσαφηνίζοντο. δεῖ οὖν εἰσαχθῆναι πρ̣ ῶτον, εἶτ' οὕτω καταφυτευθῆναι. 3 ἡ χείρ σου ἔθνη ἐξωλέθρευσεν, καὶ κατεφύτευσας αὐτούς. οὐ τοῦ θεοῦ ἐν τ̣ αῖς ἡμέραις ἀρχαίαις. ἀρχαῖος ἡμερῶν ἦν, καὶ οὐ λέγομεν ὅτι ἐν ἡμέραις ἀρχαίαις ἠ῀̣ ν, ἀλλὰ ἀρχαῖος ἡμερῶν ἦν· ἦν γὰρ πρὸ ἡμερῶν, πρὸ παντὸς χρόνου· καὶ ἴσον ἐστὶν τῷ ἀρχαῖον ἡμερῶν αὐτὸν εἶναι τὸ ὑπάρχειν πρὸ τῶν αἰώνων, ὡς εἴρηται·" ὁ ὑπάρχων πρὸ τῶν αἰώνων"." ἡ χείρ σου" οὖν" ἔθνη ἐξωλόθρευσεν". ἡ κολαστική σου δύναμις. δύνανται καὶ οἱ ὑπηρετοῦντες ταῖς κολάσεσιν ἄγγελοι χεῖρες το̣ ῦ θεοῦ λέγεσθαι, ὡς λέγομεν χεῖρα βασιλέως, καὶ οὐ δήπου τὸ μέλος τοῦ σώματος διὰ τούτων σημαίνομεν. καὶ ὁ Ἰὼβ δὲ περὶ τῆς κολαστικῆς δυνάμεως– αὐτὸς δὲ ἦν ὁ διάβολος ἦν– ἔλεγεν·" ἀπόστειλον τὴν χεῖρά σου". τοῦτο οὖν λέγει·" ἡ χείρ σου" ἤτοι ἡ κολαστικὴ δύναμις ἤτοι ἡ δραστήριος τῶν ἐπιπόνων ἤτοι ἡ διακονοῦσα δύναμ̣ ίς σου" ἐξωλόθρευσεν ἔθνη". τὸν δὲ ὄλεθρον τῶν ἐθνῶν κατὰ ἀναγωγὴν λάβε θάνατον ἀνθρώπων ᾗ ποιῶν καὶ ἀποβολὴν τῆς ζωῆς, καθ' ἣν ἔθνη ἦσαν ἀλλότρια τοῦ θεοῦ." καὶ κατεφύτευσας" τοὺς πατέρας̣ η῾̣ μῶν. τὰ δὲ ἔθνη ἐξολεθρεύονται ἀφ' ἧς ἔχουσιν κακίας· χώρα γὰρ καὶ πόλις ἦν αὐτῶν ἡ κ̣ ακία̣. καὶ κατ̣ αφυτεύον̣ ται ἐκεῖνοι οὐχ ὑπὸ ἄλλης ἢ τῆς δεξιᾶς αὐτοῦ. οὐ ταὐτὸν δέ ἐστιν χεὶρ καὶ δεξιά· ἡ μὲν γὰρ δεξ̣ ιὰ πάντως χείρ ἐστιν, οὐ πᾶσα δὲ χεὶρ δεξιά· ἔχομεν γὰρ τὰ ἐπαινετῶς γινόμενα διὰ δεξιᾶς ἐπιτελούμεν̣ α εἰπεῖν. ο̣ ὕτως ε᾿̣ ν
17
καλῶν ἐστιν ἡ δεξιά, ἡ ἀριςτερὰ δὲ ἡ ἀντικειμένη. καὶ ἐπεὶ τὰ πραττόμενα ἀπὸ διαθέσεως γίνεται καὶ ἀπὸ νοήσεως" 3καρδία" 3 λεγομένης, λέγεται δὲ ὁ σοφὸς καρδίαν ἔχειν εἰς δεξιάν, ὁ δὲ ἄφρων εἰς ἀριστεράν, ὧδε οὐ λαμβάνομεν τόπους σωμάτων. ὁ σοφὸς δὲ νοῦν ἔχει δεξιῶς̣ ν̣ ο̣ οῦντα, σύνεσιν ἔχει περ̣ ὶ τῶν νοητῶν. καρδία δὲ ἄφρονος ἀριστερά ἐστιν, περὶ τὰ ὑλικὰ στρέφεται μόνα. πολλάκις δὲ κεῖται ἐν γραφαῖς ἡ ἀριστερὰ οὐκ ἐπὶ ψόγου, ἀλλ' ἐπὶ ἐλαττώσεως, ὡς ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων λέγει ὅτι·" εὐώνυμος αὐτοῦ ἐπὶ τὴν κεφαλήν μου, καὶ δεξιὰ αὐτοῦ περιλήμψεταί με". καὶ π̣ ερ̣ ὶ 310 τη῀̣ ς σοφίας εἴρηται·" μῆκος γὰρ βίου καὶ ἔτη ζωῆς ἐν τῇ δεξιᾷ"– μῆκος δὲ τὰ ἀθάνατα, τὰ μὴ καταλυόμενα–," ἐν δὲ τῇ ἀριστερᾷ αὐτῆς πλοῦτον κ̣ αὶ δόξαν". δίδωσιν δὲ πλοῦτον τὸν αἰσθητόν. ἀριστερᾶς δὲ τῆς σοφίας χειρὸς δόματα ταῦτα οὐ φαῦλα. 3– 4 ἐκάκωσας λαοὺς καὶ ἐξέβαλες αὐτούς· οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν, καὶ ὁ βραχίων αὐτῶν οὐκ ἔσωσεν αὐτούς. ἐκείνους οὓς ἐξε´̣ βαλες, κακώσας ἐξέβαλες. τὴν κάκωσιν δὲ ἐπήγαγες αὐτοῖς, ἵνα παιδευθῶσιν. πολλάκις δὲ ἡ κάκωσις παιδεύει· κάκωσιν γὰρ ἐνταῦθα οὐ τὴν ἐξ ἁμαρτίας λέγομεν, ἀλλὰ τὴν ἐξ ἐπιπόνου παιδεύσεως. ἐπεὶ οὖν οὐ προσήκαντο ὡς δεῖ τὴν παίδευσιν τὴν ἐπίπονον, ἐξεβλήθησαν λοιπὸν καὶ ἀπεδοκιμάσθησαν." οὐ γὰρ ἐν τῇ ῥομ̣ φαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν". οἱ πατέρες ἡμῶν οἱ κοινοὶ τῶν ἐκβληθέντων τὴν γῆν ε᾿̣ π̣' ἱστορίας εἰληφότες οὐχ ἱδίῳ πολέμῳ, οὐχ ἱδίᾳ δυνάμει ἔσχον τὴν ἀπ' ἐκείνων ἀφα̣ ιρεθεῖσαν γῆν·" οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶν, οὐδὲ ὁ βραχίων αὐτῶν" κατίσχυσεν αὐτούς," ἀλλ' ἡ δεξιά σου καὶ ὁ βραχίων σου καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου". ἔνθα ὁ φωτισμός, καὶ ἡ σωτηρία. δι' ἧς οὖν γίνεται ἡ κάκωσις κ̣ αὶ ἡ ἐκβολή, ἁπλῶς χείρ. οὕτω καὶ ἐν ἑνὶ τῶν ψαλμῶν περὶ Χριστοῦ λέγεται τό·" καὶ θήσει ἐν θαλάσσῃ χεῖρα αὐτοῦ καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ". ἔνθα ζάλη καὶ ἁλμυρίς ἐστιν, ἡ χεὶρ ἁπλῶς τίθεται κατὰ τῶν πονηρῶν δυνάμεων· πονηραὶ γὰρ δυνάμεις εἰσὶν αἱ νῦν διὰ τῆς θαλάσση̣ ς δηλούμεναι." ε᾿̣ ν" δε`̣" ποταμοῖς τὴν δεξιάν". ποταμοὶ δέ εἰσιν οἱ προφῆται σχόντες ἀπὸ τῆς πηγῆς τοῦ ὕδατος τοῦ" ἁλλομένου εἰς ζωὴν αἰώνιον" ῥεύματα·" ὁ πιστεύων" γὰρ" εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσ̣ ουσιν ὕδατος ζῶντος. τοῦτο δὲ ἔλεγεν περὶ τοῦ πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες". οὗτοι οὖν ποταμοὶ ὄντες" κροτήσουσιν χειρὶ ἐπὶ τὸ αὐτό". συμφωνίας δέ ἐστιν πρᾶξις. ἴδε οὖν, ἡ χείρ, ἔνθα ἡ θάλασσα, ἡ ἁλμυρίς, ἡ ζάλη. 4 ἀλλ' ἡ δεξιά σου καὶ ὁ βραχίων σου καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου. ἔχει ἡ δεξιὰ καὶ βραχίονα κατάλληλον. οὐκ ἐν τῇ ἑαυτῶν οὖν χειρὶ ἢ τῷ ἑαυτῶν βρα̣ χίονι ἐκληρονομήσατε γῆν, ἀλλ' ὁ θεοῦ βραχίων καὶ ἡ δεξιὰ καὶ ὁ φωτισμὸς τοῦ προσώ πο̣ υ αὐτοῦ τοῦτο ὑμῖν παρέσχεν. ἑκατέρως αὐτὸ πρὸς τροπολογίαν, ὅτι οὐχ ἱδίᾳ δυνάμει οὐδ̣' ἰδίᾳ̣ π̣ ράξει ἐλευθε̣ ρώθητε καὶ γεγόνατε ἐν τῇ ἁγίᾳ γῇ. ἐὰν δὲ πρὸς ἀλληγορίαν ὑψηλοτέραν λάβῃς, κ̣ αὶ ὁ βραχίων αὐτοῦ καὶ ἡ δεξιὰ καὶ ὁ φωτισμὸς τοῦ προσώπου αὐτοῦ ὁ σωτήρ ἐστιν. οὐκ ἐν ἑαυτοῖς οὖν, ἀλλ' ἐν τούτῳ ἐρύσθ̣ ητε, μετοικίσθητε ἐκ τῆς χείρονος χώρας εἰς τὴν καλήν.················ ἑτοιμάσας ἐνίκ̣ η̣ σεν, ἀλλὰ θεοῦ συμμαχήσαντος, ὡς τό·" οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεῶντος θεοῦ". 4– 5 ὅτι εὐδόκησας ἐν αὐτοῖς. σὺ εἶ αὐτὸς ὁ βασιλεύς μου καὶ ὁ θεός μου. οὐ γὰρ μόνον θεός μου εἶ δημιουργός μου ὢν καὶ εἰς τὸ εἶναί με ἀγαγών, ἀλλὰ καὶ βασιλεύς, ὅτι ὑπὸ················ προνοίας ἄρ̣ χομαι οὐκ ἐν̣ πλεκόμενος ἔτι" ταῖς τοῦ βίου πραγματείαις". καὶ θεὸς μέν μου εἶ ᾑ῀̣ κ̣ τίσμα θεοῦ εἰμι– καὶ πᾶν μὲν κτίσμα θεὸν ἔχει τὸν θεόν– ᾗ δὲ στρα········································· εἶ. 5 ὁ ἐντελλόμενος τὰς σωτηρίας Ἰακώβ. 311 τῷ Ἰακὼβ τῷ πτερνίζοντι τὴν κακίαν τὰς σωτηρίας ἐντέλλῃ βασιλεὺς καὶ θεὸς ὤν. σωτηρίας δὲ ἐντέλλεται τοῖς πνεύμασιν τοῖς διακονοῦσιν τὰς σωτηρίας, περὶ ὧν ὁ ἀπόστολος·" οὐχὶ πάντες εἰσὶν λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀ ποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν"; οὐχ ἵνα βεβαιω´̣ σωσιν καὶ δῶσιν αὐτήν, ἀλλ' ἵνα προαναφωνήσωσιν αὐτὴν ἀκούσαντες·" εἴπατε τῇ θυγατρὶ Σιὼν Ἰδοὺ σωτὴρ παραγίνεταί σοι"." σωτηρίαι" δὲ τοῦ" Ἰακὼβ" δύνανται εἶναι αἱ κατ' εἶδος ἀρετ̣ αὶ ἢ αἱ δύο ἀρεταί, ἡ πρακτικὴ καὶ διανοητική, ἡ θεωρία τῆς ἀληθείας καὶ ἡ ποιητικὴ τῶν ἔρ̣ γων τῶν ἐπαινετῶν. 6 ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν. θεωρεῖς, οὐχ ἱδίο̣ ις κέρασιν χρώμενοι ἀνατρέπομεν τοὺς ἐχθροὺς ἡμῶν. σὺ δὲ κέρας ἡμῶν εἶ καὶ ἀμυντήριον. ἔχεις οὖν λεγόμενον ἐν ἑνὶ τῶν ψαλμῶν ὑπὸ τῶν ἁγίων πάντων·" καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν". οὐ τὸ αἰσθητόν· πάλιν γὰρ ἀμυντη´̣ ριόν ἐστιν̣ τὸ κέρας τῶν ἐχόντων. δι' αὐτοῦ ἀπαλεξήσουσιν τὰ ἐπερχόμενα ἐπιβλαβῆ. οὐκ ἔχουσιν ο̣ ὖν, φησίν, οἱ ὑπὸ σὲ βασιλέα καὶ θεὸν ὄντα ἕτερον κέρας ἢ σέ. αἰτιᾶται οὖν τινας ὁ λόγος ἐν ἑνὶ τῶν Δώδεκα·" οἱ λέγοντες Οὐκ ἐν τῇ ἰσχύι ἡμῶν ἔσχομεν κέρατα"; κ̣ ε´̣ ρας ἔχοντες καὶ δυ´̣ ν̣ αμιν ἔχοντες κερατίζομεν τοὺς ἐχθρούς. διὰ τοῦτο καὶ συντρίβεται τούτω̣ ν τὰ κέρατα·" καὶ πάντα" γὰρ" τὰ κέρατα τοῦ ἁμαρτωλοῦ συνθλάσω". δυνατὸν δὲ καὶ κέρας λαμβάνειν βασιλέα καὶ βασιλείαν, ὡς̣ ἐν τῷ Δανιὴλ φέρεται·" τὰ δέκα κέρατα, δέκα βασιλεῖαι". διὰ τοῦτο οὖν σὲ βασιλέα ἔχοντες σὲ κέρας ἔχομεν καὶ" ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν"." καὶ ἐν τῷ̣ ὀνόματί σου", ἐπεὶ τὴν σὴν προ̣ ση̣ γορίαν ἔχομεν ἐφ' ἑαυτούς," ἐξουδενοῦμεν" πάντας" τοὺς ἐπανισταμένους ἡμῖν", ἔχοντες ὅπλ̣ ον ἀκαταμάχητον τὴν σὴν προσηγορίαν. ἔχειν δὲ προσηγορία̣ ν δεῖ οὐ ψιλω῀̣ ς. οὐχ ὁ λέγων ἑαυτὸν Χριστιανὸν πάντως ἔχει τὸ Χριστοῦ ὄνομα, ἀλλὰ ὁ ὢν Χρισ̣ τιανός. 6 καὶ ἐν τῷ ὀνόματί σου ἐξουδενώσαμεν τοὺς ἐπανισταμένους ἡμῖν. καὶ ἐκ̣ τούτου πάλιν δείκνυται, ὅτι προαιρέσει ἐπανιστάμενοί εἰσιν. οὐ κατὰ φύσιν εἰσὶν τοιοῦτοι, οὐδὲ κατ̣ ὰ φύσιν οἱ υ̣ πετ̣ ι̣············· νις εἰσιν, ὡς οἱ τὰς φύσεις εἰσηγούμενοι λέγουσιν. 7 οὐ γὰρ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με. ἔχω μὲν τόξον καὶ ῥομφαίαν, ἐπεὶ ἐνδεδυμένος εἰμὶ" τὴν πανοπλίαν τοῦ θεοῦ", ἀλλ' οὐκ ἐν τούτοις ἐλπίζω· οὐ τὸ ὅλον τῆς προσδοκ̣ ίας εἰς ταῦτα ανα·················· χρώμενος αὐτοῖς θέλω θεὸν σύμμαχον καὶ πρόμαχόν μου γε̣ νέσθαι, ἵν' ἰσχὺν·············· δυνηθῶ βα̣ λ̣ εῖν πρὸς οὓς πέμπω μου τὰ βέλη, καὶ ἵνα ἡ ῥομφαία μου καιρίως·················· ἀντιδίκους. ἀόρατοι δέ εἰσιν οὗτοι. πολλάκις ῥομφαία̣ τῶν ἐχόντων ὁ λόγος λέγεται·" οἵτινες ἠκόνησαν ὡς ῥομφαίαν τὰς γλώσσας αὐτῶν"· καί·" υ̣ ἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλον καὶ βέλη, καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα". καὶ ἄλλο δε´̣·" ῥομφαία αὐτοῦ 312 ἐπὶ μηρὸν αὐτοῦ". οὐ μόνον" ἐν ταῖς χερσὶν" ἔχουσιν ῥομφαίας, ἀλλὰ καὶ ἐπὶ τῶν μηρῶν. καὶ τάχα οἱ περὶ τῆς σωφροσύνης λόγοι οἱ νεκροῦντες" τὰ μέλη τὰ ἐπὶ τῆς γῆς" ἐπὶ μηρούς εἰσιν ῥομφαῖαι. πολλάκις καὶ τὰ τῆς γενέσεως διὰ τοῦ ὀνόματος τοῦ μηροῦ σημαίνεται. ὅταν γοῦν λέγῃ ἐν τῷ Ἰεζεκιήλ·" καὶ πᾶς μηρὸς ὑγρανθήσεται ὑγρασίᾳ", τοῦτο λέγει· πάντες ἀκόλαστοί εἰσιν τὴν ὑγρότητα τῶν ἡδονῶν μεταδιώκοντες. 8 ἔσωσας γὰρ ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς. ἐπεὶ ἔσωσας καὶ ἡμᾶς ἐκ τῶν θλιβόντων, ἔγνωμεν ὅτι" ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν". διὰ τοῦτο τοίνυν, ἐπεὶ τοῦτο ὑπῆρκται ἡμῖν ἐκ σοῦ, ἔγνωμεν ὅτι οὐκ ἐπὶ τῷ τόξῳ ἐλπίζειν δεῖ– χρᾶσθαι μὲν αὐτῷ, οὐχ ὡς ἀναντιρρήτως δέ– κατατοξεύσαντες. 8 καὶ τοὺς μισοῦντας ἡμᾶς κατῄσχυνας. διαφορὰν πάλιν ἔχουσιν οἱ μισοῦντες πρὸς τοὺς θλίβοντας ὁτὲ μὲν τῇ ὑποστάσει ὁτὲ δὲ τ̣ ῇ ἐπινοίᾳ̣. πολλάκις οἱ αὐτοὶ καὶ θλίβουσιν καὶ μισοῦσιν, καὶ οὗτοι κατ' ὑποκείμενον οἱ αὐτοί εἰσιν. ἐνίοτε δὲ ὁ μισῶν οὐχ οἷός τέ ἐστιν ἐχθρο`̣ ς εἶ ναι, ὅταν ἀσθενὴς ᾖν· καὶ γὰρ ὁ ἀσθενὴς δύναται μισεῖν, ἐχθρεύειν δὲ ἐκ τοῦ προφανοῦς̣ οὐ δύναται· βλάψει γὰρ αὐτόν. πλὴν κἂν οἱ αὐτοὶ ὦσιν κατ' ὑποκείμενον τῇ ἐπινοίᾳ μόνον διαφέροντες, κἂν ἕτεροι καὶ ἕτεροι ὦσιν, ὁ θεὸς ἐκ τούτων ῥύεται καὶ σῴζει καὶ καταισχύνει αὐτούς̣. 9 ἐν τῷ θεῳ῀̣ ἐπαινεσθησόμεθα ὅλην τὴν ἡμέραν. τῶν ἐπαινουμένων οἱ μὲν δια`̣ κ̣ άλ̣ λος σώματος ε᾿̣ παινοῦν̣ ται, οἱ δὲ διὰ ἰσχύν. οἱ πύκται ἐν τῇ ἰσχύι ἐπαινοῦνται, ἄλλοι δὲ ἐν ἄλλῃ τέχνῃ, καὶ ἄλλοι διὰ πλοῦτον, δι̣ ὰ εὐγένειαν, ἀλλ' ἐν σοὶ ἡμεῖς ἐπαινεσθησόμεθα. οὐκ ἔχομεν αἴτιον ἐπαίν̣ ου ἄλλον ἢ σέ· κἂν γὰρ ὑπάρξῃ ἡμῖν ἐπίπονα, ἐπεὶ διὰ σοῦ αὐτὰ εἰλήφαμεν καὶ" ἐν τῷ θεῷ ποιοῦμεν δύναμιν", ἐν σοὶ ἔχομεν τὸν ἔπαινον. πολ̣ λάκις ἡ ἡμέρα τὸν χρόνον τῆς ζωῆς τῶν λεγόντων σημαίνει, ὡς τό·" ἕνεκα σ̣ ο̣ ῦ θανατούμεθα ὅλην τὴν ἡμέραν", τουτέστιν διὰ βίου. 9 καὶ τῷ ὀνόματί σου ἐξομολογησόμεθα εἰς τὸν αἰῶνα. η῾̣ σὴ προσηγορία πολλὴν ἡμῖν παρέχει δύναμιν. ἐν αὐτῇ γοῦν" ἐξουθενοῦμεν" πάντας" τοὺς ἐπανισταμένους ἡμῖν". διὰ τοῦτ̣ ο" ἐν τῷ ὀνόματι τῷ σῷ ἐξομολογούμεθα εἰς τὸν αἰῶνα". τὸ τῆς ἐξομολογήσεως ὧδε̣ ὄνομα τὴν εὐχαριστί αν σημαίνει·" ἐξομολογήσομαί σοι, ὅτι ἔκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν καὶ ἀνε̣ κάλυψας αὐτὰ νηπίοις". ἵνα δοτικὴ ᾖν, δύναται οὕτω ὅτι·" τῷ ὀνόματί σου ἐξομολογούμεθα", ὅτι αὐτὸ η῾̣ μῖν σωτηρίας γέγονεν αἴτιον. δυνατὸν δὲ καὶ τοῦτο· ἐν τῷ σῷ ὀνόματι τῷ ἐπικληθέντι ἐφ' ἡμᾶς, ὡς̣ ἐὰν λέγῃς· ἐν τῇ ἐπιστήμῃ ἢ ἐν τῇ ἀρετῇ ἐξομολογήσομαι. 9– 10 διάψαλμα. νυνὶ δὲ ἀπώσω καὶ κατῄσχυνας ἡμᾶς καὶ οὐκ ἐξελεύσῃ ἐν ταῖς δυνάμεσιν ἡμῶν." σὺ εἶ αὐτὸς ὁ βασιλεύς μου καὶ ὁ θεός μου". συν······ τῷ θεῷ ἡ φωνή· τῶν γὰρ ἐγγιζόντων καὶ πλησιαζόντων··············· ων θεὸς και`̣ βασιλεύς ἐστιν." ὁ ἐντελλόμενος τὰς σωτηρίας Ἰακώβ". τοῖς ἐγγὺς····················· τὰς σωτηρίας ἐντέλλεται καὶ ὅλα χρηστά. περὶ αὐ313 τῶν λέγει·" ἐν σοὶ ἐπαινεςθησόμεθα ὅλην τὴν ἡμέραν καὶ ἐν τῷ ὀνόματί σου ἐξομολογησόμεθα εἰς τὸν αἰῶνα", τουτέστιν εὐχ̣ αριςτήσομεν. καὶ λέγει·" νυνὶ δὲ ἀπώσω καὶ κατῄσχυνας ἡμᾶς καὶ οὐκ ἐξελεύσῃ ἐν ταῖς δυνάμεσιν ἡμῶν". ὅτε δὲ ἐξήρχου ἐν ταῖς δυνάμεσιν ἡμῶν τῆς στρατιωτικῆς αὐτοῦ ἢ τῇ δυνάμει τῇ ἰσχύι ἡμῶν, ἠνύαμεν ἀεὶ πάντα. πᾶν δὲ τοὐναντίον ἐνταῦθα ὑπάρχει ἡμῖν. καὶ ἐπεὶ ἔλεγον, οὐ δεῖ τὰ προβληματικὰ εἰπεῖν̣ ῥητῶς περὶ αὐτῶν· ὁ Ἰσραὴλ ἁμαρτὼν μετῳκίσθη ἀπὸ τῆς Ἰερου σαλὴμ εἰς Βαβυλῶνα αἰχμαλωσίας τρόπῳ. καὶ Δανιὴλ δὲ καὶ οἱ τρεῖς ἐκεῖνοι καὶ Ἰησοῦς ὁ Ναυὴ καὶ Ἰεζεκιὴλ καὶ οἱ ἄλλοι τῶν Δώδεκα Προφητῶν ἦσαν ἐκεῖ, Ἅγγεος καὶ Ζαχαρίας. οὗτοι οὐκ αἰχμαλωσίας τρόπῳ μετηνέχθησαν εἰς τὴν Βαβυλῶνα, ἀλλ' ἕνεκα τοῦ μετόχους εἶναι βοηθῶν καὶ ἰατρῶν τοὺς καταδικασθέντας ἐκεῖ. καταδικάζει τινὰ θεὸς μετὰ φειδώ, τουτέστιν οὐκ ἐᾷ αὐτὸν ἀβοήθητον. καὶ ἀγγέλους ἐκπέμπει καὶ ἄνδρας ἁγίους ποιεῖ ὑπο̣ π̣ ε̣ σεῖν κ̣ ακώσει καὶ αἰχμαλωσίᾳ οὐ διὰ ἁμαρτήματα ἑαυτῶν, ἀλλὰ τῆς ἄλλων ἕνεκ̣ α σωτηρίας. ἐς τοὐναντίον ο̣ ὐ῀̣ ν με̣ ταβολὴν λέγουσιν γεναμένην ἀπὸ τῶν καλῶν ἐπὶ τὰ φαῦλα, α᾿̣ π̣ ὸ τοῦ βοηθεῖσθαι καὶ ἔχειν αὐτὸν α᾿̣ ντιλήμπτορα εἰς τὸ ἐνκαταλελεῖφθαι, ἀλλὰ τρόπον τινὰ ἐνκατελε̣ ίφθησαν γενόμενοι βοηθοὶ ἄλλων, οὐχ ἵνα ἀπόλωνται, ἀλλὰ ἵν' ὠφελήσωσιν καὶ μὴ ἐπιτρέψωσιν ἐπὶ πλέον τὰ ἁμαρτήματα τῶν καταδικασθέντων γενέσθαι." ἀπώσω" οὖν" ἡμᾶς νῦν". καὶ τὸ" ἀπώσω" δὲ οὐ πάνυ ψόγον φέρει·" ἐξῆλθεν Κάϊν ἀπὸ προσώπου κυρίου τοῦ θεοῦ". οὐκ ἀπώσατο αὐτὸν ὁ θεός, ἀλλ' αὐτοκελεύστῳ προθυμίᾳ̣ ἠσπάσατο τὸ κακόν, ὥρμησεν ἐπὶ τὴν κακίαν. περὶ δὲ τοῦ Ἀδὰμ οὐ πάν̣ υ ἀποπεσόντος εἴρηται ὅτι·" ἐξέβαλεν τὸν Ἀδὰμ" ὁ θεὸς ἀντιποιούμενον δηλονότι τῶν ἔσω καὶ μὴ θέλοντα ἐξελθεῖν. ἐκεῖνος δὲ τῆς Εὕας τῆς γυναικὸς ἕνεκα ἐκβέβληται ἐκ τοῦ παραδείσου· καὶ γὰρ αὐτῆς ἕνεκα τὸν κανόνα παρέβη· πυνθανομένου γὰρ τοῦ θεοῦ λέγει·" τίς σοι ἀνήγγειλεν"; λέγει·" ἡ γυνή, ἣν ἔδωκας μετ' ἐμοῦ". οὐκ εἴρηκεν·" ἣν ἔδωκας", ἀλλὰ" μετ' ἐμοῦ αὐτὴν ἔδωκας". καὶ οὗτός ἐστιν ὁ σκοπός· κἀγὼ ἐ´̣ δ̣ οξα δέ, ὅτι ἀπατηθεῖσα ὑπὸ τοῦ διαβόλου, ὡς αὐτὴ ὡμολόγησεν, ἐκβάλλεται τοῦ παραδείσου, ἔδοξα τὸ αὐτὸ α̣ ὐτῇ ποιεῖν, ἵνα ἐκβληθῶ κἀγὼ τοῦ παραδείσου· εἰ μὴ γὰρ συνεκβληθεὶς ἦν ὁ Ἀδάμ, οὐκ εἰσήρχετο εἰς τὸν̣ παρ̣ άδεισον ἡ γυνή. οὐ π̣ ᾶς ἔλεγεν ὁ λαός·" ὁ θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν, οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν". καὶ μεθ' ὁλίγα·" ἀλλ' ἡ δεξιά σου καὶ ὁ βρ̣ αχ̣ ίων σου······· καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου". οὐ πᾶς ὁ λαὸς τοῦτο ἔλεγεν̣. ἐμνημονευσ̣···················· τοῦ ἐν τῇ πρὸς Κορινθίους λεχθέντος τοῦ·" εὐχαριστῶ, ὅτι ἐν παντὶ ἐπλουτίσθητε, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει". εἶτα πάλιν·" ἀκούεται ἐν ὑμῖν πορνεία". οὐ πε̣ ρὶ ἑνὸς οὖν ἦν τ̣···················· ἐπὶ τοῦ λαοῦ τούτου οἱ μὲν ἰδίῳ τρόπῳ. οὗτοι οὖν οὐκ̣ ἐξεπέτασαν χεῖρας προ`̣ ς θεὸν ἀλλότριον." νυνὶ δὲ ἀπώσω καὶ κατῄσχυνας ἡμᾶς". οὐδεὶς ἁμαρτάνων ὑπὸ θεοῦ καταισχύνεται, ἀλλ' ὑφ' ἑαυτοῦ. καταισχύνει δὲ ὁ θεὸς τρόπον τινά, ὅτε τὸν μὴ ἁμαρτωλο`̣ ν σὺν τοῖς α῾̣ μαρτωλοῖς···················· 314···· καὶ ὁ καταισχυνμὸς ἐπωφελὴς καὶ δόξαν φέρων τῷ̣ καταισχυνομένῳ. οὐκ ἔχει" κρυπτὰ αἰσχύνης", ἅπερ ἀπειπέσθαι δεῖ κατὰ τὴν φιλοσοφίαν τοῦ λέγοντος ὅτι·" ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης, μὴ περιπατοῦντες ἐν πανουργίᾳ". ὁ λέγ̣ ων·" τοῖς ἀνόμοις ἄνομος γέγονα", οὐ κατῃσχύνθη ὑφ' ἑ αυτοῦ, ἀλλὰ ὁ λόγος τοῦ Χριστοῦ προτρεπόμενος ἔπεισεν αὐτο´̣ ν. ἐπερ· ὁ λέγων ὅτι·" ἄνομος γέγονα", οὐ καταισχύνεται; ὅσον ἧκεν εἰς ἀνθρωπίνην διάνοιαν, ου᾿̣ δεὶς ἤθελεν μιμήσασθαι τοὺς κακούς." καὶ οὐκ ἐξελεύσῃ ἐν ταῖς δυνάμεσιν ἡμῶν". πάλαι ἐξήρχου ἐν ταῖς δυνάμεσιν ἡμῶν· προέτρεχες ἡμῶν εἰς τοὺς πολέμους, καὶ περιεγινόμεθα τῶν ἐπιτιθεμένων. τὸ δὲ μὴ ἐξελθεῖν ἐν ταῖς δυνάμεσιν τοῦτο λέγει· βοηθῶν οὐ βοηθεῖς. βοηθεῖς ἡμῖν, ἵνα ἀθ̣ λ̣ ηταὶ ἀποδειχθῶμεν δῆθεν ἐνκαταλειφθέντες καὶ ὠφελήσωμεν καὶ ἄλλους· οὐκ εἶπεν γ̣ ὰρ ὅτι·" κ̣ ατε´̣ στ̣ ρεψας τὰς δυνάμεις ἡμῶν", ἀλλ'" οὐκ ἐξελεύσῃ ἐν ταῖς δυνάμεσιν ἡμῶν". 11 ἀπέστρεψας ἡμᾶς εἰς τὰ ὀπίσω παρὰ τοὺς ἐχθροὺς ἡμῶν. ὀπίσω αὐτῶν ἦσαν οἱ ἐχθροί. ἔπαινον δὲ λέγουσιν ἑαυτῶν·" ἐπὶ τοῦ νώτου μου" γὰρ" ἐτέκταινον οἱ ἁμαρτωλοί". ἄλλῳ δὲ τρόπῳ λ·················· τα`̣ νῶτα διδόασιν οἱ πολέμιοι, οὐκ ἀσθενήσουσιν καὶ διώκονται μόνον̣ ὑπ̣ ὸ τῶν με̣ λλόντω̣ ν αὐτῶν περιέσεσθαι. ὁ σωτὴρ οὖν πάντας ἐλαύνει τοὺς ἐχ̣ θροὺς̣ καὶ τὰς χεῖρας ἔχει ἐπὶ τοῦ νώτου αὐτῶν τύπτων αὐτούς, διώκων αὐτούς. οὗτοι οὖν λέγουσιν·" ἀπέστρεψας ἡμᾶς εἰς τὰ ὀπίσω παρὰ τοὺς ἐχθροὺς ἡμῶν", οὐ κυρίως λεχθησομένου ἂν περὶ τοῦ κατ' αἵρεσιν ἀποστρ̣ εφομ̣ ένου καὶ μιμουμένου τοὺς ἐχθρούς·" θεὸς ἀπέστρεψεν". τὸ δὲ διὰ θεου῀̣ παραγινόμενον ἀγαθ̣ ὸν και`̣ ἐπαινετόν ἐστιν. ἰδοὺ οἱ περὶ Δανιὴλ καὶ οἱ ἄλλοι ἅγιοι οἱ γεγονότες ἐν τῇ Βαβυλῶνι λεγέτ̣ ωσαν·" ἀπέστρεψεν ἡμᾶς εἰς τὰ ὀπίσω παρὰ τοὺς ἐχθροὺς ἡμῶν". 11 καὶ οἱ μισοῦντες ἡμᾶς διήρπαζον ἑαυτοῖς. οὐκ ἂν ἠδύναντο λαβεῖν ἡμᾶς ὑπὸ χεῖρα, εἰ μὴ ἡμᾶς διὰ τὸ χ̣ ρήσιμον ἀπέστρεψε̣ ν παρ' αὐτοῖς. ἐχθροί εἰσιν καὶ μισοῦντες· ἐχθρῶν γάρ ἐστιν τὸ μισεῖν. ἡμεῖς δὲ οὐδὲ ἐχθροὶ ἐκείνων οὐδὲ μισοῦντές ἐσμεν. καὶ διὰ τοῦτο πόρρω ἦμεν· διὰ τί γὰρ κρίμα········ δ̣ ε´̣ σ̣ ποτα, ἀπέστρεψας ἡμα῀̣ ς παρ' ἐκείνους, πεποίηκας ἡμᾶς μετ' ἐκείνων εἶναι, οἳ καταδικασθέντες εἰσίν; οἱ οὖν̣ ἐν μορφῇ θεοῦ πρότερον ὄντες μορφὴν δούλου λαβόντες διὰ συνπάθειαν, οἱ τοιοῦτο̣ ι οὖν λέγουσιν ὁ´̣ τι· ἐληλύθαμεν εἰς τὸν περὶ γῆν τόπον οὐ δι' ἑαυτούς, ἀλλὰ ἄλλων ἕνεκα οὐκ ἐξελθόν̣ τος σου ἐν ταῖς δυνάμεσιν ἡμῶν· πρότερον γὰρ ἐν ταῖς δυνάμεσιν ἡμῶν ἐξήρχου τὴν νίκην ἡμῖν κατὰ τω῀̣ ν ἐχθρῶν ὀρέγων καὶ φυλάττων ἡμᾶς ἐν τῇ τῶν πατέρων ἡμῶν χ̣ ώρᾳ ᾗ κατέβημεν. ἐπεὶ οὖν οὐκ ἐξῆλθες ἐν ταῖς δυνάμεσιν ἡμῶν, ἐστράφημεν εἰς τὰ ὀπίσω παρὰ τοὺς μισου῀̣ ντας ἡμ̣ ᾶς. διαρπασάντων ἡμᾶς ἐκείνων, οἷς ἔδωκεν– κακῇ δὲ προθέσει······················· υ̣ τ̣ α̣ ι̣. καὶ πολλὰ τοιαῦτα εὑρίσκεις ἐν τῇ γραφῇ· ἀπὸ φθόνου································· αὐτὸν ἐν 315 πρᾶσις. οὐ ταύτῃ δὲ τῇ προθέσει ἐκεῖνοι ἀπέδοντο αὐτόν. πάλιν ὁ Ἰούδας προδ̣ έδωκεν τὸν σωτῆρα, καὶ γέγονεν χρήσιμος ἡ προδοσία ἐπὶ τῷ ἀρθῆναι" τὴν ἁμαρτίαν τοῦ κόσμου". πάλιν οὐ ταύτῃ τῇ προθέσει ἐσταύρωσαν οἱ σταυρώσαντες." οἱ μισοῦντες ἡμᾶς διήρπαζον ἑαυτοῖς", οὐ κατέκ̣ τειναν ἡμᾶς. ἐὰν δὲ τοῦτο λέγεις, ὅτι τὰ ἡμέτερα ἐλάμβανον ἐπ' ὠφελίᾳ τῇ ἑαυτῶν, καὶ εἰκότως τὰ τ̣ ῆς παραδόσεως καὶ τῆς ἀποστροφῆς εἰς τὰ ὀπίσω καιρίως γέγονεν. ἐπιφέρουσιν οὖν·" ταῦτα πάντα ἐπῆλθεν ἐφ' ἡμᾶς, καὶ οὐκ ἐπελαθόμεθά σου". 12 Ἔδωκας ἡμᾶς ὡς πρόβατα βρώσεως. πάλαι ἐκ τοῦ φανεροῦ ἐβοήθεις ὥστε ἔπαινον ἡμῶν ὅλην τὴν ἡμέραν σὲ εἶναι καὶ ἐν τῷ ὀνόματί σου ἐξομολογεῖσθαι εἰς τὸν αἰῶνα. διὰ τί δὲ νῦν εἰς αἰχμαλωσίαν παρεδόθημεν οὐ κακίας ἡμετέρας ἠ`̣ α᾿̣ σεβείας ἕνεκα ἰδίας τοῦτο παθόντες; ἔλεγον δὲ τοιούτους εἶναι τοὺς τὸν ψαλμὸν λέγοντας οἷοι ἦσαν Δανιὴλ······················· ὁ τοῦ Ναυὴ καὶ Ἰεζεκιὴλ καὶ Ἅγγεος καὶ Ζαχαρίας καὶ οἱ τρεῖς κ̣ αὶ ἕτεροι πλείονες. οὗτοι οὐ διὰ κακίαν ἰδίαν ἐν τῇ Βαβυλῶνι γεγένηνται. ἐπὶ δὲ τῶν παραδιδομένων θλιβηροῖς, καὶ μάλιστα ἐκείνοις τοῖς θλιβηροῖς, ἔνθα καὶ τὸ τῆς προαιρέσεως ἐπισφαλές̣ ἐστιν διὰ τὸ τοὺς οἷς παρε̣ δόθησαν ἐπὶ κακίᾳ χαίρειν, ἀπεστάλησαν ὥσπερ ἰατροὶ μετὰ πολεμίων, ἵνα ἐπιμελῶνται αὐτῶν, βοηθήματα προσάγουσιν τὰ μὲν φυλάττοντα αὐτῶν τὴν ἤδη ἐνοῦσαν ὑγίειαν, τὰ δὲ λύοντα νόσον καὶ φέροντα ὑγείαν. οὐ γάρ, ὥς τινες οἴονται, αἰτιώμε̣ νοι τη`̣ ν ἡμέραν λέγουσιν. ἐπιφέρουσιν οὖν πρὸς ἑτέροις εἰρημένοις καὶ τό·" ὡς πρόβατα βρώσεως ἔδωκας ἡμᾶς". αὐτοὶ εἰς βρῶσιν αὐτῶν παρεδόθημεν, λεόντων δίκην καὶ λύκων κατεσθίουσι̣ ν ἡμᾶς. ὅμως εἰ καὶ κατεσθιόμεθα, οὐκ ἀφιστάμεθα τοῦ εἶναι πρόβατα·" πρόβατον πλανώμενον ὁ Ἰσραήλ, λέοντες ἐξῶσαν αὐτόν· ὁ πρῶτος κατέφαγεν αὐτὸν βασιλεὺς Ἀσσούρ". κακότης δέ ἐστιν τὸν γενόμενόν τι ἐπαινετόν, μὴ μεῖναι ὅπερ ἔστιν, ἀλλ' εἰς ἑτέραν ποιότητα ἀναλυθῆναι. ὁ ἐσθίων ἄρτου ἐὰν εἰς γαστέρα καταπέμψῃ αὐτόν, οὐ μένει ἄρτος. οἱ δὲ καταποθέντες καὶ β̣ ρῶμ̣ α ἐχθρῶν γεγενημένοι οὐκ ἀπέστησαν τοῦ εἶναι πρόβατα. λέγεται πολλάκις βρῶμα γίνεσθαι ο῾̣ μαθητὴς τοῦ διδασκάλου, περὶ οὗ καὶ λέγει·" ἐμὸν βρῶμά ἐστιν, ἵνα τις ποιήσῃ τὸ θέλημα τοῦ πατρός μου". ἡ γυνὴ ἡ Σα̣ μαρῖτις γοῦν μαθητὴς ἦν, περὶ ἧς καὶ εἶπεν·" ἐγὼ βρῶσιν ἔχω φαγεῖν ἣν ὑμεῖς οὐκ οἴδατε".··········· δ̣ ὲ πάλιν̣················ ἄρτον εἶναι. ὁ δὲ ἄρτος τροφὴ γίνεται. τρόπον δέ τινα τ̣ ρ̣······· ε̣· ι̣·················· ἐὰν οὖν ὁ ἄνθρωπος ὁ σῴζων τὸ κατ' εἰκόνα καὶ τὸ καθ' ὁμοίωσιν θεοῦ διδάσκαλος κατὰ Ἰησοῦν γενόμενος ἄγριον ἄνθρωπον διὰ τοῦ παιδεῦσαι 316 φάγῃ··································· ις ὑπὸ τοῦ διδασκάλου καὶ τροφὴ αὐτοῦ γεγενημένος οὐκ ἔσται λέων. διὰ τοῦτο μακάριός ἐστιν καὶ μακαρίζεται οὐχ ὅτι λέων ἐστίν, ἀλλ' ὅτι ἄνθρωπος γέγονεν. εἰ δέ ποτε ἄνθρωπος λογικὸς καὶ λογικῶς κινούμενος̣ ὑπὸ ὠμοθύμου τινὸς ἀγρίου ἀνθρώπου ἢ πονηρᾶς δυνάμεως βρωθείη, γίνεται λέων καὶ τάλας ἐςτὶν ὁ τοιοῦτος·" οὐαὶ" γὰρ" τῷ ἀνθρώπῳ ὃν φάγεται λέ ων". οὗτοι οὖν λέγουσιν·" ἔδωκας ἡμᾶς ὡς πρόβατα βρώσεως". βρω̣ θέντες πρόβατα ἔμειναν. 12 καὶ ἐν τοῖς ἔθνεσιν διέσπειρας ἡμᾶς. κατὰ τὸ πρόχειρον τῆς λέξεως φαίνονται τοῦτο λέγοντες ὅτι· ἐπεσπάρημεν τοῖς ἔθνεσιν, ἐσκεδάσθημεν πολλαχοῦ. φαίνονται δὲ ἐν μόνῃ τῇ Βαβυλῶνι καὶ τῇ Ἀσσυρίᾳ τοῦτο παθόντες. ὃ λέγει οὖν, τοιοῦτόν ἐστιν· εὐαγγελικῷ πρ̣ ω῀̣ τον χρηστέον ῥητῷ ἡ σπορὰ τούτων τῶν σπερμάτων, οἷον σίτου κριθῆς, ἐὰν ἐπισπαρῶσιν τῇ γῃ῀̣, ταύτην̣ δέχονται εἰς τὴν ἑαυτῶν οὐσίαν διὰ τροπῆς καὶ μεταβολῆς· ἐκ τῆς γῆς γὰρ μετέβαλον γενόμενοι πολλοὶ ε᾿̣ ξ ἑνὸς κόκκου, ἐκ τῆς γῆς μετέβαλον εἰς τοὺς σίτους. ἀνιμᾶται················ ν̣ τὴν παρακειμένην γῆν καὶ εἰδοποιεῖ αὐτὴν καὶ μεταποιοῖ εἰς τὴν ἑαυτῆς φύσιν. σπέρματα δὲ λέγει τοὺς ταῦτα λέγοντας ἁγίους ὅτι·" ἐν σοὶ ἐπαινεσθησόμεθα καὶ ἐν τῷ ὀνόματί σου ἐξομολογησόμεθα ε̣ ἰς τὸν αἰῶνα". ἰδου`̣ οἱ λέγοντες·" ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν" καὶ τὰ ἄλλα, λεγέτωσαν·" ἐπέσπειρας ἡμᾶς ἐν τοῖς ἔθνεσιν" σπερμάτων δίκην, ἵνα τὰ ἔθνη τρόπον τινά, ἐὰν ἐπὶ ξένης ἐπισπαρῶμεν αὐτοῖς, μεταβάλωμεν εἰς ἑαυτούς, καὶ εἷς ἡμῶν γένηται στάχυς πολλοὺς φέρων κόκκους, πολλὰς ψυχὰς ὠφεληθείσας. καὶ διαφόρως λέγονται οἱ ὠφελούμενοι ὁτὲ μὲν παῖδες τῶν ὠφελούντων, ὅταν ἐκεῖνοι πατέρες ὀνομάζωνται, ποτὲ δὲ πρόβατα, ὅταν ἐκεῖνοι τὴν ποιμένος ἔχωσιν κατάστασιν καὶ διαγωγήν. οὗτοι οὖν ὡς σπέρματα κατεβλήθησαν, ἀνέλαβον εἰς ἑαυτοὺς ἐκείνους τοὺς ὠφελουμένους ἐκ τοῦ παρατεθεῖσθαι αὐτοῖς. παρατεθέντα τὰ σπέρματα μετέβαλεν̣ τὴν γῆν. τὰ ἔθνη οὖν γῆ εἰσίν̣, σπέρματα δὲ τὰ καταβληθέντα ἐπ' ὠφελίᾳ ἄλλων. κείσθω δὲ καὶ τοῦτο ἁπ̣ λουστέρως, ὅτι γεγόνα̣ σιν οἱ Ἀσσύριοι ἐν Βαβυλῶνι, οὐ μὴν πολλὰ ἔθνη καὶ πάντα τὰ ἔθνη εἰσίν. κ̣ είσθω δὲ καὶ πρὸς τη`̣ ν ἱστορίαν. 13 ἀπέδου τὸν λαόν σου ἄνευ τιμῆς. ἄνευ τιμῆς············· ἀπέδου· εἰς αἰχμα̣ λωσίαν γὰρ ἀχθέντες οὐ μετὰ τιμῆς ἐκεῖ ἤχθημεν, ἀλλὰ νόμῳ αἰχμαλωσίας ἀχθέν̣ τες· οὐδὲν γα`̣ ρ̣ τούτου ἀτιμότερον." ἄνευ τιμῆς" οὖν" ἀπέδου τὸν λαόν σου".·············· λαὸν ἀπέδου τοι῀̣ ς κ̣ ρ̣ ατῆσαι ἐθέλουσιν. δυνατὸν δὲ καὶ λαὸν λέγειν ἐκεῖνον, ὑπὲρ οὗ············· ν ἐν τοῖς ἀλλοτρ̣ ίοις. καὶ ε᾿̣ πεὶ" τὸν λαόν σου ἄνευ τιμῆς", τουτέστιν οὐ τιμὴν λαβών," ἀπέδου",······ ω̣ αὐτούς· ταῖς γὰρ ἁμαρτίαις ἑαυτῶν ἐπράθησαν. δύναται δὲ καὶ τὸ" ἄνευ τιμῆς"··············· κ̣ αὶ ευ̣ κρ̣········· υ. διὰ τοῦτο ἡμεῖς ὑπεμείναμεν ταῦτα τὸ ἐν αἰχμαλωσίᾳ γενέσθαι··········̣·························· διασπαρῆναι ἐν τοῖς ἔθνεσιν, ἵνα συναγάγῃς τὸν···································· ἑαυτόν. 317 ἁμαρτίᾳ πέπρακεν ἑαυτὸν καὶ χρεώστην πεποίηκεν. αὐτίκα γοῦν τὸ δι' οὗ κατέχει ὁ ἐχθρὸς βα̣ σιλεὺς τῶν ψυχῶν, λέγεται χειρόγραφον. χειρόγραφον δέ ἐστιν, ὃ συνεστήσατό τις ταῖς ἑαυτοῦ χερσίν." ἦρεν" οὖν" αὐτὸ ἐκ τοῦ μέσου", ἵνα μηκέτι κρατῇ ἡμᾶς τῷ χειρογράφῳ, ᾧ ἡμεῖς συνεστησάμεθα καταγράψαντες ἑαυτοὺς αὐτῷ. ἐπερ· καὶ ἑαυτοὺς συνκαταγράφονται;– ἤτοι ἡμᾶς ὄντας λαόν σου ἀπέδω ἄνευ τιμῆς– τότε ἐτιμήθημεν– τῷ τῆς αἰχμαλωσίας τρόπῳ, ἢ περὶ τοῦ λαοῦ λέγουσιν, ὑπὲρ οὗ αὐτοὶ εἰς τὴν αἰχμαλωσίαν γέγοναν·" τὸν λαόν σου ἄνευ τιμῆς ἀπέδου". καὶ διὰ τοῦτο ταῦτα ὑπομένομεν, ἐπεὶ βοηθείας αὐτῶν ἕνεκα ἐποίησας ἡμᾶς τὰ αὐτὰ αὐτοῖς ἀναντλῆσαι ἀνιαρά. 13 καὶ οὐκ ἦν πλῆθος ἐν τοῖς ἀλλάγμασιν ἡμῶν. πολλάκις ὑπέρ τινων σῶστρα καὶ λύτρα ἀλλάγματα δίδοται. λέγει γοῦν·" ἅγιόν ἐστιν πᾶν διανοῖγον μήτραν ἀρσενικόν". καὶ λέγει ὅτι, ἐὰν πρόβατον ᾖν τὸ πρωτότοκον ἢ βοῦς ἢ αἴξ, τῶν ἀναφερομένων ἐπὶ τὸ θυσιαστήριον αὐτὰ ἱερουργεῖν δεῖ. ἐὰν δὲ ὄνος ᾖν τὸ πρωτότοκον ἢ ἄλλο τι τῶν·············· ουσιν οἱ ἱερεῖς, μηδὲ προσάγεται τῷ θυσιαστηρίῳ·" ἀλλάξεις πρόβατον ἀντ' αὐτοῦ". διὰ π̣ ροβάτου ἀλλάττεται ἡ ἀξία αὐτοῦ καὶ χωρεῖ εἰς τὸ ἱερόν. λέγει οὖν ὅτι· ἐπεὶ πολλοί εἰσιν ο······ ε̣················," οὐκ ἦν πλῆθος τοῖς ἀλλάγμασιν αὐτῶν". οὐκ ἐνῆν τοσαῦτα ἀλλάγματα ὥστε α····························· οὕτως ὅτι· ἐπεὶ θεός ἐστιν ὁ διδοὺς τὰ ἀλλάγματα ὑπὲρ αὐτῶν, οὐκ························· ἀλλαττομένων τὰ ἀλλάγματα δίδοται. δι' ὀλίγων δὲ ἱκανός ἐστιν······························ πολυάνθρωπα πλήθη ἔθρεψεν. καὶ ἵνα ἀπὸ τῆς ἱστορίας εἴπω···························· πολυάνθρωποι ἦσαν, καὶ εἰ ἦσαν εὑρεθέντες ἐκεῖ δέκα δίκαιοι– ἕως γὰρ αὐτῶν κα··························· οὐκ ὄντος πλήθους τῶν ἀλλαγμάτων ἠλλάττοντο. οὐ λέξοι τις οὖν······························ εἰς Βαβυλῶνα, ὀλίγοι δὲ τὸν ἀριθμὸν ὡς οἱ συναιχμαλωτισθέντες··························· ἑαυτῶν καὶ ὁ λαὸς καὶ ἐκεῖνοι διὰ ἁμαρτίας, ἀλλ' ὁ μὲν λαὸς διὰ τὰς ἰδίας, οἱ δὲ διὰ τὰς ἄλλων." καὶ οὐκ ἦν πλῆθος ἐν τοῖς ἀλλάγμασιν αὐτῶν". ὀλίγοι δὲ αὐτάρκεις γέγοναν πρὸς σ̣······························ ἐγένετο ἄν, εἰ ἦσαν ἐπιστρέψαντες καὶ γνόντες οἷ κακῶν εἰσιν." αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα· καταβὰς ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με συντελοῦνται, εἰ δὲ μή, ἵνα γνῶ". ὅσον ἧκεν ἐπὶ τῇ βοῇ τῆς κακίας αὐτῶν καὶ τῇ ἐπιτάσει································· εἰ δὲ μὴ εὕροιμι αὐτοὺς τοιούτους, ἀλλὰ μετανοήσαντας ὡς τοὺς Νινευίτας, γνώσομαι αὐτούς. ὅτι δὲ οἱ ὑπὸ θεοῦ γιγνωσκόμενοι οὔκ εἰσιν φαῦλοι·" ἔγνω κύριος τοὺς ὄντας αὐτοῦ"." ἀλλὰ τότε μὲν οὐκ εἰδότες θεὸν ἐδουλεύετε τοῖς φύσει μὴ οὖσιν θεοῖς· νῦν δὲ γνόντες θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ θεοῦ". ὅτε ἦσαν γνόντες, μᾶλλον ἐγιγνώσκοντο ὑπὸ τοῦ εὐεργέτου. 14 ἔθου ἡμᾶς ὄνειδος τοῖς γείτοσιν ἡμῶν. πρὸς τὴν ἱστορίαν γείτονές εἰσιν οἱ ἀστυγείτον̣ ες, οἱ πλησίον······························· ἐπεὶ οὖν εἰς αἰχμαλωσίαν ἀπήχθημεν," ὄνειδος ἡμᾶς ἔθου τοῖς 318 γείτοσιν ἡμῶν".·············· ἡμῖν. αὐτοὶ μὲν οὐ πεπόνθασιν οὐδὲ κεκράτηνται μετὰ τῶν ἀνελθόντων πολεμίων, ἀλλὰ ἡμεῖς. ὡς δὲ πρὸς διάνοιαν τοῦτο· ὡς ὁ σταυρὸς τοῦ σωτῆρος ὄνειδος γέγονεν σωτηρίας ἕνεκα– εἴρηται γάρ̣·" τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ πλείονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν"–, οὕτω καὶ οὗτοι τρόπον τινὰ ὀνείδεσιν περιπεπτώκασιν κρατηθέντες καὶ εἰς αἰχμαλωσίαν ἀχθέντες." ἀγγέλους", φησίν," τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχήν, ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον δεσμοῖς ἀι¨̣ δίοις" ὑπέβαλεν. οὔκ ἐστιν ἐπαινετὸς ὀνειδισμὸς οὗτος τῶν ἀγγέλων, ὅτι τὸν οὐρανὸν οἰκεῖν λαχόντες κ̣ αὶ δυνάμενοι παραστάται διαμεῖναι τοῦ θεοῦ ἀεὶ ὑμνοῦντες, γεγόνασιν ἐν κακίᾳ ὥστε ἐκπεσεῖν τοῦ οὐραν̣ οῦ. οὗτος ὀνειδισμὸς φαῦλός ἐστιν. ἰδοὺ γοῦν ὁ τοῦ Χριστοῦ οὐ μόνον ἐπαινετός, ἀλλὰ καὶ θησαυρῶν πλείων ἐστίν. καὶ εἰ μη`̣ ἦν διαφορὰ τούτων, οὐκ ἂν ἔλεγεν ὁ παροιμιαστής·" μὴ κτήσῃ κακῶν ἀνδρῶν ὀνείδ̣ η". ὁ´̣ τε οὖν ο̣ ι῾̣ ἀπόστολοι χαίρουσιν καὶ ἀγαλλιῶνται ὀνειδιζόμενοι ὑπὲρ Χριστοῦ············· τ̣ ι ποιήσαντες, οὔκ εἰσιν ἀγαθοὶ οὗτοι οἱ ὀνειδισμοὶ τοιούτων. ὄνειδος αὐτὸς γενόμενός τισιν ἔθηκ̣ εν̣ τὸ ὀνειδίζεσθαι ἐπὶ τῷ ἐπὶ ψευδοκατηγορίαις, οὐκ ἐπ' ἀληθῶς ἐχούσαις ὀνειδίζεσθαι. οὕτω γοῦν καὶ τό·" ἡμεῖς ἄτιμοι· δοκῶ γάρ, ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους". τοῦτό ἐστιν τὸ ὄνειδος αὐτοὺς τεθεῖσθαι. οὐκ ἀληθὴς ὀνειδισμός ἐστιν, οὐ κακῶν ἀνδρῶν ἐστιν, ἀλλὰ ἀγαθῶν ἀνδρῶν. ἐπερ· πρὸς τὸ ῥητόν;– τοῦτο ὅτι··················· οὐ σπουδ̣ αῖα, οὐ θεοσεβῆ, καὶ οἱ ἐπελθόντες πολέμιοι ἡμῶν························· υς δὲ οὐ μετήνεγκαν ἀπὸ τῆς χώρας αὐτῶν. 14 μυκτηρισμὸν καὶ καταγέλωτα τοῖς κύκλῳ ἡμῶν. οἱ ἅγιοί εἰσιν οἱ λέγοντες······················· ἐλη̣ λυθότες οὐχ ἑαυτῶν ἕνεκα, ἀλλὰ ἄλλων χάριν. καὶ λέγουσιν························· ν γενάμενοι κρατήσαντες ἡμᾶς καὶ ἑλκύσαντες εἰς τὴν γῆν αὐτῶν κύκλῳ ἡμῶν ὄντες ὀνειδίζουσιν ἡμᾶς καὶ χλευάζουσιν καὶ μυκτηρίζουσιν· ἀλλὰ ὁ ὀνειδιςμὸς καὶ ὁ μυκτηρισμὸς καὶ ὁ καταγέλ̣ ως οὐχ ἡμῶν ἅπτεται, ἀλλ' ἐκείνων. ὡς ἐὰν καταγελῶν τις····························· κεν, ἵνα ἀλλήλους ἐπι πλεκόμενοι παῖδας ἔχωσιν, καὶ ε····························· χητα καὶ ἀπολαύῃ. τοὺς στερομένους οὖν τούτων χλευ······························ η῾̣ γοῦνται. 15 ἔθου ἡμᾶς εἰς παραβολὴν ἐν τοῖς ἔθνεσιν.································· κρυμμένον λόγῳ ὅμοιον ὁμοίῳ παραβάλληται. ὅμοιον······························ σαφ̣ ὲς γένηται, ἀπὸ τοῦ εὐαγγελίου ἴδωμεν· παραβάλλει τὴν βασιλείαν τῶν οὐρανῶν τῷ κόκκῳ τοῦ 319 σινάπεως οὐ τοῦτο λέγων ὅτι·" ὁμοία ἐστὶν τῷ κόκκῳ τοῦ σινάπεως" καὶ αὐτὴ κόκκος οὖσα· οὐκέτι γὰρ ὁμοιότης ἦν, ἀλλὰ ταὐτότης. ὑπερ·············· λέγει. ἔχει τοίνυν ὁ κόκκος τοῦ σινάπεως τὸ τῶν σπερμάτων μικρομεγεθέστερον············ δύναμιν δυναμένην μεταβαλεῖν καὶ τοιόνδε γενέσθαι φυτόν. καὶ ἡ βασιλεία τοίνυν τῶν οὐρανῶν δηλοῦσα τὴν διδασκαλίαν τῶν γραφῶν ὅσον ἐπὶ τῇ λέξει, ταπεινή τίς ἐστιν καὶ μικρά. εἰ μ··············· αὐτὴν διὰ σινάπεως, καὶ ὅτι μεῖζον φυτὸν γίνεται ὁ εὐαγγελικὸς λόγος τοῦ Ἑλληνικοῦ. διὰ τοῦτο οὖν αὕτη ἡ παραβολὴ ἐλέχθη." εἰς παραβολὴν" οὖν" ἡμᾶς ἔθνου ἐν τοῖς ἔθνεσιν". ἐάν τινα τῶν αἰχμαλωτισθέντων παραβαλεῖν βούλωνται, ἡμῖν χρῶνται ὅτι·" 3ἰδοὺ οἵδε εὖ διαγαγόντες πρότερον··············· ο῾̣ θεός, ὅτε ἡ δεξιὰ τοῦ θεοῦ καὶ ὁ φωτισμὸς τοῦ προσώπου αὐτοῦ ἐρύετο αὐτούς, μετέπ̣ εσον εἰς κακίστην διαγωγήν" 3. ἐάν τινα οὖν θέλουσιν δεῖξαι μεταπεσόντα, ἡμᾶς παραφέρο̣ υσιν. καὶ" ἔθου ἡμᾶς εἰς παραβολὴν" οὐκ ἐν τοῖς, οὐκ ἐν τῷ Ἰσραήλ, οὐκ ἐν πληθύι τῇ Ἑβραϊκῇ, ἀλλὰ" ἐν τοῖς ἔθνεσιν". ἐκεῖνοι οἱ τῷ ὄντι ἔθνη ὄντες οὐκ ἴσασιν διαφορὰν ἀγαθοῦ καὶ κακοῦ, ἀλλὰ πάντ̣ α τὰ ἡδέα καὶ πάντα τὰ προςηνῆ ἀγαθὰ νομίζουσιν, τὰ δὲ ἐναντία τούτων κακά. δύναται δὲ καὶ τὸ ὀ´̣ νομα τῆς παραβολῆς τοῦτο ὅτι· ἔχει τινὰ ὑπεροχὴν τὸ τῶν ἁγίων τάγμα παρὰ τὰ ἄλλα τῶν ἀνθρώπων τάγματα. διὰ τοῦτο εἰς παραβολὴν αὐτῶν γέγονεν. ἴδε· αἰχμαλωτίζονται πολλάκις ἄνθρωποι διαφόρως ὑπὸ τῶν πολεμίων. ὁ μὲν ἀφαίρεσιν πάσχει ὧν κέκτηται, ὁ δὲ ἔχει αὐτὰ παραμένοντα··························· ται ἐν τῷ χειμῶνι καὶ τῇ ζάλῃ τοῦ βίου τούτου, ἔχουσιν τὰ ἑαυτῶν α̣··························· φθαρτοῖς καταρρεῖ. 15 κίνησιν κεφαλῆς ἐν τοῖς λαοῖς.························ θεωροῦσιν ἐξ εὐπραγίας εἰς κακοπραγίαν μεταβάλλοντα, κινεῖν··························· τες ἢ λυπούμενοι δῆθεν. κίνησις δὲ ἐν τοῖς λαοῖς γεγόναμεν κεφαλῆς." 3λαοὶ" 3 δὲ δύνανται πάντες οἱ χυδαιότεροι ἄνθρωποι λέγεσθαι οὐδὲν ἔχοντες ἀνηγμένον, οὐ σο φοὶ ὄντες. οὗτοι οὖν ἡμῶν ἕνεκα κίνησιν κεφαλῆς ἔθεντο. ἡμεῖς γοῦν γενόμενοι πρὸς τοὺς λαούς, τοὺς χυδαιοτέρους ἀνθρώπους, τὸν νοῦν αὐτῶν ἐκινήσαμεν καὶ τὴν αὐτῶν κεφαλήν. κινεῖται δὲ ὁ νοῦς, ὅταν···························· ὅταν θεωρῇ τὰ ἐπιβάλλοντα αὐτῷ θεωρεῖσθαι. 16 ὅλην τὴν ἡμέραν ἡ ἐντροπή μου κατεναντίον μού ἐστιν. τὸ" 3ὅλην τὴν ἡμέραν" 3" 3διὰ βίου" 3 λέγει. καλε̣ ῖται δὲ ἡ ζωὴ τοῦ ἀνθρώπου ἡ ἀπὸ τῆς γενέσεως ἕως τοῦ θανάτου ὁτὲ μὲν ἡμέρα μία, ὁτὲ δὲ αἰών. οὕτω γοῦν εἴρηται τό·" οὐ μὴ φάγω κρέας εἰς τὸν αἰῶνα", καί·" ἔσται σοι δοῦλος εἰς τὸν αἰῶνα". ἐντροπὴν κατεναντίον μου εἶχον ὅλην τὴν ἡμέραν ταύτην ἣν ὑπέμεινα ἄλλων ἕνεκα································· 320 16 καὶ ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέν με. τοῦ ἔσω ἀνθρώπου ἡ αἰσχύνη ἐκάλυψέν με. οὐκ ἔφθειρεν γάρ μ̣ ου τὸ πρόσωπον, ἀλλ' ἐκάλυψεν αὐτό. δυνατὸν δὲ τὸ ἓν κάλυμμα ἀποβαλόντα φέρειν τὸ πρόσωπον αὐτου῀̣ γυμνόν, πεφωτισμένον, οἷόν ἐστιν κατὰ φύσιν. καί, ἵν' οὕτω φράσω, ἡ ἄγνοια ὅτε τοῖς ἄλλοις ἀνθρώποις ἐπιγίνεται, φθείρει αὐτῶν τὸ πρόσωπον· ἄλλοι γὰρ ἐξ ἄλλων γίνονται, ἐξ ἀνθρώπων ὄφεις καὶ λύκοι καὶ ἀλώπεκες. ὁ δὲ ἅγιος κἂν μὴ τὸ αὐτοῦ φέρῃ πρόσωπον γυμνόν, κεκαλυμμένον αὐτὸ ἔχει. καλύπτεται δὲ τῇ περιθέσει τοῦ σώματος, τῇ δοκούσῃ ἀγνοίᾳ γινομένῃ ἐκ τῆς ἐνσαρκώσεως. ὅταν δὲ μεταβολὴ γένητ̣ αι εἰς ποιότητα, οὐ λέγω ὅτι ὁ ἀλώπηξ, οἷον Ἡρῴδης, κάλυμμα εἶχεν, ἀλλὰ φύσει ἡ ἕξις αὐτοῦ καὶ διάθεσι̣ ς τοιαύτη ἦν. ὅταν δέ τις γένηται τοῖς ἀνοήτοις ἀνόητος, κεκαλυμμένον ἔχει τ̣ ὸ πρόσωπον αὐτοῦ ἐπιβαλὼν̣ ε᾿̣ π̣' αὐτῷ ἀνοησίαν, ὅταν τοῖς ἀνόμοις ἄνομος γένηται, κεκαλυμμένον ἔχει τὸ πρόσωπον αὐτοῦ. 17 ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ παραλαλοῦντος. τοῦτο λέγει ὅτι· οἱ ὀνειδίζοντές με καὶ παραλαλοῦντές εἰσιν. οἱ πα̣ ραλαλοῦντες δὲ παραπαίουσιν. τοῦτο οὖν λέγει ὅτι· οἱ ἀντικείμενοι ἡμῖν························ ω̣ ς, ὡς πέφυκεν ἔχειν τὸ λογικόν, ἀλλὰ μᾶλλον παραπαίουσιν. παραλαλεῖν δὲ················· τὸν πε̣ ριττὰ φθεγγόμενον. 17 ἀπὸ προσώπου ἐχθροῦ καὶ ἐκδιώκοντος. ὅτε·························· τ̣ α πάντα ὑπέμεινα. φανέντος τοῦ ἐχθροῦ καὶ καταδιώκοντος συν······················· αἰσχύνης τοῦ προσώπου καλυφθῆναι. οὐκ ἀπὸ κακίας ἔχω ταῦτα, οὐκ························ εὐθέως γοῦν ἐπήγαγεν·" ταῦτα πάντα ἐπῆλθεν ἐφ' ἡμᾶς, καὶ οὐκ ἐπελαθόμεθά σου".················· υ̣, μὴ ἐξερχομένου σου ἐν ταῖς δυνάμεσιν ἡμῶν ἦλθεν ἐφ' ἡμᾶς τὸ ἀποστραφῆναι εἰς τὰ ὀπίσω παρὰ τοὺς ἐχθροὺς ἡμῶν, ἦλθεν ἐφ' ἡμᾶς τὸ ὄνειδος τεθεῖσθαι τοῖς γείτοσιν ἡμῶν ἡμῶν καὶ τοῖς κύκλῳ ἡμῶν μυκτηρισμὸν καὶ τὸ ἐντροπὴν ἔχειν τοῦ προσώπου, τὸ αἰσχύνῃ καλυφθῆναι τοῦ προσώπου.··············· ν̣ ὅτι ἁγίων ἐστὶν ἡ φωνή. πολλοὶ πολλάκις καὶ ἐκ τῶν ἡδέων ἐπιλανθάνονται τοῦ θεοῦ, οὐ μόνον ἐκ τῶν ἀηδῶν̣. λέγει γοῦν·" πρόσεχε σεαυτῷ μὴ φαγὼν καὶ ἐμπλησθεὶς καὶ οἰκίας καλὰς οἰκοδομήσας············ ν̣ ος ἐπιλάθῃ κυρίου τοῦ θεοῦ σου". ἐνίοτε γενόμενοι ἐν συμφοραῖς····························· αις, λέγονται ἐπιλανθάνεσθαι τοῦ θεοῦ. 18 ταῦτα πάντα ἦλθεν ἐφ' ἡμᾶς, καὶ οὐκ ἐπελαθόμεθά σου καὶ οὐκ ἠδικήσαμεν ἐν διαθήκῃ σου.····································· κως καὶ τοπικῶς αἰχμαλωτίσθη ὁ Ἰσραὴλ ἐκ τῆς Ἰουδαίας····································· να καὶ φύσει τοπικὴ μετάθεσις γέγονεν· ἡγήσατο γὰρ····································· ενοντες οὐκ ἐφύλαξαν ἐκεῖ καὶ πρὸς τοὺς ἐκεῖ νόμους········································ ς διανοεῖσθαι βαβυλωνίζειν κατὰ τὴν ψυχήν. 321 ἐκώλυσεν πολλάκις ὁ θεὸς τὸ οὕτως αὐτοὺς διάγειν ἐπιμένοντας. ἵνα πείρᾳ γνῶσιν κακὸν ὂν ὃ ἠγάπησαν, μετοίκισεν αὐτοὺς εἰς τὴν Βαβυλῶνα. σὺν τούτοις ἐποίησεν τρόπον τινὰ αἰχμαλωτισθῆναι καὶ ἁγίους ὡς τὸν Ἰεζεκιήλ, Ζαχαρίαν, Ἅγγεον, Δανιὴλ καὶ τοὺς ἐν τῇ καμίνῳ βληθέντας, ἵνα μηδὲ ἐκεῖ ὄντες τέλεον ἦσαν ἐνκαταλελειμμένοι, ἵνα ἔχωσιν ὡς ἐν πολέμῳ τυγχάνοντες. ἔστιν καὶ ἄνω Ἰερουσαλήμ. οἱ κατὰ τοὺς θείους νόμους ζῶντες τοῦ θεοῦ οἰκοῦσιν αὐτήν. ἐὰν ἀποστάται τῶν θείω̣ ν νόμων γένωνται, μετοικίζονται εἰς τὸν περὶ γῆν τόπον, καὶ αὕτη ἐστὶν ἡ κατὰ ἀλληγορίαν αἰχμ̣ αλωσία. συνεκπέμπονται δὲ αὐτοῖς πάλιν ὧδε βοηθείας ἕνεκα·" ἐγένετο ἄνθρωπος, ἀπεσταλμένος παρὰ θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης. οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός"· μὴ γὰρ ἄλλου χάριν ἦλθεν ἢ μαρτυρῆσαι τῷ φωτί. πάλιν ὁ Ἰηρεμίας ἀκούει·" πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε, προφήτην εἰς ἔθνη τέθεικά σε". πρὶν ἐξελθεῖν ἐκ μήτρας ἡγιάσθη καὶ προφήτης εἰς ἔθνη̣ τέθειται. πάλιν·" καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου". καταβολὴν δὲ κόσμου τὴν γε´̣ νεσιν αὐτοῦ λέγει. καὶ ἐξελέγησαν πρὸ καταβολῆς κόσμου Παῦλος καὶ οἱ ἀνφ' αὐτόν, καὶ η῾̣ ἐκλογὴ νῦν αὐτοῖς ἀπὸ τότε γέγονεν, ἵνα συναποσταλῶσιν τοῖς κατεσχημένοις καὶ δυνηθῶσιν̣ αὐτοῖς βοηθεῖν. ἐπερ· κατὰ τὴν πρόγνωσιν ἔλεγεν ὁ Παῦλος;– ἡ πρόγνωσις θεωρητική ἐστιν τῶν ἐσομένων. κατὰ γένος δὲ ἡ πρόγνωσις καὶ γνῶσις ταὐτόν ἐστιν. χρόνῳ διαφέρει. οἷον, φέρε, προγιγνώςκω, ὅτι αὔριον βροντὴ ἔσται. ὅταν ἡ βρον τὴ γένηται ἐνσ̣ τάσης τῆς ἡμέρας, γνῶσίς ἐστιν̣, οὐκέτι πρόγνωσις. ἡ γνῶσις δὲ τῆς βροντῆς οὐ ποιεῖ τοιάνδε αὐτὴν εἶναι, ἀλλ' οἵα ἐστίν, αὕτη γίνεται̣ ἡ γνῶσις. τὸ γνωστὸν οὖν ποιεῖ τὴν γνῶσιν, ἣ οὐκ ἐξ ἡμῶν λαμβάνει τὸ γιγνώσκειν. χρῶμαι εἰκόνος ἕνεκα τῷ τῆς προγνώσεως τρόπῳ· τὸ μὲν παιδίο̣ ν γεν̣ νᾶται, ἵνα ἐπαιτῇ, καὶ τὸ ἄλλο, ἵνα ζῇ ἐν οἴκῳ. ποῖον δίκαιον τῆς προγνώσεως τόδε̣, ε᾿̣ ὰν λαμβάνωμεν κατὰ πρόγνωσ̣ ιν ταῦτα γίνεσθαι; ἡ πρόγνωσις καὶ δικαιοῖ καὶ κατακρίνει. προγνῶναι δὲ καὶ γνῶναι ἔστιν καὶ κατακρῖναι καὶ δικαιῶσαι ἐκ τῶν πραττομένων καὶ διανοουμένω̣ ν. προεγνώσθη Παῦλος ἐν τῇ ζωῇ ταύτῃ καὶ προδότης καὶ Χριστοῦ διώκτης καὶ ἀπόστολος. οὐκ ἀμφότερα προεγιγνω´̣ σκετο; ἡ πρόγνωσις οὖν ἐποίησεν αὐτὸν καὶ τὰ δύο ἔχειν. πάλιν οὐ γέγονεν πρῶτον ἀπόστολος καὶ ὕστερον προδότης· οὐ προεγνώσθη τῷ θεῷ. ἡ πρόγνωσις τοῦ θεοῦ ἐποίησεν αὐτ̣ ὸν ὁτὲ 322 μὲν ἀπόστολον ὁτὲ δὲ προδότην. καὶ μὴν ζητεῖται· ἐκ τοῦ ἐφ' ἡμῖν ἐξελέξατο τοὺς ἀποστόλους;" οὐχὶ τοὺς δώδεκα ὑμᾶς ἐξελεξάμην"; καί·" οὓς προέγνω, καὶ προώρισεν συνμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ". οὐ περὶ ὑπάρξεως λέγει, ἀλλὰ περὶ τοῦ συνμόρφους εἶναι. οὐ τὴν ὕπαρξιν ἡ πρόγνωσις ἄγει. πεποίηκεν ὁ θεός, ποιήσας ἐπίσταται· μὴ γὰρ τὸ πρᾶγμα ποιεῖ γνῶσιν θεοῦ· ἡ γνῶσις γὰρ τοῦ θεοῦ ἀΐδιός ἐστιν. σχέσει λαμβάνεται πρὸς τὰ μέλλοντα καὶ λέγεται πρόγνωσις· λέγει γὰρ πάλιν ἡ Σωσάννα ἐκείνη·" ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν". οὐχ ἡ πρόγνωσις δὲ ποιεῖ αὐ τὰ τοιάδε ἢ τοιάδε, ἀλλ' ἡ προαίρεσις, τὰ προαιρετικά. λέγω· προγιγνώσκω, ὅτι ὅσδε ἀρρενοτοκήσει καὶ υἱοὺς ἕξει· οὔκ ἐστιν προαιρετικὸν τοῦτο. τὸ μέντοι φαῦλον ἢ σπουδαῖον γενέσθαι ἢ ἄλλο τι ἐπιτήδευμα ἔχειν, προαιρετέα. οὐκ ἐκ προγνώσεως γίνεται, ἐπεὶ προκατακρίνει θεὸς καὶ προδικαιοῖ. εἰ δὲ προδικαιοῖ, τη῀̣ ς ἀγ̣ αθότητος αὐτοῦ ἦν τοῦτο τὸ πάντας δικαιῶσαι. πάλιν περὶ τοῦ Ἰσαῦ καὶ τοῦ Ἰακὼβ ὁ ἀπόστολος οἷον ἀπο̣ ρήσας λέγει·" τί οὖν ἐροῦμεν πρὸς ταῦτα; μὴ ἀδικία παρὰ τῷ θεῷ; μὴ γένοιτο". διὰ τοῦ ἀνῃρηκέναι τὴν ἀδικίαν ἐβίασε̣ ν η῾̣ μᾶς ζητεῖν, πῶς οὐκ ἔστιν ἀδικία παρὰ τῷ θεῷ. εἰ δὲ οὕτως, ὡς οἱ λέγοντες τὴν̣ πρόγνωσιν, ἀδικίαν μᾶλλον παρ' αὐτῷ εὑρίσκομεν." τὸν Ἰακώβ", φησίν," ἠγάπησα καὶ τὸν Ἰσαῦ ἐμίσησα". ἐπὶ πραττομένοις δὲ μισεῖταί τις ἢ ἀγαπᾶται καὶ ἐπὶ φρονουμένοις. πῶς οὖν χώραν ἔχει ἡ πρόγνωσις; ἀδικία παρὰ τῷ θεῷ εὑρίσκεται; ἀλλὰ τοῦτο ἀναιρῶν εἶπεν·" τί οὖν ἐροῦμεν; μὴ ἀδικία παρὰ τῷ θεῷ; μὴ γένοιτο". μὴ οὔσης ἀδικίας ἄλλως ζη̣ τείτω τὸ πρᾶγμα, πῶς γέγονεν. πολλάκις καὶ αὐτὰ εἰρήκαμεν ὅτι· ἐὰν ὑπόλημψιν ὀρθὴν ἔχωμεν̣ περί τινος, καταλλήλως αὐτῷ πάντα διανοούμεθα· ὡς ἔλεγον περὶ τοῦ βασιλέως. κατὰ πάντας δὲ τοὺς τρόπους τῆς αἰχμαλωσίας τοῦτο ἔλεγον· ἐν ἀηδέσιν πολλοῖς· ε̣· ν̣ α· ε̣ ν̣ η καὶ σοφοὶ ὄντες ἐν α᾿̣ μφοτέροις ἡδέσιν καὶ ἀηδέσιν, καὶ οὐκ ἐγίνετο αὐτῶν λήθη θεοῦ ἐκ τούτου̣, ἀλλ' οὖν γε ἐλυποῦντο, ὅτι ἐ´̣ νεισιν ἄνθρωποι τοιούτων δεόμενοι, οἷον περὶ τῶν αἰχμαλώτων, ὅτι δέονται αἰχμαλωσίας. οὕτω γοῦν ἀποδεδώκασίν τινες τὸ ἐν ἑκατοστῷ ὀγδόῳ καὶ δεκάτῳ ψαλμῷ οὕτως ἔχον·" ἀθυμία κατέσχεν με ἀπὸ ἁμαρτωλῶν". ἀθυμεῖ ὅταν ἴδῃ ἀνθρώπους λογικοὺς κατ' εἰκόνα θεοῦ καὶ καθ' ὁμοίωσιν γε̣ γ̣ ε̣ νη̣ μένους ἁμαρτάνοντας. καὶ ω῾̣ ς εἴ τις πατήρ, ὅταν ἴδ̣ ῃ̣ τὸν υἱὸν ἑαυτοῦ ἀπὸ πυρετοῦ καὶ παρακοπῆς τύπτοντα αὐτόν, λυπεῖται, οὐχ ὅτι τύπτει αὐτόν, ἀλλ' ὅτι εἰς τοιαύτην ἐλήλυθεν κατάστασιν, οὕτω καὶ οὗτοι γενναῖοι ὄντες καὶ εἰδότες ὅτι" διὰ πολλῶν θλίψεων εἰς τὴν βασιλείαν τοῦ θεοῦ ἔστιν εἰσελθεῖν", οὐ πάνυ τι ἐπὶ τοῖς θλιβηροῖς καταδ̣ ύονται. λέγουσιν γοῦν·" ἐν παντὶ θλιβόμεθα, ἀλλ' οὐ στενοχωρούμεθα". τὸ δὲ μὴ στενοχω̣ ρεῖσθαί ἐστιν τὸ γε̣ νναίως φέρειν τὰ θλιβηρά." καὶ οὐκ ἠδικήσαμεν ἐν διαθήκῃ σου". εἰς αἰῶνα κατὰ τὸ βούλημά σου τὰ προσταχθέντα διαμένει 323 καὶ κατὰ τὰ κρίματα τὰ σά, καὶ διὰ τοῦτο οὐκ ἠδικήσαμεν. ἐὰν δέ τις λέγῃ ὅτι·" 3διὰ τί ὅσδε πολύπαις̣ ἐστὶν καὶ ὅσδε ἄπαις καὶ ὅσδε πλουτεῖ καὶ ὅσδε πένεται" 3; ἀδικεῖ εἰς τὴν διαθήκην τοῦ θεοῦ. ὥσπ̣ ερ ἐπὶ τῶν διαθηκῶν τούτων ὧν διατίθενται ἄνθρωποι, ἐάν τις θέλῃ τινὶ τῶν ἐνγεγραμμένων ἀντιλέγειν καὶ μάχεσθαι, ματαίως ἀδικεῖ τὴν διαθήκην. ἡ αὐτοῦ ἀδικία δοκεῖ τῆς διαθήκης ἀδικία εἶναι. ἐάν τις τὴν θεόπνευστον ἑτέρως μεταχειρίζηται, ὡς οἱ ἑτερόδοξοι, ἀδικοῦσιν εἰς τὸ εὐαγγέλιον, εἰς τὴν θείαν γραφήν. 19 καὶ οὐκ ἀπέστη εἰς τὰ ὀπίσω ἡ καρδία ἡμῶν. θεωρεῖς ὅτι ἐνμενόντ̣ ων ἐστὶν τῇ κατ' εὐθύτητα ἀκολουθίᾳ." οὐκ ἀπέστη εἰς τὰ ὀπίσω", οὐκ ἄλλοι γεγόναμεν ἔχοντες τὴν καρδίαν ὀρθὴν καὶ εὐθεῖαν καὶ κατ' εὐθὺ βλέπουσαν. συνβαίνει δὲ ἐφ' ἡμῶν τῶν ἀνερματίστων καὶ ἀβεβαίων τοῦτο· πολλοὶ εἰς θλῖψιν ἐληλυθότες ἀπέστρεψαν ἑαυτῶν τὴν νόησιν ὥστε γονγύζειν κατὰ τῆς προνοίας. 19 καὶ ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου. τοῦτο λέγει ὅτι· καλῶς ἐτρέχαμεν τὴν ὁδόν σου πρὶν εἰς ταύτην κατήλθομεν τὴν κατάστασιν καὶ διαγωγήν." κέκλικας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου", ὅτι μετέστησας ἡμᾶς εἰς ἑτέραν ζωὴν καὶ κατάλληλον τῇ ζωῇ ὁδόν. ὅμως εἰ καὶ" ἐξέκλινας τὰς ὁδοὺς ἡμῶν" παραδοὺς ἡμᾶς εἰς αἰχμ̣ αλωσίαν, ἀλλ' οὖν γε αἱ τρίβοι ἡμῶν οὐκ ἐξέκλιναν ἀπὸ τῆς ὁδοῦ σου. 20 ὅτι ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεως. κατ' ἀμφοτέρας τὰς ἀποδόσεις τοῦ μετοικισμοῦ ἀπὸ τῆς Ἰερουσαλὴμ εἰς τὴν Βαβυλῶνα λάβε τὸν τῆς ταπεινώσεως τόπον. κυρίω̣ ς οὗτος ὁ τόπος ἐστὶν ὁ περὶ γῆν, ἔνθα ταπεινοῦνται αἱ ψυχαὶ αἱ ἐπαχ̣ θιζόμεναι" τὸ σῶμα τῆς ταπεινώσεως". δύναται δὲ καὶ ὁ θλιβηροῖς παραδοθεὶς φέρειν τὴν̣ αἰσχύν̣ ην καὶ κακώσεως τόπον ὅτ̣ ι τὴν Ἀσσυρίαν γῆν ἢ τὴν Βαβυλωνίαν. 20 καὶ ἐπεκάλυψεν ἡμᾶς σκιὰ θανάτου. εἰ καὶ ἐπέκειτο ἐφ' ἡμῖν ὁ τῆς κακώσεως θάνατος, ἀλλ' οὐκ ἐξέτριψεν ἡμᾶς. ε᾿̣ π̣ ε̣ κάλυψεν ἡμᾶς ἡ σκιὰ αὐτοῦ. οἷον ἔστω λίθος βαρὺς ἀπαιωρημένος ἐν ὕψει. ὑπὸ τοῦτόν τις γεγονέτω, οὐ μὴν πεπτωκέτω ἐπ' αὐτόν. καὶ ὁράτω ἐνίοτε τὴν σκιὰν τοῦ λίθου ἐπάνω ἑαυτοῦ. καὶ οὐ ποιεῖ ἡ σ̣ κ̣ ια`̣ τοῦ λίθου ὅπερ ἂν πεποίηκεν ὁ λίθος αὐτός. ἀφ' ἧς καὶ αὐτῆς ῥύεται θεός. εἴρηται·" ἀνατολὴ ἐξ ὕψους ἐπέφανεν τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου". 21 εἰ ἐπελαθόμεθα τοῦ ὀνόματος τοῦ θεοῦ ἡμῶν καὶ εἰ διεπετάσαμεν χεῖρας ἡμῶν πρὸς θεὸν ἀλλότριον. λοιπὸν οὐκέτι πρὸς θεὸν ταῦτα λέγουσιν̣. τὰ πρότερα πρὸς θεὸν αὐτὸν εἶπεν·" ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου, ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεως". λοιπὸν περὶ θεοῦ λέγουσιν τοῖς ἄλλοις τοῖς ὑπολαμβάνουσιν ὅτι κατὰ ἁμαρτίας καὶ α᾿̣ ν̣ ομίας γεγόνασιν ἐν τούτ̣ οις, καὶ λέγουσιν·" εἰ ἐπελαθόμεθα τοῦ ὀνόματος τοῦ θεοῦ ἡμῶν καὶ εἰ δι324 επετάσαμεν χεῖρας ἡμῶν πρ̣ ὸς θεὸν ἀλλότριον", τουτέστιν, εἰ προσεκυνήσαμεν θεῷ ἀλλοτρίῳ. ἀλλοτρίους δὲ θεοὺς ἡγητέον πάντας τοὺς κατὰ τὴν γραφὴν ψευδωνύμους λεγομένους θεούς· εἴρηται γάρ·" πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια". οὐ πρὸς τὴν ἑαυτῶν κοιλίαν, οὐ πρὸς τὸν μαμωνᾶ τὰς πράξεις ἡμῶν χεῖρας ἀλληγορικῶς καλουμένας διεπετάσαμεν. πρὸς θεὸν ἀλλότριον καὶ τοῖς ἐχθροῖς τοῖς δοκοῦσιν κεκρατηκέναι. 22 οὐχὶ ὁ θεὸς ἐκζητήσει ταῦτα. ἔλεγον ὅτι τέτριπται οὕτω ἀναγιγνώσκειν·" οὐχὶ ὁ θεὸς ἐκζητήσει ταῦτα"; καὶ ἔλεγον ὅτι ἐγὼ οὕτω ἀναγιγνώσκω·" οὐχὶ ὁ θεὸς ἐκζητήσει ταῦτα". τοῦτο λέγει· μὴ νομίζετε μικρὸν εἶναι τὸ ἐπιλαθέσθαι τοῦ ὀνόματος τοῦ θεοῦ ἢ διαπετάσαι τὰς χεῖρας πρὸς θεὸν ἀλλότριον. ἐκζητεῖ δὲ καὶ ταῦτα θεός. οἶδας δὲ ὅτι τινές, μάλιστα ἐν τοῖς διωγμοῖς, τοῦτο ἔλεγον, ὅτι δυνατόν ἐστιν ποιῆσαι μὴ τῇ καρδίᾳ πράττοντα. πολλοὶ γοῦν καὶ ἔθα̣ νον λέγοντες τοῦτο, καὶ ἐσιώπησαν τὸ ὄνομα τοῦ θεοῦ ὥσπερ ἐπιλαθόμενοι αὐτοῦ. οὐδὲ τοῦτο, φησίν, ου̣···· αορα θεόν, καὶ ταῦτα ἐκζητεῖ. ἐπερ· οὐκοῦν ἐκζητεῖ;– τὸ ἑξῆς ῥητὸν οὐκ ἐπιτρέπει ταύτην τὴν διάνοιαν. 22 αὐτὸς γὰρ γιγνώσκει τὰ κρύφια τῆς καρδίας. ὁ ἀγνοῶν τὰ κρύφια τῆς καρδίας ζητείτω πρότερον̣ οὕτως ἐποίησεν ἢ ἐκείνως. οἷον εἴ τις σοφιζόμενος λέγοι ὅτι·" 3οὐ διεπέτασα τὰς χεῖρας πρὸς θεὸν ἀλλότριον" 3, λε´̣ γω̣ ὅτ̣ ι·" 3ἐγὼ ὁ ἀγνοῶν τὰ κρύφια τῆς καρδίας ἐξετάζω περὶ τούτων" 3. ὁ δὲ θεὸς οὐκ ἐκζητεῖ· οἶδεν γὰρ αὐτά. κ̣ αὶ λέγει λοιπὸν ἃ ἐπίσταται κρύφια·" ὅτι ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς". 23 ὅτι ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίς θημεν ὡς πρόβατα σφαγῆς. οἱ ἕνεκα θεοῦ πᾶσαν τὴν ἡμέραν θανατούμενοι καὶ εἰς πρόβατα σφαγῆς λελογισμένοι μὴ ἀμφίβ̣ ολον ἔχουσιν πότερον ἐπελάθοντο τοῦ ὀνόματος τοῦ θεοῦ ἢ διεπέτασαν τὰς χεῖρας πρὸς θεὸν ἀλλότριον̣. ὁ´̣ θεν οὐκ ἐκζητεῖ ταῦτα τῆς καρδίας οὔσης φανερᾶς." ε᾿̣ λογι´̣ σθημεν" οὖν" ὡς πρόβατα σφαγῆς". πᾶς̣ ὁ βουλόμενος σφάττει ἡμᾶς. δυνατὸν δὲ καὶ τοῦτο· εἰ καὶ πολεμοῦσιν ἡμᾶς τινες, ἀλλ' ἡμεῖς οὕτως ἑαυτοὺς ἡγούμεθα ὡς πρόβατα ἱερουργούμενα, ὡς θυόμενα τῷ θεῷ εἰς" εὐάρεστον θυσίαν". ἀμέλ̣ ει γοῦν καὶ ἐν τῇ ἀποκαλύψει Ἰωάννου" αἱ ψυχαὶ τῶν πεπελεκιςμένων̣ διὰ τὴν μαρτυρίαν Ἰησοῦ"" ὑπὸ τὸ θυσιαστήριον" τοῦ θεοῦ τὸ οὐράνιον ἐφάνησαν χορεύουσαι, ὡς θύματα δηλονότι ἐκεῖ προσελθοῦσαι. 24 ἐξεγέρθητι· ἵνα τί ὑπνοῖς, κύριε; ἀνάστηθι καὶ μὴ ἀπώσῃ εἰς τέλος. δοκεῖ ὑπνοῖν ὁ θεός, ὅταν μακροθυμῇ κα̣ τ̣ α̣ π̣ ονουμένων τῶν ἀνδρῶν ἑαυτοῦ τῶν ἁγίων καὶ βρενθυομένων τῶν κατ' αὐτου῀̣ γεγενημένων. ἀμέλει γοῦν εὐχὴν ἀναπέμπουσιν λέγοντες·" ἔπαρον τὰς χεῖρας εἰς τὰς ὑπερηφανίας αυ᾿̣ τῶν εἰς τέλος", καί·" ἡ ὑπερηφανία τῶν μισούντων σε διὰ παντὸς ἀναβαίη πρὸς σέ". δοκεῖ δὲ ὑπνοῖν ὁ θεός, ὅταν μακροθυμῇ, ὅταν παρορᾷ τοὺς ἑαυτοῦ θλιβομένους." ἀνάστηθι καὶ μὴ ἀπώσῃ εἰς τέλος". 325 εἰ γὰρ καὶ γεγόναμεν ἐν τῇ αἰχμαλωσίᾳ καὶ θλιβόμεθα ἐν τῷ τόπῳ τῆς κακώσεως, ἄνθρωποι ὄντες θνητοὶ καὶ τρεπτοὶ εὐλαβούμεθα μὴ τέλεον ἀπωσθῶμεν. ἀπώσθη ὁ Ἰσραὴλ ἐν τῇ Βαβυλῶνι, ὅτε τὸν Βὴλ προσεκύνουν καὶ τὴν εἰκόνα το̣ ῦ Ναβουχοδονοσσὸρ καὶ τὰ ἄλλα πεποίηκεν καὶ Βαβυλώνια, εἰς τέλος ἀπώσθη. οἱ δὲ ἀμφὶ τ̣ ο`̣ ν Δανιὴλ εἰ καὶ ἀπώσθησαν τοπικῶς, ταῦτα οὐκ εἰς τέλος ἀπώσθησαν· ἔμειναν γὰρ ἐν τῇ αὐτῇ θεοσ̣ εβείᾳ. δοκεῖ ἀπῶσθαι, ἀλλ' οὐκ εἰς τέλος ἀπώσθη φιμωθέντων τῶν λεόντων καὶ αὐτοῦ ἀβλαβοῦς ἀνα̣ βάντος. 25– 26 ἵνα τί τὸ πρόσωπόν σου ἀποστρέφεις, ἐπιλανθάνῃ τῆς πτωχείας ἡμῶν καὶ τῆς θλίψεως ἡμῶν; ὅτι ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν. ταὐτόν ἐστιν τὸ ὑπνοῖν καὶ δοκεῖν τὸ πρόσωπον ἀποστρέφειν. ἐπιφάνηθι ἡμῖν ῥυόμενος καὶ σῴζων ἡμᾶς ἀπὸ τῆς κατεχούσης κακουργίας. διὰ τί οὖν ἀποστρέφεις; ἐπιλανθάνῃ ἄρα τῆς πτωχείας καὶ τη῀̣ ς̣ θλίψεως ἡμῶν; διὰ σὲ θλιβόμεθα, διὰ σὲ πτωχοί ἐσμεν. οὐκ ἐπιλανθάνῃ δὲ τούτων. ἐν οἷς̣ νικᾷ δε´̣ τ̣ ις, ἀναδέχεται κἂν σκυθρωπὰ ᾖν, κἂν ἀηδῆ. ἐλέχθη ὁ χοῦς ὅτι ἡ σωματικωτέρα̣ οὐσι´̣ α ἐστίν." ἐταπεινώθη" οὖν" ἡ ψυχὴ ἡμῶν" τῶν ταῦτα λεγόντων" εἰς τὸν χοῦν"." τὸ σῶμα τῆς ταπεινώσεως" περικείμεθα, ἀλλ' οὐκ ἐταπεινώθημεν ὑπ' αὐτοῦ. ὡς ἐάν τις, φέρε, πέδας λάβῃ παρὰ τυράννου τινός, δοκεῖ τεταπεινῶσθαι, ἀλλ' οὐκ ἐταπεινώθη· ἔχει γὰρ τὸ αὐτὸ α᾿̣ νάστημα, ἔχει τὸ αὐτὸ γαῦρος. διὰ τοῦτο πτωχοί ἐσμεν καὶ θλιβόμεθα, ὅτι ἡ ψυχὴ ἡμῶν τὸ ἴδιον̣ ἀν̣ άστημα τέως φανερὸν οὐκ ἔχει ταπεινωθεῖσα εἰς τὸν χοῦν καὶ" ἡ γαστὴρ ἡμῶν τῇ γῇ ἐκολλήθη". οὐ κατὰ ἀλήθειαν δὲ τοῦτο περὶ αὐτῶν λέγουσιν, ἀλλὰ περὶ τῶν μελῶν ἑαυτῶν, περὶ τοῦ λαοῦ ἑαυτῶν. διττῶς δὲ ἔστιν ταπεινωθῆναι τὴν γαστέρ̣ α εἰς τὴν γῆν· ὅταν τις τὰ ἐπίγεια φρονῇ καὶ τὰ κάτω ζητῇ, οὐ γεννᾷ οὐράνια γεννήματα, οὐ γεννᾷ λογισμοὺς θεοσεβεῖς, ἀλλὰ ἀνθρώπινα πάντα· καὶ γίνεται μήτηρ ἡ ταῦτα λέγουσα ψυχή." ὅτι ἐκολλήθη εἰς γῆν ἡ γαστὴρ ἡμῶν". κατὰ δὲ δεύτερον λόγον ἡ τρεφομένη τῷ ἄρτῳ τῷ οὐρανίῳ, ἡ λαμβάνουσα τὴν οὐράνιον τροφὴν γαστὴρ τῷ οὐρανῷ ἐκολλήθη. ὅσοι δὲ τὰς σάρκας του῀̣ δράκοντος ἐσθίουσιν καὶ τὴν αὐτὴν φέρονται τῷ ὄφει τροφὴν γῆν οὖσαν, κολληθεῖσαν ἔχουσιν τὴν γαστέρα τῇ γῇ. καὶ ὥσπερ ἐπὶ τῶν αἰσθητ̣ ω῀̣ ν λέγεται·" τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει̣", οὕτω καὶ ἡ κοιλία καὶ γαστὴρ τῆς ψυχῆς ὅταν μὴ οὐράνια τραφῇ, ὅταν μὴ συνλάβῃ ἀπὸ τοῦ θείου ἑαυτῆς νυμφίου, τῇ γῇ κεκολλημένην ἔχει τὴν γαστέρα. 27 ἀνάστα, κύριε, βοήθησον ἡμῖν καὶ λύτρωσαι ἡμᾶς ἕνεκεν τοῦ ὀνόματός σου. 326 βοηθείας δεόμεθα, μὴ τὰ θλιβηρὰ ἐπὶ πολὺ παραμένοντα βλάψῃ ἡμῶν τὴν ψυχὴν τρεπτὴν οὖσαν. καὶ εἶτα, ἵνα μὴ δόξωσιν ἰδίᾳ δικαιοσύνῃ πεποιθότες λέγειν, λέγει·" ἀνάστα, κύριε, βοήθησον ἡμῖν καὶ λύτρωσαι ἡμᾶς ἕνεκεν τοῦ ὀνόματός σου". σοῦ χρηματίζομεν. διὰ τοῦτο ἐν τούτοις τοῖς ἀνιαροῖς γεγόναμεν, ὅτι σοῦ ἐσμεν, καὶ βοηθείας ἕνεκεν ἄλλων ἔπεμψας ἡμᾶς εἰς ταύτην τὴν κακοπραγίαν. 1 Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων· τοῖς υἱοῖς Κόρε εἰς σύνεσιν· ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ. ἡ ἀλλοίωσις κίνησις καὶ μεταβολή τι´̣ ς̣ ἐστιν κατὰ ποιότητα. οὐ πᾶσα κίνησις καὶ μεταβολὴ ἀλλοίωσίς ἐστιν. ἔστιν γὰρ κατὰ γένεσιν μεταβληθῆναι. λέγω γοῦν τὸ ᾠὸν γίνεσθαι ὄρνεον καὶ τὸν κόκκον τοῦ σίτου στάχ̣ υν. αὕτη ἡ κίνησις καὶ ἡ μεταβολὴ κατὰ γένεσίν ἐστιν. ἔστιν δὲ ἄλλη κατὰ φθορὰν γινομένη· ὁ´̣ ταν φθαρῇ τὸ τοῦ ἀνθρώπου σῶμα καὶ ἀναλυθῇ εἰς ἰχῶρας καὶ σκώληκας καὶ τὰ παραπλήσια, οὐ λέγεται ἠλλοιω῀̣ σθαι, ἀλλ' ἐφθάρθαι. καὶ ἔστιν καὶ ἄλλη κίνησις καὶ μεταβολὴ κατὰ αὔξησιν, ὅταν προσθήκην τοῦ προλαβόντος ποσοῦ γίνηται· ὅταν γὰρ ἐξ ἐλάττονος εἰς μεῖζον μέγεθος ἐπειχθῶ, λέγομαι ηὐξῆσθαι, με̣ μειῶσθαι δὲ ὅταν συνσταλῇ τὸ ποσὸν καὶ ἐλάττω γένηται. ἡ ἀλλοίωσις οὖν κίνησίς ἐστιν κ̣ ατὰ ποιότητα, οἷον ἐκ νόσου εἰς ὑγίειαν καὶ ἐξ ὑγείας εἰς νόσον, ἐξ ἀγνοίας εἰς ἐπιστήμην καὶ ἔνπαλιν, ἐξ ἀπιστίας εἰς πίστιν." εἰς τὸ τέλος" οὖν," ὑπὲρ τῶν ἀλλοιωθησομένων". τὰ περὶ τέλους πολλάκις διεξεληλύθαμεν, ὅτι τὸ μετὰ πάντα ἐστίν, τὸ ἔσχατον ὀρεκ̣ τόν. ἐστὶν τοίνυν" εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων". ὅταν ἡ ἀλλοίωσις ἐπίτασιν τοσαύτ̣ ην σχῇ ὥστε μηκέτι δυνατὸν εἶναι περαιτέρω αὐτὴν ἐπιταθῆναι, ἐν τῷ τέλει τῶν πραγμ̣ άτ̣ ων, ὅτε" ὁ θεὸς πάντα ἐν πᾶσιν" γίνεται, οὐκέτι οἷόν τε ἐπεκταθῆναι τὴν ποιότητα̣. πᾶσα ἐπιστήμη καὶ πᾶσα ἀρετὴ ποιότης ἐστίν. ἔστιν οὖν ἄρξασθαι ἀρετῆς καὶ προκόπτειν ἐν ταύτῃ, καὶ ἀεὶ δυνατόν ἐστιν προσλαμβάνειν τῇ ἤδη ὑπαρξάσῃ. ὅταν δὲ τελείως τις τὴν ἀρετὴν ἔχῃ ὡς μηδὲν ἐνλείπειν αὐτῷ, εἰς τὸ τέλος ἠλλοιώθη. ὁμοίως καὶ ἐπὶ ἐπιστήμης καὶ σοφίας τὸ αὐτὸ λέγομεν· ἔστ̣ ιν τις ε̣ ι᾿̣ σ̣ αγόμενος κατὰ σοφίαν καὶ ὑπόκειται ἐλέγχῳ ὡς ἁμαρτῆσαι δυνάμενος·" ἔλεγχε" γὰρ" σοφόν, καὶ ἀγαπήσει σε". οὐδεὶς δὲ ἐλέγχεται μὴ ἔχων ἐφ' οἷς ἐλεγχθήσεται. οὗτος ὁ σοφὸς ὁ ὑποκείμενος ἐλέγχῳ αὐτὸ νεοπαγὴς καὶ ἄρτι εἰσαχθεὶς ὢν δύναται προκόπτειν ἀεί. ὅταν δὲ οὕτω δέξηται τὴν σοφίαν̣ ὡς μηκέτι οἷόν τε εἶναι δέξασθαι 327 ἐπίτασιν αὐτῆς, οὗτος εἰς τὸ τέλος ἠλλοιώθη. καὶ ὧδε μὲν ἔτι" τὸ σῶμα τῆς ταπεινώσεως" ἐπηχθισμένοι κἂν πολλοὶ ἅγιοι ὦσιν," ἐκ τοῦ πληρώματος αὐτοῦ" λαμβάνουσιν, οὐ τὸ πλήρωμα αὐτοῦ, οὐχ ἕκαστος ἐκ τοῦ πληρώματος. ἀλλὰ" πάντες ἐκ τοῦ πληρώματος". καὶ" ἀρραβῶνα πνεύματος" ὧδε λαμβάνουσιν, οὐ τὸ πνεῦμα αὐτὸ ὅλον, ἵν' οὕτω φράσω. ὅταν δὲ" τὸ ἐκ μέρους" καταργηθῇ καὶ τὸ τέλος λοιπὸν παραγένηται καὶ" πρόσωπον πρὸς πρόσωπον" ὀφθῇ καὶ γένωνται οἱ ἄνθρωποι κατὰ τὸν θεὸν κατὰ τὸ εἰρημένον·" ὅταν φανερωθῇ ὅμοιοι αὐτῷ ἐσόμεθα, ὅτι ὀψόμεθα αὐτὸν καθώς ἐστιν", ὧδε τέλος τῶν ἀλλοιωθησομένων ἐστίν. εὖ δὲ καὶ τὸ φάναι" τῶν ἀλλοιωθησομένων" καὶ μὴ" τῶν ἀλλοιωθέντων". οὐδεὶς δὲ ἐπ̣ α̣ ι̣ νεῖται ἐπὶ ἐπιστήμῃ καὶ ἀρετῇ, ἐὰν ἐπιστήμων γενάμενος ᾖν ἢ ἐνάρετος, ἀλλ' ὅταν ᾖν ἐπιστήμων· τῶν γ̣ ὰρ ἐνεργητικῶν ἐστιν ἡ ἀρετὴ καὶ ἡ ἐπιστήμη, ἐν τῷ ἐνεργεῖσθαι ἔχει τὸ εἶναι." εἰς τὸ τέλος" οὖν," ὑπὲρ τῶν ἀλλοιωθησομένων". ταύτην δὲ τὴν μακαρίαν καὶ θείαν καὶ ὑπερφυ̣ ῆ ἀλλοίωσι̣ ν ἔχομεν ἐκ τῆς τοῦ ὑψίστου δεξιᾶς· εἴρηται γὰρ περὶ αὐτῆς·" αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου"· ὥσπερ γὰρ" πλούσιος ὢν δι' ἡμᾶς ἐπτώχευσεν, ἵνα τῇ αὐτοῦ πτωχείᾳ πλούσιοι γενώμεθα"– καὶ ὅρα·" πλούσιος ὢν δι' ἡμᾶς ἐπτώχευσεν"· καὶ γὰρ ἀλλοιωθεὶς καὶ ἐπιδημήσας. καὶ μένων χωρὶς τῆς ἐπιδημίας ὁ αὐτός ἐστιν, ἀεὶ ἔχει τὸ εἶναι πλούσιος." δι' ἡμᾶς" δε`̣ ἐπ̣ τώχευσεν". ὅταν τοίνυν δι' ἡμᾶς πτωχεύσας πλουσίους ἡμᾶς καταστήσῃ, ἀλλοιούμεθα κατὰ πλοῦτον καὶ εἰς τὸ τέλος ἐρχόμεθα, ἐὰν ὡς αὐτὸς γενώμεθα πλούσιοι, ὡς ἐνδέχεται, ὁ´̣ τ̣ αν θεασώμεθα" τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας"." ἐκ τοῦ πληρώματος" οὖν λαμ̣ βάνουσιν οἱ ἅγιοι. οὐδεὶς τὸ πλήρωμα δέχεται, οὐδὲ πάντες. οὕτω καὶ τό·" ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου". οὐκ εἶπεν·" τὸ πνεῦμά μου"·" ἀρραβῶνα" γὰρ" πνεύματος" λαμβάνο̣ υ̣ σιν οἱ ἐνταῦθα πνευματοφ̣ όροι. καὶ ἐκχεῖται ὁ ἀρραβὼν ἀπὸ τοῦ πνεύματος. ὁ δὲ ἀρραβὼν ὅλου τινὸς μέρος ἐστίν." εἰς τὸ τε´̣ λος̣" οὖν," ὑπὲρ τῶν ἀλλοιωθησομένων"." αὕτη" οὖν" ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου". ἡ δεξιὰ τοῦ ὑψ̣ ι´̣ ς̣ του ἄτρεπτος καὶ ἀναλλοίωτός ἐστιν. ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχει· οὐκ ἄλλως γὰρ αὐτὴν ἢ τὸν σωτῆρα νοοῦμεν. πῶς οὖν ἀλλοιοῦται, ἴδω̣ μ̣ εν· συνκαταβαίνει παιδεύουσα· καὶ τότε τῷ ὄντι ὠφελούμεθα, ἐὰν συνκαταβῇ. μενού σης δὲ αὐτῆς ἐφ' ἑαυτὴν ἡμεῖς οὐκ ὠφελούμεθα. λέγει οὖν τοῦτο·" μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται κύρι328 ος ἢ ἐπιλήσεται τοῦ οἰκτιρῆσαι"; ἔτι·" ἢ ἀποκόψει τὸ ἔλεος αὐτοῦ ἀπὸ γενεᾶς εἰς γενεὰν ἢ συνέξει τοὺς οἰκτιρμοὺς αὐτοῦ"; λέγει·" καὶ εἶπα Νῦν ἠρξάμην", ὅτε συνκαταβαινούσης πεῖραν ἔλαβον τῆς δεξιᾶς." νῦν ἠρξάμην"· ἐν ἀρχῇ γέγονεν τοῦ γνῶναι τὴν ἀλήθειαν, ἐν ἀρχῇ τοῦ γνῶναι τὰ ἔργα τῆς προνοίας, τοὺς οἰκτιρμο̣ ὺς τοῦ θεοῦ τοὺς ποιητικοὺς ἀγαθοῦ." εἶπα" οὖν" Νῦν ἠρξάμην". λέγει·" αὕτη ἡ ἀλλοίωσις", ἣν ὑπέμεινα ἐγώ," τῆς δεξιᾶς τοῦ ὑψίστου" ἐστίν. αὕτη με ἠλλοίωσεν. οὐδεὶς ἠδύνατο τῶν γε̣ νητῶν ἀλλοιῶσαί με οὕτως· πάντες γὰρ δέονται τοῦ εἰς προκοπὴν ἄγοντος, τοῦ τελειοῦντος. δημωδέστερον δὲ καὶ κατὰ τοὺς εἰς μέσον λέγοντας ἐροῦμεν ὅτι ἡ ἀλλοίωσις τοῦ ὑψίστου αὕτη ἐστίν· εὐλογία ὢν γέγονε κατάρα, ἵν' ἀπολύσῃ κατάρας καὶ εὐλογουμένους ἀποδείξῃ. δικαιοσύνη ὠ`̣ ν γέγονεν οὖν ἁμαρτία, ἁμαρτία δὲ τοιαύτη δικαιοσύνης ποιητική." ἐν αὐτῷ" δὲ γινόμεθα" δικ̣ αιοσύνη ς ποιητική θεοῦ". οὐκ ἁπλῶς οὖν δικαιοσύνη, ἀλλὰ θεοῦ. εἰρήκαμεν πολλάκις, ὅτι τὰ ὀνόματα τῶν ἕξε̣ ων ἔχουσιν οἱ παρονομαζόμενοι, ὅταν τελειωθῶσιν κατ' αὐτά. οὕτω γοῦν καὶ τὸν ἐν ἀγάπῃ τελειωθέντα, ὡς ἐνδέχεται ἐν τῷ βίῳ, ἀγάπην ὀνομάζει Παῦλος· τὸ γάρ·" ἡ ἀγάπη οὐ φυσιοῦται, ου᾿̣ κ ἀσχημονεῖ, οὐ περπερεύεται", οὐ περὶ τῆς ἀγάπης τῆς ἀρετῆς λέγεται, τῆς ἐντολῆς τῆς πασῶν μείζονος, ἀλλὰ περὶ τοῦ ἔχοντος, περὶ τοῦ ποιοῦ. γίνεται οὖν ὁ σωτὴρ πάντα ἡμῶν ἕνεκα. γίνεται σάρξ," ἵν' ἡμεῖς δικαιοσύνη θεοῦ γενώμεθα"· θεασάμενοι γὰρ" τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς", οὐ μένομεν σάρκες, ἀλλὰ θεοὶ γινόμεθα κατ' ἐκείνους τοὺς" πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο"." αὕτη" οὖν" ἡ ἀλλοίωσις" κατ' ἀμφότερα, καὶ ἤτοι ἣν ἡμεῖς η᾿̣ λλ̣ οιώθ̣ ημεν ἢ ἣν αὐτὸς ἡμῶν ἕνεκα ὑπέστη, οὐ τραπείς, οὐκ ἀλλοιωθεὶς κατὰ τὴν θεότητα, ἀλλὰ κατ̣ ὰ τὴν οἰκονομίαν, κατὰ τὴν ἐνανθρώπησιν." εἰς τὸ τέλος" οὖν," ὑπὲρ τῶν ἀλλοιωθησομε´̣ νων"· οἱ ἀλλοιωθησόμενοι οὗτοι οἱ ἔτι ἐν τῷ ἀλλοιοῦσθαι ὄντες φθάσουσίν ποτε εἰς τὸ τέλος τη῀̣ ς̣ ἀλλοιώσεως· οὐδὲ γὰρ ἄρχεταί τις, ἵνα μὴ τελειωθῇ, ἀλλ' ἵνα μετὰ πολλὰς προκοπὰς εἰς αὐτὸ τὸ πέρας τῆς ποιότητος ἐκείνης καθ' ἣν ἀλλοιοῦται, φθάσῃ. τί δὲ τὸ τέλος ἢ τὸ θεοποιηθῆναι, ἵνα πάντα ᾖ; τινὲς λαμβάνουσιν αὐτὸ περὶ τη῀̣ ς̣ ἀναστάσεως τῆς ἐκ νεκρῶν λέγοντες τοὺς ἐγειρομέν̣ ους ἀντὶ φθαρτοῦ σώματος ἄφθαρτον ἔχοντας καὶ ἀντὶ ψυχικοῦ πνευματικὸν καὶ ἀν̣ τ̣ ὶ ἀσθενοῦς καὶ ἀδ̣ όξου ἰσχυρὸν καὶ ἔνδοξον. Παῦλος δὲ λέγων οὐκ εἶπεν·" πάντες δὲ ἀλλοιωθησόμεθα", ἀλλὰ" ἀλλα̣ γησόμεθα"," κ̣ αὶ 329 οἱ νεκροὶ ἀναστήσονται ἄφθαρτοι", ἐπεὶ κατ' οὐσίαν τὸ σῶμα ἐγείρεται· οὐ γὰρ ἐκ σώματος ἀσώματον γίνεται, ἀλλ' ἐκ τοιοῦδε σώματος τοιόνδε σῶμα κατὰ ποιότητα τὴν μεταβολὴν ἔχον. ἐὰν οὕτω λάβωμεν κατὰ ποιότητα μόνον, ἀλλοίωσίς ἐστιν. ἐὰν δέ, ἐπεὶ μὴ ταὐτόν ἐστιν τὸ φθαρτὸν τῷ ἀφθάρτῳ, τὸ φθαρτὸν ἄφθαρτον γένηται, ἠλλάγη, ἠλλάγη κατὰ μεταβολήν. οὐ λέγω, ὅτι ἐκ σώματος ἀσώματον γέγονεν, ἀλλ' ἐκ φθαρτοῦ σώματος ἄφθαρτον σῶμα. ἐπερ· μένει δὲ τὸ σῶμα;– μένει τὸ σῶμα, καὶ ω῾̣ ς ἡ ἁμαρτωλὸς ψυχὴ ἐὰν γένηται δικαία, ἡ ψυχὴ μένει. κατὰ ἀλλοίωσιν δὲ ἡ μεταβολὴ γέγονεν. ἐὰν οὖν κατὰ ἀλλοίωσιν ἀνάστασις γένηται, ἡ σὰρξ πάλιν σάρξ ἐστιν, τὸ φθαρτὸν πάλιν φθαρτόν ἐστιν· οὐ γὰρ ποιότητα λέγω τὸ φθαρτὸν ἢ τὴν σάρκα. κατὰ ἀλλαγὴν οὖν γίν̣ ε̣ τ̣ αι. ἐάν, φέρε, ἐξ ὀστράκου πεποιημένον σκεῦος ἢ διὰ ζωγραφίας ἢ ἄλλως πως ἀμείβωμεν αὐτοῦ τὰς χροιάς, ἀλλοιοῦται τοῦτο· μένει γὰρ τὸ αὐτό. ἐὰν δὲ ποιήσαντες ἐκ πηλοῦ σ̣ κεῦος προσαγάγωμεν αὐτὸ τῷ πυρὶ καὶ γένηται ὄστρακον, οὔκ ἐστιν ἀλλοίωσις αὕτη, ἀλλὰ ἀλλαγή, οὐχ ὅτι ἐξεβλήθη ἔξω τὸ πήλινον καὶ εἰσήχθη τὸ ὄστρακον· ὅτι ἐκεῖνο γέγονεν ὀσ̣ τράκινον. πάλιν ἡ ἄμμος καὶ τὸ νίτρον σκευασθέντα ὑπὸ τῶν ὑελεψῶν γίνεται ὕελος τὸ εἶδος, καὶ οὐ λέγω ὅτι ἠφανίσθη ἡ ἄμμος ὡς τὸ μηκέθ' ἀπελθούσῃ ἢ τὸ νίτρον, ἀλλὰ αὐτὰ ἐκεῖνα ὕελος γέγονεν. καὶ ὅτι ἀλλαγή ἐστιν, ἄκουε· τὸ νίτρον ὅτε νίτρον ἦν, ὑγρότητος παρεμπεσούσης ἐλύετο, ἡ δὲ ὕελος ἡ ἐξ αὐτοῦ γεγενημένη οὐ λύεται. πάλιν ἡ ἄμμος ὑγρότητος παρεμπεσούσης σπορὰς ἦν. ὅταν δὲ γένηται ὕελος, οὐκέτι σποράς ἐστιν. ταύτην οὖν ἀλλαγὴν λέγω οὐκ ἐξ ὑποκειμένου εἰς ἄλλο ὑποκείμενον, ἀλλὰ εἰς γενάμενον ἐκ φθαρέντος γεγονέναι. φθείρεται τὸ νίτρον καὶ ἡ ἄμμος καὶ γίνεται ἡ ὕελος. ἡ φθορὰ δὲ τούτων οὐκ εἰς τὸ μὴ ὂν αὐτὰ κ̣ αταστρ̣ έφει. καὶ τὸ τοῦ ὀστράκου, ὡς εἶπον, τὸ ἐκ πυρὸς ὄστρακον γεγενημένον οὐκ εἰς τὸ μὴ ὀ`̣ ν κα̣ ταβάλλει τὸν πηλόν, καὶ γίνεται τὸ ὄστρακον ἑτέρωθέν ποθεν. ὡσαύτως ἐξ ᾠοῦ γίνεται τὸ ὄρ̣ νεον· μὴ γὰρ ἔξω βάλλεται τὸ ᾠόν, ἵνα εἰσαχθῇ τὸ ὄρνεον· αὐτὸ ἐκεῖνο εἰς τοῦτο μεταβάλλει, οὐκέτι μέντοι ἐστὶν ᾠόν· λοιπὸν γὰρ τοῦτο ἵπταται, αἴσθησιν ἔχει. τούτων δὲ οὐδὲν ὑπέμειν̣ εν τὸ ᾠόν. καὶ ὁ Παῦλος τῷ τῆς σπορᾶς ὀνόματι κέχρ̣ η̣ ται·" σπείρεται ἐν φθορᾷ, σπείρεται ἐν ἀσθενείᾳ". λέγω· τὸ σπέρμα τοῦ ζῴου ὅτε σπέρμα ἐστίν, οὔκ ἐστιν̣ ζῷον. αὐτὸ δὲ μεταβάλλει εἰς τὸ ζῷον· οὐ γὰρ ἀφανισθέντος τοῦ σπέρματος ζῷον ἔξωθέν ποθεν ἐπιγίνεται, ἀλλὰ αὐτὸ τὸ σπέρμα πρότερον εἰς φύσιν τραπέν, εἶτ' ἐκ φύσεως εἰς ἔνβρυον, μετὰ το`̣ ἔνβρυον ζῷον γενόμενον ὑφίσταται τὴν ἀπότεξιν. αὗται οὖν ἀλλαγαί εἰσιν, οὐκ̣ ἀλλοιώσεις· οὐδὲ γὰρ ποιό330 τητος μόνης γίνεται μεταβολή. καὶ πολλά γε ἔστιν τοιαῦτα ἔστιν εὑρεῖν. καὶ αὐτὸς δὲ ὁ Παῦλος τοῖς σπέρμασιν χρησάμενος· ὁ κόκκος τοῦ σίτου πρὸ σπορᾶς κόκκος ἐστίν. ὅταν δὲ σπαρεὶς γεωργίας τύχῃ, γίνεται στάχυς· ἀλλά, λέγουσιν ἄλλοι, ἀλλὰ πάλιν σῖτος. οὐκ οἶδαν δὲ ὅτι παράδειγμά ἐστιν τὸ λεχθέν. ἐλέχθη δὲ πολλάκις ὅτι οὐκ ἐξομαλίζονται τὰ παραδείγματα, ἐπεὶ οὐκέτι παραδείγματά εἰσιν. πάλιν μὴ ταὐτόν ἐστιν ἄρτι βρέφος καὶ παῖς. ὅμως τὸ βρέφος εἰς τὸν παῖδα μεταβάλλει, καὶ οὐ λέγω ὅτι εἰς τὸ μὴ ὂν καταστρέψαντος τοῦ βρέφους εἰσῆλθέν ποθεν ὁ παῖς, ἀλλὰ αὐτὸ τὸ βρέφος μετέβαλεν κατά τε αὔξησιν καὶ τὴν ἄλλην ποιότητα, γέγονεν παῖς, οὐ μετηλικιώθη. καὶ κατὰ μὲν τὴν ἡλικίαν ἄλλο ἐστὶν βρέφος καὶ ἄλλο παῖς, κατὰ δὲ τὸν μεθηλικιούμενον ἄνθρωπον οὐκ ἔνι διαφορά· εἷς γὰρ ὑποκείμενος τῷ βρέφει ἐκείνῳ καὶ τῇ ἡλικίᾳ ἐκείνῃ· ἀπολωλός, πάλιν ἄνθρωπός ἐστιν τῷ παιδὶ ὑποκείμενος. καὶ ἐὰν ἐκ τοῦ παιδὸς εἰς τὸν βούπαιδα μεταβάλῃ, πάλιν ἡ ἡλικία μετέβαλεν. ἐστὶν δὲ ποιότης αὕτη, ποιότης δ̣ ὲ οὐσιώδης. καὶ πάλιν ἀεὶ μεθηλικιούμενον ἕως φθάσῃ εἰς τὸ γῆρας. ποιότητας οὖν κ̣ αὶ ἡλικίας ἐξαλλάττει· εἶπον γὰρ τὰς ἡλικίας οὐσιώδεις εἶναι ποιότητας. ὁ αὐτὸς δὲ ἄνθρωπος μένει. κἂν μυρίαν οὖν μεταβολὴν δέξηται τὸ σῶμα ἐν τῇ ἀναστάσει, σῶμά ἐστιν̣, οὐ σῶμα μέντοι τόδε, οὐ τὸ πρὸ τῆς μεταβολῆς. καὶ ὁ Παῦλος γοῦν ἠναγκάσθη ὡς ἄλλο καὶ ἄλλο εἰπεῖν. εἶπεν δὲ ὅτι·" σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν". λέγει·" οὐ πρῶτον τὸ πνευματικὸν ἀλλὰ τὸ ψυχικόν, ἔπειτα τὸ πνευματικόν". ἔνθα δὲ τὸ πρῶτον καὶ τὸ ἔπειτα, οὐ ταὐτότης σημαίνεται. ὅμως δὲ τὸ πρῶτον καὶ τὸ ἔπειτα οὐκ ἐπὶ ἐξαλλαγῆς οὐσιῶν λαμβάνομεν, ἀλλὰ ἐξαλλαγῆς τοῦ αὐτοῦ σώματος, ἐπ̣ εὶ ἐκ̣ φθαρτοῦ ἄφθαρτον καὶ ἐκ ψυχικοῦ πνευματικὸν γέγονεν. ἄλλο οὖν ἐστιν ἀλλαγὴ καὶ ἄλλο ἀλλοίωσις. ἡ μεταβολὴ τῆς ψυχη῀̣ ς ποιεῖ τὴν ἀλλοίωσιν, τὴν ἐπαινουμένην λέγω ἢ καὶ τ̣ ὴν ψ̣ ε̣ γομένην· καὶ ἐπὶ τὸ χεῖρον γὰρ̣ ἔστιν ἀλλοιω θῆναι, ὡς εἴρηται·" πῶς ἀμαυρωθήσεται τὸ χρυσίον, πῶς ἀλλοιωθήσεται τὸ ἀργύριον τὸ ἀγαθόν"; καὶ λέγει·" υἱοὶ Σιὼν οἱ τίμιοι ἐπηρμένοι χρυσίῳ καὶ ἀργυρίῳ, πῶς ἐλογίσθησαν εἰς ἀγγεῖα ὀστράκινα ἔργα χειρῶν" ἑαυτῶν; ἄλλα π̣ άλιν δ̣ είξει ἀλληγορία· χρυσίον γὰρ εἰς ὀστράκινα σκεύη μεταβεβληκέναι λέγεται οὐ κατ' ἱστορίαν, ἀλλὰ κατὰ ἀναγωγήν." εἰς τὸ τέλος" οὖν," ὑπὲρ τῶν ἀλλοιωθησομένων· τοῖς υἱοῖς Κόρε εἰς σύνεσιν". καὶ ἐπεὶ αὐτὴ ἡ ἐπιγραφὴ καὶ ὅλος ὁ ψαλμὸς μυστήρια ἔχει ἐνκεκρυμμένα, διὰ τοῦτο συνέσεως χρεία τῷ τὴν ᾠδὴν ταύτην προφέροντι·" εἰς σύνεσιν" γάρ ἐστιν. καὶ ἔλεγον καὶ ἐπὶ τοῦ τριακοστοῦ πρώτου ψαλμοῦ, ἐπεὶ μετ' αἰνιγμοῦ ἐλέχθη." ᾠδὴ" οὖν" ὑπὲρ τοῦ ἀγαπητοῦ". ἡ ᾠδὴ ἡ ἐπινίκιος αὕτη 331 ὑπὲρ τοῦ ἀγαπητοῦ γέγονεν· αὐτὸς γὰρ καὶ τῆς ἀλλοιώσεως αἴτιος γέγονεν· εἶπον γὰρ ὅτι" πλούσιος ὢν ἐπτώχευσεν", ἵνα πλουσίους ἡμᾶς ἐργάσηται, οὐ κατὰ φαντασίαν πλουσίους, οὐκ αἰσθητῶς, ἀλλὰ ἔχοντας" πάντα λόγον καὶ πᾶσαν γνῶσιν". εἶπον ὅτι κατάρα γεγενημένος εὐλογίαν ἐβεβαίωσεν. ὁ ἀγαπητὸς οὖν αἴτιος γέγονεν τῆς βελτίστης ταύτης ἀλλοιώσεως. διὰ τοῦτο ἡ ᾠδὴ αὐτῷ ἀνατίθεται· ὥσπερ καὶ στρατ̣ ηγῷ ἢ βασιλεῖ ἡ ἐπινίκιος ᾠδὴ ἀναπέμπεται καίτοι συνκαμόντων καὶ ἄλλων, δορυφόρων, στρατιωτῶν, ἀλλὰ τὸ κεφάλαιον τῆς νίκης τῷ βασιλεῖ ἢ τῷ στρατηγῷ ἐπιγράφεται. ἐπερ· τὸ" ὑπὲρ τοῦ ἀγαπητοῦ";– ἀντὶ τοῦ" 3περί" 3· μὴ γὰρ ἀεὶ τὸ" 3ὑπέρ τινος" 3 λέγεται·" ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ μηδὲν ἔχων λέγειν περὶ ἡμῶν φαῦλον"· μὴ γὰρ ὧδε τὸ" περὶ ἡμῶν" ἀντὶ τοῦ" 3συναγορεύων ἡμῖν" 3 λέγεται. 2 ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. τὸν ψαλμὸν τοῦτον λαμβάνουσίν τ̣ ινες καὶ ἐκ προσώπου τοῦ πατρὸς εἰρῆσθαι καὶ ἐκ προσώπου τοῦ τελείου ἀνδρός, τοῦ σοφοῦ. οἶδας δὲ ὅτι ἡ ἐρυγὴ τῆς προκαταβληθείσης τροφῆς τὴν εὐωδίαν προφέρει· οὐδὲν γὰρ ἕτερόν ἐστιν ε᾿̣ ρ̣ υγὴ ἢ πρόοδος πνεύματος ἀπὸ στομάχου δηλοῦσα τὴν ποιότητα τῶν προκαταβεβλημ̣ ένων. ἐάν τις γοῦν τραφῇ μῆλον, τὴν ἐρυγὴν μήλου ποιότητα καὶ εὐωδίαν φέρουσαν ἔχει. ὅταν οὖν ἅγιος τραφῇ τὸν" ἄρτον τῆς ζωῆς" καὶ τὰς Ἰησοῦ σάρκας οὔσας βρῶσιν ἀληθινὴν καὶ τοὺς καρποὺς" τοῦ ξύλου τῆς ζωῆς" καὶ πίῃ τὸν τρυγώμενον ἀπὸ" τῆς ἀμπέλου τῆς ἀληθινῆς" οἶνον, ἐρυγὴν ἔχει κατάλληλον τοῖς προκαταβεβλημένοις βρώμασιν. ὁ οὕτω τραφεὶς καὶ ἐρυγεὶς σημαίνεται·" ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας προφέρει τὸ ἀγαθόν". καὶ ἐπεὶ περὶ νοητῶν ἐστιν, οὐκ ὠ´̣ κνησεν ἀντὶ στομάχους θησαυρὸν εἰπεῖν τὴν καρδίαν. ὁ οὖν τραφεὶς τὴν μακαρίαν τροφὴν καὶ ἀπολαύσας τῶν σαρκω῀̣ ν Ἰησοῦ καὶ τοῦ" ἄρτου τῆς ζωῆς", τοῦ ἄρτου τοῦ οὐρανίου, προφέρει λόγους καταλλήλους οἷς ἐτράφη καὶ ἐρε̣ ῖ·" ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν". τέως οὖν περὶ τοῦ ἀνθρώπου λέγο̣ μ̣ εν. οἱ υἱοὶ Κόρε τουτῷ αὐτῷ νοῒ καὶ τῷ αὐτῷ πνεύματι τοὺς ὕμνους προφέροντες ἑνικῶς αὐτοὺς προφέρουσιν. ὡς τό·" ὃν τρόπον ε᾿̣ πιποθεῖ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου", οὕτω καὶ ἐνταῦθα ὡς εἷς καὶ ε῾̣ νικῶς λέγουσιν·" ἐξηρεύξατο ἡ καρδία μου". ἀναφέρεται δὲ αὕτη εἰς ἕκαστον τῶν σοφῶν· εἰ γὰρ ὁ σοφὸς ἃ ἔχει ἐν τῇ καρδίᾳ καὶ ἃ ἐτράφη, ταῦτα προφέρει παιδεύων, ἐξηρεύξατο τὸν ἀγαθὸν λόγον. ἐξ οὗ πάλιν συνάγει ὁ λόγος, ὅτι εἴ τις μὴ τραφεὶς θέλει προφέρειν λόγον, οὔκ ε᾿̣ στιν ἐρυγὴ ἀγαθή. καὶ πάλιν ὁ χειρίστας τροφὰς τραφεὶς μοχθηρὸν καὶ πονηρὸν ἔχει λόγον παιδεύσεω̣ ς εἶτα λέγει 2 λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ. εἰς τοσοῦτόν εἰσιν πεπαρρησιασμέντα τὰ ἔργα μου καὶ 332 κατάγνωσιν μηδεμίαν φέροντά μου μηδὲ ἔνκλημα. λέγω αὐτῷ τῷ βασιλεῖ, τῷ κριτῇ. 2 ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. ὁ λόγος μου σημαινόμενος διὰ τῆς γλώττης. πολλαχοῦ εὑρήσεις ἀντὶ τοῦ λόγου τὴν γλῶτταν. ὡς ἐὰν λέγῃ·" ἐξολεθρεύσει κύριος πα´̣ ντα τὰ χείλη τὰ δόλια καὶ γλῶσσαν μεγαλορήμονα", τὸν λόγον λέγει μεγαλορήμονα. 3 ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. καὶ οἱ τῶν ἀνθρώπων υἱοί, τουτέστιν οἱ τοῦ κόσμου σοφοὶ καὶ οἱ ὅπως ποτε`̣ ἐπαγγελλόμενοι διδασκαλίαν, δοκοῦσιν κάλλος ἔχειν ἐν τοῖς λόγοις ἑαυτῶν. τοῦ δε`̣ ἡμετέρου λόγου τὸ κα´̣ λλο̣ ς παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων ἐστίν, θεό πεμπτόν ἐστιν, θεόδοτόν ἐστιν, ἀληθινὴ σοφία ἐστίν. ἔχ̣ ει τι οὖν πλεῖον παρὰ τοὺς τῶν ἀνθρώπων υἱοὺς τοὺς ἀπὸ καρδίας ἑαυτῶν φθεγγομένους τῆς σπουδῆς κ̣ α̣ ὶ μαθήσεως ἑαυτῶν λόγους συναγαγόντας καὶ μαθήματα. λοιπὸν ἄκουε· ἐκ προσώπου τοῦ πατρὸς λαμβάνεται ὁ ψαλμός. καὶ σχεδὸν πάντες οἱ εἰς τὸ κοινὸν λέγοντες οὕτω λαμβάνουσιν. τὰ ὑπερφυῆ κ̣ αὶ μεγάλα καὶ ὑπέρτερα τῶν νοημάτων μόλις διὰ πολλῶν παραδειγμάτων φανεροῦται. θ̣ έλοντες οὖν πολλάκις εἰπεῖν ὅτι εἷς ἐστιν ὁ θεός, μυρία λέγομεν. λέγομεν ὅτι οὐδὲν αὐτῷ συνδυάζει, οὐκ ἔστιν ἐν αὐτῷ ὕλη καὶ εἶδος, μονάς ἐστιν, ἑνάς ἐστιν, καὶ μόλις διὰ τοῦ πλήθους τῶν λέξεων φανεροῦμεν αὐτά. ὅταν δὲ θέλω περὶ οἴνου εἰπεῖν, ἀρκεῖ εἰπεῖν οἶνος· εἰδόσιν γάρ, τί ἐστιν, λ̣ έγετ̣ α̣ ι· καὶ μόνον τὴν ἔννοιαν διὰ λέξεως σημαίνομεν. περὶ γῆς ταὐτ̣ όν. οὐ πολλῶν ἡμῖν χρεία λόγων. ὅταν̣ δὲ λέγωμεν ὅτι ὁ θεὸς γῆ ἐστιν αὐτοῦ λέγοντος·" μὴ ἔρημος ἐγενόμην τῷ Ἰσραὴλ ἢ γῆ κεχερσωμένη"; μυρία ὅσα λέγομεν ἵνα δηλώσωμεν, πῶς ὁ θεὸς λέγεται γῆ. πάλιν ἐὰν λέγωμεν αὐτὸν πηγήν, οὐχ ὁλίγα λέγομεν ὡς ὅταν περὶ αἰσθητῆς πηγῆς ἀπαγγέλλωμεν. περὶ δὲ θεοῦ πολλὰ λέγομεν ὅτι· ἐπεὶ τὰ προσόν̣ τα τῷ θεῷ καὶ τὸ πλήρωμα τῶν ἀγαθῶν αὐτοῦ οὐκ ἔξωθέν ἐστιν ἐπ̣ ιρ̣ ε´̣ ον καὶ ἐπιχορηγούμενον, ἀλλὰ αὐτὸς πλήρης τῶν ἀγαθῶν. τὸ πλήρωμα οὖν τῶν καλῶν, τὸ πλη´̣ ρωμα τυγχάνων τῶν ἀρετω῀̣ ν λέγεται πηγή. καὶ ἡ ἐκ πατρὸς τοίνυν τοῦ σωτῆρος γέννησις οὐ πρόχειρος οὖσα οὐδὲ λημπτὴ τοῖς θέλουσιν, ἀλλ' ἐκείνοις μόνοις, οἷς ἀποκάλυψις τ̣ οῦ πατρ̣ ὸς̣ γέγονεν καὶ τοῦ υἱοῦ– ὥσπερ γὰρ ὁ πατὴρ ἀποκαλύπτει τὸν υἱόν, καὶ ὁ υἱὸς τὸν πατέρα–, πολλῶν παραδειγμάτων χ̣ ρεία, ἵνα ἡ οἰκειότης τοῦ υἱοῦ πρὸς τὸν πατέρα καὶ ἡ γέννησις φανερωθῇ. λέγει γοῦν αὐτὸν" ἀπαύγασμα φωτός". τὸ ἀπαύγασμα οὐκ ἔξωθεν τοῦ φωτός ἐστιν. ἐξ αὐτοῦ γεννᾶται. καὶ οὐ προϋπάρχει τὸ φῶς τοῦ ἀπαυγάσματος· ἅμα γὰρ φῶς καὶ ἀπαυ´̣ γασμα. ἐὰν οὖν θέλωμεν δεῖξαι ὅτι ἀΐδιος γέννησίς ἐστιν τοῦ υἱοῦ, ἀΐδιον ἐξ ἀϊδίου λέγομεν αὐτὸν α᾿̣ π̣ αύγ̣ α̣ σμα φωτός. οἱ ἑτερόδοξοι δὲ οὐκ ἴσασιν, πῶς ἕκαστα τούτων λε´̣ γ̣ ε̣ τ̣ αι, καὶ οὐχ ὡς ὑποδείγματα αὐτὰ λαμβάνουσιν καὶ λέγουσιν ὅτι· 333" 3τὸ φῶς οὐσία ἐστίν, τὸ ἀπαύγασμα ἐνέργειά ἐστιν. οὐκοῦν ἐνέργεια οὐσίας ἐστὶν ὁ υἱὸς καὶ οὐκ οὐσία" 3; οὐ νοοῦσιν δέ, διὰ τί τοῦτο ἐλέχθη· ἵνα μάθῃ ὅτι οὐ προϋπάρχει τοῦ υἱοῦ ὁ πατήρ· μὴ γὰρ αἰσθητὸν φῶς ἐστιν ὁ πατὴρ καὶ αἰσθητὸν ἀπαύγασμά ἐστιν ὁ υἱός. ἐπὶ τῶν ἀνθρωπίνων διδασκαλία γέγονεν, ἵνα ἐξ ὧν ἴσμεν ἃ μὴ ἴσμεν μανθάνωμεν. οἴδαμεν δὲ ὅτι οὐ προϋπάρχει τὸ φῶς τοῦ ἀπαυγάσματος. πάλιν λέγεται ὁ πατὴρ πηγὴ σοφίας·" κατελείψατε" γὰρ" τὴν πηγὴν τῆς σοφίας". θέλει δεῖξαι ὅτι ὥσπερ οὐκ ἀλλότριόν ἐστιν τὸ ὕδωρ τῆς πηγῆς, οὕτως οὐδὲ ἡ σοφία τοῦ" μόνου σοφοῦ"·" μόνον" γὰρ" σοφὸν" τὸν πατέρα λέγει, οὐκ ἄν τινα τῶν γενητῶν εἰρηκὼς" μόνον σοφόν"· πολλοὶ γάρ εἰσιν οἱ παρονομαζόμ̣ ενοι ἀφ' ἧς ἔχουσιν σοφίας. οὐ παρονομαζόμε νος δὲ ἀπὸ σοφίας ὁ πατὴρ λέγεται σοφός, ἐπεὶ οὐκέτ̣ ι μόνος ἦν πολλῶν ὄντων τῶν μετεχόντων σοφίας καὶ ἀπ' αὐτῆς λεγομένων σοφῶν, ἀλλὰ" μόνος σοφὸς" λέγεται πηγάζων σοφίαν, γεννῶν σοφίαν, ὡς μὴ διενεγκεῖν τὸν" μόνον σοφὸν" καὶ σοφίαν εἰπεῖν καὶ τὴν σοφίαν" μόνον σοφόν", ὡς εἶναι σοφὸν ἐκ σοφοῦ. και`̣ ἐνταῦθα οὖν πάλιν τὴν οἰκειότητα τὴν υἱοῦ πρὸς τὸν πατέρα καὶ τὴν ἀπ' αὐτοῦ γονὴν ὁ λόγος βουλόμενος δεῖξαι πηγὴν εἶναι σοφίας τὸν πατέρα καὶ πηγὴν ζωῆς λέγει· λέγεται γὰρ καὶ πηγὴ ζωῆς·" ἐμὲ ἐνκατέλιπον, πηγὴν ὕδατος ζῶντος". καὶ ἐνταῦθα τοίνυν πάλιν βουλόμενος δεῖξαι ὁ λόγος, ὅτι ὁ σωτὴρ οὔκ ἐστιν ἄλλος τῆς τοῦ πατρὸς οὐσίας, λόγον ἀπὸ καρδίας αὐτὸν ἐρευχθέντα λέγει·" ἐξηρεύξατο" γὰρ" ἡ καρδία μου λόγον ἀγαθόν". καρδίαν δὲ ἔχει ὁ θεὸς οὐκ ἄλλην ἑαυτοῦ· ἡ γὰρ καρδία τὸν νοῦν σημαίνει. αὐτὸς δὲ νοῦς ἐστιν. καὶ ὥσπερ λέγεται ἔχειν ἀθανασίαν οὐχ ἑτέραν παρ' αὐτὸν καὶ ἔχειν ζωὴν ἐν ἑαυτῷ οὐκ ἄλλην οὖσαν αὐτοῦ, οὕτω καὶ καρδίαν ἔχει οὐχ ἑτέραν αὐτοῦ τυγχάνουσαν· νοῦς γάρ ἐστιν, νοῦ γέννημά ἐστιν ὁ υἱός. ὁ λόγος δὲ νοῦ γέννημά ἐστιν." ἐξηρεύξατο" οὖν" ἡ καρδία μου λόγον ἀγαθόν". καὶ ἵνα δείξῃ, ὅτι οὐκ ἡ καρδία ἡ γεννήσασα καὶ τὸ γέννημά ἐστιν ἀγαθόν, εἶπε τὸ γέννημα· ἀναμφίβολον γάρ ἐστιν τοῦ γεννήματος ἀγαθοῦ ὄντος μὴ καὶ τὸ γεννῆσαν ἀγαθὸν εἶναι. τάχα δὲ ἔνπαλιν οὐ σῴζεται. συμβαίνει γεννηθὲν ἐξ ἀγαθοῦ μὴ ἀγαθὸν εἶναι ὅταν τροπὴν ὑποστῇ. ἐπειδὴ δὲ ἄτρεπτός ἐστιν ὁ λόγος καὶ οὐχ ὥσπερ τὰ ἄλλα τρεπτῶς ἔχει, οὕτω καὶ τὸ ἀγαθὸν ἐκ τῆς καρδίας τοῦ ἀγαθοῦ πατρὸς ἔσχεν τὴν γέννησιν. πάλιν ἐπεὶ παρὰ ἀνθρώποις γνήσια γεννήματα τὰ ἐκ γαστρὸς προφερόμενά ἐστιν, λ̣ έγει πάλιν·" ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐξεγέννησά σε". γαστρὸς ἴδιόν ἐστιν τὸ γεννᾶν ὥσπερ καὶ χειρῶν τὸ ποιεῖν. ὅταν γοῦν θέλῃ γνήσιον ποιητὴν καὶ ἀληθῶς δημιουργὸν τῆς̣ κτίσεως τὸν θεὸν εἰσαγαγεῖν, χειρῶν 334 αὐτοῦ ἔργα λέγει τὴν κτίσιν·" ὄψομαι" γὰρ" τοὺς οὐρανούς, ἔργα τῶν δακτύλων σου"." ἔργα τῶν χειρῶν μού εἰσιν οἱ οὐρανοί". καὶ ἐπεὶ οἴονταί τινες, ὅτι τὸ γεννᾶν καὶ τὸ κτίζεσθαι ταὐτόν ἐστιν, ο̣ ὕτω̣ ς̣ μὲν εἰ εἰ῀̣ χ̣ εν, ἠκολούθει ἀ`̣ ν εἰπεῖν·" γεννήματα τῶν χειρῶν μού εἰσιν οἱ οὐρανοί", ἢ εἰπε̣ ῖν·" ἐκ χειρὸς ἐξεγέννησά σε". οὐχ ὅτι̣ ουνα, ἀλλ' ὅτι τῷ κα̣ τ' ἐπίνοιαν διαφέρει ταῦτα. ἡ οἰκειότης μέντοι ἡ ἐκ τοῦ πατρὸς διὰ πάντων τούτων δηλοῦται. ὡς ἔλεγον μικρῷ πρότερον, ὅτι ἐὰν λέγῃ τις ἓν μόνον αἰσθητῶς, δι' ὀνόματος κυ̣ ρίου ὠνόμασεν. ἐπὶ θεοῦ πάντα ταῦτα λέγω, ἵνα διὰ πάντων ἐκτὸς αὐτὸν ποιήσω τῶν δυναμ̣ ένων κατὰ ψευδοδοξίαν περὶ θεοῦ λεχθῆναι. καὶ ὧδε οὖν ἡ καρδία τοῦ πατρὸς γεννᾷ. καί– ἐπ̣ ι`̣ τ̣ ω῀̣ ν̣ α᾿̣ νθ̣ ρ̣ ωπίνων τέως λέγω– ὁτὲ μὲν γεννητικοὶ γίνονται νοημάτων̣, ὁτ̣ ε`̣ δε`̣ ἐ´̣ ξωθεν δι̣ α`̣ δ̣ ι̣ δα̣ σκαλίας λαμβάνουσιν αὐτά. οὐ λέγονται οὖν πατέρες νοημάτων ὧν ἄλλοθεν μ̣ όνοι κ̣ ατ' αὐτὰ πεποιωμένοι προφέρονται. ἀμέλει γοῦν τοὺς εὑρετὰς τῶν ἐπιστημῶν πατέρας τῶν ἐπιστημῶν λέγομεν, τοὺς δὲ παρ' ἄλλων μαθόντας οὐ λέγομεν πατε´̣ ρας τῶν ἐπι̣ σ̣ τ̣ ημῶν. λέγουσιν γοῦν, ὅτι νομοθεσίας πατὴρ γέγονεν πρῶτος Μωϋσῆς ὅτι οὐ παρ' ἄλλου τοὺς νόμους ἔσχεν̣, ἀλ̣ λ' αὐτὸς ὑπὸ θεοῦ εἰς τοῦτο ἠ´̣ χθη." ἐξηρεύξατο" οὖν" ἡ καρδία μου λόγον ἀγαθόν". ὡς ἐκ̣ γαστρὸς γέννημα καὶ, οὕτω καὶ ὁ ἐν καρδίᾳ ἀγαθὸς λόγος. καρδία δὲ ἐπὶ θεοῦ καὶ γαστὴρ οὐκ ἄλλο καὶ ἄλλο ἐστίν." λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ". γέγονεν ὧδε μεταβολὴ ἀθρο´̣ α τοῦ προσώπου. αὐτὸς ὁ γεννηθεὶς ἀγαθὸς λόγος σύμφωνος ὢν τῷ πατρὶ λέγει·" λέγω τὰ ἔργα μου τῷ βασιλεῖ"· ὥσπερ γὰρ ἐὰν ἀκούωμεν ὅτι·" εἶπεν ὁ θεός Γενηθήτω", καί·" αὐτὸς εἶπεν, καὶ ἐγενήθησαν, ἐνετείλατο, καὶ ἐκτίσθησαν", οὐκ ἀνθρω̣ πίνως ἀκούομεν ταῦτα· οὐ γα`̣ ρ α᾿̣ γ̣ νοοῦντι τῷ υἱῷ τί δεῖ γενέσθαι καὶ πῶς δεῖ, ἐνετείλατο καὶ εἶπεν, ἀλλ' ἡμῶν ἕνεκα, ἵνα δειχθῇ η῾̣ συμφωνία τοῦ πατρὸς καὶ τοῦ υἱοῦ, ὅτι βουλήματι ἑνὶ γέγονεν τὰ πάντα καὶ προνοεῖται τὰ ὅλα· ἐπεί·" καὶ εἶπεν ὁ θεός Γενηθήτω", νομίζεις, ὅτι προφορικῷ κέχρηται λόγῳ; ἐλέγομεν, ὅτι τὸ ἔργον φθάνει τὸν λόγον, καὶ ὁ λόγος οὔκ ἐστιν πρότερον χρόνῳ τοῦ ἔργου, ἀλλ' ἐπινοίᾳ μόνῃ. εἰ οὖν ταῦτα οὕτως ἔχει, πῶς τὸ εἰπεῖν δ̣ ε̣ ῖ ἀκοῦσαι; οὐ κατὰ μεταβατικὴν φωνὴν ἀκούομεν̣, ἀπὸ στόματος μεταβαινούση̣ ς εἰς ἀκοὴν τῆς φωνῆς. ἵνα τὸ σύνφωνον δειχθῇ, ταῦτα λέγ̣ εται καὶ π̣ ερὶ τοῦ πνεύματος, οὗ ὁ σωτὴρ ε̣ ἶπεν·" οὐ δύναται α᾿̣ φ' ἑαυτοῦ λαλῆσαι". τὸ" 3οὐ δύναται" 3 τοῦτο, ὅτι χωρὶς αὐτοῦ καὶ τοῦ πατρὸς οὐ φέρεται αὐτοῦ λόγος ἢ διδασκαλία. ἐπὶ τῶν ἄλλων δὲ σημαίνει τ̣ ω῀̣ ν γενητῶν π̣ ο̣ λλα´̣ κ̣ ι̣ ς̣ ὁ´̣ τ̣ ι̣ χω̣ ρ̣ ι`̣ ς̣ θεοῦ τ̣ ι̣ ς φθέγγεται, ὅταν ἐσφαλ̣ με´̣ ν̣ ω̣ ς τοῦτο π̣ ο̣ ιῇ. τὸ δὲ ἅγιον πνεῦμα οὐ πέφυκεν ἀπομερίζεσ̣ θ̣ α̣ ι̣ τ̣ ῆς του῀̣ πατρὸς ἀπ̣ αγγελίας, 335 ἵν' οὕτω φράσω, αὐτός ἐστιν ἡ ἀπαγγελία." λέγω" γοῦν" ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ". ε̣ ἰ῀̣ τ̣ α λέγει ὁ ςωτήρ·" ἡ γλῶσσ̣ α´̣ μου κάλαμος γραμματέως ὀξυγράφου". ἡ γλῶσσά μου γράφει ἐν ταῖς καρδίαις τῶν ἀνθρώπων ἀπαρ̣ αβάτο̣ υ̣ ς̣ νόμους·" διδοὺς" γὰρ" ν̣ ο´̣ μ̣ ο̣ υς ἐπὶ τὴν̣ διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὴν καρδίαν αὐτῶν ε᾿̣ πιγράψω̣ αὐτούς". καὶ ἐπὶ τὰς σαρ̣ κ̣ ι´̣ νας καρδίας καὶ μὴ λιθίνας ὁ θεὸς γράφει διὰ τοῦ ζῶντος αὐτοῦ πνεύματος. καὶ ὅρα, ὅτι δύναται ὁ κάλαμος τοῦ ὀξυγράφου τὸ ἅγιον πνεῦμα εἶναι. ὀξ̣ έως γράφει············ δ̣ ι̣ α´̣ νοια´̣ ν εἰσι̣ ν·" ἅπαξ ἐλάλησεν ὁ θεός, δύο ταῦτα ἤκουσα". καὶ τῇ μὲν λέξει τῆς προκειμένης̣··········· ν·· υ̣ δεα̣···· ἐστιν. διχῶς δὲ εἶπον τό·" ἅπαξ ἐλάλησεν ὁ θεός, δύο ταῦτα ἤκουσα". καὶ πρ···················· την ὅτι· ἐὰν ἀποδεικνύηται περὶ περιτομῆς, δύο ἀκούει ὁ σοφός, καὶ π̣ ε̣ ρὶ τῆς αἰσθητῆς τῆς κατὰ τὴν ἐντολὴν καὶ περὶ τῆς πνευματικῆς. ἐὰν ἅπαξ τοῦ θεοῦ λαλήσαντο̣ ς περὶ θυσίας, πάλιν δύο ταῦτα ἀκούομεν, καὶ τὴν κατὰ νόμον αἰσθητὴν περιτομὴν καὶ τὴν πνεύματι ἀναφερομ̣ ένην καλουμέν̣ ην" αἰνέσεως θυσίαν". καὶ ἐφ' ἑκάστης ἐντολῆς τὸ αὐτό· περὶ σαββάτου ὅτ̣ α̣ ν̣ λέγῃ̣ οὖν̣," δυ´̣ ο̣ τ̣ αῦτα ἤκου̣ σεν". ἔλεγον δὲ ἄλλην διάνοιαν ὑψηλοτέραν καὶ δυσφώρατον τοῖς πολλοῖς̣ ὅτι· ὁ θεὸς βουλόμενος ἐντείλασθαι τ̣ α`̣ ς̣ π̣ ολλάς, οἷον τὴν δεκάλογον, οὐ κατὰ μ̣ ίαν ἐντολὴν λέγει, ἀλλὰ········ ε̣············ ἐλθὸν ε᾿̣ ν τῃ῀̣ δ̣ ι̣ αν̣ οίᾳ̣ τοῦ ἀκροατοῦ ὅλα ἠκούσθη." δύο ταῦτα ἤκουσα", ἵνα κα̣ ὶ πλ̣ είονα λάβῃς ἢ τ̣ α̣ ῦτα. ἔχει δε`̣ ο̣ ὑ´̣ τω· καὶ σαφὲς μέν ἐστιν τοῖς πολλοῖς· ὅμως ἴδωμεν· οὐ ταὐτόν ἐστιν νόη̣ μα και`̣ λεκτόν. νόημά ἐστιν τὸ ἐνέργημα τοῦ νοῦ, οὗπερ σύμβολόν ἐστιν ἡ φωνή." τῶν ἐν τῇ ψυχῇ παθημάτων̣ σ̣ υ´̣ μβολά ἐστιν τὰ ἐν τῇ φωνῇ". λεκτὸν δέ ἐστιν ἐκεῖνο τὸ παρυφιστάμενον τ̣ ῃ῀̣ φαντασίᾳ τ̣ οῦ μέλλοντο̣ ς εἰπεῖν· μὴ γ̣ ὰρ τὸ νόημα ἄϋλον καὶ καθαρὸν ε̣············ ε̣ λ̣ λει τι̣ π̣ ερὶ αὐτοῦ. οὐ συνδυάζει τι αὐτῷ τῶν ἐκ προφορᾶς συνεζευγμένων ἵν̣ α δ̣ ηλωθῃ῀̣· ὁ´̣ θεν καὶ λεκτὸν ἔστιν· παρυφίσταται δὲ τῇ φαντασίᾳ τοῦ νοοῦντος· διὸ ἐνόησ̣ α· πα̣ ρ̣ υφίσταται δέ μοι φαντασία, πῶς δεῖ αὐτὸ ἑρμηνεῦσαι. αἱ παρυφιστάμεναι οὖν φαντ̣ ασίαι ἀπὸ ἑνὸς νοήματος, ἀπὸ τοῦ λόγο̣ υ̣ θεοῦ ὑφίστανται, καὶ διὰ τοῦτο" δύο ἤκουσα". καὶ τὸ νόημα τ̣ ὸ δυνάμενον̣ εἰς ἄλλους ἑρ̣ μηνεῦσαι τὸ νοηθὲν τῶν δυσχερῶν ἐστιν. ὥσπερ οὖν ἅπαξ τοῦ θεοῦ λαλήσαντος δυ´̣ ο τις ἀκούει κ̣ ατὰ τὰς δύο ἀποδοθείσας θεωρίας, οὕτω ἡ τ̣ οῦ θεοῦ γ̣ ραφ̣ ὴ νοεῖτα̣ ι οὐ καθ' ἓν̣ νόημα ἢ ῥῆμ̣ α. πνευμ̣ ατικῶς γράφ̣ ει ὁ κάλαμος οὗτος. δ̣ ιὰ τοῦτ̣ ο ὀξυγρα´̣ φος ἐστίν. κ̣ α̣ ι`̣ ε᾿̣ π̣ ι`̣ μ̣ ὲν̣ τ̣ ῶν ὀξυγράφων ἀνθρώπων γίνεταί τις διάστασις, ἱ´̣ ν̣ α συνάψῃ πρότ̣ ε̣ ρ̣ α καὶ δευ´̣ τ̣ ε̣ ρ̣ α̣. ὧδε δὲ οὐχί, ἀλλ' ἡ ὀξύτης οὕτως ἐστὶν ὡς μὴ εἶναι ἐν αὐτῇ διάσ̣ τ̣ ασ̣ ι̣ ν. ἐπερ· τὴν̣ ἀθρόαν μετα̣ β̣ ο̣ λ̣ η`̣ ν̣ πω῀̣ ς ἔλ̣ εγες;– τ̣ οῦ πατρὸς πρόσωπον ἦν τὸ λέγον·" ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν". καὶ οὐκ̣ έτι̣ ὁ π̣ (̣ ατ)̣ η´̣ ρ̣ ἐστιν̣ ο῾̣ λέγων· 336" λέγω ἐγὼ τ̣ α`̣ ἐ´̣ ρ̣ γα μο̣ υ τῷ βα̣ σιλεῖ", α᾿̣ λλ' ο῾̣ υἱός· οὐ γὰρ λαμβάνω̣ αὐτο`̣ ὡς λέγουσιν οἱ Εὐνομίου·" 3αὐτὸς ὁ ἐξερευξάμενος λόγον λέγει τῷ βασιλεῖ, ᾡ῀̣ ἐκάθ̣ ι̣ σ̣ ε̣ ν, τὰ ἔργα, τῷ γεννητῷ λόγῳ, ἵν' εἰδῇ εἰπεῖν αὐτά, ἵνα γνῷ αὐτά" 3. ε᾿̣ π̣ ε̣ ρ̣ (̣)̣· ἱ´̣ ν̣ α̣ ποῖα ὠ῀̣ σ̣ ιν τὰ ἔργα;– ταῦτα ἃ διὰ τῆς ο̣ ἰκονομίας κατώρθωσεν. ἓν τῶν ἔργων ἔστω τὸ ἔχειν λόγον ω῾̣ ς κάλαμον ὀξὺ γ̣ ρ̣ άφον̣ τος̣ καὶ ταχὺ γράφοντος. δύναται καὶ κάλαμος εἶναι ο῾̣ δ̣ ι̣ α̣ κ̣ ον̣ ῶν ἄνθρωπος, γραφεὺς δὲ ὁ χ̣ ρ̣ ησάμενος αὐτῷ θεὸς λόγος· δ̣ ι̣ α`̣ τ̣ ούτου̣ γὰρ ἔγραψεν τῇ οἰκουμένῃ······················ υν λε········ η ἓν συνπέρασμα ἤγαγον;– πεπ̣ ληρωμένα εἰσὶν αὐτοῦ τὰ ἔργα······················ τ̣ αλ········ υτ·· οὐ περιμένω······ ἄλλος αὐτῷ αὐτὰ εἴπῃ παρα········· ο̣ υ̣ κ̣········· ι̣· νο̣··· ε̣ πραξεν. διὰ̣ τοῦτο ἔφυγεν τὸ θεοῦ πρόσωπον. ὅτε δὲ οὔπω γα······················ ν ὅμιλος ἠ῀̣ ν̣ αὐτῷ ἀπήγ̣ γ̣ ελλε̣ ν̣ αὐτῳ῀̣ δι' ὁμι´̣ λου, ὅτι οὐ μεταλαμβάνει τοῦ ξύλου το̣ υ̣······ ο· φ̣ υ̣ λάττειν̣̣ β̣ ο̣ ύλεται θεός, ὅτι ὥσπε̣ ρ̣·····" φυλάττειν καὶ ἐργάζεσθαι" τὸν παρά δ̣ εισον α̣ υ᾿̣ τ̣ ῷ ἐποιήσατο. ὁμοίως οὐκ ἀπομ̣ ε̣ ρίζ̣ ο̣ μ̣ εν̣ το`̣ του῀̣ τ̣ ο̣ λε´̣ γ̣ ον ἐκτὸς τοῦ λόγου, ὡς ἐὰν·····̣········ ο̣········ ς̣ δ̣ ια̣ λέγομαι, ἀπαγγε´̣ λλ̣ ω, νοῶ, ο̣ ὐ πάντα ἀπομερίζωμεν τη῀̣ ς ψυχῆς οὐδὲ πάν̣ τα τ̣ οῦ σω´̣ μα̣ τος̣, ἀλ̣ λ' ὁ ἐξ ἀμφοτέρων συνκείμενος λέγει ὃ νοεῖ. ἡ ἐνέργεια δὲ̣ αὕτη̣ ψυ̣ χη῀̣ ς̣, λέγων ὁ σύνθ̣ ε̣ τ̣ ός̣ ε᾿̣ σ̣ τιν. ἐὰν δὲ λέγω ὅτι ὀξέως βαδίζω ἢ θερμαίνομ̣ αι̣ ἢ ῥι̣ γῶ, περὶ τοῦ σώματος ἑα̣ υ̣ τοῦ νῦν̣ ὁ σ̣ υ´̣ ν̣ θετ̣ ός ἐσ̣ τιν̣ λέγων." ἡ γλῶσσά μου ὡς κάλαμος γραμματέως ὀξυγράφου. ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων". ο῾̣ ε̣ υ᾿̣ α̣ γ̣ γ̣ ελικὸς λόγος παρὰ πάντας το̣ υ`̣ ς̣ α᾿̣ νθρωπίνους λόγους ἐστίν. ε̣···· α̣ φ̣··········· μ·· τοῦ ἀνθρώπου τοῦ προσλημφθέντος καὶ τοῦ προλαβόντος λόγου θ̣ εοῦ···· τ̣···· λ̣ ο´̣ γ̣ ο̣ ς ἀγαθὸς καὶ βασιλεύς ἐστιν. 3 ἐξεχύθη χάρις ἐν χείλεσίν σου. ἑρμήνευται τοῦτο ἐν τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ̣· ὁπ̣ ηνίκα γὰρ εἰσῆλθεν εἰς τὴν συναγωγὴν ἐν τῇ Καφαρναούμ," κ̣ αι`̣ ε᾿̣ πεδο´̣ θ̣ η αὐτῷ τὸ βιβλίον τοῦ προφήτου Ἰσαίου", ἵνα̣̣ ἀναγνωσθῇ, εἶπεν·" καὶ πάντες ἐθαύμαζον ἐπ̣ ὶ τ̣ ο̣ ῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ το̣ ῦ στόματο̣ ς αὐτοῦ". οὕτως ε̣ ἰσι`̣ ν α̣ υ᾿̣ τ̣ οῦ οἱ λόγοι κ̣ εχαρ̣ ιτωμέν̣ ο̣ ι ὡς κρατεῖν τοὺς ἀκούοντας. ἀκο̣ ύοντ̣ α̣ ς δ̣ ε`̣ κατὰ νόησιν λέγει, οὐ τοὺς·········· κατὰ τὴν ἀκοήν· πάντ̣ ε̣ ς γὰρ α᾿̣ κούουσιν τ̣ οῦ εὐαγγ̣ ε̣ λ̣ ί̣ ου, καὶ" Ἕλληνες καὶ᾿ Ι̣ ουδ̣ αῖοι"············· ε̣··· ἀλλ' οὔκ εἰσ̣ ι̣ ν τὴν χάρ̣ ι̣ ν τῶν λ̣ ο´̣ γ̣ ων············ ς δεῖ πον· υσα············· ἐπ̣ ε̣ ρ· ἕτ̣ ε̣ ρ̣ ον̣ πρόσωπόν ε᾿̣ σ̣ τ̣ ι̣ ν ὧδ̣ ε̣;–" ἐξεχύθη ἡ χάρις 337 ἐν χείλεσίν σου" ἤτοι τὸ ἅγιον πνεῦμα ἢ ὁ συνγραφεὺς λέγει τοῦτο. ἐνίοτε δὲ καὶ ὁ πατὴρ μαρτυρῶν λέγει· χείλη γὰρ πολλάκις εἰρήκαμεν σημαίνειν τὸν λόγον·" καὶ" γὰρ" ἄδικα χείλη μακρὰν ἄπωσαι ἀπ' ἐμοῦ". 3 διὰ τοῦτο εὐλόγησέν σε ὁ θεὸς ὁ θεός σου εἰς τὸν αἰῶνα. καὶ τοῦτο περὶ τοῦ ἀνθρώπου λέγεται· τὸ γὰρ μετ' αἰτίας εὐλογηθῆναι οὐ τοῦ θεοῦ λόγου ἐστίν. αὐτός ἐστιν ἡ εὐλογία, ἡ πηγὴ τῆς εὐλογίας. αἰτία δὲ κεῖται ὧδε τὸ" 3διὰ τοῦτο" 3, ὥσπερ καὶ ἐν τῷ·" διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου". τὸ ἐπ' αἰτίᾳ δὲ κεχρῖσθαι δηλοῖ σπουδαῖον εἶναι τὸν κεχρισμένον· ποιήσας γὰρ δικαιοσύνην καὶ ἀνομίαν μισήσας τετύχηκεν τοῦ χρίσματος. διὰ τοῦτο εὐλόγηται εἰς τὸν αἰῶνα, ἐπεὶ ἔσχεν γλῶτταν κάλαμον ὀξυγράφου, μᾶλλον γράφοντος. περὶ τοῦ ἀνθρώπου ταῦτα λέγει. καὶ ἐπειδὴ ἀδιάδοχον ἔχει τὴν ἱερωσύνην καὶ τὴν διδασκαλίαν– κἂν γὰρ ὁ οὐρανὸς καὶ ἡ γῆ παρέλθῃ, μένουσιν αὐτοῦ οἱ λόγοι–, εἰς τὸν αἰῶνα εὐλογήθη. 4 περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ. πολλάκις ὁ μηρὸς ἐπὶ τῶν ἀνδρικῶν κινημάτων. ἐλέγομεν γοῦν ὅτι τοὺς ἔχοντας ὑγρότητα ἀκολασίας διαβάλλων ὁ λό γος ἐν τῷ Ἰεζεκιὴλ λέγει·" καὶ πᾶς μηρὸς ὑγρανθήσεται ὑγρασίᾳ", ἀντὶ τοῦ· ἡ ὀσφῦς, τὰ γενέσεως πράγματα, μολύνεται ὑγρασίᾳ. περὶ μέντοι τοῦ σπουδαίου οὐ ῥηθείη ταῦτα. ἔχεις γοῦν ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων πρὸς τὴν νύμφην παρὰ τοῦ νυμφίου λεγόμενον·" ὅμοιοι ὁρμίσκῳ"– ἐπεὶ παντελῆ ἁγνείᾳ σαυτὴν ἀνέθηκας, ὦ ψυχὴ ἢ ἐκκλησία, ἣ οὐκ ἄλλῳ ἢ τῷ ἀληθινῷ νυμφίῳ, τῷ θεῷ λόγῳ, εὐτρέπισας–" ῥυθμοὶ τῶν μηρῶν σου". ὁρμίσκῳ, περιτραχηλίῳ̣ κόσμῳ, ὡμ̣ οίωται. σημαίνει δὲ πολλάκις κόσμον περιτραχήλιον ἡ ὑποταγή. σημαίνει κα̣ ὶ ὅτι ὑποτέτακται ἡ ἐκκλησία. ὁ Παῦλος λέγει ὅτι·" αἱ γυναῖκες οὕτως ὑποτάσσεσθε τοῖς ἀνδράσιν ὡς ἡ ἐκκλησία τῷ Χριστῷ". ὁ ῥυθμὸς οὖν τῶν μηρῶν σου τῶν ὡσανεὶ ἐπιθυμιῶν καὶ ὀρεκτικῶν δυνάμεων ῥερυθμισμένοι εἰσὶν κατὰ τὸν ποικίλον ὁρμίσκον. καὶ τὸ μὲν κατὰ ἀναγωγὴν λημπτέον, τὸ δὲ καὶ κατὰ τὴν ἱστορίαν τὸ περὶ τῶν ἀκολάστων τό·" πᾶς μηρὸς ὑγρανθήσεται ὑγρασίᾳ". καὶ ὁ τῆς ψυχῆς μηρὸς καὶ ὁ τοῦ σώματος ὑπουργεῖ τῇ ἀκολασίᾳ. διὰ τοῦτο ὁ Ἀβραὰμ ἐκπέμπων τὸν πρε̣ σβύτερον τῆς οἰκίας ἑαυτοῦ, τὸν θεῖον καὶ σοφὸν ἐκεῖνον παῖδα ἐπὶ μνηστείᾳ τῆς Ῥεβέκκας– πρὸς̣ τὸ ῥη̣ τὸν λέγω– ἐποίησεν αὐτὸν θεῖναι τὴν χεῖρα αὐτοῦ ὑπὸ τὸν μηρὸν τοῦ Ἀβραάμ, ἵν' οὕτως ἀμέμπτως καὶ ἁγνῶς ἀγάγῃ τὴν παρθένον· ἐξωρκίσθη γὰρ ὑπὸ τὸν μηρὸν τὴν πρᾶξιν αὐτοῦ τεθ̣ εικω´̣ ς, ὑπὸ τὴν ἀφροδίσιον, ἵν' οὕτως εἴπω, ὁρμήν· οὕτω γὰρ καὶ ἀβλαβῆ τὴν παρθένον ἐκόμ̣ ισεν̣. ἐπεὶ τοίνυν διὰ γενέσεως ἀνθρωπίνης ὁ σωτὴρ ἀνεδέξατο τὸν ναόν, λέγει πρὸς αὐτὸν ὄντα δυνατόν– θεὸς γὰρ λόγος ἐστίν–·" περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ". λέγομεν οὖν· καὶ ὁ πιστὸς ἄνθρωπος, ὁ ἐνκρατής, ὁ θεοῦ 338 μιμητής, τὸν ἀρραγῆ τοῦ θεοῦ λόγον τὸν ἠκονημένον ὑπὲρ πᾶσαν μάχαιραν δίστομον ζώννυται περὶ τὸν μηρόν, ἵν' ἐκτέμνῃ τὰς περιττὰς ἐπιθυμίας· ὁ γὰρ τίμιον μεταλαβὼν γάμον μετέρχεσθαι καὶ κοίτην ἀμίαντον φυλάττειν ἔχει τὸν τοῦ θεοῦ λόγον ῥομφαίαν περιτέμνοντα. ἐὰν οὖν" 3δυνατὸν" 3 ἐνταῦθα λέγῃ τὸν θεὸν λόγον ἢ τὴν ψυχὴν τὴν συνεζευγμένην αὐτῷ, μηρὸν λέγει τὴν ἐνανθρώπησιν, τὴν ἐκ γυναικὸς γένεσιν. περίζωσαι οὖν ταύτην τὴν ῥομφαίαν μενούσης τῆς ὡραιότητός σου καὶ τοῦ κάλλους σου. κάλλος δὲ καὶ ὡραιότης ἡ ἀναμαρτησία ἐστίν, ὅταν περὶ τῆς ψυχῆς λέγηται· οὐκ ἔγνω γὰρ ἁμαρτίαν. ἐὰν δὲ περὶ τοῦ θεοῦ λόγου, τοῦτο λέγει ὅτι· τὸ κάλλος τοῦ θεοῦ καὶ ἡ ὡραιότης παραμένει σοι ἀνθρώπῳ γεναμένῳ· οὐ γὰρ μετέβαλες ἀπὸ τοῦ εἶναι λόγος καὶ θεοῦ λόγος. καὶ πρὸς ἕκαστον δὲ λοιπὸν τῶν σωφρόνων λέγεται ὅτι· ἐπιθοῦ κάλλος καὶ ὡραιότητα ἐκ τῶν λοιπῶν ἀρετῶν, πρόσλαβε καὶ τὴν σωφροσύνην, τὸν λόγον τὸν τέμνοντα. ἐπερ· ἵνα τὴν ῥομφαίαν ποίαν λάβωμεν;– τὸν λόγον τὸν περὶ σωφροσύνης, τὸν λόγον τὸν καθόλου, τὸν ἐκτέμνοντα. 247 ἰδοὺ σοφὸς ὑποκείμενος ἐλέγχοις. οὗτος προκόπτων καὶ ἀρχόμενός ἐστιν. ὁ δὲ τέλειος ἀτάραχός ἐστιν· οὐκ ἐλέγχοις ὑπόκειται, οὐκ ἐκκλίνει ἐκ στόματος, τουτέστιν τοῦ λόγου, τοῦ θεοῦ." γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι"· καί·" δίκαιος αὐτοῦ κατήγορος ἐν πρωτολογίᾳ". ὅλως ἔχει, ὃ κατηγορήσει ἑαυτοῦ. ὁ δὲ ἀληθῶς τέλειος δίκαιος οὐχ ἁμαρτάνει·" πᾶς" γὰρ" ὁ ποιῶν δικαιοσύνην ἐκ τοῦ θεοῦ γεγέννηται", καὶ" πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ". ὁ μὴ ποιῶν ἁμαρτίαν τέλειος δίκαιός ἐστιν, περὶ ὧν καὶ ὁ σωτὴρ ἐν εὐαγγελίῳ εἴρηκεν·" πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε καὶ οὐκ εἶδον". τ̣ ὸ δ̣ ε`̣ βρῦξαι τοὺς ὀδόντας καταγνόντος ἐστὶν ἑαυτοῦ· παρατηρησάμενος γὰρ οὐχ εἷλεν αὐτόν, οὐκ ἔβαλεν, οὐκ ἔτρωσεν, καὶ οὕτως ἐπὶ τῇ ἀποτυχίᾳ β̣ ρ̣ ύχει τοὺς ὀδόντας. μεταμέλειαν δὲ π̣ ολλάκις ὁ βρυγμὸς τῶν ὀδόντων σημαίνει, ὡς καὶ ἐν εὐαγγελίῳ περὶ τοῦ δεθέντος ποσὶν καὶ χερσὶν καὶ βληθέντος εἰς τὸ σκότος τὸ ἐξώτερον" τὸ η῾̣ τοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ"·" ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων". τὸ δὲ" 3ἐκεῖ" 3 πάλιν ὧδε τὴν κατάστασιν τὴν̣ τοιάνδε σημαίνει. 13 ὁ δὲ κύριος ἐνγελάσεται αὐτόν, ὅτι προβλέπει ὅτι ἥξει ἡ ἡμέρα αὐτοῦ. τὸν ἁμαρτωλὸν τὸν βρύξοντα τοὺς ὀδόντας κατὰ τοῦ δικαίου·" προβλέπει" γὰρ" ὅτι ἥξει ἡ ἡμέρα αὐτοῦ". προορῶν ὁ κύριος ὅτι ἡ ἡμέρα αὐτοῦ ἐλεύσεται καθ' ἣν καταδικασθήσεται, καταγελάσει τοῦ ἁμαρτωλοῦ. τὰ τοιαῦτα δὲ ῥήματα λεγόμενα ἐπὶ θεοῦ ἀνθρωποπαθῶς μὴ ἀκουέσθωσαν. θεοπρεπῶς δὲ τὸν νοῦν αὐτῶν ἐκλαμβάνομεν· εἴρηται γοῦν·" ὁ κατοικῶν ἐν οὐρανοῖς ἐγγελάσεται αὐτούς, καὶ ὁ κύριος ἐκμυκτηριεῖ αὐτούς". οὐκ ἀνθρωπολογεῖται τοῦτο, οὐκ ἀνθρωποπαθῶς ἐπὶ θεοῦ ἐκλαμβάνομεν. καὶ πάλιν ἐν τῇ Ἐξόδῳ λέγει·" ὅσα ἐνπέπαιχα τοῖς Αἰγυπτίοις". ὁ ἐνπαιγμὸς ὧδε πάλιν τοιαύτην ἔχει διάνοιαν· οὐ λέοντας ἐπήγαγεν ἐπ' αὐτούς, οὐ δράκοντας, οὐ τοὺς ἄλλους μεγάλους θῆρας, ἀλλὰ σκνῖπα καὶ κυνόμυιαν ἐπὶ βατράχῳ καὶ κάμπῃ. ἐπερ· τὸ" 3κατεπόντισεν" 3 τί;– ἀλλὰ ἐκεῖ οὐ λέγει·" ἐνπέπαιχα αὐτούς". 14 ῥομφαίαν ἐσπάσαντο οἱ ἁμαρτωλοὶ καὶ ἐνέτειναν τόξον αὐτῶν τοῦ καταβαλεῖν πτωχὸν καὶ πένητα. ἡτοίμασαν ῥομφαίαν, ἵνα πτωχὸν καὶ πένητα καταβάλωσιν. ἀναστρέφεται καὶ εἰς τὴν αὐτῶν ἔρχεται καρδίαν, ὡς τὸ λεγόμενον·" ὁ ὀρύσσων βόθρον τῷ πλησίον ἐνπεσεῖται εἰς αὐτόν". καὶ πάλιν·" καὶ ἡ θήρα, ἣ ἔκρυψαν, συνλαβέτω αὐτούς". καὶ ἐν Ἐκκλησιαστῇ λέγει·" καθαιροῦντα φραγμόν, δήξεται ὄφις". τὸν ἄλλου φραγμὸν καθαιροῦντα ὄφις δήξεται, τὴν ἀσφάλειαν ἄλλου καθαιροῦντα." ῥομφαίαν ἐσπάσαντο"· ἀπὸ τῆς θήκης ἐσπάσαντο εἰς φανερὸν αὐτὴν··· γαν. δύναται ῥομφαία ὁ σὺν δόλῳ λόγος εἶναι· ἐκσπῶσιν γάρ, ἵνα διὰ τούτου πλήξωσιν. ἔχεις ἐν Παροιμίαις λεγόμενον·" εἰσὶν οἳ λέγοντες τιτρώσκουσιν μαχαίρᾳν, γλῶσσαι δὲ σοφῶν ἰῶνται". εἰσὶν οἳ ἐν τῷ λέγειν τιτρώσκουσιν μαχαίρᾳ. δοτικῇ δὲ ἀναγνωστέον· εἰσὶν οἱ ἐν τῷ λέγειν τιτρώσκοντες μαχαίρᾳ. οἱ φθείροντες ἤθη χρηστὰ ὁμιλίαις κακαῖς, ἐν τῷ λέγειν τιτρώσκουσιν μαχαίρᾳ." καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα"· ὁ λ̣ όγος αὐτῶν οἷα μάχαιρα βλάπτει καὶ τιτρώσκει. ἐν τῷ λέγειν οὖν εἰσίν τινες τιτρώσκοντες μαχαίρᾳ, αἱ δὲ τῶν σοφῶν γλῶσσαι, οἱ λόγοι τῶν σοφῶν, ἰῶνται. αἱ μάχαιραι αὗται φαρμάκου εἰσίν, οὐ τιτρώσκουσιν, οὐ πλήττουσιν, ο̣ υ᾿̣ τ̣ ρ̣ αυματίζουσιν, ἀλλ' ἰῶνται τὰ γενόμενα ὑπ' ἄλλων λόγων τραύματα. τόξον ἐστὶν ἐντεινόμενον τὸ ἡγεμονικὸν τὸ οὕτως ἑτοιμασμένον ὥστε βέλη ἀπ' αὐτοῦ ἀπολύεσθαι. οὗτοι δὲ ἔστωσαν πονηροὶ λογισμοί, λόγοι βλαπτικοί." ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη εἰς φαρέτραν". 14 τοῦ σφάξαι τοὺς εὐθεῖς τῇ καρδίᾳ. ὧδε" 3εὐθεῖς τῇ καρδίᾳ" 3 ἀκούομεν ὡς τὸν ἐλεγχόμενον δίκαιον καὶ τὸν σοφὸν καὶ τὸν δίκαιον τὸν ἑαυτοῦ κατηγοροῦντα. ἐν τῷ εὐαγγελίῳ κεῖται ἐκ προσώπου τοῦ κυρίου ὅτι·" πάντες οἱ λαβόντες μάχαιραν μαχαίρῃ ἀπολοῦνται". καὶ οἴονται οἱ πολλοί, ὅτι τοῦτο λέγει ὅτι πάντως ὁ σφάξας ἄνθρωπον σφαγήσεται. οὐ φαίνεται δὲ τοῦτο ἀναντίρρητον· πολλοὶ φονεῖς ἰδίῳ τέλει κέχρηνται· ἀλλὰ τοῦτο λέγει· πᾶς ὁ κατά τινος κόλασιν ἐπιφέρων κολάσει ὑποπεσεῖται, πᾶς ὁ βλάψαι τινὰ βουλόμενος μαχαίρᾳ, τῇ διανοίᾳ ἑαυτοῦ τῇ ἠκονημένῃ ἢ γλώττῃ καὶ λόγῳ, τοῖς αὐτοῖς υ῾̣ π̣ οπεσεῖται. ἐπερ·" τοῦ καταβαλεῖν πτωχὸν καὶ πένητα";– οὐ δύνανται καταβαλεῖν πλούσιον, οὐ δύνανται καταβαλεῖν ἔχοντα τὸν" ἐν πάσῃ γνώσει καὶ παντὶ λόγῳ" πλοῦτον, ἀλλὰ τὸν πτωχὸν καὶ πένητα, κἂν δοκῇ εὐθὴς εἶναι τῇ καρδίᾳ, ὡς προεῖπον, ὡς ὁ ἐλεγχόμενος σοφὸς καὶ ὁ κατηγορῶν ἑαυτοῦ δίκαιος· ἀλλ' οὖν γε ἡ ῥομφαία κατὰ τῶν ἀκονησάντων αὐτῶν στραφεῖσα πλήττει καὶ ἀναιρεῖ αὐτούς· ὡσαύτως καὶ τὸ τόξον συντρίβεται. εὖ δὲ καὶ τὸ φάναι·" ἡ ῥομφαία αὐτῶν εἰσέλθοι εἰς τὴν καρδίαν αὐτῶν". αὕτη ἡ ῥομφαία η῾̣ ἐπιβλαβής, ἡ πολεμίων, οὔκ ἐστιν συνφυὴς–––––––––––––––––––––––̣ 19 καὶ ἐν ἡμέραις λιμοῦ χορτασθήσονται.–––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––– 250 τῶν τρεφόντων τὴν ψυχήν, τῶν ποτιζόντων··· αὐτήν. ἐν αὐτῷ γοῦν τῷ προφήτῃ, ἔνθα γέγραπται·" ἐπάξω λιμὸν ἐπὶ τῆς γῆς, οὐ λιμὸν ἄρτου οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον κυρίου", ἐπιφέρεται·" πολὺς ὁ πεπτωκὼς ἐν παντὶ τόπῳ, ἐπιρίψω σιωπήν". τοῖς πεπτωκόσιν ὁ λιμός ἐστιν. τούτοις δὲ σιωπ̣ ὴ τοῦ θείου λόγου ἐπάγεται." ἐν ἡμέραις" οὖν" λιμοῦ χορτασθήσονται". 20 ὅτι οἱ ἁμαρτωλοὶ ἀπολοῦνται. διττῶς πάλιν τη`̣ ν̣ α᾿̣ πώλειαν τῶν ἁμαρτωλῶν ἐκλαμβάνομεν· ἤτοι ᾗ ἁμαρτωλοί εἰσιν, ἀπόλλυνται ἢ πεῖραν λαβόντες τῶν ἐπιπόνων." οὐ καταισχύνονται" οἱ δίκαιοι" ἐν καιρῷ πονηρῷ", οἱ δὲ ἁμαρτωλοὶ καταισχύνονται. ὅταν αἰσχυνθῶσιν γνόντες οἷ κακω῀̣ ν̣ εἰσιν, καὶ ἐρυθριῶσιν διὰ τὸ ἁμαρτάνειν, ἐνίοτε καταφρονοῦσιν τῆς ἁμαρτίας καὶ ἐ´̣ ξω αὐτῆς γίνονται καὶ οὕτως ἀπόλλυν̣ ται ὡ´̣ στε μηκέτι εἶναι ἁμαρτωλοί. 20 οἱ δὲ ἐχθροὶ τοῦ κυρίου ἅμα τῷ δοξασθῆναι αὐτοὺς καὶ ὑψωθῆναι ἐκλιπόντες ὡσεὶ καπνὸς ἐξέλιπον. δύνανται οἱ ἁμαρτωλοὶ ἐχθροὶ εἶναι τοῦ κυρίου. δυνατὸν δὲ καὶ ἁμαρτωλοὺς εἰπεῖν τοὺς κατὰ τὰ ἠθικὰ ἁμαρτάνοντας, τοὺς παραβάτας τῶν θείων ἐντολῶν, ἐχθροὺς δὲ τοῦ κυρίου τοὺς τὰ ἀσεβῆ φρονοῦντας, τοὺς ἔξω τῆς θεοσεβείας, τοὺς ψευδοδοξο̣ ῦντας̣. οὗτοι οὖν οἱ τοῦ κυρίου ἐχθροὶ ἅμα τῷ δοξασθῆναι καὶ ὑψωθῆναι εὐθέως κατὰ τὸν καπνὸν ἐξέλιπον. καὶ ὅρα γε, α᾿̣ ε̣ ι`̣ τ̣ οὺς ἁμαρτωλοὺς τῷ καπνῷ ὁμοιοῖ. καὶ ἐν ἄλλῳ γοῦν ψαλμῷ λέγεται·" ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν· ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός, οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου θεοῦ". κατασ̣ κ̣ ευάζει ὁ λόγος, ὅτι οὐχ ἑτέρας εἰσὶν φύσεως οἱ ἁμαρτωλοί. ἐπακολούθημά ἐστιν πυρὸς ὁ καπνός, καὶ μέλιτος ὁ κηρός. προηγο̣ υμ̣ ένως δὲ τὸ μέλι λαμβάνει γένεσιν. ἐπειδὴ δὲ ἄλλως οὐ συνίσταται ἢ ἐν κηρῷ, κατὰ συμβεβηκὸς ὁ κηρὸς συνίσταται. οὐ διὰ τὸν κηρὸν τὸ μέλι, ἀλλὰ διὰ τὸ μέλι ὁ κηρός, καὶ οὐ διὰ τὸν καπνὸν τὸ πῦρ, ἀλλὰ διὰ τὸ πῦρ ὁ καπνός. οἱ ἁμαρτωλοὶ οὖν κατὰ τὸν καπνὸν ἐκλείπουσιν παρακολούθημα ὄντα· καὶ γὰρ αὐτὸ τὸ ἁμαρτάνειν καὶ τὸ ἐχθρεύειν τῷ κυρίῳ παρακολούθημά ἐστιν. γέγονεν δὲ τὸ λογικὸν ζῷον, ἵνα δεκτικὸν ᾖν ἀρετῆς. τὸ δὲ δεκτικόν τινος οὔκ ἐστιν κατ' οὐσίαν τοιοῦτο. οὐ κατ' οὐσίαν δὲ ἀγαθοί εἰσιν οἱ ἄνθρωποι· διὰ τοῦτο γὰρ ἐκτίσθησαν, ἵνα γένωνται ἀγαθοὶ μετουσίᾳ τοῦ ἀληθῶς ἀγαθοῦ. παρακολουθεῖ δὲ τῷ δεκτικῷ τῆς ἀρετῆς τὸ δεκτικὸν τῆς κακίας. καὶ ὥσπερ ἀεὶ μετὰ τὰ καλὰ τὰ κ̣ ακά ἐστιν, μετὰ τὴν τέχνην ἡ κακοτεχνία, μετὰ τὴν ἀκοὴν ἡ παρακοήν. παρακολούθημα οὖν ἐστιν ἡ ἁμαρτία τῆς ἀρετῆς· οὐκ ἂν συνίστατο, εἰ μὴ δεκτικὸν ἦν ἀρετῆς τὸ ζῷον τὸ ἁμαρτάνον. ὁμοίως καὶ ὁ κηρὸς παρακολούθημά ἐστιν. τήκε̣ ται γοῦν οὗτος καὶ οὐκ εἰς τὸ μὴ ὂν καταστρέφει, ἀλλ' εἴς τι κρεῖττον μεταβάλλει. καὶ οἱ ἁμαρτωλοὶ οὖν καπνὸς γίνονται δ̣ ι' αὐτὴν τὴν κακίαν· ἡ γὰρ κακία οὕτως οὕτως ανομια" ὥσπερ ὄμφαξ βλαβερὸς ὀδοῦσιν καὶ καπνὸς ὄμμασιν, οὕτω παρανομία τοῖς χρωμένοις". ὁρᾷς ὅτι ὄμμασιν καπνὸς ἡ παρανομία γίνεται τοῖς χρωμένοις αὐτήν. οὐ μεγάλης δὲ δεῖται βίας ὁ καπνὸς ἵνα ἀνατραπῇ· ταχέως γὰρ ἀνατρέπεται. διὰ τοῦτο" ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρὸς" οἱ ἁμαρτωλοί εἰσιν, καὶ" ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν". παρ̣ ακολούθημά ἐστιν, ὡς εἶπον, πυρὸς ὁ καπνός· ἢ ὄντος γὰρ πυρὸς συνίσταται ἢ γενομένου. οἱ ἐχθροὶ οὖν τοῦ κυρίου κἂν βρενθύωνται ἔκπαγλα, κἂν ἐπαίρωνται ὡς ἱκανοί, ὡς ἐπίδοξοι, κατὰ τὸν καπνὸν σβέννυνται ἅμα τῷ ὑψωθῆναι αὐτούς. ἡμῶν ἐστιν τὸ ὁρᾶν τὴν ἔκλειψιν αὐτῶν, ἐπεὶ κἂν μένωσιν μέχρι τινὸς χρόνου δοξαζόμενοι καὶ ἐπαιρόμενοι μεγάλα φρονοῦντες, ἀλλὰ τῷ δυναμένῳ ὁρᾶν ἐφ' ᾧ μέγα φρονοῦσιν, εὐθέως ἐκλιπόντες εὑρίσκονται. 21 δανείζεται ὁ ἁμαρτωλὸς καὶ οὐκ ἀποτείσει. ἃ δίδωσιν θεὸς ἐπ' ὠφελίᾳ τῶν ἀνθρώπων καὶ τῆς ψυχῆς, οὐ κατὰ ὀφειλὴν λαμβάνουσιν οἱ δεχόμενοι· οὐδεὶς γὰρ κατὰ ὀφειλὴν δέχεταί τι ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ χαριζόμενος δανείζει, προχρείαν δίδωσιν τὸ καλόν, ἵνα κατεργασάμενος ἀπ' αὐτοῦ κερδήσῃ καὶ δοῖ τόκους. λαμβάνω τὸν περὶ δικαιοσύνης λόγον. ἐὰν ἀποδιδοὺς καὶ τοὺς τόκους παρέχω, τὰ ἔργα τῆς δικαιοσύνης̣ τῳ῀̣ θεῷ προσκομίζω. ἐὰν δὲ λαβὼν τὸν περὶ δικαιοσύνης λόγον μηδὲν κατὰ δικαιοσύνην ἐνεργήσω, δανεισάμενος παρὰ θεοῦ οὐκ ἀποδέδωκα· δίδωσιν γὰρ ὁ θεός, ἵν' ἐνεργῶμεν, παρέχει θεός, ἵν' εἰς πράξεις τοὺς λόγους μεταβάλλωμεν. δανείζει δὲ τὸ θεῖον αὐτοῦ ἀργύριον, περὶ οὗ λέγεται·" ἀργύριον πεπυρωμένον δοκίμιον τῇ γῇ". ὁ δανειζόμενος οὖν ἀποδίδωσιν τόκους καὶ αὐτὸ ὃ ἐδέξατο. 21 ὁ δὲ δίκαιος οἰκτίρει καὶ δίδωσιν.

Intertext edge

Open linked passage

Note