Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii in Zacchariam
Didymus the BlindZacc q.1 · pg-scrape-grcMore by Didymus the Blind
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/didymus-the-blind" aria-label="More works by Didymus the Blind"> —
⋯
More
Original / primary: Pg Scrape Grc
q.1
Commentarii in Zacchariam Εἰς τ̣ ο`̣ ν̣ Ζα̣ χαρίαν 1. 1 Ὁ προκείμενος εἰς σαφήνειαν Ζαχαρίας, τῶν Δώδεκα Προφητῶν ἑνδέκατος ὑπάρχ̣ ων, ὄμμα διανοίας πεφωτισμένον ἔχων, θεοποι̣ η̣ θ̣ εὶς̣· α̣· ὑπὸ λόγου τοῦ πρὸς αὐτὸν γεγενημένου, ὀπτασίας μεγάλας εἶδεν καὶ προφητικὸν λόγον πολυτρόπως καὶ πολυειδῶς ἀπήγγειλεν, ἅπερ νοῆσαι προθυμούμενοι ἀπαρξώμεθα τῆς εἰς αὐτὸν σαφηνείας, παρακαλέσαντες «δοθῆναι λόγον ἐν ἀνοίξει τοῦ στόματος», συντρεχόντων καὶ ὑμῶν τῇ προσευχῇ, θαρροῦντες οὕτω τεύξεσθαι τοῦ σπουδαζομένου. 1. 2 Zach. I, 1: Ἐν τῷ ὀγδόῳ μηνὶ ἔτους δευτέρου ἐπὶ Δαρείου ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν τὸν τοῦ Βαραχίου υἱὸν Ἀδδὼ τὸν προφήτην λέγων. 1. 3 Δευτέρο̣ υ̣ ἐνιαυτοῦ ὄντος τῆς βασιλείας Δαρείου τοῦ Περσῶν βασιλέως, ἐν τῷ ὀγδόῳ μηνὶ τοῦ δευτέρου ἔτους τῆς ἀρχῆς τοῦ κρατ̣ ο̣ ῦντος, πρὸς τὸν προφήτην Ζαχαρίαν ὁ τοῦ Κυρίου λόγος γέγονεν, διαγορεύων ὡς ὀργὴ μεγάλη ἐπὶ τοὺς πατέρας τῶν ἐλεγχομένων γέγονεν, ἀγαν̣ α̣ κ̣ τ̣ οῦντ̣ ος Θεου῀̣ κατὰ τῶν ἐγκαλουμένων̣. 1. 4 Κ̣ αλ̣ εῖτα̣ ι δὲ πρὸς ὃν ο῾̣ λόγος τοῦ Θεοῦ γέγονεν Ζαχαρ̣ ίας̣῾ Ε̣ βρα̣ ίων φωνῃ῀̣, Ἑλ̣ λήνων δὲ μνήμη Θεοῦ ἑρμηνευόμεν̣ ος. Πῶς̣ γ̣ α`̣ ρ̣ ο̣ ὐ μνήμη Θεοῦ τυγχάνει ὁ μὴ αλ······ α τοῦ Θ̣ εοῦ ε̣··· ε̣·· οις̣ ἐ´̣ χων; Τῆς̣ δ' αὐτῆς κατ········ οτητος̣ καὶ ὁ Βα̣ ρ̣ αχίας ἐστὶν καὶ αὐτ·· τη····· ς̣ μνήμης ἐπ̣ ω´̣ νυμος ὢν̣ πατὴρ τοῦ Ζαχαρίου·· τον̣···· Ἀδδώ. 1. 5 Ἦλθεν εἰς ἡμᾶς παράδοσις τότε μνημονεύεσθαι τοὺς τοκέας τῶν προφητῶν ὅταν καὶ αὐτοὶ θεραπευταὶ τοῦ Θεοῦ τυγχάνωσιν. Δείκνυται δὲ μάλιστα ὡς ὁ προκείμενος προφήτης καὶ οἱ τούτου πατέρες ἐκ τοῦ ἱερατικοῦ γένους ὄντες καὶ ἐκ τοῦ κατὰ Λουκᾶν Εὐαγγελίου· ὁ γὰρ πατὴρ τοῦ βαπτιστοῦ Ἰωάννου Ζαχαρίας καὶ Βαραχίας ὁ τούτου γονεὺς προσηγορεύοντο. Ὡς ἐπίπαν γὰρ οἱ ὕστεροι ὁμόφυλοι τῶν προλαβόντων, μάλιστα ὅταν ἅγιοι ὦσιν, τὰς κλήσεις ἔχουσιν. 1. 6 Μνῆμαι δὲ γίνονται ἐν ταῖς προγραφαῖς τῶν προφητειῶν τῶν προγόνων τῶν εἰς τὸ προφητεύειν κληθέντων ὑπὸ Θεοῦ καὶ χρόνου τῆς προφητείας αὐτῶν. Ἔστιν δὲ ὅτε καὶ πατρίδος ὑπὲρ ἀσφαλείας, ὅπως μὴ ἀπατὴ γένηται ἐξ ὁμωνυμίας ἢ ψευδωνυμίας. 1. 7 Γίνεται λόγος Θεοῦ πρός τινα ὅταν μετάσχῃ αὐτοῦ, ὡς γίνεται ἀρετὴ καὶ ἐπιστήμη ἐν σπουδαίῳ ἀνδρὶ καὶ ἐπιστήμονι. Τί δὲ ὑπηχεῖ καὶ διαγορεύει ὁ Θεοῦ λόγος τῷ κατὰ προφητικὸν λόγον πεποιωμένῳ, ἐκ τῶν ἑξῆς ἔσται σαφές. 1. 8 Zach. I, 3. 2: Τάδε, φησίν, λέγει Κύριος παντοκράτωρ· ὠργίσθη Κύριος ἐπὶ τοὺς πατέρας ὑμῶν ὀργὴν μεγάλην. 1. 9 Ὀργὴ μεγάλη γίνεται ἐπὶ τοὺς μεγάλα ἁμαρτάνοντας καὶ ἀσεβοῦντας· διδόντος γὰρ τοῦ Θεοῦ κριτοῦ «ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ» καὶ κατὰ τὴν πρᾶξιν τῷ παραβαίνοντι τοὺς θείους νόμους, οὐχ ἡ αὐτὴ πᾶσιν ἀπειλεῖται κόλασις, ἀλλὰ σύμμετρος καὶ ἀναλογοῦσα τοῖς ἡμαρτημένοις. Πνεῖ δὲ πολλῆς ἀγαθότητος ἡ ἀπειλή· εἰ γὰρ ἀμυντικῶς ὁ Θεὸς ἐκόλαζεν τοὺς ὑποβεβλημένους τῷ τοῦτο παθεῖν, οὐ προαπήγγελλεν, ἀλλ' ἀμελλητὶ τὴν τιμωρίαν ἐπῆγεν. 1. 10 Προστάττεται ὁ κάτοχος τοῦ θείου λόγου εἰς μετάνοιαν προτρέψασθαι τοὺς ἑαλωκότας, φάσκων· «Τάδε λέγει Κύριος παντοκράτωρ· ἐπιστράφητε πρός με», τὰς ἐντολάς μου φυλάσσοντες καὶ τὴν ἀλήθειάν μου ἐπιγιγνώσκοντες· οὕτω γὰρ εὑρήσετέ με ἐπιστραφέντα πρὸς ὑμᾶς. Ἐγὼ μὲν γὰρ ἄτρεπτος καὶ ἀναλλοίωτος ὤν, ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ὑπάρχων, δοκῶ ἀποστρέφεσθαι ὑμᾶς καὶ μακρύνεσθαι ὑμῶν ὅταν ὑμεῖς τοῦθ' ὑπομένητε. 1. 11 Λέγει γοῦν πρὸς τοὺς ἐλεγχομένους ὡς πρὸς ἕνα πάντας· «Ὅτι σὺ ἐπίγνωσιν ἀπώσω καὶ ἐγὼ ἀπώσομαί σε
q.2
τοῦ ἱερατεύειν μοι· ἐπελάθου νόμου Θεοῦ σου, καὶ ἐγὼ ἐπιλήσομαι τέκνων σου.» Καὶ ἐπὶ αἰσθητῶν δέ τινων φαίνεται τὸ τοιοῦτον· τῆς γὰρ γῆς ἐπὶ τῆς ἑαυτῆς ἕδρας ἀκινήτου μὲν οὔσης, οἱ ἐξαναχωροῦντες αὐτῆς διὰ πλοίων, αὐτοὶ μακρυνόμενοι αὐτῆς αἴσθησιν λαμβάνουσιν ὡς μ̣ α̣ κρυνομένης. 1. 12 Τὸ μέγεθος τῆς ἀγαθότητος παριστὰς ὁ ταῦτα λέγων λέγει οἷα παντοκράτωρ αὐτὰ ποιήσειν· οἰκτίρμονος γὰρ καὶ σφόδρα ἀγαθότητα ἔχοντος τὸ εἰς ἐπιστροφὴν καὶ συνεγγισμὸν καλεῖν τοὺς μακρύνοντας ἑαυτοὺς ἀπὸ Θεοῦ καὶ τῆς ἀρετῆς, ἵνα σχῶσιν αἰώνιον σωτηρίαν ἐγγίσαντες αὐτῷ καὶ σχόντες ἐγγὺς αὐτόν, κατὰ τὸ γεγραμμένον· «Ἐγγίσατε τῷ Κυρίῳ καὶ ἐγγιεῖ ὑμῖν.» 1. 13 Σχέσει δὲ καὶ διαθέσει, ἀλλ' οὐ τόπῳ γίνονται αἱ λεγόμεναι̣ ἐξαναχωρήσεις καὶ ἐγγύτητες. 1. 14 Ἐπιστρέφοντες πρὸς ἐμέ, κἀγὼ πρὸς ὑμᾶς. Οὐ γίνεσθε καθὼς οἱ γεννήσαντες ὑμ̣ ᾶς κα̣ τὰ κακίαν, οἷς π̣ ρ̣ οφῆται ἐνεκάλεσαν ἔμπροσθεν τοῦ ἐνεστῶτος χρόνου̣, ἵνα μὴ τὰ αὐτὰ ἐκείνοις πάθητε. Τί δὲ ἐνεκάλεσαν αὐτοῖς, ἢ ἐπιστραφῆναι ἀπὸ φαύλων ἐπιτηδευμάτων καὶ πονηρῶν ὁδῶν; Μὴ ἀκούσαντες δὲ μηδὲ προσχ̣ όντες, ἀπώλοντο ἅμα τοῖς ἀπατήσασιν ψευδοπροφήταις, ὡς μηκέτ' εἶναι μηδὲ τοὺς φένακας μηδὲ τοὺς συναρπαγέντας τῇ γοητείᾳ αὐτῶν. Ἐπεὶ οὖν οὔτε οἱ προφῆται οὔθ' οἱ ἀπατηθέντες εἰσίν, ὑμεῖς οἷς τὸν τοῦ Θεοῦ λόγον προφέρω τὰς θείας ὁδοὺς βαδίζετε καὶ μὴ τὰς πονηρὰς μεταδιώκοντες. 1. 15 Θεῖα γὰρ καὶ ἐπωφελῆ ἐπιτηδεύματα ἀπαγγέλλεται ὑμ̣ ι῀̣ ν ἐν τῷ ἡμετέρῳ Πνεύματι– τοῦτο δ' ἐστὶ τὸ Ἅγιον– ὑπὸ τῶν ἐχόντων αὐτὸ δούλων μου τῶν προφητῶν· οὗτοι γὰρ τὸ Πνεῦμα τῆς ἀληθείας ἔχοντες καὶ ὑπ' αὐτοῦ εἰς τὸ λέγειν παρεσκευασμένοι, ὠφελοῦσιν τοὺς προσέχοντας αὐτοῖς, ὧν πεῖραν ἔσχον οἱ ἐγκαλούμενοι πατέρες ὑμῶν· ἐπειδὴ οὐκ ἤκουσαν οὐδὲ προσέσχον αὐτοῖς, δι' αὐτῶν τῶν ἔργων ἀπεκρίθησαν· καθὼς παρατέτακται Κύριος τοῦ ποιῆσαι, οὕτως γενήσεται αὐτοῖς, καίτοι τοῦ Θεοῦ διεγείραντος εἰς μετάνοιαν, ἵνα μὴ πάθωσιν τὰ ἀπειληθέντα. 1. 16 Zach. I, 7: Τετράδι καὶ εἰκάδι ἐν τῷ δωδεκάτῳ μηνί,– οὗτός ἐστιν ὁ μὴν Σαβάτ– ἐν τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρείου, ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν τὸν τοῦ Βαραχίου υἱὸν Ἀδδὼ τὸν προφήτην λέγων. 1. 17 Πάντα τὰ ὑπὸ Θεοῦ γιγνόμενα καὶ δωρούμενα τάξιν καὶ ἁρμονίαν τὴν κατὰ ἀναλογίαν ἔχει «ποιοῦντος μεγάλα καὶ ἀνεξιχνίαστα», «κανόνι καὶ ἀριθμῷ πάντα διατάττ̣ οντος». Ἀμέλει γοῦν καὶ ὁ προκείμενος τοῦ προφήτου λόγος κατ' ἐπιστημονικὴν θεωρίαν γινόμενος ὁρατὸς μᾶλλον ἢ ἀκουσ̣ τὸς ὑπάρχει, ὅθεν κατὰ ἀριθμὸν πολὺ τὸ βέβαιον ἔχοντα τέτακται ἐν τετράδι καὶ εἰκάδι τοῦ δωδεκάτου μηνὸς καθ' Ἑβραίο̣ υς. 1. 18 Ἔστιν ὁ κδʹ ἀριθμὸς δυνάμ̣ ει λςʹ· τοῦτον γὰρ ἀπαρτίζει τὰ μέρη τοῦ κδʹ οὕτως· ἥμισυ ιβʹ, τρίτον ηʹ, τ̣ έταρτον ςʹ, ἕκτον δʹ, ὄγδοον γʹ, δωδέκατον βʹ, εἰκοστοτέταρτον αʹ. Ὁ γεννηθεὶς ἀπὸ τοῦ κδʹ κατὰ σύνθεσιν τῶν μερῶν αὐτοῦ τετράγωνός ἐστιν· ἑξάκι γὰρ ἕξ. Οὐδὲν δὲ οὕτω βέβαιον τῶν σχημάτων ἐστὶν ὡς τὸ τετράγωνον. 1. 19 Ἔχει δ' ἐξαίρετον ὁ προκείμενος ὅτι ἑκάστη πλευρὰ αὐτοῦ κατὰ τέλειον ἀριθμόν, τὸν ἕξ, συνέστηκεν. Ὡσαύτως τῷ κδʹ, καὶ ὁ ιβʹ συντεθεὶς ἐκ τῶν μερῶν ἑαυτοῦ τετράγωνον ἀπογεννᾷ· ἥμισυ ἕξ, γʹ δʹ, δʹ γʹ, ςʹ βʹ, ιβʹ αʹ, ὁμοῦ τὰ μέρη ταῦτα συντεθέντα τὸν δεκαὲξ ἀποπληροῖ, ὄντα καὶ αὐτὸν τετράγωνον· τετράκι τέσσερα. Ἔχει δὲ οὗτος κατὰ τὰς ἰδίας πλευρὰς ἐξαίρετον· ἡ γὰρ τετρὰς δυνάμει δεκάς ἐστιν οὕτως· αʹ βʹ γʹ δʹ. 1. 20 Zach. I, 8: Ἑώρακα τὴν νύκτα καὶ ἰδοὺ ἀνὴρ ἐπιβεβηκὼς ἐφ' ἵππον πυρρόν, καὶ οὗτος εἱστήκει ἀνὰ μέσον τῶν δύο ὀρέων τῶν κατασκίων, καὶ ὀπίσω αὐτοῦ ἵπποι πυρροὶ καὶ ψαροὶ καὶ ποικίλοι καὶ λευκοί. 1. 21 Τοῦ λόγου Κυρίου γεναμένου πρὸς Ζαχαρίαν νυκτός, ὤφθη αὐτῷ ἀνὴρ ἐπιβεβηκὼς ἵππον πυρρόν, ἑστὼς ἀνὰ μέσον τῶν δύο ὀρέων τῶν κατασκίων. Ἔστιν δὲ ὁ ἀνὴρ ὁ ἐπιβεβηκὼς τὸν πυρρὸν ἵππον ὁ ἐνανθρωπήσας Σωτήρ. Ἵππος δὲ πυρρὸς ὃ περίκειταί ἐστιν σῶμα· πυρρὰ γάρ ἐστιν
q.3
κατὰ φύσιν ἡ ἀνθρωπίνη σάρξ, διὰ τὸ ἐπιπολάζειν αὐτῇ αἷμα. Ποῦ δὲ εἶδεν ἑστῶτα τὸν ἄνδρα καὶ ἀνὰ μέσον τίνων καὶ πότε ὁ θεολημπτούμενος ἐπιστατέον. 1. 22 Εἶδεν τοιγαροῦν αὐτὸν «ἀνὰ μέσον τῶν ὀρέων τῶν κατασκίων». Τυγχάνουσι δὲ ταῦτα αἱ δύο διαθῆκαι, καρποφόρα καὶ κ̣ ατάσκια ὄντα διὰ πυκνότητα νοημάτων καὶ τὸ ἀμ̣ φιλαφὲς τῶν περὶ τῆς θεολογίας καὶ ἐνανθρωπήσεως λέξεων. Καὶ ἐπεὶ ἀσάφειαν ἔχει πολλὴν ἕκαστον τῶν ἐν ταῖς δύο διαθήκαις μετ' αἰνιγμοῦ καὶ βαθύτητος ἀπηγγελμένων, ἐν νυκτὶ εἶδεν τὴν ἐπίβασιν τοῦ ἀνδρὸς πρὸς τὸν ἵππον, παραπλησίως τῷ λεχθέντι περὶ αὐτοῦ· «Ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ»· καὶ ἐν τούτῳ γὰρ τῷ ῥητῷ τὸ ἐξ ἀσαφείας ἀπόκρυφον σημαίνεται, ὥσπερ καὶ ἐν τῷ· «Ἄβυσσος ὡς ἱμάτιον περιβόλαιον αὐτοῦ.» 1. 23 Πρὸς τῷ ἰδεῖν τὸν ἡρμηνευμένον ἄνδρα ἐπιβεβηκότα τῷ πυρρῷ ἵππῳ, καὶ τοὺς ὀπίσω αὐτοῦ ἐρχομένους ἵππους πάνυ θεολογικῶς τεθέαται. Ὀπίσω δ' αὐτοῦ ἔρχονται οἱ ἑπόμενοι αὐτῷ· καὶ Μωϋσῆς γοῦν, ὁ μέγας ἱεροφάντης, οὔπω τέως τὸ πρόσωπον αὐτοῦ γνωστῶς ἰδεῖν δυνάμενος, τέθειται ἰδεῖν τὰ ὀπίσω αὐτοῦ, τοῦτ' ἔστιν τὰ μετ' αὐτόν, οὐχ ἕτερα ὄντα τῆς δημιουργίας τοῦ Θεοῦ. Ἀμέλει γοῦν δειχθέντων αὐτῷ τῶν μετὰ τὸν Θεόν, ἃ ὀπίσω αὐτοῦ καλεῖται, Κοσμοποιίαν ἀνέγραψεν, ἀρχομένην ἀπὸ τοῦ· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.» 1. 24 Διάφορος δὲ χροιὰ τῶν ὀπίσω τοῦ φανέντος ἵππων ἀναγέγραπται, ἐπείπερ οἳ μὲν αὐτῶν ἄνθρωποι, οἳ δὲ θεῖα «πνεύματα τυγχάνουσιν, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν». Ὅσοι γὰρ τὰ ἀνθρώπινα τοῦ ἐπιδημήσαντος καὶ γεναμένου σαρκὸς Λόγου παραδεδώκασιν, πυρροί εἰσιν, μάλιστα ὅτι καὶ αὐτός, οὗ ὀπίσω ὑπάρχουσιν, «ἐρύθημα ἱματίων ἐκ Βοσὸρ» φέρει, ὡς λεχθῆναι πρὸς αὐτὸν πρὸς τῶν θεασαμένων· «Διὰ τί τὰ ἱμάτιά σου ἐρυθρά;» ἱμάτια αὐτοῦ λέγοντες ἣν περίκειται σάρκα καὶ τὸ παρεσπαρμένον αὐτῇ αἷμα. Ἐντελέστερον σεσαφήνισται ταῦτα ἐν τοῖς ὑπομνήμασιν Ἠσαΐου τοῦ προφήτου. 1. 25 Μετὰ τοὺς πυρροὺς ἵππους ὀπίσω το̣ ῦ ὑμνουμένου, ποικίλοι καὶ ψαροὶ καὶ λευκοὶ ὤφθησαν ἵπποι. Καὶ τάχα μὲν ποικίλοι καὶ ψαροὶ τυγχάνουσιν οἱ πολυτρόπως ἄγοντες τὴν διδασκαλίαν περὶ τῶν αἰσθητῶν καὶ νοητῶν, ἅπερ «ὁρατὰ καὶ ἀόρατα» εἶναί φασιν οἱ θεῖοι λόγοι, λευκῶν ὑπαρχόντων ἵππων τῶν τὰ θεολογικὰ χωρὶς πάσης ὕλης ἀπαγγελλόντων. 1. 26 Ῥητέον κατὰ διάνοιαν ἄλλην ποικίλους καὶ ψαροὺς εἶναι τοὺς ἁρμοζομένους ἐν τῷ διδάσκειν πρὸς τὴν ποικίλην ἕξιν τῶν παιδευομένων. Ἢ οὐ ποικίλος ἵππος ἦν Παῦλος, ὀπαδὸς ὢν τοῦ ἐν αὐτῷ λαλοῦντος Χριστοῦ, ὅτε τοῖς Ἰουδαίοις Ἰουδαῖος ἐγίνετο ἵνα κερδήσῃ τούτους, καὶ τοῖς ἀνόμοις ὡς ἄνομος, ἵνα ἀποστήσῃ αὐτοὺς τῆς τῶν ἀνόμων προαιρέσεως, καὶ τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, ἵνα καὶ αὐτοὺς κερδάνῃ, πείθων ὑπερβαίνειν «τὸν τῆς σκιᾶς νόμον»; Μετὰ τὸ ταῦτα γοῦν εἰπεῖν λέγει· «Τοῖς πᾶσιν γέγονα πάντα, ἵνα πάντας σώσω». 1. 27 Οὐ μόνοι δὲ οἱ μετὰ τὴν ἐπιδημίαν ἀλλὰ καὶ οἱ πρὸ αὐτῆς εἶχον τὸ ποικίλον τοῦτο, μετέχοντες «τῆς πολυποικίλου σοφίας τοῦ Θεοῦ», ἀφ' ὧν ἀρκεῖ δύο μνημονεῦσαι, ἵνα μὴ μακρὸς ὁ λόγος γένηται, δυνατοῦ ὄντος καὶ ἐπὶ τοὺς ἄλλους τῇ νοήσει μεταβῆναι. 1. 28 Ἠσαΐας ὁ θείας ὁράσεις θεόθεν λαβὼν πάνθ' ὁμοῦ τὰ εἴδη τῶν ὠφελούντων λόγων εἶχεν. Ἠμὲν γὰρ προφήτης καὶ ὁρῶν τὰ ἐσόμενα ὀφθαλμῷ προφητικῷ, ἔφασκεν· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν.» Ἠδὲ νομοθέτης προσέταττεν καὶ ἀπηγόρευεν φάσκων· «Παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν, μάθετε καλὸν ποιεῖν.» Ἀλλὰ καὶ ἱστορίας ἀνέγραφεν περὶ τοῦ Σενναχηρεὶμ βασιλέως τῶν Ἀσσυρίων καὶ Ἐζεχίου τοῦ κρατοῦντος τῶν Ἑβραίων. Πρὸς τούτοις καὶ ᾠδός, ὅπου μὲν λέγων· «Ἄισω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ τῷ ἀμπελῶνί μου», ὅπου δέ· «Τῇ ἡμέρᾳ ἐκείνῃ ᾄσονται τὸ ᾆσμα τοῦτο καινόν· Ἰδοὺ πόλις ὀχυρά, καὶ σωτήριον ἡμῶν.» 1. 29
q.4
Ὡσαύτως ὁ Δαυὶδ ὡς μελῳδὸς ἔφασκεν· «Ὁ Θεός, ᾠδὴν καινὴν ᾄσωμέν σοι»· ὡς νομοθέτης· «Ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν»· ὡς προθεσπίζων τὰ μέλλοντα ἐβόα· «Ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών.» Οὐ παρῆκεν δὲ οὐδὲ τὸ ἱστορικὸν διήγημα, πολλὰ τῶν αἰσθητῶς γεναμένων ὑπὲρ τῶν Ἰσραηλιτῶν καὶ κατὰ τῶν Αἰγυπτίων καὶ τοῦ Φαραὼ διεξεληλυθὼς ἐν πλείοσιν ψαλμοῖς. 1. 30 Τί δὲ οἱ ὀπίσω τοῦ ἀνδρὸς τοῦ ἐπιβεβηκότος ἐπὶ ἵππον πυρρὸν οἱ πνευματικοὶ ἵπποι εἰργάσαντο, ἐν ταῖς ἑξῆς λέξεσιν τοῦ ἐκκειμένου προφήτου ἴδωμεν. 1. 31 Zach. I, 9: Καὶ εἶπα· Τί οὗτοι, Κύριε; καὶ εἶπεν πρός με ἄγγελος ὁ λαλῶν ἐν ἐμοί· Ἐγὼ δείξω σοι τί ἐστιν ταῦτα. 1. 32 Φησὶν αὐτὸς ὁ προφήτης τῷ ἀγγέλῳ τῷ ἐν αὐτῷ λαλοῦντι· «Τί οὗτοι, Κύριε;» Ἄγγελος δὲ ὁ ἐν αὐτῷ λαλῶν ἤτοι ὁ ἐφεστὼς τῇ προφητείᾳ ἄγγελός ἐστιν, ἢ κατὰ ἄλλην ἐπίνοιαν αὐτὸς ὁ Σωτήρ, περὶ οὗ ὁ προφήτης φησίν· «Καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος.» Λαλεῖ δὲ ἐν τῷ ἀκροατῇ ὁ διδάσκαλος ὅτε μετέχεται ὑπ' αὐτοῦ ἢ κατὰ διάθεσίν ἐστιν ἐν αὐτῷ. 1. 33 Μαρτύριον τοῦ προτέρου τό· «Ζῇ δὲ ἐν ἐμοὶ Χριστός», καὶ ἔτι· «Τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ.» Ταύτῃ τῇ νοήσει καὶ ὁ ὑμνῳδὸς ἔφη· «Ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεός», καὶ ὁ Ἁμβακούμ· «Ἀποσκοπεύσω τοῦ ἰδεῖντί λαλήσει Κύριος ἐν ἐμοί.» Τοῦ δ' ὑστέρου· «Ἱερείς, λαλήσατε εἰς τὴν καρδίαν Ἰερουσαλήμ», οὐ παντὸς διδασκάλου εἰς τὴν καρδίαν λαλοῦντος τῶν ἀκροωμένων, ἀλλὰ τοῦ διατιθέντος τὴν διάνοιαν τῶν μανθανόντων κατὰ νόησιν καὶ ποιότητα τῶν μαθημάτων. 1. 34 Εἰσὶ γὰρ αὐτὸ τοῦτο μόνον ποιοῦντες, βομβοῦντες τὴν ἀκοήν, οὐκ ὠφελοῦντες τὴν διάνοιαν τῶν παιδευομένων· καὶ ὃ μὲν ἔν τινι λαλῶν καὶ λαλεῖ αὐτῷ, οὐ παντὸς τοῦ κρούοντος τὴν ἀκοὴν ἐν τῇ καρδίᾳ λαλοῦντος. 1. 35 Zach. I, 10: Καὶ ἀπεκρίθη ὁ ἀνὴρ ὁ ἐφεστηκὼς ἀνὰ μέσον τῶν ὀρέων καὶ εἶπεν πρός με· Οὗτοί εἰσιν οὓς ἐξαπέσταλκεν Κύριος τοῦ περιοδεῦσαι τὴν γῆν. 1. 36 Ζητήσειεν ἄν τις τί δήπουθεν, ἑωρακότος τοῦ προφήτου τοὺς ἐρχομένους ἵππους πυρρούς, ποικίλους, ψαρούς, λευκούς, ὁ ἄγγελος ὁ λαλῶν ἐν αὐτῷ ὑπισχνεῖται δείξειν αὐτῷ τὰ ὀφθέντα. Μήποτ' οὖν, ἐπεί ἐστιν περὶ τῶν αὐτῶν διττὴ θέα, εἰσαγωγικωτέρα καὶ ὑπεραναβεβηκυῖα, τῷ ἐγνωκότι τὴν εἰσαγωγικὴν δεῖξιν, τὴν τελειοτέραν ὑπισχνεῖται ὁ θεῖος παιδευτής, τοῦ τὴν ἀποκάλυψιν ἐσχηκότος τέλειον ἔρωτα δεξαμένου. 1. 37 Ὁ ἀνὴρ ὁ ἑστὼς ἀνὰ μέσον τῶν εἰρημένων ὀρέων δύο ἀπεκρίνατο· «Οὗτοί εἰσιν οὓς ἐξαπέστειλεν Κύριος περιοδεῦσαι τὴν γῆν.» 1. 38 Κατὰ δευτέραν θεωρίαν κατάσκια ὄρη δύο ὁ ἀπὸ Ἑβραίων καὶ ἐθνῶν λαὸς τυγχάνουσιν, ὧν ἐν μέσῳ ἑστὼς ὁ ἤδη ἡρμηνευμένος ἀνὴρ μυσταγωγεῖ τὸν προφήτην τίνες εἰσὶν οἱ ἀπεσταλμένοι περιοδεῦσαι τὴν γῆν. Διδάσκαλοι δέ εἰσιν ἄριστοι ἐξ ἀνθρώπων καὶ ἀγγέλων ὡς ἔναγχος εἴρηται. 1. 39 Οὐ μάτην δὲ πρόσκειται τὸ ἀπεστάλθαι αὐτοὺς τοῦ περιοδεῦσαι τὴν γῆν ὑπὸ τοῦ Κυρίου, οὐ πάντων τῶν διδάσκειν ἐπαγγελλομένων ἢ περιοδευόντων ὑπὸ Κυρίου ἀποσταλέντων. «Περιοδεύων γοῦν τὴν γῆν» ὁ διάβολος, ὡς αὐτὸς ἔφη, ἐπὶ τῷ ἐξετάσασθαι τὸν Ἰὼβ καὶ τοὺς ἄλλους Θεοῦ ἀθλητάς, ἰδίᾳ κακίστῃ προαιρέσει τοῦτο ποιεῖ, ἀλλ' οὐκ ἐγχειρισθεὶς ὑπὸ τοῦ Θεοῦ. 1. 40 Τί δέ φασιν οἱ ἀποσταλέντες τεθεάσθαι ἐν τῷ περιοδεῦσαι, ἢ ὅτι πᾶσα ἡ γῆ κατοικεῖται καὶ ἡσυχάζει, ὡς ἡ ἑξῆς παρίστησιν λέξις οὕτως ἔχουσα. 1. 41 Zach. I, 11: Καὶ ἀπεκρίθησαν τῷ ἀγγέλῳ Κυρίου τῷ ἐφεστῶτι ἀνὰ μέσον τῶν ὀρέων, καὶ εἶπαν· Περιωδεύκαμεν πᾶσαν τὴν γῆν καὶ ἰδοὺ πᾶσα ἡ γῆ κατοικεῖται καὶ ἡσυχάζει. 1. 42 Ἐπεὶ μὴ πᾶς ἄγγελος τοῦ Κυρίου ἐστίν, οὐκέτ' αὐτοῦ τυγχανόντων τῶν ἀπολιπόντων τὸ οὐράνιον οἰκητήριον, εἰκότως τῷ ἀγγέλῳ Κυρίου ἀποκρίνονται οἱ περιοδεύοντες ὡς πᾶσα ἡ γῆ κατοικεῖται καὶ ἡσυχάζει. Ὅτι δὲ οἱ ἀποστάται, κἂν ἁπλῶς ἄγγελοι καλῶνται, ἀλλ' οὐ τοῦ Κυρίου χρηματίζουσι, ἔτι σαφῶς ἐκ τῶν γραφῶν δηλοῦται, ὅπου μέν· «Ὁ
q.5
Θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο», οὐ γὰρ εἶπεν αὐτοῦ· ὅπου δὲ ὑπὸ τοῦ ἐν Χριστῷ λαλοῦντος Ἀποστόλου εἴρηται· «Ἀγγέλους κρινοῦμεν.» 1. 43 Τί βούλεται τὸ κατοικεῖσθαι πᾶσαν τὴν γῆν καὶ ἡσυχάζειν θεωρητέον. Τῆς λογικῆς ψυχῆς αὐτοκινήτου καὶ ἀεικινήτου ὑπαρχούσης, ὅταν εὖ καὶ μακαρίως κίνηται, ἠρεμεῖ καὶ ἡσυχάζει ἀπὸ τῆς ἀτάκτου κλονήσεως, ταύτην δὲ τὴν εὐστάθειαν καρποῦται ἀπὸ θείας εὐλαβείας. 1. 44 Γέγραπται γάρ· «Γῆ ἐφοβήθη καὶ ἡσύχασεν ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν Θεόν», καί· «Ἡσυχάζει ἀπὸ παντὸς κακοῦ ὁ κατασκηνῶν ἐπ' ἐλπίδι», κατὰ τὴν θεόπνευστον τῶν Παροιμιῶν γραφήν. Ταύτῃ τῇ νοήσει, πρὸς τὸν ἀλάστορα Κάϊν κινηθέντα ὡς οὐ δεῖ ὁ Θεός φησιν· «Ἥμαρτες, ἡσύχασον», μόνον οὐχὶ λέγων· Ἁμαρτάνων ἀτάκτως κλόνῃ, ἀλλὰ τέλος ἐπίθες τῇ ἀτάκτῳ ὁρμῇ· τότε γὰρ ἐπαινετῶς, ἡσυχάσεις «ἐκκλίνας ἀπὸ τοῦ κακοῦ καὶ τὸ ἀγαθὸν ποιήσας». 1. 45 Τῷ οὕτως ἡσυχάζοντι ἕπεται τὸ κατοικεῖν. Ὅτι δὲ τοῦθ' οὕτως ἔχει, ἡ εἰσαγομένη ἐν Παροιμίαις πόρνη γυνή, ἥτις ποτέ ἐστιν αὕτη, «ἐν οἴκῳ οὐκ ἔχει ἡσυχάζοντας τοὺς πόδας», ἔξω αὐτοὺς ῥεμβομένους ἔχουσα, τριοδῖτις καὶ σοβὰς οὖσα, τῆς ἀστῆς καὶ εὐγενίδος ἐν οἴκῳ κατοικούσης, φυλαττούσης τὰ πρὸς τὸν νυμφίον γαμικὰ δίκαια, ᾗ εὐθὺς ἕπεται τὸ τεκνογονεῖν. Εἴρηται γὰρ ἐν Ψαλμοῖς περὶ τοῦ νυμφίου τοῦ Θεοῦ Λόγου· «Ὃς κατοικίζει ἐν οἴκῳ στεῖράν ποτε οὖσαν, ἵνα γένηται μήτηρ γνησίων τέκνων εὐφραινομένη.» 1. 46 Zach. I, 12: Καὶ ἀπεκρίθη ὁ ἄγγελος Κυρίου καὶ εἶπεν· Κύριε παντοκράτωρ, ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἰερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα, ἃς ὑπερεῖδες τοῦτο ἑβδομηκοστὸν ἔτος; 1. 47 Θεασάμενος προγνωστικῶς ὁ ἄγγελος Κυρίου παντοκράτορος πᾶσαν τὴν γῆν κατοικοῦσαν καὶ ἡσυχάζουσαν, πάντων τῶν ἐθνῶν πιστευσάντων τῷ ἐπιδημήσαντι Κυρίῳ, ἀξιοῖ τὸν παμβασιλέα γνῶσιν παρασχεῖν ἕως τίνος καὶ πότε ἡ Ἰερουσαλὴμ καὶ αἱ ὑπὸ ταύτην πόλεις τῆς Ἰουδαίας ἐλεηθήσονται, ἑβδομηκοστοῦ ἔτους ἤδη ἐνεστῶτος τῆς αἰχμαλωσίας δι' ἣν παρεωρᾶσθαι ἐδόκουν. 1. 48 Καὶ ἐπεὶ πολλάκις ἡ Ἰερουσαλὴμ πολυτρόπως ἡρμήνευται, καθ' ἑκάστην ἑρμηνείαν λημφθεῖεν ἂν καὶ αἱ τῆς Ἰουδαίας πόλεις. Ἐὰν οὖν ἡ Ἰερουσαλὴμ ἡ τελεία καὶ πεφωτισμένη ψυχὴ λαμβάνοιτο εἰρηνικῶς καὶ εὐσταθῶς πάντα θεωροῦσα– μεταλαμβάνεται γὰρ εἰς τὸ «ὅρασις εἰρήνης»– πόλεις τῆς Ἰουδαίας εἰσὶν αἱ ὑποδεέστεραι ψυχαὶ τῷ ἔτι προκόπτειν. 1. 49 Ἐὰν δὲ τὴν Ἐκκλησίαν σημαίνῃ τὸ ὄνομα τῆς Ἰερουσαλήμ, τὴν «παρισταμένην τῷ Χριστῷ ἁγίαν οὖσαν», πόλεις τῆς Ἰουδαίας ἑρμηνευθεῖεν αἱ μὴ τηλικαῦται γινόμεναι ψυχαί. Τὴν τοιαύτην διαφορὰν φανεροῖ ὁ Ἀπόστολος ἐπιστέλλων Κορινθίοις, εὐλογῶν «τὴν Ἐκκλησίαν σὺν πᾶσιν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα Κυρίου», ὡς τὴν μὲν Ἐκκλησίαν εἶναι Ἰερουσαλὴμ ἀλληγορικῶς, πόλεις δὲ τῆς Ἰουδαίας τοὺς ἐπικαλουμένους τὸ ὄνομα Κυρίου. 1. 50 Κατ' ἀμφοτέρας τὰς ἑρμηνείας παρορᾶταί ποτε ἡ Ἰερουσαλὴμ καὶ αἱ ὑποτελεῖς αὐτῇ πόλεις τὸ αὐτὸ τῇ μητροπόλει πάσχουσιν, ἵνα ἐκ τῆς ὑπεροράσεως αἴσθησιν λαβοῦσαι, διαναστήσωσιν ἑαυτάς, ὡς μηκέτι πάσχειν τὰ τῆς αἰχμαλωσίας, «ἑβδομηκοστοῦ ἔτους ἐνεστηκότος». 1. 51 Οὐ γὰρ ἔτι ἐπίπονος ἐργασία ἔσται, σα̣ ββ̣ ατικοῦ ἐνιαυτοῦ πληρωθέντος· ὁ γὰρ ἑβδομήκοντα ἀριθμός, ἐκ δεκάδων ἑπτὰ συνεστηκώς, τελείαν ἀνάπαυσιν ἐπιφέρει, παρέχοντος αὐτὴν τοῦ ἐληλυθότος «κηρῦξαι αἰχμαλώτοις ἄφεσιν», ἀνατείλαντος ἐκ τοῦ Ἰούδα. Περὶ γὰρ τοῦ Σωτῆρος ἀπαγγέλλεται τό· «Βασιλεύς μου Ἰούδα», καὶ πρὸς αὐτὸν ἐπ' εὐλογίαις λέγεται· «Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου, αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου, καὶ προσκυνήσουσίν σοι πάντες οἱ υἱοὶ τοῦ πατρός σου.» 1. 52 Τούτων τῶν θείων λόγων ἀπαγγελλομένων ἥτις ἐστὶν διορατικὴ ψυχή, Ἰερουσαλὴμ προσαγορευομένη, ἀλλὰ καὶ ἐξομολογούμεναι, πόλεις τῆς Ἰουδαίας οὖσαι– Ἰούδας γὰρ «ἐξομολογούμενος» ἡρμήνευται– μαθέτωσαν ὑπὸ Ἰησοῦ «ὅτι πραΰς ἐστιν καὶ
q.6
ταπεινὸς τῇ καρδίᾳ, ἵν' εὕρωσιν ἀνάπαυσιν» ψυχαῖς καθαραῖς προσήκουσαν, τοῦ ἑβδομηκοστοῦ ἔτους πληρωθέντος ἐκ τῆς τοῦ ἡλίου τῆς δικαιοσύνης κυκλικῆς κινήσεως, περιπολοῦντος τὰς καθαρὰς καὶ διαυγεῖς διανοίας. 1. 53 Zach. I, 13: Καὶ ἀπεκρίθη Κύριος παντοκράτωρ τῷ ἀγγέλῳ τῷ λαλοῦντι ἐν ἐμοὶ ῥήματα καλὰ καὶ λόγους παρακλητικούς. 1. 54 Πρὸς τὸν εἰρηκότα ἄγγελον· «Ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἰερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα;» ἀπεκρίθη ὁ παντοκράτωρ Κύριος ῥήματα καλὰ περὶ τοῦ ἐλεηθήσεσθαι τὴν Ἰερουσαλὴμ καὶ τὰς ὑπ' αὐτὴν πόλεις καὶ λόγους παρακλητικοὺς πολλὴν παραμυθίαν ἐμφαίνοντας καὶ ἐπιφέροντας. Πῶς γὰρ οὐ παρακαλοῦσιν καὶ ἀνακτῶνται τοὺς ἐπιστρέφοντας ἐκ τῆς αἰχμαλωσίας, ὥστ' εἰπεῖν εὐχαριστικῶς· «Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιών, ἐγενήθημεν ὡς παρακεκλημένοι, ἐγενήθημεν εὐφραινόμενοι»; Ἀποκριθείη καὶ ἡμῖν Κύριος ὁ παντοκράτωρ διὰ τοῦ ἀγγέλου τῆς μεγάλης βουλῆς αὐτοῦ καλὰ ῥήματα, ἵνα παντὸς ἐπαινετοῦ τυχόντες τελείως παρακληθῶμεν ὑπὸ τῶν τελείων αὐτοῦ λόγων εἰσαγόμενοι εἰς ἐλευθέραν καὶ μακαρίαν διαγωγήν. 1. 55 Zach. I, 14® 15: Καὶ εἶπεν πρός με ὁ ἄγγελος λαλῶν ἐν ἐμοί· Ἀνάκραγε λέγων· Τάδε λέγει Κύριος παντοκράτωρ· Ἐζήλωκα τὴν Ἰερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν, καὶ ὀργὴν μεγάλην ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα, ἀνθ' ὧν ἐγὼ μὲν ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά. 1. 56 Ἐξ ἰδίου προσώπου προφήτης φησὶν πρόσταξιν αὐτῷ δεδόσθαι ὑπὸ τοῦ ἀγγέλου Κυρίου παντοκράτορος, ὅπως ἐπιτεταμένως βοήσῃ· «Τάδε λέγει Κύριος· Ἐζήλωσα τὴν Ἰερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν, μεγάλην ὀργὴν ἐπιφέρων τοῖς ἔθνεσι» τοῖς καταπονοῦσιν, ἐπείπερ τοῦ κηδεμόνος ὀλίγα καὶ βραχέα παιδεύσεως καὶ ἐπιστροφῆς ἕνεκα ἐπαγαγόντος, ἀγρίως καὶ ὠμοτάτως αὐτοὶ συνεπέθεντο. 1. 57 Δέον φοβηθῆναι ὁρῶντας τοὺς Θεῷ ἀνήκοντας ἐγκαταλειπομένους ἐπὶ τῷ μαστιχθῆναι ἐφ' οἷς ἔδρασαν κακῶς καὶ εὐλαβηθῆναι μὴ τὰ αὐτὰ πάθωσιν, ἀλλὰ συνεπέθεντο εἰς κακά, βρενθυόμενοι καὶ ἐπικερτομοῦντες ἐπιχαιρεκάκῳ προαιρέσει, κονδυλίζοντες, πατοῦντες τοὺς παραδοθέντας. 1. 58 Πρὸς τοὺς οὕτω ἀπανθρώπως καὶ θηριωδῶς προσενεχθέντας τοῖς παραδοθεῖσιν αὐτοῖς μέμφεται Θεὸς λέγων ἐν Ἠσαΐᾳ τῷ προφήτῃ· «Ἐγὼ ἔδωκα αὐτοὺς εἰς τὰς χεῖράς σου, σὺ δὲ οὐκ ἐποίησας αὐτοῖς ἔλεος· τοῦ πρεσβυτέρου ἐβάρυνας τὸν ζυγὸν καὶ εἶπας· Ἔσομαι εἰς τὸν αἰῶνα ἄρχουσα.» Ὅθεν ὀργισθέντος σοι ἐμοῦ ἐξαίφνης ἥξει ἐπὶ σὲ ἃ ἠπείλησας διαθεῖναι οὓς ἐγὼ παρέδωκα οὐκ εἰς ἀπώλειαν, ἀλλ' ἵνα αἰσθηθέντες τῆς κατ' αὐτῶν ἐσομένης ἀπειλῆς, ἐπιστρέψωσιν πρὸς ἐμὲ τὸν κηδεμόνα. 1. 59 Τίνα δὲ ἦν ἃ ἐκόμπασεν ἀπὸ ὑπερηφανίας καὶ θρασύτητος; «Ἐγώ εἰμι, φησίν, καὶ οὐκ ἔστι μετ' ἐμὲ ἔτι. Οὐ καθιῶ χήρα οὐδὲ γνώσομαι ὀρφανείαν.» Ταῦθ' ὑπερηφάνως καὶ ὠμῶς λελακυῖα, ἐξαίφνης Θεοῦ κρίσει ἀπροστασίαστος ὤφθη, οὐκ ἐπικουρουμένη ἔτι ὑπὸ πατρὸς καὶ ἀνδρός. Ταῦτα κατὰ νοῦν λαβόντες οἱ ἀρχὴν ἐγκεχειρισμένοι μὴ κατεξανιστάσθωσαν ὠμῶς ἐπιτιθέμενοι καθ' ὧν ἔσχον ὑποχειρίων ψήφῳ τῆς προνοίας δι' ἃς οἶδεν αὐτὴ αἰτίας. 1. 60 Τί δ' ἐστὶν ὃ βούλεται Κύριος παντοκράτωρ διὰ τοῦ εἰπεῖν· «Ἐζήλωσα τὴν Σιὼν καὶ τὴν Ἰερουσαλὴμ ζῆλον μέγαν»; Ἦν μὲν γὰρ νύμφη καὶ σύνοικος τῷ Θεῷ Λόγῳ ἡ πνευματικῶς Σιὼν καὶ Ἰερουσαλὴμ προσαγορευομένη, ἥντινα πρὸς ὀλίγον καταλέλοιπεν λύσασαν τὰ πρὸς τὸν ἄνδρα γαμικὰ δίκαια, ὡς εἰπεῖν αὐτὸν τὸν συνοικοῦντα αὐτῇ· «Ὡς ἀθετεῖ γυνὴ εἰς τὸν συνόντα αὐτῇ, οὕτως ἠθέτησεν εἰς ἐμὲ ὁ οἶκος Ἰσραήλ, λέγει Κύριος.» 1. 61 Οὕτως παροραθείσης τῆς ποτε εὐγενῶς καὶ σεμνῶς θαλαμευομένης, πολλοὶ τῶν βλάπτειν ἐπιχειρούντων κακώσει αὐτὴν ὑπέβαλον, ἀτιμάζοντες, εἰς ἀσχημοσύνην ἄγοντες οἷά τινα ἀπροστασίαστον ἄνδρα οὐκ ἔχουσαν. Ἐφ' οἷς οἶκτον λαβὼν ὁ τῇ φύσει ἵλεω, ἤρξατο πάλιν ζηλοῦν αὐτήν. 1. 62
q.7
Τούτου γὰρ γενομένου, οὐκέτι χώραν ἔχουσιν οἱ περιυβρίζειν βουλόμενοι, τοῦ ζηλοῦντος ἀνδρὸς φυγαδεύοντος ἀπὸ τῆς γαμετῆς τοὺς ἐπὶ βλάβῃ αὐτῆς ἐπιβαίνοντας· πάλιν φροντίζων γνησίως καὶ μετ' ἔρωτος συνοικῶν, ὡς καὶ πρότερον ὅπου οὔπω ἐγκαταλέλειπτο. 1. 63 Ὅτι δ' ἔρρωται ἡ νόησις αὕτη καὶ ἐκ τοῦ προφήτου Ἰεζεκιὴλ ἔστιν μαθεῖν· ὀργισθεὶς γοῦν ὁ Θεὸς τῇ ἑβραϊκῇ πληθύϊ· «Οὐ φείσομαι ἐπὶ σοὶ ἔτι, εἶπεν, οὐδὲ ζηλώσω ἐπὶ σοί.» Προανεφώνει δὲ ταῦτα διεγείρων, ἵνα μὴ ὑποπέσῃ ταῖς ἀπειλαῖς, φυλάττουσα ἄχραντα τὰ τῆς συνοικήσεως δίκαια. 1. 64 Σιὼν καὶ Ἰερουσαλὴμ καλεῖ τὴν ζηλουμένην ὅπως μηκέτι καταπονῆται ὑπὸ τῶν συνεπιτιθεμένων αὐτῇ εἰς κακά, διὰ προσούσας ἀρετάς. Σιὼν μὲν γὰρ ἑρμηνεύεται σκοπευτήριον, ἐντολὴ πεποιημένη, Ἰερουσαλὴμ δὲ ὅρασις εἰρήνης· Σιὼν κατ' ἀναγωγὴν καλεῖται ἡ μὴ τὰ πρόσκαιρα ἀλλὰ τὰ αἰώνια σκοποῦσα τῷ ποιεῖν τὰς δοθείσας ἐντολάς. 1. 65 Ἕπεται δὲ τῇ τοιαύτῃ καταστάσει τὸ ἀσύγχυτον καὶ ἀτάραχον τῶν κατορθουμένων. Ὁρᾶται δὲ ἡ εἰρήνη ἡ περὶ ἧς ὁ Ἰησοῦς· «Εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν.» Δέδοται δὲ αὕτη μετὰ θείας «χάριτος ἀπὸ Θεοῦ πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ», ὡς παιδεύει Παῦλος. Ἀμφότερα δὲταῦτα, ἡ εἰρήνη καὶ ἡ χάρις φημί, ὁ Σωτήρ ἐστιν. Εἴρηται γὰρ περὶ αὐτοῦ· «Αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν.» Καὶ πάλιν ὁ ἐξ αὐτῆς καὶ δι' αὐτῆς κατορθῶν λέγει· «Οὐκ ἐγὼ» τάδε τινὰ τὰ ἀνδραγαθήματα κατώρθωσα, «ἀλλ' ἡ χάρις σὺν ἐμοί». Ταύτην τὴν χάριν καὶ εἰρήνην Θεοῦ πατρὸς παρέχοντος, καὶ Ἰησοῦς ὑφίστησιν αὐτάς, ἐπιδοὺς ἑαυτὸν μετέχεσθαι τοῖς ἐγνωκόσιν αὐτὸν ὄντα χάριν καὶ εἰρήνην. 1. 66 Γενοίμεθα καὶ ἡμεῖς προαιρέσει ἀγαθῇ τοιοῦτοι, ἵνα μὴ ἐγκαταλείπωμεν, οἷα ἀθετήσασα γυνὴ τὸν συνόντα, ζηλωτοὶ ποθητοὶ αὐτῷ τυγχάνοντες. 1. 67 Zach. I, 16: Διὰ τοῦτο τάδε λέγει Κύριος· Ἐπιστρέψω ἐπὶ Ἰερουσαλὴμ ἐν οἰκτιρμῷ καὶ ὁ οἶκός μου ἀνοικοδομηθήσεται ἐν αὐτῇ, λέγει Κύριος παντοκράτωρ, καὶ μέτρον ἐκταθήσεται ἐπὶ Ἰερουσαλὴμ ἔτι. 1. 68 Ἐπεὶ οὐδὲν ὡς ἔτυχεν γίνεται ὑπὸ τοῦ προνοουμένου τῶν ὅλων, διὰ τοῦτο προτάττονται πολλάκις τῶν γινομένων αἰτιολογικοὶ σύνδεσμοι, τοῦ Θεοῦ λέγοντος πρὸς τοὺς ὑποκειμένους τῇ διοικήσει· ἀνθ' ὧν τάδε εἴπατε ἢ πεποιήκατε, τάδε ἐπαχθήσεται ὑμῖν. Αὐτίκα γοῦν καὶ ἐν τῷ προκειμένῳ ῥητῷ φέρεται ἡ οὕτως ἔχουσα λέξις· «Διὰ τοῦτο τάδε λέγει Κύριος παντοκράτωρ.» 1. 69 Τί δ' ἐστὶ τοῦτο ἢ τὸ «ζηλῶσαί με τὴν Σιὼν 1. 69 καὶ τὴν Ἰερουσαλὴμ ζῆλον μέγαν»; Ἐπείπερ, «ὀργισθέντος ἐμοῦ μικρά, συνεπέθεντο εἰς κακὰ» οἱ ἐχθροὶ τῶν ζηλωθέντων, «ἐπιστρέψω ἐν Ἰερουσαλὴμ ἐν οἰκτιρμῷ», οἰκτείρων αὐτὴν οἷα προστάτης καὶ γνήσιος ἐπίκουρος, «πατὴρ» γὰρ αὐτὸ τοῦτο «τῶν οἰκτιρμῶν» ὑπάρχων. 1. 70 Τίς δ' ὁ τρόπος τοῦ οἰκτείρεσθαι τὴν Ἰερουσαλὴμ παραχρῆμα ἀπαγγέλλεται· «Ἀνοικοδομηθήσεται γὰρ ὁ οἶκός μου ἐν αὐτῇ» καὶ ἐν μέσῳ αὐτῆς, ἵν' ἐνοικῶν καὶ ἐμπεριπατῶν ἐν τοῖς πολίταις αὐτῆς, τελείως οἰκτείρω αὐτήν, οὐκέτι ἐρημοῦσθαι ἢ διαρπάζεσθαι αὐτὴν ἐπιτρέπων, ζηλωτὴν καὶ ἀξιομνημόνευτον αὐτὴν ἀποδεικνύς, μέτρου πάλιν ἐκτεινομένου ἐπ' αὐτὴν ὡς καὶ πρότερον ὅτε εὐθηνίαν καὶ καρποφορίαν εἶχεν. Τῆς γὰρ ἐρήμου καὶ ἠμελημένης χώρας οὐ γεωμετρουμένης, ἡ οἰκτειρομένη λοιπὸν ὑπὸ τοῦ Θεοῦ γῆ μετρεῖται οἷα χώρα καρποφόρος. Μετρεῖται δὲ ἡ πόλις διαστελλομένη εἰς λαύρας καὶ πλατείας, τεμένη τε καὶ γυμνάσια. 1. 71 Τί δὲ τὸ ἐπιβαλλόμενον ἐπ' αὐτῆς μέτρον ἐν τοῖς ἑξῆς δηλωθήσεται, ἀγγέλου ἐπιφαινομένου κατέχοντος σχοινίον γεωμετρικόν. 1. 72 Ὁ οἶκος δ' ὁ οἰκοδομούμενος ἐν μέσῳ τῆς οἰκτειρομένης Ἰερουσαλὴμ ἡ τοῦ ζῶντος Θεοῦ Ἐκκλησία ἐστίν, ἐν ᾗ ἀναστρέφειν προσήκει τὸν Θεοῦ θεραπευτὴν κατὰ νόμον ἱερώμενον. Τοῦτο προσφωνεῖ Τιμοθέῳ ὁ ἐν Χριστῷ λαλῶν Ἀπόστολος, γράφων οὕτως· «Ἐὰν βραδύνω ἵν' εἴδῃς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας.» 1. 73 Κατὰ νόησιν
q.8
ἄλλην, ἀνοι̣ κοδομούμενος οἶκος ἐν τῇ Ἰερουσαλὴμ ὁ τεχθεὶς ἐκ τῆς Μαρίας Ἰησοῦς ἐστιν, οἰκοδομηθεὶς ὑπὸ τῆς σοφίας τοῦ Θεοῦ, κατὰ τὸ παροιμιῶδες θέσπισμα οὕτως ἔχον· «Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον», περὶ οὗ εἶπεν ἡ οἰκοδομήσασα σοφία τοῖς ἀντιπαρατεταγμένοις· «Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν»· τοῦτο δέ, φησίν, «ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ», ὡς ὁ εὐαγγελιστὴς ἔγραψεν. 1. 74 Πρὸς τοῖς εἰρημένοις, καὶ ἕκαστος τῶν πιστῶν οἶκός ἐστιν ἐγειρόμενος ἵν' ᾖ ναὸς Θεοῦ. «Οὐκ οἴδατε γάρ, φησίν, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν;» Καὶ αὐτὸς ὁ Σωτὴρ τοῦτο φανερῶς λέγει· «Ἐάν τις ἀγαπᾷ με, τὸν λόγον τὸν ἐμὸν τηρήσει, κἀγὼ ἀγαπήσω αὐτόν, καὶ ἐλευσόμεθα καὶ ἐγὼ καὶ ὁ πατήρ μου καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα.» 1. 75 Ναὸς δὲ καὶ οἶκος καὶ μονὴ 1. 76 Zach. I, 17: Καὶ εἶπεν πρὸς μὲ ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί· Ἀνάκραγε λέγων· Τάδε λέγει Κύριος παντοκράτωρ· Ἔτι διαχυθήσονται πόλεις ἐν ἀγαθοῖς, καὶ ἐλεήσει Κύριος ἔτι τὴν Σιὼν καὶ αἱρετιεῖ τὴν Ἰερουσαλήμ. 1. 77············ ν̣ ης, τ̣ ο̣·· γὰρ διαχεον···················· δαψίλεια ἐπω̣·· ω̣ λων καὶ βελτιούντων····················· ο̣, ὅταν ἔτι ὡς καὶ πρότερον ἐλεήσῃ Κύριος τὴν Σιὼν······· εὐεργετῶν αὐτήν. Καὶ προσέτι αἱρετιεῖ τὴν Ἰερουσαλὴμ··················· εχομενος διὰ τὸ πεπληρῶσθαι ἀξιαγα̣··················· ἅπερ ὄψεσθαι εὐλογίας τρόπῳ εἴρηται······ «Καὶ ἴδοις τὰ ἀγαθὰ Ἰερουσαλήμ.» 1. 78 Περὶ τούτων κἀκεῖνο ἐκλημπτέον· «Ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε»· καὶ τό· «Ἔσῃ πεποιθὼς ἐπὶ Κύριον, καὶ ἀναβιβάσει σε ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς», περὶ ὧν ὁ σοφός, ᾧ «τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας» ἐδηλώθη ὑπὸ τοῦ Θεοῦ, φησίν· «Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν τῇ γῇ ζώντων.» Κυρίως καὶ··················· ὁ ἅγιος ἰδεῖν ἐν γῇ ζώντων καὶ ψωμίζει················ ἀναβιβασθεὶς ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς, ὑπαρχ···················· ε̣ κ̣ τος ἢ τὰ σωματικὰ λεγόμενα ἀγαθά, ἀλλ················· κατὰ τὸν ἔσω ἄνθρωπον, ταῦτα δ' εἰσὶν αἱ ἀρεταὶ··················· α ταῦτα τελούμενα ἔργα, εἰσάγοντα ε···················· α. 1. 79 Οὐ γὰρ προσεκτέον τοῖς φάσκουσιν····················· ν σωματικῶς, τὸ ἀκροδρύων ἐμφορη······················ ματικῶς, οὐδ' αὖ τὸ πλουτεῖν καὶ παρα··················· 1. 80······················ α̣ υτα. 1. 81 Zach. II, 1® 2: Καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ τέσσερα κε´̣ ρατ̣ α. Κ̣ αὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί· Τί ἐστιν ταῦτα, Κύριε; 1. 82······················· ο̣ υ ὀφθαλμῶν ταῦτα λέγει ἀλλὰ τῶν···················· ω̣ ν πεφωτισμένων, τούτους γὰρ εἰς ὕψος··············· θεωρίᾳ τοῦ Θεοῦ καὶ τῶν ὑπ' αὐτοῦ γινομένων················· Θεὸν σοφῶν καθαρῶν ἀσκόπων ὀφθαλ···················· οὗτος πρὸς τὸν Θεόν φησιν ὡς περιο···················· σ̣ ειν τοῦ Θεοῦ καθ' ὃ δημιουργεῖ καὶ προνοεῖ,···················· ν καὶ αἰσθητῶν θεωρίαν· «Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ.» Καὶ ὁ Σωτὴρ· «Ἰδοὺ λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσιν πρὸς θερισμὸν ἤδη.» 1. 83·· παραπλησίωσ················ ς «εἶπεν ὁ ἅγιος», φησίν, τὸν············ «ἀναβλέψατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἴδετε· Τίς κατέδειξεν πάντα ταῦτα; Ὁ ἐξάγων κατ' ἀριθμὸν τὸν κόσμον αὐτοῦ»··············· π̣ ω καὶ ὁ εἰς ἐξέτασιν προκείμενος προφήτης··············· τος, ἄρας τοὺς ὀφθαλμοὺς αὐτοῦ···················· τοῦ ἀληθινοῦ φωτός, τεθέαται···················· 1. 84 πεῦσιν προσηγίοχεν γνῶναι θέλων τίνα ποτ' εἰσίν. Κέρατα δ' εἰσὶν αἱ ἐπικείμεναι βασιλεῖαι τέτταρες τοῖς πολίταις τῆς Σιὼν καὶ Ἰερουσαλήμ. Οὐκ ἄλλαι ὑπάρχουσιν τῶν πολεμίων ἐκείνων περὶ ὧν ὁ Ἀπόστολος καὶ οἱ λοιποὶ π··· φασίν· «Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς καὶ ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου καὶ τὰ πνευματικὰ τῆς πονηρίας.» 1. 85 Συμφώνως τῷ πλήθει τῶν πρὸς ἃς ἡ πάλη τοῖς ἁγίοις πονηρῶν δυνάμεων, καὶ ὁ
q.9
ὑμνῳδός πού φησιν πρὸς τὸν κατεξανιστάμενον τῶν πολεμίων· «Ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.» Καὶ ἐπεὶ ἕκαστον τῶν εἰρημένων πονηρῶν τυραννικῶς ἐπαίρεται, παρανόμως βασιλεύειν αὐτό φησιν. 1. 86 Ταῦτα τὰ μετ' αἰνιγμοῦ ἐπαγγελθέντα κέρατα εἶδεν ὁ προφήτης ἄρας τοὺς ὀφθαλμοὺς αὐτοῦ τῆς διανοίας, ἵν' ἐκ τοῦ τεθεωρηκέναι τὴν παρασκευὴν καὶ τὴν δύναμιν αὐτῶν ἐνδύσηται τὴν Θεοῦ ἀκαταμάχητον πανοπλίαν. Τίνες δ' εἰσὶν οἱ ὀξύνοντες τὰ προκείμενα κέρατα τέκτονες, ἐκ τῶν ἑξῆς ἔστι μαθεῖν οὕτως ἐχόντων. 1. 87 Zach. II, 2: Καὶ εἶπεν πρός με· Ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν Ἰούδαν καὶ τὸν Ἰσραὴλ κατέαξαν. 1. 88 Ὁ ἀποκρινόμενος ἄγγελος δεικνὺς τῷ προφήτῃ τὰ σαφηνισθέντα τέσσαρα κέρατα, τὸ ἔργον καὶ τὴν χρείαν δι' ἣν ἐπήχθησαν δεικνὺς τῷ φωτιζομένῳ φησὶν δι' οὐδὲν ἕτερον ἐπῆχθαι τὰ κέρατα ἢ ἕνεκα τοῦ σκορπίσαι ἀπὸ τῆς πόλεως τῆς ἁγίας τὸν Ἰσραὴλ καὶ Ἰούδα, ἵνα σκεδασθέντες εἰς αἰχμαλωσίαν, ὁμοῦ ἑνότητος καὶ συμφωνίας ἐκτὸς γένωνται. Εἴρηται πρότερον ὡς ἐξομολογούμενος Ἰούδας· ὁ δὲ νῷ Θεὸν ὁρῶν Ἰσραὴλ καλεῖται. 1. 89 Zach. II, 3® 4: Καὶ ἔδειξέν μοι Κύριος τέσσαρας τέκτονας. Καὶ εἶπα· Τί οὗτοι ἔρχονται ποιῆσαι; Καὶ εἶπεν πρός με· Ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν Ἰούδαν καὶ τὸν Ἰσραὴλ κατέαξαν, καὶ οὐδεὶς αὐτῶν ἦρεν κεφαλήν· καὶ εἰσῆλθον οὗτοι τοῦ ὀξῦναι αὐτὰ εἰς χεῖρας αὐτῶν τὰ τέσσαρα κέρατα, τὰ ἔθνη τὰ ἐπαιρόμενα κέρας ἐπὶ τὴν γῆν Κυρίου τοῦ διασκορπίσαι αὐτήν. 1. 90 Εὐθυμοποιῶν τὸν θεασάμενον τὸ πλῆθος τῶν πολεμίων τὸ ἐρχόμενον, ἰσαρίθμους τοῖς ἀντιπάλοις τοὺς ἐπὶ βοήθειαν καλουμένους δείκνυσιν αὐτῷ, τέκτονας ἐπαινετῶς τυγχάνοντας· οὐ πάντες γὰρ τεκταίνοντες τὰ κατάλληλα αὐτοῖς ἔργα ἐπαινετοί, ἀλλὰ καὶ ψεκτοί εἰσίν τινες, οὓς διαστέλλον ἀπ' ἀλλήλων τὸ παροιμιῶδες θέσπισμά φησιν· «Ἐλεημοσύνην καὶ πίστιν τεκταίνουσιν ἀγαθοί· οὐκ ἐπίστανται ἔλεον καὶ πίστιν τέκτονες κακῶν.» 1. 91 Τὸ κάκιστον τοῦτο τῶν τεκτόνων ἐργαστήριον οὐχ ἕτερον τῶν τεσσάρων κεράτων ἐστίν, δραστήριον ὂν πάσης ἀπιστίας καὶ ὠμότητος. Οὓς δείκνυσιν Θεὸς ἐρχομένους τέκτονας ἐλεημοσύνης καὶ πίστεώς εἰσι τεχνῖται, δι' ἐλεημοσύνης τὴν πρακτικὴν ἀρετὴν πρὸς τοὺς πέλας ἐκτελοῦντες, ἀγαπῶντες ὡς ἑαυτοὺς τοὺς πλησίον, πίστιν τεκταίνοντες δι' εὐσεβοῦς καὶ ἐπιστημονικῆς θεωρίας. Τούτους οὐκ ἄλλος ἄγει καὶ δείκνυσιν τῷ ἄραντι τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς ἢ ὁ ἐπ' εὐεργεσίᾳ καλῶν Θεὸς τοὺς δυναμένους βοηθεῖν τοῖς καταπονουμένοις. 1. 92 Ἑωρακὼς τοὺς δειχθέντας αὐτῷ καὶ ἐρχομένους ὑπὸ τοῦ Θεοῦ, ἐρωτᾷ τὸν δείξαντα τί ποιήσουσιν ἐληλυθότες, καὶ ἀποκρίνεται αὐτῷ Θεὸς ὡς ἔρχονται ὀξῦναι τὰ ἐπαιρόμενα ἐπὶ τὴν γῆν τοῦ Θεοῦ ἔθνη τέσσερα ἐπὶ τῷ παραλαβεῖν τοὺς παραδιδομένους εἰς αἰχμαλωσίαν, ἵνα διασκορπίσωσιν τὸν Ἰούδα καὶ κατεάξωσιν τὸν Ἰσραήλ, ὡς μηδένα τῶν κακουμένων ἄραι κεφαλὴν ἀντιβλέψαι καὶ ἀντιδοξῆσαι δυνάμενον τοῖς ἐπικειμένοις ἐχθροῖς. Ἀσθένειαν δὲ πλείονα παρίστησιν ὁ λόγος τῶν κεράτων, ὅτι καὶ μετὰ τὸ ὀξυνθῆναι οὐχ οἷά τε γέγονεν κατασπάσαι τοὺς παραδοθέντας αὐτοῖς παρόντων τῶν τεκτόνων τῶν ὀξυνόντων αὐτά. 1. 93 Φανεροῖ ὁ λόγος ὡς κατάγνυται ὁ σκορπιζόμενος, συντριβὴν ὑφιστάμενος παραπλησίαν ᾗ ὑπέμεινεν ὁ ἀπὸ τῆς Ἰερουσαλὴμ καταβὰς περιτυχὼν λῃσταῖς πνευματικοῖς ὥσθ' ἡμιθανὴν αὐτὸν ὑπ' αὐτῶν γενέσθαι, μάλιστα ὅτε ἐξέδυσαν αὐτὸν τὴν ἐσθῆτα ἣν εἶχεν θείαν ἐν τῇ ἱερᾷ πόλει διάγων ὅπλοις ἰσοδυναμοῦσαν· περὶ αὐτῆς γράφει ὁ Ἀπόστολος τοῖς εἰς τὸ πολεμεῖν διεγειρομένοις· «Ἐνδύσασθε ὅπλα φωτός.» 1. 94 Φέρεται ἐν ἀντιγράφοις ἀντὶ τοῦ «τὸν Ἰσραὴλ κατέαξαν», τὸν Ἰσραὴλ κατῆξαν, δεικνυμένου καὶ διὰ ταύτης τῆς λέξεως ὡς ὁ ἁμαρτάνων ὑψόθεν κάτω φέρεται. Πολλαὶ δ' εἰσὶν γραφαὶ τοῦτο παριστᾶσαι, οἷαί εἰσιν καί· «Πῶς ἐξέπεσεν ὁ ἑωσφόρος ἐκ τοῦ οὐρανοῦ, ὁ πρωῒ ἀνατέλλων;» καί· «Εἰσελεύσονται εἰς
q.10
τὰ κατώτατα τῆς γῆς.» Καὶ ἕτεραι μυρίαι λέξεις εἰσὶν φανεροῦσαι ὅτι ὁ σπουδαῖος ἀναβαίνει καὶ μετεωρίζεται, κάτω δὲ χωρεῖ ὁ φιλήδονος καὶ ὑλικὴν προαίρεσιν ἔχων, ὡς γενέσθαι «σάρκινον, πεπραμένον ὑπὸ τὴν ἁμαρτίαν». 1. 95 Ἀνέγνων ἐξήγησίν τινος ἐκλαβόντος τέσσαρας τέκτονας εἶναι τοὺς τέσσαρας εὐαγγελιστάς. Πότερον δ' οὕτως ἔχει οἱ ἐντυχόντες τῷ οὕτω γράψαντι κρινέτωσαν. Δυνατὸν εἰπεῖν τέκτονας τέσσαρας «τοὺς ἀποσταλέντας ἀγγέλους συναγαγεῖν τοὺς ἐκλεκτοὺς τοῦ Θεοῦ ἐκ τῶν τεσσάρων ἀνέμων», τοῦτ' ἔστιν τῶν τεσσάρων κλιμάτων τῆς οἰκουμένης. 1. 96 Ὅπως δ' ἂν ἐκλαμβάνοιντο οἱ τέσσαρες τέκτονες, ὑπὸ τοῦ προνοητοῦ τῶν ὅλων Θεοῦ δείκνυνταί τε καὶ ἄγονται κατὰ τῶν ἐπαιρομένων θρασύτητι καὶ ἀλαζονείᾳ κατὰ τῶν ὑποπεσόντων αὐτοῖς Θεοῦ κρίσει, οὐκ αἴροντος κεφαλὴν οὐδὲ τοῦ αἰχμαλωτίζοντος οὐδὲ τῶν αἰχμαλωτιζομένων, τῶν ἱερῶν τεκτόνων ἀντιπαρατεταγμένων. Τέτριπται καὶ ἐν τῇ συνηθείᾳ ὡς οὐκ αἴρουσι κεφαλὴν οἱ δυσπραγοῦντες. 1. 97 Εἰ δὲ σημαίνεταί ποτε ὀνόματι τῆς κεφαλῆς ὁ νοῦς, οὐδ' οὗτος ἐπαίρεται ὅταν τις «παραδοθῇ εἰς ἀδόκιμον νοῦν, μὴ δοκιμάσας τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει». Πῶς γὰρ ἔτι ὁ κρατηθεὶς ἀδοκίμῳ νῷ τὰ ἄνω φρονήσοι ἢ ἐν οὐρανῷ σχοίη τὴν καρδίαν, μὴ θησαυρίσας ἐν οὐρανῷ; Συνᾴδει τῷ διασκορπίζεσθαι τὸν Ἰσραὴλ καταγνύμενον ἢ καταγόμενον τὸ μετ' ὀλοφυρμοῦ ἀπαγγελλόμενον ὑπὸ τῶν σκεδασθέντων πρὸς τῶν βίᾳ κρατησάντων· «Διεσκορπίσθη τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν ᾅδην.» 1. 98 Ἐπεὶ δοκεῖ ἡ λέξις ἡ προφητικὴ συγκεχύσθαι ἐξ ἀκαταλληλίας τῆς συνθέσεως, μεταποιητέον αὐτὴν οὕτως· ἐν τῇ γῇ τοῦ Κυρίου τὴν οἴκησιν ὁ Ἰσραὴλ καὶ Ἰούδας εὖ διάγων εἶχεν· ἀνέντες δὲ τῆς τοῦ νόμου προσοχῆς καὶ τοῦ μελετᾶν αὐτὸν ἡμέρας καὶ νυκτός, εἰς κακίαν ἔρρεψαν ὡς ὑποπεσεῖν ψήφῳ τοῦ προνοουμένου ἔθνεσι τέσσαρσιν, διὰ τὸ τυραννικὸν κέρασιν καλουμένοις. 1. 99 Ταῦτα τὰ εἰρημένα κέρατα δι' ὠμότητα καὶ ἀλαζονείαν ἐπῄροντο κατὰ τῶν Ἰσραηλιτῶν καὶ τοῦ Ἰούδα, ὥστε καταγαγεῖν καὶ κατεάξαι τὸν τοῦ Θεοῦ λαόν, μικρὰ μὲν Θεοῦ ὀργισθέντος, εἰς κακὰ συνεπιθεμένων τῶν δίκην σκευῶν ὀργῆς ὀξυνθέντων ὑπὸ τεκτόνων ἀγαθῶν τῶν ἤδη σαφηνισθέντων, ἵν' ἀσθενεῖς ἀποδειχθέντες καὶ μετὰ τὴν θηγάνην αὐτὴν ἡττηθέντες μηκέτ' ἰσχυρῶς κατέχωσιν τοὺς παραδοθέντας αὐτοῖς. Τὰ ἡρμηνευμένα τέσσαρα κέρατα, ὁμοφρονήσαντα κατὰ τῶν ἑαλωκότων, ἓν κέρας ἐπαιρόμενον ἐπὶ τὴν γῆν Κυρίου εἴρηνται. Πολλαὶ δ' εἰσὶν γραφαὶ τοὺς διὰ τῶν κεράτων βασιλεῖς καὶ βασιλείας σημαίνουσαι, καὶ μάλιστα ἐν τῷ προφήτῃ Δανιήλ, ὡς ἀναγνόντι σοι ἔσται σαφές. Zach. II, 5® 6: Καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον· καὶ ἰδοὺ ἀνὴρ καὶ ἐν τῇ χειρὶ αὐτοῦ σχοινίον γεωμετρικόν. Καὶ εἶπα πρὸς αὐτόν· Ποῦ σὺ πορεύῃ; Καὶ εἶπεν πρός με· Διαμετρῆσαι τὴν Ἰερουσαλὴμ τοῦ ἰδεῖν πηλίκον τὸ πλάτος αὐτῆς ἐστιν, καὶ πηλίκον τὸ μῆκος. Πολλάκις ἤδη ἀποδέδοται ὡς αἴρει τις τοὺς ὀφθαλμοὺς τοῦ ἔσω ἀνθρώπου πρὸς κατανόησιν τῶν καταλλήλων θεαμάτων. Τῷ αὐτῷ τρόπῳ τοῖς εἰρημένοις καὶ νῦν ὁ προφήτης ἄρας τοὺς ὀφθαλμοὺς εἶδεν ἄνδρα ἐν τῇ χειρὶ σχοινίον κατέχοντα γεωμετρικόν, ἐπὶ τῷ, οἷα ἀρχιτέκτων ἄριστος, μετρῆσαι ἡλίκον τὸ πλάτος καὶ μῆκός ἐστιν τῆς Ἰερουσαλήμ, ὅπως τεθέντων τῶν θεμελίων ἀνοικοδομὴ αὐτῆς γένηται παθούσης ὑπὸ πολεμίων καθαίρεσιν. Τίς δ' ἐστὶν ὁ ὀφθεὶς τῷ προφήτῃ ἀνὴρ καιρὸς ἰδεῖν. Καὶ ὅρα γε μὴ ὁ αὐτός ἐστιν «τῷ ἐπιβεβηκότι ἐπὶ ἵππον πυρρόν, ἑστηκότι ἀνὰ μέσον δύο ὀρέων κατασκίων». Ἔστιν δ' οὗτος κατὰ μίαν τῶν ἀποδοθεισῶν ἑρμηνειῶν ὁ Σωτήρ, ὃν δεικνὺς ὁ προφήτης Ἰερεμίας εἶπεν· «Ἰδοὺ ἀνήρ, ἀνατολὴ ὄνομα αὐτῷ.» Ἀνατολὴ δὲ κέκληται ὢν «φῶς ἀληθινόν». Καὶ Ἰωάννης δὲ ὁ βαπτιστὴς περὶ αὐτοῦ εἶπεν· «Ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν.» Ὁ ἀνὴρ οὗτος οἰκοδόμος ὢν τῆς Ἰερουσαλήμ, ἀρχιτεκτονικῶς
q.11
τοὺς θεμελίους αὐτῆς καὶ πρότερον ἱδρύσας καὶ καταβαλόμενος, καὶ μετὰ τὴν καθαίρεσιν ἣν ὑπέμεινεν ἐπελθόντων πολεμίων τῶν καὶ αἰχμαλωτισάντων αὐτήν, διαμετρεῖ τὸ πλάτος καὶ μῆκος αὐτῆς, ἵν' εὐρύθμως καὶ τεταγμένως ἐν οἷς δεῖ τόποις τὰς κρηπῖδας καταβάληται ἐφ' ὧν προσῆκον ἦν ἐγερθῆναι αὐτῆς τὰ τείχη. Ἐδείχθη δὲ τῷ προφήτῃ γεωμετρικὸν ἔχων σχοινίον, ἐκ ποικίλων λόγων ἀρχιτεκτονικῶν πεπλεγμένον, ἵνα πληρωθῇ τὸ προεπηγγελμένον ἐν τῷ· «Καὶ μέτρον ἐκταθήσεται ἐπὶ Ἰερουσαλὴμ ἔτι.» Οὐκ ἀπεικὸς δὲ τοῦ Σωτῆρος ἀρχιτέκτονος ὄντος, κατὰ τὸ λεχθὲν περὶ «τῆς πόλεως Κυρίου τῶν δυνάμεων», τό· «Ὁ Θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα», συνῳδὰ γράφοντος τοῦ ἀποστόλου Παύλου περὶ τῆς θείας ταύτης πόλεως, προσδοκωμένης ὑπὸ πάντων τῶν διὰ πίστεως εὐαρεστησάντων, οὕτως· «Ἐξεδέχοντο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός.» Τοὺς συνοικοδομοῦντας αὐτῷ ἀγγέλους καὶ ἄνδρας ἁγίους, οἷα τεχνίτας ἀρίστους, ἐν τῇ πρακτικῇ δυνάμει αὐτοῦ χειρὶ καλουμένῃ, τὸ προειρημένον σχοινίον γεωμετρικὸν κατέχει. Παῦλος γοῦν περὶ ἑαυτοῦ γράφει· «Ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον ἔθηκα.» Ἔτι μὴν ἐν τῷ Ἰεζεκιὴλ ἀνὴρ ὁρᾶται κατέχων σπαρτίον οἰκοδόμων καὶ κάλαμον ἐπὶ τῷ μετρῆσαι καὶ θεμελιῶσαι τὸν ἅγιον τοῦ Θεοῦ ναόν. Οἵως δὲ διεμέτρησεν καὶ ἐτεχνίτευσεν τὴν οἰκοδομήν, γνῶναι ἔξεστιν ἀναγνόντα τὸν προφήτην. Ἐπεὶ τοίνυν καὶ ὁ Σωτὴρ οἰκοδόμος τῆς ἄνω καὶ πνευματικῆς Ἰερουσαλὴμ ἀποδέδεικται, καὶ ἔτι μᾶλλον δειχθήσεται τοῦ Πατρὸς δεικνύντος αὐτὸν καὶ λέγοντος· «Οὗτος οἰκοδομήσει τὴν πόλιν μου», καὶ οἱ συμβαλλόμενοι ἄγγελοί τε καὶ ἄνθρωποι εἰς τὴν ἀνοικοδομὴν τῆς πόλεως, κατὰ πάσας τὰς ἀποδοθείσας σαφηνείας ἐκλημπτέον τὸν δεικνύμενον ἄνδρα ὑπὸ Ζαχαρίου τοῦ προφήτου λέγοντος· «Ἰδοὺ ἀνὴρ καὶ ἐν τῇ χειρὶ αὐτοῦ σχοινίον γεωμετρικόν», καί· «Ποῦ πορεύῃ;» ἵνα ἀποκρίσεως τύχῃ πρὸς τοῦ ἔχοντος τὸ γεωμετρικὸν σχοινίον τοῦ διαμετρῆσαι πηλίκον τὸ πλάτος καὶ μῆκος τῆς Ἰερουσαλήμ ἐστιν· φροντίζοντος γὰρ τοῦ καλῶς οἰκοδομῆσαι τὸ τὴν τοποθεσίαν καὶ τὴν εὐκαιρίαν τῶν χωρίων γνῶναι, ἵν' ἕκαστα τῶν μερῶν τῆς πόλεως, καταλλήλου εὔρους καὶ μήκους καταλημφθέντος, ἁρμονίως τὰ τεμένη καὶ οἱ ναοί, λαῦραί τε καὶ ἀγυιαὶ καὶ πλατεῖαι τιθῶσιν, ὥστε ἐν ταύταις ταῖς πλατείαις παρρησίαν ἄγῃ ἡ Θεοῦ σοφία, κηρυττομένη ἐπὶ ἄκρων τῶν τειχέων τῆς πόλεως κατὰ τὰ ἐν Παροιμίαις φιλοσοφούμενα, ὡς αὐτὸν τὸν Θεὸν εἰπεῖν τοῖς φρουροῦσιν τὴν ἱερὰν ταύτην πόλιν κηρύττειν ἐν αὐτῇ καὶ ἐπὶ τῶν τειχέων αὐτῆς ἡμέρας καὶ νυκτός, οὐδαμῶς σιωπῶντας ἀλλὰ ἀεὶ λέγοντας τὰ πρὸς σωτηρίαν τῶν πολιτῶν αὐτῆς. Τριχῶς τῆς Ἰερουσαλὴμ πολλάκις ἀποδοθείσης κατὰ ἀναγωγήν, τῆς τε ἐναρέτου ψυχῆς καὶ «τῆς ἐνδόξου Ἐκκλησίας σπίλον ἢ ῥυτίδα οὐκ ἐχούσης» διὰ ἁγιότητος πληρότητα καὶ τῆς ἐπουρανίου τοῦ ζῶντος Θεοῦ πόλεως, κατὰ πάντας τοὺς τρόπους πλάτος καὶ μῆκος μεμετρῆσθαι τῆς Ἰερουσαλὴμ ὑπὸ τοῦ τὸ γεωμετρικὸν σχοινίον ἔχοντος ἐν τῇ χειρὶ ἀνδρὸς ἀποδοτέον ὑπὸ τοῦ ἔχοντος λόγον σοφίας καὶ γνώσεως. Zach. II, 7® 8: Καὶ ἰδοὺ ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ εἱστήκει. Καὶ ἄγγελος ἕτερος ἐξεπορεύετο εἰς ἀπάντησιν αὐτοῦ, καὶ εἶπεν πρὸς αὐτὸν λέγων· Δράμε καὶ λάλησον πρὸς τὸν νεανίαν ἐκεῖνον λέγων. Τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἑαυτῷ ἑστῶτα ἑωρακέναι φησίν, καὶ ἕτερον ἄγγελον ἐκπορευόμενον λέγοντα αὐτῷ· Δράμων εἰπὲ πρὸς τὸν νεανίαν τοῦτον ἃ καιρός ἐστιν εἰπεῖν. Πολυτρόπως ἡρμήνευται πρότερον τί ἐστιν τὸ ἐν τῷ προφήτῃ λαλούμενον ὑπὸ θείου ἀγγέλου καὶ πῶς τοῦτο φανεροῦται, μάλιστα ὅταν ὑπὸ ἑτέρου ἀγγέλου ἐκπορευομένου ἡ ἐπαγγελία γίνηται. Οὐ γὰρ οἷόν τε ἔσω καὶ καθ' ἑαυτὸν μένοντος τὰ ἀπαγγελλόμενα ἀκούεσθαι, ἀλλ' ἐκπορευομένου διὰ συγκαταβάσεως.
q.12
Ἀμέλει γοῦν οὐ πρὸς ἄνδρα ἀλλὰ νεανίαν δεικνύμενον τὰ τῆς μυσταγωγίας γίνεται. Ὡς γὰρ πρὸς τοὺς θείους ἀγγέλους ὁ ἅγιος ἀνὴρ νεανίας ἐστίν, μάλιστα ὅταν τὸν νέον ἄνθρωπον ἐνδεδυσμένος ὑπάρχῃ, ὡς λεχθῆναι περὶ αὐτοῦ τὸ ἐν ταῖς θείαις Παροιμίαις οὕτως ἔχον· «Νεανίσκος μετὰ ὁσίου καὶ εὐθεῖα ἡ ὁδὸς αὐτοῦ.» Πῶς γὰρ οὐκ εὐθεῖα ἡ ὁδὸς τοῦ μετὰ ὁσιότητος πορευομένου; Περὶ τῶν οὕτως ἐχόντων τῆς ἀρετῆς μετουσίαν ὁ Ἰωάννης ἐν τῇ κατ' αὐτὸν ἐπιστολῇ προσφωνῶν αὐτοῖς ἔφη· «Ἔγραψα ὑμῖν, νεανίσκοι, ὅτι ἰσχυροί ἐστε καὶ νενικήκατε τὸν πονηρόν.» Πᾶς καὶ μόνος ὁ οὕτω κατὰ τὸν νοῦν νεάζων παιδεύεται ὑπὸ τοῦ ἐκπορευομένου ἀγγέλου λαλῆσαι τὰ ἑξῆς δηλούμενα. Καὶ ὅρα εἰ τὸ ἐκπορεύεσθαι τὸν ἄγγελον τῆς αὐτῆς δυνάμεώς ἐστιν τῷ λεχθέντι ὑπὸ τοῦ χοροῦ τῶν ἁγίων· «Ἐξῆλθας εἰς σωτηρίαν τοῦ λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου», καὶ τῷ· «Ἐγὼ ἐκ Θεοῦ ἐξῆλθον καὶ ἥκω.» Γίνεται γὰρ σωτηρία καὶ θεῖος χρηματισμὸς τῷ γένει τῶν ἀνθρώπων ἐκβληθέντι ἐκ τοῦ παραδείσου παραβεβηκότι τοὺς θείους νόμους ὅταν ὁ τῆς «μεγάλης» Θεοῦ «βουλῆς ἄγγελος» ἐξέλθῃ ἵν' εἰσαγάγῃ δι' ὑπακοῆς καὶ θείας παιδεύσεως τὸν ἐκβληθέντα, λέγων· «Σήμερον μετά μου ἔσῃ ἐν τῷ παραδείσῳ.» Ἐπαγγέλλεται ὁ ἐκπορευόμενος δείξειν μεγάλα περὶ τῆς πνευματικῆς Ἰερουσαλήμ, ἃ σημαίνει ἡ ἑπομένη λέξις οὕτως ἔχουσα. Zach. II, 8® 9: Κατακάρπως κατοικηθήσεται Ἰερουσαλὴμ ἀπὸ πλήθους ἀνθρώπων καὶ κτηνῶν τῶν ἐν μέσῳ αὐτῆς, καὶ ἐγὼ ἔσομαι αὐτῇ, φησὶν Κύριος, τεῖχος πυρὸς κυκλόθεν, καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς. Ὅνπερ τρόπον πάντα τὰ ἐν τῷ παραδείσῳ ξύλα πολλοὺς φέρει κάρπους, οὕτω καὶ ἡ ἁγία πόλις Ἰερουσαλὴμ κατακάρπως κατοικεῖται, πλῆθος ἀνθρώπων καὶ κτηνῶν ἔχουσα ἐν μέσῳ αὐτῆς· οὐ γὰρ προσῆκον καὶ δυνατὸν ὑπάρχει ἐν τῷ θείῳ καὶ ἁγίῳ ἄστει ἄκαρπόν τινα τυγχάνειν, τοῦ ἀκάρπου ξύλου ἐκκοπτομένου καὶ παραδιδομένου ἔξω πυρί. Τοιοῦτος ἦν πρὸς ὃν ὁ ἅγιος βοῶν ἔφη· «Διὰ τοῦτο καθελεῖ σε ὁ Θεὸς εἰς τέλος, ἐκτίλαι σε καὶ μεταναστεύσαι σε ἀπὸ σκηνώματος, καὶ τὸ ῥίζωμά σου ἐκ γῆς ζώντων», παντὸς τοῦ μένοντος ἐν τῷ Θεοῦ οἴκῳ εὐχαριστητικῶς λέγοντος· «Ἐγὼ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ.» Πῶς γὰρ οὐ καρποφορεῖ τὸ τοῦ θείου φωτὸς θρεπτικὸν ὁ ἐν τῷ οἴκῳ τοῦ Θεοῦ κατοικῶν, ἐν τῷ πράττειν τὰ δέοντα καὶ φρονεῖν τὰ εὐσεβῆ δόγματα; Οὕτως ἦν καρποφόρον ξύλον ὁ ἐν πρώτῳ Ψαλμῷ ἀνὴρ μακαριζόμενος· εἴρηται γὰρ περὶ αὐτοῦ· «Ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ, καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται.» Ὧι παραπλησίως ἐν Ἰερεμίᾳ ὁ λόγος φησίν· «Εὐλογημένος ὁ ἄνθρωπος ὃς πέποιθεν ἐπὶ τῷ Κυρίῳ· καὶ ἔσται Κύριος ἐλπὶς αὐτοῦ· ἐπὶ ἰκμάδα βαλεῖ ῥίζας αὐτοῦ καὶ οὐ μὴ διαλίπῃ ποιοῦν καρπόν.» Εἶτ' ἐπεὶ διὰ πολλὴν ἀγαθότητα τοῦ συνοικίζοντος τὴν ἁγίαν πόλιν τὴν Ἰερουσαλήμ, οὐ μόνον ὑπὸ ἀνθρώπων κατοικεῖται, οὗτοι δ' εἰσὶν οἱ κατὰ λόγον κινούμενοι πρακτικῶς καὶ φρονήσει, ἀλλὰ καὶ ὑπὸ ἁπλουστέρων καὶ καταδεῆ νόησιν ἐχόντων, εἰκότως κατακάρπως κατοικίζεται «ἀπὸ πλήθους ἀνθρώπων καὶ κτηνῶν ἐν μέσῳ αὐτῆς». Πῶς γὰρ οὐκ ἐν μέσῳ αὐτῆς ἄνθρωποι καὶ κτήνη τυγχάνουσιν περὶ ὧν ὁ ὑμνῳδὸς πρὸς τὸν Θεόν φησιν· «Ἀνθρώπους καὶ κτήνη σώσεις, Κύριε.» Ἄνθρωποι δέ εἰσιν οἱ σωτηρίαν αἰώνιον θεόθεν δεχόμενοι, ὧν ἕκαστος δύναται εἰπεῖν· «Ἐγένετο λόγος Κυρίου πρός με λέγων.» Κτήνη δὲ σῳζόμενα τὰ τὴν φωνὴν Ἰησοῦ ἀκούοντα πρόβατα. Πρὸς τοὺς οὕτως ἀνθρώπους ὑπάρχοντας, σὺν λόγῳ καὶ ἐπιστήμῃ πράττοντας καὶ φρονοῦντας, ὁ Κύριος Ἰησοῦς λέγει· «Φωνεῖτέ με ὁ Κύριος καὶ ὁ διδάσκαλος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ», ἐπείπερ γνησίως δουλεύετέ μοι, πράττοντες ἃ δεῖ καὶ παιδευόμενοι ἃ καλὸν εἰδέναι. Σὺν τοῖς οὕτως
q.13
ἡρμηνευμένοις ἀνθρώποις, κατακάρπως κατοικοῦσιν ἐν τῇ Ἰερουσαλὴμ οἱ δυνάμενοι φάναι περὶ τοῦ βασιλεύοντος τῆς ἐπουρανίου πόλεως Ἰερουσαλήμ· «Αὐτὸς ποιμανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας.» Περὶ τοῦ οὕτω ποιμνίου ὑπάρχοντος τοῦ Θεοῦ φησιν ὁ κατὰ Θεὸν σοφός· «Στήσεται καὶ ὄψεται καὶ ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ ἐν ἰσχύϊ Κύριος», ὡς ἕκαστον τῶν τημελουμένων ἱλαρῶς ὑμνῳδίας τρόπῳ φάναι· «Κύριος ποιμανεῖ με, οὐδέν με οὐ μὴ ὑστηρήσει· εἰς τόπον χλόης ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέν με.» Τῆς καρποφορησάσης Ἰερουσαλὴμ ἀπὸ πλήθους ἀνθρώπων καὶ κτηνῶν τῶν ἐν μέσῳ αὐτῆς οὐχ ἕτερος φύλαξ καὶ φρουρὸς ἔσται ἢ ὁ Κύριος, αὐτὸς κύκλῳ αὐτῆς γινόμενος οἷα πύρινον τεῖχος, ἅμα θερμαίνων καὶ φλέγων· τοὺς μὲν γὰρ εἴσω τῆς φρουρουμένης πόλεως φωτίζει καὶ θερμαίνει ἵνα παρασκευασθῶσιν ζεῖν τῷ πνεύματι, περὶ ὧν γέγραπται· «Ὡσεὶ ἐν τῷ πνεύματι ζέοντες.» Τοὺς δ' ἔξοθεν ἐπερχομένους ἐπὶ τῷ βλάψαι καταφλέγει, «καταναλίσκον πῦρ ὑπάρχων» ἐκείνων μάλιστα τῶν τριβόλους καὶ ἀκάνθας καρποφορούντων, ἔτι μὴν καὶ ἐκκοπτομένων καὶ ἔξω βαλλομένων διὰ τὸ μὴ καλὸν καρπὸν ποιεῖν ἀλλ' ὀλέθριον καὶ δηλητήριον. Παραπλησίως τῆς ἁγίας πόλεως, καὶ τοῦ λαοῦ ὁ Κύριος κύκλῳ εἶναι λέγεται ἐν μιᾷ ᾠδῇ τῶν ἀναβαθμῶν· «Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ.» Ὥσπερ δὲ τεῖχος πυρὸς κυκλόθεν γέγονεν τῆς κατακάρπου Ἰερουσαλήμ, καὶ εἰς δόξασμα ἐν μέσῳ αὐτῆς ὑπῆρκται, δοξασμένων θειότητι καὶ μακαριότητι τῶν οἰκούντων τὴν ὑπὸ Θεοῦ κυκλουμένην ἁγίαν πόλιν περὶ ἧς μελῳδῶν ὁ ὑμνῳδὸς ἔφη, μᾶλλον δὲ πρὸς αὐτήν· «Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ πόλις τοῦ Θεοῦ», καὶ ἔτι· «Μέγας Κύριος καὶ ἐπαινετὸς σφόδρα, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ὄρει ἁγίῳ αὐτοῦ.» Ὑπάρξει δὲ καὶ ἡμῖν χάριτι τοῦ εὐεργέτου Θεοῦ τὸ καρποφορῆσαι τοὺς καρποὺς τοῦ Πνεύματος, ἵνα κύκλῳ ἡμῶν οἷα τεῖχος πύρινον ὁ Κύριος γένηται, φωτίζων καὶ φρουρῶν μὲν ἡμᾶς, καταναλίσκων δὲ τοὺς ἐπὶ τῷ καθελεῖν ἐπερχομένους πολεμίους, ἵν' ἐπινικίως ἀναφθεγξώμεθα δεικνύντες τὴν ἀκαθαίρετον πόλιν· «Ἰδοὺ πόλις ὀχυρὰ καὶ σωτήριον ἡμῶν.» Zach. II, 10® 11: Ὦ, ὦ, φεύγετε ἐκ γῆς βορρᾶ, λέγει Κύριος· διότι ἐκ τῶν τεσσάρων ἀνέμων τοῦ οὐρανοῦ συνάξω ὑμᾶς, λέγει Κύριος· εἰς Σιὼν ἀνασῴζεσθε οἱ κατοικοῦντες θυγατέρα Βαβυλῶνος. Διεγείρων ὁ λόγος τοὺς ἐσκεδασμένους «ἐν τῷ βορρᾷ, οὗ ἀπὸ προσώπου ἐκκαίεται τὰ κακὰ ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν», συντόνως τὴν φυγὴν βουλόμενος γενέσθαι ἀπὸ τῶν χειρόνων, ἃ σημαίνεται ὀνόματι τοῦ βορρᾶ, ἐπιδιπλασιάζει τὸ σύνθημα τῆς προτροπῆς λέγων· «Ὦ, ὦ, φεύγετε ἐκ γῆς βορρᾶ.» Φεύγει δὲ ἀπὸ τῶν χειρόνων καὶ κολάσεως ποιητικῶν ὁ προθύμῳ μετανοίᾳ ἔξω γινόμενος τῆς κακίας. Ταὐτὸν τῷ φυγεῖν ἀπὸ γῆς βορρᾶ τό· «Ἔκκλινον ἀπὸ κακοῦ», καὶ τό· «Παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν.» Τελεῖται δὲ τοῦτο ὅταν ἀποχὴ παντὸς εἴδους πονηροῦ γένηται, κατεχομένου μόνου τοῦ αἱρετοῦ καὶ ἐπαινετοῦ, κατὰ τὴν προτροπὴν τῆς ἀποστολικῆς παραινέσεως· «Πάντα δοκιμάζετε, τὸ καλὸν κατέχετε, ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.» Μόνος δὲ καὶ πᾶς φεύγει τὰ ἐπιβλαβῆ ὁ αἱρετὸν ἡγούμενος τὸ ἀγαθὸν καὶ ποιῶν αὐτό. Ἀκώλυτος δὲ ἡ φυγὴ γίνεται ἀπὸ τοῦ βορρᾶ ὅταν ὁ εὐεργέτης καὶ προνοητὴς τῶν ὅλων συναγάγῃ ἐκ τῶν τεσσάρων ἀνέμων τοὺς ἐν αὐτοῖς ἐσκεδασμένους πολίτας τῆς καλλιπόλεως Ἰερουσαλήμ. Εὔκολον παρασχὼν τὴν φυγήν, φανεροῖ ποῦ καὶ ἐν ποίᾳ πόλει ἡ σωτηρία γίνεται τοῖς φεύγουσιν ἀπὸ τοῦ βορρᾶ τοῦ σκληροῦ καὶ ψυχροῦ ἀνέμου· γέγραπται γὰρ περὶ αὐτοῦ· «Βορέας σκληρὸς ἄνεμος», καὶ πάλιν· «Βορέας ψυχρὸς ἄνεμος πνεύσει.» Ἔστιν δὲ ἡ ἱερὰ Σιὼν ἔνθα ἀνασωθῆναι ἀσφαλῶς δυνατὸν τοὺς πρότερον κατοικοῦντας τὴν θυγατέρα Βαβυλῶνος. Θυγάτηρ δὲ αὐτῆς ἐστιν ἡ πληθὺς τῶν κατοικούντων αὐτήν. Καὶ ἐπεὶ μεταλαμβάνεται τὸ «Βαβυλὼν» ὄνομα εἰς
q.14
τὸ «σύγχυσις», πᾶς ὁ τεταραγμένος καὶ συγκεχυμένος τὸν νοῦν Βαβυλώνιός ἐστιν, οὗ ἀπαλλοθριοῦσθαι σχέσει καὶ διαθέσει προσήκει τὸν ἔρωτα ἔχοντα ἐν τῇ Σιὼν ἀνασωθῆναι, ἵνα ὑμνῇ καὶ ψάλλῃ τῷ Θεῷ, ἐπείπερ ἐκεῖ πρέπει ὕμνος τῷ Θεῷ, καὶ ψάλλειν αὐτῷ ἁρμόνιόν ἐστιν. Εἴρηται γάρ· «Σοὶ πρέπει ὕμνος, ὁ Θεός, ἐν Σιών», καί· «Ψάλατε τῷ Κυρίῳ τῷ κατοικοῦντι ἐν Σιών.» Καὶ ἐπεὶ οὐ δυνατόν ἐστιν τὸν κατοικοῦντα ἐν τῇ θυγατρὶ τῆς Βαβυλῶνος καὶ ἐν τῷ βορρᾷ ὑμνεῖν καὶ ψάλλειν τῷ Θεῷ, κηρυκάδην ἐπιβοᾷ τὸ ἅγιον Πνεῦμα λέγον· «Ὦ, ὦ, φεύγετε ἀπὸ γῆς βορρᾶ, λέγει Κύριος· εἰς Σιὼν ἀνασῴζεσθε, οἱ κατοικοῦντες θυγατέρα Βαβυλῶνος, διότι ἐκ τῶν τεσσάρων ἀνέμων συνάξω ὑμᾶς», τοῦτ' ἔστιν ἐκ πάντων κλιμάτων τοῦ ὑπὲρ γῆς τόπου. Ἰσοδυναμεῖ τῷ· «Ἐκ τῶν τεσσάρων ἀνέμων συνάξω ὑμᾶς», ὃ εἶπεν ἐν τῷ Εὐαγγελίῳ ὁ Σωτὴρ «ἀποστέλλεσθαι τοὺς ἀγγέλους συναγαγεῖν τοὺς ἐκλεκτοὺς ἐκ τῶν τεσσάρων ἀνέμων». Ἀλληγορηθείσης τῆς Σιὼν καὶ τῆς θυγατρὸς Βαβυλῶνος, ἀνακτέον καὶ τοὺς ἀνέμους, ἤτοι εἰς δυνάμεις ἀσάρκους ἢ τοὺς διαφόρους τῆς ψευδωνύμου διδασκαλίας ἀνέμους, κλυδωνίζοντας καὶ περιφέροντας εἰς ἄθεα φρονήματα καὶ ἀβεβαίους πράξεις τοὺς νηπιάζοντας τῇ διανοίᾳ οὐκ ἐπαινετῶς· γράφει γοῦν περὶ τῆς τοιαύτης καταστάσεως ὁ Ἀπόστολος· «Ἵνα μὴ ὦμεν νήπιοι κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ διδασκαλίας ἐν πανουργίᾳ.» Λαμβάνονταί ποτε οἱ ἄνεμοι ἀντὶ πειρασμῶν καὶ περιστάσεων, ὡς ἐν Εὐαγγελίῳ μετὰ βροχῆς καὶ ῥαγδαίων ποταμῶν μνημονεύονται ἐπερχόμενοι ἐπὶ τῷ προσκροῦσαι καὶ σφοδρῶς πνεῦσαι τὰς οἰκίας τῶν ἀκουσάντων τοὺς Ἰησοῦ λόγους, βλάψαι καὶ ἀνατρέψαι οὐ δυνάμενοι τοὺς εἰς ἔργα μεταβαλόντας τοὺς λόγους τοῦ Διδασκάλου, ἐπεὶ τὸν θεμέλιον ἐπὶ τὴν σωτήριον πέτραν τέθεικεν, κατασπῶντες τὴν οἰκοδομὴν τοῦ ἀκούσαντος τοὺς θείους λόγους καὶ μὴ ποιήσαντος, ἐπείπερ ἐπὶ τὴν ἄμμον τὴν κρηπῖδα αὐτῆς κατεβάλετο. Τοσαυταχῶς τῶν ἀνέμων ἡρμηνευμένων, ἀπὸ πάντων αὐτῶν συνάγει Θεὸς τοὺς φεύγοντας ἀπὸ βορρᾶ καὶ κατοικοῦντας τὴν θυγατέρα Βαβυλῶνος, ἵνα ἀνασωθῶσιν ἐν τῇ Σιὼν περὶ ἧς ὁ Ἀπόστολος γράφει· «Προσεληλύθατε Σιών, ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ.» Οὕτω γὰρ μόνως ὑψηλῶς νοηθήσεται καὶ ἡ ἐκκειμένη προφητεία. Zach. II, 12® 13: Διότι τάδε λέγει Κύριος παντοκράτωρ· Ὀπίσω δόξης ἀπέσταλκέν με ἐπὶ τὰ ἔθνη τὰ σκυλεύσαντα ὑμᾶς, διότι ἁπτόμενος ὑμῶν ὡς ὁ ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ· διότι ἰδοὺ ἐγὼ ἐπιφέρω τὴν χεῖρά μου ἐπ' αὐτοὺς καὶ ἔσονται σκῦλα τοῖς δουλεύσασιν αὐτοῖς, καὶ γνώσεσθε διότι Κύριος παντοκράτωρ ἀπέστειλέν με. Αἰτίαν ἀποδίδωσιν Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ τοῦ ὀπίσω δόξης ἀπεστάλθαι ἐπὶ τὰ ἔθνη τὰ σκυλεύσαντα τοὺς ἀληθῶς Ἰσραηλίτας· καὶ ἐπεὶ Θεὸς παντοκράτωρ ἐστὶν ὁ ταῦτα λέγων, τὸ ὀπίσω καὶ ἔμπροσθεν οὐ σωματικῶς ἐκλημπτέον. Τὰ γὰρ ὀπίσω τοῦ Θεοῦ τὰ μετὰ τὴν προηγουμένην ὕπαρξιν αὐτοῦ ἐκλημπτέον. Ἀγένητος μὲν γὰρ ὢν καὶ ἀείδιος, πρόσω πάντων ὑπάρχει, μετ' αὐτὸν καὶ ὀπίσω αὐτοῦ τυγχανόντων τῶν πρὸς τὰ γενητὰ καὶ τὴν διοίκησιν αὐτοῦ νοουμένων, ὧν τυγχάνει ἡ ἐνανθρώπησις καὶ ἐπιδημία αὐτοῦ, ἃ καὶ φαντάζεσθαι δύνανται καὶ ἔννοιαν αὐτῶν ἔχειν οἱ θεόσοφοι ἄνδρες, ὧν εἷς ὑπάρχει ὁ ἱεροφάντης Μωϋσῆς. Παρακαλέσας γοῦν τὸν Θεὸν γνωστῶς ἰδεῖν αὐτόν, αὐτοῦ τοῦ Θεοῦ ἐμφανίζοντος ἑαυτόν, αὐτὸς ὁ παρακαλούμενός φησιν· «Ὄψει τὰ ὀπίσω μου, τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθήσεταί σοι», «παρελθόντος μου πρότερον ἐν τῇ δόξῃ μου». Κατὰ τὴν ἐπιδημίαν τοῦ Θεοῦ Λόγου, ὀπίσω δόξης αὐτοῦ τυγχάνει τὸ «σάρκα αὐτὸν γενέσθαι» καὶ ὀφθῆναι ἐν σαρκί, πρὸ τῆς τοιαύτης ἐμφανίου δόξης οὔσης «μονογενοῦς παρὰ Πατρός, πλήρης χάριτος καὶ ἀληθείας». Ταύτην τὴν θεωρίαν ὑποβάλλει καὶ τὸ λεχθὲν ὑπὸ τοῦ Ἀποστόλου καὶ τῶν συμφρονούντων
q.15
αὐτῷ· «Εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτ̣ ι γινώσκομεν», πρώτης δόξης ὑπαρχούσης τοῦ Υἱοῦ καθ' ἣν Μονογενὴς Θεὸς Λόγος ἐστίν, τῆς κατὰ τὴν ἐνανθρώπησιν δευτέρας καὶ μετὰ τὴν πρώτην οὔσης, καθ' ἣν «ἀπεστάλη ἐπὶ τὰ ἔθνη τὰ σκυλεύσαντα» τὸν Θεοῦ λαόν· σκυλεύοντα δὲ ἔθνη τοὺς οἰκειωθέντας τῷ Θεῷ οἱ αἰχμάλωτον αὐτὸν λαβόντες. Ἀγαθότητι δὲ πολλῇ τοῦτο γίνεται· εἰ γὰρ καθὸ Θεὸς ἀείδιός τε καὶ ἀγένητος ἔκρινεν τοὺς ἀσεβοῦντας, καὶ τὸ πᾶν ἐκποδὼν ἐγίνετο· συγκαταβαίνων δὲ καὶ μὴ παρατηρούμενος πάσας τὰς ἀνομίας τῶν δικαζομένων, εὐεργετεῖ μᾶλλον ἢ κολάζει. Καὶ αὐτὸ γοῦν τὸ προαπ̣ ειλεῖν καὶ προαπαγγέλλειν τὰ ἐπίπονα τοῖς τιμωρουμε´̣ νοις διὰ χρηστότητος καὶ μακροθυμίας τόπος μετανοίας δίδοτ̣ αι τοῖς ἐθέλουσιν ἔξω ἧς ἐποίησαν ἀσεβείας γενέσθαι. Τῇ αὐτῇ ἀγαθότητι καὶ φιλανθρωπίᾳ καὶ ἡ κάθοδος τοῦ Σωτῆρος γε´̣ γονεν ὀφθέντος κατὰ σάρκα, ἵνα μετὰ ταῦτα ὀφθῇ «ἡ δόξα τοῦ Υἱοῦ π̣ αρὰ Πατρός, πλήρης χάριτος καὶ ἀληθείας», ἵν' ὁδῷ καὶ ταφῇ «φανερωθῇ ἐν σαρκί, δικαιωθῇ ἐν πνεύματι, ὀφθῇ ἀγγέλοις»· οὕτω γὰρ «ο᾿̣ φθεὶς ἐν κόσμῳ, κηρυχθεὶς ἐν ἔθνεσιν, ἀναλημφθήσεται ἐν δόξῃ». Ἐπίστησον εἰ ταύτην τὴν νόησιν ὑποβάλλει τὸ τοῦ Ἰερεμίου ῥητὸν οὕτως ἔχον· «Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ ἀνθρώποις συνανεστράφη.» Ἡ γὰρ τοιαύτη ἀναστροφὴ σὺν ἀνθρώποις γινομένη ἀποστολή ἐστιν ὀπίσω τῆς τοῦ θεολογουμένου δόξης παντοκράτορος ὄντος· οὐ γὰρ ᾗ παντοκράτωρ ἀπεστάλη, ἀλλ' ᾗ «κενώσας ἑαυτὸν» τρόπῳ συγκαταβάσεως «μορφὴν ἔλαβε δούλου». Τί δὲ προαναφωνεῖ τοῖς ἀκμὴν ἔτι τυγχάνουσιν ὑπὸ τὰ σκυλεύοντα αὐτοὺς ἔθνη; «Ὁ ἁπτόμενος, φησίν, ὑμῶν, ἅπτεται τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ», βλάπτοντος ἑαυτὸν μᾶλλον τοῦ πλήττοντος τοὺς δικαίους ἢ οὓς κακῶσαι βούλεται, παραπλησίως τῷ πλήττοντι τὴν τοῦ ὀφθαλμοῦ αὐτοῦ κόρην. Ἔστι συναγορεύειν τῇ θεωρίᾳ ταύτῃ ἐκ πολλῶν τόπων τῆς γραφῆς· βλάψαι θέλων τὸν Ἀβὲλ ὁ Κάϊν, προ̣ απέκτεινεν ἑαυτὸν οὗ προτίθεται δολοφονῆσαι. Τοῦτ' αὐτὸ συνέβη καὶ τῷ Σαοὺλ διώκοντι τὸν Δαυὶδ ἕνεκα τοῦ ἀποκτεῖναι, καὶ τῷ Ἀβεσσαλὼμ ἐπιθεμένῳ κατὰ τοῦ πατρὸς τυραννικῶς. Σημαίνει ἐν τῷ προκειμένῳ προφητικῷ τὸ βλάψαι διὰ τοῦ ἅψασθαι, καὶ μάλιστα δι' ὧν ὁ Θεὸς αὐτὸς λέγει τοῖς φονικῶς ἐπιτιθεμένοις κατὰ τῶν αὐτοῦ ἀνθρώπων· «Μὴ ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε.» Ψεκτῶς θιγεῖν τὸ ἅψασθαι κεῖται ἐν τῷ· «Καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι», σημαῖνον τὸ πλησίασαι αἰσχρῶς καὶ ἀκολάστως. Δηλοῦται ἐκ τούτου τοῦ ῥήματος καὶ τὸ θιγεῖν καλῶς προσψαῦσαι δι' ἁφῆς, ὡς ἐν τῷ ὑπὸ τοῦ Ἰησοῦ λεγομένῳ· «Ἥψατό μού τις», ὅτε ἡ αἱμορροοῦσα γυνὴ πόθῳ ἰαθ̣ ήσεσθαι ἥψατο δραξαμένη τοῦ κρασπέδου τοῦ ἱματίου Ἰησοῦ. Τοσούτων ὑποπεσόντων ἐπὶ τοῦ παρόντος ἐκ τῆς ἅπτεσθαι φωνῆς, ἡ νῦν προκειμένη προφητικὴ λέξις τὸ βλάψαι διὰ κακώσεως δηλοῖ. Ἅπτεται δὲ τῆς κόρης τοῦ ὄμματος τοῦ ἔσω ἀνθρώπου ὁ προτιθέμενος κακοῦν τοὺς ὑπὸ Θεοῦ φρουρουμένους. Φανεροῖ δὲ πῶς ἅπτεται τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ ὁ ἁπτόμενος τῶν Θεοῦ δούλων διὰ τὸ εἰπεῖν· «Ἐπιφέρω τὴν χεῖρά μου ἐπ' αὐτούς», τὴν παιδευτικὴν δύναμιν δηλονότι, ὥστε σκῦλα γενέσθαι οἷς πρότερον αὐτοὶ ἐσκύλευον, εἰς αἰχμαλωσίαν αὐτοὺς ἄγοντες, ὥστε δουλεύειν τοῖς καθ' ὧν αὐτοὶ τυραννικῶς ἐκράτουν. Οὗπερ συμβάντος «γνώσεσθε ὅτι ἐγὼ Κύριος παντοκράτωρ εἰμί, ἀποσταλεὶς ὑπὸ Κυρίου παντοκράτορος» ἐπὶ τελειώσει τῶν προαναφωνηθέντων. Παντοκράτωρ παρὰ παντοκράτορος ἀποστελλόμενος ὁ Θεὸς Λόγος ἐστίν, ἐρχόμενος εἰς ἀνθρώπους «εὐδοκίᾳ Πατρός»· ᾧ γὰρ λόγῳ πάντων κρατεῖ βασιλικῶς ὁ Πατὴρ ὧν ἐποίησεν διὰ τοῦ Λόγου αὐτοῦ, τούτῳ καὶ ὁ Υἱὸς πάντων κρατεῖ καὶ βασιλεύει τῶν ἐν αὐτῷ συστάντων προϋπάρχων αὐτῶν. Ἧι
q.16
φησιν ὁ Ἀπόστολος «ἐν Χριστῷ ἐκτίσθαι τὰ ὁρατὰ καὶ ἀόρατα», πρὸ αὐτῶν ὄντι καὶ συνεστηκότων πάντων ἐν αὐτῷ· «Αὐτὸς γάρ ἐστι πρὸ πάντων καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν.» Καὶ παράδοξον οὐδὲν εἰ παντοκράτωρ ἐκ παντοκράτορός ἐστιν· καὶ γὰρ Θεὸς ἐκ Θεοῦ καὶ φῶς ἐκ φωτός ἐστιν. Ὁμοούσιος γὰρ ὢν τῷ γεννήσαντι καὶ ἓν ὢν πρὸς τὸν γεννήσαντα κατὰ τό· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν», πάντα ὅσ̣ α ἔχει ὁ Πατὴρ τοῦ Υἱοῦ ἐστιν. Ἔχει δ' ὁ Πατὴρ τὸ Θεός, τὸ φῶς, τὸ ἅγιος, τὸ παντοκράτωρ εἶναι. Τοῦ Υἱοῦ δ' ἐστὶν ταῦτα. Παντοκράτωρ ἄρα ἐκ παντοκράτορος ὁ Υἱός, παμβασιλεὺς ἐκ τοῦ πάντων βασιλεύοντος ὑπάρχων. Ἀναντιρρήτως ἐν Ἰωάννου Ἀποκαλύψει παντοκράτωρ ὁ Σωτὴρ ὁμολογεῖται, αὐτοῦ περὶ ἑαυτοῦ οὕτω λέγοντος· «Τάδε λέγει ὁ μάρτυς ὁ πιστός, ἡ ἀρχὴ τῆς κτίσεως τοῦ Θεοῦ, ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ.» Παντοκράτωρ ὢν ὁ ταῦτα λέγων οὐ κτίσμα τυγχάνει, ἵνα μὴ καὶ ἑαυτοῦ κρατῇ. Παράλογον γὰρ τοῦτο, τὸν αὐτὸν εἶναι κτίζοντα καὶ κτιζόμενον ὑφ' ἑαυτοῦ, καὶ βασιλεύοντα καὶ κρατούμενον· εἰ καὶ λέγεται δὲ ἐν τῇ παραλημφθείσῃ φωνῇ «ἀρχὴ τῆς κτίσεως τοῦ Θεοῦ» ὁ θεολογούμενος, ὡς βασιλικῶς ἄρχων καὶ αὐτὸ τοῦτο παντοκράτωρ ὤν, ἀρχὴ τῆς κτίσεώς ἐστιν, βασιλεία δηλονότι ἡγεμονοῦσα καὶ ἡγουμένη πάντων κτισμάτων. Zach. II, 14® 16: Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιών, διότι ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος. Καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαόν, καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου, καὶ ἐπιγνώσῃ ὅτι Κύριος παντοκράτωρ ἐξαπέσταλκέν με πρὸς σέ. Καὶ κατακληρονομήσει Κύριος τὸν Ἰούδαν τὴν μερίδα αὐτοῦ ἐπὶ τὴν γῆν τὴν ἁγίαν καὶ αἱρετιεῖ ἔτι τὴν Ἰερουσαλήμ. Ὥσπερ αἰχμαλώτου γεγενημένου τοῦ Ἑβραίων λαοῦ, θρῆνος καὶ ὀλοφυρμὸς ἐγίνετο διὰ τὸ τὸν Κύριον μεμακρύνθαι τῶν ἑαλωκότων, οὕτως, ἀνακαμψάντων αὐτῶν εἰς τὴν πνευματικὴν μητέρα Σιὼν προσαγορευομένην, πρόσταξις δίδοται τέρπεσθαι καὶ εὐφραίνεσθαι, διὰ τὸ τὸν Κύριον ἐληλυθέναι καὶ ἐν μέσῳ αὐτῆς κατεσκηνωκέναι, τοῦ ναοῦ πάλιν ἐγερθέντος καὶ Θεοῦ κατασκηνοῦντος ἐν αὐτῷ. «Χαῖρε γὰρ καὶ εὐφραίνου», φησὶν ὁ προφήτης, «θύγατερ Σιών». Καλεῖ δὲ ἐν πολλοῖς τόποις τῆς γραφῆς θυγατέρα ἑκάστης πόλεως τ̣ οὺς συμπληροῦντας αὐτὴν πολίτας. Ἡ τέρψις δὲ καὶ ἡ εὐφροσύνη ἣν προστάσσει ἔχειν ὁ θεῖος λόγος, ἡ αὐτή ἐστιν τῇ χαρᾷ τῇ τυγχανούσῃ καρπὸς τοῦ ἁγίου Πνεύματος, σὺν ἀγάπῃ θείᾳ καὶ εἰρήνῃ μακαρίᾳ συντεταγμένη, ἣν φανεροῖ ὁ ἱερὸς Ἀπόστολος οὕτω γράφων· «Καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη.» Ταύτην τὴν εὐστάθειαν σχόντες οἱ λυτρωθέντες ἀπὸ τῆς αἰχμαλωσίας φασίν· «Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν α̣ ι᾿̣ χμαλωσίαν Σιὼν ἐγενήθημεν ὡς παρακεκλημένοι· τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν, καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως.» Καὶ ἐν ἑτέρῳ Ψαλμῷ συνῳδὰ φέρεται· «Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ ἀγαλλιάσεται Ἰακὼβ καὶ εὐφρανθήσεται Ἰσραήλ.» Τοὺς γὰρ θρηνήσαντας ἀποσπωμένους τῆς οἰκείας πατρίδος νόμῳ αἰχμαλωσίας ἀκόλουθον ὑπάρχει, ἀνακάμψαντας εἰς αὐτήν, τέρπεσθαι καὶ εὐφραίνεσθαι διὰ τὸ τὸν Κύριον κατεσκηνωκέναι ἐν μέσῳ αὐτῆς, τὸν αἴτιον τοῦ τέρπεσθαι καὶ εὐφραίνεσθαι. Τί δὲ τῆς εὐφροσύνης καὶ τέρψεως αἴτιον τυγχάνει, ἢ τὸ ἀπολαύειν τῶν ὁρμημάτων τοῦ ποταμοῦ τοῦ πεπληρωμένου ὑδάτων περὶ οὗ γέγραπται· «Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων», καὶ ἔτι· «Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνει τὴν πόλιν τοῦ Θεοῦ· ὁ Θεὸς ἐν μέσῳ αὐτῆς, οὐ σαλευθήσεται», οὐκέτι μακρυνόμενος οὐδ' ἐγκαταλείπων διὰ τὸ ἀγαθότητι τῇ ἑαυτοῦ παραμένειν αὐτῇ. Τί δὲ ἀγαθὸν καὶ σωτηριῶδες ἕψεται κατασκηνοῦντος τοῦ Κυρίου ἐν μέσῳ τῆς καλλιπόλεως, ἢ τὸ «καταφυγεῖν ἔθνη
q.17
πολλὰ» μετανοοῦντα «ἐπὶ τὸν Κύριον ἐν τῇ ἡμέρᾳ» τῇ ὑπὸ ἡλίου τῆς δικαιοσύνης καταλαμπομένῃ, ἧς ὁ πατριάρχης Ἀβραὰμ ἔρωτα λαβών, ἰδὼν αὐτὴν ἐχάρη καὶ σὺν αὐτῷ οἱ κατὰ πίστιν καὶ τὰ ἔργα αὐτοῦ υἱοὶ καὶ τέκνα αὐτοῦ γεγενημένοι, ὡς εὐχαριστοῦντας φάναι· «Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.» Διαδέξεται δὲ τὸ «καταφυγόντα ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον» τὸ λαὸν χρηματίσαι τοῦ πρὸς ὃν καταπεφεύγασιν, οὐκέτι ἄθεα καὶ ἐλπίδα μὴ ἔχοντα μένοντα· περὶ τούτων ἐν τῷ προφήτῃ ὁ Θεός φησιν· «Καλέσω τὸν οὐ λαόν μου λαόν μου, καὶ αὐτὸς ἐρεῖ· Κύριος ὁ Θεός μου εἶ σύ», ὥστ' αὐτοὺς «ἔθνος ἅγιον, ἱεράτευμα ἅγιον, γένος Θεοῦ» προσαγορεύεσθαι. Φησὶν γὰρ πρὸς τοὺς καταφυγόντας πρὸς Θεὸν τῷ εἰρημένῳ τρόπῳ ὑπ' αὐτοῦ τοῦ πρὸς ὃν καταπεφεύγασιν· «Ὑμεῖς δὲ ἔσεσθέ μοι γένος ἐκλεκτόν, ἔθνος ἅγιον, βασίλειον ἱεράτευμα, λαός μου ὃν περιεποιησάμην τὰς ἀρετάς μου διηγεῖσθαι». Τί δὲ ἀκολουθεῖ τοῖς γενομένοις λαὸς Θεοῦ, ἢ τὸ κατασκηνῶσαι ἐν μέσῳ τῆς ἐπουρανίου καὶ μακαρίας Σιών; Τότε γὰρ τότε γνώσεται, θείᾳ καὶ ἠκριβωμένῃ θεωρίᾳ, «ὅτι Κύριος παντοκράτωρ ἀπέστειλεν» τὸν λυτρωσάμενον αὐτήν, λέγοντα περὶ τοῦ Πατρὸς ἑαυτοῦ· «Πνεῦμα Κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με, εὐαγγελίσασθαι πτωχοῖς, κηρύξαι αἰχμαλώτοις ἄφεσιν.» Ἕνεκα γὰρ τοῦ εὐαγγελίσασθαι τοὺς πτωχοὺς τῷ πνεύματι ἐχρίσθη Πνεύματι ἁγίῳ καὶ δυνάμει Θεοῦ Ἰησοῦς ὁ κατασκηνῶν ἐν μέσῳ τῆς Σιών, κηρύσσων ἄφεσιν τοῖς αἰχμαλωτισθεῖσιν ὑπὸ ἐχθρῶν ἀοράτων τέκνοις αὐτῆς. Οὕτω γὰρ κατακληρονομήσει ὁ παμβασιλεὺς εὐεργέτης αὐτῆς τὸν Ἰούδα, τοὺς ἐξομολογουμένους. Ἰούδας γὰρ ἐξομολόγησις ἑρμηνεύεται. Κληρονομήσει δὲ οὖν πρότερον τοὺς ἐπὶ τὴν σωτηρίαν καλουμένους· ἐκ πάλαι γὰρ ἦσαν μερὶς αὐτοῦ καὶ προτοῦ τὸν σκορπισμὸν καὶ τὴν αἰχμαλωσίαν πάθωσιν. Ποῦ δὲ καὶ κατακληρονομήσει τὸν Ἰούδαν ὄντα μερίδα αὐτοῦ, ἢ ἐπὶ τὴν γῆν τὴν ἁγίαν ἐν ᾗ μακροχρόνιος ἔσται εὐπαθὼν ὁ τιμήσας τὸν πατέρα αὐτοῦ Θεὸν καὶ τὴν μητέρα αὐτοῦ τὴν Ἐκκλησίαν οὖσαν Ἰερουσαλήμ, ἣν ἔτι αἱρετιεῖ πάλιν προσλαμβανόμενος καὶ βασιλεύων ἐν μέσῳ αὐτῆς, γινωσκούσης ὅτι ἐλήλυθεν κατασκηνῶσαι ἐν μέσῳ αὐτῆς, παρὰ Κυρίου παντοκράτορος ἀποσταλείς, ὅτε κλίνας οὐρανὸν κατέβη πρὸς ἡμᾶς τοὺς ἀνθρώπους φάσκων· «Καταβέβηκα ἀπὸ τοῦ οὐρανοῦ ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με», «ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός». Οὕτω γὰρ οὐκέτι ἐν ἀπωλείᾳ μενοῦσιν οἱ ὑπὲρ ὧν ἐλήλυθεν ἵν' αἴτιος αὐτοῖς σωτηρίας αἰωνίου γένηται. Ὑπάρξεται δὲ καὶ τῇ συμπληρουμένῃ ὑφ' ἡμῶν Ἰερουσαλὴμ οὔσῃ Ἐκκλησίᾳ Θεοῦ ζῶντος τοιαύτην πίστιν ἔχειν καὶ μακαριότητος ποιητικὰ ἔργα, ἵν' αἱρετίσῃ αὐτὴν ἔτι ὁ τῷ ἰδίῳ αἵματι ἀποπλύνας καὶ λαμπρύνας αὐτήν. Zach. II, 17: Εὐλαβείσθω πᾶσα σὰρξ ἀπὸ προσώπου Κυρίου, διότι ἐξεγήγερται ἐκ νεφῶν ἁγίων αὐτοῦ. Ἡ σὰρξ προσηγορία ὁμώνυμος οὖσα πολλὰ σημαίνει, ὡς ἐξ αὐτῆς τῆς θεοπνεύστης παρίσταται γραφῆς. Ὅταν γὰρ ἐν Ψαλμοῖς λέγηται «Τροφὴν διδόναι τὸν Θεὸν πάσῃ σαρκί», πάντα τὰ θνητὰ ζῷα τὰ ἐκ τροφῆς διακρατούμενα ἐν τῷ ζῆν παρίσταται, ὡς καὶ ἐν τῷ· «Πᾶσα σὰρξ κατὰ γένος συνάγεται.» Ὅταν δὲ γράφῃ ὁ Ἀπόστολος· «Τίς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν; ἀλλ' ἐκτρέφει καὶ θάλπει αὐτήν», τὸ σῶμα τὸ συνεζευγμένον τῇ λογικῇ ψυχῇ δηλοῦται, ὡς ἀπ' αὐτῆς τῆς ἀποστολικῆς λέξεως ἔστι μαθεῖν οὕτως ἐχούσης· «Οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα. Τίς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν», καὶ τὰ ἑξῆς. Ἔστιν δὲ ὅτε καὶ μόνοι οἱ ἄνθρωποι φανεροῦνται τῇ τῆς σαρκὸς προσηγορίᾳ, ὥσπερ ἐν τῷ· «Εἰσάκουσον προσευχῆς, πρὸς σὲ πᾶσα σὰρξ ἥξει.» Ἔρχεται δὲ πρὸς Θεὸν σχέσει καὶ διαθέσει οὐχ ἡ ἄλογος, ἀλλ' ἡ ἀνθρωπότης, καταξιουμένη τῆς δαψιλοῦς δωρεᾶς τοῦ ἁγίου
q.18
Πνεύματος ὑπὸ τοῦ λέγοντος· «Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ καὶ αἱ θυγατέρες ὑμῶν.» Ἡ οὕτω λεγομένη σὰρξ λογικὴ οὖσα εὐλαβείας θείας ἐστὶ δεκτική· προστάττεται γοῦν αὐτῇ «εὐλαβεῖσθαι ἀπὸ προσώπου» τοῦ ἐπιφαινομένου αὐτῇ, περὶ οὗ εὐχὴν ἀναπέμπουσιν οἱ καθαροὶ τῇ καρδίᾳ φάσκοντες· «Ἐπίφανον τὸ πρόσωπόν σου καὶ σωθησόμεθα.» Ἀποδίδωσιν δ' ἑξῆς τὴν αἰτίαν τοῦ δεῖν πᾶσαν σάρκα εὐλαβεῖσθαι ἀπὸ προσώπου Κυρίου τοῦ Θεοῦ, ἐπιφέρων· «Διότι ἐξεγήγερται ἐκ τῶν ἁγίων αὐτοῦ νεφῶν.» Ἅγια δὲ νέφη οὐ τὰ ὕοντα τὸν αἰσθητὸν ὄμβρον εἰσίν, ἀλλὰ τὰ φέροντα τὸν πνευματικὸν ὑετόν, κατὰ τὸ ἐν Ἠσαΐᾳ λεχθὲν περὶ τοῦ Ἰσραήλ, ἀλληγορίας τρόπῳ ἀμπελῶνος καλουμένου, ἐκ προσώπου τοῦ Κυρίου· «Ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν», διὰ τὸ ἀκάνθας καὶ μὴ σταφυλὴν καρπὸν ἠγιοχέναι. Τοῦ γὰρ ἀμπελῶνος ἀλληγορουμένου, ἁρμονίως καὶ αἱ νεφέλαι ἐκλημφθεῖεν, ὁτὲ μὲν ὕουσαι ἐπὶ τῷ ποτίσαι, ὁτὲ δὲ κωλυόμεναι τοῦτ' ἐνεργεῖν. Περὶ τοιούτων ὀμβροτόκων πάλιν ἐν αὐτῷ τῷ προφήτῃ προστάττεται ὑπὸ Θεοῦ· «Αἱ νεφέλαι ῥαινέτωσαν δικαιοσύνην.» Τὴν γὰρ δικαιοσύνην ἀρετὴν οὖσαν ψυχῆς λογικῆς, οὐ τὰ αἰσθητὰ νέφη ὕει, ἀλλ' οἱ θεῖοι προφῆται, νέφη κατὰ ἀναγωγὴν προσαγορευόμενοι. Ἐπεὶ τοίνυν ἐκ τούτων τῶν νεφῶν ἐξεγήγερται ὁ ἐληλυθὼς Σωτὴρ πληρῶσαι τὸν νόμον καὶ τοὺς προφήτας, τούτου χάριν «εὐλαβείσθω πᾶσα σὰρξ ἀπὸ προσώπου Κυρίου» τοῦ Θεοῦ, ὃ ἐπέφηνεν καὶ ἔδειξεν ὅτε ἐπληρώθη ἡ προφητεία ἡ οὕτως ἔχουσα· «Ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών», καὶ ἐπέλαμψεν ὡς «θεάσασθαι ἡμᾶς τὴν δόξαν αὐτοῦ, ὡς μονογενοῦς παρὰ Πατρός». Ἐξεγηγερμένος ἐκ τῶν ἁγίων νεφῶν ἃ ἡρμηνεύθησαν εἶναι Μωϋσῆς ὁ μέγας ἱεροφάντης καὶ οἱ κάτοχοι τοῦ ἁγίου Πνεύματος προφῆται, ἐπεδήμησεν ἐπὶ κούφης νεφέλης ἐπιβὰς τῷ καθ' ἡμᾶς κόσμῳ, Αἰγύπτῳ κατ' ἀναγωγὴν καλουμένῳ. Ἔχει δὲ οὕτω ἡ περὶ τούτων προφητεία ἔνθεν ἀρχομένη· «Ἰδοὺ Κύριος κάθηται ἐπὶ κούφης νεφέλης καὶ ἥξει εἰς Αἴγυπτον καὶ συσσεισθήσεται τὰ χειροποιητὰ αὐτῆς.» Μεταλημφθείσης δὲ τῆς Αἰγύπτου εἰς τὸν περὶ γῆν τόπον, ἁρμονίως καὶ ἡ κούφη νεφέλη ἀναχθήσεται εἰς τὴν ἐνανθρώπησιν τοῦ Σωτῆρος, καθίσαντος τοῦ Θεοῦ Λόγου ἐπὶ τὸν ἐκ τῆς Μαρίας προεληλυθότα. Τίς γὰρ οὕτω κούφη νεφέλη μὴ ἔχουσα βάρος ἁμαρτίας ἢ ἡ σὰρξ τοῦ Ἰησοῦ ἡ μὴ συνιστᾶσα ἐκ τῆς ἀνδρὸς πρὸς γυναῖκα συνόδου βαρυτάτης οὔσης, ἀλλ' ἐκ Πνεύματος ἁγίου ἐπελθόντος τῇ παρθένῳ τῇ πεῖραν ἀνδρὸς οὐκ ἐχούσῃ καὶ ᾗ ἡ τοῦ ὑψίστου δύναμις ἐπεσκίασεν, ὡς ἅγιον χρηματίσαι τὸ γεννηθὲν ἄνευ γάμου. Ἔτι δὲ μᾶλλον φανεροῦται τῆς κυριακῆς νεφέλης τὸ κοῦφον καὶ ἐλαφρὸν ἐκ τοῦ ἁμαρτίαν μὴ πεποιηκέναι μηδὲ ἐγνωκέναι αὐτὴν τὴν Ἰησοῦ ψυχήν. Οὐδὲν γὰρ ἕτερον καθέλκει καὶ βαρεῖ τὴν τῶν ἀνθρώπων ψυχὴν ὡς ἡ ἀνομία, ταλάντῳ μολίβου παραβαλλομένη, διὰ τὸ κάτω βρίθειν καὶ καθέλκειν τοὺς ἐνεργοῦντας αὐτήν· ἀλλ' ἡ τοῦ Ἰησοῦ οὐκ ἐπειράθη τοῦ βάρους τούτου, «δικαιοσύνην ἀγαπήσασα καὶ μισήσασα ἀνομίαν»· οὐκ ἔσχεν δὲ «οὐδὲ δόλον ἐν τῷ στόματι αὐτοῦ» τὸν πάντων ἁμαρτημάτων κατασπῶντα τὴν ψυχὴν τοῦ αὐτὸν ἔχοντος. Ἔδει οὖν τὸν ἐξεγηγερμένον Σωτῆρα ἐκ τῶν ἁγίων αὐτοῦ νεφῶν, πληρώσαντα τὰς περὶ αὐτοῦ προαναφωνήσεις, ἱδρυθῆναι βασιλικῶς ἐπὶ τῆς ἀποδοθείσης κούφης νεφέλης, ὑούσης τὸν εὐαγγελικὸν ὑετὸν ἐπὶ τῷ καρποὺς σωτηρίους ἀγαγεῖν τὴν οἰκουμένην καὶ σκεπάζειν ἀπὸ τοῦ καύματος ἐκείνου ἀφ' οὗ διασῴζεται ὁ νοήμων, κατὰ τὸ παροιμιῶδες θέσπισμα ὧδε ἔχον· «Διεσώθη ἀπὸ καύματος υἱὸς νοήμων.» Σκεπάζει δὲ καὶ ἀπὸ τοῦ κρύους τῆς ἁμαρτίας περὶ οὗ γέγραπται· «Ὡς ψύχει λάκκος ὕδωρ, οὕτω ψύχει κακία αὐτῆς.» Εἰς τοῦτο ἀλληγορικῶς λήμψει· «Βορέας ψυχρὸς ἄνεμος πνεύσει.» Τὰ οὕτω λεχθέντα
q.19
κατὰ θεωρίαν ἐν νῷ λαβόντες καρδίαν σαρκίνην ἐσχηκότες εἴκουσαν τοῖς Θεοῦ δικαιώμασιν καὶ προστάγμασιν, εὐλάβειαν τὴν πρὸς Θεὸν κατορθώσωμεν, ἵν' ἔτι μᾶλλον εὐεργετῶν ὁ Θεὸς τὰς σαρκίνας καὶ οὐ λιθίνας χαράξῃ ἐν αὐταῖς τῷ ζῶντι αὐτοῦ Πνεύματι γραφὴν θείαν, δι' ἧς ὠφελούμενοι τελειωθείημεν ὥστε τῇ ἀληθείᾳ πρόσωπον πρὸς πρόσωπον προσβαλεῖν, ὑπερβάντας τὸ εἰκονικῶς καὶ ἐκ μέρους αὐτὴν θεωρεῖν. Zach. III, 1: Καὶ ἔδειξέν μοι Κύριος Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν ἑστῶτα πρὸ προσώπου ἀγγέλου Κυρίου. Καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ ἀντικεῖσθαι αὐτῷ. Ἃ δείκνυσιν Θεὸς μεγάλα καὶ ὑπερφυῆ τυγχάνοντα, οὐκ αἰσθητὰ οὐδ' ἀνθρώπινά ἐστιν. Τούτου οὕτως ἔχοντος, δείκνυσιν ὁ Θεὸς τῷ προφήτῃ τὸν ἱερέα τὸν μέγαν Ἰησοῦν οὐκ ἀνθρωπίνως, ἀλλὰ θείως ἑστηκότα πρὸ προσώπου ἀγγέλου Κυρίου, οὐ τοσοῦτον τὸν τοῦ Ἰωσεδὲκ υἱὸν ὅσον τὸν δι' αὐτοῦ δηλούμενον, τὸν ἀληθῶς μέγαν ἱερέα, τὸν τοὺς οὐρανοὺς διεληλυθότα, τὸν «κατὰ τὴν τάξιν Μελχισεδὲκ» ἱερώμενον, οὐ κατὰ δύναμιν ἐντολῆς σαρκίνης μέχρι καιροῦ τινος κειμένην, ἀλλὰ κατὰ ἀπαράβατον ἱερωσύνην· εἴρηται γὰρ πρὸς αὐτόν· «Σὺ εἶ ἱερεὺς εἰς τὸν αἰῶνα.» Οὐχ ὡς ἔτυχεν δὲ ἐδείχθη ὑπὸ Κυρίου Ἰησοῦς ὁ μέγας ἱερεύς, ἀλλ' ἑστὼς ἀκλόνητος καὶ βεβαίως ἱδρύμενος, παραπλησίως τῷ λεχθέντι ἐν Εὐαγγελίῳ· «Ἑστὼς ὁ Ἰησοῦς ἐκέκραγεν λέγων· Εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω.» Διὰ τοῦτο γὰρ πᾶς ὁ ἐρχόμενος πρὸς αὐτὸν πίνει, ὅτι ἕστηκεν παραμόνως. Πρὸς τῷ δὲ ἑστῶτα αὐτὸν ἰδεῖν, δεικνύντος τοῦ Θεοῦ πρὸ προσώπου ἀγγέλου Κυρίου, καὶ ὁ διάβολος ὤφθη ἑστὼς ἐκ δεξιῶν αὐτοῦ ἀντικεῖσθαι αὐτῷ. Τίσιν δὲ ἔδει ἐναντιοῦσθαι καὶ ἀντικεῖσθαι τὸν διάβολον, ἢ τοῖς δεξιοῖς τοῦ δειχθέντος ὑπὸ Κυρίου, ἑστηκότος ἐπίπροσθεν τοῦ ἀγγέλου τοῦ τῆς μεγάλης βουλῆς; Ἔστη δὲ καὶ ἐκ δεξιῶν τοῦ Ἰούδα, ὡς ἐν ἑκατοστῷ ὀγδόῳ Ψαλμῷ λέγεται· «Κατάστησον ἐπ' αὐτὸν ἁμαρτωλόν, καὶ ὁ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ.» Ἀλλ' ὅρα γε διαφορὰν πολλὴν ἐν ταῖς λέξεσιν· τοῦ μὲν γὰρ προδόντος τὸν Σωτῆρα ἐν τοῖς δεξιοῖς ἵσταται προκατειληφότος αὐτά, «τόπον δεδωκότος τῷ διαβόλῳ». Εἴρηται γὰρ ὅτι «ἔβαλεν εἰς τὴν καρδίαν αὐτοῦ προδοῦναι» τὸν ἐκλεξάμενον αὐτὸν ἄριστον διδάσκαλον ἅμα καὶ Σωτῆρα. Καὶ μετὰ τὸ βαλεῖν εἰς τὴν καρδίαν, εἰσελήλυθεν εἰς αὐτὸν ἵν' ἐνεργῇ τὰ τῆς προδοσίας ἐν αὐτῷ ὡς ἐνεργεῖ ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας. Γέγραπται γὰρ ὅτι «μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς αὐτὸν ὁ Σατανᾶς». Τοῦ δὲ μεγάλου ἱερέως οὐκ ἄλλως ἕστηκεν ἐκ δεξιῶν ἢ τῷ ἀντικεῖσθαι αὐτῷ, μάλιστα ὅτε πορθεῖν ἐπιχειρεῖ τοὺς ὠφελουμένους καὶ παιδευομένους ὑπ' αὐτοῦ· ἦ οὐκ ἀντικειμένως ἐκ δεξιῶν ἵσταται, ὅτε ἐξαιτεῖται τοὺς εἰς τὴν πίστιν καὶ λοιπὴν ἀρετὴν κεκλημένους, κατὰ τὸ λεχθέν· «Ἰδοὺ ἐξῃτήσατο ὑμᾶς ὁ Σατανᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον, κἀγὼ ἐδεήθην ὑπὲρ ὑμῶν», ὦ Πέτρε μαθητὰ ἡμέτερε, «ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου»; Πρὸς τῷ μὴ βλαβῆναι δὲ οἷς ἀντίκειται, καὶ ἐξουσίαν κατ' αὐτοῦ λαμβάνουσιν, ἵνα πατῶσιν ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθρικῶς ἀντικειμένου, βλάβην οὐδ' ὅλως ὑφιστάμενοι διὰ τὸ ἐλπίζειν ἐπὶ τὸν συντρίβοντα ὑπὸ τοὺς πόδας τῶν ἁγίων τὸν στασιώδη καὶ λυμεῶνα διάβολον· γέγραπται γάρ· «Πᾶς ὁ ἔχων τὴν ἐλπίδα ἐπὶ τὸν Θεὸν» ἄβλητος καὶ ἀκλόνητος μενεῖ, οὐ ψαύοντος, οὐχ ἁπτομένου τοῦ πονηροῦ τοῦ βοηθουμένου ὑπὸ τῆς δεξιᾶς τοῦ Θεοῦ σκεπομένου. Ὅρα γοῦν τί κελαδῶν ὁ ὑμνῳδὸς πρὸς τὸν οὕτω ὑπὸ τὴν χεῖρα τοῦ Θεοῦ τυγχάνοντα· «Τὸν ὕψιστον ἔθου καταφυγήν σου, οὐ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου, ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ»· καὶ μετ' ὀλίγα· «Ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσει, καὶ καταπατήσεις λέοντα καὶ
q.20
δράκοντα.» Περὶ τοῦ οὕτω λεγομένου λέοντος καὶ δράκοντος, ἐν τῇ Ἰωάννου Ἀποκαλύψει λέγεται ὡς εἴη «ὁ ἀρχαῖος Σατανᾶς». Ἐκ παραλλήλου δόξει εἰρῆσθαι ἐν τῇ τοιαύτῃ θεωρίᾳ διάβολος καὶ Σατανᾶς ὁ αὐτός, ἑβραϊκὴ δ' οὖσα ἡ Σατανᾶς φωνὴ «ἀντικείμενος» σημαίνει τῇ Ἑλλήνων φωνῇ. Τούτων οὕτω θεωρουμένων, μακάριόν ἐστιν ἔχειν ἐχθρὸν καὶ ἀντικείμενον τὸν διάβολον καὶ μὴ φίλον· ἐπιβλαβὴς γὰρ ἡ τούτου ἑταιρία καὶ εἰς ὄλεθρον κατασπῶσα. Αὐτίκα γοῦν πλησιάσας τῷ Ἰούδᾳ, «υἱὸν ἀπωλείας» αὐτὸν ἐποίησεν καὶ ἴδιον τέκνον ὡς μετασχεῖν καὶ τῆς προσηγορίας αὐτοῦ. Φησὶν γὰρ ὁ Σωτὴρ περὶ αὐτοῦ πρὸς τοὺς δώδεκα μαθητάς· «Οὐχὶ τοὺς δώδεκα ὑμᾶς ἐξελεξάμην; Καὶ εἷς ἐξ ὑμῶν διάβολός ἐστιν.» Καὶ αὐτῷ δὲ τῷ Ἰησοῦ, καθὸ ἄνθρωπος γέγονεν ἀναλαβὼν ψυχὴν καὶ σῶμα ἀνθρώπου, ἐν τῷ ἐρήμῳ ἔστη ἀντικείμενος ἐκ δεξιῶν νηστεύοντι τεσσεράκοντα ἡμέρας καὶ νύκτας ἴσας. Ἦ οὐκ ἀντικείμενος ἀναγαγὼν αὐτὸν εἰς τὸ πτερύγιον τοῦ ἱεροῦ δολερῶς ἔφασκεν· «Βάλε σεαυτὸν ἐντεῦθεν κάτω», καὶ δείξας πάσας τὰς βασιλείας τῆς οἰκουμένης καὶ τὰς δόξας αὐτῶν· «Ταῦτα πάντα δώσω σοι», εἶπεν, «ἐὰν πεσὼν προσκυνήσῃς μοι». Πλὴν εἰ καὶ σὺν δόλῳ ταῦτ' ἔλεγεν, ἀνετράπη καὶ κατεβλήθη ἔξαθλος γενάμενος ὑπὸ τοῦ «πειραθέντος κατὰ πάντα» τοῖς ἄλλοις ἀνθρώποις. Δῴη δὲ καὶ ἡμῖν ὁ Θεὸς ὁ τῶν ἀβοηθήτων βοηθός, τὴν πάλην ἔχουσιν ἡμῖν «πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου καὶ τὰ πνευματικὰ τῆς πονηρίας», ἀπλήκτους καὶ ἀπτώτους διαμεῖναι, μηδ' ὅλως ἁψαμένου ἡμῶν τοῦ πονηροῦ. Zach. III, 2: Καὶ εἶπεν Κύριος πρὸς τὸν διάβολον· Ἐπιτιμήσαι Κύριος ἐν σοί, διάβολε, καὶ ἐπιτιμήσαι Κύριος ἐν σοὶ ὁ ἐκλεξάμενος Ἰερουσαλήμ. Οὐκ ἰδοὺ τοῦτο ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός; Ὁ Κύριος, φησίν, εἶπεν τῷ διαβόλῳ· Ἐπιτιμήσαι ἐν σοί, διάβολε. Καὶ ἐν τῇ παρούσῃ λέξει, ὁ Κύριος περὶ Κυρίου λέγει, ὁ Πατὴρ περὶ τοῦ Υἱοῦ, ὡς ἔμπροσθεν εἴρηται. Πῶς δὲ λέγει καὶ τί τῷ διαβόλῳ ὁ Κύριος ἐπιστατέον. Οὐ προφορικῷ λόγῳ χρώμενος κατά τινα μίαν τῶν ἀνθρωπίνων διαλέκτων ὁμιλεῖ τῷ διαβόλῳ ὁ πάντων δεσπότης· οὐδὲ γὰρ αὐτὸς φωνητικοῖς ὀργάνοις χρᾶται ἀσώματος καὶ νοερὰ οὐσία ὑπάρχων, οὐδὲ πρὸς ὃν ὁ λόγος διάβολος πληττομένην ἔχει ἀκοὴν ὑπὸ φωνῶν συγκειμένων ἐκ συλλαβῶν, μάλιστα ὅταν Θεὸς ᾖ ὁ λέγων. Ἐντυγχάνοντες γοῦν τῇ βίβλῳ τοῦ Ἰώβ, εὑρίσκοντες ἐκεῖ Θεὸν λέγοντα τῷ διαβόλῳ καὶ τῷ Θεῷ τὸν διάβολον, οὐχ οὕτω μικροφυεῖς ἐσμεν ὡς νομίσαι κατὰ προφορὰν ἀνθρωπίνης διαλέκτου γίνεσθαι τὰς ἐρωτήσεις καὶ ἀποκρίσεις· ἄλλως ἁρμόζει καὶ πρέπει τοῖς ἐκκειμένοις προσώποις. Λέγει μὲν γὰρ Θεὸς ὅταν ὃ βούλεται φανερώσῃ οἷς ἔκρινεν ἀκούειν αὐτοῦ, ὡς αὖ ἀκούει τῶν διαλεγομένων αὐτῷ γινώσκων ὃ ἔχουσιν ἐν ἡγεμονικῷ τῷ σφῶν. Καὶ ἐν τοῖς προκειμένοις γοῦν εἶπεν ὁ Κύριος τῷ διαβόλῳ, φανερώσας αὐτῷ τὸ ἀπαγγελλόμενον ἔχον οὕτως· «Ἐπιτιμήσαι Κύριος ἐν σοί, διάβολε», μόνον οὐχὶ λέγων· Σκεῦος ὀργῆς ἔσῃ ἐν ᾧ καὶ δι' οὗ ἐπιτιμῶνται οἱ κολαστέοι ἐπαξίως οἷς ἠργάσαντο φαύλως. Εἰ δὲ πρὸς αὐτὸν λέγοιτο τὸ «ἐν σοί», διάνοιαν ἔχει τὸ ῥητὸν τοιαύτην· ἐπεὶ ἐν σεαυτῷ κεκρυμμένως ἁμαρτάνεις, οὐ λανθάνεις δὲ τοῦτ' ἐνεργῶν, τὸ κρυπτόν σου καὶ πάντων προκαταλαμβάνων ὁ Θεὸς ἐπιτιμᾷ ἐν σοί, ἐπιστάμενος τὴν ἐν σοὶ κρυπτομένην κακουργίαν. Ὅτι δὲ οὕτως κακουργεῖ ὁ διάβολος καὶ πολλοὶ τῶν κατὰ πονηρίαν γεννηθέντων ὑπ' αὐτοῦ, πρὸς αὐτὸν ἐν Ἠσαΐᾳ ὁ Θεός φησιν· «Σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου· Εἰς τὸν οὐρανὸν ἀναβήσομαι», καὶ τὰ ἑξῆς μέχρι τοῦ· «ἔσομαι ὅμοιος τῷ ὑψίστῳ». Τούτῳ συνᾴδει καὶ τὸ ἐν Ψαλμοῖς εἰρημένον· «Φησὶν ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ.» Ἁμαρτάνων γὰρ ἐν ἑαυτῷ καὶ λέγων ἐν τῇ διανοίᾳ· «Εἰς τὸν οὐρανὸν ἀναβήσομαι», οὐ λαθὼν ἐν ἑαυτῷ δέχεται τὴν ἐπιτιμίαν. Ἰσοδυναμεῖ τοῖς εἰρημένοις τό· «Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ
q.21
ἔστιν Θεός.» Δείξας ὡς καὶ ὁ ἐν κρυπτῷ ἁμαρτάνων οὐ διαδιδράσκει τιμωρίαν, δείκνυσιν ἑξῆς τίς ἐστιν ὁ ἐπιτιμῶν, ὅτι ὁ ἐκλεξάμενος τὴν Ἰερουσαλὴμ ὑπάρχει. Πολυτρόπως δὲ ἀποδέδοται τίς ἐστιν ἡ ἐκλεκτὴ τοῦ Θεοῦ πόλις· καὶ γὰρ ἡ καθαρὰ ψυχὴ ἡ ὁρῶσα «τὴν πάντα νοῦν ὑπερέχουσαν εἰρήνην» Ἰερουσαλὴμ προσηγορεύετο, καὶ ἡ ἔνδοξος τοῦ Χριστοῦ Ἐκκλησία, «ἡ ἁγία καὶ ἄμωμος, ἡ σπίλον ἢ ῥυτίδα οὐκ ἔχουσα», καὶ κατὰ τὴν ὑπεραναβεβηκυῖαν ἀλληγορίαν ἡ ἐπουράνιος τοῦ ζῶντος Θεοῦ πόλις, κατὰ τὸ οὕτω γεγραμμένον· «Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει τοῦ Θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ καὶ μυριάσιν ἀγγέλων, πανηγύρει.» Τί δ' ἔσται ἐκ τοῦ «ἐπιτιμῆσαι τὸν Κύριον ἐν τῷ διαβόλῳ» φανεροῖ· φησὶν γάρ· «Οὐκ ἰδοὺ τοῦτο ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός;» Ἡμίκαυτον δὲ ξύλον ὁ δαλός, ἐγγὺς τοῦ εἰς ἄνθρακα μεταβαλεῖν φθάσας, μηκέτι ἔχων τὴν ἰσχὺν καὶ στερρότητα τοῦ ξύλου. Τοιοῦτοι δ' ἦσαν καὶ οἱ ἐχθροὶ τοῦ βασιλέως τῶν Ἑβραίων περὶ ὧν ὁ Θεὸς εἶπεν πρὸς αὐτόν· «Μὴ φόβου, μηδὲ ἡ ψυχή σου ἀσθενείτω ἀπὸ τῶν δύο δαλῶν τῶν καπνιζομένων τούτων.» Ὥσπερ οὖν οὗτοι ἀσθενεῖς ὤφθησαν ὑποπεσόντες τῇ διὰ πυρὸς κολάσει, οὕτω καὶ ὁ τῆς ἐπιτιμίας τυχὼν ὑπὸ Κυρίου τοῦ ἐκλεξαμένου τὴν Ἰερουσαλὴμ ἀσθενὴς γέγονεν ὡς μηκέτι καρπὸν φέρειν, ἀφῃρημένος τὴν ζωτικὴν δύναμιν, κατὰ τὸν ἐκσπασθέντα ἀπὸ πυρὸς δαλόν· οὐ γὰρ ἔτι τὸ οὕτω καταφλεχθὲν φυτὸν καρπὸν φέρειν δύναται, εἰ καὶ ἐξεσπάσθη τοῦ πυρὸς ἵνα μὴ τέλειο̣ ν ἀναλωθῇ καὶ εἰς τέφραν μεταβάλῃ, χρησιμεῦον εἰς ἑτέρας χρείας εἰς ἃς ὁ Θεὸς αὐτὸ παραλαμβάνει, πρὸς κάλου τοῖς κτιζομένοις, χωνευομένοις τε καὶ ἐλαυνομένοις ἀργυρέοις καὶ χρυσέοις σκεύεσι. Πῶς γὰρ οὐκ ἐκσπᾶται ἀπὸ τοῦ πυρὸς τῆς αἰχμαλωσίας ὁ λυτρωθεὶς ἀπ' αὐτῆς ὑπὸ τοῦ κηρύξαντος αἰχμαλώτοις ἄφεσιν καὶ κάθοδον δόντος εἰς τὴν πατρίδα ἣν πρότερον ᾤκουν πρὶν ἐπελθεῖν τοὺς πολεμίους τοὺς συλλαβομένους καὶ κατασπάσαντας αὐτούς. Zach. III, 3– 5: Καὶ Ἰησοῦς ἦν ἐνδεδυμένος ἱμάτια ῥυπαρά, καὶ εἱστήκει πρὸ προσώπου τοῦ ἀγγέλου. Καὶ ἀπεκρίθη καὶ εἶπεν πρὸς τοὺς ἑστηκότας πρὸ προσώπου αὐτοῦ λέγων· Ἀφέλετε τὰ ἱμάτια τὰ ῥυπαρὰ ἀπ' αὐτοῦ. Καὶ εἶπεν πρὸς αὐτόν· Ἰδοὺ ἀφῄρηκα τὰς ἀνομίας σου, καὶ ἐνδύσατε αὐτὸν ποδήρη, καὶ ἐπίθετε κίδαριν καθαρὰν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Καὶ περιέβαλον αὐτὸν ἱμάτια. Δυνατὸν ἐκλαβεῖν πρὸς ῥητὸν τὰς προκειμένας φωνὰς περὶ Ἰησοῦ τοῦ ἱερέως τοῦ μεγάλου, τοῦ δεικνύντος εἰκονικῶς τὸν ἀληθῶς πιστὸν ἀρχιερέα, ἀπαράβατον ἱερωσύνην ἔχοντα. Ἐπεὶ γὰρ ἀγαπητικοὶ τυγχάνουσιν οἱ ἅγιοι, συμπαθοῦσιν τοῖς ἐν κακοπραγίᾳ, ἀπὸ συμπαθείας «κλαίοντες μετὰ κλαιόντων». Τούτου ἕνεκα ἀκμὴν ἔτι ἐν αἰχμαλωσίᾳ τυγχάνοντος τοῦ πέσαντος Ἰσραήλ, ὁ τὴν κηδεμονίαν ἐγκεχειρισμένος ἱερεύς, πενθῶν καὶ συγκακούμενος, ῥυπαρὰ ἱμάτια ἐνδέδυται, ἅπερ ἀφαιρεθῆναι ἀπ' αὐτοῦ προστάττει ὁ παρὼν αὐτῷ ἄγγελος. Ἔστιν δὲ τὰ ἱμάτια τὰ ῥυπαρὰ αἱ ἄνευ νόμου ἐπιτελούμεναι πράξεις· μετὰ γὰρ τὸ εἰπεῖν· «Ἀφέλετε αὐτοῦ τὰ ῥυπαρὰ ἱμάτια», ἁρμονίως ἐπιφέρεται· «Ἰδοὺ ἀφῄρηκα τὰς ἀνομίας σου.» Ἀφαιρεθεισῶν τῶν ἀνομιῶν αἵτινές εἰσιν ῥυπαρὰ ἱμάτια, ἐνδιδύσκεται τὸν ποδήρη, ἱερατικὸν ὄντα χιτῶνα, κοσμοῦντα μέχρι τῶν ποδῶν τὸν ἀμφιεννύμενον, καὶ ἐπιτίθεται κίδαρις καθαρὰ ἐπὶ τὴν κεφαλὴν τοῦ ἱερατικῶς θεραπεύοντος «τὸν ἐληλυθότα Κύριον καὶ κατασκηνώσαντα ἐν μέσῳ» τῆς Σιὼν καὶ Ἰερουσαλήμ. Ἐπὶ τῇ ἀποκαταστάσει καὶ ἀνοικοδομῇ τῆς πόλεως καὶ τοῦ ναοῦ, ἐνδιδύσκεται ὁ προϊστάμενος τῶν ἐλευθερωθέντων ἀπὸ τῆς αἰχμαλωσίας «ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης», ἀποβαλὼν τὰ ῥυπαρὰ ἱμάτια διὰ τὸ μηκέτι πενθεῖν, ἀλλὰ ἀγαλλιᾶν καὶ εὐφραίνεσθαι, σωθέντων ἀπὸ τῆς αἰχμαλωσίας τῶν πειραθέντων αὐτῆς. Τίσιν δὲ προστάττεται ἀφελεῖν ἀπ' αὐτοῦ τὰ ἱμάτια τὰ πενθικά, ῥυπαρὰ ὠνομασμένα, ἢ
q.22
τοῖς αἰτίοις γεγενημένοις ἐν τῷ ἁμαρτάνειν τοῦ τοιαῦτα ἄμφια ἐνδεδῦσθαι; Δυνατὸν ἐκλαβεῖν ἀγγέλους θείους εἶναι τοὺς τὴν πρόσταξιν λαμβάνοντας, παρεμβάλλοντας κύκλῳ τῶν φοβουμένων τὸν Θεὸν ἐπὶ τῷ ῥύσασθαι αὐτούς, ὥστε μηκέτι κατηφεῖν καὶ σκυθρωπάζειν ἐπὶ παρούσῃ δυσπραγίᾳ. Πρὸς τοῖς εἰρημένοις πρὸς τὴν ῥητὴν διήγησιν, καὶ τὰ πρὸς διάνοιαν θεωρητέον. Ἰησοῦς ὁ μέγας ἀρχιερεύς, οὗ τύπον φέρει ὁ εἰκονικὸς Ἰησοῦς ὁ ἐν τῇ Βαβυλῶνι μετὰ τῶν αἰχμαλώτων διάγων, ἐνεδέδυτο ῥυπαρὰ ἱμάτια τὰς πάντων ἀνθρώπων ἁμαρτίας, οὐχ ἁμαρτὼν αὐτὸς μηδὲ πειραθεὶς ἁμαρτίας. Ἵν' ἐκδύσηται καὶ ἀποβάλῃ τὸ ὑπὲρ ἡμῶν ἐνεδύσατο ὕφασμα τῆς ἁμαρτίας, ἐπὶ τὸν σταυρὸν ἀναβαίνει, ὡς τὸν θεολόγον Πέτρον, τὸν ἀπόστολον Χριστοῦ, γράφειν· «Ὃς τὰς ἁμαρτίας ἡμω῀̣ ν ἀνήνεγκεν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵν' ἀπογενόμενοι ταῖς ἁμαρτίαις τῇ δικαιοσύνῃ αὐτοῦ ζήσωμεν.» Συνῳδὰ καὶ «τὸ τῆς ἐκλογῆς σκεῦος» Παῦλος ἐπιστέλλει οὕτω γράφων· «Ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐθριάμβευσεν παρρησίαν ἐν τῷ ξύλῳ, ἐξαλείψας τὸ καθ' ἡμῶν χειρόγραφον, ῥήξας αὐτὸ καὶ ἄρας ἐκ τοῦ μέσου», ἵν' ἐν παρρησίᾳ θριαμβεύσας ἀποδύσηται τ̣ ὰς περιέκειτο πρότερον ἀρχὰς καὶ ἐξουσίας. Πῶς γὰρ οὐκ ἐνδιδύσκεται ταύτας ὁ ἐνεργῶν ἃ ὑποβάλλουσι χείρονα καὶ κακὰ φρονήματα; Κατασκευαστέον δὲ ἐκ τοῦ ἐναντίου τὴν θεωρίαν. Ὁ πράττων καὶ φρονῶν ἃ διδάσκει ὁ Σωτὴρ αὐτὸν ὄντα Χριστὸν ἐνδύεται κατὰ τὸ· «Ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν», καὶ τό· «Ὅσοι Χριστὸν ἐνεδύσασθε.» Ὁ πράττων καὶ διανοούμενος τὰ τῶν πονηρῶν ἀρχῶν καὶ ἐξουσιῶν, πρὸς ἃς ἔχουσι τὴν πάλην οἱ σωτηρίως ἀθλοῦντες, ἐνδιδύσκεται αὐτάς, τὰς κατ' αὐτὰς ποιότητας δεχόμενος. Ταύτας ὁ Κύριος καὶ Σωτὴρ ἡμῶν ἀπεξεδύσατο, ἀναλαβὼν τὰς ἡμετέρας ἁμαρτίας· εἴρηται γὰρ περὶ αὐτοῦ· «Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται», καὶ μεθ' ἕτερα ἐν τῇ Ἠσαΐου προφητείᾳ λέγεται· «Καὶ ἁμαρτίας πολλῶν ἀνοίσει.» Κἂν τοίνυν Ἰησοῦς ἐνδεδυκὼς θεωρῆται ἱμάτια ῥυπαρά, οὐκ αὐτοῦ ταῦτα τυγχάνει, οὐχ ὑφάνας, οὐ κατασκευούσας αὐτά. Ὑπὲρ γὰρ τῶν ποιησάντων καὶ προηγουμένως φορούντων αὐτά, χάριτι τοῦ ἀγαθοῦ Θεοῦ ἐνεδύσατο αὐτά, «ἵν' ὑπὲρ παντὸς γευσάμενος θανάτου» ἔξω ποιήσῃ θανάτου τοὺς ὑπὲρ ὧν ἐγεύσατο αὐτοῦ, μόνον θιγὼν καὶ πλησιάσας αὐτῷ. Αὐτίκα γοῦν καὶ ἐνδυσάμενος τὰ ῥυπῶντα ἐσθήματα, πρὸ προσώπου τοῦ ἀγγέλου ἕστηκεν, οὐδαμῶς χωριζόμενος αὐτοῦ. Τί δὲ λέγει ὁ ἄγγελος τοῖς πρὸ προσώπου τοῦ Ἰησοῦ ἑστηκόσιν; «Ἀφέλετε τὰ ἱμάτια τὰ ῥυπαρὰ ἀπ' αὐτοῦ»· οὐ γὰρ αὐτοῦ, ἀλλ' ὑμέτερά ἐστιν· ἐπεὶ γὰρ ὑμῶν πραττόντων τὰ ἀπαγορευόμενα ῥυπῶσαν αὐτὸς ἐσθῆτα περ̣ ίκειται, μεταγνόντες ἐφ' οἷς ἁμαρτητικῶς ἐποιεῖτε, ἔξω ποιήσατε αὐτὸν τῶν ῥύπων τῶν ἁμαρτιῶν. Ῥητέον δὲ καὶ ἑτέρως· «μὴ γνοὺς Ἰησοῦς ἁμαρτίαν, ἁμαρτία ὑπὲρ ἡμῶν γέγονεν ὑπὸ τοῦ Θεοῦ», σταυρὸν ἀναδεξάμενος, «ἵνα ἡμεῖς δικαιοσύνη Θεοῦ ἐν αὐτῷ γενώμεθα». Οὗ συμβάντος, αἵρεται ἀπ' αὐτοῦ τὸ ἁμαρτία γεγονέναι, ἵνα μηκέτι ἔχῃ τὰ ἄλλων ῥυπαρὰ ἱμάτια. Ὡσαύτως ῥυπῶσαν ἐσθῆτα περίκειται, ὅταν ὑπὲρ ἡμῶν πάντων γένηται κατάρα ἵν' εὐλογίας τύχωμεν, ἥνπερ ἐκδιδύσκεται ὅταν ἀπολάβωμεν τὴν εὐλογίαν, ἣν ἵνα ὑπαρχθῇ κατάραν ἀνεδέξατο, αἰσχύνης καταφρονήσας ἵνα ζῶντες κατὰ Θεὸν γενώμεθα. Ἀφαιρέσεως γεγενημένης τῶν ῥυπαρῶν ἐνδυμάτων, ἐνδύεται ἀρχιερεὺς ὢν μέγας καὶ ἀληθινὸς τὸν ἱερατικὸν χιτῶνα ποδήρη καλούμενον, καὶ κίδαριν περιτίθεται καθαράν, καὶ περιβάλλεται ὑφ' ἡμῶν ἱμάτιον τὸ ἀνθρώπου σῶμα. Αἴτιοι γὰρ γενάμενοι τοῦ χρήσασθαι αὐτὸν τοιούτῳ ἐνδύματι, ἡμεῖς αὐτὸν περιβάλλομεν. Πλὴν εἰ καὶ περιβέβληται τὸ λεχθὲν ἱμάτιον τῷ Θεῷ λέγων· «Σῶμα δὲ κατηρτίσω μοι», ἀλλ' οὖν μένει πάλιν ἱερεὺς μέγας περικείμενος τὸν ἱερατικὸν χιτῶνα, τὸν ποδήρη ἐκεῖνον πρὸς ὃν τὸν αἰσθητὸν
q.23
κατεσκεύασαν πνεύματος σοφίας πεπληρωμένοι ὑφάνται. Πᾶσα γὰρ ἡ σκηνὴ καὶ τὰ σκεύη αὐτῆς καὶ ὁ κόσμος ὃν περίκειται ὁ ἀρχιερεὺς κατεσκευάσθησαν κατὰ τὸν τύπον τὸν δειχθέντα ἐν τῷ ὄρει τῷ ἱεροφάντῃ. Σκέπει δὲ τὴν κεφαλήν, τοῦτ' ἔστιν τὸν νοῦν, τοῦ ἱερέως τοῦ μεγάλου ἡ καθαρὰ κίδαρις· καὶ τάχα τὸ κεφάλαιον τῆς περὶ Χριστοῦ θεολογίας ἡ κίδαρίς ἐστιν, οὐδὲν ὑλικὸν ἢ ῥυποῦν ἔχουσα, ὁ δὲ ποδήρης ἡ περὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ θεωρία. Zach. III, 5® 7: Καὶ ὁ ἄγγελος Κυρίου εἱστήκει. Καὶ διεμαρτύρατο ὁ ἄγγελος Κυρίου πρὸς Ἰησοῦν λέγων· Τάδε λέγει Κύριος παντοκράτωρ· Ἐὰν ταῖς ὁδοῖς μου πορεύῃ καὶ ἐν τοῖς προστάγμασίν μου φυλάσσῃ, καὶ σὺ διακρινεῖς τὸν οἶκόν μου. Καὶ ἐὰν διαφυλάξῃς τὴν αὐλήν μου, καὶ δώσω σοι ἀναστρεφομένους ἐν μέσῳ τῶν ἑστηκότων τούτων. Ἑστὼς ἄγγελος Κυρίου βεβαίως καὶ ἀμετακινήτως διεμαρτύρατο τῷ Ἰησοῦ λέγων· «Τάδε λέγει Κύριος παντοκράτωρ· Ἐὰν ταῖς ὁδοῖς μου πορεύῃ, καὶ τὰ προστάγματά μου φυλάσσῃς.» Ὁδοὶ δὲ Κυρίου αἱ ἀρεταὶ τυγχάνουσιν κατὰ τὴν φυλακὴν τῶν προσταγμάτων αὐτοῦ τελούμεναι, περὶ ὧν ὁ ἅγιός φησιν τῷ Θεῷ· «Τὰς ὁδούς σου, Κύριε, γνώρισόν μοι, καὶ τὰς τρίβους σου δίδαξόν με.» Αὐτὰς ὁ βαδίζων καὶ τρίβων τῷ συνεχῶς ἐπιβαίνειν, θείων ἀμοιβῶν τεύξεται, λαμβάνων ὑπὸ Κυρίου τὸ «διακρίνειν τὸν οἶκον αὐτοῦ καὶ διαφυλάσσειν τὴν θείαν αὐλὴν αὐτοῦ». Οἶκον ἐν τούτοις ἐκλημπτέον οὐ τόπον καὶ οἰκοδόμημα, ἀλλὰ τὸ ἄθροισμα τῶν συμπληρούντων αὐτόν, καθὸ σημαίνων ὁ Ἀπόστολός φησιν· «Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκός ἐσμεν ἡμεῖς.» Καὶ πρὸς Τιμόθεον ἐπιστέλλει· «Ἂν βραδύνω, ἵν' εἰδῇς πῶς δεῖ σε ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας.» Διακρίνεται δὲ οὗτος ὁ οἶκος ὑπὸ Ἰησοῦ, τιθέντος ἐν τῇ Ἐκκλησίᾳ «ἀποστόλους, προφήτας, ποιμένας, διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων». Οὐ γὰρ ὡς ἔτυχεν, ἀλλὰ μετὰ πολλῆς διακρίσεως καὶ διαστολῆς, ὃ μέν τις τίθεται εἰς ἀποστόλου βαθμόν, ὃ δὲ εἰς προφήτου τόπον, ἕτεροι δὲ εἰς τὸ νέμειν τὴν Χριστοῦ ποίμνην καὶ ἄλλων τὴν θείαν παίδευσιν ἐκπονεῖν τοῖς πρὸς τὸ μανθάνειν ηὐτρεπισμένοις ἁγίοις τυγχάνουσιν. Τούτοις ὅμοιόν ἐστιν τὸ ἐν Ψαλμοῖς ὧδε ἔχον· «Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρίνει.» Ὁ οὕτω χρηματίζων Θεοῦ οἶκος κατ' ἄλλην νόησιν σῶμα Χριστοῦ τυγχάνει ἐκ πολλῶν μελῶν συγκείμενον καὶ καταρτιζόμενον· ὀφθαλμοὶ γοῦν αὐτοῦ τυγχάνουσιν οἱ θεωρητικὸν βίον ἑλόμενοι, ὡς αὖ χεῖρες αὐτοῦ εἰσιν οἱ πρακτικοί, ἐργαζόμενοι τὰ τῆς ἀρετῆς ἔργα, ὤτων καλουμένων τούτου τοῦ σώματος τῶν συνετῶν ἀκροατῶν ὧν ἕκαστος ἐρεῖ· «Ἡ παιδεία Κυρίου ἀνοίγει μου τὰ ὦτα.» Καταλλήλως πόδες τοῦ Χριστοῦ σώματος λεχθεῖεν «οἱ τῇ σπουδῇ μὴ ὀκνηροί». Ἑπομένως τῷ διακρίνειν τὸν οἶκον Κυρίου, καὶ τὸ θεῖον σῶμα διακρίνειν, ἵν' ὃ μέν τις ὡς προείρηται ὀφθαλμὸς ᾖ, ὃ δὲ χεὶρ δραστήριος ὧν καλὸν ἐνεργεῖν καὶ ἀποτελεῖν ἐργαζόμενον. Ἁρμονίως καὶ περὶ τῶν λοιπῶν μελῶν λεχθήσεται. Παραπλησίως τῷ διακρίνειν τὸν οἶκον τοῦ Θεοῦ, καὶ τὴν θείαν αὐλὴν αὐτοῦ διαφυλάσσει, περὶ ἧς τὸ ἅγιον Πνεῦμα βοᾷ τοῖς σπεύδουσιν ἐν αὐτῇ διατρίβειν· «Προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ.» Τί δὲ τὸ ἆθλον τοῦ διακρίνοντος τὸν Θεοῦ οἶκον καὶ διαφυλάσσοντος τὴν αὐλὴν αὐτοῦ παρίσταται ἐν τῷ· «Καὶ δώσω σοι ἀναστρεφομένους ἐν μέσῳ τῶν ἑστηκότων τούτων.» Ἑστηκότες δὲ δείκνυνται οἱ βεβαίως κατὰ ἁγιότητα ἱδρύμενοι, στάσιν μόνιμον κατὰ πίστιν ἀπειληφότες, οἷς προφωνῶν ὁ Ἀπόστολος γράφει· «Καὶ γὰρ τῇ πίστει ἑστήκατε.» Τοὺς οὕτω «τεθεμελιωμένους καὶ ῥεριζομένους» τελείως «ἐν ἀγάπῃ» σημαίνων ὁ Σωτὴρ ἐν Εὐαγγελίῳ φησίν· «Εἰσίν τινες τῶν ὧδε ἑστηκότων.» Ἀνὰ μέσον τῶν οὕτως ἑστηκότων τῷ Ἰησοῦ ὑπὸ Θεοῦ δίδονται ἀναστρεφόμενοι κατὰ πολιτείαν
q.24
θείαν καὶ θεωρίαν τῆς ἀληθείας. Ἐν οἷς ἀνθρώποις, ἀληθῶς τυγχάνουσι κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ, συνανεστράφη ὁ λαβὼν αὐτοὺς ὑπὸ τοῦ Πατρὸς Ἰησοῦς, «ἐπὶ τῆς γῆς ὀφθεὶς ἵνα συναναστραφῇ τοῖς ἀνθρώποις», τύπον καὶ ὑπογραμμὸν παρέχων τοῖς προῃρημένοις μιμεῖσθαι αὐτόν. Κατὰ δεύτερον λόγον ἐρεῖς ἑστηκότας δεικνυμένους τοὺς χορεύοντας ἀγγέλους συναγομένους κατὰ «χιλιάδας χιλιάδων καὶ μυριάδας μυριάδων» αἰνούντων τὸν παμβασιλέα Σωτῆρα καὶ λειτουργούντων αὐτῷ. Τούτων τῶν παραστατῶν τῷ αὐτῶν δημιουργῷ ἀνὰ μέσον ἀναστρεφόμενοι δίδονται οἱ μετὰ ἀνάστασιν ἰσάγγελοι γινόμενοι, οὐκέτι γαμοῦντες ἢ γαμιζόμενοι, οὐκέτι ἀποθανεῖν δυνάμενοι, παυσαμένης τῆς ἐγγάμων καὶ παιδοποιίας διαδοχῆς, ἐπείπερ «τὸ φθαρτὸν αὐτῶν ἀφθαρσίαν καὶ τὸ θνητὸν ἀθανασίαν ἐνεδύσατο». Πῶς γὰρ οὐκ ἐν μέσῳ τῶν ἑστηκότων ἀθανάτων ἀγγέλων καὶ τῶν ἑτέρων θείων δυνάμεων ἀναστρέφεται ὁ ἀγαμίαν κατορθῶν, «μεριμνῶν τὰ τοῦ Κυρίου, ἀπερισπάστως» ἀεὶ ὢν «εὐπάρεδρος» τὸν θεραπεύειν ἱερατικῶς εἵλατο, εὐγενῶς δουλεύειν αὐτῷ, ἵν' οὕτω φράσω, προθέμενος. Ὁμοίως καὶ «ἡ παρθένος, πνεύματι καὶ σώματι ἁγία» τυγχάνουσα, ἀπερισπάστως εὐαρεστεῖ τῷ θείῳ νυμφίῳ, οὐδὲ κατὰ ποσὸν αὐτοῦ ἀπολείπεσθαι ἀνεχομένη. Καὶ συλλήβδην εἰπεῖν πάντες οἱ τῷ Σωτῆρι πλησιάζοντες τῷ μετέχειν αὐτοῦ ἀναστρέφονται ἀνὰ μέσον τῶν ἀεὶ καὶ διηνεκῶς ἑστηκότων ἐν ἁγιότητι. Εἷς τῶν οὕτως ἀναστρεφομένων ὑμνῶν τὸν παμβασιλέα ἀνεφθέγξατο· «Ἐναντίον ἀγγέλων ψαλῶ σοι.» Zach. III, 8® 9: Ἄκουε δή, Ἰησοῦ ὁ ἱερεὺς ὁ μέγας, σὺ καὶ οἱ πλησίον σου καὶ οἱ καθήμενοι πρὸ προσώπου σου, διότι ἄνδρες τερατοσκόποι εἰσίν. Διότι ἰδοὺ ἄγω τὸν δοῦλόν μου ἀνατολήν, διότι ὁ λίθος ὃν ἔδωκα πρὸ προσώπου Ἰησοῦ, ἐπὶ τὸν λίθον τὸν ἕνα ἑπτὰ ὀφθαλμοί εἰσιν. Ὁ διαμαρτυρόμενος ἄγγελος Κυρίου τῷ Ἰησοῦ τῷ μεγάλῳ ἱερεῖ τάδε φησίν· Ἄκουε σύ, Ἰησοῦ, ὁ μέγας ἱερεὺς ὤν· ἀκουέτωσαν δὲ καὶ οἱ πλησίον σου καὶ οἱ καθήμενοι πρὸ προσώπου σου, τερατοσκόποι ἄνδρες ὄντες, ὅτι ἐγὼ καλῶ τὸν δοῦλόν μου ἀνατολήν, ὅτι ἐπὶ τὸν λίθον ὃν ἔδωκα πρὸ προσώπου Ἰησοῦ ἑπτὰ ὀφθαλμοί εἰσιν αὐτοῦ. Ἱερεὺς μέγας Ἰησοῦς ἐν τοῖς πρότερον ἀποδέδοται ὁ κατὰ τὴν τάξιν Μελχισεδὲκ ἱερατεύων, περὶ οὗ Ἑβραίοις ἐπιστέλλων ὁ Ἀπόστολος γράφει· «Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν.» Καὶ ὅρα ὅτι οἱ δυνάμενοι κατανοεῖν ὡς πιστός ἐστιν τῷ ποιήσαντι αὐτὸν ὁ ἀπόστολος καὶ ἀρχιερεὺς τῆς ὁμολογίας ἡμῶν ἅγιοι τυγχάνουσιν, κλήσεως ἐπουρανίου μετέχοντες. Οὐ γὰρ παντός ἐστι θεωρεῖν πῶς πιστός ἐστιν τῷ ποιήσαντι αὐτὸν ἀπόστολος καὶ ἱερεὺς Ἰησοῦς, ἀλλὰ μόνου καὶ παντὸς τοῦ σοφίαν δυναμένου λαλεῖν ἐν τοῖς τελείοις, τοῦ δυναμένου φάναι· «Ἰησοῦν ἑώρακα» τοῖς ὀφθαλμοῖς τῆς καρδίας μου πεφωτισμένοις πρὸς τοῦ ἀληθινοῦ φωτός. Ἀμέλει γοῦν οἱ κλήσεως ἐπουρανίου μὴ μετέχοντες, καὶ ἐκ τῆς λέξεως ταύτης ἀπατῶσιν καὶ αὐτοὶ προηπατημένοι, κτίσμα καὶ ποίημα λέγοντες εἶναι τὸν τοῦ Θεοῦ Υἱόν. Σφάλλονται δὲ ἀνοήτως οἱ ἠλίθιοι, τὸ «ποιήσαντα αὐτὸν» ἐπὶ δημιουργίας καὶ τῆς εἰς τὸ εἶναι παραγωγῆς λαμβάνοντες, τοῦ γράψαντος τὴν ἐπιστολὴν οὐ βουλομένου τοῦτο. Τὸ γὰρ πιστὸν ἀπόστολον καὶ ἀρχιερέα γίνεσθαι φανεροῖ βέβαιον καὶ ἀμετακίνητον ἀπόστολον καὶ ἱερέα ἀποδείκνυσθαι· οὐ γὰρ ἀεὶ ἀπόστολος καὶ ἱερεὺς Ἰησοῦς ἐστιν, ἀλλ' ἀφ' οὗ ὑπάρχουσιν οἱ πρὸς οὓς ἀποστέλλεται καὶ ὑπὲρ ὧν ἱερᾶται, οἷς καὶ δι' οὓς ἡ δεῦρο κάθοδος γέγονεν τοῦ ἀποσταλέντος ὑπὸ τοῦ Πατρός, ὅτε «κλίνας οὐρανὸν κατέβη» πρὸς οὓς ἀπεστάλη καὶ ὧν ἱερεύς ἐστιν. Πολλαὶ δέ εἰσιν γραφαὶ διὰ τοῦ πιστοῦ σημαίνουσαι τὸ βέβαιον καὶ ἀκράδαντον· τὸ γὰρ περὶ Θεοῦ λεγόμενον ὅτι· «Πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ, ἐστεριγμέναι εἰς τὸν αἰῶνα τοῦ
q.25
αἰῶνος», καὶ τό· «Δώσω ὑμῖν τὰ ὅσια Δαυὶδ τὰ πιστά», ἔτι μὴν καὶ τό· «Ἀναστήσω ἐμαυτῷ ἱερέα πιστόν», τὸ βέβαιον καὶ ἀμετάθετον δηλοῦσιν, τῶν κατὰ τὸν πνευματικὸν νόμον ἐντολῶν τοῦ Θεοῦ πιστῶν ὑπαρχουσῶν διὰ τὸ ἀμετάθετον, τῶν κατὰ τὴν σκιὰν τοῦ νόμου ἐντολῶν μετατιθεμένων ἐκ τοῦ γράμματος ἐπὶ τὸ πνεῦμα καὶ ἐκ τῆς σκιᾶς ἐπὶ τὴν ἀλήθειαν. Ταύτῃ τῇ θεωρίᾳ καὶ τὰ τοῦ ἀληθινοῦ Δαυίδ, τοῦ τῇ χειρὶ ἱκανοῦ, ὁ Σωτὴρ κατὰ τὸν ἄνθρωπόν ἐστιν, οὗ τὰ ὅσια πιστά ἐστιν τῷ ἀεὶ μένειν, μενόντων τῶν λόγων αὐτοῦ κἂν ὁ οὐρανὸς καὶ ἡ γῆ παρέλθωσιν· διὸ καὶ ἱερεὺς πιστὸς ὑπάρχει, ἀπαράβατον ἱερωσύνην ἔχων εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδὲκ τυγχάνων καὶ ἀποδειχθείς. Τούτῳ τῷ μεγάλῳ ἱερεῖ ὁ ἄγγελος Κυρίου λέγει· «Ἄκουε δή, Ἰησοῦ ὁ ἱερεὺς ὁ μέγας, σὺ καὶ οἱ πλησίον σου» οἱ πνευματικῶς ἱερεῖς, οἱ τεταγμένοι ὑπὸ σὲ ἀρχιερέα ὄντα, πρὸς οὓς καὶ ἐν Ἠσαίᾳ λέγεται δικαίους ὄντας· «Ὑμεῖς δὲ κληθήσεσθε ἱερεῖς λειτουργοὶ Θεοῦ.» Ἔχουσιν δὲ ταύτην τὴν ἐπαγγελίαν μάλιστα οἱ διὰ παντελοῦς ἁγνείας τῆς ἐν ἀγαμίᾳ θεραπεύοντες Θεόν. Οὐ μόνον δὲ οὗτοι ἀκούουσιν τοῦ ἀγγέλου σὺν τῷ Ἰησοῦ τῷ ἱερεῖ τῷ μεγάλῳ, ἀλλὰ καὶ οἱ καθήμενοι πρὸ προσώπου αὐτοῦ. Οὗτοι δ' εἰσὶν οἱ ἐν τῇ παλιγγενεσίᾳ τῇ κατὰ τὴν ἀνάστασιν τῶν νεκρῶν καθήμενοι πρὸ προσώπου τοῦ Σωτῆρος, κριτοῦ καὶ βασιλέως ὄντος, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Οὐχ ἕτεροι δὲ τῶν ἀποστόλων οὗτοι οἱ ἀκούοντες σὺν τῷ Ἰησοῦ τῶν θείων λόγων τοῦ ἀγγέλου· πλησίον ὄντες αὐτοῦ καὶ οἱ καθήμενοι πρὸ προσώπου αὐτοῦ, οὐ νήπιοι οὐ παῖδες τυγχάνουσιν, ἀλλ' ἄνδρες τέλειοι καταντήσαντες εἰς ἄνδρα τέλειον τοῦ πληρώματος τῆς γνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ. Διὸ καὶ τερατοσκόποι εἰσίν, σοφῶς ἐφιστάνοντες ταῖς τεραστίοις δυνάμεσι τοῦ Κυρίου, ὡς καταλαμβάνειν τὰ δι' αὐτῶν δηλούμενα. Ταύτης τῆς ἐπιστήμης ὁ μέγας ἱεροφάντης Μωϋσῆς καὶ ὁ ἀδελφὸς αὐτοῦ ἀρχιερεὺς Ἀαρών· γέγραπται γὰρ ὡς «Ἔθετο ὁ Θεὸς ἐν αὐτοῖς τοὺς λόγους τῶν σημείων καὶ τῶν τεράτων αὐτοῦ». Πῶς δὲ οὐ τερατοσκόπος ὁ θεόθεν σχὼν οὐχ ἁπλῶς τὴν θέαν τῶν τεράτων καὶ σημείων, ἀλλὰ τῶν λόγων αὐτῶν καθ' οὓς ταῦτ' ἐπιτελεῖται. Ἔστι δὲ μαρτύρασθαι τῇ θεωρίᾳ ἐξ ἑνὸς καὶ δευτέρου ἀναγραφέντων ἐν τοῖς Εὐαγγελίοις· σημεῖον καὶ τέρας ἦν τὸ εἰς ὄψιν ἀγαγεῖν τὸν ἀπὸ γενετῆς τυφλόν, πηλοῦ ἐπιχρισθέντων τῶν ὀφθαλμῶν αὐτοῦ, συνδευθέντος ἐκ γῆς καὶ τοῦ πτύσματος τοῦ εὐεργέτου. Τούτου τοῦ παραδόξως γεγενημένου, τερατοσκόπος ἐστὶν ὁ θεωρῶν τὸ δι' αὐτοῦ δηλούμενον πρωτότυπον. Τὸν γὰρ ἀπὸ ἐθνῶν λαὸν μηδαμῶς ὁρῶντα πρότερον τῷ κατὰ ἀθεότητα καὶ ἄγνοιαν Θεοῦ ἀνατετράφθαι ἀπὸ γενετῆς τυφλὸν εἶναι ἡγητέον, ἀναβλέψαντα τότε ὅτε κατὰ σάρκα γνοὺς Χριστὸν ἐπεχρίσθη τοὺς ὀφθαλμοὺς τὸν ἐκ τοῦ πτύσματος Ἰησοῦ γενάμενον πηλόν, πεῖραν λαβὼν τῆς ἐνανθρωπήσεως τοῦ εἰς τὸ ὁρᾶν αὐτὸν ἀγαγόντος. Πρὸς τούτοις καὶ ἡ αἱμορροοῦσα γυνὴ ὅλοις ἔτεσι δώδεκα, ἔξω γέγονεν τῆς φορᾶς τοῦ ἀκαθάρτου αἵματος δι' ἣν ἐκωλύετο τίκτειν, ἐκ τοῦ ἅψασθαι τοῦ κρασπέδου Ἰησοῦ. Παραδόξως καὶ τεραστίως ἐπετελεῖτο· ὁ γνῶσιν αὐτοῦ λαβὼν τερατοσκόπος ἐστίν, μετάγων τὸ εἰς τὴν γυναῖκα τεραστίως γεγονός, εἰς τὴν καθαρισθεῖσαν ἀπὸ τῶν ἐθνῶν ἐκκλησίαν. Δείξας πάντα τὰ τεθεωρημένα ἐν τοῖς ἐκκειμένοις ῥητοῖς, «Ἐγώ, φησίν, ὁ παντοκράτωρ Κύριος, τὸν δοῦλόν μου ἄγω ἀνατολήν», δοῦλον ἑαυτοῦ λέγων τὸν ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα τυγχάνοντα, «τὸν ἀναλαβόντα μορφὴν δούλου, κενώσας ἑαυτὸν ἐν μορφῇ Θεοῦ ὑπάρχων». Οὗτος ὁ ἀχθεὶς Θεοῦ δοῦλος ἡ ἀνατολή ἐστιν ἐκείνη περὶ ἧς ἐν Εὐαγγελίῳ εἴρηται· «Ἀνατολὴ ἐξ ὕψους, ἐπιλάμψαι τοῖς ἐκ σκότει καὶ σκιᾷ θανάτου καθημένοις», οὐχ ἑτέρα ὑπάρχουσα «τοῦ φωτὸς τοῦ ἀληθινοῦ.» Δεικνὺς τὸν δοῦλον ἑαυτοῦ ὁ Πατήρ φησιν· «Ἰδοὺ ἀνὴρ ἀνατολὴ
q.26
ὄνομα αὐτῷ», ἄνδρα καλῶν αὐτὸν διὰ τὴν ἐνανθρώπησιν, ἀνατολὴν δὲ διὰ τὸ ἀνατεταλκέναι, δικαιοσύνης ἥλιον ὄντα· γέγραπται γοῦν περὶ αὐτοῦ ἐν τῷ τελευταίῳ τῶν Δώδεκα Προφητῶν, ἐκ προσώπου τοῦ ἀποστείλαντος αὐτὸν Πατρός· «Ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ.» Ἀποδιδοὺς δὲ τὴν αἰτίαν τοῦ ἄγεσθαι τὸν δοῦλον αὐτοῦ ἀνατολήν φησιν· «Διότι ὁ λίθος ἀπὸ προσώπου» τοῦ ἐπιλάμψαντος «ἑπτὰ ὀφθαλμοὺς ἔχει». Τίς δ' οὗτός ἐστιν, ἢ ὁ ἐπιδημήσας Σωτήρ, ἔχων τὴν ἑπταδύναμον διορατικὴν φύσιν; Εἴρηται γοῦν ἐν Ἠσαίᾳ περὶ αὐτοῦ· «Ἐξελεύσεται ῥάβδος ἐκτῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπ' αὐτὸν πνεῦμα τοῦ Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, καὶ ἐμπλήσει αὐτὸν πνεύματος φόβου Θεοῦ.» Καὶ ὅρα γε τοὺς ἐπὶ ἕνα λίθον ἑπτὰ ὀφθαλμοὺς Κυρίου, ὧν ὃ μὲν πνεῦμα σοφίας, ὃ δὲ συνέσεώς ἐστιν. Τίς γὰρ οὕτω ὀφθαλμὸς φωτεινός ἐστιν, πάντα τὰ καλὰ καὶ μεγάλα κατοπτεύων, ἢ τὸ τῆς σοφίας πνεῦμα, παραπλησίως καὶ τὸ τῆς συνέσεως πνεῦμα; Ὁ οὕτως ὀμματώμενος πνευματικὸς λίθος, αὐτὸ βουλὴ καὶ ἰσχὺς ὑπάρχων, πάντα βεβουλευμένως καὶ ἰσχυρῶς θεωρεῖ, γνωστικῶς τε καὶ εὐσεβῶς ἐμπλησθεὶς Πνεύματος Θεοῦ τότε μάλιστα ὅτε ἀνέλαβεν τὴν τοῦ δούλ̣ ου μορφήν. Αὐτίκα γοῦν οὐκ ἔξοθεν λαμβάνει τὸ ἐπαναπαυόμενον ἐπ' αὐτὸν σοφίας καὶ συνέσεως, βουλῆς τε καὶ ἰσχύος, γνώσεώς τε καὶ εὐσεβείας πνεῦμα· ἐπαναπαύεσθαι γὰρ ἐπ' αὐτὸν εἴρηται. Οἰκεῖον γὰρ καὶ κατάλληλον αὐτῷ ὑπάρχει ἕκαστον τῶν εἰρημένων, μόνου τοῦ πνεύματος τοῦ φόβου ἐπιγινομένου ὥστε ἐμπλῆσαι αὐτόν. Τοῦτο τὸ τοῦ φόβου πνεῦμα εὐλάβεια ἑτέρῳ ὀνόματι καλεῖται, προσὸν τῷ ἀνθρώπῳ τῷ ἐκ Μαρίας· γράφει περὶ τούτου ὁ Ἀπόστολος κατὰ λέξιν ὧδε· «Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις τε καὶ ἱκετηρίας προσενέγκας, μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων, πρὸς τὸν δυνάμενον αὐτὸν σῴζειν ἐκ θανάτου, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας.» Εὐλάβειαν δὲ ἔχει οὐ καθὸ Θεός, ἀλλὰ καθὸ ἄνθρωπός ἐστιν. Ὅτι δὲ λίθος προσαγορεύεται ὁ τὴν ἑπταδύναμον ὅρασιν ἔχων, ἐκ τῶν θείων γραφῶν ἀποδείκνυται· χρησάμενος ὁ πρόκριτος τῶν ἀποστόλων Πέτρος τῷ ἀπὸ τοῦ Ψαλμοῦ ῥητῷ οὕτως ἔχοντι· «Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας», ἐλεγκτικώτατα πρὸς τοὺς τοῦ Ἰσραὴλ διδασκάλους φησίν· «Οὗτός ἐστιν ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφ' ὑμῶν τῶν οἰκοδόμων, γενάμενος εἰς κεφαλὴν γωνίας.» Πῶς γὰρ οὐ συνῆψεν καὶ μίαν ἀπετέλεσεν γωνίαν τοὺς δύο τοίχους, τόν τε οἰκοδομούμενον ἐκ τῶν προσελθόντων τῷ εὐαγγελίῳ Ἰουδαίων καὶ τῶν πιστευσάντων ἀπὸ ἐθνῶν· συγκειμένης γὰρ τῆς Ἐκκλησίας ἔκ τε Ἰουδαίων καὶ Ἑλλήνων, κεφαλὴ αὐτῆς γενάμενος ὁ Χριστός, μίαν ἀπετέλεσε γωνίαν, συμφωνούντων λοιπὸν κατὰ μίαν πίστιν τῶν συνηρμοσμένων εἰς μίαν οἰκοδομήν, πάντων ἀνθρώπων τῶν προσηκαμένων τὸ θεῖον εὐαγγέλιον ἀπὸ τῶν δύο λαῶν κτιζομένων εἰς ἕνα καινὸν ἄνθρωπον. Τὸν οὕτω ἀπαγγελλόμενον λίθον, ὄντα «ἀκρογωνιαῖον, ἐκλεκτόν, ἔντιμον, ἐνέβαλεν ὁ Θεὸς εἰς τὰ θεμέλια τῆς Σιών, μηκέτι αἰσχυνομένου» δι' ἁμαρτίαν τινός, καθαρσίου γεγενημένου παντὸς τοῦ πιστεύοντος ἐπ' αὐτῷ. Οἱ προσερχόμενοι τῷ ἀθανάτως ζῶντι Λόγῳ, ζῶντες καὶ αὑτοί, λανθάνοντες λίθοι ἐποικοδομοῦνται, ἵν' οἶκος πνευματικὸς συστῇ καὶ θυσιαστήριον νοητόν, ἐφ' ὃ ἀναφέρεται ἡ τῆς αἰνέσεως θυσία καὶ αἱ ὁμογενεῖς αὐτῇ πᾶσαι οὖσαι πνευματικαί. Γενοίμεθα καὶ ἡμεῖς ζῶντες λίθοι ἅγιοι, κυλιόμενοι ἐπὶ τῆς γῆς τοῦ Θεοῦ, ἵν' «ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν Χριστοῦ Ἰησοῦ» ναὸς καὶ οἶκος πνευματικὸς ἀποτελεσθῶμεν, ἵν' ἐνοικήσῃ ὁ Θεὸς ἐν ἡμῖν. Zach. III, 9– 10: Ἰδοὺ ἐγὼ ὀρύσσω βόθρον, λέγει Κύριος παντοκράτωρ, καὶ
q.27
ψηλαφήσω πᾶσαν τὴν ἀδικίαν τῆς γῆς ἐκείνης ἐν ἡμέρᾳ μιᾷ. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος παντοκράτωρ, συγκαλέσατε ἕκαστος τὸν πλησίον αὐτοῦ ὑποκάτω ἀμπέλου καὶ ὑποκάτω συκῆς. Ὀρύσσω, φησίν, ἐγὼ Κύριος παντοκράτωρ, βόθρον, ἐπὶ τῷ τὰ κεκρυμμένα πάντα φανερῶσαι, ἐπὶ τῷ ἅψασθαι καὶ ψηλαφῆσαι πᾶσαν τὴν ἀδικίαν τῆς γῆς ἐκείνης, δῆλον δ' ὅτι τῆς ὀρυττομένης, ἐν μιᾷ τῇ ἐπιλαμπομένῃ ἡμέρᾳ, τότε μάλιστα ὅτε «φωτίζει Κύριος ὁ Θεὸς» ὁ παντοκράτωρ «τὰ κρυπτὰ τοῦ σκότους, καὶ τὰς βουλὰς τῶν καρδιῶν φανεροῖ», ἐπὶ τῷ καταδικάσαι τοὺς πράξαντας τὴν ἀδικίαν πᾶσαν. Δύναται ἡμέρα μία καλεῖσθαι ὁ καιρὸς τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, ἐν ᾗ ψηλαφᾷ ὁ ἐπιλάμψας εὐεργέτης ἅμα καὶ κριτὴς πᾶσαν τὴν ἀδικίαν τῆς δεικνυμένης γῆς, «αἱρῶν τὴν ἁμαρτίαν τοῦ κόσμου»· οὗ κατορθωθέντος, ἐκποδὼν γεναμένης τῆς μητρὸς πάσης στάσεως καὶ παντὸς πολέμου ἀδικίας, εἰρήνη ἔσται βαθεῖα, ὡς μηκέτι δεδιέναι τινά, καταλυθέντων τῶν στάσεις καὶ πολέμους ἐγειρόντων δαιμόνων καὶ τῶν ἄλλων ἀντικειμένων δυνάμεων, αἳ εἴρηνται «κοσμοκράτορες τοῦ σκότους τούτου», ὡς ἀφόβως λοιπὸν διάγειν ἕκαστον καὶ προσκαλεῖσθαι τὸν πλησίον ὑποκάτω συκῆς καὶ ἀμπέλου. Ταύτην ὑπογράφων τὴν εἰρηναίαν καὶ εὐσταθῆ κατάστασιν, καὶ Μιχαίας ὁ προφήτης προαναφωνεῖ προγνωστικῶς τῇ ἡμέρᾳ ἐκείνῃ λέγων· «Προσκαλέσεται ἕκαστος τὸν πλησίον καὶ τὸν ἀδελφὸν αὐτοῦ ὑποκάτω συκῆς καὶ ἀμπέλου αὐτοῦ, οὐκ ὄντος τοῦ ἐκφοβοῦντος.» Πῶς γὰρ ἔτι ἐκφοβῶν τις ἔσται, πάντων τῶν στάσεις καὶ πολέμους ἐγειρόντων καταλυθέντων; Τί δ' αἰνίττονται τὰ μνημονευθέντα φυτ̣ ά, ἄμπελον καὶ συκῆν λέγω, ἢ τὸν θεωρητικὸν καὶ πρακτικὸν βίον; Ἡ μὲν ἄμπελος τὸν γνωστικὸν καὶ ἐπιστημονικὸν εὐφροσύνης ποιητικὸν ποιοῦσα καρπόν, ἡ δὲ συκῆ τὸν πρακτικόν, αὐστηρά τις καὶ τραχεῖα τυγχάνουσα διὰ τοὺς ὑπὲρ κτήσεως ἀρετῆς πόνους καὶ ἱδρῶτας. Περὶ τῆς οὕτω ἀποδιδομένης συκῆς τὸ σαλαμώντιον θέσπισμα ἐν Παροιμίαις λέγει· «Ὁ φυτεύων συκῆν φάγεται τοὺς καρποὺς αὐτῆς, ὁ δὲ φυλάσσων τὸν Κύριον τιμηθήσεται», οὐκ οὔσης ἀναντιρρήτου τῆς ἱστορίας· πολλοὶ γὰρ φυτεύσαντες αἰσθητὴν συκῆν οὐδ' ἐδρέψαντο οὐδ' ἔφαγον τοὺς καρποὺς αὐτῆς, ἢ θανάτῳ κωλυθέντες, ἢ πόρρω οὗ ἐφύτευσαν φυτοῦ ἀπῳκισμένοι, μόνου καὶ παντὸς ἐσθίοντος τοὺς καρποὺς οὗ ἐφύτευσαν πνευματικοῦ δένδρου. Εἴρηται δ' ἡ συκῆ ὁ πρακτικὸς καὶ ἐνεργητικὸς τῶν καλῶν βίος· καταλλήλως ἐκδεκτέον καὶ τὴν ἄμπελον, τὴν γινομένην οἷα κλῆμα ἀμπέλου τῆς ἀληθινῆς. Ἄμπελος γάρ ἐστιν ἕκαστος τῶν Ἰησοῦ μαθητῶν, κλῆμα τυγχάνων τοῦ λέγοντος Σωτῆρος· «Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς δὲ τὰ κλήματα. Πᾶν κλῆμα μένον ἐν ἐμοὶ πλείονα καρπὸν φέρει.» Φιλέταιροι καὶ φιλάδελφοι τυγχάνοντες οἱ τὰ λεχθέντα δένδρα γεωργήσαντες, προσκαλοῦνται ἀλλήλους ὑποκάτω ἀμπέλου καὶ συκῆς εἰρηναίως, ἐπὶ τῷ τρυφῶντας διάγειν. Ὅτε γοῦν ὁρᾷς τὸν γνωστικὸν ἄνδρα σπεύδοντα ἄγειν τοὺς πλησίους ὑπὸ τὴν σοφὴν θεωρίαν τοῦ Θεοῦ καὶ τῶν αὐτοῦ δογμάτων τε καὶ φρονημάτων, σκοπεῖς πῶς προσεκαλέσατο οὓς ἀγαπᾷ πλησίον ὡς ἑαυτὸν ὑπὸ τὴν ἰδίαν ἄμπελον, ἵν' εὐωχῶνται καὶ εὐφραίνωνται ἅμα. Ὡσαύτως ὁ τῶν καλῶν ἔργων ποιήτης ἄγει τοὺς φίλους ὑπὸ τὴν ἐφύτευσε συκῆν τὴν πρακτικὴν ἀρετήν, ἵνα ἅμα ῥᾳστωνεύσωσιν, εἰσελθόντες εἰς τὴν χαρὰν τοῦ ἑαυτῶν δεσπότου. Zach. IV, 1® 3: Καὶ ἐπέστρεψεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί, καὶ ἐξήγειρέν με ὃν τρόπον ὅταν ἐξεγερθῇ ἄνθρωπος ἐξ ὕπνου αὐτοῦ. Καὶ εἶπεν πρός με· Τί σὺ βλέπεις; καὶ εἶπα· Ἑώρακα, καὶ ἰδοὺ λυχνία χρυσῆ ὅλη, καὶ τὸ λαμπάδιον ἐπάνω αὐτῆς, καὶ ἑπτὰ λ̣ ύχνοι ἐπάνω αὐτῆς, καὶ ἑπτὰ ἐπαρυστρίδες τοῖς λύχνοις τοῖς ἐπάνω αὐτῆς. Καὶ δύο ἐλαῖαι ἐπάνω αὐτῆς, μία ἐκ δεξιῶν τοῦ λαμπαδίου αὐτῆς, καὶ
q.28
μία ἐξ εὐωνύμων. Ὁ λαλῶν ἐν ἐμοὶ ἄγγελος ἐπέστρεψεν ἐξ ἑτέρας ἀποκαλύψεως εἰς ἄλλην θεωρίαν, ἥνπερ ἵνα θεάσωμαι ἐξήγειρέν με διαναστήσας με ὡς ἀπὸ ὕπνου καθεύδοντα ἄνθρωπον, καί φησιν πρὸς ἐμέ· Σὺ τί βλέπεις; Κἀγὼ πρὸς αὐτὸν εἶπον· Ἑώρακα καὶ ἰδοὺ λυχνία χρυσῆ ὅλη, καὶ λαμπάδιον ἐπάνω αὐτῆς, καὶ ἑπτὰ λύχνοι καὶ ἰσάριθμοι ἐπαρυστρίδες ἐποχετεύουσαι τοῖς λύχνοις ἔλαιον. Εἶδον δὲ καὶ ἐλαίας δύο ἐπάνω τῆς λυχνίας, ὧν ἣ μὲν ἐκ δεξιῶν, ἣ δὲ ἐξ εὐωνύμων τοῦ λαμπαδίου ὑπῆρχον. Τί δὲ ἕκα̣ στ̣ ον τῶν φανέντων τῷ προφήτῃ αἰνίττεται καιρὸς ἰδεῖν. Ἐξήγειρέν με, ὁ ἅγιος λέγει, ὁ ἐπιστρέψας πρός με ἄγγελος συνεχῶς καὶ ἐπαλλήλως λαλῶν ἐν ἐμοί, τάχα οὐχ ἕτερος τυγχάνων «τοῦ τῆς μεγάλης βουλῆς ἀγγέλου». Ἐξήγειρεν δέ με παραπλησίως ἀνθρώπῳ ἐξ ὕπνου διαγρηγοροῦντι εἰς νῆψιν ἐληλυθότι. Ἐπαινετὴ δὲ αὕτη ἡ διέγερσις, ὥστ' ἀνειπεῖν τὸν προσδοκήσαντα αὐτὴν μετὰ θάρσους· «Ἐξεγερθήσομαι ὄρθρου.» Τούτου πληρωθέντος δι' ἐκβάσεως τοῦ προαναφωνηθέντος, χαριστηρίως βοᾷ· «Ἐξηγέρθην ὅτι Κύριος ἀντιλήμψεταί μου.» Ἀναφέρεται δὲ αὕτη ἡ φωνὴ ἐπὶ τὸν ἐκ νεκρῶν ἐξεγερθέντα Σωτῆρα, ὑπνώσαντα καθὸ ἄνθρωπος γέγονεν. Πῶς γὰρ οὐκ ἐξηγέρθη ἐξ ὕπνου ὅτε ἀνέστη ἐκ νεκρῶν μετὰ τὸ διατελέσαι ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, ὠφελήσας καὶ τὰς ἐν ᾅδῃ ψυχάς, εὐφράνας αὐτὰς καὶ ἐμπλήσας τῆς ἐνδεχομένης ἐκεῖ τρυφῆς. Λέγει γοῦν· «Ἐμύθησα πᾶσαν ψυχὴν διψῶσαν, καὶ πᾶσαν ψυχὴν πεινῶσαν ἐνέπλησα», παρασχὼν «οἶνον τὸν εὐφραίνοντα καρδίαν ἀνθρώπου καὶ ἄρτον τὸν στηρίζοντα τὸ ἡγεμονικὸν τοῦ τραφέντος». Καὶ ἐξηγέρθην καὶ εἶδον τὴν ὑπάρξασαν νηφάλιον μέθην ταῖς πιούσαις ψυχαῖς καὶ ὡς ἐνεπλήσθησαν τῆς σωτηριώδους τροφῆς. Διὸ «ἡδὺς γέγονέν μοι ὁ ὕπνος», τοῦτ' ἔστιν «ὁ θάνατος οὗ ὑπὲρ πάντων ἐγευσάμην χάριτι» τοῦ εὐδοκήσαντος Θεοῦ. Παραπλησίως τούτῳ τῷ «ἀνθρώπῳ τῷ ἐν πληγῇ ὄντι καὶ εἰδότι φέρειν μαλακίαν» ἐξεγερθεὶς ὁ θεῖος προφήτης ἀκούει πρὸς τοῦ ἐξυπνίσαντος αὐτὸν ἀγγέλου· «Σὺ τί βλέπεις;» πρὸς ὃν ὁ θεασάμενος τὸ εἰς ἀντίλημψιν ε᾿̣ λ̣ ηλυθὸς ὅραμα τοῖς πεφωτισμένοις ὀφθαλμοῖς τῆς καρδίας ἀπεκρίθη· «Ὁρῶ λυχνίαν χρυσῆν ὅλην.» Διὰ τοῦ εἰπεῖν τὴν λυχνίαν χρυσῆν ὅλην εἶναι, δηλοῖ ὅτι ὅλη δι' ὅλων ἡ φωτῶν πεπληρωμένη λυχ̣ ν̣ ι´̣ α νοερὰ καὶ ἀσώματός ἐστιν. Εὑρίσκομεν οὐ πολλαχοῦ τῆς γραφῆς ὡς τὰ νοητὰ ὀνόματι τοῦ χρυσοῦ σημαίνεται· τάχα οὖν ἡ νοητὴ λυχνία ὁ πνευματικὸς οἶκος καὶ ναὸς τοῦ Θεοῦ τυγχάνει, ὡς ἐν Ἀποκαλύψει Ἰωάννου λέγεται, ὅτε φησὶν ὁ δεικνὺς τὴν ἀποκάλυψιν τῷ μυσταγωγουμένῳ· «Αἱ ἑπτὰ ἐκκλησίαι ἃς ὀφθαλμῷ ψυχῆς εἶδες ἑπτὰ λυχνίαι εἰσίν.» Ἐπὶ τῆς ὅλης χρυσῆς λυχνίας λαμπάδιον ἐπάνω ἐστὶν ὁ φωτεινὸς περὶ τῆς Τριάδος λόγος. Ἀφ' οὗ λαμπαδίου ἧψαν τὰς ἑαυτῶν λαμπάδας αἱ δᾳδουχοῦσαι παρθένοι φρόνιμοι ἀπαντήσασαι τῷ θείῳ ἑαυτῶν νυμφίῳ· φωτίσασαι δὲ φῶς γνώσεως αὐταί, μετασχοῦσαι τοῦ Θεοῦ φωτὸς ὑπάρχοντος ἐν ᾧ οὐδ̣ εμία κακίας καὶ ἀγνοίας ὑπάρχει σκοτία, μετασχοῦσαι δὲ καὶ τοῦ ἀληθινοῦ φωτός, μέτοχοί τε γενάμεναι ἁγίου Πνεύματος, χορεύουσιν λαμπαδηφοροῦσαι. Ὥσπερ δὲ τὸ λαμπάδιον ὤφθη ἐπάνω τῆς ἑρμηνευθείσης λυχνίας, οὕτω καὶ ἑπτὰ λύχνοι ἐπάνω αὐτῆς τῆς λυχνίας ἐφάνησαν, ἑπτάφωτος ἐπίλαμψις οὖσα. Ὅνπερ γὰρ τρόπον ἡ τελεία φωτεινὴ νόησις ἑπτὰ ὀφθαλμοὶ εἴρηνται καὶ ἑπτὰ στῦλοι τὸν οἶκον τῆς σοφίας ἀντιστηρίζουσιν, οὕτω καὶ οἱ ἑπτὰ λύχνοι ἐπίκεινται τῇ λυχνίᾳ, καθ' ἕτερον τρόπον οὔσης ἣν ἀνείληφεν ὁ Σωτὴρ κατὰ τὴν ἐπιδημίαν ψυχὴν καὶ σάρκα. Πῶς γὰρ οὐ χρυσῆ ὅλη λυχνία αὕτη, ἁμαρτίαν μὴ ποιήσασα μηδὲ γνοῦσα αὐτήν, ᾗ ἐπίκεινται ἑπτὰ λύχνοι, τὸ πνεῦμα τῆς σοφίας καὶ συνέσεως, τὸ πνεῦμα τῆς θείας βουλῆς, καὶ ἰσχύος, καὶ γνώσεως, καὶ εὐσεβείας, καὶ φόβου Θεοῦ. Πῶς δ' ἔχει τούτων ἕκαστον πρὸς
q.29
τοῦτον ᾧ ἐπανεπαύσαντο ἀνατείλαντα ἐκ τῆς ῥίζης Ἰεσσαί, σεσαφήνισται πρότερον ὅτε προέκειτο τό· «Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί», καὶ πᾶσα ἡ περιοχὴ τῆς προφητείας ἡ ἀπαγγέλλουσα περὶ τούτων. Αὕτη δὲ ἡ ἑπταφεγγὴς δύναμις τῶν ἐπάνω τῆς λυχνίας ἑπτὰ λύχνων τρέφεται καὶ αὔξεται, ἐποχετευομένου ἐλαίου διὰ τῶν ἑπτὰ ἐπαρυστρίδων ἐπιρρεουσῶν τὸ τρέφον καὶ φυλάττον τὸ φῶς ἔλ̣ αιον. Οὐχ ἕτερον δὲ τοῦτο τυγχάνει τῆς μελέτης τῆς γνώσεως τῆς ἀληθείας. Μνήμην γὰρ καὶ κραταιοτέραν θεωρίαν ἐκ τοῦ μελετᾶν καρπούμεθα. Ἐπὶ πᾶσι τοῖς τεθεωρημένοις τῆς λυχνίας καὶ τοῦ λαμπαδίου καὶ τῶν ἑπτὰ ἐπαρυστρίδων καὶ ἰσαρίθμων λύχνων, ὤφθησαν καὶ ἐλαῖαι δύο ἐπάνω τῆς λυχνίας, ὧν ἣ μὲν ἐκ δεξιῶν ἣ δὲ ἐξ ἀριστέρων ἔκειντο τοῦ λαμπαδίου. Καὶ ὅρα εἰ ἡ περὶ τῶν νοητῶν καὶ τῶν χαρισμάτων τοῦ ἁγίου Πνεύματος μελέτη ἔλαιόν ἐστι τρυγώμενον ἐκ τῆς ἐκ δεξιῶν ἐλαίας, ἣ δὲ περὶ τοῦ κόσμου καὶ συστάσεως αὐτοῦ καὶ προνοίας τῆς ἐκ Θεοῦ ἐκ τῆς εὐωνύμου ἐλαίας πιέζεται. Οἴονται κατὰ θεωρίαν ἄλλην, ἐλαίαν ἐκ δεξιῶν τοῦ λαμπαδίου οὖσαν εἰπεῖν τὴν περὶ τοῦ Μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ θεωρίαν, τῆς ἐξ εὐωνύμων κειμένης τρεφούσης τὸν περὶ τῆς ἐνανθρωπήσεως λόγον. Φωτίζων γὰρ καὶ οὗτος, ἀλλ' οὐχ ὡσαύτως τῆς ἐκ δεξιῶν καὶ προηγουμένης θεωρίας. Ἤκουσα ἐγώ ποτε προϊσταμένου τῆς καθολικῆς Ἐκκλησίας διδασκάλου σαφηνίζοντος τὴν προκειμένην λέξιν ὅτι τὸ λαμπάδιον τὸ ἐπάνω τῆς λυχνίας ὁ περὶ τοῦ Πατρὸς φωτισμός ἐστιν, αἱ δὲ ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων αὐτοῦ ἐλαῖαι οἱ περὶ Υἱοῦ καὶ ἁγίου Πνεύματός εἰσιν λόγοι. Οὐκ ἀποδέδωκε δὲ ὁ ταύτην τὴν ἑρμηνείαν φέρων πῶς ὃ μὲν ἐκ δεξιῶν, ὃ δὲ ἐξ εὐωνύμων ἐστίν. Ἐπεὶ ἡ προκειμένη θεωρία περὶ λυχνίας οὐκ αἰσθητῆς ἀλλὰ νοητῆς ὑπάρχει, ὅρα μὴ αὕτη ἐστὶν ἣν εἶδεν Μωϋσῆς ἐν τῷ ὄρει κατὰ τὸν τύπον τὸν δειχθέντα αὐτῷ, οὐχ ἕτερον ὄντα τῆς καλουμένης ἰδέας· πρὸς τὴν ἀόρατον καὶ νοητὴν λυχνίαν ἡ αἰσθητὴ κατεσκευάσθη κ̣ ατὰ τὴν υ῾̣ φήγησιν τοῦ ἱεροφάντου Μωϋσέως. Οὐκ ἄκαιρον προσ̣ παρ̣ αγράφειν τοῖς τεθεωρημένοις καὶ τὸ ἐν Εὐαγγελίῳ λεχθὲν ὑπὸ Ἰησοῦ· «Οὐδείς, φησίν, ἅψας λύχνον εἰς κρυπτὴν τίθησιν ἢ ὑπὸ σ̣ κεῦος ἢ κλίνην, ἀλλ' ἐπὶ τὴν λυχνίαν, ἵνα πάντες οἱ ἐν τῇ οἰκίᾳ ὁρῶσι τὸ φῶς.» Δυνατὸν ἐν τούτοις ἐκλαβεῖν οἰκίαν τὴν Ἐκκλησίαν τοῦζῶντος Θεοῦ, οἶκον αὐτοῦ τυγχάνουσαν, ἐν ᾗ οἱ παραμένοντες καὶ διατρίβοντες, κατὰ δόγματα αὐτῆς διακείμενοι, καταλάμπονται πρὸς τοῦ ἐπικειμένου τῇ λυχνίᾳ λύχνου, ἐξαπτομένου ὑπὸ τοῦ παιδεύοντος τοὺς ἐν τῷ οἴκῳ τοῦ Θεοῦ διάγοντας κατὰ τοὺς θεσμοὺς καὶ κανόνας καὶ δόγματα τῆς ἐκκλησιαστικῆς γνώμης. Φωτίζει δ' οὗτος ὁ διδάσκαλος ὅταν οἷα λύχνον ἄρῃ τὸν ἑαυτοῦ νοῦν, ὅνπερ οὐ κρύπτει ὑπὸ κλίνην ἢ σκεῦος, ἀλλ' ἐπιτίθη̣ σιν̣ τῷ προφορικῷ αὐτοῦ λόγῳ, λυχνίᾳ ἀλληγορικῶς προσαγορευομένῳ, ἔχων «γλῶτταν παιδείας ἡνίκα δεῖ εἰπεῖν». Οἷόν τε καὶ πρακτικὸν βίον λυχνίαν εἰπεῖν ᾗ ἐπίκειται ὁ πεφωτισμένος νοῦς τοῦ φωτίσαντος ἑαυτῷ φῶς γνώσεως. Ὁ ἐφιστάνων τῇ παρούσῃ σαφηνείᾳ τοῦ ἐκκειμένου προφητικοῦ ῥητοῦ δοκιμαζέτω πότερον δεῖ αὐτὴν παραδέξασθαι ἢ ἑτέραν ζητεῖν παρὰ τῶν····· δι̣ αβεβηκότων ἐν συνέσει. Οὕτω γὰρ ἠκριβωμένην νόησιν ἀποκαρποῦσθαι συμβαίνει. Zach. IV, 4® 6: Καὶ ἐπηρώτησα καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοὶ λέγων· Τί ἐστιν ταῦτα, Κύριε; Καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπεν πρός με λέγων· Οὗτος ὁ λόγος Κυρίου πρὸς Ζοροβάβελ λέγων· Οὐκ ἐν δυνάμει μεγάλῃ οὐδὲ ἐν ἰσχύϊ, ἀλλ' ἢ ἐν πνεύματί μου, λέγει Κύριος παντοκράτωρ. Ἐπηρωτηκέναι λέγει ὁ προφήτης τὸν λαλοῦντα ἐν αὐτῷ ἄγγελον, μαθεῖν θέλων τίνα ἐστὶν τὰ δειχθέντα αὐτῷ θεῖα θεάματα, ἤτοι πάντα τὰ ἀποκαλυφθέντα, ἢ τὰ πρ̣ οσεχῶς πρὸ τῆς προκειμένης νυνὶ λέξεως, ἅ ἐστιν περὶ τῆς χρυσῆς ὅλης λυχνίας καὶ τῶν ἐπάνω αὐτῆς ὄντων,
q.30
λαμπαδίου τε καὶ ἑπτὰ ἐπαρυστρίδων καὶ λύχνων ἴσων, καὶ ἐλαιῶν δύο, ὧν ἣ μὲν ἐκ δεξιῶν ἣ δὲ ἐξ εὐωνύμων τοῦ λαμπαδίου ὑπῆρχον. Πρὸς τὴν περὶ τῆς θέας τούτων ἐρώτησιν, οὐκ αἰσθητῶν ὄντων, εὐθὺς ὁ ἐρωτηθεὶς ἀπεκρίνατο ὅτι λόγος Θεοῦ ἀπὸ προσώπου Ζοροβάβελ εἰσίν, ἐξ οὗ παρίσταται ὡς νοητὰ θ̣ εάματα τὰ δειχθέντα ὑπῆρχεν καὶ ὅτι ἀληθὲς τοῦτο. Ἡ δεῖξις τῶν ἀποκαλυφθέντων γέγονε τῷ προφήτῃ ἔτι ἐν τῇ Βαβυλῶνι τυγχάνοντι, ἐν ᾗ οὔτε ὁ οἶκος τοῦ Θεοῦ ᾠκοδόμητο, οὐδὲ τὰ σκεύη τὰ ἐν αὐτῷ, ὧν ε᾿̣ στιν καὶ ἡ λυχνία καὶ τὰ ἐπάνω αὐτῆς. Τούτων οὕτω θεωρουμένων, ἐμμενετέον τῇ περὶ αὐτῶν λεχθείσῃ ἑρμηνείᾳ ἢ μείζονα αὐτῆς ζητητέον. Ὁ λόγος ὃν······· τῷ προφήτῃ ὁ ἄγγελος οὐκ ἐν δυνάμει μεγάλῃ οὐδ' ἐν ἰσχύϊ ἀνθρώπου ἢ ἄλλου τινὸς γενητοῦ, ἀλλ' ἐν Πνεύματι Κυρίου εἴρηται καὶ πεφανέρωται. Πνεῦμα δὲ Κυρίου τὸ ἅγιον συνεχῶς ἐν ταῖς γραφαῖς λέγεται, ὡς καὶ ἐν ἑτέραις γραφαῖς παρὰ τὴν προκειμένην. Περὶ αὐτοῦ γο̣ υ῀̣ ν̣ καὶ τὸ ἐν Ἠσαίᾳ ἀπαγγέλλεται ὧδε· «Πνεῦμα Κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με.» Τούτοις ὁμοψήφοις καὶ ὁ ἀπόστολος Παῦλος Κορινθίοις ἐπιστέλλων γράφει· «Τίς γὰρ ἀνθρώπων οἶδεν τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ, ὅπερ ἐραυνᾷ καὶ τὰ μυστικὰ βάθη τοῦ Θεοῦ.» Καὶ ἔτι ἐν Ἠσαΐᾳ αὐτὸς ὁ τῶν πάντων γενεσιάρχης καὶ προνοητής φησιν· «Πνεῦμα παρ' ἐμοῦ ἐξελεύσεται.» Ἐν τούτῳ τῷ Πνεύματι τὰ δειχθέντα πρὸ προσώπου Ζοροβάβελ πεφανέρωται, ἀλλ' οὐκ ἐν μεγάλῃ δυνάμ̣ ει ἢ ἰσχύϊ γενητοῦ τινος. Ἑτέρα γάρ ἐστιν δύναμις ἡ σὺν τῷ Πνεύματι χορηγουμένη τοῖς ἀξίοις περὶ ἧς ὁ Σωτήρ, ἐν ταῖς Πράξεσιν τῶν Ἀποστόλων, λέγει τοῖς μαθηταῖς ἑαυτοῦ, ἀναλαμβανόμενος λοιπὸν εἰς τὸν οὐρανὸν καὶ τὸν Πατέρα αὐτοῦ· «Λήμψεσθε δύναμιν τοῦ ἁγίου Πνεύματος ἐπελθόντος ἐφ' ὑμᾶς.» Συμφώνως, ἐπὶ τέλει τοῦ κατὰ Λουκᾶν Εὐαγγελίου, ἀνιὼν ὁ Σωτὴρ ὅθεν ἐλήλυθεν, δοὺς τὸ ἅγιον Πνεῦμα τοῖς ἀποστόλοις, φησίν· «Ὑμεῖς δὲ καθήσεσθε ἐν τῇ πόλει, ἕως ἐνδύσησθε ἐξ ὕψους δύναμιν.» Οὐχ ἑτέρα δὲ δύναμις αὕτη τοῦ Χριστοῦ τυγχάνει, ὄντος «σοφίας καὶ δυνάμεως Θεοῦ», ἐξ ἧς τὸ κήρυγμα τὸ εὐαγγελικὸν ὑπῆρκται τοῖς ἀποστόλοις, ὧν εἷς ὁ Παῦλος τυγχάνων γράφει· «Ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ' ἐν ἀποδείξει Πνεύματος καὶ δυνάμεως», ἅπερ χρηματίζει ποτὲ ἀπὸ τοῦ ἔχοντος αὐτὰ ὀρέξαντος Θεοῦ, ὡς περὶ τοῦ Ἰωάννου εἴρηται ἐν τῷ Εὐαγγελίῳ «προεληλυθότος ἐνώπιον Κυρίου ἐν πνεύματι καὶ δυνάμει Ἠλίου». Ἐπίστησον ἀκριβῶς εἰ τὴν αὐτὴν ἔχει νόησιν τὸ ἀπαγγελθὲν τῇ Μαρίᾳ ὑπὸ τοῦ ἁγίου ἀγγέλου Γαβριήλ· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι.» Ἐν τῷ μνημονευθέντι Πνεύματι Θεοῦ ἐν τοῖς ἐκτεθεῖσιν ῥητοῖς καὶ ἑτέροις πλείοσιν ἡ ἀπαγγελία γέγονεν πρὸ προσώπου Ζοροβάβελ καὶ τῆς συνεζευγμένης αὐτῷ δυνάμεως, «καὶ οὐκ ἐν ἄλλῃ μεγάλῃ δυνάμει καὶ ἰσχύϊ». Ὑποδεεστέρα γὰρ αὕτη τυγχάνει, κἂν θεία καὶ περισπούδαστος ᾖ. Zach. IV, 7: Τίς εἶ σύ, τὸ ὄρος τὸ μέγα τὸ πρὸ προσώπου Ζοροβάβελ τοῦ κατορθῶσαι; καὶ ἐξοίσω τὸν λίθον τῆς κληρονομίας ἰσότητα χάριτος χάριτα αὐτῆς. Ὡς πρὸς λογικὸν καὶ ἀντιλαμβανόμενον φωνῆς θείας διὰ πεῦσιν προσάγει ἤτοι ὁ διορατικὸς προφήτης ἢ ὁ λαλῶν ἐν αὐτῷ ἄγγελος. Τί δ' ἐστὶν ἅ φησιν αὐτῷ; Τίς εἶ σύ, ὦ ὄρος πρὸ προσώπου τυγχάνον τοῦ Ζοροβάβελ τοῦ κατορθῶσαι, καὶ τίς ὁ λίθος ὃν ἐξοίσω τῆς κληρονομίας ἰσότητα χάριτος χάριτα αὐτῆς; Πρὸς ταῦτα ὃ μέν τις ἐρεῖ τὰς δύο προσηγορίας ἐκ παραλλήλου κεῖσθαι κατὰ τοῦ ἐπιδημήσαντος Σωτῆρος. Πολλαὶ γὰρ γραφαὶ καὶ ὄρος καὶ λίθον αὐτὸν ὀνομάζουσιν. Ἐν γὰρ τῷ· «Ἔσται ἐμφανὲς τὸ ὄρος Κυρίου ἐπ' ἐσχάτου τῶν ἡμερῶν», ὁ Υἱὸς τοῦ Θεοῦ ἐστιν, ἐν ᾧ ἐπ' ἐσχάτου τῶν ἡμερῶν ἐλάλησεν μετὰ τὸ λαλῆσαι ἐν Μωϋσεῖ καὶ τοῖς προφήταις. Τοῦ
q.31
αὐτοῦ δηλωτικὸν ὑπάρχει καὶ τό· «Ἐπ' ὄρος Σιὼν ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιών.» Καὶ ἕτεραι μυρίαι μαρτυρίαι εἰσὶν περὶ τούτου, ἃς ἐατέον παραφέρειν τὸ νῦν, ὅπως μὴ πέρᾳ τοῦ δέοντος πολὺς ὁ λόγος γένηται, μάλιστα ὅτι πολλάκις ἡρμήνευται τὰ περὶ τοῦ ὄρος εἶναι τὸν Σωτῆρα ἐν τοῖς ὑπομνήμασιν τῶν θείων Ψαλμῶν καὶ τῆς τελευταίας ὁράσεως τοῦ Ἠσαίου. Ἀλλὰ καὶ λίθος εἴρηται ὁ ὀνομαζόμενος ὄρος Σωτὴρ ἐν τῷ· «Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας.» Ταύτης τῆς λέξεως μνημονεύσας ἐν ταῖς Πράξεσιν τῶν Ἀποστόλων, ὁ κορυφαιότατος μαθητὴς τοῦ Σωτῆρος Πέτρος ἐλεγκτικώτατα πρὸς τοὺς αὐχοῦντας τὴν ἰουδαϊκὴν διδασκαλίαν φαρισαίους τε γραμματέας τε καὶ σαδδουκαίους εἶπεν· «Οὗτός ἐστιν ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφ' ὑμῶν τῶν οἰκοδόμων, ὃς ἐγενήθη εἰς κεφαλὴν γωνίας.» Καὶ ἐπεὶ μὴ μόνον κεφαλὴ τῆς θείας οἰκοδομῆς, ἀλλὰ καὶ θεμέλιός ἐστιν, ὁ Θεὸς περὶ αὐτοῦ ἐπαγγέλλεται φάσκων· «Ἰδοὺ τίθημι λίθον ἀκρογωνιαῖον εἰς τὰ θεμέλια τῆς Σιών, ἐκλεκτόν, ἔντιμον, ἐφ' ὃν ὁ πιστεύων ἀκαταίσχυντον ἔχει τὴν ἐλπίδα.» Ταύτας τὰς λέξεις ἐκθέμενος, Πέτρος ὁ Χριστοῦ μαθητής, ἐφ' ᾧ ἡ Ἐκκλησία ᾠκοδόμηται, παραινεῖ καὶ συμβουλεύει οἷς τὴν ἐπιστολὴν ἑαυτοῦ ἐχάραξεν· «Πρὸς ὃν προσερχόμενοι λίθον ζῶντα, ἐποικοδομεῖσθε εἰς οἶκον πνευματικὸν ἐν ᾧ πνευματικαὶ θυσίαι προσάγονται.» Ποίας δὲ κληρονομίας ὑπάρχει ὁ λίθος; Ἐκείνης περὶ ἧς ἐν Ἠσαίᾳ φέρεται· «Ἔστιν κληρονομία τοῖς θεραπεύουσιν Κύριον», κἀκείνης περὶ ἧς ψάλλων ὁ ὑμνῳδὸς ἔφη· «Ἡ κληρονομία μου κρατίστη μοί ἐστιν· σὺ εἶ ὁ ἀποκαθιστῶν τὴν κληρονομίαν μου ἐμοί.» Ὅρα δὲ εἰ ὁ λίθος κληρονομίας ἐστὶν ἐκείνης τ̣ η῀̣ ς̣ συμπληρουμένης ἐκ τῶν καθ' ἕκαστα θεοσεβῶν, ἥτις ἐκλεκτὴ καὶ ποθουμένη ὑπάρχει ἀπὸ τοῦ αἰτίου τῶν ὅλων, κατὰ τὸ ἀπαγγελθὲν ὑπὸ τῶν πνευματοφόρων ἀνδρῶν, ἀποστόλων καὶ εὐαγγελιστῶν προφητῶν τε καὶ τοῦ τὰ πάντα μεγάλου ἱεροφάντου Μωϋσέως· «Ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν ἑαυτοῦ», ὁ Θεὸς δηλονότι, «τὴν καλλονὴν Ἰακὼβ ἣν ἠγάπησεν.» Ἰσοδυναμεῖ τῇ ἀπὸ τοῦ Ψαλμοῦ φωνῇ καὶ τὸ ἐν ᾠδῇ μεγάλῃ τοῦ Δευτερονομίου ἔχον ὧδε· «Ἐγενήθη μερὶς Κυρίου Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.» Μάλιστα δὲ ὁ ὑμνούμενος λίθος κληρονομίας ἐστὶν τῆς σημαινομένης ἐν δευτέρῳ Ψαλμῷ πρὸς αὐτοῦ τοῦ λίθου· «Κύριος εἶπεν πρός με· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγένηκά σε. Αἴτησαι παρ' ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου.» Πρὸς τῇ ἀποδοθείσῃ θεωρίᾳ, τὸ ὄρος καὶ τὸν λίθον ἐκ παραλλήλου κατὰ τοῦ αὐτοῦ φέρεσθαι, λεκτέον καὶ ἑτέρως ὡς ἄλλο μὲν τὸ ὄρος, ἄλλο δὲ ὁ λίθος ἐστίν. Καὶ τὸ μὲν ὄρος τῆς κατορθώσεως ἡ ἀπειρόγαμος Μαρία ἐστίν· ὁ δὲ προελθὼν ἐξ αὐτῆς λίθος ὃν ἔτεκεν υἱὸν ἄνευ ἀνδρὸς ὑπάρχει. Μυσταγωγεῖ περὶ τούτων ἡ τοῦ σοφωτάτου Δανιὴλ βίβλος. Εἴρηται γὰρ ἐν αὐτῇ ὡς ὁ πατάττων λίθος τὰς διαφόρους βασιλείας καὶ τὴν ἐξ αὐτῶν συμπληρουμένην εἰκόνα ἄνευ χειρῶν τέτμηται καὶ ἀπέσπασται ἀπ' αὐτοῦ ἄνευ τῆς εἰωθυίας καὶ μεμελετημένης πρὸς γένεσιν τῆς ἐκ γονέων ἐνεργείας. Ὅσοι μὲν γὰρ ἐξ ἀμφοτέρων γονέων τὴν γένεσιν ἔχουσιν ἄνθρωποι, ἐκ χειρῶν τῶν γαμηλίων πράξεων ἀποσπῶνται καὶ τέμωνται τῶν κυουσῶν, μόνου τοῦ τεχθέντος ἐκ τῆς ἄνδρα μὴ γνούσης παρθένου ἄνευ χειρῶν ἀπεσπασμένου καὶ τμηθέντος ἀπ' αὐτῆς. Πρὸ προσώπου δὲ Ζοροβάβελ ὑπῆρκται τὸ ἐκ τοῦ ὄρους ἄνευ χειρῶν τμηθῆναι τὸν λίθον, διὰ τὸ καὶ ἐξ αὐτοῦ τὸν Ἰησοῦν γενεαλογεῖσθαι. Ἑρμηνεύεται γοῦν «ῥύσεως μετακίνησις» διὰ τὸ τὴν εἰωθυῖαν ῥύσιν τῶν γονέων μετακεκινῆσθαι, ὑπὸ μόνης ἄνευ ἀνδρὸς παρθένου ἀποτετελέσθαι. Χάριτος δὲ χάριτα ἔχει ὁ ἐξωσθεὶς τῆς κληρονομίας λίθος, κατὰ τὴν νόησιν οὗ εἶπεν ὁ βαπτιστὴς Ἰωάννης «ὅτι ἐκ τοῦ πληρώματος ἡμεῖς πάντες ἐλάβομεν». Ὅλη γὰρ ἡ ἐπιδημία τοῦ Σωτῆρος καὶ ἡ ἐπ' αὐτῇ σωτηρία χάριτι
q.32
ὑπῆρκται, ὡς ὁ θεολόγος οἷς προσφωνεῖ τὴν ἐπιστολὴν ἑαυτοῦ λέγει· «Χάριτί ἐστε σεσωσμένοι, καὶ τοῦτο οὐκ ἐξ ἡμῶν, Θεοῦ τὸ δῶρον.» Zach. IV, 8® 9: Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· Αἱ χεῖρες Ζοροβάβελ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον, καὶ αἱ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτόν, καὶ ἐπιγνώσῃ διότι Κύριος παντοκράτωρ ἐξαπέσταλκέν με πρὸς σέ. Οὐ περὶ αἰσθητῆς οἰκοδομῆς ὁρατοῦ οἴκου λέγεται ἡ προφητεία. Εἴρηται γὰρ ἤδη ὅτι ὁ προφήτης οὗτος ἔτι ἐν τῇ Βαβυλῶνι τυγχάνων, ἐνεστηκότος ἤδη τοῦ ἑβδομηκοστοῦ ἔτους τῆς αἰχμαλωσίας, ἐμυσταγωγήθη τὰς ἐκκειμένας ἀποκαλύψεις. Ἀλλ' οὐκ ἐν τῇ Βαβυλῶνι, ἀλλ' ἐν τῇ Ἰερουσαλὴμ καὶ μετὰ τὴν αἰχμαλωσίαν ᾠκοδόμητο ὁ αἰσθητὸς οἶκος. Διὸ οὐ περὶ αὐτοῦ ἡ προκειμένη φωνὴ τυγχάνει· ὡς γὰρ περὶ παρόντος καὶ ἐνεστηκότος ἤδη τοῦ ναοῦ, δεικτικῶς λέγεται περὶ αὐτοῦ· «Ὁ οἶκος οὗτος». Οὐχ ὑπόκειται δὲ ὄψει τοῦ ὄντος ἐν Βαβυλῶνι ὁ ἐγερθεὶς οἶκος ἐν τῇ Ἰερουσαλὴμ μετὰ τὴν κάθοδον τῆς αἰχμαλωσίας. Ἀλλ' εἰ καὶ μὴ περὶ τοῦ αἰσθητοῦ οἰκοδομήματος λέγεται ταῦτα, ἀλλά γε δηλοῦται ὑπ' αὐτῶν ὁ πρωτότυπος τοῦ ὁρατοῦ, νοητός τις ὑπάρχων καὶ ὡσανεὶ ἰδέα τοῦ πρὸς τὴν ὁμοιότητα αὐτοῦ κατεσκευασμένου. Εἴρηται καὶ πρότερον ὅτ̣ ι ὥσπερ ἡ σκηνὴ καὶ τὰ ἐν αὐτῇ σκεύη κατὰ τύπον ἀοράτ̣ ου σκηνῆς φανείσης ἐν τῷ ὄρει, τοῦτ' ἔστιν τοῦ ὕψους τῆς ἀρχετυ´̣ που, κατεσκευάσθη, οὕτω ὁ σωματικὸς οἶκος ὁ ἐξ αἰσθη̣ τ̣ ω῀̣ ν λίθων ἐγερθεὶς μίμημα καὶ εἰκὼν τυγχάνει του῀̣ δειχθέντος Ζαχαρίᾳ τῷ προφήτῃ ὀπτασίας τρόπῳ, ἀλλ' οὐ προσβολῇ αἰσθήσεως. Τούτου τοῦ ἀρχετύπου τὸ σύμβολον αἱ χεῖρες Ζοροβάβελ ἐθεμελίωσαν καὶ αἱ δραστήριοι δυνάμεις αὐτοῦ ἐπιτελέσουσιν. Οὗ γενομένου, γνώσει, ὡς πρὸς ὃν ἡ ἐπαγγελία, ὅτι «Κύριος παντοκράτωρ ἀπέστειλέν με πρὸς σέ», ὅπως φωτισθῇς καὶ ἐπιστημονικῶς θεωρήσῃς τὰ θεσπισθέντα διὰ θεοπτίας. Εἴποι δ' ἂν καὶ ὁ προκείμενος προφήτης τὰ αὐτὰ οἷς ἔγραψεν ὁ ἐν Χριστῷ λαλῶν Παῦλος οὕτως ἔχοντα· «Ἐλεύσομαι εἰς ἀποκαλύψεις καὶ ὀπτασίας Κυρίου.» Συμφώνως τῷ ἐν ἀποκαλύψεσιν ὁμιλεῖν τὸν Θεὸν τοῖς διορατικοῖς οὖσιν κατὰ τὸν ἔσω ἄνθρωπον, ὁ ὑμνῳδὸς ἐν Ψαλμοῖς· «Τότε ἐλάλησας ἐν ὁράσει τοῖς υἱοῖς σου», οὐκ ἐν ὠσὶ οὐδὲ φωνῇ τοῖς τὸ πνεῦμα τῆς υἱοθεσίας ἔχουσιν λαλοῦντος τοῦ Θεοῦ Λόγου. Ὢν γὰρ φῶς ἀληθινόν, φωτίζει τὴν διάνοιαν ὧν θέλει δέξασθαι αὐτοῦ τὰς θείας ὁμιλίας· ἐν ὁράσει μᾶλλον ἢ ἐν ὠσὶ λαλεῖ. Αὐτίκα γοῦν καὶ τῷ Ἠσαΐᾳ οὕτω λαλοῦντος Θεοῦ, τῷ· «Ὅρασις ἣν εἶδεν Ἠσαΐας», οὐχ ὁρατά, ἀλλὰ λόγοι ἐπιφέρονται. Πῶς γὰρ ὁρατὸν τό· «Ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὑτοὶ δέ με ἠθέτησαν.» Ἰσοδυναμούντως καὶ περὶ τοῦ πέμπτου τῶν Δώδεκα Προφητῶν. Μετὰ γὰρ τὸ φάναι· «Ὅρασις Ἀβδίου», οὐδὲν θέαμα αἰσθητόν, ἀλλὰ λόγοι ἐπιφέρονται, οὕτως ἔχοντες· «Τάδε λέγει Κύριος τῇ Ἰδουμαίᾳ· Ἀκοὴν ἤκουσα παρὰ Κυρίου, καὶ περιοχὴν εἰς τὰ ἔθνη ἀπέστειλα· ἠτιμωμένος σὺ εἶ σφο´̣ δρα», καὶ τὰ ἑξῆς. Zach. IV, 10: Διότι τίς ἐξουδένωσεν εἰς ἡμέρας μικράς; Καὶ χαρήσονται, καὶ ὄψονται τὸν λίθον τὸν κασσιτέρινον ἐν χειρὶ Ζοροβάβελ· ε῾̣ πτὰ οὗτοι ὀφθαλμοί εἰσιν οἱ ἐπιβλέποντες ἐπὶ πᾶσαν γῆν. Δ̣ ιότι τίς ε᾿̣ στιν ὁ ἐξουθενῶν τὰς ἡμέρας τὰς μικράς; Αὗται δέ εἰσιν μεθ' ἃς ἡ ἀποκατάστασις γίνεται, τῶν εἰς τὴν Βαβυλῶνα γεναμένων αἰχμαλωσίας νόμῳ κάθοδον λαμβανόντων εἰς τὴν ἰδίαν πατρίδα. Ἡμέραι δὲ μικραὶ τυγχάνουσιν αἱ ὀλίγαι τῷ ἀριθμῷ, μάλιστα καὶ αἱ συντετμημέναι, οὐκ ἐπὶ πολὺ τοῦ ἡλίου μένοντος ἐν τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ· τὸ πρότερον μᾶλλον ἐκλημπτέον, διὰ τὸ τὰς ἀποκαλύψεις δεδεῖχθαι τῷ προφήτῃ ἐν τῷ ἑβδομηκοστῷ ἔτει τῆς αἰχμαλωσίας, ὡς αὐτὸν τὸν προφήτην πρὸς Θεὸν εἰπεῖν· «Ἕως τίνος οὐ μὴ ἐλεήσεις τὴν Ἰερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα, ἃς ὑπερεῖδες τοῦτο ἑβδομηκοστὸν ἔτος;» Συνᾴδει τῇ
q.33
θεωρίᾳ ταύτῃ καὶ τὸ ἐν Εὐαγγελίῳ λεχθὲν ὑπὸ τοῦ Σωτῆρος· «Εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ.» Τὸ κολοβωθῆναι τὰς ἡμέρας τῆς θλίψεως δηλοῖ ὡς οὐ παραμενεῖ τὰ θλιβερὰ ἐπὶ χρόνον πλείονα, ταχέως καταπαύοντα, ἵνα διαρκέσῃ ἡ ἰσχὺς τῶν κακουμένων πρὸς τὸ γενναίως ἀγωνίσασθαι ἐπὶ τῷ βραβείων καὶ στεφάνων τυχεῖν. Οὐ γὰρ πειστέον Τατιανῷ τῷ αἱρετικῷ ἐσφαλμένως λέγοντι ἐλάττους γεγονέναι τὰς προτέρας ἡμέρας παρὰ τὰς νῦν, βραχὺ συσταλεισῶν τῶν ὡρῶν τοῦ νυχθημέρου, διὰ τὸ ἀπαγγέλλεσθαι ὑπὸ τοῦ ὑμνῳδοῦ πρὸς τὸν Θεόν· «Τῇ διατάξει σου διαμένει ἡ ἡμέρα.» Ἀλλ' ἐπεὶ ἀδύνατον καθ' ἱστορίαν οὕτω τὰς ἡμέρας κολοβοῦσθαι, ἀνακτέον τὸ εὐαγγελικὸν περὶ τῆς κολοβώσεως τῶν ἡμερῶν καὶ τὸ περὶ τῶν μικρῶν ἡμερῶν κείμενον ἐν τῇ προφητικῇ λέξει. Τῶν νοητῶν ἡμερῶν πρὸς τοῦ ἡλίου τῆς δικαιοσύνης ἐχουσῶν μέγεθος καὶ πλῆθος, καὶ τ̣ ο·· τ· ον ἐκ τῆς διαφορᾶς τῶν φωτιζομένων καὶ οὐ τοῦ τ̣····· τος αὐτὰς θείου φωτός. Ὅταν γὰρ περὶ τοῦ δικαίου τ̣ οῦ «κατοικοῦντος ἐν βοηθείᾳ τοῦ ὑψίστου» ὁ Κύριος λέγῃ· «Μακρότητι ἡμερῶν ἐμπλήσω αὐτόν», οὐ πολυχρονιότητα ἐπαγγέλλεσθαι τῷ δικαίῳ φαμὲν ποθοῦντι «ἀναλῦσαι ἵνα σὺν Χριστῷ γένηται», ὡς λέγειν αὐτόν· «Οἴμοι ὅτι ἡ παροικία μου ἐμακρύνθη.» Ἀμέλει γοῦν καὶ ἡ ἱστορία μάχεται τῇ τοιαύτῃ νοήσει, οὐ πολυημέρων γινομένων ἐκ παντὸς τρόπου τῶν τιμώντων γονέας, εἰρημένου πρὸς ἕκαστον· «Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, ἵνα εὖ σοι γένηται καὶ ἔσῃ πολυχρόνιος ἐπὶ τῆς γῆς ἧς Κύριος ὁ Θεός σου δίδωσίν σοι.» Ἔστιν γὰρ εὑρεῖν τηροῦντας τὴν ἐντολὴν ταύτην ὠκυμόρους ἐν ὀλίγῳ χρόνῳ ἔξω τῆς ἐπικήρου ζωῆς γινομένους. Ἐπεὶ οὖν ἐλέγχεται τὸ ῥητὸν οὐκ ἔχον ὡς οἱ πολλοὶ νομίζουσιν, τὸ ἐν Ψαλμοῖς λεγόμενον περὶ μακρότητος ἡμερῶν καὶ εἴ που ἀλλαχοῦ τῆς θεοπνεύστου γραφῆς οἷόν ἐστιν τό· «Ζωὴν ᾐτήσατο καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος», καὶ τὸ ἐν Παροιμίαις· «Δίκαιοι ποιήσουσιν ἐν πλούτῳ ἔτη πολλά.» Ὅτι δὲ ὁ παρεκτείνων φωτισμὸς καὶ μακρότης ἡμερῶν ἐστιν ὁ ἱεροφάντης τῶν θείων νόμων Μωϋσῆς πρὸς τὸν φιλόθεόν φησιν· «Αὕτη ἡ ζωή σου καὶ ἡ μακρότης τῶν ἡμερῶν σου· ἀγαπᾶν Κύριον τὸν Θεόν σου ἐξ ὅλης ψυχῆς σου καὶ ἐξ ὅλης καρδίας σου.» Ἐπεὶ γὰρ φωτεινή ἐστιν ἡ σύντονος πρὸς Θεὸν α᾿̣ γ̣ άπη, μακρὰς καὶ μεγάλας ἡμέρας παρασκευάζει, ὥστε μετέχοντα αὐτῆς πολυήμερον καὶ μακροήμερον τυγχάνειν. Ταύταις ταῖς ἡμέραις συγκρινόμεναι αἱ εἰσαγω̣ γ̣ ι̣ καὶ ἐκλάμψεις τυγχάνουσιν ἡμέραι μικραί· ἃς ὁ οὐκ̣ ε᾿̣ ξ̣ ουθενῶν ῥᾷστα πειραθήσεται τῶν μετὰ τὰς εἰσαγωγὰς λαμπρῶν προκοπῶν. Ἐν αἷς ὁ γενάμενος χαρήσεται «χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ», ὑπαρχούσῃ «καρπῷ τοῦ ἁγίου Πνεύματος». Τί δὲ ἀκολουθεῖ τῷ οὕτω χαρέντι ἢ τὸ ὄψεσθαι τὸν κασσιτέρινον λίθον ἐν χειρί, τοῦτ' ἔστιν ἐν πράξει, τοῦ Ζοροβάβελ, τῷ ἐξ αὐτοῦ γενεαλογεῖσθαι τὸν ἐξ Ἀβραὰμ καὶ Δαυὶδ καὶ τέλος ἐκ τῆς Μαρίας Ἰησοῦν, τὸν διὰ τὸ δι' ὅλων φωτεινὸν εἶναι καὶ διορατικοὺς ἀπεργαζόμενον τοὺς πλησιάζοντας αὐτῷ. Εἶναι ἑπτὰ ὀφθαλμοὺς εἶπεν, ἐφορῶντας καὶ ἐπιβλέποντας πᾶσαν τὴν γῆν, τότε μάλιστα ὅτε ἔμαθον ποιεῖν δικαιοσύνην οἱ οἰκοῦντες ἐπὶ τῆς γῆς, πορευόμενοι ἄμωμοι καὶ ἐργαζόμενοι δικαιοσύνην. Ὅτι δ' οὗτοι ἐπιβλέπονται ὑπὸ Κυρίου, ἀπὸ τοῦ ψαλμῳδοῦ μαθεῖν ἔστιν λέγοντος· «Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν.» Ἑπτὰ θείους ὀφθαλμοὺς ἔχει ὁ ὅλος ἐξ ὅλων διορατικὸς ὑπάρχων· ταύτῃ γοῦν καὶ τὰ πανάγια Χερουβεὶν οἷς ἐποχεῖται Θεός, κατὰ τὴν ὅρασιν τοῦ Ἰεζεκιήλ, δι' ὅλων εἰσὶν ὀμματώμενα, πλήρης εἶναι εἰρημένα ὀφθαλμῶν, ὡς καὶ τὰ νῶτα καὶ τὰ πρόσω αὐτῶν ἔχειν ὀφθαλμοὺς ἐποπτικοὺς τῶν ὑπερφυῶν καὶ μεγάλων θεαμάτων. Πληθυσμὸς δὲ γνώσεως ἑρμηνεύεται τὰ Χερουβείν· ἐξ οὗ παρίσταται ὅτι ὁρῶσιν ἃ
q.34
ἐπίστανται καὶ οἷς ἐπιβάλλουσι βλέπουσι. Ὅρα εἰ τό· «Τίς ἐξουδένωσεν εἰς ἡμέρας μικράς;» οὐ τὸν σπάνιον θεατὴν δηλοῖ, ἀλλά τινα τὸν παρά τισιν καλούμενον ἰδίως ποιόν, παρ' ἄλλοις δ' ἄτομον, παραπλησίως τῷ ἀποστολικῷ ῥητῷ ἔχοντι οὕτως· «Πᾶς οἶκος κατασκευάζεται ὑπό τινος.» Zach. IV, 11® 14: Καὶ ἀπεκρίθην καὶ εἶπα πρὸς αὐτόν· Τί αἱ δύο ἐλαῖαι αὗτ̣ αι αἱ ἐκ δεξιῶν τῆς λυχνίας καὶ ἐξ εὐωνύμων; Καὶ ἐπηρ̣ ω´̣ τ̣ ησα ἐκ δευτέρου καὶ εἶπα πρὸς αὐτόν· Τί οἱ δύο κλάδοι τῶν ἐλαιῶν οἱ ἐν ταῖς χερσὶν τῶν δύο μυξωτήρων τῶν χρυσῶν τῶν ἐπιχεόντων καὶ ἐπαναγόντων τὰς ἐπαρυστρίδας τὰς χρυσάς; Καὶ εἶπεν πρός με· Οὐκ οἶδας τί ἐστιν ταῦτα; Καὶ εἶπα· Οὐχί, Κύριε. Καὶ εἶπεν· Οὗτοι οἱ δύο υἱοὶ τῆς πιότητος παρεστήκασιν τῷ Κυρίῳ πάσης τῆς γῆς. Ἐπηρωτήσαντος τοῦ ἀγγέλου τοῦ λαλοῦντος ἐν τῷ προφήτῃ· «Τί βλέπεις σύ;» ἀπεκρίθη καὶ εἶπεν πευστικῶς· «Τίνες αἱ δύο ἐλαῖαι αἱ ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων τῆς λυχνίας;» Ἀποκρίσεως αὐτῷ μὴ δοθείσης, ἐκ δευτέρου ἐπερωτᾷ περὶ δύο κλάδων τῶν ἐλαιῶν οἱ ἐν ταῖς χερσὶν τῶν δύο μυξωτήρων τῶν ἐπιχεόντων καὶ ἐπαναγόντων τὰς ἐπαρυστρίδας τὰς χρυσᾶς. Πρὸς ὃν ὁ ἄγγελος· «Οὐ γινώσκεις τί ἐστιν ταῦτα;» Οὐχί, Κύριε, εἰπόντος τοῦ προφήτου, ὁ ἄγγελος ἔφη· «Οὗτοι οἱ δύο υἱοὶ τῆς πιότητος παρεστήκασιν τῷ Κυρίῳ πάσης τῆς γῆς.» Τῷ ἀρχὴν ἔχοντι μυσταγωγίας οὐ δυνατόν πω γνῶναι τίνες ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων τῆς λυχνίας ἐλαῖαι· διὸ ἐκ δευτέρου ἐπερωτᾷ περὶ κλάδων δύο τῶν ἐλαιῶν. Σεσαφήνισται ἐν τοῖς πρότερον λόγους εἶναι μελέτης θείας, ἐλαίας ὀνομαζομένους διὰ τὸ τὸν καρπὸν αὐτῶν αὔξειν καὶ τρέφειν τὸ φῶς. Ἐπεὶ οὖν οὐ δυνατὸν τὸν «ἐκ μέρους γινώσκοντα καὶ προφητεύοντα» θεωρῆσαι ἐξ ὅλων τὰ στελέχη καὶ τὰ ἔρνη τῶν ἐκ̣ κειμένων φυτῶν, ἐκ δευτέρου ἐπερώτησιν προσάγει περὶ δύο κλάδων ἐλαιῶν, τούτων γὰρ μόγις γνῶσιν ἔχει̣ ν δυνατὸν τὸν «δι' ἐσόπτρου καὶ αἰνίγματος» ἐπιβάλλοντα τ̣ ῇ ἀληθείᾳ, ἵν' ἐκ τῶν μερικῶν ὠφεληθεὶς δυνηθῇ π̣ ο̣ τε γνῶναι τίνες αἱ ἐλαῖαι τυγχάνουσιν. Καὶ ἐπεὶ μία ἀποδόσεων κατά τινα τῶν ἐξηγησαμένων τὸ ῥητὸν ὃς τὰς δύο ἐλαίας εἰς τὸν περὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος λόγον ἐξέλαβεν, ὅρα εἰ οἱ κλάδοι τῶν ἐλαιῶν τούτων ἐκλαμβάνοιντο τὰ ἐφικτὰ τῷ ἐκ μέρους γινώσκοντι. Καὶ Χριστοῦ μὲν ἐλαίας ὄντος, κλάδος εἴη τὸ σάρκα γεγονέναι τὸν Λόγον· τοῦ δ' ἁγίου Πνεύματος, ἡ εἰσαγωγικὴ θεωρία αὐτοῦ, ὀνομαζομένη «ἀρραβὼν» αὐτοῦ. Περὶ τούτων ἐκ δευτέρου ἐπερωτήσας, ὁ θεολημπτούμενος ἤκουσεν πρὸς τοῦ μυσταγωγοῦντος ἀγγέλου· «Οὐ γινώσκεις τί ἐστιν ταῦτα;» Τοῦ δὲ φήσαντος· «Οὐχί, Κύριε», «Οὗτοι, φησίν, εἰσὶν οἱ δύο υἱοὶ τῆς πιότητος· παρεστήκασιν τῷ Κυρίῳ πάσης τῆς γῆς». Ὅνπερ γὰρ τρόπον ἐκ δεξιῶν τοῦ περὶ Πατρὸς λόγου, οὗτος δ' ἐστὶν τὸ λαμπάδιον τὸ ἐπάνω τῆς λυχνίας, ὡς ἡρμήνευται μικρῷ πρότερον, οὕτω τῆς περὶ Πατρὸς θεωρίας πιότητος προσαγορευομένης, υἱοὶ αὐτῆς τυγχάνουσιν ὁ περὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος λόγος, ὡς ἐνδέχεται γνῶναι τὸν ἔτι ἐν σώματι ὄντα. Κατὰ ἀπόδοσιν ἄλλην, ἡ τῶν θεοπνεύστων γραφῶν μυστικὴ νόησις πιότης ἐστὶ τοῦ οἴκου τοῦ Θεοῦ κατὰ τὸ λεχθὲν ἐν πέμπτῳ καὶ τριακοστῷ Ψαλμῷ πρὸς τὸν Κύριον Θεόν· «Μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου», δῆλον δ' ὅτι «οἱ ἐλπίζοντες ἐν ταῖς πτέρυξιν τοῦ Θεοῦ» ἀνθρώπων υἱοί, δύο υἱοὶ ὄντες τῷ τὸν μὲν ἐκ περιτομῆς γεγενῆσθαι, τὸν δὲ κατὰ τὸ Χριστοῦ εὐαγγέλιον. Ἐπίστησον εἰ δύνασαι πιότητος υἱοὺς δύο ἐκλαβεῖν παρεστηκότας τῷ Κυρίῳ πάσης τῆς γῆς, τοὺς ὀφθέντας ἐν δόξῃ μετὰ Ἰησοῦ ἐν τῷ ὄρει Μωϋσέα καὶ Ἠλίαν, τὸν νομικὸν καὶ προφητικὸν δηλονότι λόγον. Ὥσπερ γὰρ ὁ πνευματικὸς νόμος υἱὸς τυγχάνει τῆς ἀποδοθείσης πιότητος, οὕτω καὶ ὁ ἀνηγμένος προφήτου λόγος. Ἀνέγνων ἐν ἀποκρύφῳ βιβλίῳ τὸν Ἐνὼχ καὶ τὸν Ἠλίαν τοὺς δύο υἱοὺς τῆς πιότητος εἶναι, ὡς εἰκὸς διὰ τὸ προσόνασθαι παρὰ τοὺς ἄλλους ἀνθρώπους. «Ὁ μὲν γὰρ Ἐνὼχ
q.35
μετετε´̣ θη τοῦ μὴ ἰδεῖν θάνατον», «ὁ δὲ Ἠλίας ἀνελήμφθη» πυρίνου ἅρματος καὶ ἵππου ἀναγαγόντων αὐτὸν «ὡς εἰς τὸν οὐρανόν». Ταῦτα κατὰ δύναμιν τὴν ἡμετέραν, βραχεῖαν οὖσαν, θεωρήσαντες, ἐκθώμεθα τὰ ἑξῆς τοῦ προφήτου, νοῆσαι καὶ αὐτὰ ποθοῦντες, ἐὰν ἄρα «δώῃ λόγον ἐν ἀνοίξει τοῦ στόματος ἡμῶν» ὁ φωτίζων δι' ἀποκαλύψεων τὸν προφήτην. Zach. V, 1® 4: Καὶ ἐπέστρεψα καὶ ἦρα τοὺς ὀφθαλμούς μου· καὶ εἶδον, καὶ ἰδοὺ δρέπανον πετόμενον. Καὶ εἶπεν πρός με· Τί σὺ βλέπεις; Καὶ εἶπα· Ἐγὼ ὁρῶ δρέπανον πετόμενον, μῆκος πήχεων εἴκοσι, καὶ πλάτος πήχεων δέκα. Καὶ εἶπεν πρός με· Αὕτη ἡ ἀρὰ ἡ ἐκπορευομένη ἐπὶ προσώπου πάσης τῆς γῆς· διότι πᾶς κλέπτης ἐκ τούτου ἕως θανάτου ἐκδικηθήσεται, καὶ πᾶς ὁ ἐπίορκος ἐκ τούτου ἕως θανάτου ἐκδικηθήσεται. Καὶ ἐξοίσω αὐτό, λέγει Κύριος παντοκράτωρ, καὶ εἰσελεύσεται εἰς τὸν οἶκον τοῦ κλέπτου καὶ εἰς οἶκον τοῦ ὀμνύοντος τῷ ὀνόματί μου ἐπὶ ψεύδει, καὶ καταλύσει ἐν μέσῳ τοῦ οἴκου αὐτοῦ, καὶ συντελέσει αὐτὸν καὶ τὰ ξύλα αὐτοῦ καὶ τοὺς λίθους αὐτοῦ. Ἐπιστρέψας ἀπὸ τῆς φθασάσης ὀπτασίας, ἦρα τοὺς ὀφθαλμούς μου τοὺς τῆς διανοίας. Καὶ ὁρῶ δρέπανον πετάμενον, μῆκος ἔχον πήχεων εἴκοσι, καὶ πλάτος πήχεων δέκα. Ὅπερ δρέπανον, ὁ δεικνὺς τὴν περὶ αὐτοῦ θέαν φησίν· Αὕτη ἐστὶν ἡ ἀρά, τοῦτ' ἔστιν ἡ κόλασις, ἡ ἐπὶ πᾶσαν τὴν γῆν ἐπαγομένη, ἐπὶ τῷ κόψαι καὶ συντελέσαι τὸν κλέπτην καὶ ἐπίορκον. Καὶ ὅρα γε τὸ μέγεθος τῆς δι' ἀποκαλύψεως γινομένης παιδεύσεως, φανερούσης ἐκ τῶν φανερῶν τὰ μὴ φαινόμενα, ἐκ τῶν αἰσθητῶν τὰ ν̣ οούμενα. Ἐπὶ γὰρ ψήφου τοῦ δικαίου κριτοῦ ἐξετάζοντος τὸν δίκαιον καὶ τὸν ἀσεβῆ, ἀποδιδόντος τε ἑκάστῳ κατὰ τὴν πρᾶξιν καὶ τὰ ἔργα αὐτοῦ, τὰς ἐπιφερομένας κατὰ τῶν ἀδίκ̣ ων καὶ ἀσεβῶν ἀνθρώπων τιμωρίας, ὅπου μὲν μάχαιραν καὶ βέλη, ὅπου δὲ ἀξίνην καὶ δρέπανον ὀνομάζει. Ὅταν γὰρ «οἱ πονηροὶ καὶ γόητες ἄνθρωποι» καὶ σὺν τούτοις οἱ ἀλιτήριοι δαίμονες πολέμιοι καὶ στασιώδεις δι' ἣν ἔχουσιν ὠμότητα τυγχάνωσιν, τὰ ἐπαγόμενα κατ' ἀξίαν τοῖς τοιούτοις ξίφη καὶ ἀκόντια προσαγορεύονται, ἐπιφερόμενα πρὸς τοῦ λέγοντος Κυρίου ἐν ᾠδῇ μεγάλῃ τοῦ Δευτερονομίου· «Μεθύσω τὰ βέλη μου ἀφ' αἵματος, καὶ ἡ μάχαιρά μου καταφάγεται ἀφ' αἵματος τραυματιῶν», καὶ ἔτι· «Ἐπάξω τὴν μάχαιράν μου ἐπ' αὐτούς, καὶ τὰ βέλη μου συντελέσει αὐτούς.» Καὶ ἐπεὶ μὴ μόνων τῶν ἐπὶ γῆς ἁμαρτανόντων, ἀλλὰ καὶ τῶν εἰς πονηρίαν πεσόντων ἀγγέλων ἅπτεται ἡ κόλασις– γέγραπται γάρ· «Ὁ Θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο», ἀπολιπόντων τὸ οὐράνιον οἰκητήριον– ἐν Ἠσαίᾳ λέγεται ἐκ προσώπου τοῦ Θεοῦ· «Ἐμεθύσθη ἡ μάχαιρά μου ἐν τῷ οὐρανῷ.» Μάλιστα δὲ γνωρίζεται ἡ ἐπαγομένη κατὰ τῶν ἀσεβῶν ἐπίπονος κρίσις, ἐν τῷ φερομένῳ ἐν Ἀμώς, τῷ δευτέρῳ τῶν Δώδεκα Προφητῶν, οὕτως ἔχοντι· «Ἐν ῥομφαίᾳ τελευτήσουσιν πάντες ἁμαρτωλοὶ λαοῦ.» Οὐ γὰρ περὶ αἰσθητοῦ ὀργάνου πολεμίων ἡ προφητικὴ λέξις, τῷ μηδεπώποτε πάντας τοὺς ἁμαρτάνοντας τοῦ λαοῦ ξίφει ὁρατῷ ἀνῃρῆσθαι. Ἰσοδυναμούντως καὶ ἐν ἑβδόμῳ Ψαλμῷ ἀπειλεῖ ὁ μελῳδὸς φάσκων πρὸς τοὺς καλουμένους εἰς μετάνοιαν· «Ἐὰν μὴ ἀποστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει, τὸ τόξον αὐτοῦ ἐνέτεινεν, αὐτὸ καὶ ἐν αὐτῷ ἡτοίμασεν σκεύη θανάτου· τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο.» Πρός γε νοῦν τῶν σκευῶν τοῦ θανάτου ἐν Ἰερεμίᾳ λε´̣ γεται· «Ἕως πότε κόψεις ἡ μάχαιρα τοῦ Κυρίου, ἕως πότε οὐχ ἡσυχάσεις; ἐπιστράφητι εἰς τὸν κολεόν σου.» Ἀρκούντως ἐκτεθέντων τῶν πολεμικῶν ὀργάνων πληττόντων καὶ βλαπτόντων τοὺς ὠμοθύμους καὶ στασιώδεις ἀνθρώπους τε καὶ δαίμονας, ἴδωμεν καὶ τὰ μετ' αἰνιγμοῦ ἀπαγγελλόμενα περὶ τῶν καρπὸν καλὸν μὴ φερόντων δένδρων, σκευῶν ὀργῆς ἢ
q.36
τῶν κολάσεων αὐτῶν. «Ποιήσατε γὰρ καρποὺς ἀξίους τῆς μετανοίας»· καὶ μεθ' ἕτερα· «Ἤδη ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.» Κατὰ τῶν οὕτως ἑρμηνευομένων φυτῶν, ἡ ἀρὰ δρεπάνου δίκην ἐπάγεται ἐπὶ τῷ ἐκκοπῆναι ἐκείνους περὶ ὧν εἴρηται καρπὸν ὀλέθριον καὶ ἐπιβλαβῆ φερόντων· «Οἱ ἐχθροὶ ἡμῶν ἀνόητοι. Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόρρων· ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτοῖς, θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν, καὶ θυμὸς ἀσπίδων ἀνίατος.» Φαυλῆς δὲ προαιρέσεως, δίκην βλαβερᾶς ἀμπέλου, δηλητηρίους καρποὺς ἀγαγούσης, ἔδει ὀξεῖ δρεπάνῳ ἐκκοπῆναι, καὶ τὴν σταφυλὴν καὶ τὸν βότρυν περιαιρεθῆναι. Τούτων ὁλοσχερέστερον φανέντων, ὅρα καὶ τὰ καθ' ἕκαστον ὡς οἷόν τε σαφηνίσαι. Ἐπιστρέψας ὁ προφήτης ἐξ ὧν εἶδεν ἤδη καὶ ἐδίδαξεν, ἐπάρας τοὺς φωτεινοὺς τῆς καρδίας ὀφθαλμοὺς αὐτοῦ, ὁρᾷ πετάμενον δρέπανον, οὐκ αἰσθητόν, ἀλλὰ νοούμενον δηλονότι, ἔχον μ̣ ῆκος πήχεων εἴκοσι καὶ πήχεων δέκα τὸ πλάτος, ἐκκόπτον «πᾶσαν φυτείαν ἣν οὐκ ἐφύτευσεν ὁ οὐράνιος Πατήρ». Καὶ πάντα ἐκτεμνόμενα ἀκάθαρτα τυγχάνει. Εἰκοσαπήχει τὸ μη῀̣ κος δρεπάνῳ ἡ ἐκτομὴ γίνεται· οὐ καθαρὸς γὰρ ὁ εἴκοσι ἀρ̣ ιθμός, δυὰς ὢν ἐν δεκάσιν. Ἀλλ' ἐπεὶ μὴ μένει ἀεὶ μόνον τὸ μῆκος, πλάτος προσλαμβάνει πήχεων δέκα. Ἔοικεν δὲ ὁ ἀριθμὸς οὗτος μονάδι. Δείκνυται δὲ διὰ τῶν ἐκκειμένων μέτρων ὅτι τέλος αἴσιον καὶ ἐπωφελὲς ἐπιγίνεται τοῖς διὰ τοῦ δρεπάνου κεκαθαρμένοις. Ἀρὰ δὲ καλεῖται τὸ δρέπανον διὰ τὸ πόνους καὶ κακώσεις ἐμποιεῖν τοῖς καθαιρομένοις, ἐκδίκησιν ἐπάγον κατὰ παντὸς κλέπτου καὶ ὀμνύντος τὸ ὄνομα Κυρίου ἐπὶ ψεύδει. Ἵν' οὖν μή τις ταῦτα παθῇ, τηρείτω τὰς οὕτω ἐχούσας ἐντολάς, ἐν μὲν τῇ μωσαϊκῇ διδασκαλίᾳ· «Οὐ μοιχεύσεις, οὐ κλέψεις», ἐν δὲ τῇ ἀποστολικῇ· «Ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος τὸ ἀγαθόν.» Ὅνπερ δὲ τρόπον παραιτητέα ἡ κλοπὴ διὰ τὴν ἀρὰν καλουμένην δρέπανον, οὕτω φευκτέα ἔστω ἡ ἐπιορκία, «οὐ λαμβανομένου τοῦ ὀνόματος Κυρίου ἐπὶ ματαίῳ». Μετ' ὀλίγα γοῦν τῆς προφητείας ἀπαγορεύεται ἡ ἐπιορκία οὕτως· Καὶ τοὺς λαμβάνοντας τὸ ὄνομα Κυρίου ἐπὶ ψεύδει «καὶ ὅρκον ψευδῆ μὴ ἀγαπᾶτε». Περὶ τῆς τοιαύτης ἀρᾶς ὁ Κύριος λέγει οὔσης δρεπάνου· «Ἐξοίσω αὐτὸ» ψήφῳ κρίσεως, «καὶ εἰσελεύσεται εἰς τὸν οἶκον τοῦ κλέπτου καὶ ἐπιόρκου καὶ συντελέσει αὐτὸν καὶ τὰ ξύλα καὶ τοὺς λίθους αὐτοῦ.» Ὥσπερ δὲ ὁ συντελούμενος οἶκος οὐκ αἰσθητόν ἐστιν οἰκοδόμημα, οὕτως οὐχ ὁρατὰ τὰ συμπληροῦντα καὶ ἀπαρτίζοντα αὐτὸν ξύλα καὶ λίθοι. Παρὰ τοῖς λοιποῖς τῶν ἑρμηνευσάντων τὴν ἑβραϊκὴν γραφήν, διφθέρα ἡ ἀρὰ εἴρηται, καλύπτουσα δηλονότι τοὺς ἁλόντας αὐτῇ κλέπτην καὶ ἐπίορκον. Πέταται δὲ τὸ δρέπα̣ νον τοῦτο τάχιστα ἐπὶ πᾶσαν τὴν γῆν ἐρχόμενον. Καὶ κ̣ ατὰ δεύτερον λόγον πέταται ὅτι οὐ μόνον τῶν ἐπὶ γῆσ ἁμαρτανόντων, ἀλλὰ καὶ τῶν ἐν ἀέρι ἅπτεται καὶ τῶν ἁπανταχοῦ ἀσεβούντων κολαζομένων. Τάχ̣···· ἐν μέσῳ τοῦ οἴκου, τοῦτ' ἔστι τῷ ἡγεμονικῷ, καταλύει τὸ δ̣ ρέπανον, παραπλησίως τῇ μαχαίρᾳ τῇ σχιζούσῃ μέσον τὸν κατὰ Σωσάννης μοιχικῶς ἐπιμανέντα κριτὴν τοῦ Ἰσραήλ. Καὶ ἐν τούτῳ γὰρ τῷ ῥητῷ τὸ σχισθῆναι μέσον τὸν ἐπὶ μοιχείᾳ κατακριθέντα, τὸ διῃρῆσθαι τὸ ἡγεμονικὸν αὐτοῦ σημαίνει. Zach. V, 5® 8: Καὶ ἐξῆλθεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπεν πρός με· Ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου καὶ ἰδὲ τὸ ἐκπορευόμενον τοῦτο. Καὶ εἶπα· Τί ἐστιν; Καὶ εἶπεν· Τοῦτο τὸ μέτρον τὸ ἐκπορευόμενον. Καὶ εἶπεν· Αὕτη ἡ ἀδικία αὐτῶν ἐν πάσῃ τῇ γῇ. Καὶ ἰδοὺ τάλαντον μολίβου ἐξαιρόμενον, καὶ ἰδοὺ γυνὴ μία ἐκάθητο ἐν μέσῳ τοῦ μέτρου. Καὶ εἶπεν· Αὕτη ἐστὶν ἡ ἀνομία· καὶ ἔρριψεν αὐτὴν ἐν μέσῳ τοῦ μέτρου καὶ ἔρριψεν τὸν λίθον τοῦ μολίβου εἰς τὸ στόμα αὐτῆς. Ὁ λαλῶν συνηθῶς ἄγγελος ἐν τῷ προφήτῃ
q.37
ἐξῆλθεν, ἔνδον οὐ μένων, ἵνα δείξῃ τὴν ἀνομίαν καὶ τὸ μέτρον καὶ τὸ τάλαντον τοῦ ἐξαιρομένου μολίβου. Τί δὲ τούτων ἕκαστον σημαίνει, καλὸν ἐπιστήσαντα θεωρῆσαι. Ἔστι τοίνυν τὸ δεικνύμενον ἐκπορευόμενον μέτρον, τὸ πλήρωμα πάσης κακίας καὶ ἀσεβείας· ὅπερ οὔπω ὑπάρχον «τοῖς Ἀμορραίοις καὶ τοῖς λοιποῖς ἔθνεσιν», οὐκ ἐκόλαζεν τὰ ὠνομασμένα ἔθνη, τότε τιμωρίαν ὑφιστάμενα ὅταν ἀναπληρωθῶσιν αὐτῶν αἱ ἁμαρτίαι, οὐδενὸς εἴδους ἀδικήματος ἀπόντος, κατὰ τὸ λεχθὲν περί τινων· «Οὐαὶ ἔθνος ἁμαρτωλόν, λαο`̣ ς πλήρης ἁμαρτιῶν.» Τῷ αὐτῷ τρόπῳ καὶ περὶ τῶν πλησθέντων κατὰ Σωσάννης τῆς σωφρονεστάτης ἔρωτι μο̣ ιχικῷ εἴρηται· «Ἦλθον δὲ καὶ οἱ δύο πρεσβύτεροι πλήρεις ἀνόμου ἐννο̣ ίας.» Καὶ περὶ τοῦ Ἐλύμα δὲ τοῦ μάγου εὐθυβόλως ὁ Ἀπόστολοςεἶπεν, πληκτικώτατα προφέρων τοὺς ἐλεγμοὺς αὐτῷ· «Ὦ πλήρης δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύῃ διασ̣ τ̣ ρ̣ ε´̣ φων τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας;» Κατασκευάζεται δὲ ἡ θεωρία αὕτη μάλιστα ἐξ ὧν εἶπεν ὁ Σωτὴρ τοῖς εἰποῦσιν Ἰουδαίοις· «Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἤμεθα κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι τῶν προφητῶν. Ὥστε μαρτυρεῖτε ὅτι υἱοί ἐστε τῶν ἀποκτεινάντων τοὺς προφήτας· πληρώσατε οὖν καὶ ὑμεῖς τὸ μέτρον τῶν πατέρων ὑμῶν.» Εἰ γὰρ καὶ μυρία κατὰ τῶν προφητῶν φονικῶς ἐπλημμέλησαν, ἀλλ' οὖν ἔλιπεν πρὸς ἀναπλήρωσιν τοῦ μέτρου τῶν ἀσεβημάτων ἡ κατὰ τοῦ ταῦτα λέγοντος Ἰησοῦ τόλμα καθ' ἣν σταυρῷ αὐτὸν περιβεβλήκασιν· τότε γὰρ τότε τὸ μέτρον τῆς δυσσεβείας αὐτῶν πεπλήρωται, ὅτε σὺν τοῖς προφητεύσασιν τὸν προφητευθέντα κατέκριναν θανάτῳ. Ὥσπερ οὖν ἐστιν μέτρον ἁμαρτημάτων τοῖς κολαστέοις, οὕτω καὶ μέτρον ἀγαθῶν ἔργων καὶ φρονημάτων τοῖς τὸν σπουδαῖον καὶ κατ' εὐσέβειαν πεποιωμένον βίον ἑλομένοις. Πληροῦται δὲ καὶ τὸ μέτρον τοῦτο ὅταν μηδεμία δικαία γνώμη καὶ ὁσιότης ἀπῇ. Πρὸς τὰ δύο τάγματα ταῦτα, τό τε ἀγαθὸν καὶ πονηρόν, ὁ Σωτὴρ εἶπεν· «Ὧι μέτρῳ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν.» Τοῖς γὰρ τὸ ἐπαινετὸν πληρώσασιν μέτρον ἐπιμετροῦνται ἐπαγγελίαι ἃς ἄνθρωπος «οὐκ εἶδεν οὐδὲ ἤκουσεν οὐδ' ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβησαν, ἑτοιμασθεῖσαι ὑπὸ τοῦ Θεοῦ τοῖς ἀγαπῶσιν αὐτόν.» Τοῖς δὲ τὸ ψεκτὸν καὶ ἐπάρατον χειρίσ̣ των ἔργων λόγων τε καὶ νοημάτων ἀντιμετρεῖται ἡ κόλασις κατ' ἀξίαν ἐπιφερομένη, ὡς τὸν μὲν ἐξελθεῖν «εἰς τὸ σκότος τὸ ἐξώτερον», τὸν δ' ἀπιέναι «εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ». Ἐπίστησον εἰ κατ' α᾿̣ μφοτέρων τῶν μέτρων ἢ μόνου τοῦ τῶν δικαίων ἔργων εἶπεν ὁ Σωτήρ· «Μέτρον καλόν, σεσαλευμένον, πεπιεσμένον, ὑπ̣ ερεκχυννόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν», τ̣····· η̣ ν τὸ ἡγεμονικὸν ὑμῶν. Τάχα δὲ περὶ τοῦ τῶν σπο̣ υ̣ δ̣ α̣ ίων μόνου εἴρηται, ἑκατονταπλασίονα καὶ μείζονα «ὧν αἰτοῦμεν καὶ νοοῦμεν» διδόντος τοῦ κριτοῦ τὴν μισθαποδοσίαν, οὐκ ὄντος ἀκολούθου δίδοσθαι μέτρον τοῖς ὧν μὴ πάσας τὰς ἀνομίας παρατηρεῖται ὁ καρδιογνώστης καὶ πάντων τὸν νοῦν ἐπιστάμενος, μέτρον διδοὺς τοῖς τοιούτοις οὐ σαλευόμενον, οὐ πιεζόμενον, οὐχ ὑπερεκχυννόμενον, ἀλλ' ἐλλεῖπον καὶ ἀπλήρωτον, ἵν' οὕτω φράσω, ἀπὸ ἐλεημοσύνης καὶ ἀγαθότητος «τοῦ βλεφάροις ἐξετάζοντος τοὺς υἱοὺς τῶν ἀνθρώπων». Εἰς τὸ μέσον τοῦ ἐπιψόγου μέτρου μία γυνὴ ὤφθη καθημένη, οὐκ ἄλλη τῆς ἀνομίας οὖσα καὶ τῆς ὑποβαλλούσης αὐτὴν ἀντικειμένης δυνάμεως. Αὐτὸς γὰρ ὁ προφήτης εἶπεν, δακτυλοδεικτῶν ταύτην τὴν γυναῖκα· «Αὕτη ἐστὶν ἡ ἀνομία πάσης τῆς γῆς», φημὶ δὲ τῆς ἀνθρωπότητος, ἣν καὶ ἀδικίαν ὠνόμασεν· «Πᾶς γάρ, φησίν, ὁ ποιῶν τὴν ἀδικίαν καὶ τὴν ἀνομίαν ποιεῖ, καὶ ἡ ἀνομία ἐστὶν ἡ ἁμαρτία.» Ἑπομένως ὁρᾷ ὁ μυσταγωγούμενος ἐξαιρόμενον μολίβου τάλαντον καὶ τὴν γυναῖκα ἐξηρμένην ῥερῖφθαι ἐν μέσῳ τοῦ μέτρου, οὖσαν ἀνομίαν. Διὰ τί δὲ οὐχ
q.38
ἁπλῶς ἐν τῷ μέτρῳ, ἀλλ' ἐν τῷ μέσῳ αὐτοῦ ἡ ὀφθεῖσα γυνή, ἢ ὅτι τὸ μέσον πάσης κακίας προκατείληφεν, ἄρχουσα τυραννικῶς. Εἰς τὸ στόμα δὲ αὐτῆς ῥίπτεται τὸ ἐξαιρόμενον τάλαντον τοῦ μολίβου. Λόγος δ' ἐστὶν οὗτος ἐπαχθὴς καὶ κατωφερὴς κ̣ αὶ λαμπρότητος ἐστερημένος, ἀντικειμένως ἔχων τῷ λ̣ όγῳ τοῦ ἀρετὴν κεκτημένου· «ἄργυρος γάρ, φησίν, πεπυρωμ̣ ένος γλ̣ ῶσσα δικαίου.» Ὁ γὰρ περὶ τῆς ὀρθοδόξου γνώμης καὶ πρακτικῆς ἀρετῆς πολὺ τὸ τίμιον καὶ λαμπρὸν ἔχει, ἀλλ' οὐχ ὁ ἐν τῷ στόματι τῆς ἀνομίας, ἅτε δὴ βαρὺς καὶ κατωφερὴς τυγχάνων, μάλιστα ὅτι δολερὸς καὶ πεπανουργευμένος ἐστίν. Τοιοῦτος ἦν καὶ ὁ τοῦ μάγου Ἐλύμα «σὺν πάσῃ ῥᾳδιουργίᾳ καὶ παντὶ δόλῳ» προφερόμενος. Οὐ δεῖ δὲ παράδοξον ἡγεῖσθαι εἰ τάττεται ἡ γυναικὸς προσηγορία κατὰ χειρίστης ἕξεως καὶ φαύλης γνώμης καὶ τῆς ἐμποιούσης τὰ τοιαῦτα πονηρᾶς δυνάμεως. Ὥσπερ γὰρ ὧδε ἡ ἀνομία γυνὴ εἴρηται, οὕτως ἐν ταῖς θείαις Παροιμίαις ἡ ἀφροσύνη γυνὴ ὠνομάσθη. Ἔχει δὲ τὸ περὶ τούτου ῥητὸν οὕτως, ἐκ προσώπου τοῦ σοφοῦ ἀπαγγελλόμενον πρὸς τὸν ἀκροατήν· «Υἱέ, ἐμῇ σοφίᾳ πρόσεχε, ἐμοῖς δὲ λόγοις παράβαλλε σὸν οὖς, ἵνα φυλάξῃς ἔννοιαν ἀγαθήν· αἴσθησιν δὲ ἐμῶν χειλέων ἐντέλλομαί σοι. Μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πορνῆς, ἣ πρὸς ὀλίγον γλυκαίνει σὸν φάρυγγα· ὕστερον δὲ πικρότερον χολῆς εὑρήσεις.» Καὶ μετ' ὀλίγα· «Τῆς γὰρ ἀφροσύνης οἱ πόδες κατάγουσιν μετὰ θανάτου εἰς τὸν ᾅδην.» Καὶ περὶ τῆς ἀκολασίας ἐν αὐτῇ τῇ τῶν Παροιμιῶν βίβλῳ ὡς περὶ γυναικὸς εἴρηται ὡς ἐνεδρεύει ὅταν σκότος καὶ ζόφος ᾖ παρὰ γωνίαν ἵν' ἀπατήσῃ καὶ βλάψῃ τὸν ἐνδεῆ φρενῶν νεανίαν. Εἴδει γὰρ πορνικῷ ἐπιφανεῖσα, στωμύλους λόγους προφέρουσα, φησίν, ᾧ φενακίσαι θέλει ἀναιδεῖ προσώπῳ προσφθεγγομένη αὐτόν, ἅτε ἀνεπτερωμένη οὖσα καὶ ἄσῳτος, ἵν' ἐξάψῃ τὴν καρδίαν τοῦ νέου· «Θυσία εἰρηνική μοί ἐστιν σήμερον, ἀποδίδωμι τὰς εὐχάς μου, ἕνεκεν τούτου ἐξῆλθον εἰς ὑπάντησίν σου, ποθοῦσα τὸ σὸν πρόσωπον ηὑ´̣ ρηκά σε.» Καὶ μεθ' ἕτερα· «Δεῦρο καὶ ἐγκυλισθῶμεν ἔρωτι, δεῦρο καὶ ἀπολαύσωμεν φιλίας ἕως ὄρθρου.» Μετὰ τοὺς τοιούτους στωμύλους λόγους καὶ τοὺς ἑξῆς συνημμένους, ὁ σοφός φησιν· «Ἀπεπλάνησεν αὐτὸν πολλῇ ὁμιλίᾳ», ἢ «ὡμυλίᾳ», ὡς ἔχει ἔνια τῶν ἀντιγράφων, «βρόχοις δὲ τοῖς ἀπὸ χειλέων ἐξώκειλεν αὐτόν». Ὅμως εἰ καὶ ἐπλανήθη ὁ νεανίας, ἀλλὰ πάλιν ὁ διδάσκαλος διεγείρει αὐτόν· «Μὴ πορευθῇς ἐν ὁδῷ μετ' αὐτῆς. Ὁδοὶ ᾅδου ὁ οἶκος αὐτῆς κατάγουσαι εἰς ταμίεια θανάτου· πολλοὺς γὰρ τρώσασα καταβέβληκεν, καὶ ἀναρίθμητοί εἰσιν οὓς πεφόνευκεν.» Ὅνπερ δὲ τρόπον γυναῖκες ὀνομάζονται αἱ κακίαι, οὕτω καὶ αἱ ἀρεταί. Ὁ σοφὸς γοῦν περὶ τῆς σοφίας λέγει· «Ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς, καὶ ἤγαγον αὐτὴν πρὸς συμβίωσιν ἐμαυτῷ.» Περὶ τοῦ οὕτως ἠγμένου αὐτὴν γαμετῆς δίκην διαγορεύει τὸ παροιμιῶδες θέσπισμα τόδε· «Ἡ σοφία τίκτει ἀνδρὶ φρόνησιν.» Τούτῳ τῷ ἀνδρὶ προστάττεται· «Περιχαράκωσον αὐτὴν καὶ ὑψώσει σε· τίμησον αὐτὴν ἵνα σε περιλάβῃ.» Πρὸς τὸν ἐκ τῆς ἀρετῆς τεκνώσαντα σπουδαῖον ἄνδρα ἀποτείνεται τὸ ἅγιον Πνεῦμα φάσκον· «Ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσιν τῆς οἰκίας σου· υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου.» Ὅτι δὲ οὐ περὶ θνητῆς γυναικὸς καὶ τῶν υἱῶν αὐτῆς ταῦτα θεσπίζεται, ὁ ἐπιφε̣ ρόμενος στίχος δηλοῖ· «Ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβου´̣ μενος τὸν Κύριον.» Εἰ γὰρ ἀνθρωπίνως τις ἐκλαμβάνοι τὰ τοιαῦτα, πολλ̣ οὶ τῶν μεγάλων ἁγίων εὐλαβέστατοι ὄντες οὐκ ἔσχον τὴν εὐλογίαν, οὐ συνοικήσαντες γυναιξίν, τεκνώσαντες οὐδαμ̣ ῶς̣. Ἀρκεῖ δὲ πρὸς πληροφορίαν παραγαγεῖν Ἠλίαν τὸν μέγαν προφήτην κ̣ αὶ Ἐλισαῖον, τὸν κατὰ θεοσέβειαν ὄντα αὐτοῦ υἱὸν πνευματικόν, τ····· περὶ Ἰωάννου τοῦ βαπτιστοῦ φάναι· καὶ ἕτεροι δέ εἰσιν πλ̣ είονες ἀγαμίᾳ σχολάσαντες, ἵνα «μεριμνῶσιν τὰ τοῦ Κυρίου». Ὅλ̣ ας γὰρ πολλὰς χιλιάδας
q.39
παρθένων ἀνδρῶν μὴ μολυνθέντων μ̣ ετὰ γυναικὸς ὁ Ἰωάννης εἶδεν ἐν τῇ Ἀποκαλύψει. Εἰ γὰρ καὶ ἀνάγεται τὰ περὶ τῶν παρθένων τῶν συμπληρούντων τὸν ἕκατον τεσσαράκοντα τέσσαρα ἀριθμόν, ἀλλ' οὖν ἁγνῆς καὶ σώφρονος διαγωγῆς ἕνεκα, οὐ λυπεῖ ἐκδέξασθαι τὸ ῥητὸν κατὰ πρόχειρον. Φέρεται ἐν τῇ βίβλῳ τῆς κατηχήσεως τῇ Ποιμένι ἐπιγεγραμμένῃ πολλὰ διὰ γυναικῶν καὶ παρθένων δηλούμενα, ὧν τὰ μὲν ἀρετὰς καὶ εὐλογίας δηλοῖ, τὰ δὲ κακίας καὶ κολάσεις, ἃς ὁ ἐντυχὼν ἐκλήμψεται ἀπὸ τοῦ βιβλίου. Zach. V, 9® 11: Καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον· καὶ ἰδοὺ δύο γυναῖκες ἐκπορευόμεναι, καὶ πνεῦμα ἐν ταῖς πτέρυξιν αὐτῶν· καὶ αὗται εἶχον πτέρυγας ὡς πτέρυγας ἔποπος· καὶ ἀνέλαβον τὸ μέτρον ἀνὰ μέσον τῆς γῆς καὶ ἀνὰ μέσον τοῦ οὐρανοῦ. Καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί· Ποῦ αὗται ἀποφέρουσιν τὸ μέτρον; Καὶ εἶπεν πρός με· Οἰκοδομῆσαι αὐτῷ οἰκίαν ἐν γῇ Βαβυλῶνος καὶ ἑτοιμάσαι, καὶ θήσουσιν αὐτὸ ἐκεῖ ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ. Καὶ νῦν ἐπάρας τοὺς ὀφθαλμοὺς τοῦ ἔσω ἀνθρώπου ὡς ἐν ταῖς προλαβούσαις ὀπτασίαις, εἶδεν δύο γυναῖκας ἐκπορευομένας ἐπτερωμένας, καὶ πνεῦμα ἦν ἐν ταῖς πτέρυξιν αὐτῶν. Ἦσαν δὲ αἱ πτέρυγες αὐτῶν ὡς πτέρυγες ζῴου τοῦ καλουμένου ἔποπος. Αἱ οὕτως ἐκπορευόμεναι γυναῖκες ἀνέλαβον τὸ προηρμηνευμένον μέτρον, οὗ ἐν μέσῳ ἡ καλουμέν̣ η ἀνομία γυνὴ ἐτύγχανεν, καὶ ἀνέλαβον αὐτὸ ἐν μέσῳ τ̣ ῆς̣ γῆς καὶ τοῦ οὐρανοῦ. Τούτων οὕτω τεθεωρημένων,··· επυθόμην τοῦ λαλοῦντος ἐν ἐμοὶ ἀγγέλου· «Ποῦ ἀποφέρουσιν τὸ μέτρον; Καὶ εἶπέν μοι· Οἰκοδομῆσαι αὐτῷ οἰκίαν ε᾿̣ ν̣ γῇ Βαβυλῶνος, καὶ θήσουσιν αὐτὸ ἐκεῖ ἐπὶ τὴν ἑτ̣ οιμα̣ σίαν αὐτοῦ.» Ἐπιστατέον τίνες αἱ δύο γυναῖκές εἰσιν. Ὅρα εἰ δύνανται αἱ δύο κακίαι εἶναι ἤτε ἠθικὴ ἡ κατα`̣ παράβ̣ ασιν τῶν θείων ἐντολῶν συνισταμένη ἢ ἡ ψευδὴς περὶ τῶν φρονητέων δόξα καὶ αἱ ἐνεργοῦσαι αὐτὰς πονηραὶ δ̣ υ̣ ν̣ άμεις. Ὤφθησαν δὲ πτέρυγας ἔχουσαι πνεύματος πεπληρωμένας, ἐκείνου περὶ οὗ γράφει ὁ Ἀπόστολος· «Ἐν οἷς ποτε καὶ ὑμεῖς περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὴν ἐξουσίαν τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας.» Τάχα δὲ συγγενές ἐστιν, φαῦλον ὂν τὸ ἐν ταῖς ἐκκειμέναις πτέρυξιν, τῷ ἀκαθάρτῳ πνεύματι τῷ ἐκβαλλομένῳ ὑπὸ Ἰησοῦ ἀπὸ τοῦ ἀνθρώπου, ὅπερ ἐκβληθὲν ὑπὸ Ἰησοῦ, ἐὰν ὑποστρέψαν εὕρῃ σχολάζοντα καὶ σεσαρωμένον τὸν τόπον ἀφ' οὗ ἐξεβλήθη, σχολὴν χειρίστην ἔχοντα καὶ σεσαρωμένον, ἀποβληθέντων πάντων ὧν εἶχεν καλῶν, παραλαμβάνει πνεύματα ἕτερα ἑπτὰ πονηρότερα αὐτοῦ, εἰσέρχεται καὶ «κατοικεῖ, καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων». Πρὸς παράστασιν τοῦ ψεκτὰς εἶναι τὰς πτέρυγας τῶν γυναικῶν, παρεβλήθησαν καὶ ὡμοίωνται ταῖς τοῦ ἔποπος πτέρυξιν. Ἀκάθαρτ̣ ον δ' ἐστὶν τοῦτο τὸ ζῷον, νεκρῶν φίλον ὂν καὶ σκυβάλων ἀνθρωπίνων· νέμεται γοῦν ἐν τοῖς μνήμασιν καὶ νεοσσιὰν ἑαυτῷ ποιεῖ ἐκ κόπρου ἀνθρωπίνης, ἵνα ᾦα θεὶς ἐν τῇ νοσερᾷ καλιᾷ ἐπῳάσῃ καὶ νεοσσοποιήσῃ νεοττοὺς ὁμοίους αὐτῷ. Ἔσχεν δὲ τὴν προσηγορίαν ταύτην ἀπὸ τοῦ ἐποπτεύειν κ̣ αὶ ε᾿̣ φορᾶν τὰ ἀνθρώπινα. Χρῶνται δὲ αὐτῷ αἱ γυναῖκες πεφθέντι εἰς κακοσχολίας, ἤτοι τὰς παραλαμβανομένας εἰς̣···· λια καὶ φθόρια, ἢ τὰ ἀγώγιμα εἰς φίλτρον ἀκόλαστον κα̣ ὶ ἐραστικόν. Σκοπητέον τί τὸ ζῷον τοῦτο κατ' ἀναγωγη`̣ ν ἐκλα̣ βεῖν δεῖ, καὶ ὅρα εἰ δυνατόν. Ἢ τὸν διάβολον σημαίνει, ἢ τὸν ἀντίχριστον. Οὐκ ἀπογνωστέον δὲ καὶ τῶν ἑτεροδόξων ἕκαστον. Χαίρει δὲ καὶ ὁ διάβολος καὶ ὁ ἀντίθεος ἀντίχριστος καὶ τῶν αἱρετικῶν ὁ λόγος νέμεσθαι περὶ μνήματα, τὰ αὐτὰ ὄντα τοῖς τάφοις κατὰ ἀλληγορίαν «τοῖς ἔξωθεν κεκονιαμένοις, ἔσωθεν γέμουσιν πάσης ἀκρασίας» καὶ τῶν παραπλησίων λογισμῶν χωριζόντων ἀπὸ Θεοῦ διὰ τὸ εἶναι σκολιοί. Εἴρηται γὰρ ἐν τῇ παναρέτῳ Σοφίᾳ τοῦ Σαλωμῶνος· «Σκολιοὶ
q.40
λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ.» Πρὸς τῷ πωτᾶσθαι περὶ τὰ μνήματα τὸ μνημονευθὲν ζῷον διὰ τὸ ἀκάθαρτον ὑπάρχειν καὶ χαῖρον ταῖς δυσωδίαις, ἐκ κόπρου ἀνθρωπίνης τὴν καλιὰν ἑαυτοῦ κατασκευάζει. Τί δὲ τούτῳ ἀκολουθεῖ ἢ τὸ καὶ αὐτόν, τὸν ἔποπά φημι, καὶ τοὺς νεόττους αὐτοῦ ἐν ἀκαθαρσίᾳ διάγειν; Πρὸς τούτῳ καὶ τὰ ἀνθρώπινα ἐποπτεύων ἔσχεν τὴν ἐπωνυμίαν ταύτην· ἀνθρώπινα δέ φημι τὰς ἔριδας καὶ φιλονεικίας καὶ τοὺς ψεγομένους ζήλους, περὶ ὧν γράφει ὁ Ἀπόστολος, ἐλέγχων τοὺς ἐνεχομένους αὐτοῖς· «Ὅπου γὰρ ζῆλος καὶ ἔρις ἐν ὑμῖν, οὐχὶ ἄνθρωποί ἐστε, καὶ κατὰ σάρκα περιπατεῖτε;» Τοὺς οὕτω σάρκας καλουμένους χαριέντως ἐρεῖς γυναῖκας εἶναι εἰς κακοσχολίας παραλαμβανούσας πεφθέντα τάχα καὶ βρωθέντα τὸν εἰρημένον κατ' ἀναγωγὴν ἔποπα, ὥστ' ἐξαμβλῶσαι τὰ ἀπὸ τοῦ φόβου συλλαμβανόμενα ἵνα μὴ ἀποτελ̣ ῆται, καὶ φίλτρα ἐγεῖραι εἰς ἀκολασίαν ἄγοντα. Τούτων τῶν γυναικῶν καὶ τῶν πτερύγων αὐτῶν ἀποσχέσθαι προσήκει τὸν ἀναλαβόντα πτέρυγας ὡς περιστερᾶς, ἐν αἷς ὁ πετασθεὶς κ̣ αταπαύει, εὑρίσκων «τὸν σαββατισμὸν τὸν ἀπολειπόμενον τῷ λαῷ τοῦ Θεοῦ», νοήσεις τοῦ ἁγίου Πνεύματος τοῦ καταβάντος ἐν εἴδει περιστερᾶς ἐν τῷ Ἰορδάνῃ, ἃς ἔχει μόνος καὶ πᾶς ὁ ἀναπαυόμενος ἀνὰ μέσον τῶν δύο διαθηκῶν, κλήρων ὀνομασθεισῶν κατὰ τό· «Ἐὰν κοιμηθῆτε ἀνὰ μέσον τῶν κλήρων, πτέρυγες περιστερᾶς περιηργυρωμέναι.» Κατὰ ταύτας ἐπτερῶσθαι μακάριόν ἐστιν· ἀναλαμβάνουσιν γὰρ τὸν ἔχοντα εἰς τὸν οὐρανὸν καὶ τὰ ὑπερκόσμια. Τῶν πτερωσθεισῶν κατὰ τὸν ἔποπα δύο γυναικῶν μετεωριζουσῶν τὸ μέτρον ἐφ' ὃ ἡ ἀνομία κάθηται ἀνὰ μέσον τοῦ οὐρανοῦ καὶ τῆς γῆς,– πεπείρανται γὰρ αὐτοῦ καὶ οἱ ἁμαρτήσαντες ἄγγελοι, καὶ οἱ ἐπίγειοι δαίμονες, καὶ ἄνθρωποι ὅσοι «φοροῦσιν τὴν εἰκόνα τοῦ χοϊκοῦ»,– ἰδὼν ὁ τὴν ἀποκάλυψιν ὁρῶν μετεωριζόμενον καὶ ἀποφερόμενον τὸ μέτρον ᾧ ἐπικάθηται ἡ ἀνομία, φησὶν τῷ ἐν αὐτῷ λαλοῦντι ἀγγέλῳ· «Ποῦ αὗται ἀποφέρουσιν τὸ μέτρον;» Ἀποκριθεὶς δὲ ὁ ἄγγελος λέγει· «Οἰκοδομῆσαι αὐτῷ οἰκίαν ἐν γῇ Βαβυλῶνος, καὶ θήσουσιν αὐτὸ ἐκεῖ ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ.» Ποῖος γὰρ ἄλλος ἥρμοζεν τόπος τῷ ἔχοντι τὴν ἀνομίαν μέτρῳ, ἢ ἡ σύγχυσις, ἵν' ἕτοιμον εὑρίσκηται τοῖς ἐφιεμένοις αὐτοῦ; Διὸ ἐκκλιτέον καὶ ἐκφευκτέον τὴν Βαβυλῶνα διὰ τὸ ἐκεῖ τεθεῖσθαι τὸ μέτρον πρὸς τὸ ἕτοιμον εὑρίσκεσθαι τοῖς ἐθέλουσιν. Κηρυκάδην οὖν ὁ θεῖος λόγος βοᾷ πρὸς τ̣ ο`̣ ν εἶναι σπουδαῖον θέλοντα· «Ἔξελθε ἐκ Βαβυλῶνος φεύγων ἐκ γῆς Χαλδαίων.» Ἐπιστήσαντες τῇ ὀπτασίᾳ τοῦ προφήτου τοῖόν τε, μισήσωμεν πτέρυγας ἔχειν ἔποπος, πτερωθ̣ έντες κατὰ τὸ ἅγιον Πνεῦμα· οὕτω γὰρ ῥᾷστα εἰς τὰ ὑπερουράν̣ ια διαβῆναι δυνατόν. Zach. VI, 1® 8: Καὶ ἐπέστρεψα καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον· καὶ ἰδοὺ τέσσερα ἅρμ̣ ατα ἐκπορευόμενα ἐκ μέσου δύο ὀρέων, καὶ τὰ ὄρη ἦν ὄρη χαλκᾶ. Ἐν τῷ ἅρματι τῷ πρώτῳ ἵπποι πυρροί, καὶ ἐν τῷ ἅρματι τῷ δευτέρῳ ἵπποι μέλανες, καὶ ἐν τῷ ἅρματι τῷ τρίτῳ ἵπποι λευκοί, καὶ ἐν τῷ ἅρματι τῷ τετάρτῳ ἵπποι ποικίλοι ψαροί. Καὶ ἀπεκρίθην καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί· Τί ἐστιν ταῦτα, Κύριε; Κ̣ αὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπεν· Ταῦτά εἰσιν οἱ τέσσαρες ἄνεμοι τοῦ οὐρανοῦ, ἐκπορεύονται παραστῆναι τῷ Κυρίῳ πάσης τῆς γῆς· ἐν ᾧ ἦσαν οἱ ἵπποι οἱ μέλανες, ἐξεπορεύοντο ἐπὶ γῆν βορρᾶ, καὶ οἱ λευκοὶ ἐξεπορεύοντο κατόπισθεν αὐτῶν, καὶ οἱ ποικίλοι ἐξεπορεύοντο ἐπὶ γῆν νότου, καὶ οἱ ψαροὶ ἐξεπορεύοντο καὶ ἐπέβλεπον τοῦ πορεύεσθαι καὶ περιοδεῦσαι τὴν γῆν. Καὶ περιώδευσαν τὴν γῆν. Καὶ ἀνεβόησεν καὶ ἐλάλησεν πρός με λέγων· Ἰδοὺ οἱ ἐκπορευόμενοι ἐπὶ γῆς βορρᾶ ἔπαυσαν τὸν θυμόν μου ἐν γῇ βορρᾶ. Ἐπιστρέψας
q.41
ὁ προφήτης εἰς τὸ καὶ ἑτέραν ἀποκάλυψιν δέξασθαι, εἶδεν τέσσαρα ἅρματα ἐκ μέσου δύο ὀρέων χαλκῶν. Τὸ πρῶτον ἅρμα ὑπεζευγμένους εἶχεν πυρροὺς ἵππους, τὸ δεύτερον μέλανας, τὸ τρίτον λευκούς, τὸ τέταρτον ποικίλους ψαρούς. Θεασάμενος τὰ τέσσαρα ἅρματα, μαθεῖν τὰ περὶ αὐτῶν βουλόμενος, πυνθάνεται τοῦ ἐν αὐτῷ λαλοῦντος ἀγγέλου τίνα ἐστὶ τὰ ὀφθέντα. Ὃ δὲ ἀποκρίνεται λέγων εἶναι αὐτὰ τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ, τὰ κλίματα δηλονότι τῆς οἰκουμένης τὰ τέσσερα. Ὤφθησαν δὲ οἱ μέλανες ἐκπορευόμενοι ἀπὸ γῆς βορρᾶ, τῶν λευκῶν ἐκπορευομένων ὄπισθεν αὐτῶν· ἤρχοντο δὲ ἐκ τοῦ νότου οἱ ψαροὶ καὶ ποικίλοι. Ἐλέχθη περὶ πάντων τῶν ἵππων ὡς δυνατὸν ἐμοὶ ὅτε ὤφθησαν ἐν τῇ πρώτῃ ὀπτασίᾳ ἑπόμενοι τῷ ἐπιβεβηκότι ἐπὶ ἵππον πυρρὸν ἀνδρί· διό, ἐκείνοις ἀρκούμενοι, τὰ περὶ τῶν εἰρημένων νῦν οὐ φερόμενα ἐν τῇ πρώτῃ θεωρίᾳ θεωρητέον. Δύο χαλκᾶ ὄρη εἴρηται ἀφ' ὧν ἐκ τοῦ μέσου τὰ ἅρματα ἐξεπορεύθη. Καὶ ὅρα εἰ διὰ τοῦ χαλκοῦ δηλοῦται ἡ περίτρανος φράσις πολὺ τὸ ἐξηχεῖν ἔχουσα. Ταύτη δὲ χρῶνται οἱ σοφιστικοὶ κα̣ ι`̣ αἱρετικοὶ διδάσκαλοι, γινόμενοι «χαλκὸς ἠχῶν καὶ κύμβαλον ἀλαλάζον», διὰ τὸ στέρεσθαι τῆς θείας ἀγάπης τῆς πρὸς τὸνἡ ἀνομία, φησὶν τῷ ἐν αὐτῷ λαλοῦντι ἀγγέλῳ· «Ποῦ αὗται ἀποφέρουσιν τὸ μέτρον;» Ἀποκριθεὶς δὲ ὁ ἄγγελος λέγει· «Οἰκοδομῆσαι αὐτῷ οἰκίαν ἐν γῇ Βαβυλῶνος, καὶ θήσουσιν αὐτὸ ἐκεῖ ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ.» Ποῖος γὰρ ἄλλος ἥρμοζεν τόπος τῷ ἔχοντι τὴν ἀνομίαν μέτρῳ, ἢ ἡ σύγχυσις, ἵν' ἕτοιμον εὑρίσκηται τοῖς ἐφιεμένοις αὐτοῦ; Διὸ ἐκκλιτέον καὶ ἐκφευκτέον τὴν Βαβυλῶνα διὰ τὸ ἐκεῖ τεθεῖσθαι τὸ μέτρον πρὸς τὸ ἕτοιμον εὑρίσκεσθαι τοῖς ἐθέλουσιν. Κηρυκάδην οὖν ὁ θεῖος λόγος βοᾷ πρὸς τ̣ ο`̣ ν εἶναι σπουδαῖον θέλοντα· «Ἔξελθε ἐκ Βαβυλῶνος φεύγων ἐκ γῆς Χαλδαίων.» Ἐπιστήσαντες τῇ ὀπτασίᾳ τοῦ προφήτου τοῖόν τε, μισήσωμεν πτέρυγας ἔχειν ἔποπος, πτερωθ̣ έντες κατὰ τὸ ἅγιον Πνεῦμα· οὕτω γὰρ ῥᾷστα εἰς τὰ ὑπερουράν̣ ια διαβῆναι δυνατόν. Zach. VI, 1® 8: Καὶ ἐπέστρεψα καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον· καὶ ἰδοὺ τέσσερα ἅρμ̣ ατα ἐκπορευόμενα ἐκ μέσου δύο ὀρέων, καὶ τὰ ὄρη ἦν ὄρη χαλκᾶ. Ἐν τῷ ἅρματι τῷ πρώτῳ ἵπποι πυρροί, καὶ ἐν τῷ ἅρματι τῷ δευτέρῳ ἵπποι μέλανες, καὶ ἐν τῷ ἅρματι τῷ τρίτῳ ἵπποι λευκοί, καὶ ἐν τῷ ἅρματι τῷ τετάρτῳ ἵπποι ποικίλοι ψαροί. Καὶ ἀπεκρίθην καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί· Τί ἐστιν ταῦτα, Κύριε; Κ̣ αὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπεν· Ταῦτά εἰσιν οἱ τέσσαρες ἄνεμοι τοῦ οὐρανοῦ, ἐκπορεύονται παραστῆναι τῷ Κυρίῳ πάσης τῆς γῆς· ἐν ᾧ ἦσαν οἱ ἵπποι οἱ μέλανες, ἐξεπορεύοντο ἐπὶ γῆν βορρᾶ, καὶ οἱ λευκοὶ ἐξεπορεύοντο κατόπισθεν αὐτῶν, καὶ οἱ ποικίλοι ἐξεπορεύοντο ἐπὶ γῆν νότου, καὶ οἱ ψαροὶ ἐξεπορεύοντο καὶ ἐπέβλεπον τοῦ πορεύεσθαι καὶ περιοδεῦσαι τὴν γῆν. Καὶ περιώδευσαν τὴν γῆν. Καὶ ἀνεβόησεν καὶ ἐλάλησεν πρός με λέγων· Ἰδοὺ οἱ ἐκπορευόμενοι ἐπὶ γῆς βορρᾶ ἔπαυσαν τὸν θυμόν μου ἐν γῇ βορρᾶ. Ἐπιστρέψας ὁ προφήτης εἰς τὸ καὶ ἑτέραν ἀποκάλυψιν δέξασθαι, εἶδεν τέσσαρα ἅρματα ἐκ μέσου δύο ὀρέων χαλκῶν. Τὸ πρῶτον ἅρμα ὑπεζευγμένους εἶχεν πυρροὺς ἵππους, τὸ δεύτερον μέλανας, τὸ τρίτον λευκούς, τὸ τέταρτον ποικίλους ψαρούς. Θεασάμενος τὰ τέσσαρα ἅρματα, μαθεῖν τὰ περὶ αὐτῶν βουλόμενος, πυνθάνεται τοῦ ἐν αὐτῷ λαλοῦντος ἀγγέλου τίνα ἐστὶ τὰ ὀφθέντα. Ὃ δὲ ἀποκρίνεται λέγων εἶναι αὐτὰ τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ, τὰ κλίματα δηλονότι τῆς οἰκουμένης τὰ τέσσερα. Ὤφθησαν δὲ οἱ μέλανες ἐκπορευόμενοι ἀπὸ γῆς βορρᾶ, τῶν λευκῶν ἐκπορευομένων ὄπισθεν αὐτῶν· ἤρχοντο δὲ ἐκ τοῦ νότου οἱ ψαροὶ καὶ ποικίλοι. Ἐλέχθη περὶ πάντων τῶν ἵππων ὡς δυνατὸν ἐμοὶ ὅτε ὤφθησαν ἐν τῇ πρώτῃ
q.42
ὀπτασίᾳ ἑπόμενοι τῷ ἐπιβεβηκότι ἐπὶ ἵππον πυρρὸν ἀνδρί· διό, ἐκείνοις ἀρκούμενοι, τὰ περὶ τῶν εἰρημένων νῦν οὐ φερόμενα ἐν τῇ πρώτῃ θεωρίᾳ θεωρητέον. Δύο χαλκᾶ ὄρη εἴρηται ἀφ' ὧν ἐκ τοῦ μέσου τὰ ἅρματα ἐξεπορεύθη. Καὶ ὅρα εἰ διὰ τοῦ χαλκοῦ δηλοῦται ἡ περίτρανος φράσις πολὺ τὸ ἐξηχεῖν ἔχουσα. Ταύτη δὲ χρῶνται οἱ σοφιστικοὶ κα̣ ι`̣ αἱρετικοὶ διδάσκαλοι, γινόμενοι «χαλκὸς ἠχῶν καὶ κύμβαλον ἀλαλάζον», διὰ τὸ στέρεσθαι τῆς θείας ἀγάπης τῆς πρὸς τὸν Θεόν. Ὅπερ ὑπειδόμενος ὁ θεσπέσιος Ἀπόστολος γράφει·» Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων καὶ τῶν ἀγγέλων λαλῶ, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον.» Δηλοῖ δὲ ἡ ὕλη αὕτη καὶ τὴν ἀναίδειαν, ὡς καὶ τὸ ἀνυπότακτον καὶ ἀκαμπὲς ὁ σίδηρος, ὡς τὸν Θεὸν ἐλεγκτικώτατα πρὸς τὸν ἀπηρυθριακότα καὶ ὄψιν πόρνης ἐσχηκότα καὶ πρὸς πάντας ἀπηναισχυντηκότα καὶ μὴ ὑποβάλλοντα ἑαυτὸν τῷ χρηστῷ τοῦ Ἰησοῦ ζυγῷ· «Γινώσκω ἐγὼ ὅτι σκληρὸς εἶ σύ· καὶ τὸ μέτωπόν σου χαλκοῦν, καὶ τὸ νεῦρον τοῦ τραχήλου σου σιδηροῦν.» Δύο δὲ εἴρηται τὰ ὄρη τὰ χαλκᾶ διὰ τὸ διττὸν τῶν ἐπαιρομένων κατὰ τῆς γνώσεως τοῦ Θεοῦ ὑψωμάτων. Ἔστιν γὰρ ψευδοδοξεῖν καὶ περὶ τὴν πρακτικὴν ἀρετὴν καὶ τὴν διανοητικήν, οὐκ ἄλλην οὖσαν τῆς γνώσεως τῆς ἀληθείας· ἀσεβοῦσι γὰρ οἱ ἀπὸ τῶν αἱρέσεων περὶ ἀμφότερα τὰ εἴδη τῆς ἀρετῆς. Τῶν μελάνων ἵππων διὰ τὸ σκεύη ὀργῆς εἶναι ἐκπορευομένων ἀπὸ τοῦ βορρᾶ, «ἀφ̣' οὗ ἐκκαίεται τὰ κακὰ ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν», οἱ λευκ̣ οὶ ἵπποι ὀπίσω αὐτῶν ἐρχόμενοι ἐδείχθησαν. Οὗτοι δ' εἰσὶν οἱ τῶν ἱλαρῶν καὶ εὐφροσύνης ποιητικῶν καὶ ἐπωφελῶν πραγμάτων διάκονοι. Ἐπεὶ γὰρ αἱ κολάσεις ὑπὲρ βελτιώσεως τ̣ ῶν παραδιδομένων αὐταῖς ἐπάγονται, ἁρμονίως ὀπίσω ἐ´̣ ρ̣ χ̣ ονται, μετ' αὐτὰς δηλονότι, ὑφαίνοντες καὶ εὐαγγελιζόμενοι τὰ λαμπρὰ καὶ φωτοειδῆ. Τούτων πεῖραν λαβοῦσα ψυχὴ τῷ ἐν συναισθήσει γεγονέναι, ἀριδηλότατα βοᾷ πρὸς τὴν ἐφηδομένην τῇ ἀπωλείᾳ τῶν βλαπτομένων· «Μὴ ἐπίχαιρέ μοι, ἡ ἐχθρά μου, ὅτι πέπτωκα· πάλιν ἀναστήσομαι», δηλαδὴ μετανοήσασα. Εἰ γὰρ καὶ πεσοῦσα τιμωρίᾳ ὑπεβλήθην ὀργῇ Θεοῦ, ἀλλ' οὖν ὑπομείνασα καὶ τὴν ὀργὴν τὴν ἐπαχθεῖσαν γενναίως ἐνεγκοῦσα, εἰς ἱλαρὰν κατάστασιν καὶ εὐφραίνουσαν διαγωγὴν ἐλθοῦσα, φημί· «Ὀργὴν Κυρίου ὑποίσω, ὅτι ἥμαρτον αὐτῷ, ἕως οὗ δικαιώσῃ τὴν κρίσιν μου· καὶ ἀποίσει τὸ κρίμα μου, καὶ ἐξάξει με εἰς τὸ φῶς, ὄψομαι τὴν δικαιοσύνην αὐτοῦ.» Κἂν γὰρ βελτιώσεως καὶ ὠφελίας ἕνεκα ὀργισθῇ Θεός, οὐκ ἀεὶ τοῦτο ποιεῖ· λέγει γοῦν· «Ὅταν ὀργὴ τοῦ θυμοῦ γένηται, πάλιν ἰάσομαι.» Ὁ ἐκ τῆς τοιαύτης προνοίας ὠφεληθεὶς χαριστηρίως λέγει τῷ ὑπὲρ σωτηρίας κακώσει πρὸς ὀλίγον ὑποβαλόντι· «Εὐλογήσω σε, Κύριε, ὅτι ὠργίσθης μοι εἰς σωτηρίαν· ἀπέστρεψας τὸ πρόσωπόν σου καὶ ἠλέησάς με.» Τῶν μελάνων ἵππων ἀπὸ τῆς γῆς τοῦ βορρᾶ ἐληλυθότων ἵν' ἀναπαύσωσιν τὸν θυμὸν Κυρίου, ἀπὸ τοῦ νότου ὤφθησαν ἐρχόμενοι οἱ ποικίλοι καὶ ψαροί· ἀπ' ἐκείνου δηλαδὴ περὶ οὗ ἐν τῷ Ἄισματι τῶν Ἀισμάτων ἡ νύμφη πρὸς τὸν ἑαυτῆς νύμφιον· «Ἔρχου, νότε», ἀποπεμφθέντος ὑπ' αὐτῆς τοῦ ψυχροῦ βορέα καὶ ἀνέμου σκληροῦ. Ἔχει δ' οὕτως ἡ λέξις τῆς νύμφης· «Ἐξεγείρου, βορρᾶ, καὶ ἔρχου, νότε· διάπνευσον κῆπο´̣ ν μου, καὶ ῥευσάτω ἀρώματά μου.» Λόγοι δ' ἀγαθοὶ καὶ νοήματα εὐσεβῆ εἰσι τὰ ἀρώματα. Ἡρμηνεύθη ἐν τοῖς πρότερον τίνες οἱ ποικίλοι ἵπποι, καὶ διὰ τί οὕτως εἴρηνται. Πάντες δὲ οἱ ἵπποι παρεστήκασιν τῷ Κυρίῳ πάσ̣ η̣ ς̣ τῆς γῆς, ἕτοιμοι τυγχάνοντες πρὸς τὸ περιοδεῦσαι πᾶσαν τὴν γῆν καὶ ἐκτελεῖν ἃ προστάττει ὁ Κύριος πάσης τῆς γῆς, μᾶλλον δὲ πάσης τῆς κτίσεως. Τοῦ πρώτου τόμου περιγραφέντος εἰς τὰς φανείσας ὀπτασίας τοῦ προφήτου Ζαχαρίου τοῦ φωτεινῶς καθορῶντος, ἀρκτέον τοῦ δευτέρου ἀπὸ τῆς ἑξῆς λέξεως οὕτως ἐχούσης.
q.43
2. t 1Τόμος Βʹ 1 2. 1 Zach. VI, 9® 11: Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· Λαβὲ τὰ ἐκ τῆς αἰχμαλωσίας παρὰ τῶν ἀρχόντων καὶ παρὰ τῶν χρησίμων αὐτῆς καὶ παρὰ τω῀̣ ν̣ ἐπεγνωκότων αὐτήν. Καὶ εἰσελεύσῃ σὺ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τὸν οἶκον Ἰωσίου τοῦ Σοφονίου τοῦ ἥκοντος ἐκ Βαβυλῶνος. Καὶ λήμψῃ ἀργύριον καὶ χρυσίον καὶ ποιήσεις στεφάνους καὶ ἐπιθήσεις ἐπὶ τὴν κεφαλὴν Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου. 2. 2 Ὡς οὐκ ἔστιν ἐπιστημονικὰ μαθήματα εἰπεῖν ἢ παραδοῦναι μὴ σχόντα ἐπιστήμην, οὕτω οὐκ ἔστι προγνῶναι ἀληθῶς καὶ κατὰ Θεὸν ἢ προφητεῦσαι πνευματικὴν προφητείαν ἄνευ τοῦ γενέσθαι τὸν Θεοῦ λόγον πρὸς τὸν προγινώσκοντα καὶ προφητεύοντα. Γινόμενος γὰρ πρὸς τὸν τοιοῦτον ὁ τοῦ Κυρίου λόγος ὀμματοῖ καὶ φωτίζει πρὸς τὸ θεάσασθαι τὰ κάλλη καὶ μυστήρια τῆς ἀληθείας καὶ τῆς Θεοῦ σοφίας. 2. 3 Οὐχ ἕτερος δ̣ ὲ ὁ γινόμενος πρὸς τὸν προφήτην λόγος τοῦ Θεοῦ Λόγου ὑπάρχει, ὅστις γίνεται μὲν πρὸς τοὺς ἁγίους ἄνδρας, ἀγγέλους τε καὶ ἀρχὰς καὶ ἐξουσίας καὶ θρόνους καὶ κυριότητας, πρὸς τὸν γεννήσαντα αὐτὸν Πατέρα ὢν ἀεί. Περὶ μὲν γὰρ τοῦ Πατρὸς λέγεται ὡς ἦν ὁ Λόγος πρὸς αὐτόν· «Οὗτος γάρ, φησίν, ἦν πρὸς τὸν Θεόν», Θεὸς Λόγος ὤν. 2. 4 Γίνεται δέ, καὶ οὐκ ἔστιν, πρὸς τοὺς πνευματοφόρους ἄνδρας, ὢν καὶ τότε πρὸς αὐτοὺς ὅταν γένηται. Τότε γὰρ τότε καὶ θεοὶ ἔσονται πρὸς οὓς ἐπεφοίτησεν καὶ γέγονεν, ὡς αὐτὸς ὁ Σωτὴρ ἐν Εὐαγγελίῳ φησὶν πρὸς τοὺς δυσχεραίνοντας ὅτι Θεοῦ Υἱὸν ἑαυτὸν εἶπεν. 2. 5 Ἔχει δ' οὕτως τὸ ῥητόν· «Εἰ ἐκείνους θεοὺς εἶπεν πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο, ὃν ὁ Πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τ̣ ὸν κόσμον»– ἐμὲ τὸν ταῦτα λέγοντα δηλονότι,–» ὑμεῖς λέγετε ὅτι βλασφημεῖ, ὅτι εἶπον· Υἱὸς τοῦ Θεοῦ εἰμι». Καὶ ἐπεὶ θεοὶ ἀποδείκνυνται πρὸς οὓς γέγονεν ὁ τοῦ Θεοῦ λόγος, Θεοῦ ῥήματα προσήκει νοεῖν καὶ ἐκλαμβάνειν ἃ ἀπαγγέλλουσιν θεοφορούμενοι οἱ μακαριώτατοι προφῆται. Τί προστάττεται εἰπεῖν πρὸς ὃν γέγονεν ὁ τοῦ Κυρίου λόγος Ζαχαρίας θεωρητέον. 2. 6 «Λαβέ, φησίν, τὰ ἐκ τῆς αἰχμαλωσίας παρὰ τῶν ἀρχόντων καὶ τῶν χρησίμων αὐτῆς καὶ ἐπεγνωκότων» διὰ πεῖραν «αὐτήν». Τίνα δ' ἐστὶν ἃ δεῖ λαβεῖν παρὰ τῆς αἰχμαλωσίας, διδόντων αὐτὰ παρὰ τῶν ἀρχόντων καὶ χρησίμων καὶ ἐπεγνωκότων αὐτήν, ἢ τὰ ἱερατικὰ σκεύη ἃ οἱ αἰχμαλωτίζοντες εἰλήφασιν ἐκ τῆς Ἰερουσαλὴμ καὶ τοῦ ναοῦ τοῦ ἐν αὐτῇ. Καὶ ταῦτα γὰρ ᾐχμαλώτισται μετὰ τοῦ λαοῦ τῶν Ἑβραίων εἰς τὴν Βαβυλῶνα παρὰ τῶν κρατούντων αὐτῆς τυραννικῶν ἀνδρῶν. 2. 7 Οὐ παρὰ τῶν τυχόντων δὲ προστάττεται λαβεῖν, ἀλλ' ἢ παρὰ τῶν ἀρχόντων νομίμως ἐπιστατούντων καὶ τῶν χρησίμων τῇ αἰχμαλωσίᾳ. Οὗτοι δέ εἰσιν οἱ χρησίμως καὶ ἐπ' ὠφελείᾳ μετοικισθέντες ἀπὸ τῆς ἰδίας πατρίδος εἰς τὴν ἀλλοτρίαν γῆν, οὐ δι' ἁμαρτίας ἃς ὅλως οὐ πεποιήκασιν αὐτοί, ἀλλὰ τὰς τοῦ ἀσεβήσαντος λαοῦ. 2. 8 Ὥσπερ γὰρ ἐν ἀνθρωπίνῳ πολέμῳ, μετὰ τῆς στρατιωτικῆς δυνάμεως καὶ ἰατροὶ παραλαμβάνονται πρὸς τὸ θεραπεύειν τοὺς τιτρωσκομένους στρατιώτας, οὕτως οἱ χρησίμως αἰχμαλωτισθέντες σοφοὶ πρὸς τὸ βοηθεῖν τῷ λαῷ, προτροπῆς καὶ νουθεσίας τρόπῳ, χρήσιμοι τῆς αἰχμαλωσίας εἴρηνται, ὧν Δανιὴλ καὶ Ἰεζεκιήλ, Ἀγγαῖός τε καὶ ἕτεροι πλείονες θεοπρόποι ἄνδρες. 2. 9 Πρὸς τούτοις, καὶ ἐπεγνωκότες τί τὸ τῆς αἰχμαλωσίας τέλος ἐστίν, τὸ κατελθεῖν εἰς τὴν γῆν ἀφ' ἧς αἰχμάλωτοι ἐλήμφθησαν, ὡς ψᾶλαι εὐχαριστίας ὕμνον· «Ἐν τῷ γὰρ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιὼν ἐγενήθημεν ὡς παρακεκλημένοι· τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως.» 2. 10 Φέρουσι τὰ ἐκ τῆς αἰχμαλωσίας οἱ ἄρχοντες καὶ οἱ συνωνομασμένοι αὐτοῖς χρήσιμοι καὶ ε᾿̣ πεγνωκότες αὐτὴν οὐ μόνον τὰ αἰσθητὰ
q.44
σκεύη τοῦ ἱεροῦ, ἀλλὰ καὶ ἃς ἐκτήσαντο ἐκεῖ ἀρετὰς καὶ τὰ σοφὰ νοήματα.᾿ Ω̣ φεληθέντες γὰρ ἐκ τῆς ἀηδοῦς καὶ ἐπιπόνου καταστάσεως, ἐκτήσαντο τὰ ἀγαθὰ περὶ ὧν εἴρηται ἐν ᾠδῇ μιᾷ τῶν ἀναβαθμῶν πρὸς τὸν εὐλογούμενον παρὰ Κυρίου· «Ἴδοις τὰ ἀγαθὰ Ἰερουσαλήμ», 2. 11 καὶ ἔτι· «Πεποιθὼς ἔσει ἐπὶ Κύριον καὶ ἀναβιβάσῃ σε ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς», ἥτις κληρονομία δίδοται τοῖς μαθοῦσι παρὰ Ἰησοῦ «ὅτι πραῢς καὶ ταπεινὸς τῇ καρδίᾳ ἐστίν». Περὶ ἧς ὁ ὑμνῳδὸς κέκραγεν· «Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων.» Συμφώνως καὶ ὁ μακάριος π̣ ροφήτης Ἠσαΐας προτρέπει πόθον λαβεῖν τῶν ἡρμηνευμένων ἀγαθῶν· «Ἐὰν γάρ, φησίν, θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε.» 2. 12 Λαβόντος τὰ ἀπὸ τῆς αἰχμαλωσίας τοῦ πρόσταξιν περὶ τούτου εἰληφότος πρὸς τοῦ γενομένου Κυρίου λόγου πρὸς αὐτόν, κελεύεται εἰσιέναι εἰς τὸν οἶκον Ἰωσίου, τοῦ μεταλαμβανομένου εἰς «σῳζόμενον». 2. 13 Προσήκει γὰρ τὸν σῳζόμενον ὑπὸ Κυρίου, περὶ οὗ γέγραπται· «Ὁ Θεὸς ἡμῶν Θεὸς τοῦ σῴζειν», ἐληλυθότος «ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός», υἱὸν εἶναι Σοφονίου τοῦ ἑρμηνευομένου «χρονισμὸς Ἰαώ». Χρονισμὸς γὰρ ἐγγίνεται ὑπὸ Θεοῦ τῷ σωθέντι σωτηρίαν αἰώνιον, ἧς αἴτιος ὁ Σωτὴρ ὑπάρχει, περὶ ἧς γράφει ὁ Ἀπόστολος λέγων περὶ τοῦ Σωτῆρος· «Τελειωθείς, ἐγένετο πᾶσιν τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας αἰωνίου.» 2. 14 Τῷ προσταχθέντι εἰσελθεῖν εἰς τὸν οἶκον τοῦ ἥκοντος ἐκ Βαβυλῶνος εἰς τὴν Ἰερουσαλὴμ τὴν ἁγίαν πόλιν πρόσταξις δίδοται λαβεῖν ἀργύριον καὶ χρυσίον καὶ ποιῆσαι στεφάνους ἵν' ἐπιτεθῶσιν τῇ κεφαλῇ τοῦ μεγάλου ἱερέως, Ἰησοῦς δ' ἐστὶν οὗτος, τοῦ ἀληθινοῦ Ἰησοῦ ὄντ̣ ος σωτηρίας Θεοῦ, μεταλαμβανομένου εἰς τὸ «σωτηρία Ἰαώ», δηλὸν δ' ὅτι τοῦ Θεοῦ· ἓν δὲ τῶν ὀνομάτων τοῦ Θεοῦ τὸ Ἰαὼ Ἑβραίων φωνῇ. 2. 15 Τί τὸ χρυσίον καὶ τὸ ἀργύριον ἀφ' ὧν κατασκευάζονται στέφανοι πλείονες ὑπὸ τοῦ τὴν ἐντολὴν εἰληφότος θεασώμεθα. Ἄργυρος ὁ λόγος καὶ χρυσὸς ὁ νοῦς ἀλληγορίας νόμῳ ἐκλαμβάνονται. Λέγεται γοῦν ἐν τῷ Ἄισματι τῶν Ἀισμάτων περὶ τούτων ὄντων νοητῶν κειμηλίων πρὸς τὴν νύμφην ὑπὸ τῶν φίλων το̣ ῦ νυμφίου αὐτῆς βασιλέως ὄντος· «Ὁμοιώματα χρυσο̣ ῦ ποιήσομέν σοι μετὰ στιγμάτων τοῦ ἀργυρίου, ἕως οὗ ὁ βασιλεὺς ἐν ἀνακλίσει αὐτοῦ.» 2. 16 Εἰκὸς δὲ ὁμοιώματα τοῦ πνευματικοῦ χρ̣ υσοῦ τυγχάνειν τὰ σκιώδη καὶ εἰκονικὰ παιδεύματα τῆς πρ̣ ὸ τῆς ἐπιδημίας τοῦ Σωτῆρος γραφῆς· ἃς «σκιὰς» λέγει εἶναι «τῶν μελλ̣ όντων ἀγαθῶν» ὁ Ἀπόστολος καὶ «εἰκόνα τῶν ὑπεραναβεβηκότων πραγμάτων»· ταῦτα δ' ἐστὶν τὰ μέλλοντα ἀγαθὰ κατὰ τὸ ζωοποιοῦν Πνεῦμα συνιστάμενα. 2. 17 Καὶ ἐπεὶ τὰ ὁμοιώματα τοῦ εἰρημένου νοητοῦ χρυσίου ἐκ τῶν θεοπνεύστων λογίων ποικίλλεται καὶ κατασκευάζεται, ἀπὸ στιγμάτων τοῦ ἀργυρίου τὴν ποικιλίαν δέχεται τὰ ὁμοιώματα τοῦ νοητοῦ χρυσοῦ. Τί δὲ τὸ ἀργύριον ἀφ' οὗ τῶν στιγμάτων τὰ ὁμοιώματα τοῦ χρυσίου κατακοσμεῖται, ἢ «τὰ ἁγνὰ λόγια τοῦ Κυρίου ὄντα ἀργύριον πεπυρωμένον δοκίμιον τῇ γῇ». 2. 18 Περὶ τοῦ ἀποδοθέντος νοητοῦ χρυσίου καὶ τοῦ καταλλήλου ἀργύρου ἐν αὐτῷ τῷ ἐπιθαλαμίῳ ὑμεναίῳ λέγεται περὶ τοῦ εἰρηνικοῦ νυμφίου· «Φορεῖον ἐποίησεν ἑαυτῷ ὁ βασιλεὺς Σαλωμὼν ἀπὸ ξύλου τοῦ Λιβάνου· στύλους ἐποίησεν ἑαυτῷ ἀργύρους, καὶ τὸ ἀνάκλιτον αὐτοῦ χρυσίον.» Τούτου τοῦ πνευματικοῦ φορείου ἐξ ἀργύρου τοῦ προειρημένου οἱ στῦλοι πεποίηνται καὶ τὸ ἀνάκλιτον αὐτοῦ χρύσεον νοερὸν ὑπάρχον. 2. 19 Καὶ ἐπεὶ συμβαίνει νικήτας ἀποδείκνυσθαι ἐκ τῶν εἰρημένων κειμηλίων τοὺς ἀθλοῦντας ὑπὲρ εὐσεβείας, «ἀγωνιζομένους ἕως θανάτου ὑπὲρ ἀληθείας», ἐξ αὐτῶν οἱ στέφανοι κατασκευάζονται τῶν πνευματικῶν κειμηλίων, ἵνα ἀναδήσωνται αὐτοὺς ταῖς σφῶν κεφαλαῖς οἱ μάρτυρες τῆς ἀληθείας καὶ πάντες οἱ καταπαλαίσαντες τοὺς ἀσάρκους ἀντιπάλους, ὑπὸ πόδα λαβόντες τοὺς πρὸς οὓς τὴν πάλην εἶχον καλουμένους «ἀρχάς, ἐξουσίας, κοσμοκράτορας τοῦ σκότους
q.45
τούτου, πνευματικὰς πονηρίας». 2. 20 Πολλῶν καὶ διαφόρων ὄντων τῶν παλαισμάτων, ἀνάγκη καὶ τὰ ἔπαθλα πολλὰ καὶ διάφορα τυγχάνειν. Διὸ οὐχ εἷς ἀλλὰ πολλοὶ στέφανοι τεχνιτεύονται ὑπὸ τοῦ τὴν πρόσταξιν δεξαμένου. Ἑκάστη γὰρ ἀρετὴ καὶ ἔργα τὰ κατ' αὐτὴν τελούμενα οἰκεῖον ἔχει στέφανον. 2. 21 Ὁ γὰρ τοὺς νόμους τοῦ Πατρὸς ἑαυτοῦ Θεοῦ ἀκούσας καὶ «τοὺς θεσμοὺς τῆς μητρὸς αὐτοῦ μὴ ἀπωσάμενος» «τῆς ἐλευθέρας ἄνω Ἰερουσαλὴμ» καὶ «τῆς ἐνδόξου Ἐκκλησίας» «στέφανον χαρίτων» δέχεται εἰς τὴν ἑαυτοῦ κεφαλήν, «κλοιῷ χρυσέῳ» κοσμούμενος τὴν ὑποτακτικὴν τῆς ψυχῆς δύναμιν, «τράχηλον» ἀλληγορικῶς καλουμένην. Καὶ ἐν τῇ λέξει ταύτῃ ὁ χρύσεος κλοιὸς οὐκ ἐξ αἰσθητῆς ὕλης, ἀλλὰ νοῦ θείου τὴν κατασκευὴν ἔχει. 2. 22 Χάριτες ἐν τούτοις ἐξ ὧν πλέκεται ὁ στέφανος ὃν ἀναδεῖται ἡ κεφαλὴ τοῦ ἀκούσαντος τοὺς λόγους τοῦ γεννήσαντος αὐτὸν Θεοῦ ἐκ τοῦ δικαιοσύνην ποιεῖν. «Πᾶς γ̣ ὰρ ποιῶν δικαιοσύνην ἐκ τοῦ Θεοῦ γεγέννηται», καὶ φυλάττων τοὺς θεσμ̣ οὺς τῆς προαποδοθείσης μητρὸς ἥκιστα ἀπωθούμενος αὐτ̣ ούς· αἱ κατ' εἶδος ἀρεταὶ τυγχάνουσιν χαριτοῦσαι τὸ στεφόμενον καὶ «σῴζουσαι χάριτι» τὸν μετέχοντα αὐτῶν. 2. 23 Ἔστιν ἕτερον ἀγ̣ ώνισμα οὗ ὁ ἐχόμενος «κατατρυφᾷ τοῦ Κυρίου», μεταλαμβάνων αὐτοῦ ὡς ἄρτου ζῶντος, καὶ πίνων «τὸ ποτήριον» ὃ προτείνει τοῖς ὀρεγομένοις πότ̣ ο̣ υ̣ «μ̣ εθύσκον ὡς κράτιστον» ὑπα´̣ ρχον, ὡς τὸν πεπωκότα χαριστηρίως τῷ ὀρέξαντι φάναι· «Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου.» Ὁ ταύτην τὴν εὐωχίαν ἀβλαβῶς καὶ εὐαρέστως δεξάμενος πεισθεὶς τῷ εἰρη̣ κότι ἀθλοθέτῃ· «Εὐαρέστει ἐναντίον ἐμοῦ καὶ γίνου ἄμεμπτος», δε´̣ χεται στέφανον τρυφῆς, ἅμα κόσμον καὶ ὅπλον σωτήριον υ῾̣ πάρχ̣ οντα, πρὸς τῆς λεγούσης σοφίας· «Στεφάνῳ τρυφῆς ὑπεράσπισαί σου.» 2. 24 Παῦλος ὁ ἀπόστολος πόθῳ βραβείων καὶ στεφάνου «τὸν καλὸν ἀγῶνα ἠγωνίσατο, ἐτέλεσε τὸν δρόμον» ἐκεῖνον περὶ οὗ ὁ ὑμνῳδὸς λέγει· «Ἄνευ ἀνομίας ἔδραμον καὶ κατεύθυνα»· καὶ ἐν ἑτέρῳ Ψαλμῷ· «Ὁδὸν ἐντολῶν σου ἔδραμον ὅταν ἐπλάτυνας τὴν καρδίαν μου.» Ἁρμονίως ὁ τελέσας τὸν δρόμον τοῦτον καὶ τὴν εἰς Τριάδα «τηρεῖ πίστιν», οὐδὲ κατὰ ποσὸν ὀλισθάνων, βεβαιωθεὶς ἐν αὐτῇ, κατὰ τὸ πρός τινας λεχθὲν ἐν ἐπαίνῳ· «Τῇ πίστει ἑστήκατε.» 2. 25 Τί δ' ἀποδοθήσεται τῷ ἀγωνισαμένῳ τὸν καλὸν ἀγῶνα καὶ τελ̣ έσαντι τὸν ἡρμηνευμένον δρόμον καὶ τηρήσαντι τὴν «εἰς δικαιοσύνην λελογισμένην πίστιν», ἢ ὁ τῆς δικαιοσύνης στέφανος; Ὁ οὕτως ἀνδραγαθισάμενος «τὸν καλὸν ἀγῶνα ἠγώνισμαι» καὶ τὰ συνωνομασμένα ἐπιφέρει. «Λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ δίκαιος κριτής, οὐκ ἐμοὶ δὲ μόνον, ἀλλὰ καὶ πᾶσιν τοῖς ἠγαπηκόσιν τὴν ἐπιφάνειαν» τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. 2. 26 Οὗτος ὁ στέφανος καὶ τῆς αἰωνίου ζωῆς ὑπάρχει, ὡς Ἰάκωβος ἐν τῇ κατ' αὐτὸν ἐπιστολῇ χαράττει φάσκων· «Ὁ μακάριος ἀνὴρ ὃς ὑπομε´̣ ν̣ ει πειρασμόν, ὅτι δόκιμος γενόμενος λήμψεται τὸν στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.» Καὶ ἐπεὶ ταὐτόν ἐστιν τλητικῶς πειρασμὸν ὑπομεῖναι τῷ τ̣ ο`̣ ν̣ κ̣ αλὸν ἀγῶνα ἀγωνίσασθαι, τελέσαι τε τὸν δ̣ ρ̣ ο´̣ μον καὶ τηρῆσαι τὴν π̣ ίστιν, εἰκὸς ὡς ὁ τῆς δικαιο̣ σ̣ ύνης στέφανος τῷ τῆς ζωῆς ὁ αὐτὸς ὑπάρχει. 2. 27 Οἱ γενάμενοι πολλοὶ στέφανοι ἐκ τῶν νοητῶν χρυσ̣ ο̣ ῦ καὶ ἀργύρου ἐπιτίθενται τῇ Ἰησοῦ κεφαλῇ, τοῦ τῆς δικαιοσύνης,– τὸ γὰρ Ἰωσεδὲκ εἰς τὸ «δικαιοσύνη» μεταλαμβάνεται ἐκ τῆς ἑβραϊκῆς εἰς τὴν ἑλλάδα φωνήν. Καὶ ὅρα γε πῶς μία κεφαλὴ ἡ τοῦ Ἰησοῦ πολλοὺς στεφάνους δέχεται. Ἐπειράσθη γὰρ «κατὰ πάντα χωρὶς ἁμαρτίας», διαθλήσας τοὺς ἀγῶνας. 2. 28 Ἐπίστησον κατὰ θεωρίαν̣ ἄλλην πῶς ἡ κεφαλὴ Ἰησοῦ τοῦ μεγάλου ἱερέως δέχεται τ̣ οὺς πάντων στεφάνους. Πάντες οἱ πιστεύοντες σῶμα τοῦ Χριστου῀̣ κ̣ αι`̣ μ̣ έλη τυγχάνουσιν· εἴρηται γὰρ πρὸς τοὺς συμπληροῦντας τὸ ἄθροισμα τῆς Ἐκκλησίας· «Ὑμεῖς ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέλους.» Τούτων τῶν μελῶν τοῦ σώματος οἱ
q.46
μὲν πρακτικοὶ χεῖρες τυγχάνουσιν, πόδες «οἱ τῇ σπουδῇ μὴ ὀκνηροί», ὀφθαλμοὶ οἱ κατὰ τὸν νοῦν διορατικοί, κεφαλὴ οἱ νομίμως ἐπιστατοῦντες ἄρχοντες ὡς δεῖ. 2. 29 Οἱ ὄντες οὕτω κεφαλὴ καὶ ὀξυωποῦσιν καὶ ἀκούουσι τῶν παραβολῶν Ἰησοῦ, καὶ ἐπεὶ πολλοί εἰσιν οἱ οὕτως ἀλληγορικῶς κεφαλὴ καλούμενοι, δι' ὃν ἔχουσιν πρακτικὸν καὶ θεωρητικὸν βίον, ἀκολούθως τοὺς πάντας στεφάνους δέχεται ἡ τοῦ μεγάλου ἱερέως κεφαλή. Μέγας δὲ ἱερεὺς καὶ ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ γράφεται οὕτως· «Ἔχοντες οὖν ἱερέα μέγαν Ἰησοῦν τὸν διεληλυθότα τοὺς οὐρανούς, κρατῶμεν τῆς ὁμολογίας.» 2. 30 Καὶ παράδοξον οὐδὲν ἑνὸς ἀνδρὸς κεφαλὴν δέχεσθαι τοὺς ὅλους στεφάνους. Εἰ γὰρ ἑκάστης ἀρετῆς, μᾶλλον δὲ ἑκάστη ἀρετὴ στέφανός ἐστιν, ὁ τέλειος δὲ πάσας ἔχει τὰς βελτίστας ἕξεις, ἀντακολουθουσῶν τῶν ἀρετῶν ἑαυταῖς, ὁ πάσας ἔχων πολλοὺς ἀναδεῖται στεφάνους, προηγουμένως μὲν ὁ ἀναλημφθεὶς ὑπὸ τοῦ Θεοῦ Λόγου ἄνθρωπος, ἔπειτα οἱ μιμηταὶ αὐτοῦ καὶ αὐτοὶ προσαγορευόμενοι χριστοὶ διὰ τὸ μέτοχοι εἶναι περὶ οὗ εἴρηται· «Χριστὸς Θεοῦ σοφία καὶ δύναμ̣ ις̣.» 2. 31 Zach. VI, 12® 15: Καὶ ἐρεῖς πρὸς αὐτόν· Τάδε λέγει Κύριος παντοκράτωρ· Ἰδοὺ ἀνήρ, ἀνατολὴ ὄνομα αὐτῷ, καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ, καὶ οἰκοδομήσει τὸν οἶκον Κυρίου· καὶ αὐτὸς λήμψεται ἀρετήν, καὶ καθιεῖται καὶ κατάρξει ἐπὶ τοῦ θρόνου αὐτοῦ, καὶ ἔσται ὁ ἱερεὺς ἐκ δεξιῶν αὐτοῦ, καὶ βουλὴ εἰρηνικὴ ἔσται ἀνὰ μέσον ἀμφοτέρων. 2. 32 Ὁ δὲ στέφανος ἔσται τοῖς ὑπομένουσιν καὶ τοῖς χρησίμοις αὐτῆς καὶ τοῖς ἐπεγνωκόσιν αὐτὴν καὶ εἰς χάριτα υἱοῦ Σοφονίου καὶ εἰς ψαλμὸν ἐν οἴκῳ Κυρίου. Καὶ οἱ μακρὰν ἀπ' αὐτῶν ἥξουσιν καὶ οἰκοδομήσουσιν ἐν τῷ οἴκῳ Κυρίου. Καὶ ἐπιγνώσεσθε διότι Κύριος παντοκράτωρ ἀπέσταλκέν με πρὸς ὑμᾶς· καὶ ἔσται, ἐὰν εἰσακούοντες εἰσακούσητε τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ὑμῶν. 2. 33 «Ἐρεῖς», φησίν, «πρὸς αὐτόν», δηλονότι τὸν υἱὸν Σοφονίου· «Τάδε λέγει Κύριος παντοκράτωρ· Ἰδοὺ ἀνήρ, ἀνατολὴ ὄνομα αὐτῷ». Λέγεται δὲ ταῦτα περὶ τοῦ ἐπιδημήσαντος Σωτῆρος ἡμῶν, ἀνδρὸς μὲν ὄντος κατὰ τὸν τεχθέντα ἐκ Μαρίας, ναὸν τοῦ Θεοῦ Λόγου, ὄντος δὲ φωτὸς ἀληθινοῦ καὶ δικαιοσύνης ἡλίου. 2. 34 Συνᾴδει τῷ προκειμένῳ τὸ εἰρημένον ἐν τῷ προφήτῃ Ἰερεμίᾳ ἔχον οὕτως· «Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἀναστήσω τῷ Δαυὶδ ἀνατολὴν δικαίαν, καὶ βασιλεύων βασιλεύσει καὶ συνήσει καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς. Ἐν ταῖς ἡμέραις αὐτοῦ σωθήσεται Ἰούδας, καὶ Ἰσραὴλ κατασκηνώσει πεποιθώς, καὶ τοῦτο τὸ ὄνομα αὐτοῦ, ὃ καλέσει αὐτὸν Κύριος, Ἰωσεδὲκ ἐν τοῖς προφήταις.» 2. 35 Ὁ γὰρ ἀνιστάμενος ἐκ τοῦ Δαυὶδ ἀνατολὴ δικαία ὁ δεικνύμενός ἐστιν πρὸς τοῦ ἱεροφάντου ἐν τῷ· «Ἰδοὺ ἀνήρ, ἀνατολὴ ὄνομα αὐτῷ.» Τοῦτον αὐτὸν τὸν ἄνδρα ἀνατολὴν προσαγορευόμενον διὰ τὸ δικαιοσύνης ἥλιον ὑπάρχειν, ἐκ τοῦ Δαυὶδ ἀνατολὴ δικαία ἀναστᾶσα, οὐχ ἕτερον ὑπάρχειν φαμὲν τοῦ γεναμένου ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα, περὶ οὗ ὁ ἱεροκῆρυξ Ἠσαΐας προφητικῶς βοᾷ· «Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαί, ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή.» 2. 36 Τὰ αὐτὰ τῷ προ̣ φήτῃ ἐπιστέλλει ὁ Ἀπόστολος τάδε γράφων τῷ «γνησίῳ» μαθητῇ ἑαυτοῦ Τιμοθέῳ· «Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ σπέρματος Δαυίδ.» 2. 37 Ταῦτα γὰρ τὰ ἐκτεθέντα ῥητὰ δηλοῖ τὸν ἐκ τῆς ἀχ̣ ράντου παρθένου τεχθέντα δεῦρό τε φοιτήσαντα ἵνα κληθῇ ὄνομα αὐτῷ· «μεθ' ἡμῶν ὁ Θεός». Τοῦτο γὰρ ἀποσημαίνει μεθε̣ ρ̣ μηνευόμενον τὸ Ἐμμανουήλ. Σύμφωνα τούτοις ὑπάρχε̣ ι καὶ τὰ ὑπὸ τοῦ μεγάλου πατριάρχου προαναφωνηθέντα ἐν ταῖς περὶ τοῦ Ἰούδα εὐλογίαις ἔνθεν ἀρχόμενα· «Ἰούδα, σὲ αἰν̣ έσαισαν οἱ ἀδελφοί σου. Αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρω῀̣ ν σου, καὶ προσκυνήσουσίν σε πάντες οἱ υἱοὶ τοῦ π̣ ατρός σου. Σκύμνος λέοντος, ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης.» 2. 38 Πῶς γὰρ οὐκ ἐκ β̣ λαστοῦ ἀνέτειλεν ὁ
q.47
ἄνευ ἀνδρὸς ἐξ ἀχράντου παρθένου τεχθείς; Παρίσταται ἡ μεγαλειότης καὶ ὑπεροχὴ αὐτοῦ τῷ ὑμνεῖσθαι καὶ προσκυνεῖσθαι ὑπὸ τῶν ἀδελφῶν αὐτοῦ καὶ υἱῶν τῆς μητρὸς τῆς ἰδίας. Δείκνυται δὲ καὶ τροπαιοῦχος βασιλεὺς ὑπάρχων ἐκ τοῦ ἐπὶ νώτου τῶν ἐχθρῶν ἑαυτοῦ τὰς χεῖρας ἔχειν εἰς φυγὴν τραπέντων. 2. 39 Συνᾴδει τοῖς γραφεῖσι περὶ ἀναστάσεως τοῦ ὑμνουμένου καὶ τὸ ἐν Ἰεζεκιὴλ τῷ προφήτῃ ὑπὸ Θεοῦ ἐπαγγελλόμενον, λέγοντος πρὸς οὓς εὐεργετῆσαι καὶ σῶσαι βούλεται· «Ἀναστήσω ὑμῖν ποιμένα ἕνα, τὸν δοῦλόν μου Δαυίδ», τὸν εἰρηκότα ἐν Εὐαγγελίῳ· «Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ὁ καλὸς ποιμὴντὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων», ὧν ἐστιν ἀγελάρχης καὶ νομεὺς ἄριστος, προκινδυνεύων αὐτῶν· 2. 40 ἀποθνῄσκει γάρ, «χάριτι Θεοῦ ὑπὲρ παντὸς γευσάμενος θανάτου», ἵνα, ζῶντας αὐτοὺς ἀποδείξας, δόξαν Κυρίου παντοκράτορος παράσχῃ. Περὶ αὐτοῦ γὰρ θεσπίζων Μιχαίας ὁ ἅγιος προφήτης, τρόπῳ ὑμνῳδίας προανεφών̣ η̣ σεν φήσας· «Καὶ στήσεται καὶ ὄψεται καὶ ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ ἐν ἰσχύϊ Κύριος, καὶ ἐν ὀνόματι Θεοῦ παντοκράτορος αὐτῶν ὑπάρξουσιν», μετέχοντες δηλαδὴ τοῦ εἰπόντος τῷ ἱεροφάντῃ Μωϋσεῖ· «Ἐγώ εἰμι ὁ ὤν.» 2. 41 Ὥσπερ δὲ ποιμὴν ἄριστο̣ ς, ὁ ἱκανὸς τῇ χειρὶ ἀληθινὸς ὢν Δαυίδ, ἀνέστη ἐπὶ τῷ νέμειν τὰ πρόβατα τὰ τῆς φωνῆς Ἰησοῦ ἀκούοντα, «πρόβατα τῆς χειρὸς» τοῦ Ἰησοῦ καὶ «λαὸς τῆς νομῆς αὐτοῦ» ὑπάρχοντα, οὕτω ἄριστος στρατηγὸς ἀποσταλεὶς εὐδοκίᾳ Πατρὸς ὁ ἐκ βλαστοῦ ἀνατείλας ὡς ὑπόγυον ἐλέχθη, εἰς φυγὴν τοὺς πολεμίους φοβηθέντας τρέψας, τὰς χεῖρας ἐπαγαγὼν τῷ νώτῳ αὐτῶν. 2. 42 Ὑμνεῖται καὶ δοξολογεῖται ὑπὸ τῶν ἰδίων ἀδελφῶν πρωτότοκος αὐτῶν ἀποδειχθείς, κατὰ τὴν τοῦ Ἀποστόλου φωνήν· «Οὓς προέγνω καὶ προώρισεν», ὁ Θεὸς δηλαδή, «συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς»· περὶ ὧν τῷ Θεῷ ὁ πρωτότοκός φησιν· «Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου· ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε.» 2. 43 Λέγεται δὲ ταῦτα περὶ τοῦ δοξολογουμένου ὄντος ἐκ τοῦ᾿ Α̣ βραὰμ καὶ Δαυίδ, ὡς ὁ Ματθαῖος γράφει· «Βίβλος γενέσεως [̓ Ιησοῦ Χριστοῦ υἱοῦ Δαυὶδ υἱοῦ Ἀβραάμ.» 2. 44 Καταλλήλως τοῖς αἰνοῦσιν αὐτὸν ἀδ̣ ελφοῖς, καὶ οἱ τῆς μητρὸς αὐτοῦ υἱοί, δῆλον δ' ὅτι τῆς ἄνω Ἰερουσαλήμ, προσκυνοῦσιν αὐτὸν «ἐν πνεύματι καὶ ἀληθείᾳ», τῷ αὐτῷ τρόπῳ τοῖς ἀγγέλοις περὶ ὧν εἴρηται· «Προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.» 2. 45 Κατώρθωνται δὲ πᾶσαι αἱ ἀριστεῖαι, τέλος λαβούσης τῆς ὧδε ἐχούσης προφητείας· «Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν.» 2. 46 Ἰσοδυναμούντως τῷ ἐκ τῆς ῥίζης Ἰεσσαὶ ἀνίστασθαι τὸν ἄρχοντα τῶν ἐθνῶν πάντων, καὶ τὸ ἀρτίως εἰρημένον ἔχει τοῦ Ἰερεμίου ῥητόν. Ταὐτὸν γὰρ τῷ «ἀνίστασθαι ἐκ τῆς ῥίζης Ἰεσσαὶ τὸν βασιλέα τῶν ἐθνῶν», τό· «Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἀναστήσω τῷ Δαυὶδ ἀνατολὴν δικαίαν, βασιλεύοντα βασιλέα, οὗ ἐν ταῖς ἡμέραις σωθήσεται» ὁ ἐξομολογούμενος, «Ἰούδας» Ἑβραίων φωνῇ καλούμενος, καὶ ὁ νοῦς ὁρῶν Θεόν, «Ἰσραὴλ» προσαγορευόμενος, «κατασκη̣ νώσει πεποιθώς», κατὰ τὸ λεγόμενον ὑπὸ τῶν ἀνθομολογουμένων τῷ πάντων δεσπότῃ· «Ἐλέησον ἡμᾶς, Κύριε, ὅτι ἐπί σοι πεποίθαμεν.» Περὶ παντὸς τοῦ οὕτω θαρραλέως καὶ ἀνδρείως ἑστηκότος γέγραπται· «Εὐλογημένος ὁ ἄνθρωπος ὃς πέποιθεν τῷ Κυρίῳ, καὶ ἔσται Κύριος ἐλπὶς αὐτοῦ.» 2. 47 Τί δὲ κληθήσεται ὄνομα τῷ ἀναστάντι ἐκ τοῦ Δαυὶδ βασιλεύοντι βασιλεῖ, συνήσαντι ἀναπαέντος ἐπ' αὐτὸν Πνεύματος τοῦ Θεοῦ– σοφίας καὶ συνέσεως πνεῦμα τυγχάνον,– ποιήσαντι κρίμα καὶ δικαιοσύνην ἐπὶ τὴν γῆν, ἢ τὸ «Ἰωσεδὲκ ἐν τοῖς προφήταις»; Ἑρμηνεύεται τὸ «Ἰωσεδὲκ» δικαιοσύνη ἐν τοῖς προφήταις οὖσα, προθεσπίζουσιν αὐτῆς τὴν πρὸς ἡμᾶς ἐπιδημίαν, κατὰ τὸ ἐν ὕμνοις ἀπαγγελλόμενον ὅπου μέν· «Δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψεν», ὅπου δέ· «Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνην». 2. 48
q.48
Σαφηνισθέντων τῶν παραληφθέντων προφητικ̣ ω῀̣ ν πρὸς ἀπόδειξιν τῆς τοῦ Ζαχαρίου προφητικῆς λέξεως, καιρὸς καὶ αὐτὴν θεωρῆσαι. 2. 49 «Ἰδού, φησίν, ἀνατολὴ ὄνομα αὐτῷ.» Πρὸς τοῖς εἰρημένοις τὴν ἐνανθρώπησιν δηλοῦσθαι ἐκ τοῦ· «Ἰδοὺ ἀνατολὴ ὄνομα αὐτῷ», ἐπίστησον εἰ ἀνὴρ ἐνταῦθα καλεῖται ὁ νυμφίος ὁ τὴν νύμφην ἔχων. Τοῦτο γὰρ ὁ Ἀπόστολος φανεροῖ, γράφων Κορινθίοις· «Βούλομαι τοὺς πάντας ὑμᾶς ἑνὶ ἀνδρὶ ἁρμόσαι, παρθένον ἁγνήν.» 2. 50 Εἰς τοῦτον τὸν ἄνδρα καταν̣ τῆσαι προσδοκία ἐστὶν τοὺς πεπληρωμένους τῆς γνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ, ὡς πάλιν ὁ αὐτὸς ἐν Χριστῷ λαλῶν Παῦλος χαράττει· «Μέχρι οὗ καταντήσωμεν οἱ πάντες εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος» τοῦ Υἱοῦ τοῦ Θεοῦ, εἰς τοῦτον γὰρ τὸν τέλειον ἄνδρα, τὸν περὶ οὗ ὁ βαπτιστὴς Ἰωάννης̣, οὗ «ἐν γεννητοῖς γυναικῶν οὐδεὶς μείζων ἐγήγερται», φησίν· «Ἔρχεται ὀπίσω μου ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν»· τοῦτον τὸν ἄνδρα σημαίνει φάσκων· «Ὁ ἔχων τὴν νύμφην νύμφιός ἐστιν· ὁ δὲ φίλος τοῦ νυμφίου χαρᾷ χαίρει διὰ τὴν λαλιὰν τοῦ νυμφίου.» 2. 51 Οὗτος ὁ δεικνύμενος ὑπὸ τοῦ προφήτου ἄνθρωπος ἀνατολὴ προσαγορεύεται, ἐκείνη περὶ ἧς ἐν Εὐαγγελίῳ ὁ τοῦ βαπτιστοῦ πατὴρ Ζαχαρίας, πλησθεὶς Πνεύματος ἁγίου, ἀνεφθέγξατο· «Ἀνατολὴ ἐξ ὕψους», φωτὸς ἀληθινοῦ καὶ τοῦ τῆς δικαιοσύνης ἡλίου, «ἐπέφανεν τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις», ἵνα, λυθέντος τοῦ σκότους καὶ μηκέθ' ὑπαρχούσης τῆς τοῦ θανάτου σκιᾶς, μεταβῶμεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν, καὶ καταυγασθέντες φῶς ἐν Κυρίῳ γενώμεθα, ἀποβαλόντες τὸ ἐξ ἀγνωσίας Θεοῦ καὶ τῆς λοιπῆς κακίας σκότος, φῶς ἐν Κυρίῳ γενώμεθα κατὰ τὴν φιλοσοφίαν τοῦ γράφοντός τισιν· «Ἦτε γὰρ σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ.» 2. 52 Περὶ τῆς ἀνατολῆς ταύτης ἀναστάσης ἐκ τοῦ Δαυίδ, ὁ πατὴρ τοῦ βαπτιστοῦ πρὸς ἑτέροις περὶ τοῦ Θεοῦ καὶ τόδε φησίν· «Ἤγειρεν κέρας σωτηρίας ἡμῖν ἐξ οἴκου Δαυίδ», τοῦτ' ἔστιν βασιλέα σωτηρίας. Ἐν πολλοῖς γὰρ τόποις τῆς γραφῆς, οὐχ ἥκιστα δὲ ἐν τῷ σοφῷ Δανιήλ, βασιλεῖς καὶ βασιλεῖαι κέρατα καλοῦνται. 2. 53 Τούτῳ τῷ ἀναστάντι ἐν τῷ οἴκῳ τοῦ Δαυὶδ χρώμενοι, οἱ σοφοί φασιν τῷ Θεῷ· «Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν.» 2. 54 «Ὑποκάτωθεν» τοῦ δεικνυμένου ἀνδρὸς ἀνατολῆς καλουμένου, «ἀνατελεῖ» ἤτοι φῶς, ἢ φυτὸν σωτηρίους φέρον καρπούς– κοινῶς γὰρ κατὰ φωτὸς καὶ φυτοῦ τὸ ἀνατέλλειν ῥῆμα τέτακται,– ἅπερ ὑποκάτωθεν ἀνατελεῖ τοῦ μεγάλου διδασκάλου, νομοθέτου τε καὶ βασιλέως. 2. 55 Τίνα δὲ τὰ ὑποκάτω αὐτοῦ, ἢ τὰ ὑποτεταγμένα νόμοις 2. 55 θείοις καὶ συμφυεῖ παιδεύσει λογικά; Πῶς γὰρ οὐχ ὑποκάτω πᾶς ὁ ἐπαινετω῀̣ ς καλούμενος ἀνήρ, τοῦ Χριστοῦ ὄντος αὐτοῦ κεφαλῆς; Καὶ πάντα δὲ τὰ μέλη Χριστοῦ συμπληρωτικὰ ὄντα τῆς Ἐκκλησίας οὔσ̣ ης σῶμα Χριστοῦ, ὑποκάτω τοῦ Χριστοῦ τυγχάνει ὑπάρχοντος κεφαλῆς τῆς Ἐκκλησίας. 2. 56 Οὕτω καὶ βασιλέως καὶ διδασκάλου ὑποκάτω ἐρεῖς τοὺς ὑπηκόους καὶ μαθητάς, ἐξ ὧν ἀνατολὴ γίνεται φωτὸς τῆς γνώσεως τῆς ἀληθείας καὶ δένδρου τοῦ καλὸν καρπὸν φέροντος, πρὸς ὃ διαλεγόμενος οἷα φυτουργὸς ὁ Θεός φησιν· «Ἐγὼ ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν»· ἀπέστω δὲ ἑκάστου θεοσεβοῦς τό· «Πῶς ἐστράφης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία;» 2. 57 Ὑποκάτω δὲ τοῦ πνευματικοῦ γεωργοῦ ἀνατελεῖν ἐρεῖς καὶ τὰς κατ' εἶδος ἀρετὰς καὶ τὰ τούτων ἔργα, γενήματα δικαιοσύνης ὄντας, περὶ ὧν ὁ μὲν Ἀπόστολος γράφει· «Ὁ Θεὸς ἁγιάσαι τὰ γενήματα τῆς δικαιοσύνης ὑμῶν», ὁ δὲ προφήτης Ὠσῆε· «Ἐκζητήσατε τὸν Κύριον ἕως οὗ ἔλθῃ γενήματα δικαιοσύνης ὑμῖν.» Ταῦτα «ἐν ἀγαλλιάσει θερίζουσιν οἱ σπείροντες αὐτὰ ἐν δάκρυσιν», δηλαδὴ σὺν πόνῳ καὶ ἱδρῶτι τοῖς ὑπὲρ εὐσεβείας. 2. 58 Δυνατὸν νοῆσαι τό· «Ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ» καὶ οὕτω· ὁ γενάμενος σὰρξ Λόγος, ὁ «ἐκ γυναικὸς γεν̣ άμενος» Ἰησοῦς, ὑποκάτωθεν ἀνέτειλεν «τῆς ἐξ ὕψους ἀνατολῆς» τοῦ Θεοῦ Λόγου, ὑπάρχοντος ἀληθινοῦ φωτός. 2. 59 Ἐκ περιουσίας καὶ
q.49
τόδε ῥητέον· ἐκ δεξιῶν τοῦ Πατρὸς τοῦ Υἱοῦ καθίσαντος, ὑποκάτω αὐτοῦ «οἱ ἐχθροὶ ἐτέθησαν δίκην ὑποποδίου», οἵτινες, ὠφεληθέντες ἐκ τοῦ ὑπὸ τοὺς πόδας γεγονέναι, ἀνέτειλαν ὡς φῶς καὶ γενήματα. 2. 60 Ὁ ὑποκάτω ἀνατείλας τοῦ θεολογουμένου «οἰκοδομήσει τὸν τοῦ Κυρίου οἶκον», τὴν Ἐκκλησίαν τοῦ ζῶντος Θεοῦ, μάλιστα ὁ ὑποκάτω τοῦ Θεοῦ Λόγου κατὰ τὴν ἐπιδημίαν ἀνατείλας ἄνθρωπος. Ἀλλὰ καὶ οἱ κατὰ τὰς ἑτέρας ἀποδόσεις ὑποκάτωθεν ἀνατείλαντες, ὑπήκοοι τοῦ παμβασιλέως καὶ ἀγαθοῦ διδασκάλου, εἰς πράξεις μεταβαλόντες τὰς ἐντολὰς τοῦ κρατοῦντος αὐτῶν καὶ παιδεύσαντος, ᾠκοδόμησαν τὸν βίον αὐτῶν οἷα οἶκον ἐπὶ τὴν πέτραν τὸν Χριστόν, ἐγκαταβαλόμενοι τὰς κρηπίδας καὶ θεμελίους τοῦ οἴκου ἐπὶ τὴν στερεὰν καὶ ἀκατάλυτον εἰς τὴν Τριάδα πίστιν, πέτραν ω᾿̣ νομασμένην πρὸς τὸν ὁμολογήσαντα αὐτὴν πρὸς τοῦ ὁμολ̣ ογηθέντος, κατὰ τὸ οὕτω λεχθέν· «Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τ̣ ῃ῀̣ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ μ̣ ὴ κατισχύσουσιν αὐτῆς.» 2. 61 Ἀλλὰ καὶ οἱ κατὰ τὴν τρίτην ἀπόδοσ̣ ι̣ ν ὑπὸ τοὺς πόδας τεθέντες τοῦ παμβασιλέως ἐχθροί, ἀντὶ διαφόρων φίλοι γενόμενοι, οἰκοδομήσουσιν τὸν οἶκον Κυρίου, «ἵν' ἐνοικήσῃ καὶ ἐμπεριπατήσῃ ἐν αὐτοῖς», καλέσας καὶ βελτιώσας αὐτούς. 2. 62 Ὁ κατὰ τὴν ἐπιδημίαν ὑποκάτωθεν ἀνατείλας, παραπλησίως τῷ· «Ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλεν», «λήμψεται ἀρετήν», καρποφορούντων αὐτὴν τῶν πρὸς αὐτοῦ σῳζομένων καὶ εἰς μέγα δόξης ἀγομένων. Πῶς γὰρ οὐ λαμβάνει ταύτην ἀπὸ τῶν γινομένων Θεοῦ δικαιοσύνη ἐν αὐτῷ, γεναμένῳ ὑπὲρ αὐτῶν ἁμαρτία, κατὰ τὴν φιλοσοφίαν τὴν ἀποστολικήν· «Τὸν μὴ γνόντα γάρ, φησίν, ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵν' ἐν αὐτῷ γενώμεθα Θεοῦ δικαιοσύνη»; Πῶς γὰρ οὐ λαμβάνει ἀρετὴν οὖσαν τὴν ἐν ταῖς ἡμέραις τῆς ἐνανθρωπήσεως αὐτοῦ δικαιοσύνην καὶ πλῆθος εἰρήνης; 2. 63 Ἐπινεύοντος δ' αὐτοῦ λαμβάνειν τὴν ἐν ἀνθρώποις γινομένην ἀρετήν, ἕκαστος τῶν πιστῶν καρποφορείτω καὶ προσφερέτω αὐτήν· ὁ σωφρονεῖν προτιθέμενος, κοσμιότητα καὶ σωφροσυ´̣ νην, ἁγνείαν τε καὶ παρθενίαν· ὁ ἐγκρατής, τὴν ἐγκράτειαν, «τὴν νέκρωσιν τοῦ Ἰησοῦ πάντοτε περιφέρων ἐν σώματι» τῷ ἑαυτοῦ. Προσφέρουσι δὲ ἀρετὴν καὶ οἱ «τὸν τίμιον γάμον καὶ κοίτην τὴν ἀμίαντον» μεταχειριζόμενοι. 2. 64 Οἷος ἦν ὁ Ἰωσήφ, καὶ Σωσάννα, Ἄννα τε ἡ προφῆτις καὶ ἡ τοῦ βαπτιστοῦ μήτηρ Ἐλισαβέτ, καὶ ὅσοι ἄλλοι καὶ ἄλλαι διέπρεψαν ἐν ἁγνείᾳ. Προσηγίοχαν δὲ πίστιν μεγάλην καὶ ἀκαθαίρετον, ὑπερφυῆ ἀρετὴν οὖσαν, «οἱ μέχρι θανάτου ὑπὲρ τῆς ἀληθείας ἀγωνισάμενοι», ὁμολογήσαντες ἐν αὐτοῖς τὸν τοῦ Θεοῦ Υἱὸν ἔμπροσθεν τῶν ἀνθρώπων, ἵνα καὶ αὐτὸς ἐν αὐτοῖς ὁμολογήσῃ αὐτοὺς ἔμπροσθεν τοῦ οὐρανίου Πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων. 2. 65 Ὁ κληθεὶς ἀνατολὴ ἀνὴρ «καθιεῖται καὶ κατάρξει ἐπὶ τοῦ θρόνου αὐτοῦ». Διττὸς δ' ἐστὶν ὁ θρόνος̣ αὐτοῦ, ὃ μὲν ὡς βασιλέως, ὃ δὲ ὡς ἱερέως, ὡς ἀπὸ λέξεων γρ̣ αφικῶν ἔστιν ἀποδεῖξαι. 2. 66 Δηλοῦται ὁ παντοκρατορικὸς ἐκ τοῦ π̣ αρ̣ ο̣ ιμιώδους θεσπίσματος οὕτως ἔχοντος· «Ὅταν βασιλεὺς δίκαιος καθίσῃ ἐπὶ θρόνου, οὐκ ἀντιτάσσεται αὐτῷ οὐδὲν πονηρόν»· ἀλλὰ καὶ ἐκ τοῦ· «Ὁ θρόνος σου, ὁ Θεός, εἰς αἰῶνα αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου»· καὶ ἀπὸ τοῦ ἐν Ψαλμοῖς εἰρημένου· «Καθιεῖται Κύριος βασιλεὺς εἰς τὸν αἰῶνα.» 2. 67 Περὶ δὲ τοῦ ἱερατικοῦ, ἐν τῇ πρὸς Ἑβραίους· γράψας γὰρ ὁ τὴν ἐπιστολὴν χαράξας· «Τοιοῦτος ἡμῖν ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος», καὶ τοῦτό φησιν· «Προσερχώμεθα οὖν μετὰ παρρησίας τῷ θρόνῳ τῆς χάριτος, ἵνα λάβωμεν ἔλεος, καὶ χάριν εὕρωμεν εἰς βοήθειαν», θρόνον λέγων χάριτος τὸν τοῦ ὁσίου καὶ ἀκάκου καὶ ἀμιάντου ἀρχιερέως. 2. 68 Ἐπεὶ τοίνυν ὁ περὶ οὗ λέγεται καθιεῖται καὶ κατάρξει ἐπὶ τοῦ θρόνου αὐτοῦ, ἔλαβεν «τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ· ἵν' εἰς τοὺς αἰῶνας βασιλεύῃ, τῆς βασιλείας αὐτοῦ οὐκ ἐχούσης τέλος», ἀλλὰ καὶ «ἱερωσύνην ἀπαράβατον».
q.50
Εἴρηται γὰρ πρὸς αὐτόν· «Σὺ εἶ ὁ ἱερεὺς εἰς τὸν αἰῶνα.» 2. 69 Ἐπὶ τοῦ διττοῦ θρόνου καθιεῖται καὶ κατάρξει, μόνου αὐτοῦ τὸν βασιλείας καὶ ἱερωσύνης θρόν̣ ον ἔχοντος. Ὅταν καθίσας ἐπὶ τοῦ θρόνου κατάρξῃ βεβαίως βασιλεύων, τὸ τηνικάδε «ἔσται ὁ ἱερεὺς ἐκ δεξιῶν αὐτοῦ, βο̣ υλῆς εἰρηνικῆς ἀνὰ μέσον ἀμφοτέρων οὔσης». Τίς δ' οὗτός ἐστιν ἢ ὁ Μελχισεδέκ, ὃν γράφει ὁ Ἀπόστολος μένειν ἱερέα εἰς τὸ διηνεκὲς τῷ ἀφωμοιῶσθαι τῷ Υἱῷ τοῦ Θεοῦ. 2. 70 Ἔχει δ' οὕτως ἡ ἀποστολικὴ φωνὴ πρὸς Ἑβραίους· «Ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν μηδὲ τέλος ζωῆς ἔχων, ἀφωμοιωμένος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές.» Ἐπειδὴ δὲ οὐ σκιωδῶς ἐστιν Θεοῦ θεραπευτής, ἀλλὰ ἀληθῶς καὶ κατὰ πνεῦμα, ἐκ δεξιῶν ἔσται τοῦ καθημένου καὶ κατάρχοντος ἐπὶ τοῦ θρόνου αὐτοῦ. 2. 71 Δεξιὸς δὲ τυγχάνων ὁ ἀφωμοιωμένος τῷ Θεοῦ Υἱῷ, μένων ἱερεὺς εἰς τὸ διηνεκές, βουλὴν εἰρηνικὴν ἔχει πρὸς τὸν ᾧ ἀφωμοιώθη, καὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ ὡσαύτως εἰρηνεύοντος πρὸς τὸν βασιλέα τῆς Σαλήμ, τοῦτ' ἔστιν τῆς εἰρήνης, καὶ τὸν βασιλέα τῆς δικαιοσύνης, ὁ Μελχισεδέκ ἐστιν οὗτος. Πῶς γὰρ οὐκ ἔχει βουλὴν εἰρηνικὴν πρὸς τὸν οὗ κατὰ τὴν τάξιν ἱερεύς ἐστιν, μένων εἰς τὸν αἰῶνα; 2. 72 Ὁ δὲ ἀληθὴς καὶ θεῖος στέφανος τοῖς ὑπομενητικῶς καὶ μεγαλοψύχως ἐνέγκασι τὴν αἰχμαλωσίαν δίδοται, κατὰ τὸ λεχθὲν οὗ καὶ μικρῷ πρόσθεν ἐμνημονεύσαμεν· «Μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμόν, ὅτι δόκιμος γενόμενος λήμψεται τὸν στέφανον τῆς ζωῆς ὃν ἐπηγγείλατο ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.» 2. 73 Ὧι πόθος εἰσέρχεται τούτου τυχεῖν, ἀναδουμένης τῆς κεφαλῆς αὐτοῦ, κατωρθώσατο τὴν ὑπομονήν, περὶ ἧς Ἰάκωβος γράφει· «Πᾶσαν χαρὰν ἡγήσατε, ἀδελφοί, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις, ἐπιστάμενοι ὅτι τὸ δοκίμιον κατεργάζεται ὑπομονήν», ὡς τοὺς κατορθώσαντας αὐτὴν χαριστηρίως ἀνυμνεῖν, ὅπου μὲν ὡς εἷς πάντες, διὰ συμφωνίας ψυχὴν μίαν καὶ καρδίαν μίαν ἔχοντες· «Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχεν μοι καὶ εἰσήκουσεν τῆς δεήσεώς μου»· ὅπου δέ· «Καὶ νῦν τίς ἡ ὑπομονή μου; οὐχὶ ὁ Κύριος; καὶ ἡ ὑπόστασίς μου παρὰ σοῦ ἐστιν.» 2. 74 Ὑπάρχει δὲ τὸ ἱερὸν τοῦτο καὶ περικαλλὲς στέφος οὐ μόνοις τοῖς ὑπομένουσιν, ἀλλὰ καὶ «τοῖς χρησίμοις καὶ τοῖς ἐπεγνωκόσιν αὐτήν». 2. 75 Τῆς ἐκκειμένης θεωρίας τοῦ προφήτου ἢ τῆς προμνημονευθείσης ἀρετῆς τίς δ' οὗτος ὁ στέφανος κατ' ἐξοχὴν ὠνομασμένος παρὰ τοὺς πρότερον εἰρημένους ἐξ ἀργύρου καὶ χρυσοῦ γεναμένους; Αὐτὸς ὁ Κύριος σαβαώθ, ὡς ἐν Ἠσαίᾳ τῷ προφήτῃ φέρεται· «Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Κύριος σαβαὼθ ὁ στέφανος τῆς δόξης.» Δόξης γὰρ ἆθλον οὗτος ὑπάρχει, δοθησόμενος τοῖς δοξάσασι τὸν Θεὸν ἐν τῷ σώματι ἑαυτῶν καὶ τοῖς εὐσεβῆ ὑπόλημψιν ἔχουσιν καὶ τῶν φρονητέων, μᾶλλον δὲ τῶν εὐσεβῶν δογμάτων. Κατὰ ταύτην γὰρ ὀρθόδοξοι λεγόμεθα οἱ ἐκκλησιαστικὴν γνῶσιν ἔχοντες. 2. 76 Πλέκεται δὲ ὁ στέφανος οὗτος οὐκ ἐκ χρυσοῦ καὶ λίθων πολυτελῶν, ἀλλ' ἐκ τῆς ὀρθῆς περὶ τῆς ἀληθείας δόξης. Ὁ αὐτὸς δ' οὗτός ἐστιν τῷ ἀφθάρτῳ περὶ οὗ ὁ Ἀπόστολος γράφει κατὰ λέξιν ὧδε· «Ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται», ἀλλ' ὁ μὲν τοὺς κάτω ἀγῶνας καὶ ἀνθρωπίνους διαθλῶν, «ἵνα φθαρτὸν στέφανον λάβῃ» ἀθλεῖ, «ἡμεῖς δὲ ἄφθαρτον», ὅστις καὶ ἀμαράντινος εἴρηται πρὸς τοῦ κορυφαιοτάτου ἀποστόλου Πέτρου. 2. 77 Γράφων γὰρ τοῖς ὑπὸ τὸν ποιμένα τὸν ἀληθινὸν νομεῦσιν, περὶ ὧν ἐπαγγέλλεται δώσειν Θεὸς τοῖς πνευματικοῖς αὐτοῦ προβάτοις φάσκων· «Δώσω ὑμῖν ποιμένας κατὰ τὴν καρδίαν μου, καὶ ποιμανοῦσιν ὑμᾶς μετ' ἐπιστήμης», ἔχει δὲ ὧδε ἡ τοῦ Πέτρου λέξις· 2. 78 «Πρεσβυτέρους τοὺς ἐν ὑμῖν παρακαλῶ ποιμαίνειν τὸ ἐν ὑμῖν ποίμνιον, μὴ ἀναγκαστῶς ἀλλ' ἑκουσίως, ἵνα, φανερωθέντος τοῦ ἀρχιποίμενος, κομίσησθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον», ἀποδοθησόμενον τοῖς ὀρθοδόξως τὴν πίστιν φυλάξασιν καὶ τοῖς εἰς πέρας ἀγαγοῦσιν πρόσταξιν τὴν λέγουσαν· «Δ̣ ότε δόξαν τῷ Θεῷ ἡμῶν», καὶ πάλιν· «Ἐνέγκατε τῷ
q.51
Κυρίῳ δόξαν καὶ τίμην.» 2. 79 Οὗτος ὁ στέφανος δίδοται «εἰς χάριτα Σοφονίου καὶ ψα̣ λμὸν ἐν οἴκῳ Κυρίου», περὶ οὗ ὁ μελογράφος φησίν· «Λάβετε ψαλμ̣ ὸν καὶ δότε τύμπανον, ψαλτήριον τερπνὸν μετὰ κιθάρ̣ ας.» Ἔστι δὲ ψαλμὸς ὃν δεῖ λαβεῖν ὁ περὶ τῶν πραττομένων καὶ φρονουμένων καλῶς λόγος, πρὸς ὃν δοῦναι τύμπανον, ψαλτήριόν τε τερπνὸν καὶ κιθάραν προσήκει. 2. 80 Δίδωσι δὲ τύμπαν̣ ον ὁ δεξάμενος περὶ σωφροσύνης λόγον, «νεκρῶν τὰ ἐπὶ τῆς γῆς μέλη, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν», «τὴν νέκρωσιν τοῦ Ἰησοῦ περιφέρων ἐν σώματι», ᾧ ἐδουλαγώγησεν καὶ ὑπωπίασεν· τὸ γὰρ τύμπανον ἐκ δορᾶς νεκροῦ ζῳ´̣ ου τὴν κατασκευὴν ἔχει. 2. 81 Τοῦτο ψοφοῦσι καὶ κροαίνουσιν αἱ δᾳδουχοῦσαι πέντε φρόνιμοι παρθένοι, κατὰ τὸ ᾀδ̣ όμενον ἐν ἑξηκοστῷ καὶ ἑβδόμῳ Ψαλμῷ· «Προέφθασαν ἀ´̣ ρχοντες ἐχόμενα ψαλλόντων ἐν μέσῳ νεανίδ̣ ων τυμπανιστριῶν.» 2. 82 Τοῖς ἡρμηνευμένοις τυμπάνοις̣ ἐχρῶντο μετὰ τὸ ἐξιέναι τῆς Αἰγύπτου καὶ περᾶσαι τὴν Ἐρυθρὰν θάλασσαν αἱ ἑβραῖαι γυναῖκες, ὧν ἐξῆρχεν ἡ π̣ ροφῆτις Μαριάμ, ἀδελφὴ Μωϋσέως καὶ Ἀαρών, λαβοῦσαι χερ̣ σὶν τὰ τύμπανα ἑαυτῶν· συμφώνως τῇ χοροδιδασκάλῳ ἐπ̣ ινικίως μέλπουσαι, ἔφασκον· «Ἄισωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν», καὶ τὰ ἑξῆς μέχρι τοῦ τέλους τῆς ᾠδῆς. 2. 83 Οὐ γὰρ κἂν πιθανόν ἐστιν νομίζειν τοσοῦτο πλῆθος τυμπάνων ηὐπορῆσθαι ἐν τόπῳ πανερήμῳ ταῖς τοσαύταις μυριάσιν τῶν γυναικῶν, δυνατοῦ τυγχάνοντος πάνυ εὑρεθῆναι τὰ κατ' ἀλληγορίαν λεχθέντα τύμπαν̣ α ταῖς ἔτεσιν πλείοσιν ἤδη ἀνηγμέναις θεοσεβῶς, π̣ αρορμωμέναις μάλιστα πρὸς τὴν πνευματικὴν χορείαν ἐξ ὧν τεθέανται παραδόξως γεγενημένων ὑπὲρ τοῦ ἔξω τῆς Αἰγύπτου γενέσθαι. 2. 84 Δίδοται δὲ ὑπὸ τῶν ψαλμὸν δεξ̣ αμένων πρὸς τῷ τυμπάνῳ καὶ ψαλτήριον τερπνὸν μετὰ κιθάρας, συνηρμοσμένα πρὸς τῶν δυνάμεων τῆς ψυχῆς καὶ αἰσθήσεων πρὸς τὴν θείαν μελῳδίαν, νήψεως δὲ χρεία ἵνα μὴ ψεκτὰ ὄργανα καὶ ᾠδὰς λάβῃ τις ἃ παραιτεῖται Θεὸς λέγων· 2. 85 «Μετάστησον ἀπ' ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι.» Ὁ τὰ παραιτητὰ τῷ Θεῷ ἀποστραφεὶς ψάλλε̣ ι καὶ ᾄδει ἐπαινετῶς, κατὰ προτροπὴν τοῦ γράφοντος Ἀποστόλου· «Λαλοῦντες ἑαυτοῖς ψαλμοῖς, ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες τῇ καρδίᾳ.» 2. 86 Μετὰ τὸ στέφος εἰς χάριτα Σοφονίου καὶ εἰς ψαλμὸν ἐν οἴκῳ Κυρίου, τούτων ὑπαρξάντων, οἱ ἔτι μακρὰν ὄντες τῶν αἰχμαλώτων ἥξουσιν ἐπὶ τῷ συνεγγίσαι τῷ κηρύξαντι αὐτοῖς ἄφεσιν· ἐπαινοῦντες δὲ «οἰκοδομήσουσιν ἐν τῷ οἴκῳ τοῦ Κυρίου», ἵνα διακονω῀̣ σιν διηνεκῶς ἱερέων δίκην, κατὰ τὸν μακάριον προφήτην Σαμουήλ. 2. 87 Τελεσθήσεται δ' ἕκαστα πληρούμενα δ̣ ιὰ ὁράσεως ὅταν «εἰσακούσαντες εἰσακούσωσιν τῆς φωνῆς Κυρίου» οἱ χρήσιμοι καὶ ἐπεγνωκότες τὴν αἰτίαν κα······ λ̣ μον ἧς ὑπέμειναν πρὸς καιρὸν························· λην. 2. 88 Οἱ πλησιάσαντες τῷ······················ καὶ μακρὰν ὄντες οἱ······························ οἴκῳ πρακτικὰς καὶ δ······························· ας, μυστήρια τῆς βασιλείας······················ ἀδικήματα ἱερέων εἶναι······························· μιν εἰσακούουσιν································· τῶν εἰρημένων̣ τελεστ̣····························· ται οἱ εὐεργετηθέντες···························· προκείμενα παρὰ Κυρίου παντοκράτορος. 2. 89 Zach. VII, 1® 3: Καὶ ἐγένετο ἐν τῷ τετάρτῳ ἔτει ἐπὶ Δαρείου τοῦ βασιλέως ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν τετράδι τοῦ μηνὸς τοῦ ἐνάτου, ὅς ἐστιν Χασ̣ ελεύ· καὶ ἐξαπέστειλεν εἰς Βαιθὴλ Σαράσαρ καὶ Ἀρβεσσὲρ ὁ βασιλεὺς καὶ οἱ ἄνδρες αὐτοῦ τοῦ ἐξιλάσασθαι τὸν Κύριον λέγων πρὸς τοὺς ἱερεῖς τοὺς ἐν τῷ οἴκῳ Κυρίου παντοκράτορος καὶ πρὸς τοὺς προφήτας λέγων· Εἰσελήλυθεν ὧδε ἐν τῷ μηνὶ τῷ πέμπτῳ τὸ ἁγίασμα, καθότι ἐποίησα ἤδη ἱκανὰ ἔτη. Ἐν τῷ τετάρτῳ
q.52
··················· αἰχμαλωσι········································· μηνὸς τ········································ στειλεν σ······································· Ἀρβεσσε`̣ ρ······································ καὶ οἱ ἄνδρες···································· τοῦ ἐξιλάσασθαι·································· λατρι·········································· λέγων̣···································· ἁγίασμα Κυρίου ει································ λειτουργία········································ κατὰ τ·········································· 2. 92························ τετάρτῳ τῆς Δαρείου ἀρχῆς···························· ἀναγράφεσθαι τοὺς································ ψευδογράφωσί τινες····························· ε᾿̣ λ̣ εγχομένων τῶν τυ······························ σθαι ἐν τοῖς δημοσίοις 2. 93··························· ενας δῆθεν προφητείας································ αι ηποστη̣· ουμενος··························· ἐγράφη Ἑβραίων φωνῇ······························· ἐννέα ἀριθμὸς ἐπὶ······························· τ̣ η·························· εται ἐν τῷ ἐννάτῳ μηνὶ········································· μηνὸς········································ περὶ τοῦ······································ ρ̣ ιας δυνα······································· ως ἐν······································· χρόνῳ········································· τ̣ ιαν········································· θεολημ······································· πρὸς τὸν········································· ιοι οντες 2. 96········································ ουντες····································· ε᾿̣ ν̣ τοῖς πο········································· αλλου····································· ἐξιλάσασθαι········································ α̣ ν δὲ ου······································ θεραπευ········································· ἁγίασμα 2. 97 εἰσελήλυθεν ἐν τῇ····························· ως γεγενημένη ω̣································ στρέφοντος τοῦ Κυρίου····························· σκευων ἐπὶ τῷ ε̣································ νατον εἰσεληλυθ····························· θένου τεχθέντα ι························· ἀγγέλου Γαβριήλ· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται Υἱὸς Θεοῦ». Τ································ ἀναβαθμῶν··························· «ἡτοίμασα 2. 99 λύχνον τῷ χριστῷ μου.»····························· λύχνος········································ Ἰωάννης································· «λύχνος καιόμενος»································ σει ἀκμὴν······································ τῆς δικαιο̣ σύνης························ ἁγιάσματος τουτ································· περὶ τοῦ ἁγιάσματος···························· Ἠσαίου ὧδε ἀπ········ «Κύριον αὐτὸν ἁγιάσατε καὶ αὐτὸς ἔσται σου φόβος, καὶ ἐὰν ἐπ' αὐτῷ πεποιθὼς ᾖς, ἔσται σοι εἰς ἁγίασμα.» Οἱ·························· φασιν· «Ὁ θρόνος σ̣ ου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.»·· νη Ἰσραὴλ Κύριος, τουτ··························· χθέντος πρὸς τ································ ἀποστόλου λεχθ······························· ἐπιστολὴ αὐταῖς·········· «Διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει· Θυσίαν καὶ προσφορὰν οὐκ ἐθέλησας, σῶμα δὲ κατηρτίσω μοι· ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας, τότε εἶπον· Ἰδοὺ ἥκω.» Ἧκεν································ ς οἷς ἐπέφανεν······························· ν πάρειμι, ἵν' ὁρᾶτε································ σεως αὐτοῦ εἰκὼν································ υ· ὅπερ ἐξιλάσκεσθαι····························· ε᾿̣ ραστάς, ὧν εἷς ἦν··································· ι ἄνδρες αὐτοῦ································ ν ὅλων πρόσωπον······································ ν̣ αὐτῷ κα······································· ἱεροφάντου········································ δηλονότι····································· ἐπὶ σέ, καὶ········································ αρθέντος········································· ς θεοπτίας········································· φημας καὶ·········································· πρεσβείας···································· Σωτῆρος τοῖς···································· οἰκονομία···································· ἀλ̣ λ' οὐ τοῖς······································ ενας ἀφέσει······································ αἰτούμενοι······································ ἐκθώμεθα································ Zach. VII, 4® 7: Καὶ ἐγένετο λόγος Κυρίου τῶν δυνάμεων πρός με λέγων· Εἶπον πρὸς ἅπαντα τὸν λαὸν τῆς γῆς καὶ πρὸς τοὺς ἱερεῖς λέγων· Ἐὰν νηστεύσητε ἢ κόψησθε ἐν ταῖς πέμπταις ἢ ἐν ταῖς
q.53
ἑβδόμαις, καὶ ἰδοὺ ἑβδομήκοντα ἔτη μὴ νηστείαν νενηστεύκατέ μοι καὶ ἐὰν φάγητε ἢ πίητε οὐχ ὑμεῖς ἐσθίετε καὶ ὑμεῖς πίνετε· οὐχ οὗτοι οἱ λόγοι εἰσὶν οὓς ἐλάλησεν Κύριος ἐν χερσὶν τῶν προφητῶν τῶν ἔμπροσθεν ὅτε ἦν Ἰερουσαλὴμ κατοικουμένη καὶ εὐθηνοῦσα καὶ αἱ πόλεις αὐτῆς κυκλόθεν καὶ ἡ ὀρεινὴ καὶ ἡ πεδινὴ κατῳκεῖτο; Εἰσεληλυθότος τοῦ ἁγιάσματος············· ἱκανὰ ἔτη λόγος Κυρίου τ̣····························· προθεσπίζων τὰ······································ εἶπον, φησίν, πρὸς······························· λέγων· Ἐὰν νηστεύσητε································ ἑβδόμαις, οὐχ ὑμεῖς····························· πίνητε, οὐχ ὑμ̣ εῖς····························· ἑβδομήκοντα ἔτη μὴ νηστείαν································· οὓς ἐλάλησεν Κύριος·································· οὗτοι δ' εἰσὶν η······································· ας προφητευσα································ τῶν αὐτούς, ε̣··································· οὕτω γὰρ καὶ·································· γέγονεν. Παρὰ·································· ὅνπερ γὰρ τρόπον································ βάλλων, χορη̣······························· καὶ ἃ πραττω········································ χειρὶ προσαπ······································· ὁ Σωτὴρ εἶπεν····························· ἐν αὐτῷ πηγὴν ὕδ̣ ατος································ τόπῳ φησίν···································· αὐτὸν καθ············································ μου ζῶντος̣······································ ἐστιν τῇ πράξει···································· ὑπὸ τοῦ ἁγίου···································· μεθύσου, θα································ ται ἐν τῇ τοῦ···································· θων πεπληρ̣································· ἐπιθυμιῶν κρε······································································· ˉηˉρ συμπνιγούσας································· τὴν ῥηθεῖσαν ὑπ' αὐτοῦ··························· ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι························ ἐκ τοῦ νηστεύειν καὶ································ ἑβδόμαις, ἤτοι τοῦ································ ται, θεωρητέον.································ νηστ̣ εύω δὶς τοῦ σαββάτου································· ιτης καταπαυ····································· Ἰουδαῖοι νηστευ········································ α μὴ περὶ τῶν································ μάλιστα ὅτ' ἐν τοῖς······································· δεκάτη τοῦ σαββάτου································· υν καὶ ἡ καλουμένη··································· ας ψυχὰς ἑαυ····································· δεκάτη τοῦ································· δυνατὸν πεμ······································ κόπτεσθαι································· προκείμενος λόγος································· τροφῆς ὄντος········································ ἀρίστης τροφῆς··································· βρῶσιν τὴν············································ μενος τῶν·········································· ἄνηρ τρεφε······································· που λέγει πρὸς············································ ντος, ἐδω······························· Τυγχάνουσι δὲ οὗτοι οἱ παραδοθέντες ὑπὸ τοῦ Θεοῦ πάθεσιν ἀτιμίας καὶ ἀδοκίμῳ νῷ διὰ τὸ σεσεβάσθαι τὴν κτίσιν παρὰ τὸν κτίσαντα, μεταλλάξαντες τὴν ἀλήθειαν τοῦ Θεοῦ, καὶ τὸν Θεὸν ἐν ἐπιγνώσει μὴ δοκιμάσαντες ἔχειν, ὥστε μὴ ποιεῖν τὰ καθήκοντα. Ὥσπερ οὖν σωτηριῶδες τὸ ἀπέχεσθαι τῶν σαρκῶν τοῦδράκοντος– δόγματα δὲ ἄθεα καὶ ψευδοδοξίαι τυγχάνουσιν αἱ σάρκες τοῦ δράκοντος– οὕτως ἐπωφελὲς καὶ αἱρετὸν τὸ παραιτεῖσθαι καὶ φεύγειν «τὴν τρυγωμένην σταφυλὴν ἐξ ἀμπέλου Σοδόμων» καὶ τὸν ἐξ αὐτῆς τρυγώμενον οἶνον ὄντα «θυμὸν δρακόντων καὶ θυμὸν ἀσπίδων ἀνίατον». Τὴν οὕτω τελουμένην νηστείαν μεταδιώκειν προσήκει καὶ κόπτεσθαι συγγενῶς αὐτῇ θρηνοῦντα καὶ κοπτόμενον. Παραιτητέα δὲ καὶ βλαβερὰ πάνυ ἐστὶν νηστεία ἣν ἐπιτελοῦσιν οἱ ἀποστρεφόμενοι τὴν χρῆσιν τοῦ ἄρτου τῆς ζωῆς καὶ τῶν σαρκῶν Ἰησοῦ αἵ εἰσιν ἄρτος ζωῆς, ἄρτος ἀληθείας ἐκ τοῦ οὐρανοῦ καταβάς, ἧς ἀπέχεσθαι, τυγχανούσης βρώσεως ζωῆς, οὐδαμῶς προσήκει. Περὶ τῆς διττῆς ταύτης νηστείας ἐπεσπάρη ἐν τῇ θεοπνεύστῳ γραφῇ· περὶ μὲν γὰρ τῆς ἐπαινετῆς ἐν Ἰωὴλ τῷ προφήτῃ προστάττεται· «Ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν»· καὶ ἑτέρωθι ἀπαγγέλλεται· «Νηστεία μετὰ προσευχῆς καὶ ἐλεημοσύνης
q.54
ἐκ θανάτου ῥύεται.» Περὶ δὲ τῆς ψεκτῆς φαῦλοι καὶ ἀσεβεῖς ἄνδρες αἰτιώμενοι τὸν Θεόν φασιν· «Τί ὅτι ἐνηστεύσαμεν καὶ οὐκ εἶδες; ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμῶν καὶ οὐκ ἔγνως;» Πρὸς οὓς ὃν ἀσεβῶς αἰτιῶνταί φησιν· «Οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην», ἄλλ' ἢ τὴν ἀποχὴν οὖσαν δηλητηρίων τροφῶν σὺν ἔργοις ἀγαθοῖς γινομένην· «Διάθρυπτε γάρ, φησίν, πεινῶντι τὸν ἄρτον σου· ἐὰν ἴδῃς γυμνόν, περίβαλε, καὶ ἄστεγον πτωχὸν εἰσάγαγε εἰς τὸν οἶκόν σου. Τότε γάρ, φησίν, ῥαγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ.» Τοῖς νηστεύσασι καὶ κοψαμένοις ἐν ταῖς πέμπταις καὶ ἑβδόμαις οὐχ ὡς προσῆκεν, ὁ Κύριος λέγει· Ἰδοὺ ὅλα ἑβδομηκόντα ἔτη διετρίψατε ἐν τῇ Βαβυλῶνι, ἀπαχθέντες ἐν αὐτῇ νόμῳ αἰχμαλωσίας· μὴ νηστείαν ἣν ἀποδέχομαι ἐνηστεύσατέ μοι, ἐσθίοντες καὶ πίνοντες τὰ ὑμῖν ἡδέα, πράττοντες οὐδὲν κατὰ τοὺς λόγους τοὺς ἐν ταῖς χερσὶν τῶν ἔμπροσθεν προφητῶν ὅτε ἦν ἡ Ἰερουσαλὴμ πρὸ τῆς αἰχμαλωσίας κατοικουμένη καὶ εὐθηνοῦσα, καὶ αἱ κύκλῳ αὐτῆς πόλεις τῆς Ἰουδαίας ὧν μητρόπολίς ἐστιν, καὶ ἡ ὀρεινὴ καὶ πεδιὰς κατῳκεῖτο; Πῶς γὰρ οὐκ εὐθηνεῖτο ἡ μητρόπολις μετὰ τῶν ὑπ' αὐτὴν πόλεων, καὶ ἡ περὶ αὐτὴν ὀρεινὴ καὶ πεδιὰς κατοικουμένη, εἰρήνην βαθεῖαν ἄγουσα καὶ σὺν νόμῳ τῷ ὀρθῷ βασιλευομένη, παντὸς πολεμίου καὶ ἐχθροῦ μακρὰν ἀπεληλασμένου; Οὕτω τῆς Ἰερουσαλὴμ καὶ τῶν πόλεων τῶν κύκλῳ αὐτῆς εἰρηνευουσῶν καὶ πολλὴν ἐχουσῶν εὐστάθειαν, δαψιλὴς εὐετηρία ὑπῆρχεν, κατοικουμένης τῆς πεδιάδος καὶ ὀρεινῆς γῆς. Συμβαίνει δὲ κατοικεῖσθαι τοὺς τοιούτους τόπους ὅταν εὐκαρπία καὶ εὐθηνία πολλὴ τυγχάνῃ, ἀνθρώπων διατρίβειν ἀλύπως δυναμένων ἐν τῇ ὀρεινῇ, τῆς δένδρων φυτείας ἀκροδρύων πλήρης οὔσης, καὶ τῆς πεδιάδος σῖτον καὶ κριθὴν καὶ τὰ ἄλλα γενήματα φερούσης. Φιλεῖ γὰρ ἐν τοῖς πληθύνουσι τόποις εὐκαρπίαν πλῆθος ἀνθρώπων διατρίβειν, τοῦτο μὲν γεωργούντων, τοῦτο δὲ ἀπολαυόντων τῆς εὐφορίας. Κατοικουμένη καὶ εὐθηνοῦσα Ἰερουσαλὴμ καὶ κύκλῳ αὐτῆς πόλεις ἡ Ἐκκλησία κατ' ἀναγωγὴν καὶ αἱ ὀρθόδοξοι γνῶμαι τυγχάνουσιν· ὧν ἡ ὀρεινὴ καρπῶν πληθύουσα τὰ δόγματα τῆς εὐσεβείας καὶ τῆς ὀρθοδόξου πίστεώς ἐστιν, γενημάτων ὄντων πολὺ πλῆθος ἐχόντων ἐν τῇ ἠθικῇ παιδεύσει ἐν τῇ χθαμαλῇ πεδιάδι. Περὶ τῆς τοιαύτης πνευματικῆς εὐθηνίας ἐν τετάρτῳ καὶ ἑξηκοστῷ Ψαλμῷ φέρεται· «Ἐπεσκέψω τὴν γῆν καὶ ἐμέθυσας αὐτήν, ἐπλήθυνας τοῦ πλουτίσαι αὐτήν. Τοὺς αὔλακας αὐτῆς μέθυσον, πλήθυνον τὰ γενήματα αὐτῆς, ἐν ταῖς σταγόσιν αὐτῆς εὐφρανθήσεται ἀνατέλλουσα. Εὐλογήσῃς τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, καὶ χαρήσεται τὰ πεδία καὶ πάντα τὰ ἐν αὐτοῖς. Πιανθήσεται τὰ ὄρη τῆς ἐρήμου, καὶ ἀγαλλίασιν οἱ βουνοὶ περιζώσονται. Ἐνεδύσαντο οἱ κριοὶ τῶν προβάτων, καὶ αἱ κοιλάδες πληθυνοῦσιν σῖτον· κεκράξονται καὶ γὰρ ὑμνήσουσιν.» Ταύτης τῆς δαψιλείας καὶ παγκαρπίας οὔσης νοητῆς ὑπαρξάσης, πῶς ἡ ὀρεινὴ καὶ πεδινὴ οὐ κατοικηθήσεται ὑπὸ ἀνθρώπων πάντα σὺν τῷ λόγῳ τῷ ὀρθῷ ποιούντων, ὥστ' αὐτοὺς χαριστηρίως κεκρᾶξαι καὶ ὑμνῆσαι πρὸς τὸν τοσαῦτα δωρησάμενον Θεόν; Σημεῖον δὲ τοῦ ἄλυπον κατοικίαν εἶναι ἐν τῇ ὀρεινῇ καὶ πεδινῇ, τὸ καὶ τοὺς κριοὺς τῶν προβάτων βαθυμάλλους πόκους ἐνδεδῦσθαι, διὰ τὸ βοτάνην πολλὴν ἀνατεταλκέναι ἐν τοῖς τόποις τῆς ὀρεινῆς καὶ πεδιάδος. Ὅτῳ πόθος εἰσέρχεται ταύτης τῆς πνευματικῆς ἀπολαῦσαι εὐετηρίας, ἀκουσάτω τῶν λόγων τῶν δοθέντων ὑπὸ Θεοῦ ἐν χερσὶν τῶν προφητῶν, εἰς ἔργα αὐτοὺς μεταβάλλων, ἵνα καὶ ἐκ τῶν αὐτοῦ πρακτικῶν δυνάμεων πηγὴ ζωῆς ἀναβῇ «ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον» χάριτι τοῦ πάντα ταῦτα παρέχοντος Σωτῆρος. Zach. VII, 8® 10: Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν λέγων· Τάδε λέγει Κύριος παντοκράτωρ λέγων· Κρίμα δίκαιον κρίνατε, καὶ ἔλεος καὶ οἰκτιρμὸν ποιεῖτε ἕκαστος πρὸς τὸν
q.55
ἀδελφὸν αὐτοῦ, καὶ χήραν καὶ ὀρφανὸν καὶ προσήλυτον καὶ πένητα μὴ καταδυναστεύετε, καὶ κακίαν ἕκαστος τοῦ ἀδελφοῦ αὐτοῦ μὴ μνησικακείτω ἐν ταῖς καρδίαις ὑμῶν. Ὁ τοῦ Κυρίου λόγος γενάμενος πρὸς τὸν προφήτην ὡς εἴρηται πρότερον ἀπαγγέλλει ἃ προσέταξεν ὁ παντοκράτωρ Κύριος, ἀρχόμενα ἀπὸ τοῦ· «Κρίμα δίκαιον κρίνατε, καὶ ἔλεον καὶ οἰκτιρμὸν ἕκαστον» τῶν ἀκουόντων «ποιεῖν πρὸς τὸν ἀδελφὸν ἑαυτοῦ»· καὶ προσέτι «μὴ καταδυναστεύειν χήραν καὶ ὀρφανόν», καὶ προσέτι «προσήλυτον καὶ πένητα». Οὕτω γὰρ ῥᾷστα ὑπάρξεται τὸ «κακίαν τοῦ ἀδελφοῦ μὴ μνησικακεῖν ἕκαστον ἐν ταῖς καρδίαις ἑαυτῶν». Τί δὲ ταῦτα βούλεται, τὰ προσταχθέντα φημί, καιρὸς ἰδεῖν. Ὁ τοῦ Κυρίου λόγος, ὡς πολλάκις ἤδη γενάμενος ἐν τῷ Ζαχαρίᾳ, καὶ νῦν ὑπάρξας ἐν αὐτῷ, τάδε διαγορεύει. «Τάδε, φησίν, λέγει Κύριος παντοκράτωρ» πρὸς ἕκαστον τῶν ἀρχόντων τοῦ λαοῦ· «Κρίμα δίκαιον κρίνατε», ὡς ἐνόντος καὶ ἀδίκως κρῖναι τοῖς παρὰ τὸν ὀρθὸν λόγον δικάζουσιν διὰ δωροδοκίαν καὶ τὸ φιλίᾳ χαρίζεσθαι, ἔστιν δ' ὅτε καὶ κατὰ ἀπέχθειαν τὴν πρός τινας τῶν δικαζομένων. Τοιούτοις ἐγκλήμασιν ὑπέκειντο πρὸς οὓς κέκραγεν καὶ βοᾷ ὁ θεῖος λόγος· «Ἕως πότε κρίνετε ἀδικίαν καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; Κρίνατε ὀρφανῷ καὶ πτωχῷ, ταπεινὸν καὶ πένητα δικαιώσατε.» Τοιοῦτοι δ' εἰσὶν καὶ περὶ ὧν ὁ προφήτης Ἠσαΐας· «Οἱ δικαιοῦντες τὸν ἀσεβῆ ἕνεκεν δώρων καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντες.» Περὶ τῶν οὕτω παρανομούντων Ἁμβακοὺμ ὁ προφήτης πρὸς τὸν Θεὸν βοᾷ· «Ἐξ ἐναντίας μου γέγονεν κρίμα καὶ ὁ κριτὴς λαμβάνει· διὰ τοῦτο διεσκέδασται νόμος καὶ οὐ διεξάγεται εἰς τέλος κρίμα, ὅτι ὁ ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον.» Λεκτέον δὲ τοὺς οὕτω ἐξετάζοντας τὰ πράγματα τῶν διαμφισβητούντων πρὸς ἑαυτοὺς μηδὲ κριτὰς νομίμους εἶναι, ἀλλ' ὅλον τοῦτο ἀδίκους καὶ παρανόμους δικαστάς. Προσῆκον γάρ ἐστιν μηδ' ἑταῖρον σκοπεῖν τὸν δικάζοντα, μὴ πλοῦτον, μὴ ἀξίωμα, μὴ γένους ἀγχιστείαν, μὴ φιλίαν προκρίνοντα, μὴ εἰς ἀπέχθειαν βλέποντα, ἀλλ' εἰς τὰ πράγματα τῶν κρινομένων. Ταῦτα ὁ θεολημπτούμενος ἱεροφάντης διαγορεύει τοῖς εἰς τὸ κρίνειν χειροτονουμένοις οὕτως· «Κατὰ τὸν μέγαν καὶ τὸν μικρὸν κρινεῖς, οὐ λήμψει πρόσωπον», «καὶ πένητα οὐκ ἐλεήσεις ἐν κρίσει», «ὅτι ἡ κρίσις τοῦ Θεοῦ ἐστιν». Οὐ δεῖ δὲ τὰ τοῦ Θεοῦ νέμειν καὶ ἐπιμετρεῖν τοῖς τυχοῦσιν. Τῶν μὲν γὰρ ἰδίων ἕκαστος ἐξουσίαν ἐχέτω χαρίζεσθαι οἷς ἂν αὐτῷ δοκῇ· οὐκ αὐτοῦ δέ, ἀλλὰ τοῦ Θεοῦ ἐστιν ἡ κατὰ τὸν θεῖον νόμον κρίσις. Ἐπῆλθέν τινι τῶν παλαιῶν εἰπεῖν τὸν δικαστὴν ἔμψυχον δίκαιον εἶναι, τοῦτ' ἔστιν ἐνούσιον καὶ ἐνυπόστατον, τελείως κατὰ δικαιοσύνην πεποιωμένον, ἵν' ὥσπερ ἐν τοῖς ἄλλοις τῆς ἀρετῆς ἔργοις δικαίως τὸ δίκαιον διώκει, οὕτω καὶ ἐν τῷ δικάζειν. Γνωσθήσεται δὲ ἡ δύναμις τοῦ θεωρουμένου ἐκ τοῦ ἐναντίου· ὡς γὰρ δικαίως τὸ δίκαιον διώκει ὁ καὶ τὴν διάθεσιν καὶ τὴν πρᾶξιν κατὰ δικαιοσύνην πεποιωμένην ἔχων, οὕτως ἀδίκως τὸ ἄδικον διώκει ὁ καὶ τὴν γνώμην καὶ τὸ ἔργον κατὰ ἀνισότητα καὶ κακίαν ῥερυθμισμένος. Τοιοῦτοι πάντες ὑπῆρχον πρὸς οὓς ὁ λόγος φησίν· «Ἕως πότε κρίνετε ἀδικίαν καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε;» τοῦ θείου νομοθέτου λέγοντος· «Κατὰ τὸν μέγαν καὶ τὸν μικρὸν κρινεῖς, οὐ λαμβάνων πρόσωπον», κἂν πλούσιος ᾖ, κἂν δοξάριον καὶ ἀξίωμα ἔχων ᾖ ὁ κρινόμενος. Οὐ γὰρ εὐπορίας χρημάτων καὶ πενίας, ἀξιώματά τε καὶ ἀδοξίας ὁ νόμος τῶν δικαζομένων ἐξαριθμεῖται, ἀλλ' ἔργα καὶ πράξεις κατὰ ἀρετὴν ἢ κακίαν ἐπιτελεσθέντα. Ὥσπερ οὖν οὐ δεῖ ὑπεροχὰς λαμβάνειν τὰς ἐκ πλούτου καὶ ἀξιώματος τῶν δικαζομένων, οὕτως οὐδὲ ἐλλείψεις χρημάτων καὶ ταπεινότητα τὴν ἐξ ἀδοξίας· «Καὶ πένητα γὰρ οὐκ ἐλεήσεις ἐν κρίσει.» Κατὰ γὰρ τὸ κρίμα τὸ δίκαιον καὶ τὰ τοῦ πένητος ἐξεταστέον. Οὕτω γὰρ δικαιώσει τις ὀρφανὸν καὶ χήραν, πτωχόν τε καὶ πένητα, οὐ νέμων αὐτῷ τὸ δίκαιον ἐὰν ἀδικῇ,
q.56
ἵνα μὴ διαστραφῇ τὸ νόμιμον κρίμα. Προστάξας ὁ ὀρθὸς λόγος δίκαιον κρίμα διεξάγεσθαι, ἑξῆς διαγορεύει· «Χήραν καὶ ὀρφανὸν καὶ προσήλυτον καὶ πένητα μὴ καταδυναστεύειν.» Οὐ γὰρ προσήκει τυραννικῶς ἐπιτίθεσθαι κατὰ τῶν ἀνθρωπίνης βοηθείας ἐστερημένων, ἀλλ' ἐκ τοῦ ἐναντίου δεξιὰν αὐτοῖς ὀρέγειν, κατὰ τὸ προσταττόμενον· «Γίνου γάρ, φησίν, ὀρφανοῖς ὡς πατήρ, καὶ ἀντὶ ἀνδρὸς τῇ μητρὶ αὐτῶν», «κρίνων ὀρφανοῖς καὶ δικαιῶν χήραν.» Αὕτη γὰρ ἀνεπίλημπτος καὶ κατὰ βούλησιν τοῦ πάντα συστησαμένου πολιτεία, ὡς Ἰάκωβος γράφει ἐν ᾗ προσεφώνησεν τοῖς πιστοῖς ἐπιστολῇ οὕτως· «Θρησκεία καθαρὰ καὶ ἀμίαντος παρὰ Θεῷ Πατρὶ αὕτη ἐστίν· ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν, ἄσπιλον ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου.» Ὁ οὕτω Θεὸν θεραπεύων, πῶς ἂν ἀδίκως κρίνοι τούτους οὓς ἐπισκέπτεται ἐν τῇ θλίψει αὐτῶν, ἀναπληρῶν αὐτῶν τὰ ὑστερήματα διὰ ἐλεημοσύνης καὶ ἄλλης ἐπικουρίας καὶ προστασίας ἧς ἐὰν χρῄζωσιν οἱ εὐεργετούμενοι; Ὅνπερ δὲ τρόπον οὐ δεῖ χήραν καὶ ὀρφανὸν καταδυναστεύειν δι' ἀνδρὸς καὶ γονέων ἐρημίαν, οὕτως οὐδὲ προσήλυτον ἐπιξενούμενον παρὰ τοὺς οἷς προσέφυγεν, ἡγουμένους αὐτὸν αὐτόχθονα καὶ συμπολίτην. Κἄν τις δὲ τῶν ὠνομασμένων, χήρας φημὶ καὶ ὀρφανοῦ καὶ προσηλύτου, ἐστέρηται χρημάτων, καὶ τούτῳ ἰσότητος μεταδοτέον, οὐ καταδυναστεύοντα ἢ ἄλλως πως καταπονοῦντα. Καλὸν μὲν οὖν καὶ Θεῷ ἀρέσκον προΐστασθαι τῶν οὕτως ἐχόντων καθ' ἱστορίαν, μάλιστα δὲ κατ' ἀναγωγήν. Ἐπαινεῖται χήρα κατὰ θεωρίαν ἀνηγμένην ἡ ἀποβαλοῦσα ὃν εἶχεν κακὸν ἄνδρα, οὐχ ἕτερον ὄντα τοῦ διαβόλου ἢ ἄλλου τινὸς πονηροῦ πνεύματος. Ὡσαύτως ὀρφανὸς ἀγαθός ἐστιν ᾧ τέθνηκεν ὁ κατὰ ἁμαρτίαν γεννήσας αὐτὸν πατήρ. Τούτου σύμβολον ὑπάρχει ὁ ἐξελθὼν ἐκ τοῦ οἴκου τοῦ πατρὸς ἑαυτοῦ ὑπὸ Θεοῦ κληθείς, κἀκείνη πρὸς ἣν εἴρηται ἐν Ψαλμοῖς· «Ἐπιλαθοῦ τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου», ἤδη τεθνηκότος σοι. Τὰς οὕτω χηρευσάσας καὶ ὀρφανωθείσας ψυχὰς εἰς ὕψος μετεωρίζει ὁ θεῖος νυμφίος ὢν καὶ πατήρ, κατὰ τὸ ἐν Ψαλμοῖς εἰρημένον περὶ αὐτοῦ· «Ὀρφανὸν καὶ χήραν ἀναλήμψεται.» «Πατὴρ γὰρ τῶν ὀρφανῶν καὶ τῶν χηρῶν κριτής ἐστιν», κατὰ τὰ ἐν ἄλλῳ Ψαλμῷ εἰρημένα, κηδόμενος καὶ τῶν προσηλύτων, τῶν καταλιπόντων τὴν εἰδωλολατρείαν καὶ προστεθέντων τῇ εὐσεβείᾳ, πλουτίζων ᾗ ἀνεδέξατο ἡμῶν ἕνεκα πτωχείᾳ πάντα πτωχὸν καὶ πένητα, κατὰ τὴν λέξιν τὴν ἀποστολικὴν εἰς εὐχαριστίαν διεγείρουσαν τοὺς εὖ παθόντας, οὕτως ἔχουσαν· «Γινώσκετε τὴν χάριν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι πλούσιος ὢν δι' ἡμᾶς ἐπτώχευσεν, ἵνα τῇ αὐτοῦ πτωχείᾳ ἡμεῖς πλουτήσωμεν.» Διδάξας ὡς δεῖ μὴ καταδυναστεύειν τοὺς δεομένους προστασίας καὶ βοηθείας, ἁρμονίως ἐπήγαγεν καὶ ἀμνησικάκους εἶναι οὐ λόγῳ μόνον ἀλλὰ καὶ ἀπὸ βάθους τῆς διανοίας, εἰπών· «Καὶ κακίαν τοῦ ἀδελφοῦ αὐτοῦ ἕκαστος μὴ μνησικακείτω ἐν τῇ καρδίᾳ ὑμῶν.» Ἰσοδυναμεῖ τῷ προφητικῷ τὸ λεχθὲν ὑπὸ τοῦ Σωτῆρος ἐν Εὐαγγελίῳ· «Ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ Πατὴρ ὁ οὐράνιος τὰ παραπτώματα ὑμῶν.» Συνῳδὰ τῷ ἐκκειμένῳ προφητικῷ, καὶ Ἰερεμίας ἐκ προσώπου τοῦ Θεοῦ φησιν· «Καὶ κακίαν τοῦ πλησίον αὐτοῦ ἕκαστος ἐν ταῖς καρδίαις ὑμῶν μὴ μνησικακεῖτε.» Ταύτην τὴν τελείαν ἀμνηστίαν ὧν τις ἔπραξεν ἁμαρτητικῶς φανεροῖ ὁ Σωτὴρ ἐν τῇ παραβολῇ τοῦ μύρια τάλαντα χρεωστοῦντος δούλου· ἐπιλέγεται γὰρ αὕτη ὑπὸ τοῦ δεσπότου τοῦ συγχωρήσαντος τὰ χρέα «τῷ ἀχρείῳ δούλῳ» πρὸς πάντας ἡμᾶς· «Οὕτω καὶ ὑμῖν ὁ Πατὴρ ποιήσει ἂν μὴ ἀφῆτε ἕκαστος ἀπὸ τῆς καρδίας ὑμῶν τοῖς ὀφείλουσιν ὑμῖν.» Λαβὼν ἐν χερσὶν ὅλην τὴν παραβολήν, ἐπίστησον ἀκριβῶς ταῖς λέξεσιν καὶ νοήσει αὐτῆς, ἵνα εἰς ἀγαθότητα ὠφεληθείς, ἀφῇς ἐξ ὅλης καρδίας τὰ ὀφειλήματα
q.57
πᾶσι τοῖς ὀφείλουσιν, μηδενὸς ἔτι μνημονεύων ὧν εἰς σὲ ἥμαρτεν ὁ ἀδικήσας σε. Τοῦ ἀδελφοῦ διχῶς νοουμένου, τοῦ μὲν κατὰ σάρκα ὁμογνησίου ὄντος, τοῦ δὲ ἐκ Θεοῦ γεγεννημένου τοῦ καί σε γεννήσαντος, πρὸς ἑκάτερον ἀμνησικακεῖν ἀπὸ καρδίας προσήκει. Zach. VII, 11® 12: Καὶ ἠπείθησαν τοῦ προσέχειν, καὶ ἔδωκαν νῶτον παραφρονοῦντα, καὶ τὰ ὦτα αὐτῶν ἐβάρυναν τοῦ μὴ εἰσακούειν, καὶ τὴν καρδίαν αὐτῶν ἔταξαν ἀπειθῆ τοῦ μὴ εἰσακούειν τοῦ νόμου μου καὶ τοὺς λόγους οὓς ἐξαπέστειλεν Κύριος παντοκράτωρ ἐν Πνεύματι αὐτοῦ ἐν χερσὶν τῶν προφητῶν τῶν ἔμπροσθεν. Τοῦ Θεοῦ θεῖον νόμον δεδωκότος τῷ λαῷ τῶν Ἑβραίων, προτροπὴ ὑπὸ τοῦ δεδωκότος αὐτὸν προσηνέχθη ἐν ἑβδομηκοστῷ καὶ ἑβδόμῳ Ψαλμῷ οὕτως· «Πρόσεχε, λαός μου, τὸν νόμον μου.» Ὁ ταύτῃ ἀκολουθῶν τῇ παραινέσει «ἡμέρας καὶ νυκτὸς μελετᾷ τὸν τοῦ Κυρίου νόμον», κατὰ τὰ ἐν πρώτῳ Ψαλμῷ φιλοσοφούμενα, ἃ πρότερον ὁ ἱεροφάντης Μωϋσῆς ἐθέσπισεν εἰπὼν ἐκ προσώπου τοῦ Θεοῦ· «Ἔσται πάντα τὰ ῥήματα ταῦτα ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον ἐν τῇ καρδίᾳ σου καὶ ἐν τῇ ψυχῇ σου, καὶ λαλήσεις ἐν αὐτοῖς καθήμενος ἐν οἴκῳ καὶ πορευόμενος ἐν ὁδῷ, κοιταζόμενος καὶ διανιστάμενος, καὶ ἀφάψεις αὐτὰ σημεῖον ἐπὶ τῆς χειρός σου, καὶ ἔσται σαλευτά», ἢ «ἀσάλευτα»– ἑκατέρως γὰρ ἡ γραφὴ φέρεται,–» πρὸ ὀφθαλμῶν σου». Τῷ οὕτω τηροῦντι τὴν δοθεῖσαν ἐντολήν, ἕπεται τὸ προσέχειν καὶ πείθεσθαι τῇ νομοθεσίᾳ. Πῶς γὰρ ἀπειθήσει ἐν τῷ προσέχειν ὁ ἐν καρδίᾳ καὶ ψυχῇ ἔχων τὰ ἅγια ῥήματα, ὡς λαλεῖν ἐν αὐτοῖς οἴκοι μὲν ὄντα καὶ βαδίζοντα ἐν ὁδῷ, κοιταζόμενον καὶ διανιστάμενον; Ἢ οὐ προφέρει αὐτὰ κοιταζόμενος ὁ φάσκων τῷ δεσπότῃ τῶν ἁπάντων· «Εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ»; Ἀλλὰ καὶ ὁ νιστάμενος τὸ αὐτὸ ποιεῖ, διὰ μνήμης ἔχων τὰ Θεοῦ λόγια, ὡς παρρησιάζεσθαι πρὸς τὸν Θεόν· «Ὁ Θεός, ὁ Θεός μου πρὸς σὲ ὀρθρίζω.» Ταύτην τὴν σπουδὴν καὶ ὁ προφήτης Ἠσαΐας ἔχων εἶπεν· «Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ Θεός.» Ἐπίστησον εἰ τὴν αὐτὴν ἔχει νόησιν καὶ τὸ οὕτω ἀπαγγελλόμενον· «Μεσονύκτιον ἐξηγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι.» Ὁ οὕτω σπουδαίως διατεθεὶς πρὸς τοὺς Θεοῦ λόγους, εἰς ἔργα μεταβαλὼν αὐτούς, ἀφάπτει αὐτοὺς ἐπὶ τῆς πρακτικῆς δυνάμεως αὐτοῦ, χειρὸς ἀλληγορικῶς καλουμένης, ἵν' οὕτω πρὸ ὀφθαλμῶν αὐτοῦ ἔχων, θεωρῇ τὸ κάλλος τῆς νοήσεως αὐτῶν, σαλευτοὺς ἢ ἀσαλεύτους ἔχων,– εἶπον γὰρ δύο γραφὰς εἶναι τῆς λέξεως. Σαλεύονται δὲ πρὸ τῶν ὀφθαλμῶν τῆς καρδίας τὰ ῥήματα καὶ οἱ ἐξ αὐτῶν συμπληρούμενοι λόγοι ὅταν ἐνεργῶμεν κατὰ τὰ νομοθετηθέντα. Ἢ οὐ σαλευτὰ τὰ ἐπὶ τῆς χειρὸς ἀπαφθέντα ῥήματα νοούμενα καὶ πραττόμενα, δηλούσης τῆς ἑτέρας γραφῆς τῆς ἀσάλευτα λεγούσης πρὸ προσώπου τῶν ὀφθαλμῶν τὰ νομοθετηθέντα τὸ μόνιμόν τε καὶ βέβαιον τῶν θεσπισθέντων, συμφώνως τῷ προφητικῷ τῷ ὧδε ἔχοντι· «Τὸ ῥῆμα τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα», καὶ τῇ τοῦ ψαλμῳδοῦ λέξει· «Πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ, ἐστεριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Κατὰ ταύτην τὴν νόησιν «οὐ παρέρχονται οἱ τοῦ Ἰησοῦ λόγοι, κἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ». Ὁ διὰ πάντων τῶν τεθεωρημένων ἠσφαλισμένος, ἔχων τὰ ῥήματα τοῦ Κυρίου ἐν καρδίᾳ καὶ ψυχῇ, λαλῶν τε ἐν αὐτοῖς οἴκοι μὲν ὢν καὶ ἐν ὁδῷ πορευόμενος, κοιταζόμενός τε καὶ διανιστάμενος, οὐδαμῶς ἀπροσεκτήσει ἢ ἀπειθήσει, οὐδ' αὖ «δώσει νῶτον παραφρονοῦντα». Πῶς δὲ ὁ ἀπειθῶν τοῦ προσέχειν δώσει νῶτον παραφρονοῦντα ἐπιστατέον. Γίνεται τοῦτο ὅταν τις τοσοῦτον φαῦλος γένηται ὡς ἐλεγκτικώτατα λεχθῆναι πρὸς αὐτὸν τὰ ἐν τεσσαρακοστῷ ἐνάτῳ Ψαλμῷ ἔνθεν ἀρχόμενα· «Τῷ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἵνα τί διηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου; Σὺ δὲ ἐμίσησας παιδείαν καὶ
q.58
ἐξέβαλες τοὺς λόγους μου εἰς τὰ ὀπίσω.» Πῶς γὰρ οὐκ ἀπεστράφη τὰς θείας ἐντολάς, νῶτον αὐταῖς δεδωκώς, «ὁ συντρέχων κλέπτῃ καὶ μετὰ μοιχῶν τιθεὶς τὴν μερίδα ἑαυτοῦ», τὰ αὐτὰ ἐνεργῶν τοῖς παρανομοῦσιν, ἀποστρεφομένοις τό· «Οὐ μοιχεύσεις, οὐ κλέψεις», καὶ τοὺς σὺν τούτοις δοθέντας νόμους. Συμβαίνει δὲ παραπαίειν καὶ παραφρονεῖν τοῖς νῶτον δεδωκόσιν τοῖς Θεοῦ λόγοις, ὡς καὶ αὐτὸν τὸν οὗ οἱ λόγοι ἀποστραφῆναι. Ἕκαστος γὰρ τῶν οὕτω μανέντων καὶ παρακοπτόντων, ἀτιμάζει τὸν νομοθέτην Θεόν, παραβαίνων τὰ νομοθετηθέντα, ᾗ φησιν ὁ Ἀπόστολος πρὸς τὸν ψευδῶς καὶ σὺν δόλῳ ἐπιμορφαζόμενον ἔχειν τὴν ἀλήθειαν καὶ φυλάττειν ἃ ἐνομοθέτησε Θεός· «Ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις», ὡς λεχθῆναι ὑπ' αὐτοῦ τοῦ ἀτιμαζομένου Θεοῦ πρὸς τοὺς τὴν γνώμην διαστραφέντας ὡς μὴ μόνον εἰς τὰ ὀπίσω ἐκβαλεῖν τοὺς θείους λόγους, ἀλλὰ καὶ αὐτῷ οὗ εἰσιν οἱ λόγοι τὰ νῶτα δοῦναι, χειρίστως ἀποστραφέντας· «Ἐπέστρεψαν ἐπ' ἐμὲ νῶτα καὶ οὐχὶ πρόσωπα αὐτῶν», δεὸν πρὸς τὸν πάντων ἀγαθῶν αἴτιον ἔχειν τὸ πεφωτισμένον τοῦ ἔσω ἀνθρώπου πρόσωπον, ὡσαύτως τῷ λεγομένῳ ὑπὸ τοῦ σοφοῦ ᾧ πάντα τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας πεφανέρωται· «Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ»· καὶ πάλιν· «Οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν Κύριον ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου.» Οὐ μόνον τοῦτο οὐκ ἔπραξαν οἱ ἀλάστορες, ἀλλὰ καὶ νῶτα ἔδειξαν τῷ ἐπισκοποῦντι ἀκοιμήτῳ ὀφθαλμῷ, τὰ ὅλα ὀπίσω τῆς Βαὰλ πορευθέντες καὶ πάσης εἰδωλολατρείας ὡς σέβειν καὶ προσκυνεῖν δαίμονας πονηρούς, τοὺς τοῖς ἀψύχοις ἀγάλμασιν παριδρυμένους, ἡδομένους κνίσῃ καὶ καπνῷ, ποπάνοις τε καὶ λοιβαῖς, καιομένοις ἐπὶ τοῖς παρανόμως καὶ σφόδρα ἀσεβῶς οἰκοδομηθεῖσι βωμοῖς. Πόθεν δὲ ὑπῆρκται τοῖς κακοδαίμοσιν τὸ δοῦναι νῶτον παραφρονοῦντα, τὰ ἐπιφερόμενα δηλοῖ· «Ἐβάρυναν γάρ, φησίν, τὰ ὦτα αὐτῶν τοῦ μὴ εἰσακούειν, καὶ τὴν καρδίαν αὐτῶν ἔταξαν ἀπειθῆ τῷ μὴ εἰσακούειν τοῦ θείου νόμου καὶ λόγων ὧν ἐλάλησεν ἐν Πνεύματι αὐτοῦ Κύριος ὁ παντοκράτωρ.» Βαρύνει δέ τις τὰ ὦτα ἑαυτοῦ οὐ τὰ τοῦ σώματος, οὐ γὰρ ἐφ' ἡμῖν τοῦτο, ἀλλὰ τὰ τῆς ψυχῆς· προαιρέσει γὰρ βαρύνεται ταῦτα καὶ ὀξυηκοΐαν ἔχει. Ἀποτείνεται γὰρ περί τινων ὁ ὑμνῳδὸς οὕτω λέγων· «Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας, ἐπλανήθησαν ἀπὸ γαστρός, ἐλάλησαν ψεύδη. Ὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα, ἥτις οὐκ ἀκούσεται φωνὴν ἐπᾴδοντος, φαρμάκου τε φαρμακευομένου παρὰ σοφοῦ.» Πῶς γὰρ οὐκ ἀνήκοοι καὶ κωφοὶ οἱ βαρύνοντες τὰ ὦτα καὶ βύοντες, οἱ ἀπὸ μήτρας ἠλλοτριωμένοι Θεοῦ, πλανηθέντες τε καὶ ψεύδη λαλήσαντες ἀπὸ γαστρός; Ῥηθείη δὲ ταῦτα κατὰ παίδευσιν ἠθικὴν περὶ τῶν ἀλλοτριωθέντων ἀπὸ μήτρας τῆς τεκούσης αὐτοὺς Ἐκκλησίας καὶ πλανηθέντων ψεύδη τε λαλησάντων ἅμα τῷ προελθεῖν ἀπὸ τῆς γαστρὸς αὐτῆς, βυσάντων κατὰ τὴν ἀσπίδα τὰ ὦτα· πονηρὰ δὲ καὶ ἰώδης δύναμίς ἐστιν. Περὶ τῶν τοιούτων ὁ σοφώτατος Ἰωάννης, ὁ ἀγαπώμενος ὑπὸ τοῦ Ἰησοῦ μαθητής, ἐν ᾗ ἐχάραξεν ἁγίᾳ ἐπιστολῇ φησιν· «Ἐξ ἡμῶν ἐξῆλθον, ἀλλ' οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ ἦσαν ἐξ ἡμῶν, μεμενήκεισαν ἂν μεθ' ἡμῶν.» Ἐκ τῶν γὰρ ἀποστόλων καὶ Χριστοῦ μαθητῶν δοκοῦντες εἶναι, καὶ τὸ αὐτὸ εὐαγγέλιον προσηκάμενοι, καὶ «διὰ λουτροῦ παλιγγενεσίας» γεννηθέντες, ἔξω γέγοναν τῆς τεκούσης ἁγίας μητρὸς καὶ τῶν γεννηθέντων ἐξ αὐτῆς παραμεινάντων ἐν τῷ ἔχειν «τὸ τῆς υἱοθεσίας πνεῦμα». Τί δ' ἠκολούθησεν τῇ ἀποστασίᾳ αὐτῶν, ἢ τὸ βύσαι τὰ ὦτα καὶ βαρῦναι αὐτὰ κατὰ τὴν παλαμναίαν ἀσπίδα, μηδαμῶς ἀκούουσαν τῶν ἐπᾳδόντων τοὺς ἱεροὺς τοῦ Θεοῦ λόγους καὶ φάρμακον σκευαζόντων λογικόν, δυνάμενον κατακοιμίσαι καὶ καρῶσαι, ἵνα τιθασσευθεῖσα ἀποβάλῃ τὸν δηλητήριον ἰόν, ὡς νέμεσθαι ἐπὶ τὸ ὄρος τὸ ἅγιον τοῦ Θεοῦ, ἐξεληλυθυίας τῆς μακαρίας καὶ
q.59
ἁγίας ῥάβδου ἐκ τῆς τοῦ Ἰεσσαὶ ῥίζης. Ἐπὶ πλεῖον δὲ περὶ τούτων εἴρηται ἡμῖν σαφῶς ἑρμηνεύουσιν τὴν τοῦ προφήτου Ἠσαΐου περιοχήν, φθάσασιν εἰς τό· «Καὶ παιδίον νήπιον ἐπιβαλεῖ τὴν χεῖρα ἐπὶ κοίτη̣ ς ἀσπίδων καὶ οὐ μὴ κακοποιήσουσιν ἢ λυμανοῦνταί τινα ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου, ὅτι ἐνεπλήσθη ἡ σύμπασα τοῦ γνῶναι τὸν Κύριον.» Ὅτι δὲ προαιρετικόν, ὡς ἔναγχος εἴρηται, τὸ βαρύνειν τοῦ ἔσω ἀνθρώπου τὰ ὦτα, μαρτυρεῖ ἡ τοῦ Ἠσαΐου προφητεία, οὕτως ἀπαγγελλομένη πρὸς τοὺς τοῦτο ἐπιτηδεύοντας κακεντρεχῶς· «Ἐπαχύνθη γάρ, φησίν, ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν, καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν, κἀγὼ ἰάσομαι αὐτούς.» Ἡδόμενοι γὰρ ἐμμένειν ᾗ εἵλαντο ἔχειν κακίᾳ καὶ ἀσεβείᾳ, ἐβάρυναν τὰ ὦτα καὶ τοὺς ὀφθαλμοὺς ἐκάμμυσαν, παχυνθείσης τῆς καρδίας αὐτῶν, ἵνα μὴ ἀκούσαντες τοὺς περὶ τῆς ἀρετῆς λόγους καὶ γνώσεως τῆς ἀληθείας, βελτιωθέντες ἐπιστραφῶσιν πρὸς τὸν οὗ ἀπέστησαν ἰώμενον τὴν δυσηκοΐαν καὶ ἀβλεψίαν αὐτῶν. Σύμβολα πολλὰ τῶν τοιούτων θεραπειῶν ἐν τοῖς γελίοις φέρεται, καὶ αἰσθητῶς τοῦ Ἰησοῦ ταῦτ' ἰασαμένου· κωφοὺς γὰρ καὶ τυφλοὺς εἰς τὸ ἀκούειν ὀξέως καὶ ὀξυωπεῖν ἤγαγεν, «πᾶσαν νόσον καὶ μαλακίαν» ἰώμενος τοῦ σώματος καὶ πολλῷ πλέον τῆς ψυχῆς. Ὥσπερ ἐν τῇ τοῦ Ἠσαΐου λέξει, οἱ παχυνθέντες τῇ καρδίᾳ ἐβάρυναν τὰ ὦτα τοῦ μὴ εἰσακούειν, καὶ τὰ συγκαθειλιγμένα ἐνήργησαν πρὸς βλάβῃ τῇ ἑαυτῶν, οὕτω καὶ ἐν τῇ προκειμένῃ τοῦ Ζαχαρίου φωνῇ, οἱ τάξαντες τὴν καρδίαν αὐτῶν ἀπειθῆ τοῦ μὴ ἀκούειν τοῦ νόμου καὶ τῶν ἀποσταλέντων λόγων ἐν Πνεύματι Κυρίου παντοκράτορος, ἐβάρυνον τὰ ὦτα τῆς διανοίας, ἵνα μὴ καταδέχωνται τὰ σωτηριώδη καὶ μακαριοποιὰ μαθήματα καὶ τοὺς ἀποσταλέντας λόγους ἐν Πνεύματι Κυρίου παντοκράτορος, ὅπερ τὸ ἅγιον Πνεῦμα ὑπάρχει. Ἐλεγχέσθωσαν οἱ αἱρετικοί, ἀμαθῶς καὶ ἄγαν ἀπαιδεύτως φύσεις εἰσηγούμενοι διαφόρους τῶν ἀνθρώπων· δογματίζουσιν γὰρ τοὺς μὲν ἀνεπιδέκτους ἀρετῆς, τοὺς δὲ πρὸς ἀνάλημψιν κακίας μὴ πεφυκότας· ᾧ ἕπεται μηδὲ νόμον ἀνύειν τι, μὴ νουθεσίαν, μὴ ἔλεγχον, μὴ προτροπήν, μηδὲ προσευχὴν πρὸς Θεὸν ἀναπεμπομένην. Προσήκαντο δὲ τὸ δόγμα τοῦτο οἱ δυσσεβέστατοι, ἥκιστα ἐπιστήσαντες τῇ καινῇ καὶ παλαιᾷ διαθήκῃ. Ἐν μὲν γὰρ τοῖς Εὐαγγελίοις, ὡς πρὸς ἐλευθέραν καὶ αὐτόνομον ἔχοντας προαίρεσιν τοὺς ἀνθρώπους φησίν· «Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.» Καὶ πάλιν· «Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, καὶ ἐγὼ ἀναπαύσω ὑμᾶς· καὶ ἄρατε τὸν ζυγὸν καὶ μάθετε ἀπ' ἐμοῦ ὅτι πραΰς εἰμι.» Πρὸς αὐτεξουσίους γὰρ τὸ «δεῦτε» καὶ τὸ «ἄρατε» καὶ «μάθετε». Αὐτίκα γοῦν τὴν ἀρχὴν τῆς διδασκαλίας ἑαυτοῦ οὕτω ποιεῖται, φάσκων τοῖς γνωρίμοις· «Μετανοεῖτε, ἤγγισεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.» Μετάγνωσις γὰρ γίνεται τῶν προπεπραγμένων οὐ προσηκόντως περὶ προαίρεσιν ἐλευθέραν ἔχοντας, ἀλλ' οὐ φύσιν ἀμέτοχον ἀρετῆς ἢ κακίας. Οὐδὲ γὰρ ὁ φαῦλος σπουδαῖος ἔσται, οὐδὲ ὁ ἀγαθὸς κακὸς, κατὰ τὸν ἀσεβῆ λόγον τῶν τὰς φύσεις εἰσηγουμένων. Ἐκθεμένους ἐκ τῆς καινῆς διαθήκης τὰς περὶ τοῦ αὐτεξούσιον εἶναι τὸν ἄνθρωπον μαρτυρίας, ὥρα καὶ τὰς ἀπὸ τῆς παλαιᾶς παραγαγεῖν. Καὶ πρῶτόν γε τὰς μωϋσαϊκὰς ῥητέον, εἶτα τὰς τῶν προφητῶν. Πρῶτον τῶν δέκα λογίων ὑπὸ Θεοῦ λεχθέντων διὰ Μωϋσέως ἐστίν· «Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ»· καὶ ἑξῆς· «Οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω, καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς.» Καὶ μετ' ὀλίγα· «Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, ἵνα εὖ σοι γένηται.» Καὶ ἑξῆς· «Οὐ φονεύσεις, οὐ μοιχεύσε̣ ις, οὐ κλέψεις.» Ἀφ' ὧν ὠφεληθεὶς Παῦλος ὁ ἀπόστολος,
q.60
νομομαθὴς ὢν εἰ καί τις ἄλλος, γράφει· «Ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιάτω, ἐργαζόμενος τὸ ἀγαθόν.» Ὡς πρὸς αὐτεξουσίους δὲ καὶ τόδε γράφει· «Ἀποθέμενοι τὸ ψεῦδος, λαλεῖτε ἀλήθειαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ.» Ἀκόλουθον εἰπεῖν καὶ ἐκ τῶν προφητῶν κηρυττόμενα̣ πρὸς αὐτεξουσίους. Ἠσαΐας φησὶν πρὸς τοὺς ἐνεχομένους ἁμαρτίαις καὶ διὰ τοῦτο ἀγνοοῦντας τὴν τῶν ἐπαινετῶν ἐνέργειαν· «Παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν, μάθετε καλὸν ποιεῖν.» Ἐλευθέραν γὰρ καὶ ἀδέσποτον προαίρεσιν ἐχόντων τὸ παύσασθαι ἀφ' ὧν ἔδρασαν κακῶς καὶ μαθεῖν ποιεῖν τὸ καλόν. Πρὸς τοὺς τοιούτους διὰ τοῦ Ἠσαΐου ὁ Κύριος λέγει· «Ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου»,– ὁρῶ γὰρ τὸ κρυπτὸν ὑμῶν. Διὸ μὴ λόγῳ ἢ τῷ δοκεῖν ἀλλὰ κατὰ ἀλήθειαν ἡ τῶν πονηριῶν ἀφαίρεσις ἀπὸ τοῦ κρυπτοῦ τῶν ψυχῶν σπουδαζέσθω. Σύμφωνα καὶ ὁ Ἰερεμίας πρὸς τὴν σπεύδουσαν ψυχὴν ἐπὶ πονηρίαν τρέχειν, καὶ ὀρεγομένην τῶν χειρίστων πομάτων, προστάττει λέγων· «Ἀπόστρεψον τὸν πόδα σου ἀπὸ ὁδοῦ τραχείας, καὶ τὸν φάρυγγά σου ἀπὸ δίψους. Ἡ δὲ εἶπεν· Ἀνδριοῦμαι, ὅτι ἠγάπησεν ἀλλοτρίους καὶ ὀπίσω αὐτῶν ἐπορεύετο.» Τραχεῖα δὲ ὁδός ἐστιν ἡ ἀπαγορευομένη ἢ ἀκανθῶν πεπληρωμένη· αἰσχραὶ δ' ἐπιθυμίαι καὶ ἀκόλαστοι ἡδοναὶ καὶ «αἱ βιωτικαὶ μέριμναί» εἰσιν αἱ ἀκάνθαι, αἵτινες φύονται μάλιστα ἐν ταῖς ἀτραποῖς τῶν μὴ ἐργαζομένων τὴν ἀρετήν, κατὰ τὸ παροιμιῶδες λόγιον ἔχον οὕτως· «Ὁδοὶ ἀεργῶν ἐστρωμέναι ἀκάνθαις, αἱ δὲ ὁδοὶ τῶν ἀνδρείων τετριμμέναι.» Συνεχῶς γὰρ καὶ ἀδιαστάτως βαδίζοντες, οἱ καρτερίαν καὶ ἀνδρείαν ἔχοντες τρίβουσιν οὓς διοδεύουσι τόπους, ὡς διὰ τὴν συνεχῆ τριβὴν μὴ ἀκάνθας, μὴ τριβόλους φύεσθαι. Μυρίων ὄντων ἐν πᾶσι τοῖς προφήταις τῶν ἀναιρούντων τὴν μυθικὴν ἀσέβειαν τῶν τὰς φύσεις ἀναπλασαμένων, καὶ βεβαιούντων τὸ αὐτεξούσιον τῶν λογικῶν οὐσιῶν, ἀρκεστέον τοῖς ἐκτεθεῖσιν, ἵνα μὴ πέρᾳ τοῦ δέοντος μηκυνθῇ ὁ λόγος ὢν ὑπομνηματικός. Τούτων προανυσθέντων, ἐπιστατέον τῷ προκειμένῳ λέγοντι περὶ «τῶν νῶτον δεδωκότων παραφρονοῦντα καὶ βαρυνάντων τὰ ὦτα τοῦ μὴ εἰσακούειν». Τάξαντες γάρ, φησίν, τὴν καρδίαν αὐτῶν ἀπειθῆ τῷ μὴ ἐπακούειν τοῦ νόμου, ὑπέπεσαν τοῖς καθειλιγμένοις ἁμαρτήμασιν. Οὐ γὰρ ἄφνω καὶ ὡς ἔτυχεν μὴ βουλομένοις συνίσταται τὰ ἀπηγορευμένα, ἀλλὰ πρὸ αὐτῶν διαθέσεως χειρίστης ὑπαρξάσης, καθ' ἣν τάττουσιν τὴν καρδίαν ἑαυτῶν ἀπειθῆ· προαιρέσει γὰρ τῇ ἑαυτῶν τοῦτ' ἔπραξαν, οὐχ εἱμαρμένης οὐδ' ἄλλης τινὸς ἀνάγκης τοῦτ' ἐπαγαγούσης, ὡς αὐτό που δηλοῖ τὸ προφητικὸν φάσκον· «Ἔταξαν τὴν καρδίαν αὐτῶν ἀπειθῆ τοῦ μὴ ὑπακούειν τοῦ νόμου μου.» Παραπλησίως καὶ ὁ τῆς νοητῆς Αἰγύπτου ἀόρατος τύραννος ἐβάρυνεν καὶ ἐσκλήρυνεν τὴν καρδίαν αὐτοῦ, ὡς ἐν Ἐξόδῳ πολλάκις εἴρηται περὶ αὐτοῦ. Τάχα δὲ σκληρύνεται ἡ καρδία τοῦ καταφρονητοῦ καὶ βαρύνεται, δεξαμένη τὴν ἀνομίαν, ταλάντῳ μολίβου παραβαλλομένην. Γράφει ὁ Ἀπόστολος πρὸς τὸν καταφρονοῦντα τοῦ Θεοῦ ὄντος πηγῆς ἀγαθότητος· «Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς.» Τούτῳ τῷ τρόπῳ ἐσκλήρυνται Φαραὼ καὶ ἡ καρδία αὐτοῦ. Ἐπαλλήλων γὰρ τεραστίων δυνάμεων τοῦ πλουτοῦντος ἐν χρηστότητι γινομένων, προτρεπομένων, μᾶλλον δὲ ἐκβιαζομένων ἥκειν εἰς μετάγνωσιν, ἐμμένων τῇ θρασύτητι καὶ ὠμότητι, ἐσκληρύνετο ὁ ἀλάστωρ, βαρουμένης τῆς καρδίας αὐτοῦ ἀπὸ τοῦ ταλάντου μολίβου, οὐχ ἑτέρου τῆς ἀνομίας ὄντος, ὅθεν ὁμωνύμως τῷ τῆς ἀνομίας μολίβδῳ χρηματίσας, «ἔδυσεν ὡς μόλιβος ἐν ὕδατι σφοδρῷ», ὡς φέρεται ἐν τῇ κατ' αὐτοῦ ἐπινικίῳ ᾠδῇ.
q.61
2. 189 Ἐπεὶ τοίνυν οὐδενὶ καρδία τοιαύτη ὑπὸ Θεοῦ ὑπῆρκται, τῶν αὐτὴν ἐχόντων παρ' ἑαυτοὺς ἐσχηκότων αὐτήν, διὰ τὸ σκληρὸν καὶ ἀντίτυπον, καὶ λιθίνην ὀνομαζομένην, ὣς παρ' ἑαυτοὺς τοιοῦτο ἡγεμονικὸν ἐσχήκαμεν, οὕτω προσέλθωμεν προαιρέσει τῷ ἐξαιρουμένῳ τὰς λιθίνας καρδίας, ἵν' ἀντ' αὐτῶν σαρκίνας ἐνθῇ, εὐείκτους καὶ εὐαγώγους, ἵνα δυνηθῶμεν τὰ προστάγματα αὐτοῦ καὶ δικαιώματα φυλάττειν, ὑπακούοντες τῷ πνευματικῷ νόμῳ, μεταβαλούσης τῆς καρδίας ἡμῶν ἐκ τοῦ ἀπειθεῖν καὶ μὴ ὑπακούειν τῷ θείῳ νόμῳ εἰς τὸ σὺν πειθοῖ πάντα ποιεῖν ἃ δεῖ ἐπιτελεῖν κατὰ νόμον καὶ τοὺς ἀποσταλέντας λόγους ἐν τῷ Πνεύματι Κυρίου τοῦ παντοκράτορος, τὸ ἅγιον δ' ὑπάρχει τοῦτο, ὡς ὑπόγυον ἐλέχθη. Συνᾴδει τούτῳ καὶ τὸ ἀλλαχόθι λεχθὲν ὧδε ἔχον· «Ἃ ἐντέλλομαι ἐν Πνεύματί μου τοῖς δούλοις μου τοῖς προφήταις.» Ἑρμηνεύων τίνες οἱ ἀποσταλέντες λόγοι καὶ πῶς δέδονται καὶ ποῦ, «ἐν ταῖς χερσίν» φησιν αὐτοὺς «τῶν προφητῶν» δεδόσθαι. Ποία δ' ἡ νόησις τῆς λέξεως ταύτης τυγχάνει, ἐν τοῖς μικρῷ πρότερον σεσαφήνισται. Διό, ἵνα μὴ παλιλλογῶμεν περὶ τῶν αὐτῶν, πολλάκις τὰ αὐτὰ θεωροῦντες, ἀρκεσθέντες τοῖς εἰρημένοις, τὴν ἑξῆς τοῦ προφήτου λέξιν ἐκθώμεθα. Zach. VII, 12® 14: Καὶ ἐγένετο ὀργὴ μεγάλη παρὰ Κυρίου παντοκράτορος. Καὶ ἔσται ὃν τρόπον εἶπεν καὶ οὐκ εἰσήκουσαν αὐτοῦ, οὕτως κεκράξονται καὶ οὐ μὴ εἰσακούσω αὐτῶν, λέγει Κύριος παντοκράτωρ. Καὶ ἐκβαλῶ αὐτοὺς εἰς πάντα τὰ ἔθνη ἃ οὐκ ἔγνωσαν, καὶ ἡ γῆ ἀφανισθήσεται κατόπισθεν αὐτῶν ἐκ διοδεύοντος καὶ ἐξ ἀναστρέφοντος· καὶ ἔταξαν γῆν ἐκλεκτὴν εἰς ἀφανισμόν. Ὁ διδοὺς Κύριος ἑκάστῳ τῶν ἀνθρώπων κατὰ τὴν πρᾶξιν αὐτοῦ, τοῖς πολλὰ καὶ μεγάλα ἁμαρτάνουσιν μεγάλως ὀργίζεται, ἠρέμα τοῦτο ποιῶν τοῖς βραχέα καὶ ὀλίγα πταίουσιν. Εἴρηται γοῦν ὑπ' αὐτοῦ περὶ τῶν σκευῶν τῆς ὀργῆς κολαστῶν τυγχανόντων· «Ἐγὼ μὲν ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά.» Καὶ οἱ κατηγοροῦντες ἑαυτῶν ἐφ' οἷς παρανομοῦντες ἔπραξαν πρὸς τὸν ἵλεω καὶ ἐλεήμονα δεσπότην βοῶσιν· «Μὴ ὀργίζου ἡμῖν σφόδρα.» Ὅνπερ γὰρ τρόπον «δίκαιος ὢν κριτής, ἰσχυρὸς καὶ μακρόθυμος, οὐκ ἐπάγει ὀργὴν καθ' ἑκάστην ἡμέραν», οὕτως ἠρέμα ὀργίζεται τοῖς κρινομένοις, οὐ παρατηρούμενος πάσας τὰς ἀνομίας αὐτῶν. Τούτων οὕτω νοουμένων, εἰ λέγοιτο ὀργὴ μεγάλη παρὰ Κυρίου παντοκράτορος γεγονέναι, οὐ καθάπαξ μεγάλην αὐτὴν λέγομεν· «οὐ γὰρ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ἔτι, οὐδὲ συνέξει ἐν τῇ ὀργῇ τοῦς οἰκτιρμοὺς αὐτοῦ.» Τούτων μὲν γὰρ πατὴρ καὶ πηγὴ ὑπάρχει, τὴν δὲ ὀργὴν μέχρι τοῦ νουθετῆσαι ἀπειλῶν ἐπάγει· εἰ δ' οἱ ἁμαρτάνοντες καταφρονοῖεν τῆς ἀπειλῆς, καὶ αὐτῇ τῇ πείρᾳ κολάσεως ἀπολαύσοιεν. Ταύτην τὴν εὐσεβῆ φρόνησιν οἱ ἔχοντες πρὸς τὸν εὐεργέτην βοῶσιν· «Μὴ εἰς τέλος ὀργισθῇς ἡμῖν, ἢ διατενεῖς τὴν ὀργήν σου ἀπὸ γενεᾶς εἰς γενεάν;» καὶ πάλιν· «Ὁ Θεός, σὺ ἐπιστρέψας ζωώσεις ἡμᾶς, καὶ ἀπόστρεψον τὸν θυμόν σου ἀφ' ἡμῶν.» Ταῦτα περὶ Θεοῦ τῶν γραφῶν λεγουσῶν, μὴ εἰς τοσαύτην ἀσέβειαν καὶ ἠλιθιότητα πέσοιμεν ὡς ἀνθρώπινα πάθη προσάψαι τῷ λέγοντι· «Οὐκ ἠλλοίωμαι», πρὸς ὃν οἱ θεολόγοι φασίν, ὃ μέν· «Σὺ δὲ ὁ αὐτὸς εἶ», ὃ δὲ περὶ αὐτοῦ· «Παρ' ᾧ οὐκ ἔνι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα.» Εἰ γὰρ ὁ αὐτός ἐστιν, οὐ μεταβαλλόμενος, οὐκ ἀλλοιούμενος, τροπῆς παραλλαγὴν ἢ ἀποσκίασμα μὴ ἔχων, πῶς ἂν ὀρέξοιτο τιμωρίας; Οὐδὲν γὰρ ἕτερόν ἐστιν ἡ ὀργὴ ἢ τιμωρίας ὄρεξις. Οὐχ οὕτω δὲ Θεὸς ὀργίζεται, ἀπαθὴς ὑπάρχων, ἀλλ' ἐπάγων τὰ κακωτικὰ ὑπὲρ βελτιώσεως τοῖς τούτων δεομένοις βοηθήματος δίκην, ὑπὲρ τοῦ παύσασθαι τὴν ἁμαρτίαν καὶ ἀπὸ ταύτης νοσήματά τε καὶ τραύματα. Αὐτοῦ γοῦν ἔστιν ἀκοῦσαι «τοῦ πάντας σῶσαι θέλοντος καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν»· «Ὅταν ὀργὴ τοῦ θυμοῦ μου γένηται, πάλιν ἰάσομαι», ὡς τὸν ἰάσεως πειραθέντα διὰ τῆς ἐπιπόνου ἀγωγῆς χαριστηρίως λέγειν· «Εὐλογήσω σε, Κύριε, ὅτι ὠργίσθης μοι·
q.62
ἀπέστρεψας τὸν θυμόν σου καὶ ἐλέησάς με.» Ἡ οὕτω ὠφεληθεῖσα ψυχὴ ὑμνεῖ τὸν κακώσει περιβαλόντα φάσκουσα· «Μὴ ἐπίχαιρέ μοι ἡ ἐχθρά μου, ὅτι πέπτωκα, καὶ ἀναστήσομαι· ὀργὴν Κυρίου ὑποίσω ὅτι ἥμαρτον αὐτῷ, ἕως οὗ δικαιῶσαι τὴν κρίσιν μου, καὶ ἀποίσει τὸ κρίμα μου, καὶ ἐξάξει με εἰς τὸ φῶς. Ὄψομαι τὴν δικαιοσύνην αὐτοῦ, καὶ ὄψεται ἡ ἐχθρά μου, καὶ περιβαλεῖται αἰσχύνην, ἡ λέγουσα πρός με· Ποῦ Κύριος ὁ Θεός σου; Οἱ ὀφθαλμοί μου ὄψονται αὐτήν· νῦν ἔσται εἰς καταπάτημα.» Ἡ τοσαύτην φορὰν ἀγαθῶν ἀγαγοῦσα ὀργὴ Κυρίου, οὐ βλαπτική, ἀλλ' ὠφελητικὴ τυγχάνει, ὑπὸ ἰατροῦ τῶν ψυχῶν «πᾶσαν νόσον καὶ μαλακίαν θεραπεύοντος» ἐπιστημονικῶς ἐπαγομένη. Πῶς γὰρ οὐ σωτηριῶδες τὸ ἐξαχθῆναι εἰς τὸ φῶς τὸν ᾧ ὠργίσθη ὁ ἵλεω Θεός, ὡς λοιπὸν θεάσασθαι τὴν ἐχθραίνουσαν πονηρὰν δύναμιν αἰσχύνῃ ὑποπεσοῦσαν, περιβεβλημένην αὐτὴν διὰ τὸ εἰς καταπάτημα γεγονέναι; Ὅτι δὲ ἐπιστήμονος ἰατροῦ δίκην ἐπιφέρει ὁ πάντων ἀγαθῶν αἴτιος τὰ ἀηδῆ καὶ ἐπίπονα, ὁ προφήτης θεολογῶν φάσκει· «Καὶ αὐτὸς σοφὸς ἦγεν ἐπ' αὐτοὺς κακά, καὶ ὁ λόγος αὐτοῦ οὐ μὴ ἀθετηθῇ.» Εἰ ἕνεκα τοῦ μὴ ἀθετηθῆναι τὸν λόγον τοῦ μόνου σοφοῦ Θεοῦ ἐπάγεται τὰ κακωτικά, οὐ πάθος ἢ τροπὴ ἡ ἐπακτικὴ τούτων ὀργὴ Θεοῦ. Παρίσταται ὡς οὐκ ὄρεξις τιμωρίας ἐστὶν ἡ τοῦ μόνου ἵλεω ὀργὴ καὶ ἐκ τοῦ λεγομένου πρὸς τοῦ ἱεροφάντου Μωϋσέως πρὸς τὸν δοξολογούμενον ἐν ἐπινικίῳ ᾠδῇ κατὰ Φαραὼ καὶ τῆς στρατιᾶς αὐτοῦ· «Ἐξαπέστειλας τὴν ὀργήν σου καὶ κατέφαγεν αὐτοὺς ὡς καλάμην.» Ὀργὴ δ' ἐξαποστελλομένη ἵνα καταφάγῃ τοὺς δι' ἀκαρπίαν ἀποδειχθέντας καλάμην, οὐκ ἔστιν ὄρεξις παθητικὴ ἔχουσα τὸ εἶναι ἐν τῷ ἀγανακτοῦντι, ἀφανιζομένη ὅταν ἔξω γένηται τοῦ ὀργιζομένου· διὸ ἡ ἐκπεμπομένη οὐ πάθος ἐστίν, ἀλλ' ἐπίπονος ἀγωγή. Τῆς μεγάλης ὀργῆς παρὰ Κυρίου παντοκράτορος γεναμένης, ἑξῆς ἡ αἰτία ἀποδίδοται· «Ἔσται γάρ, φησίν, ὃν τρόπον οὐκ ἤκουσαν αὐτοῦ, παραβαίνοντες αὐτοῦ τὸν νόμον, ἐκβαλόντες τοὺς λόγους αὐτοῦ εἰς τὰ ὀπίσω, οὕτω κεκράξονται κακώσει ὑποπεσόντες καὶ οὐκ εἰσακούσομαι αὐτῶν, λέγει Κύριος παντοκράτωρ.» Παραπλησίως τούτῳ λέγεται ἐν τῇ Μωϋσέως γραφῇ ὑπὸ τοῦ δικαίου κριτοῦ· «Αὐτοὶ ἐπορεύθησαν πρὸς ἐμὲ πλάγιοι, κἀγὼ πορεύσομαι πρὸς αὐτοὺς ἐν θυμῷ πλαγίῳ.» Τί δὲ πείσονται οἱ ὀργῇ μεγάλῃ ὑποπεσόντες; «Ἐκβαλῶ, φησίν, αὐτοὺς εἰς τὰ ἔθνη ἃ οὐκ ἔγνωσαν», πεῖραν τῆς ἀγριότητος καὶ ὠμότητος αὐτῶν οὐκ ἐσχηκότες· Ἀσσύριοι δὲ καὶ Βαβυλώνιοι καὶ ὅσοι ἄλλοι βάρβαροι οἷς ὁ Ἰσραὴλ ἁμαρτάνων καὶ ἀσεβῶν παραδέδοται, ὑποπεσὼν ταῖς χερσὶν αὐτῶν νόμῳ αἰχμαλωσίας. Πρὸς τοῖς οὕτως ἔχουσιν ἀνθρώποις δι' ὠμότητα καὶ θηριωδίαν, καὶ ἄσαρκοι ἀντικείμεναι δυνάμεις, ἀπανθρώπως ἐξηγριωμέναι κατὰ τῶν ἑαλωκότων αἰχμαλώτων, Ἀσσύριοι καὶ Βαβυλώνιοι Αἰγύπτιοί τε κατ' ἀναγωγὴν τυγχάνουσιν. Οὐ γὰρ θνητοὶ Ἀσσύριοί εἰσιν ὧν ἄρχει ὁ καλούμενος νοῦς μέγας, περὶ οὗ γέγραπται ἐν Ἠσαΐᾳ· «Ἐπάξει Κύριος ἐπὶ τὸν νοῦν τὸν μέγαν τὸν ἄρχοντα τῶν Ἀσσυρίων.» Περὶ τούτου καὶ ἐν τῷ Ναοὺμ τῷ προφήτῃ εἴρηται,– ἕβδομος δὲ τῶν Δώδεκα οὗτος–· «Οὐαὶ αὐτοῖς· ὅτι ἐνύσταξαν οἱ ποιμένες σου, βασιλεὺς Ἀσσύριος ἐκοίμησεν τοὺς δυνάστας σου.» Μέγας δὲ νοῦς προσηγόρευται ὁ τῶν Ἀσσυρίων βασιλεὺς διὰ κακεντρέχειαν καὶ δεινότητα πανουργευμάτων, ὡς μὴ πολλοὺς φωρᾶν αὐτοῦ τὰς μεθοδείας, ἢ μόνους τοὺς δυναμένους εἰπεῖν· «Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν», ἀλλὰ καταλαμβάνειν καὶ διελέγχειν αὐτὰ δυνάμε̣ θ̣ α. Οὕτω γὰρ καὶ τοῦ ὑπηρέτου αὐτοῦ Ἐλύμα τοῦ μάγου φωράσας τὸν σοφιστικὸν τρόπον ὁ μὴ ἀγνοῶν τὰ νοήματα τοῦ διαβόλου, ἰσχυρῶς τὸν ἔλεγχον προσάγων εἶπεν· «Ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσει διαστρέφων τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας;» Οὗτος ὁ κρατῶν καὶ βασιλεύων νοῦς μέγας τῶν κατὰ
q.63
ἀλληγορίαν Ἀσσυρίων, κατ' ἄλλην ἐπίνοιαν πονηρίας κρατεῖ Βαβυλωνίων, καὶ καθ' ἑτέραν Αἰγυπτίων, τῶν κατὰ ἀναγωγὴν πνευματικῶς Αἰγυπτίων καὶ Βαβυλωνίων ὄντων. Εἰς τὰ οὕτω ἔθνη γενάμενα ἐκβάλλει ὁ προνοήτης τοὺς παραδιδομένους αὐτοῖς· ἔσω γὰρ μένοντες τῶν θείων νόμων, ἐσωτερικῶς νοοῦντες καὶ τηροῦντες αὐτούς, οὐκ ἐξεβάλλοντο, τοῦτο παθόντες ὅθ' εἵλαντο καὶ ἔπραξαν τὰ αἴτια τοῦ ἐκβληθῆναι καὶ παραδοθῆναι· ἃ ἡρμήνευσεν ὁ Ἀπόστολος πολυτρόπως, ὁτὲ μὲν γράφων· «Φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν· διὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ Θεὸς ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν», ὁτὲ δέ· «Οἵτινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν τῷ ψεύδει, καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα· διὰ τοῦτο παρέδωκεν αὐτοὺς πάθεσιν ἀτιμίας, τοῦ ἀτιμάζεσθαι τὸ σῶμα αὐτῶν ἐν αὐτοῖς, ὡς τοὺς ἄρρενας αὐτῶν κατ' ἀλλήλων αἰσχρῶς καὶ ἀκολάστως ἐμμαίνεσθαι, ἄρσενες ἐν ἄρσεσιν τὴν αἰσχύνην κατεργαζομένους· ὡσαύτως καὶ αἱ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν τῆς θηλείας εἰς τὴν παρὰ φύσιν.» Τρίτην δὲ παράδοσιν ἔσχον «οἱ παραδοθέντες εἰς ἀδόκιμον νοῦν διὰ τὸ μὴ δεδοκιμακέναι ἔχειν τὸν Θεὸν ἐν ἐπιγνώσει», ὡς ἀκολουθῆσαι τὸ «πεπληρῶσθαι αὐτοὺς πάσης κακίας» καὶ τῶν εἰδῶν αὐτῆς, ὧν κατέλεξεν ἑξῆς ὁ γράψας τὴν ἐπιστολὴν Ἀπόστολος. Ταῖς αὐταῖς ταύταις παραδόσεσιν ὑπέπεσαν οἱ ἐκβεβλημένοι εἰς τὰ ἔθνη, διὰ τὴν γεναμένην ἐπ' αὐτοὺς ὀργὴν μεγάλην παρὰ Κυρίου παντοκράτορος. Εἰς ἔθνη δὲ ἀλλότρια ἃ οὐκ ἔγνωσάν ποτε διὰ πείρας παρεδόθησαν. Ἐκβληθέντες οἱ καθ' ὧν ἡ μεγάλη ὀργὴ γέγονεν εἰς πάντα ἃ οὐκ ἔγνωσαν ἔθνη, ἐξόπισθεν αὐτῶν ἡ γῆ ἠφανίσθη, μετοικισθέντων ἐξ αὐτῆς, ὡς μὴ εἶναι διοδεύοντα ἢ ἀναστρέφοντα ἄνθρωπον. Ἀνθρώπου δὲ μηκέτ' ὄντος ἐπ' αὐτῆς, καὶ ἀπὸ πάσης φυτείας ἠφανίσθη, οὐ χλοηφορούσης ἔτι, οὐ δενδρικῆς φυτείας οὔσης, ᾧ ἠκολούθησεν καὶ τὸ ζῴων ἀγέλας μηκέτ' εἶναι ἐπ' αὐτῆς. Ἐπιτείνει δὲ ἡ κακοπραγία, ὅτι εἰς χέρσον ἐτάχθη ἥ ποτε ἐκλεκτὴ γῆ τυγχάνουσα διὰ τὸ «ῥεῖν γάλα καὶ μέλι». Πρὸς τῇ ἱστορίᾳ, κατ' ἀλληγορίαν ἡ ἀγαθὴ καρδία καὶ καλὴ γῆ ἠφανίσθη μεταπεσοῦσα ἐκ τοῦ ἀγαθὰ φέρειν γενήματα εἰς τὸ ἀκανθοφορεῖν καὶ τριβόλους φέρειν καὶ ζιζάνια, ὥστε μηκέτι εἶναι ἐπ' αὐτῆς διοδεύοντα λογισμὸν ὀρθόν, μηδ' ἀναστρέφοντα ἐπ' αὐτήν, ἐπείπερ ἐτάχθη εἰς ἀφανισμόν, καίπερ ἐκλεκτὴ πρότερον οὖσα, οἰκήτορας ἔχουσα καὶ γεωργοὺς καὶ ποιμένας. Ῥηθείη καὶ πρὸς τροπολογίαν τάδε· τὸ σῶμα ἡμῶν γῆ ἐκλεκτὴ τυγχάνει, ἔχον σωφροσύνην καὶ ἁγνείαν, ὡς διοδεύειν καὶ ἀναστρέφειν ἐπ' αὐτὴν σώφρονας καὶ κοσμίους τρόπους, διὰ τὸ καρποφορεῖν τὰ ἁγνείας γενήματα καὶ καρποὺς ἐδωδίμους οὓς φέρουσιν τὰ τῆς ἀρετῆς δένδρα. Συμβαίνει ποτὲ ἐξ ἐπιτεταμένης κακίας, ταχθῆναι εἰς ἀφανισμὸν καὶ ἐρήμωσιν τὴν δι' ἁγνείαν ἐκλεκτὴν γῆν· ὃ ἀπέστω παντὸς τοῦ τελείαν ἀγαμίαν ἐπανελομένου ἵν' ἀρέσῃ τῷ Θεῷ, ἐκλεκτὴν φυλάξας τὴν ἑαυτοῦ γῆν, ἥπερ ἐστὶν ἡ νεκρωθεῖσα ἐπαινετῶς σάρξ, «τὴν νέκρωσιν τοῦ Ἰησοῦ περιφέρουσα». Κατὰ τὴν διττὴν ἀναγωγήν, τὴν τροπικὴν καὶ ἀλληγορικήν, ἡ ἐκλογῆς ἀξία γῆ ῥεῖ γάλα καὶ μέλι, ἐξ ὧν τροφὴ καὶ εὐωχία νοητὴ συνίσταται, γινομένου τοῦ μέλιτος ἐκ τῆς προτιμησάσης τὴν σοφίαν τοῦ Θεοῦ μελίττης, κατὰ τὸ παροιμιῶδες λόγιον προστάττον ὧδε τῷ φιλεργῷ· «Πορεύθητι πρὸς τὴν μέλιτταν καὶ μάθε ὡς ἐργάτις ἐστίν· τὴν σοφίαν τιμήσασα προήχθη, ἧς τοὺς πόνους βασιλεῖς τε καὶ ἰδιῶται πρὸς ὑγίειαν προσφέρονται· ποθεινὴ δέ ἐστιν καὶ ἐπίδοξος.» Σὺν τούτῳ τῷ γλυκασμῷ καὶ γάλα ῥεῖ ἡ ἁγία γῆ, ὅπερ τοὺς ἐν Χριστῷ νηπίους ποτίζει ὁ Ἀπόστολος. Ἀμφότερα ταῦτα ἡ ἁγία τοῦ Θεοῦ Λόγου νύμφη ὑπὸ τὸν ἑαυτῆς
q.64
φέρει λόγον, ὡς ἐν ἐπαίνῳ πρὸς αὐτὴν λέγεσθαι· «Γάλα καὶ μέλι ὑπὸ τὴν γλῶσσάν σου.» Τυγχάνων γοῦν Παῦλος οἷα σύζυγος νύμφη κατὰ τὴν ψυχὴν τοῦ θείου νυμφίου, ἔχων ὑπὸ τὴν γλῶσσαν ἑαυτοῦ, τοῦτ' ἔστιν τὸν λόγον, ἐπότιζε γάλα τοὺς περὶ ὧν εἴρηται· «Γεγόνατε χρείαν ἔχοντες γάλακτος, οὐ στερεᾶς τροφῆς.» Τοῖς δὲ τὸ μέλι παρεῖχεν οὖσιν τελείοις, σοφίαν παραδιδοὺς αὐτοῖς φάσκων· «Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις.» Ὁ ἐκπεσὼν τοῦ ἐκλεκτὴ γῆ ὑπάρχειν μέλι ἔχει ἐκεῖνο περὶ οὗ γέγραπται παροιμιωδῶς· «Μέλι ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, ἣ πρὸς ὀλίγον γλυκαίνει σὸν φάρυγγα, ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις.» Τούτῳ τῷ ἐκ τῶν χειλέων τῆς πόρνης μέλιτι, κατάλληλον ῥεῖ γάλα ἐκ τῶν μασθῶν τῶν δρακόντων· πονηραὶ δέ εἰσιν οὗτοι δυνάμεις, ὡς περὶ αὐτῶν ὁ προφήτης Ἰερεμίας οὕτω λέγει· «Καί γε δράκοντες ἐξέδυσαν μασθούς, ἐθήλασαν σκύμνους αὐτῶν. Θυγάτηρ λαοῦ μου ὡς στρουθίον ἐν ἐρήμῳ.» Φασὶν οἷς ἐμέλησεν ἐπιστῆσαι τῇ φύσει τῶν ἑρπετῶν, περὶ τῶν καλουμένων κεραστῶν, ὅτι ἐν τῇ ψαμμώδει ἐρήμῳ κρύψαντες ἑαυτῶν ὅλον τὸ σῶμα, τὰ κέρατα ἄνω τῆς ἐπιφανείας ἐῶσιν, ἅπερ κινοῦντες δελεάζουσι τὰ στρουθία. Καταπτάντα γὰρ σκωλήκων φαντασίαν λαβόντα, πλήττονται ὑπὸ τοῦ ἰοῦ ἐνιεμένου εἰς τὸ στόμα αὐτῶν ὑπὸ τῶν κεραστῶν. Διό φησιν ὁ λόγος τοὺς λαμβάνοντας τὸν ἰὸν ἀφ' ὧν θηλάζουσιν δρακόντων· κἂν ὦσιν τοῦ λαοῦ τοῦ Θεοῦ, ξηραίνονται «κατὰ τὸ στρουθίον ἐν τῇ ἐρήμῳ», τὸ ὑπὸ τῶν εἰρημένων ἑρπετῶν δελεασθέν. Zach. VIII, 1® 3: Καὶ ἐγένετο λόγος Κυρίου παντοκράτορος λέγων· Τάδε λέγει Κύριος παντοκράτωρ· Ἐζήλωσα τὴν Ἰερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν, καὶ θυμῷ μεγάλῳ ἐζήλωσα αὐτήν. Τάδε λέγει Κύριος· Καὶ ἐπιστρέψω ἐπὶ Σιὼν καὶ κατασκηνώσω ἐν μέσῳ Ἰερουσαλήμ, καὶ κληθήσεται Ἰερουσαλὴμ πόλις ἀληθινὴ καὶ τὸ ὄρος Κυρίου παντοκράτορος ὄρος ἅγιον. Ὡς πρὸς ῥητὸν σαφηνισθείη τὸ προκείμενον οὕτως· Ἐγένετο λόγος Κυρίου παντοκράτορος λέγων τὰ ἑξῆς δηλούμενα· Τάδε, φησίν, λέγει Κύριος παντοκράτωρ· Ἐζήλωσα τὴν Ἰερουσαλὴμ καὶ τὴν Σιών, ἀνακαλεσάμενος αὐτὴν πρὸς ἐμαυτὸν μετὰ τὸ ἐκβληθῆναι καὶ ἀπωσθῆναι, ὡς περιυβρισθῆναι αὐτὴν ὑπὸ ἀλλοτρίων. Οὐχ ὡς ἔτυχεν δὲ ἐζήλωσα αὐτήν, ἀλλ' ἐν θυμῷ μεγάλῳ. Ἀπὸ συμβιουσῶν δὲ γυναικῶν ἀνδράσιν ἐλήφθη τὸ παράδειγμα. Ἡ ἀθετήσασα γυνὴ τὰ γαμικὰ δίκαια, ἀποφοιτήσασά τε τοῦ θαλάμου ἔρωτι τῷ πρὸς ἀλλοτρίους, οὐκέτι ὑπὸ τὴν κηδεμονίαν τυγχάνουσα τοῦ πρότερον συμβιοῦντος, παρορᾶται λοιπόν, ὡς λέγεσθαι αὐτῇ ὑπὸ τοῦ ἀθετηθέντος ἀνδρός· Οὐ φείσομαι ἐπὶ σοὶ ἔτι, οὐδὲ ζηλώσω. Πῶς γὰρ ἂν ζηλώσειέν τις ἢ φροντίσειεν διαλυθέντος τοῦ γάμου; Κἂν τοίνυν ἐξώβλητος γένηται ἡ καταφρονήσασα τοῦ γαμικοῦ θαλάμου, ἔχουσα μετανοίας τόπον, ἀνακάμψασα πρὸς ὃν καταλέλοιπεν, ζηλωτὴ γίνεται πάλιν, πολλῇ ἀγαθότητι προσηκαμένου αὐτὴν τοῦ πάλαι συνοικήσαντος. Ἐκ δὲ τοῦ κατὰ τὰς γυναῖκας μεταβητέον ἐπὶ τὴν περὶ τῆς Σιὼν καὶ Ἰερουσαλὴμ θεωρίαν. Τὴν Ἰερουσαλὴμ καὶ τὴν Σιὼν οὐ τοὺς τόπους λέγω, ἀλλὰ τοὺς οἰκοῦντας ἐν αὐτοῖς. Ἠγάγετο ὁ Θεὸς πρὸς συμβίωσιν ἀναγαγὼν ἐκ τῆς Αἰγύπτου, νόμους καὶ δικαιώματα δίκην ἕδνων παρασχών, ὡς λοιπὸν κήδεσθαι καὶ φείδεσθαι τῆς ἠγμένης, καὶ θαλαμεύεσθαι ὡς πρέπει συνοικοῦσαν κουρίδιον. Μετὰ τὴν οὕτω γεναμένην κατὰ νόμους ἁρμονίαν, ἀθετήσασα τοὺς γαμηλίους νόμους, ἠθέτησεν τὸν προστάτην καὶ ἐπίκουρον ἄνδρα, ὡς λέγειν· «Ὡς ἀθετεῖ γυνὴ εἰς τὸν συνόντα, ἠθέτησεν εἰς ἐμὲ ὁ οἶκος Ἰσραήλ», ὡς ἀπελθεῖν λοιπὸν πρὸς δαίμονας ἀλιτηρίους καὶ πνεύματα ἀκάθαρτα, καὶ περιυβρίζεσθαι πορνικῶς. Εἰσὶν δὲ οἱ συνερχόμενοι αὐτῇ Βαβυλώνιοι καὶ Ἀσσύριοι κατ' ἀλληγορίαν. Τούτων ἐπὶ πολὺ γινομένων,
q.65
ἀνανήψασα ἡ Ἰερουσαλὴμ καὶ ἡ Σιὼν ἀνεπόλησεν τοῦ πάλαι αὐτὴν πρὸς σύμβιον εἰληφότος, ὡς θελῆσαι ἐπιστρέψαι πρὸς τὸν ἀφ' οὗ ἀπεζεύχθη. Φωνὰς γοῦν ἀφῆκεν ταύτας· «Ἐπιστρέψω ἐπὶ τὸν ἄνδρα μου τὸν πρότερον, ὅτι καλῶς μοι ἦν τότε ἢ νῦν.» Τὴν τοιαύτην μετάνοιαν αὐτῆς προσηκάμενος πρὸς ὃν ἐπιστρέψαι καὶ ἀνακάμψαι ἤρξατο λέγει· «Τῇ ἡμέρᾳ ἐκείνῃ», ὅταν ἡ ἐπιστροφὴ δηλονότι βεβαιωθῇ, «καλέσει με· Ὁ ἀνήρ μου», ὡς λοιπὸν οἷα προστάτην καὶ κηδεμόνα ἐν θυμῷ μεγάλῳ ζηλῶσαι αὐτήν, τιμωρούμενον τοὺς περιυβρίσαντας αὐτήν. Ἐν θυμῷ μεγάλῳ ζηλώσας αὐτήν, ὥστε ποθῆσαι συνεῖναι αὐτῇ ὡς πρότερον, ὅτε οὔπω ἀποφοιτήσασα ἦν τοῦ θαλάμου, διὸ ἐπιστρέφων πρὸς αὐτήν· «Κατασκηνώσω ἐν μέσῳ αὐτῆς.» Ὡς περὶ μιᾶς δὲ λέγει τῆς Σιὼν καὶ τῆς Ἰερουσαλήμ· μέρος γὰρ ἡ Σιὼν τῆς μητροπόλεώς ἐστιν. Τί δ' ὑπάρξεται «ὅταν ἐπιστρέψω καὶ κατασκηνώσω ἐν μέσῳ αὐτῆς», ἢ τὸ πάλιν χρηματίσαι αὐτὴν πόλιν «ἀληθινήν», ἔρημον οὐκέτ' οὖσαν, ἀλλὰ πλήρης πολιτῶν καὶ οἰκοδομημάτων, ἀνεγερθέντος τοῦ ναοῦ καὶ τῶν καθ' ἕνα οἴκων, ὡς λοιπὸν ἔχειν ὡς πρότερον λαύρας, ἀγυιὰς, τεμένη τε πλατείας καὶ στενωπούς. Οὕτω τῆς Ἰερουσαλὴμ πρὸς ῥητὸν χρηματισάσης, καὶ τὸ ὄρος Κυρίου παντοκράτορος ἅγιον ἔσται ὡς πρὸ τῆς αἰχμαλωσίας ὑπῆρχεν, ἁγιστειῶν τῶν συνηθῶν τελουμένων ἐκεῖ, καὶ ᾠδῶν καὶ παιάνων ἀνακρουομένων κατὰ τοὺς τοῦ ψαλμῳδοῦ λόγους, ὅπου μὲν λέγοντος· «Σοὶ πρέπει ὕμνος ὁ Θεὸς ἐν Σιών»· ὅπου δέ· «Ψάλατε τῷ Κυρίῳ τῷ κατοικοῦντι ἐν Σιών.» Τούτων κατὰ τὴν ἱστορίαν φανέντων, καιρὸς εἴη τὰ πρὸς τὴν ἀναγωγὴν θεωρῆσαι. Τῆς λεγομένης Ἰερουσαλὴμ διορατικῆς ψυχῆς,– μεταλαμβάνεται γὰρ τὸ Ἰερουσαλὴμ εἰς «εἰρήνης ὅρασιν»–, ὀλισθησάσης καὶ διὰ τοῦτο ἔξω τοῦ θείου θαλάμου γεγενημένης, ἀπωσμὸς γέγονεν ἀπὸ τοῦ συνοικοῦντος αὐτῇ πρότερον, ὡς λοιπὸν πορνικῶς αὐτὴν διασύρεσθαι ὑπὸ ἀντικειμένων δυνάμεων, καλουμένων κατ' ἀναγωγὴν Ἀσσυρίων καὶ Βαβυλωνίων, ὡς μηκέτι κήδεσθαι αὐτῆς τὸν οἷα σύζυγον φειδόμενον. Ἀλλ' ἐπεὶ μὴ ἐν ταὐτῷ μένει τὰ τῆς προαιρέσεως, ὡς γὰρ ἐξ ἀρετῆς εἰς κακίαν καὶ ἀπὸ εὐσεβείας εἰς ἀσέβειαν γίνεται τροπή, οὕτως ἔμπαλιν ἐκ χειρίστων καὶ ἐπιβλαβῶν εἰς βελτίω καὶ ὠφέλιμα γίνεται μεταβολή, ὡς ἐπιγνῶναι πάλιν τὸν θεῖον θάλαμον τὴν ἀποφοιτήσασαν, ἵν' ὡς πρότερον κηδόμενος αὐτὸς ζηλοῖ ἐπ' αὐτῇ ἀπελαύνων τοὺς μοιχικῶς μιάναντας αὐτήν. Καὶ θυμῷ γε μεγάλῳ τοῦτο ἐνεργεῖ, σφόδρα ἀγανακτῶν κατὰ τῶν διασυράντων αὐτήν, ὡς λοιπὸν λέγειν φανερῶς· «Ἐζήλωσα τὴν Σιὼν καὶ τὴν Ἰερουσαλήμ.» Κατ' ἀναγωγὴν Σιὼν καὶ Ἰερουσαλὴμ ψυχή ἐστιν σκοποῦσα τὰ μὴ βλεπόμενα καὶ αἰώνια, καὶ ψυχὴ ὁρῶσα τὴν εἰρήνην, τῆς ἀντακολουθίας τῶν ἀρετῶν καὶ θείων φρονημάτων ἔχουσα τὸν εἱρμόν, ἥντινα ὁ θυμῷ μεγάλῳ ζηλώσας ὑπὲρ αὐτῆς ἐπιστρέφει πρὸς ἑαυτόν, ἅμα καὶ αὐτὸς πρὸς αὐτήν, ἐπινεύων ταῖς ἱκεσίαις αὐτῆς ἐν τῷ παρέχειν ἃ ὑπὲρ ὧν ἀδιαλείπτως προσεύχεται. Οὕτω δὲ βελτιωθεῖσα, ἀληθινὴ Ἰερουσαλὴμ ὀνομασθείη, οὐκέτι περιέπουσα τὰ σκιώδη καὶ εἰκονικὰ τοῦ νόμου, ἀλλὰ τὰ δι' αὐτῶν ἀγαθὰ δηλούμενα, περὶ ὧν ὁ θεσπέσιος Ἀπόστολος γράφει· «Σκιὰν ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων.» Καὶ πάλιν τοῖς ἀπὸ ἐθνῶν πιστεύσασιν· «Μή τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ πόσει, ἐν μέρει ἑορτῆς καὶ νεομηνίας καὶ σαββάτου, ἅ ἐστιν σκιὰ τῶν μελλόντων.» Ἀγαθὰ μέλλοντα ἐν ταῖς παραληφθείσαις λέξεσιν τυγχάνουσιν τὰ εὐαγγελικὰ μαθήματα, ἃ βασιλείας μυστήρια εἶπεν ὁ Σωτὴρ τοῖς γνωρίμοις φάμενος· «Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν.» Ἅπερ ἡ σκοποῦσα καὶ ὁρῶσα τὴν εἰρήνην τῆς συμφωνίας αὐτῶν Σιὼν καὶ Ἰερουσαλὴμ ἀνηγμένως ἐστίν, ἀληθινὴ καλουμένη, κατὰ ἀλήθειαν τὴν φανερουμένην τῇ τοῦ νόμου σκιᾷ πολιτευομένη, καὶ «ἐραυνῶσα τὰς θεοπνεύστους
q.66
γραφάς». Ἁρμονίως τῷ ἀληθινὴν κεκλῆσθαι τὴν ἱερὰν πόλιν, καὶ τὸ ὄρος Κυρίου παντοκράτορος ἅγιον ἔσται καὶ χρηματίσει. Ὅρα εἰ τὸ ὄρος Κυρίου παντοκράτορος ὁ λόγος τῆς ἐπιδημίας τοῦ Υἱοῦ τοῦ Θεοῦ τυγχάνει, περὶ οὗ ἔν τινι ᾠδῇ τῶν ἀναβαθμῶν φέρεται οὕτως· «Οἱ πεποιθότες ἐπὶ Κύριον ὡς ὄρος Σιών.» Μὴ γὰρ τοσοῦτον πτωχεύσῃ ἡμῶν ὁ νοῦς ὡς νομίσαι αἰσθητῷ ὄρει παραβάλλεσθαι ἢ ὁμοιοῦσθαι τοὺς ἐπὶ Κύριον πεποιθότας, παμμεγέθη ἀρετὴν ἔχοντας, ὡς εὐλογημένους ἀποδείκνυσθαι κατὰ πνευματικὰς εὐλογίας τοὺς ἔχοντας. Γέγραπται γὰρ ἐν Ἰερεμίᾳ τῷ προφήτῃ· «Εὐλογημένος ἄνθρωπος ὃς πέποιθεν ἐπὶ τῷ Κυρίῳ· καὶ ἔσται Κύριος ἐλπὶς αὐτοῦ.» Καὶ ἐν Ψαλμοῖς· «Ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον ἢ πεποιθέναι ἐπ' ἄνθρωπον.» Ἐπεὶ οὖν μὴ αἰσθητὸν ὄρος, ἔκβρασμα γῆς τυγχάνον, μιμοῦνται οἱ ἐπὶ Κύριον πεποιθότες, τί φρονεῖν αὐτὸ δεῖ ἢ ἐκεῖνο περὶ οὗ εἶπεν Ἠσαΐας· «Ἔσται ἐπ' ἐσχάτου τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος τοῦ Κυρίου», ἐπιλάμψαν καὶ φανερωθὲν «ἐπὶ συντελείᾳ τῶν αἰώνων, ἵνα ἀθετήσῃ τὴν ἁμαρτίαν», λύσας καὶ ἀφανίσας αὐτήν, ἀμνοῦ δίκην τυθείς. Τοῦτο τὸ μυστήριον φωτίζων Ἰωάννης ὁ μέγας, δεικνὺς τὸν Ἰησοῦν ἔφη· «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Περὶ τοῦ ἀποδειχθέντος ὄρους ἐκλαβεῖν δεῖ καὶ τὸ ἐν τεσσαρακοστῷ ἑβδόμῳ Ψαλμῷ ἀπαγγελλόμενον οὕτω· «Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ.» Τούτων κατὰ τὴν πρώτην ἀναγωγὴν φανέντων, ἐκλημπτέον καὶ κατ' ἀλληγορίαν ὑψηλῇ νοήσει ἐπιστρέφουσαν Σιὼν καὶ κικλησκομένην ἀληθινὴν Ἰερουσαλὴμ τὰ ἐν τῇ πρὸς Ἑβραίους φιλοσοφούμενα ὑπὸ τοῦ ἐν Χριστῷ λαλοῦντος, γράφοντος· «Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ, καὶ ἐκκλησίᾳ πρωτοτόκων, τῶν πανηγυριζόντων μετὰ μυριάδων τῶν ἀγγέλων», δι' ἣν αἰτίαν «ἀπογεγραμμένοι ἐν τοῖς οὐρανοῖς» τυγχάνουσιν, τῇ ἁγίᾳ καὶ ἐπουρανίῳ ἐμπολιτογραφηθέντες. Οἷοι καὶ οἱ ἀπόστολοι τυγχάνοντες, ἤκουσαν ὑπὸ τοῦ παμβασιλέως· «Χαίρετε ὅτι τὰ ὀνόματα ὑμῶν ἐνεγράφησαν ἐν τοῖς οὐρανοῖς.» Αὕτη ἡ γραφὴ «ζώντων» τυγχάνει «βίβλος». Περί τινων γοῦν μακαρίων χαράττει τὸ τῆς ἐκλογῆς σκεῦος ὧδε· «Μετὰ καὶ Κλήμεντος καὶ τῶν λοιπῶν ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς.» Zach. VIII, 4® 5: Τάδε λέγει Κύριος παντοκράτωρ· Ἔτι καθήσονται πρεσβύτεροι καὶ πρεσβύτεραι ἐν ταῖς πλατείαις Ἰερουσαλήμ, ἕκαστος τὴν ῥάβδον αὐτοῦ ἔχων ἐν τῇ χειρὶ αὐτοῦ, ἀπὸ πλήθους ἡμερῶν. Καὶ αἱ πλατεῖαι τῆς πόλεως πλησθήσονται παιδαρίων καὶ κορασίων παιζόντων ἐν ταῖς πλατείαις αὐτῆς. Ὡς πρὸς ῥητόν, εἰς εἰρήνην βαθεῖαν καὶ γαληνιώδη πολιτείαν ἀποκαθίστασθαι τὴν Ἰερουσαλὴμ ἡ προαναφώνησις τοῦ προφήτου δηλοῖ. Οὕτω γὰρ ἀταραξίας οὔσης καὶ ἐκτετοξευμένων πάντων πολεμίων πόρρω τῆς καλλιπόλεως, οὐδαμῶς ἔτι φόβου ἐξ ἐχθρῶν προσδοκουμένου, οἱ ἀπὸ πολυχρονιότητος καὶ πλήθους ἡμερῶν πρεσβυτικὴν ἡλικίαν ἔχοντες, ἄρσενες ὁμοῦ καὶ θήλειαι, ἔτι καθήσονται ὡς πρὸ τῆς αἰχμαλωσίας ἐν ταῖς πλατείαις, ῥάβδους μετὰ χεῖρα ἔχοντες, προηγουμένως μὲν οἱ πρεσβύτεροι, ἐπίστησον δὲ εἰ καὶ αἱ πρεσβύτεραι· τιμῆς δὲ σύμβολον ἡ ῥάβδος τυγχάνει. Οὕτω προκαθημένων τῶν ἡλικίᾳ προηκόντων, πλησθήσονται αἱ πλατεῖαι παιζόντων παιδαρίων καὶ κορασίων, οὐκ ἀθυρόντων ἐν ταῖς πλατείαις τῶν κομιδῇ νηπίων, ἐχθρῶν ἐπικειμένων καὶ προσδοκωμένων πολεμίων. Τῆς ἱστορίας εἰρημένης, καὶ τὰ πρὸς διάνοιαν λεκτέον. Πόλις πνευματικὴ πλατείας ἔχουσα ἡ ἔνδοξός ἐστιν Ἐκκλησία, περὶ ἧς ἀπαγγέλλεται τῷ κρατοῦντι αὐτῆς παμβασιλεῖ· «Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ.» Πῶς γὰρ οὐκ ἀοίδιμος καὶ πολυύμνητος εἴη, θείων ποτισμῶν μεταλαμβάνουσα ἀπὸ «τοῦ πλήρης ὑδάτων ποταμοῦ τοῦ Θεοῦ». Εἴρηται καὶ ἐν τεσσαρακοστῷ καὶ πέμπτῳ Ψαλμῷ περὶ
q.67
τοῦ βασιλικοῦ ἄστεως καὶ τῶν δέχεται χαρισμάτων πρὸς τοῦ κρατοῦντος αὐτὴν βασιλικῶς· «Τοῦ ποταμοῦ ὁρμήματα εὐφραίνουσιν τὴν πόλιν τοῦ Θεοῦ· ἡγίασεν τὸ σκήνωμα αὐτοῦ ὁ ὕψιστος, ὁ Θεὸς ἐν μέσῳ αὐτῆς, οὐ σαλευθήσεται.» Ἐν μέσῳ γὰρ τῆς εἰρηνευομένης πόλεως κατοικῶν ὁ ἁγιάσας τὸ σκήνωμα αὐτοῦ ὕψιστος οὐδέποτε ἔξω αὐτῆς γίνεται, ἀκλόνητος μένων ἐν αὐτῇ. Πλατεῖαι δὲ τῆς καλλιπόλεως ταύτης ὑπάρχουσιν αἱ κατ' εἶδος ἀρεταὶ καὶ αἱ πράξεις αὐτῶν, περὶ ὧν παροιμιωδῶς ὁ σοφὸς ἀπαγγέλλει, περὶ τῆς σοφίας τάδε χαράττων· «Σοφία δὲ ἐν ἐξόδοις ὑμνεῖται, ἐν δὲ πλατείαις παρρησίαν ἄγει· ἐπὶ δὲ ἄκρων τειχέων κηρύσσεται.» Πῶς γὰρ οὐκ ἄγει παρρησίαν ἡ τοῦ Θεοῦ σοφία ἐν ταῖς πλατείαις τῆς πνευματικῆς πόλεως, πάλιν ἑτέρου λογίου λέγοντος· «Ἐπιθυμήσας σοφίαν διατήρησον ἐντολάς, καὶ Κύριος χορηγήσει σοι αὐτήν», ἑκάστης ἐντολῆς διὰ τὸ προσὸν εὖρος πλατείας καλουμένης, ὡς τὸν ὑμνῳδὸν πρὸς τὸν Θεὸν εἰπεῖν· «Πλατεῖα ἡ ἐντολή σου σφόδρα»; Σκοπητέον εἰ κατὰ ταύτην τὴν διάνοιαν εἴρηται ὑπὸ τῆς νύμφης τοῦ Χριστοῦ ἐν τῷ ἐπιθαλαμίῳ δράματι· «Ἐπὶ κοίτης μου ἐν νυκτὶ ἐζήτησα ὃν ἠγάπησεν ἡ ψυχή μου καὶ οὐχ εὗρον αὐτόν, ἐκάλεσα αὐτόν, καὶ οὐχ ὑπήκουσέν μοι. Ἀναστήσομαι δὴ καὶ κυκλώσω τὴν πόλιν, ἐν ταῖς ἀγοραῖς καὶ ἐν ταῖς πλατείαις, ἕως οὗ εὕρω αὐτόν.» Ἐν τῷ καιρῷ γὰρ τοῦ συνευνάζεσθαι καὶ διαναπαύεσθαι, ὃν ἀλληγορικῶς ἐκάλεσε νύκτα, δόξασα παρεῖναι αὐτῇ τὸν θεῖον νυμφίον, ζητήσασα οὐχ εὗρεν, καὶ καλέσασα οὐκ ἔσχεν αὐτὸν ἐπακούοντα, διά τι χρήσιμον μακρυνθέντα αὐτῆς, ἵνα ἔτι μᾶλλον τρωθῇ ἀγάπῃ τῇ πρὸς αὐτόν· μακρυνώσει γὰρ τοῦ στεργομένου ὁ πρὸς αὐτὸν ἔρως μᾶλλον ἐγείρεται. Τοῦτ' οὖν παθοῦσα ἀνέστη διεγείρασα ἑαυτήν, καὶ ζητεῖ γε αὐτὸν οὐκ ἀλλαχόθι ἢ ἐν ταῖς ἐκκλησίαις, οὔσαις ἱεραῖς ἀγοραῖς. Ἔνθα ἀγορεύουσιν οἱ τεθέντες ἀπόστολοι καὶ προφῆται καὶ διδάσκαλοι τὰ τῆς ἀληθείας ὄργια καὶ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ. Πρὸς τῷ ζητεῖν αὐτὸν ἐν ταῖς ἀγοραῖς, καὶ ἐν ταῖς πλατείαις ταῖς ἤδη ἡρμηνευμέναις σπουδάζει συντυχεῖν τῷ ζητουμένῳ, ἵν' εὑροῦσα αὐτὸν συναναπαύσηται αὐτῷ. Ἡ ἐν ταῖς πλατείαις τῆς καλλιπόλεως παρρησίαν ἄγουσα σοφία, ἐν ᾗ τὰ πάντα ὁ δημιουργὸς εἰς οὐσίαν ἤγαγεν, οὐκ ἀλλαχοῦ που ἢ ἐπ' ἄκρων τῶν τειχέων κηρύττεται πρὸς τῶν νυκτοφυλακούντων καὶ φρουρούντων τὴν θείαν πόλιν, κατὰ τὴν τοῦ Ἠσαΐου φωνὴν ἐκ προσώπου τοῦ παμβασιλέως οὕτως εἰρημένην· «Ἐπὶ τῶν τειχέων σου κατέστησα φύλακας ἡμέρας καὶ νυκτός, οἳ διὰ τέλους οὐ σιωπήσονται μιμνῃσκόμενοι Κυρίου.» Ἐν ταῖς ἀποδοθείσαις θείαις πλατείαις τῆς μακαρίας πόλεως ἔτι καθίσονται ὡς καὶ πρότερον σπουδαῖοι πρεσβῦται καὶ πρεσβυτίδες, μετὰ χεῖρας ἔχοντες τὰς ἰδίας ῥάβδους, τοῦτο μὲν βασιλείας σύμβολα, τοῦτο δὲ ἱερατείας τυγχανούσας, ἔτι μὴν καὶ παιδευτικῶν λόγων. Πρεσβυτέρους δὲ ἐκλαβεῖν προσήκει τοὺς φρονήσει πεπωλιωμένους, κατὰ τὸ φερόμενον ἐν τῇ παναρέτῳ Σοφίᾳ τοῦ Σαλωμῶνος οὕτως ἔχον· «Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται· πολιὰ δέ ἐστιν φρόνησις ἐν ἀνθρώποις, καὶ γῆρας βίος ἀκηλίδωτος.» Αὕτη ἡ πνευματικὴ ἡλικία πρόσην τῷ φίλῳ Θεοῦ χρηματίσαντι, οὗ ἡ πίστις «εἰς δικαιοσύνην λελόγισται» Ἀβραάμ. Εἴρηται γὰρ ὑπὸ τοῦ ἱεροφάντου Μωϋσέως ἐν Κοσμοποιΐᾳ· «Ἐκλιπὼν Ἀβραὰμ ἀπέθανεν, τραφεὶς ἐν γήρει καλῷ, πρεσβύτερος καὶ πλήρης ἡμερῶν.» Οὐ γὰρ διὰ πλῆθος ἐνιαυτῶν τῶν ἐκ τοῦ αἰσθητοῦ ἡλίου κύκλων ταῦτ' εἴρηται. Πολυετεστέρων γὰρ ὄντων τῶν πρὸ αὐτοῦ γεναμένων, οὐδεὶς ἐκείνων πρεσβύτερος ἐλέχθη οὐδὲ πλήρης ἡμερῶν. Πρῶτος γὰρ ἀνθρώπων ὁ τοῦ Ἰσαὰκ πατὴρ ἀπὸ πρεσβείων τῶν ἐξ ἀρετῆς ὠνομάσθη πρεσβύτερος. Περὶ τῶν οὕτως γνώμης καὶ πολιτείας καὶ νοητῆς ἡλικίας ἐχόντων, ὁ τῶν ὅλων αἴτιος καὶ πάντων ἀγαθῶν χορηγὸς πρὸς τὸν
q.68
πιστὸν θεράποντα ἑαυτοῦ φησιν· «Κατάστησον μετὰ σεαυτοῦ ἑβδομήκοντα πρεσβυτέρους, οὓς αὐτὸς οἶδας ὅτι εἰσὶν πρεσβύτεροι.» Ἐξ οὗ παρίσταται ὅτι οὐχ ἡ κατάστασις καὶ ἡ χειροτονία ποιεῖ πρεσβύτερον τὸν οὐκ ὄντα πρότερον, ἀλλ' ἀναδείκνυσιν καὶ φανεροῖ. Ἀκριβῶς γὰρ προσετάγη χειροτονεῖσθαι οὓς οἶδεν ὁ προάγων ἤδη ὄντας τοιούτους. Ἴσον δύναται καὶ τὸ ἐν Ἰωήλ, ἑνὶ τῶν Δώδεκα Προφητῶν, προσταττόμενον «ἐκλέξασθαι πρεσβυτέρους» τοὺς ἤδη ὄντας, οὐ προηγουμένης τῆς ἐκλογῆς, ἀλλ' ἐπιγινομένης ὑπὲρ ἀναδείξεως τῶν ἤδη τὴν ἀρετὴν καὶ τὰ πρεσβεῖα αὐτῆς κεκτημένων. Περὶ τῶν ταύτην τὴν τιμὴν ἐχόντων, ἐν Παροιμίαις γέγραπται· «Δόξα πρεσβυτέρων πολιαί», αἱ ἐκ φρονήσεως δηλονότι. Τοῖς οὕτω μνημονευθεῖσι πρεσβυτέροις ἰσότιμοι καὶ ἰσοσθενεῖς ὑπάρχουσι καὶ κατὰ τὴν καινὴν διαθήκην. Γράφων γοῦν ὁ Ἀπόστολος Τίτῳ τῷ ἑαυτοῦ μαθητῇ, πρὸς ἑτέροις καὶ τοῦτ' ἐχάραξεν· «Τούτου χάριν ἀπέλιπόν σε ἐν τῇ Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ, καθὼς διεταξάμην σοι, καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους.» Λέγει δὲ τὰ χαρακτηρικὰ τῶν προαγομένων, τῶν εἰς τοὺς ἐκκλησιαστικοὺς βαθμοὺς ταττομένων· μονογαμίαν, ἐκτροφὴν τέκνων βελτίστην, καὶ κατὰ τὰς λοιπὰς ἀρετὰς πεποιωμένους, οὓς καὶ ἐπισκόπους καλεῖ ἀρχαίᾳ συνηθείᾳ, ὡς καὶ ἐν ἄλλοις εἰρήκαμεν. Αὐτίκα γοῦν ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων φέρεται ὡς «μετεκαλέσατο Παῦλος τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας», οἷς καί φησιν· «Ὑμᾶς ἔθετο τὸ ἅγιον Πνεῦμα ἐπισκόπους ποιμαίνειν τὴν Ἐκκλησίαν, ἣν περιεποιήσατο τῷ ἰδίῳ αἵματι», καὶ τὰ ἑξῆς. Τοῖς τοῦτον τὸν βαθμὸν ἔχουσιν, ὁ κορυφαιότατος τῶν Χριστοῦ μαθητῶν Πέτρος προσφωνεῖ ἐν τῇ κατ' αὐτὸν ἐπιστολῇ· «Πρεσβυτέρους τοὺς ἐν ὑμῖν παρακαλῶ.» Τί δ' ἐστὶν ὃ παρακαλεῖ ἴδωμεν, ἢ ποιμαίνειν τὴν Χριστοῦ ἀγέλην, μὴ ἀναγκαστῶς, ἀλλ' ἑκουσίως, ἵνα, τοῦ ἀρχιποίμενος φανερωθέντος, κομίσωνται τὸν ἀμαράντινον τῆς δόξης στέφανον. Οἱ ἀποδοθέντες κατὰ ἀμφοτέρας τὰς διαθήκας πρεσβύτεροι, βασιλεῖς κατὰ τὸν Ἀβραὰμ ὄντες, κατὰ τὸ λεχθὲν ὑπὸ τῶν ἐγνωκότων τὴν ὑπεροχὴν αὐτοῦ· «Βασιλεὺς παρὰ Θεοῦ σὺ εἶ ἐν ἡμῖν», ἀλλὰ καὶ γνησίως θεραπεύοντες ἱερατικῶς τὸν ἐκλεξάμενον, τὰ σκῆπτρα φέρουσιν τῆς προσούσης διττῆς ὑπεροχῆς, καθήμενοι ἐν ταῖς πλατείαις τῆς ἔναγχος διαγραφείσης πόλεως, κατέχων ἕκαστος τὴν ἑαυτοῦ ῥάβδον, οὖσαν πρὸς σκῆπτρον καὶ διορθωτικὸν λόγον. Περὶ γὰρ τῶν ἐλέγχων παιόντων πως τοὺς ὑπευθύνους, γράφεται ὑπὸ Παύλου· «Τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς ἢ ἐν ἀγάπῃ;» Σύμφωνα τούτοις καὶ θεία τῶν Παροιμιῶν γραφὴ διαγορεύει, ὅπου μέν· «Ὃς προσφέρει ἐκ χειλέων σοφίαν, ῥάβδῳ τύπτει ἄνδρα ἀκάρδιον»· ὅπου δέ· «Ὃς φείδεται τῆς βακτηρίας μισεῖ τὸν υἱὸν ἑαυτοῦ, ὁ δὲ ἀγαπῶν ἐπιμελῶς παιδεύει.» Τῆς τῶν πρεσβυτέρων τιμῆς καὶ θήλειαι μετέχουσιν διὰ πίστιν καὶ πρακτικὴν ἀρετὴν πρεσβεῖα κεκτημέναι. Τὴν τοιαύτην διαγράφων ἀγωγήν, Τιμοθέῳ χαράττων ὁ ἐν Χριστῷ λαλῶν Παῦλός φησιν· «Τίμα χήρας τὰς ὄντως χήρας», τοιαύτας εἶναι σημαίνων τὰς πάντων τῶν ἀνθρωπίνων στερομένας, ἐχούσας πράξεις ἐπαίνους φερούσας, ἀναθρεψαμένας τέκνα ὡς δεῖ, δαψιλῶς φιλοξενούσας, ὑπερετησάσας Θεοῦ δούλοις, θρεψάσας πένητας, καὶ πᾶσι τοῖς παραπλησίοις ἔργοις ἀρετῆς ἐγκαλλωπιζομένας. Ἔχει δὲ περὶ τούτων αὐταῖς συλλαβαῖς ἡ ἀποστολικὴ διδασκαλία ἔνθεν ἀρχομένη· «Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα, ἑνὸς ἀνδρὸς γυνή, ἐπὶ ἔργοις καλοῖς μαρτυρουμένη, εἰ ἐτεκνοφρόνησεν, εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ καλῷ ἐπηκολούθησεν.» Ὑπὲρ βεβαιώσεως δὲ τῶν μνημονευθεισῶν ἀρετῶν χρεία καὶ τελείας ἡλικίας συνεπικοσμούσης τὰς κτητὰς ἀρετάς, τελείων ἐτῶν ἀριθμὸν ἐσχηκυῖαν οὐκ
q.69
ἐλαττουμένην ἑξηκονταέτους χρόνου. Τοιαύτη κατὰ τὴν ἱστορίαν ὑπῆρχεν Ἄννα ἡ προφῆτις, ζήσασα μετὰ ἀνδρὸς ἔτη ἕπτα ἀπὸ τῆς παρθενίας αὐτῆς, διαμείνασα ἐπὶ πολὺ χήρα ἕως ἐτῶν ὀγδοήκοντα τεσσάρων. Οἰκεῖος δὲ καὶ οὗτος ὁ ἀριθμὸς τῆς ἐν χηρείᾳ ἁγνείας, περὶ οὗ ἐν ἄλλοις εἴρηται. Ταύτης τῆς προαιρέσεως ἐπιμελομένας ἔστιν ἰδεῖν καὶ ἐν τῇ παλαιᾷ διαθήκῃ. Οἵα ἦν ἡ ἀνδρειωτάτη Ἰουδίθ, φερωνύμως ἐσχηκυῖα τὴν προσηγορίαν· Ἰουδὶθ γὰρ «αἴνεσις» ἑρμηνεύεται. Οὐκ ἀπεικὸς δὲ καὶ ἄλλας πλείονας εὑρεῖν πρεσβείᾳ καὶ τιμῇ κεκοσμημένας, καὶ μάλιστα ἐκείνας περὶ ὧν ἐν προφήτῃ εἴρηται ἐκ προσώπου Θεοῦ· «Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν», καὶ τὰ ἑξῆς μέχρι τοῦ· «Καί γε ἐπὶ τοὺς δούλους μου καὶ τὰς δούλας μου ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου καὶ προφητεύσουσιν.» Ἐπιστήσας κατὰ σεαυτόν, σκόπησον εἰ περὶ μόνων τῶν πρεσβυτέρων εἴρηται ῥάβδους κατέχειν ἐν ταῖς χερσὶν ἢ καὶ περὶ τῶν πρεσβυτίδων. Ἐνδέχεται δὲ περὶ ἀμφοτέρων τῶν ταγμάτων γεγράφθαι, πιθανώτερον δὲ δοκεῖ περὶ μόνων τῶν ἀνδρῶν. Ἐν ταῖς σαφηνισθείσαις πλατείαις ἐν αἷς προκάθηνται οἱ φρονήσει πεπολιωμένοι καὶ ἀκηλιδώτῳ βίῳ γηράσαντες, καὶ παιδάρια καὶ κοράσια εἶναι παίζοντα παιδιὰν ἐπαινετὴν ᾗ ἐγκαλλωπιζόμενος ὁ κατὰ τὴν καρδίαν τοῦ Θεοῦ ἀνὴρ Δαυίδ, πάντα τὰ θελήματα ποιῶν τοῦ ἐκλεξαμένου, παρρησιαστικώτερον ἀνεφθέγξατο· «Ἐνώπιον Κυρίου ὀρχήσομαι καὶ παίξομαι.» Παιδάρια ἀθύροντα ἐν ταῖς πλατείαις τῆς ἀοιδίμου Θεοῦ πόλεως ἐκλαβεῖν ἔστιν τοὺς ἐξ ἁπαλῶν ὀνύχων σωφροσύνῃ ἑαυτοὺς ἐπιδεδωκότας, ὥστ' ἀφθορίαν ἔχειν μετὰ σεμνότητος ἀκραιφνεστάτης καὶ λόγον ὑγιῆ ἀκατάγνωστον. Τοιοῦτοι δὲ ὑπῆρχον οἱ τῶν ἀποστόλων υἱοί, «ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς, ἀλλ' ἀφθάρτου, διὰ ζῶντος λόγου Θεοῦ καὶ μένοντος», «ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσαντες». Συγχρήσει δὲ καιρίως καὶ τῷ ἐν Παροιμίαις εἰρημένῳ· «Ἵνα δῷ ἀκάκοις πανουργίαν, παιδὶ δὲ νέῳ αἴσθησίν τε καὶ ἔννοιαν.» Καὶ ἔτι ἐν τῇ αὐτῇ βίβλῳ ὁ θεόσοφος εἶπεν· «Ἀκούσατε, παῖδες, παιδείαν πατρός, καὶ προσέχετε τοῦ γνῶναι ἔννοιαν.» Οὐ πάντως δὲ περὶ τῶν κατὰ τὸ σῶμα ἀρσένων λέγεται ταῦτα· εἰσὶ γὰρ καὶ σῶμα θῆλυ ἔχουσαι ψυχαὶ ἄρσενες τῷ φρονήματι. Ἑπομένως τοῖς ἀποδοθεῖσιν παιδαρίοις, καὶ κοράσια ἐκλημπτέον παίζοντα. Καὶ ὅρα εἰ περὶ τούτων ἐν τεσσερακοστῷ τετάρτῳ Ψαλμῷ ὑμνεῖται περὶ τῆς νύμφης καὶ τοῦ νυμφίου τὸ μελῳδούμενον ὧδε· «Ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς», τῆς νύμφης καὶ βασιλίδος δηλονότι, τῆς παραστάσης ἐκ δεξιῶν τοῦ συνοικοῦντος, «αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι· ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει». Παρθένοι ἀπενεχθησόμεναι ὀπίσω τῆς νυμφαγωγηθείσης ἑνὶ ἀνδρὶ τῷ Χριστῷ Ἐκκλησίας, πνεύματι καὶ σώματί εἰσιν ἀδιάφθοροι γνώμῃ καὶ πράξει ἁγνεύουσαι. Ὡς ἐλέχθη ὡς τὰ παιδάρια προηγουμένως κατὰ τὴν ψυχὴν ἄρρενα, ἀλλὰ οὐ μόνον κατὰ τὸ σῶμα τυγχάνουσιν, ὁμοίως αἱ ἐν γνώμῃ καὶ πράξει ἁγιότητα ἔχουσαι παρθένοι οὐκ ἐξ ἀνάγκης θηλυκὸν ἔχουσι σῶμα. Ἐν γοῦν τῇ Ἰωάννου Ἀποκαλύψει αἱ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες τῶν παρθένων οὐ τῷ σώματι ἦσαν τοιαῦται· ἐπηνέχθη γάρ· «Οὗτοί εἰσιν οἳ μετὰ γυναικὸς οὐκ ἐμολύνθησαν· παρθένοι γάρ εἰσιν, καὶ οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν δόλος· ἄμωμοι γάρ εἰσιν.» Περὶ πάντων τῶν διατριβόντων ἐν ταῖς πλατείαις τοῦ πολυυμνήτου ἄστεως, ὡς περὶ ἑνὸς χοροῦ ἐν ἑνὶ τῶν Ψαλμῶν φέρεται· «Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεοτέρων αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου.» Περὶ τῶν κατὰ τὸν ἔσω ἄνθρωπον διαφόρων ἡλικιῶν καὶ ὃν ἠγάπα Ἰησοῦς μαθητὴν ἐπιστέλλει· «Γράφω ὑμῖν, παιδία, ὅτι ἀφέωνται ὑμῶν αἱ ἁμαρτίαι διὰ τὸ ὄνομα αὐτοῦ»,– τοῦ Σωτῆρος δηλαδή,–
q.70
» γράφω ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸ ἀπ' ἀρχῆς· γράφω ὑμῖν, νεανίσκοι, ὅτι ἰσχυροί ἐστε καὶ ὁ λόγος τοῦ Θεοῦ ἐν ὑμῖν μένει, καὶ νενικήκατε τὸν πονηρόν.» Παιδία δὲ λέγει τοὺς ἄρτι ἀφέσεως ἁμαρτιῶν τετυχηκότας, οἵας ποτ' ἂν ὦσιν ἡλικίας κατὰ τὸν ἔξω ἄνθρωπον, πατέρας ὀνομάζων τοὺς τὸ ἀπ' ἀρχῆς τῆς θεολογίας ἐπισταμένους, καὶ νεανίσκους τοὺς ἰσχὺν ἔχοντας ἐμμένοντος ἐν αὐτοῖς τοῦ λόγου τοῦ προτρεπομένου μένειν ἀκαταμαχήτους, κἂν ὁ ἀγὼν ᾖ αὐτοῖς «πρὸς ἀρχάς, πρὸς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας». Πῶς γὰρ οὐκ ἰσχυροὶ οἱ ὑπὸ τοῦ παμβασιλέως Σωτῆρος εἰληφότες «ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ», ἥκιστα βλαπτομένους; ταὐτὸν γὰρ τό· «οὐδὲν ὑμᾶς ἀδικήσει», τῷ· «οὐδὲν ὑμᾶς βλάψει». Αὐτίκα γοῦν περὶ τοῦ τὴν ἐξουσίαν λαβόντος πατεῖν τὰ ἰοβόλα καὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, ἐπινίκιος ὕμνος ἀναπέμπεται κατὰ λέξιν ὧδε ἔχον· «Ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσει, καταπατήσεις λέοντα καὶ δράκοντα.» Ἀρκούντως εἰρημένων εἰς τὸ προκείμενον ῥητόν, ἐκθώμεθα τὰ ἑξῆς. Zach. VIII, 6: Τάδε λέγει Κύριος παντοκράτωρ· Εἰ ἀδυνατήσει ἐνώπιον τῶν καταλοίπων τοῦ λαοῦ τούτου ἐν ταῖς ἡμέραις ἐκείναις, μὴ καὶ ἐνώπιόν μου ἀδυνατήσει; λέγει Κύριος παντοκράτωρ. Κατασκαφὴν ὑπὸ πολεμίων ὑπομεινάσης τῆς αἰσθητῆς καὶ κάτω Ἰερουσαλήμ, ὡς ὑποστῆναι πολλὴν αἰχμαλωσίαν τοὺς πολίτας αὐτῆς, ταῖς ἐπαγγελίαις περὶ ἀποκαταστάσεως αὐτῆς ἀπιστοῦντας, ἐρείπιον αὐτὴν γενομένην ὁρῶντας, ἀδύνατον ἡγουμένους ἔτι λαμπρῶς πολισθῆναι αὐτήν, ὡς τὴν ὀρεινὴν καὶ πεδιάδα οἰκητῆρας ἔχειν, καὶ ἐν ταῖς πλατείαις αὐτῆς ἔτι τοὺς πρεσβυτέρους καὶ τὰς πρεσβυτέρας καθεσθῆναι, πληθυνόντων ἐν αὐταῖς παιζόντων παιδαρίων καὶ κορασίων. Ἀλλ' ἐπεὶ «πάντα Θεῷ δυνατά», καὶ ἀπὸ στενότητος πλατύτητα, καὶ ἐξ ἀπόρων εὐπορίαν ἄγειν, κἂν ἐπίπροσθεν τῶν καταλοίπων τοῦ λαοῦ τῶν περιόντων εἰσέτι δεῦρο πολλῶν τεθνηκότων, ἀλλ' οὐκ ἀδύνατον Θεῷ τὸ ἐκείνοις ἀδύνατον φαινόμενον. Ὥσπερ οὖν ἐπὶ τῆς μητροπόλεως τῆς Ἰουδαίας ἁλούσης καὶ ἐσχάτην ἐρημίαν ὑπομενούσης, ἀδύνατον ἡγοῦντο οἱ ἀνάστημα ψυχῆς οὐκ ἔχοντες ἄνθρωποι τὸ ἀποκαταστῆναι αὐτὴν εἰς τὴν προτέραν δόξαν καὶ εὐετηρίαν, καίτοι Θεοῦ ἐπαγγειλαμένου καὶ εἰς πέρας ἀγαγεῖν δυναμένου τὰ προθεσπισθέντα, οὕτω οἱ ἄπιστοι καὶ πτωχοὶ τὴν διάνοιαν, ἐν τοῖς κατὰ χριστιανῶν διωγμοῖς ὁρῶντες τὴν Ἐκκλησίαν πορθηθεῖσαν ἐσχάτως, ὡς δοκεῖν πτῶμα ἀνέγερτον πεπτωκέναι, ἀδύνατον εἶναι ἀποκαταστῆναι αὐτήν, εἰρήνην βαθεῖαν ἀπολαμβάνουσαν πρὸς τοῦ εἰρηκότος τοῖς γνωρίμοις· «Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν.» Θάρσος οὖν ἐμποιῶν οἷς δώσειν ὑπέσχετο τὴν εὐστάθειαν καὶ γαληνιῶσαν εἰρήνην· «Θαρσεῖτε, ἔφη, ἐγὼ νενίκηκα τὸν κόσμον»· διὸ κἂν θλῖψιν νῦν ἔχητε, ἄνεσιν προσδοκῆσαι θαρσήσατε. Φίλη γὰρ ἡ ἀλήθεια. Οἱ κατὰ τῆς Ἐκκλησίας καὶ τοῦ χριστιανισμοῦ ἐπιτεθειμένοι εἰς τοσοῦτον ἐξηγριώθησαν ὡς τοὺς συνακτηρίους τόπους εἰς ἔδαφος κατασπάσαι καὶ τὰς ἱερὰς βίβλους πυρὶ δαπανῆσαι. Τῆς τοσαύτης ὠμότητος πρὸς ὀλίγον κρατησάσης, οἱ μικροφυεῖς ἐτόπασαν ἀδύνατον εἶναι ἔτι αὐτὴν εἰς τὸ ἔνδοξον ἀνακάμψαι. Ἀλλ' εἰ κἀκείνοις ἄπορον καὶ ἀκατόρθωτον τὸ συμβὰν ἔδοξεν, ἀλλὰ δυνατὸν καὶ εὔκολον τὸ ἀπελπισθὲν ἀποδέδεικται. Ἔστιν γοῦν ἰδεῖν τοὺς τότε κατασπασθέντας τόπους εἰς ὕψος ἐγηγερμένους ἐνδοξοτέρους ἢ πρότερον ἦσαν, χρυσορόφους καὶ πᾶσι τοῖς περισπουδαστοῖς προκοσμήμασιν διαπρέπειν, καὶ τὰς πυρὶ ἀναλωθείσας βίβλους, διαχρύσους καὶ χρυσοκόλλους κατασκευαζομένας, ἐν ταῖς βασιλικαῖς αὐλαῖς ἀνακειμένας. Τὸ δυνατὸν δὲ καὶ παράδοξον τοῦ Θεοῦ φαίνεται, ὅτι δι' ὧν
q.71
κατεπονήθη ὁ χριστιανισμὸς καὶ ἀνέλαμψεν· δι' αὐτῶν δὲ λέγω, οὐ τῶν ἀνθρώπων ἀλλὰ τῶν τὴν αὐτὴν περιεπόντων ἡγεμονίαν. Εἴρηται δὲ ἐντελέστερον περὶ τούτων ἐν τοῖς ὑπομνήμασιν Ἠσαΐου τοῦ προφήτου. Πίστιν παρέχων ὁ λόγος τοῦ προσδοκῆσαι τὰ δοκοῦντα ἀπελπίσθαι, Κύριον τὸν παντοκράτορα ἐπηγγέλθαι αὐτὰ ποιῆσαι εἶπεν. Zach. VIII, 7® 8: Τάδε λέγει Κύριος παντοκράτωρ· Ἰδοὺ ἐγὼ ἀνασῴζω τὸν λαόν μου ἀπὸ γῆς ἀνατολῶν καὶ ἀπὸ γῆς δυσμῶν, καὶ εἰσάξω αὐτοὺς καὶ κατασκηνώσω ἐν μέσῳ Ἰερουσαλήμ, καὶ ἔσονταί μοι εἰς λαὸν καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεὸν ἐν ἀληθείᾳ καὶ ἐν δικαιοσύνῃ. Ὥσπερ Θεοῦ ἄνθρωπος προσαγορεύεται ὁ λατρεύων καὶ δουλεύων αὐτῷ, οὕτω λαὸς αὐτοῦ χρηματίζει ὁ ἐκ τῶν καθ' ἕκαστα θεοσεβῶν συμπληρούμενος. Λαὸς αὐτοῦ τυγχάνει ὅνπερ ἀνασῴζει ἐκ πάσης τῆς οἰκουμένης καὶ τῶν περάτων αὐτῆς· ὑπισχνεῖται φάσκων· «Ἰδοὺ ἀνασῴζω τὸν λαόν μου ἀπὸ γῆς ἀνατολῶν καὶ ἀπὸ γῆς δυσμῶν, λέγει Κύριος παντοκράτωρ.» Οὐχ ὁ ἐκ περιτομῆς δὲ μόνος οὗτος, ἀλλ' ὁ πάντων τῶν πιστευόντων τῷ Σωτῆρι ἐθνῶν κατὰ τὸ εὐαγγέλιον ὑπάρχει. Πάλαι μὲν γὰρ ἓν μόνον ἔθνος τὸ τῶν Ἑβραίων, λαὸς τοῦ τὰ πάντα δημιουργήσαντος, μερὶς καὶ κλῆρος ἦν, κατὰ τὴν τοῦ ἱεροφάντου μαρτυρίαν λέγοντος· «Ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ, ἐγενήθη μερὶς Κυρίου Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ», διὰ καλλονὴν ἤθους καὶ βίου, κατὰ τὴν μαρτυρίαν τὴν ἐν τεσσερακοστῷ καὶ ἕκτῳ Ψαλμῷ προφερομένην ὑπὸ τῶν ἁγίων οὕτως· «Ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν ἑαυτοῦ, τὴν καλλονὴν Ἰακὼβ ἠγάπησεν.» Παραπλησίως ἔχει καὶ τὸ ἐν μωσαϊκῇ διδασκαλίᾳ δεικτικῶς ἀπαγγελλόμενον· «Ἰδοὺ λαὸς σοφὸς καὶ ἐπιστήμων, τὸ ἔθνος τὸ μέγα τοῦτο», θεοσεβῶν καὶ ἀπεχόμενος ἁμαρτιῶν, κατὰ τὸ λεχθὲν ἐν παναρέτῳ Σαλωμῶνος Σοφίᾳ· «Ὅτι ὁ μὴ ἔχων κακότεχνον ψυχήν, μηδὲ σῶμα κατάχρεω ἁμαρτίας» δέχεται τὴν Θεοῦ σοφίαν καὶ τὴν κατάλληλον αὐτῇ ἱερὰν ἐπιστήμην. Συνᾴδει τῇ νοήσει ταύτῃ τὸ λεχθὲν ὑπὸ θεοσεβοῦς ἀνδρὸς περὶ τοῦ Θεοῦ φάσκοντος τῷ ἀληθινῷ ἀνθρώπῳ· «Ἰδοὺ ἡ θεοσέβειά ἐστιν σοφία, τὸ δὲ ἀπέχεσθαι ἀπὸ κακῶν ἐστιν ἐπιστήμη.» Σὺν τούτῳ τῷ σοφῷ καὶ ἐπιστήμονι ἔθνει, ὑπάρχοντι «βασιλείῳ ἱερατεύματι, λαῷ εἰς περιποίησιν» ὄντι, εὐφραίνεται τὰ ἔθνη πάντα, γεναμένου τοῦ Σωτῆρος αὐτοῖς ἀγαθῆς προσδοκίας, κατὰ τὴν εὐλογίαν τοῦ ἐκ τοῦ Ἰούδα ἀνατείλαντος Σωτῆρος, ᾗ συνᾴδει καὶ τὸ ἐν Ἠσαΐᾳ οὕτως ἔχον· «Ἔσταιἡ ῥίζα τοῦ Ἰεσσαί, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν.» Περὶ τῆς ἅμα πάντων ἀνθρώπων τερπωλῆς καὶ θυμηδίας γέγραπται· «Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ», οὐκέτι ἑνὸς μόνου ἔθνους τοῦ ἑβραϊκοῦ, ἀλλὰ πάντων ἅμα προσκυνούντων καὶ λα̣ τρευόντων Θεῷ κατὰ τὰ ἐν Ψαλμοῖς ἀπαγγελλόμενα, ὅπου μέν· «Πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ»· ὅπου δέ· «Πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσιν, καὶ προσκυνήσουσιν ἐνώπιόν σου, καὶ δοξάσουσιν τὸ ὄνομά σου», Κύριε. Καὶ πάλιν· «Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ αἱ πατριαὶ τῶν ἐθνῶν, ὅτι τοῦ Κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν.» Περὶ τῆς πάντων ἀνθρώπων Ἰουδαίων τε καὶ Ἑλλήνων κλήσεως ὡς περὶ ἑνὸς λαοῦ τὸ προκείμενον τοῦ προφήτου ῥητὸν ἀπαγγέλλεται, τοῦ δεσπότου τῶν ἁπάντων λέγοντος· «Ἰδοὺ ἐγὼ ἀνασῴζω τὸν λαόν μου ἀπὸ γῆς ἀνατολῶν καὶ ἀπὸ γῆς δυσμῶν, λέγει Κύριος παντοκράτωρ.» Περὶ τοῦ ε᾿̣ κ πάντων τῶν κλιμάτων τῆς οἰκουμένης συναγομένου χοροῦ καὶ τὸ Εὐαγγέλιον σημαίνει φάσκον τὸν Σωτῆρα εἰρηκέναι· «Πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἡλίου ἥξουσιν, καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ.» Συνῳδὰτῇ πανταχόθεν κλήσει καὶ ἐν τεσσερακοστῷ καὶ ἐνάτῳ Ψαλμῷ ὁ
q.72
ὑμνῳδὸς κελαδῶν φησιν· «Θεὸς θεῶν Κύριος ἐλάλησεν, καὶ ἐκάλεσε τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν.» Πότε δὲ ἡ κλῆσις αὕτη γέγονεν, ἢ ὅτε «ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος» αὐτοῦ πεφανέρωται, πληρουμένης ἑτέρας προφητείας, τῆς ὧδε ἐχούσης· «Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος», ἢ «ἕνεκεν Σιών», ὡς γράφει τὸ τῆς ἐκλογῆς σκεῦος, ὁ ἐν Χριστῷ λαλῶν Παῦλος. Πότε δὲ ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν ἐκάλεσεν λαλήσας ὁ τῶν θεῶν Θεός, ἢ ὅτε ἀπεβλήθη ὁ ἐκ περιτομῆς λαός, ἀρνησάμενος τὸν παμβασιλέα Σωτῆρα εἰπών· «Οὐκ ἔχομεν β̣ α̣ σ̣ ιλέα εἰ μὴ Καίσαρα»· «ἐφ' ἡμᾶς τὸ αἷμα αὐτοῦ καὶ ἐπὶ τὰ τέκνα ἡμ̣ ῶν». Σταυρώσαντες γὰρ τὸν Σωτῆρα ἀπώσθησαν καὶ τέλ̣ ος ἔσχεν ἡ κατὰ σκιὰν καὶ γράμμα λατρεία, ὡς Θεὸν λέγειν π̣ ρὸς αὐτούς· «Οὐκ ἔστιν θέλημά μου ἐν ὑμῖν, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν, ὅτι ἀπὸ ἀνατολῶν καὶ δυσμῶν θυμίαμα προσάγεται τῷ ὀνόματί μου ἐν παντὶ τόπῳ, καὶ θυσία καθαρά.» Τί δὲ τὸ θυμίαμα καὶ ἡ καθαρὰ θυσία ἐν παντὶ τόπῳ προσαγόμενα ὑπὲρ τοῦ δοξασθῆναι τὸν Θεόν, ὁ μελοποιὸς διαφ̣ α̣ ίνει πρὸς τὸν μέγαν βασιλέα φάσκων· «Κατευθυνθήτω̣ ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή.» Πάλαι μὲν γὰρ ὅτε ἡ σκιώδης λατρεία χῶραν εἶχεν, ἐν Ἱεροσολύμοις ἦν «ὁ τόπος ὅπ̣ ο̣ υ προσκυνεῖν ἔδει», καὶ προσευχὴν ἀναπέμπειν, καὶ θυσίαν ἱερουργεῖν. Ἐπιλάμψαντος δὲ νῦν το̣ υ῀̣ ἀλ̣ ηθινοῦ φ̣ ω̣ τὸς καὶ φωτίσαντος τὸν σύμπαντα κόσμον, ἐν παντὶ τόπῳ τὸ ἑρμηνευθὲν θυμίαμα προσάγεται καὶ ἡ ἁρμόνιος αὐτῷ θυσία, προσευκτηρίων παντ̣ α̣ χοῦ γῆς διὰ σπουδῆς θείας ἐγηγερμένων, ἵνα δοξάζηται τ̣ ὸ ὄνομα τοῦ Θεοῦ ἐν πᾶσι τοῖς ἔθνεσιν τοῖς ἀνατολικοῖς καὶ δυσμικοῖς. Κατὰ διάνοιαν ἄλλην, δοξάζουσιν τὸν Θεὸν οἷς ὁ ἥλιος τῆς δικαιοσύνης ἀνέτειλεν, καὶ οἷς ἔδυ τὸ φῶς τῶν ἀσεβῶν περὶ οὗ ἐν Παροιμίαις φέρεται· «Φῶς ἀσεβῶν σβεσθήσεται.» Ὅταν δὲ τοῦθ' ὑπαρχθῇ, ἀνασῴζει τὸν λαὸν αὐτοῦ Κύριος παντοκράτωρ ἀπὸ τῆς τῶν ἀνατολῶν γῆς καὶ τῆς τω῀̣ ν δυσμῶν, ἵν' εἰσαγάγῃ τὰ ἔθνη, οὐκ ἐῶν αὐτὰ μένειν ἔξω κατὰ τοὺς ὄχλους τοὺς ἐν παραβολαῖς ἀκούοντας τὸν λόγον τέλειον, ἵν' εἰσελθόντα εἰς τὴν μυστικὴν καὶ πνευματικὴν αὐλὴν τοῦ Ἰησοῦ, ἀκροαταὶ γένωνται τῆς σαφηνείας καὶ ἐπιγνώσεως τῶν παραβολῶν, λέγοντος τοῦ μυσταγωγοῦ· «Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν.» Ὥσπερ δὲ ἔξω τις ὑπάρχων οὐ τόπῳ ἀλλὰ διαθέσει ἐξωτερικῶν ἀκου´̣ ει λόγων, ὡσαύτως καὶ ὁ τῆς παλαιᾶς διαθήκης κατὰ γράμμα καὶ σκιὰν ἀκροατὴς ὑπαίτιός ἐστιν· λέγεται γὰρ περὶ τῶν τοιούτων κεκαλυμμένως τοῦ νόμου ἀκουόντων· «Ἀνέγνωσαν ἔξω νόμον, καὶ ἐπεκαλέσαντο ὁμολογίας», οὐκ ἔξω ἀναγινώσκοντες τὴν διδασκαλίαν τοῦ ζωοπο̣ ιοῦντος Πνεύματος προσηκαμένου. Ὑπῆρκται δὲ τοῦτο ἀναπεμφθείσης εὐχῆς ὧδε ἐχούσης· «Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσιά σου ἐκ τοῦ νόμου σου.» Τοῦτο ὃ ἀξιοῖ περιαιρεθῆναι κάλυμμα, ἀσάφεια τῶν ἀναγνωσμάτων ἐστὶν καὶ ἄγνοια̣ τῇ νοήσει ἐπικειμένη τοῦ ἐντυγχάνοντος ὡς οὐ προσ̣ ῆκεν. Ἔστιν γὰρ περὶ τούτων ἐπιστημονικῶς μ̣ α̣ θεῖν πρὸς τοῦ γράφοντος Ἀποστόλου· «Ἄχρ̣ ι γὰρ τῆς σήμερον ἡμέρας̣, ἡνίκα ἂν ἀναγινώσκηται Μωϋσῆς, κάλυμμα ἐπὶ τῇ ἀναγνώσει κεῖται. Ἡνίκα δ' ἂν ἐπιστρέψ̣ ει πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα· ὁ δὲ Κύριος τὸ πνεῦμά ἐστιν.» Τί δὲ ὑπάρξεται, χαριζομένου Θεοῦ, ὅταν εἰσ̣ αχ̣ θῇ τὰ ἔθνη τῷ εἰρημένῳ τρόπῳ, ἢ ἐν τῇ Ἰερουσαλὴμ κατασκηνῶσαι τὸν Κύριον, πληρουμένου τοῦ ἐν αὐτῇ ναοῦ τῆς δόξης Κυρίου Θεοῦ παντοκράτορος ἐν ἀληθείᾳ καὶ ἐν δικαιοσύνῃ· οὐ μόνον γὰρ ἐνταῦθα σὺν τῇ ἀληθείᾳ, ἀλλὰ καὶ ε᾿̣ ν̣ ἑτέραις γραφαῖς ἡ δικαιοσύνη μνημονεύεται· ἐν γοῦν τεσσερεσκαιδεκάτῳ Ψαλμῷ «ὃ πορευόμενος ἄμω̣ μ̣ ος ἐργάζεσθαι δικαιοσύνην» εἴρηται «καὶ λαλεῖν ἀλήθειαν̣ ἐν κα̣ ρ̣ δίᾳ αὐτοῦ». Καὶ ἐν ἄλλῳ Ψαλμῷ· «Ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη
q.73
καὶ εἰρήνη κατεφίλησαν· ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλεν, δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ δ̣ ιέκυψεν.» Καὶ σκόπει εἰ ἡ ἀλήθεια τὴν μυστικὴν καὶ ἀνηγμένην θεωρίαν τῶν τῆς εὐσεβείας δογμάτων δηλοῖ, τῆς ἠθικῆς καὶ πρακτικῆς ἀρετῆς δικαιοσύνης καλουμένης, κατὰ τὸ λεχθὲν περὶ αὐτῆς τοῖς σωτηρίας πόθον ἔχουσιν· «Δικαιοσύνην μάθετε ποιεῖν, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς.» Τί δὲ παρέπεται ταῖς μνημονευθείσαις ἀρεταῖς θεωρητέον. Τῇ ἀληθείᾳ ἔλεος συναντᾷ, «ἡ δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν.» Ἐπεὶ γὰρ μεγάλη τίς ἐστιν καὶ ἀνηγμένη ἡ Θεοῦ ἀλήθεια, χρεία ἐστὶν ἐλεηθῆναι πρὸς τοῦ Θεοῦ ὄντος πηγῆς ἀγαθότητος, ἵνα ἀνθρώποις ὑπαρχθῇ. Ἀλλὰ καὶ ἡ δικαιοσύνη, λύουσα πᾶσαν ἀδικίαν, μητέρα πάσης στάσεως καὶ παντὸς πολέμου, εἰρήνην καὶ συμφωνίαν ἐπικηρυκεύεται. Εἴρηκέ τις καὶ τῶν παρὰ ἀνθρώποις σοφῶν συμφωνίαν πρὸς ἑαυτὰς ἔχειν τὴν εἰρήνην καὶ δικαιοσύνην· πάντων γὰρ δικαίως τὸ δίκαιον διωκόντων, εἰ οὕτω τύχοι̣, πᾶσα στάσις καὶ ἔχθρα ἐκποδὼν οἰχήσεται, ὡς αὖ εἰρήνης ἐπικρατούσης, ἰσότης καὶ δικαιοσύνη βασιλεύει. Τούτων ὧδε ἐχόντων, ὁ παντοκράτωρ Κύριος τῆς ἀληθείας καὶ δικαιοσύνης ἐστίν. Εἴρηται γοῦν ἐν τριακοστῷ Ψαλμῷ, ὑπὸ τοῦ ἐλπίδα τὸν Κύριον ἔχοντος κατὰ τὴν τῆς ᾠδῆς ἀρχήν· «Ἐλυτρώσω με, Κύριε ὁ Θεὸς τῆς ἀληθείας»· καὶ ἐν τετάρτῳ Ψαλμῷ· «Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσάς μου, ὁ Θεὸς τῆς δικαιοσύνης μου.» Ἁρμονίως τῷ εἶναι τῆς ἀληθείας Θεόν, καὶ τῆς γνώσεώς ἐστιν, ὡς ἡ μακαρία μήτηρ τοῦ ἁγίου Σαμουὴλ εἶπεν· «Μὴ ἐξελθάτω μεγαλορημοσύνη ἐκ τοῦ στόματος ὑμῶν, ὅτι Θεὸς γνώσεως Κύριος.» Ὅταν σπουδάσωμεν διὰ ἀγαθῶν ἔργω̣ ν καὶ ἀληθοῦς καὶ εὐσεβοῦς γνώσεως Θεοῦ χρηματίσαι λαός̣, τὸ τηνίκαδε καὶ αὐτὸς ἡμῶν ἔσται Θεός, οἰκειούμενος ἡμῖν ἐν ἀληθείᾳ καὶ ἐν δικαιοσύνῃ. Zach. VIII, 9: Τάδε λέγει Κύριος παντοκράτω̣ ρ· Κα̣ τισχυέτωσαν αἱ χεῖρες ὑμῶν τῶν ἀκουόντων ἐν ταῖς ἡμέραις ταύταις τοὺς λόγους τούτους ἐκ στόματος τῶν προφητῶν, ἀφ' ἧς ἡμέρας τεθεμελίωται ὁ οἶκος Κυρίου παντοκράτορος, καὶ ὁ ναὸς ἀφ' οὗ ᾠκοδόμηται. Ὁ παντοκράτωρ Κύριος προστάττει κατισχύειν τὰς χεῖρας τοῦ ἀνακειμένου Κυρίῳ παντοκράτορι λαοῦ, κατὰ τοὺς λόγους Κυρίου Θεοῦ παντοκράτορος ἀφ' οὗ ὁ οἶκος αὐτοῦ τεθεμελίωται, κατὰ τὰς ἔμπροσθεν ἡμέρας, ἀφ' οὗ ὁ ναὸς ᾠκοδόμηται. Κατισχύουσι δὲ αἱ σὺν εὐσεβείᾳ καὶ ὁσιότητι τῆς ἀληθείας, κατὰ τοὺς λόγους τῶν λεχθέντων ἀπὸ στόματος τῶν προφητῶν, ἀφ' οὗ ὁ οἶκος Κυρίου τεθεμελίωται, καὶ ὁ ναὸς ὁ ἅγιος ᾠκοδόμηται. Κατισχύουσι δὲ χεῖρες ἐν λόγοις ὅταν εἰς ἔργα μεταβάλωσιν τὰ ἠθικὰ μαθήματα. Τότε γὰρ τότε αἱ δραστήριοι χεῖρες τῆς ψυχῆς εἰς ἐνέργειαν μεταβάλλουσιν, ὅταν συνυφῆ τυγχάνῃ τοῖς λόγοις τὰ σὺν ἀρετῇ ἔργα, τῶν ἀκουόντων οὐκ ἀκροατῶν μόνου νόμου ὄντων ἀλλὰ καὶ ποιητῶν ἔργου. Πότε δὲ ταῦτα γνησίως καὶ θεοσεβῶς σπουδάζεται, ἢ ὅτε ὁ τοῦ Θεοῦ λαὸς σὺν λόγῳ τῆς εὐσεβείας πράττει καὶ διανοεῖται, τοῦ θείου οἴκου θεμελιουμένου καὶ οἰκοδομουμένου τοῦ ναοῦ κατὰ τὰς ἔμπροσθεν ἡμέρας. Θεμελιοῦται δὲ ὁ τοῦ Κυρίου οἶκος καὶ ὁ ναὸς οἰκοδομεῖται, πληρουμένου τοῦ ἐν Παροιμίαις εἰρημένου οὕτως· «Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισεν στύλους ἕπτα.» Περὶ τούτου τοῦ οἴκου καὶ ναοῦ ὁ ἐνανθρωπήσας Κύριος λέγει τῷ Πατρί· «Σῶμα δὲ κατηρτίσω μοι.» Τοῦ οὕτω λεχθέντος οἴκου θεμελίους ἐσχηκότος οἷα ναοῦ ἁγίου οἰκοδομηθέντος, αἱ χεῖρες, τοῦτ' ἔστιν αἱ πρακτικαὶ δυνάμεις, κατισχ̣ ύουσιν κατὰ τὰς ἔμπροσθεν φωτε̣ ινὰς θεωρίας, ἡμέρας καλουμένας. Ἐπίστησον εἰ οἶκος τεθεμελιωμένος καὶ ναὸς ᾠκοδομημένος τυγχάνει ἡ ἔνδοξος Ἐκκλησία, περὶ ἧς ἐπιστέλλει ὁ Ἀπόστολος Τιμοθέῳ τῷ ἑαυτοῦ μαθητῇ· «Ἐὰν δὲ βραδύνω, ἵν' εἰδῇς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας.» Ταύτην ὑποβάλλει τὴν νόησιν καὶ ἡ προφητικὴ τοῦ Ἠσαΐου φωνὴ ὧδε
q.74
ἔχουσα· «Ὁ λέγων Ἰερουσαλήμ· Οἰκοδομηθήσει καὶ τὸν οἶκον τὸν ἅγιόν μου θεμελιώσω.» Πότε δὲ τοῦθ' ὑπάρξεται, ἢ ὅταν πάντες οἱ προσηκάμενοι τὸ εὐαγγέλιον διὰ τελείας πίστεως καὶ ἀρετῆς «ἐποικοδομηθῶσιν ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ, εἰς ναὸν ἅγιον ἐν Κυρίῳ, εἰς κατοικητήριον» τῆς Τριάδος; Πρὸς τοῖς τεθεωρημένοις, καὶ ἕκαστος τῶν θεοσεβῶν οἶκος θεμελιοῦται καὶ ναὸς οἰκοδομεῖται, κατὰ τὴν Χριστοῦ μαρτυρίαν φάσκοντος· «Ἐάν τις ἀγαπᾷ με, τὸν λόγον τὸν ἐμὸν τηρήσει, καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτόν, καὶ ἐλευσόμεθα», ἐγὼ καὶ ὁ Πατήρ μου, «καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα.» Κατισχύουσιν αἱ χεῖρες τῶν Χριστοῦ μαθητῶν, πραττόντων ἃ διαγορεύει τὸ εὐαγγέλιον, πληρώσαντος τοῦ Σωτῆρος τὸν νόμον καὶ τοὺς προφήτας, ἀφ' οὗ τεθεμελίωται ὁ οἶκος καὶ ὁ ναὸς ᾠκοδομήθη, ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐπὶ τὴν ἁγιωτάτην παρθένον Μαριάμ, τῆς τοῦ ὑψίστου δυνάμεως ἐπισκιασάσης αὐτήν. Τότε γὰρ ἀληθῶς ἐπληρώθησαν τῶν ἔμπροσθεν προφητῶν οἱ λόγοι, ἐκβάσεως τετυχηκότων τῶν προθεσπισθέντων. Πῶς γὰρ ου᾿̣ κ̣ ἰσχύουσιν αἱ χεῖρες τῶν ἀκουόντων τῶν προφητ̣ ῶν τῶν̣ λόγων, ὅταν τεχθῇ ἐκ τῆς παρθένου οὗ τὸ ὄνομ̣ α κ̣ εκλήσεται «μεθ' ἡμῶν ὁ Θεός»· ὅταν γὰρ μεθ' ἡμῶν ὁ Κύριος̣ γένηται, τὸ τηνικαῦτα αἱ χεῖρες ἡμῶν κατισχύουσιν ω῾̣ ς ὑμνοῦντας ἀναβοῆσαι· «Κύριος τῶν δυνάμεων μεθ' ἡμῶν, ἀντιλήμπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ.» Ἀντιλαβομένου γὰρ τοῦ πτερνίζοντος τὴν κακίαν, τοῦτ' ἔστιν τοῦ Ἰακώβ, Θεοῦ παντοκράτορος ἰσχὺν ὑπερφυῆ κεκτημένοι, ἐπινικίως βοήσωμεν· «Μεθ' ἡμῶν ὁ Θεός. Γνῶτε, ἔθνη, καὶ ἡττᾶσθε, ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς. Ἐὰν γὰρ ἰσχύσητε, πάλιν ἡττηθήσεσθε, καὶ λόγον ὃν ἐὰν λαλήσητε, οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν, ὅτι μεθ' ἡμῶν Κύριος ὁ Θεός.» Πότε δὲ ταῦτ' ἔσται τὰ κατορθώματα, ἢ ὅτε κατισχύουσιν αἱ χεῖρες ἡμῶν, τοῦ οἴκου θεμελιωθέντος, καὶ τοῦ ναοῦ οἰκοδομηθέντος, κατὰ πάσας τὰς ἀποδοθείσας ἑρμηνείας τοῦ ἐκκειμένου προφητικοῦ ῥητοῦ. Zach. VIII, 10: Διότι πρὸ τῶν ἡμερῶν ἐκείνων ὁ μισθὸς τῶν ἀνθρώπων οὐκ ἔσται εἰς ὄνησιν, καὶ ὁ μισθὸς τῶν κτηνῶν οὐχ ὑπάρχει, καὶ τῷ ἐκπορευομένῳ καὶ τῷ εἰσπορευομένῳ οὐκ ἔσται εἰρήνη ἀπὸ τῆς θλίψεως· καὶ ἐξαποστελῶ πάντας τοὺς ἀνθρώπους ἕκαστον πρὸς τὸν πλησίον αὐτοῦ. Πολλὰ προαναφωνήσας περὶ τῆς ἐσομένης ἐνδόξου ἀποκαταστάσεως τῷ εὐεργετουμένῳ λαῷ καὶ τῆς ἐγέρσεως τῆς ἁγίας Ἰερουσαλήμ, θεμελιουμένου ἐπ' αὐτῆς τοῦ ἁγίου οἴκου καὶ τοῦ ναοῦ οἰκοδομουμένου ἐπ' ὠφελείᾳ καὶ εὐθυμίᾳ τοῦ λαοῦ, οὗ αἱ χεῖρες κατισχύουσιν ἐν τοῖς προφητικοῖς λόγοις, πρὸ τῶν ἡμερῶν τῆς ὑποσχέσεως, ὅτε ἠρήμωτο ἡ πόλις, κρατούντων τῶν αἰχμαλωτισάντων αὐτήν, οὐδαμῶς ὄνησιν εἶχεν ὁ μισθὸς τῶν ἀνθρώπων, κενῶς σπουδαζόντων καὶ ἀν̣ η̣ ν̣ ύτως πραττόντων. Πρὸς τῇ τῶν ἀνθρώπων κενοσπουδίᾳ, κα̣ ὶ τῶν κτηνῶν ὁ μισθὸς οὐχ ὑπάρχει, οὐκ ἐπὶ συμφέρον τι ἤτοι σπουδαζόντων ἢ ἀχθοφορούντων, τοῦ μισθοῦ τῶν ἀνθρώπων ὄνησιν ἔχοντος καὶ τοῦ τῶν κτηνῶν ὑπάρχοντος, ὅταν ὁ οἶκος θεμελιῶται καὶ ὁ ναὸς οἰκοδομῆται· τότε γὰρ τότε καὶ τῷ ἐκπορευομένῳ καὶ εἰσπορευομένῳ οὔσης εἰρήνης ἀπὸ τῆς θλίψεως, φημὶ τοῦ ἱδρῶτος καὶ πόνου ἀναντλουμένων ὑπὲρ βελτιώσεως καὶ τέλους τῶν σπουδαζομένων. Οὐδαμῶς οὔσης εἰρήνης ἀπὸ τῆς θλίψεως τῷ εἰσπορευομένῳ καὶ ἐκπορευομένῳ, ἀνηνύτου καὶ ἀνωφελοῦς οὔσης τῆς τῶν ἀνθρώπων καὶ κτηνῶν ἐργασίας, ἔφη· μάταιος ὁ μισθὸς τῶν λογικῶν θνητῶν ζῴων ἔσται καὶ ὁ τῶν κτηνῶν οὐχ ὑπάρξει, ὡς ἐπανίστασθαι τοὺς ἀνθρώπους ἕκαστον ἐπὶ τὸν πλησίον αὐτοῦ, πάσης εὐσταθείας καὶ συμφωνίας πεφυγαδευμένης διὰ θηριωδίαν καὶ ἀγριότητα ὑπάρξασαν ἐκ θυμοῦ καὶ ἀσπόνδου ἔχθρας. Ἔστι πρὸς ἀναγωγήν, ἀνθρώπων διὰ τὸ δοκεῖν λόγῳ χρᾶσθαι μάταια πονούντων καὶ σπουδαζόντων μὴ εἶναι τὸν
q.75
μισθὸν εἰς ὄνησιν, ἀλλὰ καὶ μὴ ὑπάρχοντα τῶν δι' εὐήθειαν κτηνωδεστέρων, ὧν ἀπαγορεύων τὴν ἀλογίαν, εὐήθειάν τε καὶ ἀγριότητα, ὁ λόγος φησίν· «Μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστιν σύνεσις.» Πῶς γὰρ ὑπάρξειν οἷός τ' ἐστὶν ὁ μισθὸς τῶν σύνεσιν οὐκ ἐχόντων, τῶν σὺν ἀλογίᾳ πάντα πραττόντων; Κἄν ποτ' οὖν τινες ἄνθρωποι εἶναι δοκῶσιν, πάντα σὺν κακοτεχνίᾳ δρῶντες, ἀμισθὶ καὶ ἀνηνύτως ἐνεργοῦντες, ὀνήσιμον μισθὸν οὐκ ἔχουσιν, διὰ τὸ «μὴ εἰσέρχεσθαι σοφίαν εἰς τὴν κακότεχνον αὐτῶν ψυχήν, μ̣ ηδὲ κατοικεῖν ἐν τῷ καταχρέῳ ἁμαρτίας σώματι», ὄνησιν μισθοῦ ἔχοντος τοῦ ὑπὲρ ἀρετῆς καὶ εὐσεβείας. Τῇ ἐνεργαζομένῃ γοῦν ψυχῇ «τὴν μένουσαν εἰς αἰώνιον ζωὴν βρῶσιν» καὶ εἰς ἔργα μεταβαλλούσῃ τὰς ἁγίας ε᾿̣ ν̣ τολάς, ὁ «μισθαποδότης» Θεός φησιν· «Ἔστιν μισθὸς τοῖς σοῖς ἔργοις.» Ἰσοδυναμούντως τῇ ἀμείψει ταύτῃ, περὶ τῶν ἀκαταισχύντων ἐργατῶν ὁ ἐν Χριστῷ Ἀπόστολος Παῦλος γράφει· «Ἕκαστος λήμψεται τὸν ἴδιον μισθὸν κατὰ τὸ αὑτοῦ ἔργον.» Ἐπίστησον ἀκριβῶς εἰ μόνα τὰ διδόμενα ὑπὲρ ἐπαινετῶν ἔργων μισθὸς καλεῖται, τῶν ἐφ' ἁμαρτίαις προτινομένων κολάσεων, ἀλλ' οὐ μισθῶν, ὀνομαζομένων. Τί δ' ἕψεται τοῦ μισθοῦ τῶν ἀνθρώπων εἰς ὄνησιν οὐκ ὄντος καὶ τοῦ μισθοῦ τῶν κτηνῶν οὐχ ὑπάρχοντος, ἢ ἀπὸ θλίψεως εἰρήνην μὴ εἶναι ἀπὸ τοῦ ἐκπορευομένου καὶ εἰσπορευομένου, τῶν ἀνθρώπων ἀποστελλομένων πρὸς τοῦ εἰρηνικῶς βασιλεύοντος «ἕκαστον ἐπὶ τὸν πλησίον αὐτοῦ» κατ' ἀλλήλων ἀεὶ φονώντων καὶ ταραττομένων. Τὴν τοιαύτην ἀγρίαν κατάστασιν ὑπογράφων, ὁ ὑμνῳδὸς ἐν Ψαλμῷ ἑνδεκάτῳ φησίν· «Μάταια ἐλάλησεν ἕκαστος ἐν τῇ καρδίᾳ αὐτοῦ, χείλη δόλια ἐν καρδίᾳ καὶ ἐν καρδίᾳ αὐτῶν ἐλάλησαν.» Ἰσοδυναμούντως καὶ ὁ Ἰερεμίας περὶ τῶν οὕτως ἐπικειμένων κατ' ἀλλήλων λέγει· «Μὴ καταπιστεύετε ἐν φίλοις, καὶ ἐπ' ἀδελφοῖς μὴ πεποίθατε, ὅτι πᾶς ἀδελφὸς πτέρνῃ πτερνιεῖ καὶ πᾶς φίλος δολίως πορεύσεται· ἀλήθειαν οὐ μὴ λαλήσουσιν, μεμάθηκεν γλῶσσα αὐτῶν λαλεῖν ψεύδη.» Περὶ τῶν τοιούτων καὶ ὁ ἱεροψάλτης Δαυὶδ βοᾷ· «Ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν, καὶ ἐπ' ὀργῇ λόγους διαλογίζονται.» Καὶ ὁ προφήτης πάλιν λέγει· «Τῷ πλησίον αὐτοῦ λαλεῖ εἰρηνικά, καὶ ἐν ἑαυτῷ ἔχει τὴν ἔχθραν», ὁ δολερὸς καὶ ἀπατηλὸς δηλονότι. Τῶν οὕτω σπουδαζόντων καὶ «τὰ τῆς σαρκὸς ἔργα» πραττόντων, κἂν ἄνθρωποι δοκῶσιν εἶναι, ὁ μισθὸς εἰς ὄνησιν οὐκ ἔσται οὐδ' ὁ τῶν κτηνωδεστέρων ὑπάρξει. Κτήνη ἐν τούτοις ἐκλημπτέον τοὺς φιληδόνους καὶ φιλοπαθεῖς, ἀνθρώπους δὲ τοὺς πρεσβεύοντας τὴν ψευδώνυμον γνῶσιν καὶ «τὴν σοφίαν τούτου τοῦ αἰῶνος καὶ τῶν ἀρχόντων αὐτοῦ», ὀνήσιμον μισθὸν οὐκ ἔχουσαν τῷ καταργεῖσθαι καὶ μὴ μένειν μετὰ τὸν αἰῶνα τοῦτον καὶ τὴν κατ' αὐτὸν ζωήν. Φανέντος γὰρ κατὰ τὸν μέλλοντα αἰῶνα τοῦ φωτὸς τοῦ ἀληθινοῦ, λυθήσεται πᾶσα ἀπάτην ἔχουσα σοφιστεία καὶ ἄλογος ἡδονή, ὥστε μηκέτι τὸν μέχρι τοῦ δοκεῖν ὄντα μισθὸν αὐτῶν ὄνησιν ἔχειν ἢ ὑπάρχειν, τοῦ ἐκπορευομένου καὶ εἰσπορευομένου οὐδαμῶς εἰρήνην ἔχοντος ἀπὸ τῆς καταπονησάσης θλίψεως, ἑκάστου ἀνθρώπου ἀποσταλέντος κατὰ τοῦ πλησίον, ὥστε πορθεῖν καὶ κακοῦν αὐτόν. Zach. VIII, 11® 12: Καὶ νῦν οὐ κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν ἐγὼ ποιῶ τοῖς καταλοίποις τοῦ λαοῦ τούτου, λέγει Κύριος παντοκράτωρ, ἀλλ' ἢ δείξω εἰρήνην· ἡ ἄμπελος δώσει τὸν καρπὸν αὐτῆς καὶ ἡ γῆ δώσει τὰ γενήματα αὐτῆς καὶ ὁ οὐρανὸς δώσει τὴν δρόσον αὐτοῦ, καὶ κατακληρονομήσω τοῖς καταλοίποις τοῦ λαοῦ μου πάντα ταῦτα. Ῥέψας εἰς εὐεργεσίαν, ὁ πάντων ἀγαθῶν αἴτιος ἐπαγγέλλεται μηκέτι ποιήσειν τοῖς ὑπολειφθεῖσιν τοῦ λαοῦ κατὰ τὰς πρότερον ἡμέρας, ὅτε ἐκράτουν οἱ ἐχθροί, περιγενάμενοι ὧν ἐξῃχμαλώτισαν· εἰρήνην χαριζόμενος, ἔφη, εὐετηρία καὶ εὐθηνία ἔσται, τῶν οἰνοφόρων φυτῶν καρπὸν πολὺ φερόντων, καὶ τῆς γῆς γενήματα ει᾿̣ ς π̣ λῆθος καρποφορούσης, δρόσον τοῦ οὐρανοῦ διδόντος, ἅπ̣ ερ πάντα κληρονομήσει ὁ
q.76
Θεὸς τοῖς καταλοίποις τοῦ λαοῦ τούτου. Ὡς πρὸς ῥητόν, ἐπήγγελται τὰ προκείμενα τῷ καιρῷ τῆς ἐπιστροφῆς τῶν αἰχμαλώτων, καθ' ὃν οἱ εὖ παθόντες, ε̣ υ᾿̣ χ̣ αριστοῦντες εἶπον· «Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιών, ἐγενήθημεν ὡς παρακεκλημένοι», ὅτε οὐκέτι ποιεῖ Θεὸς τοῖς καταλοίποις τοῦ ἐκλεκτοῦ λαοῦ κατὰ τὰς ἔμπροσθεν ἡμέρας, ὅτε ἠρήμωτο ἡ Ἰερουσαλήμ, λοιπὸν εἰρήνην Θεοῦ παρέχοντος, καθ' ἣν ἀνέπεμψαν προσευχὴν φάσκοντες· «Κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν.» Ὑπῆρκται δὲ τὰ τῆς λαμπρᾶς ἀποκαταστάσεως νοητῶς ὅτε ἐλήλυθεν ὁ λέγων· «Πνεῦμα Κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέν με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν.» Τὰ αὐτὰ ἐπαγγέλλεται καὶ ἐν Ἀμὼς τῷ προφήτῃ φάσκων· «Ἐπιστρέψω αἰχμαλωσίαν λαοῦ μου Ἰσραὴλ καὶ οἰκοδομήσουσιν τὰς πόλεις τὰς ἠφανισμένας καὶ καταφυτεύσω αὐτούς.» Τούτων τῶν χαρίτων καὶ δωρεῶν θείων δοθεισῶν ὑπὸ τοῦ μεγαλοδώρου, εἰρήνη ἔσται, ἀνατείλασα μετὰ δικαιοσύνης, ἐν ταῖς ἡμέραις τῆς ἐπιδημίας τοῦ λαβόντος παρὰ Θεοῦ τὸ κρίμα βασιλέως, περὶ οὗ εἴρηται· «Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνην καὶ πλῆθος εἰρήνης», ὡς μὴ εἶναι ὅριον τῆς εἰρήνης αὐτοῦ, τῷ μὴ ἑνὸς ἔθνους ἀλλὰ πάντων τῶν ἐθνῶν καὶ τῆς οἰκουμένης πάσης βασιλευομένων ὑπ' αὐτοῦ, εἰρηκότος πρὸς τοὺς γνωρίμους καὶ ὑπ' αὐτῷ στρατεύεσθαι βουλομένους· «Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν», ἔφη, πολλῆς ἀταραξίας ἐπικρατούσης, καὶ μη`̣ κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν ποιῶν τοῖς καταλοίποις τοῦ Ἰσραήλ, παρασκευάσει ὑπερβάλλουσαν εὐκαρπίαν, διδούσης τῆς ἀμπέλου τὸν καρπὸν αὐτῆς καὶ τῆς γῆς τὰ οἰκεῖα γενήματα, καὶ τοῦ οὐρανοῦ τὴν κατάλληλον δρόσον. Ἄμπελος δὲ οἰστικὴ τοῦ ἰδίου καρποῦ ἡ πνευματικὴ θεωρία τῆς ἀληθείας ἐστίν, καὶ ἡ κατ' αὐτὴν πεποιωμένη λογικὴ οὐσία, ἐκπεφυκυῖα ἐκ τῆς ἀμπέλου τῆς ἀληθινῆς μετουσίας τρόπῳ. Περὶ ταύτης τῆς ἀγωγῆς, ἐν Εὐαγγελίῳ εἶπεν ὁ Σωτήρ· «Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα· πᾶν κλῆμα μένον ἐν ἐμοί, καθαίρει αὐτὸ ὁ Πατήρ, ἵνα πλείονα καρπὸν φέρῃ.» Περὶ τούτων τῶν κλημάτων ἀρχὴν καρποφορίας ἐχόντων ἐν τῷ Ἄισματι τῶν Ἀισμάτων γέγραπται· «Αἱ ἄμπελοι ἡμῶν κυπρίζουσιν, ἔδωκαν ὀσμήν.» Προκόψας δ' ὁ καρπὸς καὶ ἐλθὼν εἰς τελειότητα τρυγᾶται, καὶ εἰς ληνὸν βληθεὶς ἐκθλίβεται, καὶ γίνεται πόμα εὐφραῖνον τὴν καρδίαν τοῦ πιόντος, κατὰ τὸ ἐν Ψαλμοῖς εἰρημένον· «Οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.» Περὶ τῆς πνευματικῆς τρυγῆς, ὑπερλήνιοι ᾠδαὶ ἀνεγράφησαν, οἷαί εἰσιν ἡ ὀγδόη, καὶ ὀγδοηκοστή, καὶ τρίτη καὶ ὀγδοηκοστή· οὗτοι γὰρ μόνοι οἱ τρεῖς Ψαλμοὶ ἀπὸ τῶν ἑκατὸν πεντήκοντα «ὑπὲρ τῶν ληνῶν» ἐπεγράφησαν. Ἁρμονίως κατ' ἀναγωγὴν τῇ δούσῃ ἀμπέλῳ τὸν καρπὸν αὐτῆς καὶ ἡ γῆ δώσει τὰ γενήματα αὐτῆς, τελεσφορήσασα ὃν ἔβαλεν Ἰησοῦς ἐπ' αὐτὴν σπόρον, ὡς δοῦναι ἑκατόν, ἑξήκοντα, τριάκοντα, κατὰ τὴν ἑρμηνείαν τῆς παραβολῆς τὴν γὰρ καλὴν καὶ εὐθύτητα καρδίαν ἔχουσαν, ἀγαθὴν γῆν ἡρμήνευσεν ὁ Σωτήρ. Δίδοται δὲ ταῦτα τὰ γενήματα τῆς γῆς τῷ σπείραντι ἐν δάκρυσιν, τοῦτ' ἔστιν σὺν ἱδρῶτι καὶ πόνῳ, τὰ θεῖα σπέρματα, ἵνα θερίσῃ αὐτὰ ἐν ἀγαλλιάσει. Περὶ γὰρ τούτων τῶν σπειρόντων, οὐκ αἰσθητῶς τοῦτο ποιούντων ἀλλὰ νοητῶς, ἔν τινι ᾠδῇ τῶν ἀναβαθμῶν φέρεται· «Οἱ σπείροντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θεριοῦσιν· πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον, αἴροντες τὰ σπέρματα αὐτῶν· ἐρχόμενοι ἥξουσιν ἐν ἀγαλλιάσει, αἴροντες τὰ δράγματα αὐτῶν.» Περὶ τῆς τοιαύτης εὐθηνίας, πνευματικῆς οὔσης, καὶ ἐν Ὠσῆε τῷ προφήτῃ ὁ θεῖος προστάττει λόγος· «Σπείρατε ἑαυτοῖς εἰς δικαιοσύνην, τρυγήσατε εἰς καρπὸν ζωῆς, φωτίσατε ἑαυτοῖς φῶς γνώσεως, ἐκζητήσατε τὸν Κύριον ἕως τοῦ ἐλθεῖν γενήματα δικαιοσύνης.» Δίδωσιν ἡ ἀποδοθεῖσα ἄμπελος τὸν
q.77
ἐδώδιμον καὶ εὐφραίνοντα καρπὸν καὶ τὰ γενήματα ἑαυτῆς ἡ ἀγαθὴ γῆ, τοῦ οὐρανοῦ δεδωκότος τὴν δρόσον αὐτοῦ. Νοήσομεν δὲ τίς ἡ δρόσος αὕτη, γνόντες τίς ὁ διδοὺς αὐτὴν οὐρανός, οὐχ ἕτερος ὢν τάχα τοῦ φοροῦντος ἀνθρώπου «τὴν εἰκόνα τοῦ ἐπουρανίου», ἔχοντος «ἐν οὐρανῷ τὸ πολίτευμα». Περὶ πάντων τῶν μεμορφωμένων κατὰ τὸν ἐπουράνιον Σωτῆρα, πληθυντικῶς λέγεται ἐν ὀκτωκαιδεκάτῳ Ψαλμῷ· «Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.» Περὶ τούτων καὶ ἐν ᾠδῇ μεγάλῃ ἐν Δευτερονομίῳ γέγραπται· «Εὐφράνθητε, οἱ οὐρανοί, ἅμα αὐτῷ», τῷ Σωτῆρι δηλονότι. Πῶς γὰρ οὐχ ἅμα αὐτῷ γεγήθασιν καὶ ἀγαλλιῶνται, μορφωθέντες κατ' αὐτόν, κατὰ τὴν παίδευσιν τοῦ ἱεροῦ Ἀποστόλου Παύλου, ὅπου μὲν γράφοντος περὶ τω῀̣ ν πιστῶς καὶ γνησίως θεοσεβούντων· «Οὓς προέγνω και`̣ π̣ ρ̣ οώρισεν συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ»· ὅπου δέ· «Φορέσωμεν τὴν εἰκόνα τοῦ ἐπουρανίου.» Τοὺς οὕτω διαπρέψαντας ἐν ἠθικῇ ἀρετῇ καὶ διανοητικῇ, «κατηρτισμένους τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ», ἕνα οὐρανὸν κατὰ συμφωνίαν ῥητέον, διδόντα πνευματικὴν δρόσον. Ἀλλὰ καὶ ἕκαστος τῶν τοιούτων δίδωσιν τὴν ἰδίαν δρόσον, παραπλησίως τῷ λέγοντι ἱεροφάντῃ Μωϋσεῖ· «Προσδοκάσθω ὡς ὑετὸς ἀπόφθεγμά μου, καὶ καταβήτω ὡς δρόσος τὰ ῥήματά μου.» Ὅμως εἰ καὶ ὑπὸ τῶν ἑρμηνευθέντων οὐρανῶν δίδοται, ἀλλ' οὖν ὑπὸ τοῦ δεσπότου τῶν οὐρανῶν προηγουμένως χορηγεῖται, κατὰ τὴν Ἠσαίου θείαν φωνὴν ὧδε ἔχουσαν· «Ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ εὐφρανθήσονται οἱ ἐν τῇ γῇ· ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἔσται.» Καὶ ἐπεὶ περὶ τῆς νοητῆς δρόσου ἰατικῆς οὔσης εὐφραίνονται οἱ ἐν τῇ γῇ τυχόντες αὐτῆς, καὶ τοὺς ἀνισταμένους νεκροὺς καὶ ἐκ τῶν μνημείων ἐξερχομένους μεθέξειν αὐτῆς ῥητέον, τότε μάλιστα ὅτε ἐλθόντος τοῦ τελείου καθ' ὃ προσβάλλει τις πρόσωπον πρὸς πρόσωπον τῇ ἀληθείᾳ, τὸ ἐκ μέρους καὶ δι' ἐσόπτρου θεωρεῖν πεπαύσεται, ἐπικρατήσαντος τοῦ πληρέστατα θεωρηθησομένου. Περὶ τῆς οὕτως ἀποδοθείσης δρόσου ἐκλήμψει καὶ τὴν τοῦ Ἰσαὰκ πρὸς τὸν Ἰακὼβ εὐλογίαν, ἔνθεν ἀρχομένην· «Ἀπὸτῆς δρόσου τοῦ οὐρανοῦ, καὶ τῆς πιότητος τῆς γῆς.» Τὰ ὑπάρξαντα πάντα τῷ λυτρωθέντι λαῷ ἀπὸ τῆς Βαβυλῶνος, Θεοῦ κατακληρονομήσαντος, ἐδόθη. Καὶ ἐπεὶ παθητικῶς τὸ κατακληρονομήσειν τὸν Θεὸν τοῖς καταλοίποις τοῦ λαοῦ πάντα εἴρηται, δηλαδὴ τὸν τῆς ἀμπέλου καρπόν, καὶ τῆς γῆς τὰ γενήματα, καὶ τοῦ οὐρανοῦ τὴν δρόσον, ἀμφοτέρως αὐτὸ ἐκλημπτέον, ἐνεργητικῶς τε καὶ παθητικῶς. Ἐνεργητικῶς μὲν οὕτως· εἴρηται μέρις καὶ κληρονομία Θεοῦ ὁ Ἰσραήλ, οὐ δι' ἀλλό τι ἢ διὰ προσούσας ἀρετάς, προαιρετικῶς καὶ ἑκουσίως πραχθείσας τε καὶ θεωρηθείσας. Τῆς αὐτῆς ἔχεται νοήσεως καὶ τό· «Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου», πάντων τῶν ἀνθρώπων κληρονομουμένων τῇ εὐσεβεῖ πίστει καὶ ἔργοις ἀρετῆς ὑπὸ τοῦ Σωτῆρος. Εἰ δὲ πάθος σημαίνοιτο ὑπὸ τοῦ ὑπτίου ῥήματος τοῦ κληρονομήσει, νόησις ἔσται τοιαύτη· ὁ Θεὸς κληρονομήσει τὰ προειρημένα πάντα, διδοὺς αὐτὰ κληρονομίας τρόπῳ τοῖς καταλοίποις τοῦ λαοῦ αὐτοῦ, οὗτοι δ' εἰσὶν οἱ κατὰ τὸν προφήτην Ἠσαίαν λέγοντες· «Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμορρα ὡμοιώθημεν.» Καὶ μεθ' ἕτερα· «Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται.» Ταύτας τὰς προφητικὰς φωνὰς παραλαβών, ὁ Ἀπόστολος ἐπιφέρει αὐταῖς λέγων οὕτω· «Καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ' ἐκλογὴν χάριτος γέγονεν, οὐκ ἐξ ἔργων, ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται χάρις.» Σαφηνισθέντος ὡς οἷόν τε ἡμῖν τοῦ προκειμένου ῥητοῦ, τὰ ἑξῆς ἐκθώμεθα. Zach. VIII, 13® 15: Καὶ
q.78
ἔσται ὃν τρόπον ἦτε ἐν κατάρᾳ ἐν τοῖς ἔθνεσιν, ὁ οἶκος Ἰούδα καὶ ὁ οἶκος Ἰσραήλ, οὕτως διασώσω ὑμᾶς καὶ ἔσεσθε ἐν εὐλογίᾳ· θαρσεῖτε καὶ κατισχύετε ἐν ταῖς καρδίαις ὑμῶν. Διότι τάδε λέγει Κύριος παντοκράτωρ· Ὃν τρόπον διενοήθην τοῦ κακῶσαι ὑμᾶς ἐν τῷ παροργίσαι με τοὺς πατέρας ὑμῶν, λέγει Κύριος παντοκράτωρ, καὶ οὐ μετενόησα, οὕτως παρατέταγμαι κα̣ ι`̣ διανενόημαι ἐν ταῖς ἡμέραις ταύταις τοῦ καλῶς ποιῆσαι τὴν Ἰερουσαλὴμ καὶ τὸν οἶκον Ἰούδα. Τὸ ὑποπεσεῖν ἀνιαροῖς καὶ κατάρᾳ, οὐκ ἄλλοθεν ἢ ἐξ ἁμαρτίας καὶ ἀσεβείας, τῆς εὐλογίας τοῖς δικαίοις θεόθεν διδομένης, δι' ἃ πράττουσιν καὶ φρονοῦσιν ὀρθῶς. Αὐτεξούσιοι γὰρ ὄντες οἱ ἄνθρωποι, ἐλευθέραν τε καὶ αὐτόνομον προαίρεσιν ἔχοντες, παρ' ἑαυτοὺς πράττουσιν ἤτοι τὰ κόλασιν ἢ ἐπαγγελίας θείας ἐπάγοντα. Ἀμέλει γοῦν ᾧπερ τρόπῳ γίνονται ἐν κατάρᾳ, τούτῳ καὶ εὐπαθείᾳ καὶ εὐλογίᾳ. Αὐτίκα γοῦν αὐτὸς ὁ πάντων ἀγαθῶν αἴτιος τῷ Ἰούδᾳ καὶ Ἰσραήλ φησιν· Ἀσεβούντωνκαὶ παρανομούντων τῶν πατερῶν ὑμῶν ὡς παροργίσαι με κατ' αὐτῶν, οὐ μετενόησα, ἀλλ' ἐπήγαγον ἃ εἰκὸς παθεῖν τοὺς παροργίσαντας, οὕτω νῦν παρατέταγμαι καὶ διενοήθην σῶσαι τοὺς τοῦ Ἰούδα καὶ Ἰσραήλ, καὶ οὐ μετενόησα. Ἔστι δὲ τούτων ἐκ τῶν θεοπνεύστων γραφῶν μαρτυρίας παραγαγεῖν. Ἥμαρτόν ποτε καὶ ἠσέβησαν ὑπερβαλλόντως οἱ τὴν Νινευὴν οἰκοῦντες, ὡς τὴν κραυγὴν τῆς κακίας πρὸς τὸν Θεὸν ἀναβῆναι τιμωρίαν ἀπαιτοῦσαν, ὡς τὸν προνοητὴν καὶ κριτὴν τῶν ἁπάντων εἰπεῖν· «Ἔτι τρεῖς ἡμέρας, καὶ Νινευὴ κατασκαφήσεται.» Τοῦτο μαθόντες οἱ ὑπαίτιοι, κηρύξαντος αὐτοῖς Ἰωνᾶ τοῦ προφήτου, καθ' ὑφήγησιν τοῦ ἀπειλήσαντος εἰς μετάνοιαν ἐληλύθασιν, ὥσθ' ὁμολογῆσαι καὶ πρᾶξαι τὰ λύοντα τὴν προλαβοῦσαν κακίαν. Τούτοις μὲν οὖν μεταγνοῦσιν μετενόησεν ὁ προαναφωνήσας τὴν κατ' αὐτῶν κάκωσιν, τὴν αἰτίαν τῆς εὐεργεσίας λαβών, τούτου ἐπὶ Σοδομιτῶν οὐ συμβάντος, διὰ τὸ ἔμμονον τῆς ἀσεβείας καὶ ἁμαρτιῶν αὐτῶν, καίτοι τοῦ ἵλεω Θεοῦ εὑρεῖν βουλομένου ἐξ αὐτῶν ἀφορμὴν εὐποιΐας. Φησὶν γα´̣ ρ· «Κραυγὴ Σοδόμων καὶ Γομόρρων πεπλήθυνται, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα. Καταβὰς οὖν ὄψομαι εἰ κατὰ τὴν κακίαν αὐτῶν τὴν ἀναβᾶσαν πρὸς ἐμὲ συντελοῦνται· εἰ δὲ μή, ἵνα γνῶ», μόνον οὐχὶ λέγων· Ἐκκαλεσαμένης με τῆς κραυγῆς τῶν μεγάλων ἁμαρτημάτων, συγκαταβαίνω ἵν' ἂν εὑρεθῶσιν τὰς μεγάλας ἁμαρτίας ἔτι πράττοντες, συντελεσθῶσιν ὑποπεσόντες τῇ προαναφωνηθείσῃ τιμωρίᾳ, εἰ δὲ εὑρεθεῖεν μετρίως ὑποκείμενοι οἷς ἀσεβῶς ἐφρόνουν καὶ τοῖς ἀπηγορευμένοις ἔργοις, γνῶ αὐτοὺς ὡς ἡμετέρους, κατὰ τὸ γεγραμμένον· «Ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ, καὶ ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα Κυρίου.» Ταύτῃ τῇ διανοίᾳ τὸ τῆς ἐκλογῆς σκεῦος Παῦλος Γαλάταις ἐπιστέλλει· «Ἀλλὰ τότε μὲν οὐκ εἰδότες Θεόν, ἐδουλεύετε τοῖς φύσει μὴ οὖσιν θεοῖς· νῦν δὲ γνόντες Θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ.» Γινώσκει γὰρ τοὺς γνόντας αὐτόν, οὐ τότε ἀρχὴν λαμβάνων τοῦ ἐπίστασθαι αὐτούς, ἀλλὰ τοῦ ἀνακρίνασθαι αὐτοῖς ὡς γινώσκων προγινωσκομένους, οὐδαμῶς πρὸς τοὺς φαύλους ἔτι ἐπιμένοντας τῇ κακίᾳ συμβαίνοντος τούτου. Λέγεται γοῦν ὑπὸ τοῦ Σωτῆρος τοῖς διαμείνασι κακοῖς μέχρι τοῦ καιροῦ τῆς συντελείας τοῦ κόσμου καὶ φανερώσεως τοῦ κριτοῦ τῶν ὅλων, αὐτοῦ δηλονότι ὄντος· «Ἀποχωρεῖτε ἀπ' ἐμοῦ, ἐργάται ἀνομίας· οὐδέποτε ὑμᾶς ἔγνων», τοῦτ' ἔστιν οὐδέποτε πεῖραν ἢ μετοχήν μου ἐσχήκατε, οὐδὲ ἐγὼ ὑμῶν. Εἰ γὰρ τὸ προχείρως γινώσκειν λαμβάνοιτο, ταὐτὸν εἴη τῷ ἐπίστασθαι, πῶς ᾔδει αὐτοὺς ἐργάτας ἀνομίας ὄντας; Διττοῦ τοίνυν τοῦ γινώσκειν καὶ τοῦ μὴ φερ̣ ομένου ἐν ταῖς θεοπνεύστοις γραφαῖς, κατὰ τὸ ἕτερον̣ πάντας ἐπίσταται ὁ καρδιογνώστης Θεὸς τούς τε δικαίους καὶ ἁμαρτωλούς· αὐτίκα γοῦν ὅταν «καθίσῃ ἐπὶ θρόνου δόξης αὐτοῦ» ὁ ἐρχόμενος «κρῖναι» βασιλεὺς
q.79
«ζῶντας καὶ νεκρούς», ἀφορίσει τοὺς δικαίους ἀπὸ τῶν ἁμαρτωλῶν, ἵνα τοὺς μετέχοντας δικαιοσύνης καὶ ὁσιότητος εἰς τὴν βασιλείαν εἰσαγάγῃ ἐπὶ τῷ κληρονομῆσαι αὐτήν, τοὺς δ' ἀδίκους καὶ πονηρούς, μὴ ἀγαπήσαντας τὸν πλησίον ὡς ἑαυτούς, ἀποπέμψῃ εἰς κόλασιν, λέγων· «Πορεύεσθε, οἱ κεκατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.» Κατὰ τὸν τρόπον τοῦ ἐπίστασθαι, λέγει πρός τινας «ὁ τῶν κρυπτῶν γνώστης» καὶ «πάντων τὸν νοῦν ἐπιστάμενος»· «Ἔγνων ὅτι πολλαὶ αἱ ἁμαρτίαι ὑμῶν.» Ὁμοίως καὶ ἐν Εὐαγγελίῳ· «Ὑμεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτοὺς ἔμπροσθεν τῶν ἀνθρώπων, ὁ δὲ Θεὸς γινώσκει τὰς καρδίας ὑμῶν, ὅτι τὸ ἐν ἀνθρώποις ὑψηλόν, βδέλυγμα παρὰ τῷ Θεῷ ἐστιν.» Κατὰ τὴν θεωρίαν ταύτην, ἐκλημπτέον καὶ τὸ συνεχῶς κείμενον ἐν τῷ Εὐαγγελίῳ· «Γνοὺς δὲ ὁ Ἰησοῦς τοὺς διαλογισμοὺς αὐτῶν», φαυλῶν δηλαδὴ τυγχανόντων· πανούργως γὰρ καὶ κακοήθως διακείμενοι, ᾤοντο λανθάνειν «τὸν πάντων τὸν νοῦν ἐπιστάμενον». Ὡς οὖν ἔστιν γινώσκεσθαι κατὰ τὸ ἐπίστασθαι ᾧ τὸ ἀγνοεῖν ἀντίκειται, οὕτω καὶ διὰ πείρας ἔστιν εἰδέναι καὶ μὴ εἰδέναι. Ἐὰν γὰρ γράφῃ Παῦλος περὶ τοῦ Σωτῆρος ὡς «οὐκ ἔγνω ἁμαρτίαν», ἐκλαμβάνομεν τὸ γεγραμμένον ἴσον τῷ· τὸν μὴ πειραθέντα πρακτικῶς ἢ διανοητικῶς ἁμαρτίας. Ἐπιστάμενος αὐτὴν οἵας δυνάμεώς ἐστιν καὶ ποίᾳ προαιρέσει τελουμένη, ἆραι γοῦν αὐτὴν ἐλήλυθεν τοῦ κόσμου. Παρατείνει δὲ ἡ διαφορὰ αὕτη καὶ ἐπὶ τῶν ἀνθρώπων· εἴρηται γοῦν ἐν Ἐκκλησιαστῇ· «Ὁ φυλάσσων ἐντολὴν οὐ γνώσεται ῥῆμα πονηρόν», τοῦτ' ἔστιν οὐ διατεθήσεται κατὰ ῥῆμα πονηρόν, γινωσκομένου τοῦ πονηροῦ ῥήματος κατ' ἐπιστήμην τῷ φυλάττοντι τὴν θείαν ἐντολήν, οὖσ̣ αν Θεοῦ ῥῆμα· ἐπιστήμης γὰρ μιᾶς οὔσης τῶν ἐναντίων, ὁ τὸ ἀγαθὸν ῥῆμα γινώσκων καὶ τὸ ἐναντίον αὐτῷ ἐπίστ̣ α̣ ται. Τὸ διττὸν τοῦ γινώσκειν καὶ περὶ τοῦ Ἀδὰμ ἀπαγγέλλει ἡ γραφή, ὅπου μὲν λέγουσα ἐπίστασθαι αὐτὸν τίς ἡ οὐσία τῆς γυναικός,– ἀποδόντος γὰρ αὐτὴν μετὰ τὴν πλάσιν τοῦ δημιουργήσαντος, ὁ Ἀδὰμ εἶπεν· «Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου· αὕτη κληθήσεται γυνή»·– ὕστερον γνοὺς αὐτὴν κατὰ τὸν τῆς πείρας τρόπον· γέγραπται γάρ· «Ἔγνω Ἀδὰμ Εὕαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκεν τὸν Κάϊν.» Καὶ ἐφ' ἑκάστου δὲ συμβιοῦντος ἀνδρὸς τοῦτο φέρεται, καὶ ἐν τῇ συνήθει ὁμιλίᾳ καὶ τῇ θείᾳ παιδεύσει. Αὐτίκα γοῦν καὶ περὶ τοῦ πατρὸς τοῦ προφήτου Σαμουὴλ γέγραπται· «Ἔγνω δὲ Ἑλκανὰ Ἄνναν τὴν γυναῖκα αὐτοῦ, καὶ συνέλαβεν, καὶ ἔτεκεν τὸν Σαμουήλ.» Κατὰ τοῦτο τὸ σημαινόμενον εἴρηται περὶ τῆς Ῥεβέκκας· «Παρθένος ἦν, ἀνὴρ οὐκ ἔγνω αὐτήν.» Καὶ ἡ ἀπειρόγαμος δὲ παρθένος Μαριάμ, περὶ συλλήμψεως τέκνου ἀκούσασα πρὸς τοῦ μεγάλου ἀγγέλου Γαβριήλ, ἔφη· «Καὶ πόθεν μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;» Οὐκ ἀχρήστως παρεκβεβηκέναι τοῦ προκειμένου προφητικοῦ ἡγούμεθα· ὑπῆρκται γὰρ τοῦτο σαφηνείας ἕνεκα τοῦ ἀσαφῶς εἰρημένου οὕτως· «Καταβὰς οὖν ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην συντελοῦνται· εἰ δὲ μή, ἵνα γνῶ.» Ἔδει γὰρ φανερῶσαι κατὰ ποῖον σημαινόμενον εἴρηται ὑπὸ τοῦ Θεοῦ τό· «Ἵνα γνῶ». Δείξαντες ἐπὶ τίσιν τῶν παροργισάντων διανοηθεὶς ὁ Θεὸς κακῶσαι καὶ ἐπαράτους ἀναδεῖξαι οὐ μετενόησεν, ἐμμείνας τῇ κατ' αὐτῶν ψήφῳ, ἐκ τίνων δὲ μετενόησεν ἐμφύτῳ ἀγαθότητι καιρὸς ἰδεῖν. Ὡς προθέμενος εὐλογῆσαι τὸν Ἰούδα καὶ Ἰσραὴλ οὐμετέγνω, ἐμμεινάντων αὐτῶν τῇ ἀρετῇ ᾗ ἀνέλαβον ἐκ προτροπῆς Θεοῦ καὶ τοῦ νόμου αὐτοῦ· εἴρηται γὰρ ἐν ἑνὶ τῶν Ψαλμῶν· «Δώσει εὐλογίας ὁ νομοθετῶν», δηλαδὴ τοῖς φυλάττουσιν τὸν θεῖον αὐτοῦ νόμον. Ἰσοδυναμούντως καὶ ἐν ἄλλῳ Ψαλμῷ φέρεται, ἔνθεν ἀρχόμενον· «Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; ἀθῷος χερσὶν καὶ καθαρὸς τῇ καρδίᾳ, ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν
q.80
ψυχὴν αὐτοῦ, οὐδὲ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον. Οὗτος λήμψεται εὐλογίαν παρὰ Κυρίου, καὶ ἐλεημοσύνην παρὰ Θεοῦ σωτῆρος αὐτοῦ.» Λεχθέντος γὰρ πυσματικῶς· «Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ;» ἀπόκρισις δίδοται διαγράφουσα τίς ἐστιν καὶ οἷος ὁ περὶ οὗ ἡ ἐρώτησις, ὅτι χερσίν, τοῦτ' ἔστιν πράξεσιν, ἀθῷός ἐστιν διὰ καθαρότητα καρδίας, οὐδαμῶς ἐπὶ ματαίῳ λαβὼν τὴν ψυχὴν αὐτοῦ, ἢ δολερῶς ὀμόσας τῷ πλησίον, λημψόμενος ἐπὶ τούτοις τοῖς ἀνδραγαθήμασιν εὐλογίαν τε καὶ ἐλεημοσύνην παρὰ Θεοῦ σωτῆρος αὐτοῦ. Συμφώνως καὶ ἐν Παροιμίαις φέρεται· «Εὐλογία Κυρίου ἐπὶ κεφαλὴν δικαίου.» Ὁ ταῦτα τὰ σωτηριώδη εἰληφὼς οὐ μεταπεσεῖται τῆς ὑποσχ̣ έσ̣ εως, εἰσαγόμενος εἰς τὰς θείας ἐπαγγελίας πρὸς τοῦ λέγοντος· «Παρατέταγμαι εὐλογῆσαι τὸν Ἰούδα καὶ Ἰσραήλ, καὶ οὐ μετενόησα», ἐμμείνας χάριτι τῇ ἐμαυτοῦ ὥστε καλῶς ποιῆσαι καὶ εἰς αἰώνιον σωτήριον ἀγαγεῖν τοὺς ἐφ' οἷς οὐ μετενόησα, βεβαιώσας ἃ ἐπηγγειλάμην· εἰ καὶ παροργισάντων δι' ἁμαρτίας καὶ ἀσεβείας τῶν πατέρων ὑμῶν, κατάρα διέλαβεν, οὐ μετανοήσαντός μου ἐκ τῆς ἀπειλῆς, οὐ παρασχόντων ὑμῶν διὰ μεταγνώσεως ἀφ' ἧς ἔσχετε κακίας καταλλαγάς μου γενέσθαι πρὸς ὑμᾶς, ἀλλ' οὖν καὶ νῦν θαρσησάτω ἡ καρδία ὑμῶν προσδοκῆσαι τὰς παρ' ἐμοῦ δωρεάς. Ἔσονται γὰρ πάντως θελήσαντός μου καὶ παραταξαμένου εὐλογῆσαι ὑμᾶς· οὕτω γὰρ καλῶς ἔσται ὑμῖν, τυγχάνουσιν ἐκ τοῦ Ἰούδα, τοῦ ἐξομολογουμένου, καὶ τοῦ Ἰσραὴλ καὶ Ἰερουσαλήμ. «Σῶσαι γὰρ πάντας ἀνθρώπους θέλων καὶ ἐλθεῖν εἰς ἐπίγνωσιν ἀληθείας», ἀπειλῶ, μαστίζω τοὺς ἀντιπράττοντας τῷ ἐπιγνῶναι τὴν ἀλήθειαν ὑπεραιωνίου σωτηρίας, πρὸς ὀλίγον πόνοις ὑποβάλλων οὓς βελτιοῦν καὶ εὖ ποιεῖν βούλομαι. Οὕτω γὰρ ῥᾷστα ὠφεληθέντες σωθήσονται, παρατεταγμένου μου ἀμεταμελήτως σῶσαι καὶ καλῶς ποιῆσαι τοὺς ἐκλεγέντας, ἵνα μερὶς καὶ κληρονομία μου ὦσιν. Εἰ βουλόμεθα καὶ ἡμεῖς ἵλεω τὸν Θεὸν σχεῖν ἵν' εὖ ἡμᾶς διαθῇ, θαρσησάτω τὸ διανοητικὸν ἡμῶν, καρδία καλούμενον, ἔργων ἀρίστων ἐπιμέλειαν ποιησάμενοι, ἵνα βεβαίως καὶ ἀναντιρρήτως τὰ τῆς εὐπαθείας καὶ ἀπεράντου σωτηρίας ὑπαρχθῇ, περιγραφείσης καὶ ἐξ ὅλων ἠφανισμένης τῆς πρὸς ὀλίγον κρατησάσης κατάρας. Διὸ θαρσεῖτε ἀνενδοιάστως, προσδοκῶντες ἃ ἐπηγγείλατο ὁ ἀψευδὴς Θεός· αὐτοῦ γὰρ εἰρηκότος· «Θαρσεῖτε», ἀναμφιβόλως ἐκδεκτέον τὰ ἐλπιζόμενα ἀγαθά. Αὐταρκῶς περιγεγραμμένου τοῦ δευτέρου τόμου εἰς τὸν προφήτην Ζαχαρίαν, αὐτοῦ που καταπαύσωμεν, ἀρξόμενοι τρίτου λόγου, «παρέχοντος λόγον ἐν ἀνοίξει τοῦ στόματος» τοῦ Θεοῦ τοῦ καὶ τὸν προφήτην φωτίσαντος τῷ ἀειδίῳ φωτί.
q.81
3. t 1Τόμος Γʹ 1. 3. 1 Ὁ ἀψευδὴς Θεός, πηγὴ καὶ πατὴρ τῆς ἀληθείας ὑπάρχων, οὐ διαλείπει ποτὲ παιδεύων καὶ διδάσκων τοὺς ἑτοίμως παραστήσαντας ἑαυτοὺς πρὸς τὸ χωρεῖν τὰ τοῦ ἁγίου Πνεύματος χαρίσματα· λόγον γοῦν σοφίας καὶ λόγον γνώσεως ἀμελλητὶ παρέχει τοῖς ποθοῦσιν δέξασθαι· εἴρηται γοῦν ἐν ἐπιστολῇ τοῦ Ἰακώβου· «Λείπεταί τις οὖν ὑμῶν σοφίας, αἰτείτω παρὰ τοῦ διδόντος Θεοῦ καὶ μὴ ὀνειδίζοντος· αἰτείτω δὲ ἐν πίστει, μηδὲν διακρινόμενος.» 3. 2 Συνᾴδει τὸ παροιμιῶδες λόγιον ἔχον οὕτως· «Ὁ Κύριος δίδωσιν σοφίαν καὶ ἀπὸ προσώπου γνῶσις καὶ σύνεσις.» Ὁ κατὰ τὴν θεόπεμπτον σοφίαν ἀποδεικνύμενος σοφὸς τρισμακάριός ἐστιν, διδάσκαλον ἔχων τὸν τῶν ὅλων Θεόν· «Μακάριος γάρ, φησίν, ἄνθρωπος ὃν ἂν σὺ παιδεύσῃς, Κύριε, καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτόν.» Τοῦτον
q.82
παιδευτὴν ἐπόθησαν ἔχειν οἷς ὁ Κύριος καὶ Σωτὴρ εἶπεν· «Ὑμεῖς φωνεῖτέ με· ὁ Κύριος καὶ ὁ Διδάσκαλος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ.» 3. 3 Ὑπάρξεται ἡ δωρεὰ αὕτη καὶ ἡμῖν διὰ ἀδιάλειπτον εὐχὴν τῶν ἀναπεμπόντων ὑπὲρ ἡμῶν, σοφία καὶ «λόγος ἐν ἀνοίξει τοῦ στόματος», ὥστ' ἀμέμπτως καὶ ὡς δεῖ ἐκλαβεῖν τὰ ἑξῆς τοῦ ἐκκειμένου προφήτου, ἀρχόμενα ἐνθένδε. 3. 4 Zach. VIII, 16® 17: Οὗτοι οἱ λόγοι οὓς ποιήσετε· λαλεῖτε ἀλήθειαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ καὶ κρίμα εἰρηνικὸν κρίνατε ἐν ταῖς πύλαις ὑμῶν. Καὶ ἕκαστος τὴν κακίαν τοῦ πλησίον αὐτοῦ μὴ λογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν, καὶ ὅρκον ψευδῆ μὴ ἀγαπᾶτε, διότι ταῦτα πάντα ἐμίσησα, λέγει Κύριος παντοκράτωρ. 3. 5 Τῶν τοῦ Θεοῦ λόγων οἱ περὶ ἠθικῆς καὶ πρακτικῆς ἀρετῆς ὄντες ποιεῖσθαι δύνανται, τῶν γνωστικῶν καὶ ἐποπτικῶν ἐχόντων τὸ θεωρεῖσθαι πρὸς τῶν ἐποπτικῶν καὶ διορατικῶν ἀνδρῶν. 3. 6 Θεοῦ γοῦν διὰ τοῦ ἱεροφάντου Μωϋσέως πολλὰ ἐντειλαμένου ἵνα ἔργα κατὰ ἀρετὴν γίνωνται, οἱ συνέντες τοὺς δοθέντας λόγους μεγαλοφώνως ὡμολόγησαν μεταβαλεῖν εἰς ἔργα τὰ παρηγγελμένα, φήσαντες τῷ διακόνῳ τῶν θείων χρησμῶν· «Πάντα ὅσα εἶπεν ὁ Θεὸς ποιήσομεν καὶ ἀκουσόμεθα.» 3. 7 Ἐπειδὴ δὲ προσήκει τοὺς ἠθικοὺς λόγους πρὸς τῷ ποιεῖν καὶ νόησιν αὐτῶν ἔχειν, ἵνα δικαίως τὸ δίκαιον διωχθῇ, καὶ σωφρόνως τὸ σωφρονεῖν, ἀνδρείως τε καὶ φρονίμως τὰ ἀνδρεῖα καὶ φρόνιμα,– οὕτω γὰρ κατορθωθείη σὺν νοήσει ἀνύεσθαι τὰς πρακτικὰς ἀρετάς– ἀμέλει γοῦν καὶ τοὺς Ἰησοῦ λόγους ἀκούειν καὶ ποιεῖν δεῖ, αὐτοῦ τοῦτο διαγορεύοντος· «Ὁ πρὸς ἐμὲ ἐρχόμενος καὶ ἀκούων τοὺς λόγους μου καὶ ποιῶν αὐτοὺς ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ», καὶ τὰ ἑξῆς. 3. 8 Τότε δὲ μάλιστα τὸ γίνεσθαι ἔχουσιν οἱ λόγοι ὑπὸ τῶν ἀκροωμένων, ὅταν ὁ παιδευτὴς πράττῃ ἃ ἑτέροις λέγει· περὶ τοῦ τοιούτου ὁ Κύριος λέγει· «Ὃς ἂν ποιήσῃ καὶ διδάξῃ τοὺς ἀνθρώπους, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν», τοῦ μὴ πράττοντος ἃ ἑτέροις παρακελεύεται ποιεῖν ἐλαχίστου τυγχάνοντος, ἐπείπερ λέγων μὴ μοιχεύειν τοῦτ' ἐνεργεῖ καὶ κλοπὴν ἀπαγορεύων ἐνέχεται αὐτῇ, ἀλλὰ καὶ ἱεροσυλεῖ τὰ εἴδωλα βδελυσσόμενος· 3. 9 ἢ οὐχ ἱεροσυλεῖ ὁ βλάπτων 3. 9 διὰ σκανδάλου τοὺς ἀναθέντας ἑαυτοὺς τῇ θεοσεβείᾳ δίκην ἐμψύχων θείων ἀγαλμάτων; Ὁ γὰρ βλάπτων τοὺς τοιούτους πράξει χειρίστῃ καὶ ἀσεβέσι φρονήμασι ἀληθῶς ἱεροσυλεῖ διὰ τοῦ παραβαίνειν τὸν νόμον ἐν ᾧ καυχᾶσθαι δοκεῖ, τὸν Θεὸν ἀτιμάζων. Ἵν' οὖν μὴ κακός τις ᾖ διδάσκαλος, ἃ παιδεύει ἠθικὰ μαθήματα ἔργοις ἐπιδεικνύσθω· οὕτω γὰρ ἔσται «ἐργατὴς ἀνεπαίσχυντος». 3. 10 Ταύτῃ τῇ γνώμῃ γράφει τῷ ἑαυτοῦ μαθητῇ ὁ Ἀπόστολος «ἀφθορίαν ἔχειν, σεμνότητα, λόγον ὑγιῆ, ἀκατάγνωστον». Ἢ οὐχ ὑγιῆ, ἀκατάγνωστον λόγον ἔχει; πράττων γὰρ ἃ ἄλλοις ὑπαγορεύει καὶ φρονῶν ἃ ἄλλους δοξάζειν παρασκευάζει, ὑγιῆ, ἀκατάγνωστον ἔχει τῆς διδασκαλίας τὸν λόγον. 3. 11 Τούτου τοῦ βίου, τοῦ πρακτικοῦ καὶ γνωστικοῦ φημι, μεταποιεῖσθαι βούλεται τὸν ἀληθῆ θεραπευτὴν τοῦ Θεοῦ τὸ ἑξῆς τῷ προκειμένῳ προφήτῃ, Μαλαχίας ὄνομα αὐτῷ· ἔχει δὲ ἡ λέξις αὐτοῦ οὕτως· «Χείλη ἱερέως φυλάξεται γνῶσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ», μαθεῖν ποθοῦντες παρὰ θείου διδασκάλου ἃ δεῖ γινώσκειν ὀρθόδοξα δόγματα καὶ μυστήρια τῆς βασιλείας καὶ νόμον ἀπαγορεύοντα τὰς ἀδικίας καὶ προστάττοντα τὰ τῶν ἀρετῶν παιδεύματα. 3. 12 Μαθόντες ποῖοι οἱ λόγοι γίνονται πρακτικῶς ὑπὸ τῶν προσηκαμένων, ἐπιστήσωμεν ποῖοι πρὸς γνῶσιν καὶ ἀλήθειαν ἔχουσιν. 3. 13 Διδάσκων Μωϋσῆς ὅτι «ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν», εἶπεν τὸν λόγον τοῦτον ἵν' ἀληθῶς γινώσκωμεν τὴν κτίσιν καὶ τὸν δημιουργὸν αὐτῆς· καὶ ὅσοι ἄλλοι λόγοι τῆς Κοσμοποιίας ἀνεγράφησαν, οὐχ ἵνα ποιῶμεν ἀλλ' ἵνα θεωρῶμεν αὐτοὺς, εἴρηνται· καὶ ἐπὶ πάσης δὲ τῆς θεοπνεύστου γραφῆς ἔρρωται ἡ παίδευσις αὕτη. 3. 14 Καὶ αὐτὸς γοῦν ὁ Σωτήρ, ἐν τοῖς Εὐαγγελίοις, ὅπου μὲν
q.83
προστάττει οὓς δεῖ ποιεῖν λόγους, ὅπου δὲ παραδίδωσιν οὓς γινώσκειν καὶ θεωρεῖν προσήκει. Τὸ γὰρ λεγόμενον ὑπ' αὐτοῦ· «Μάθετε ἀπ' ἐμοῦ ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν»· καὶ πάλιν· «Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι καθ' ἡμέραν», τοῦ πράττεσθαι χάριν εἴρηνται, ὡς αὖ καὶ τό· «Ἐλεᾶτε, καὶ ἐλεηθήσεσθε», καὶ ὅσα ἄλλα παραγγέλματα τῆς αὐτῆς ὑπάρχει δυνάμεως. 3. 15 Τὸ μέντοι· «Ἐγὼ ἐν τῷ Πατρί, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν», καὶ τό· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν», καὶ ἔτι· «Ὁ ἐμὲ ἑωρακὼς ἑώρακεν τὸν Πατέρα», καὶ ὅσα ἄλλα θεολογεῖται ἐν ἀμφοτέραις ταῖς διαθήκαις, τοῦ θεωρεῖσθαι καὶ γνῶσιν αὐτῶν ἔχειν ἀληθῆ καὶ εὐσεβῆ ἐλαλήθησάν τε καὶ ἀνεγράφησαν. 3. 16 Δεῖξαν τὸ ἅγιον Πνεῦμα τίνες οἱ λόγοι οὓς δεῖ ποιεῖν, καὶ ἕκαστον ἰδίᾳ καὶ κατ' εἶδος διαγορεύει. Τὸ γάρ· «Ἕκαστος ἀλήθειαν λαλείτω πρὸς τὸν πλησίον», ἵν' οὕτω πράττηται γέγραπται. Ὅπερ σαφηνίζων ὁ ἐν Χριστῷ Παῦλος προτρέπεται τοὺς πιστοὺς εἰς τὴν τήρησιν τῆς ἐντολῆς, φήσας ἀριδηλότατα· «Ἀποθέμενοι τὸ ψεῦδος, λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον ἑαυτοῦ.» 3. 17 Καὶ πρὸ τοῦ Ἀποστόλου δὲ παραδέδωκεν ὁ Σωτὴρ τὸ ἀνωμότως ἀληθεύειν, εἰπών· «Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως, ἀλλ' ἔστω ὑμῶν τὸ ναὶ ναί, καὶ τὸ οὒ οὔ.» Μάλιστα δὲ τοῦτο φυλάττεται ἑκάστου λαλοῦντος ἀλήθειαν πρὸς τὸν πλησίον· οὕτω γὰρ πᾶς ψευδὴς λόγος καὶ ὅρκος οἰχήσεται, ᾧ ἕπεται ἀκριβεστάτη καὶ τελεία φιλαλληλία. 3. 18 Πρὸς τῷ ἀλήθειαν λαλεῖν πρὸς τὸν πλησίον ἑαυτοῦ ἕκαστον, καὶ κρίμα εἰρηνικὸν γενήσεται, οὐ διαστασιαζόντων ἔτι καὶ πλεονεκτεῖν καὶ ἀδικεῖν τῶν ἀνθρώπων σπουδαζόντων. Πῶς γὰρ οἴονται ἔτι μάχας καὶ ἀδικίας ἐγείρεσθαι, ἑκάστου ἀλήθειαν πρὸς τὸν πλησίον ἀπαγγέλλοντος; 3. 19 Ταὐτὸν τὸ εἰρηνικὸν τῷ δικαίῳ κρίματι τυγχάνει, περὶ οὗ διὰ πλειόνων θεωρία ἐν τοῖς πρότερον γεγένηται. 3. 20 Λέγει δὲ τὸ τοιοῦτο κρίμα οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἐν ἑτέραις γραφαῖς, ἐν ταῖς τῶν Ἑβραίων πύλαις τελεῖσθαι. Εἴρηται γὰρ ἐν ἑτέρῳ προφήτῃ· «Ἐμίσησαν ἐν πύλαις ἐλέγχοντα, καὶ λόγον ὅσιον ἐβδελύξαντο», οἱ ἀσεβεῖς δηλονότι. Περὶ γὰρ αὐτῶν τὸ παροιμιῶδες θέσπισμα διαγορεύει· «Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισῶσίν σε.» Βδελύσσονται γὰρ τὸν ὅσιον λόγον, οὐ πράττοντος τοῦτο τοῦ ἀπαρχομένου ἔχειν σοφίαν· ἀγαπᾷ γοῦν τὸν ἐλέγχοντα καὶ τὸν γνωρίζοντα τὸ μὴ πρακτέον τῷ σπεύδοντι εἶναι δικαίῳ. 3. 21 Καὶ ἐπεὶ ἀεὶ μισοῦσιν τοὺς πεπιστευμένους τὸ ἐλέγχειν ἐν πύλαις, ἐπαγγέλλεται ὁ λόγος ἀποκαταστήσειν ἐν πύλαις κρίμα ἐπὶ τὸ ἀγαθὸν καὶ ὠφέλιμον, μεταβολῆς γινομένης. 3. 22 Ζητήσειεν ἄν τις τίνος ἕνεκα οὐκ ἐν ἑτέρῳ τόπῳ ἢ μέρει τῆς πόλεως, ἀλλ' ἐν ταῖς πύλαις αὐτῆς τὰ κρίματα καὶ οἱ ἔλεγχοι ἐτελοῦντο. Πρὸς ὃ λεκτέον ἐνδόξως καὶ πιθανῶς, ἐπεὶ διὰ τῆς πύλης ἔξοδος γίνεται ἀπὸ τῆς πόλεως καὶ εἴσοδος εἰς αὐτήν, εἰκότως ἐκεῖ καθέζεσθαι τοὺς κριτὰς ἐπὶ τῷ ἐξετάζειν τοὺς βίους τῶν πολιτῶν, ἵνα τοὺς ἐλεγχομένους ἐφ' οἷς ἐγκαλοῦνται ῥᾷστα ἐκβάλλωσιν, τῶν καθαρὰν πολιτείαν ἐχόντων ἐκ τῶν ἐλέγχων φανερωθεῖσαν ἔνδον μενόντων καὶ ἔτι μᾶλλον ἔνδον γινομένων τοῦ ἄστεως. 3. 23 Πρὸς διάνοιαν ἀνηγμένην, ταύτης ἠξίωνται τῆς προεδρίας καὶ τῆς τοῦ κρίνειν καθέδρας οἱ ὑπὸ Ἰησοῦ λαβόντες «τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν», ἵνα τοὺς ἄξια τοῦ δεθῆναι δεδρακότας ἔξω βάλλωσιν, τοὺς δὲ μὴ σφιγχθέντας δέσμοις τῆς ἁμαρτίας, ἀλλὰ στερομένους αὐτῶν, εἰσαγάγωσιν. 3. 24 Τότε δὲ μάλιστα τὸ εἰρηνικὸν ἐπιτελεῖται κρίμα, ὅταν «ἕκαστος τὴν κακίαν τοῦ πλησίον μὴ λογίζηται», ἀμνησικακίαν ἄκραν κατορθώσας. 3. 25 Διττοῦ ὄντος τοῦ τῆς κακίας τρόπου,– σημαίνεται γὰρ ἐκ τοῦ ὀνόματος ὁτὲ μὲν ἡ ἐναντίως ἔχουσα πρὸς τὴν ἀρετήν, χειρίστη ἕξις οὖσα, ὁτὲ δὲ ἡ κακωτικὴ ἀγωγή, ὡς ἔχει ἐν τῷ· «Εἰ ἔστιν κακία ἐν πόλει ἣν Κύριος οὐκ ἐποίησεν»,
q.84
τοῦτ' ἔστιν κάκωσις· ποιεῖ δ' αὐτὴν ὁ Θεὸς ἐπὶ ἐπιστροφῇ τῶν κακουμένων, τὰς νόσους τῆς ψυχῆς θεραπεύων ἰατρικῶς, οἷον εἰ διὰ καυτήρων καὶ τομῶν,– 3. 26 δηλοῖ ἡ κακία προσηγορία τὴν χειρίστην διάθεσιν, ἐξ οὗπερ ὁ Θεὸς περὶ Νινευιτῶν εἶπεν· «Ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῶν πρός με.» Τοῦτο αὐτὸ παρίσταται καὶ ἐκ λέξεως ἀποστολικῆς περὶ ἀσεβῶν ἀνθρώπων ἐχούσης ὧδε· «Καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα, πεπληρωμένους πάσης ἀδικίας, κακίας», καὶ τὰ ἑξῆς. 3. 27 Ἑκατέρως τοίνυν ὁ ὑπακούων τῷ νόμῳ τοῦ Θεοῦ κακίαν οὐ λογίζεται ἐν καρδίᾳ τῇ ἑαυτοῦ κατὰ τοῦ πλησίον, «οὐκ ἀποδιδοὺς κακὸν ἀντὶ κακοῦ», οὐκ ἀντιδιατιθεὶς τὸν κακωτικῶς αὐτὸν διαθέντα, ἀλλ' οὐδὲ κατὰ τὸ εἶδος τῆς κακίας σημαινόμενον λογίζεταί τι κατὰ τοῦ πέλας, ἀντιπλεονεκτεῖν καὶ ἀνταδικεῖν ἐθέλων. 3. 28 Τῷ μνησικακεῖν τὴν κακίαν τοῦ πλησίον ἐν τῇ ἑαυτοῦ καρδίᾳ βουλομένῳ εὐθὺς ἕπεται ἐπιόρκῳ γνώμῃ «ἀγαπᾶν ὅρκον ψευδῆ». 3. 29 Πάντα ἑξῆς ἀπαγορεύσας ὁ τοῦ θείου νόμου δοτήρ, τὴν αἰτίαν τοῦ ἀπειπεῖν αὐτὰ ἐφανέρωσεν, φήσας· «Ταῦτα πάντα ἐμίσησα.» Πῶς γὰρ οὐ μισεῖ τὸν ψευδῶς τελούμενον ὅρκον ὁ ἐντελλόμενος· «Οὐ λήμψει τὸ ὄνομα Κυρίου Θεοῦ σου ἐπὶ ματαίῳ»; 3. 30 Ὥσπερ δὲ ἐπιορκίαν καὶ τὰς ἄλλας ἁμαρτίας παραιτεῖται καὶ ἀποστρέφεται, μισῶν τὸ μὴ λαλεῖν ἕκαστον ἀλήθειαν τῷ πλησίον, καὶ τὸν ταράττοντα καὶ εἰρηνικὸν κρίμα μὴ ποιοῦντα καὶ τὸν ὀργίλον καὶ βαρύμηνιν λογιζόμενον κακίαν τοῦ πλησίον ἐν τῇ αὐτοῦ καρδίᾳ. Καὶ ἐν τῷ Μαλαχίᾳ συμφώνως λέγει τῷ ἐνταυθὶ γεγραμμένῳ· «Καὶ πάντα ἃ ἐμίσουν ἐποιεῖτε.» Ὡσαύτως ἐν ταῖς Παροιμίαις περὶ τοῦ πολλὰ ἁμαρτάνοντος μετ' αἰνιγμοῦ εἴρηται πρὸς ἑτέροις· «Συντρίβεται δι' ἀκαθαρσίαν ψυχῆς, ἐπεὶ χαίρει πᾶσιν οἷς μισεῖ ὁ Θεός.» Ὁ ἡδόμενος ἐφ' οἷς μισεῖ ὁ τοῦ ἀγαθοῦ Πατὴρ συντρίβεται διὰ τῆς ἑαυτοῦ ἁμαρτίας, οὔσης ἀκαθαρσίας ψυχῆς καὶ διανοίας τοῦ δρῶντος. 3. 31 Zach. VIII, 18® 19: Καὶ ἐγένετο λόγος Κυρίου παντοκράτορος πρός με λέγων· Τάδε λέγει Κύριος παντοκράτωρ· Νηστεία ἡ τετρὰς καὶ νηστεία ἡ πέμπτη καὶ νηστεία ἡ ἑβδόμη καὶ νηστεία ἡ δεκάτη ἔσονται τῷ οἴκῳ Ἰούδα εἰς χαρὰν καὶ εἰς εὐφροσύνην καὶ εἰς ἑορτὰς ἀγαθὰς καὶ εὐφρανθήσεσθε, καὶ τὴν ἀλήθειαν καὶ τὴν εἰρήνην ἀγαπήσατε. 3. 32 Ὁ λόγος Κυρίου παντοκράτορος πρὸς ἐμὲ γενάμενος, φησὶν ὁ προφήτης, προσέταξεν νηστεῦσαι τὴν τετράδα καὶ πέμπτην καὶ ἑβδόμην καὶ δεκάτην, τοῦ μηνὸς δηλονότι· οὐ γὰρ οἷόν τε σαββάτου δεκάτην εἶναι, ὡς καὶ πρότερον ἐπεσημειωσάμεθα. Καὶ εἰκός γε περὶ τοῦ καθ' Ἑβραίους ἑβδόμου μηνὸς ταῦτα προστάττειν Κύριον τὸν παντοκράτορα, ἐν ᾧ ἡ καλουμένη ἐξιλασμοῦ καὶ ταπεινώσεως ἡμέρα ἐπιτελεῖται, ἣν ἄγουσιν Ἰουδαῖοι δημοτελῶς νηστείαν προσαγορεύοντες αὐτήν, προαγνιζομένων ἐν τῇ τετράδι καὶ πέμπτῃ καὶ ἑβδόμῃ τῶν ἐπὶ τὴν δημοτελῆ νηστείαν ἐρχομένων. 3. 33 Ποσαχῶς δὲ καὶ πῶς νηστεία νόμῳ θείῳ ἄγεται, ἐν τοῖς ἔμπροσθεν ἐσαφηνίσθη· πρὸς ἐκείνοις καὶ νῦν ῥητέον ὅτι ἀφεκτέον ὥσπερ τῆς φιληδόνου τρυφῆς, οὕτω καὶ τῶν κατ' ἀλληγορίαν βλαβερῶν καὶ δηλητηρίων τροφῶν· διαδέξεται γὰρ εὐπάθεια τοὺς ἐξομολογησαμένους, καλουμένους οἶκος τοῦ Ἰούδα, χαρά, εὐφροσύνη καὶ ἀγαθαὶ ἑορταί, ἑορτάζοντας αὐτοὺς ἐν τῷ φρονεῖν καὶ πράττειν τὰ δέοντα, κατὰ τὰ ἐν Ψαλμοῖς εἰρημένα· «Φωνὴ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχου ἑορταζόντων»· καὶ πάλιν· «Συστήσασθε ἑορτὴν ἐν τοῖς πυκάζουσιν ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου.» Τούτοις συνᾴδει τὸ ἐν ἑτέρᾳ ᾠδῇ ἀπαγγελλόμενον οὕτως· «Ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι.» 3. 34 Ἀγαθαὶ δὲ ἑορταὶ ἐπιτελοῦνται ὅταν εἰρηνικῶς διάγῃ ἡ Ἰερουσαλὴμ ἡ πνευματική, οὖσα εἰρήνης ὅρασις, οὐχ ἱλαρῶς τῶν ἑορτῶν γινομένων ὅταν πολέμιοι κρατῶσιν. Ὅταν γὰρ οὕτως ἔχῃ τὰ πράγματα, ὁ
q.85
Θεὸς ἐρεῖ· «Μεμίσηκα, ἀπῶσμαι τὰς ἑορτὰς ὑμῶν, καὶ οὐ μὴ ὀσφρανθῶ ἐν ταῖς πανηγύρεσιν ὑμῶν.» Καὶ ἔτι ἐπιτείνων τὴν ἀπειλήν· «Θήσω, φησίν, τὰς ἑορτὰς ὑμῶν εἰς πένθος καὶ τὰς ᾠδὰς ὑμῶν εἰς θρήνους.» 3. 35 Ἀπέστω δὲ τὰ ἀνιαρὰ ταῦτα τῆς τῶν πιστῶν συνόδου, ἵνα εἰς χαρὰν καὶ εὐφροσύνην κληθέντες ἀγαθὰς ἑορτὰς καὶ θείας πανηγύρεις ἐπιτελῶμεν, εἰρήνην βαθεῖαν καὶ σὺν αὐτῇ τὴν ἀλήθειαν ἀγαπῶντες. Ἔνθα γὰρ ἀταραξία λογισμῶν καὶ τεταγμένη κατάστασις ψυχῆς, τὸ τερπνὸν τῆς ἀληθείας καὶ τὸ κάλλος αὐτῆς ἐπιφαίνεται. Ὀπτάνεται δὲ ἡ ἀλήθεια μάλιστα ὅταν ἐκ τῆς ἀντακολουθήσεως τῶν ἀρετῶν γαλήνη ἀγάγῃ καὶ εἰρήνη πρυτανεύῃ, εὐφραινομένων καὶ ἱλαρίαν ἐχόντων τῶν τετυχηκότων τοσαύτης καὶ τοιαύτης εὐπαθείας. 3. 36 Εἰκός τινα ἀπαιτήσειν πόθεν ἐστοχασάμεθα τὸν παρ' Ἑβραίους ἕβδομον εἶναι μῆνα, οὗ ἡ τετρὰς καὶ αἱ ἄλλαι ἕως τῆς δεκάτης ἡμέρας νηστεῖαι προσετάγησαν εἶναι, ἢ ἐκ τοῦ γεγραμμένου ἐπὶ τέλει τοῦ εἰς ἐξέτασιν προκειμένου προφήτου Ζαχαρία· «Καὶ ἑορτάσατε ἑορτὴν σκηνοπηγίαν»· αὕτη γὰρ οὐκ ἐν ἄλλῳ ἢ τῷ εἰρημένῳ μηνὶ νομίμως ἐπιτελεῖται, ὥσπερ καὶ ἡ τῶν σαλπίγγων, καὶ ἡ νηστεία. Ὅτι γὰρ καὶ ἡ νουμηνία τοῦ ἑβδόμου μηνὸς πανηγύρεώς ἐστιν ἑορτὴ σαφῶς ἀπὸ τοῦ Ψαλμοῦ ἔστιν μαθεῖν, τοῦ οὕτω ἔχοντος· «Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν.» 3. 37 Zach. VIII, 20® 22: Τάδε λέγει Κύριος παντοκράτωρ· Ἔτι ἥξουσιν λαοὶ πολλοὶ καὶ κατοικοῦντες πόλεις πολλάς, καὶ συνελεύσονται κατοικοῦντες πόλεις εἰς μίαν πόλιν, λέγοντες· Πορευθῶμεν δεηθῆναι τοῦ προσώπου Κυρίου καὶ ἐκζητῆσαι τὸ πρόσωπον Κυρίου παντοκράτορος· πορεύσομαι κἀγώ. Καὶ ἥξουσιν λαοὶ πολλοὶ καὶ ἔθνη πολλὰ ἐκζητῆσαι τὸ πρόσωπον Κυρίου παντοκράτορος ἐν Ἰερουσαλήμ, καὶ τοῦ ἐξιλάσκεσθαι τὸ πρόσωπον Κυρίου. 3. 38 Ὡς πρὸς ῥητὸν προαναφωνεῖ ὁ προφήτης, λόγου Κυρίου παντοκράτορος γεναμένου πρὸς αὐτόν, τὴν ὑπάρξουσαν ἀποκατάστασιν ἱλαρὰν καὶ πανηγυρικὴν τῇ τῶν Ἑβραίων πληθύι καὶ ταῖς πόλεσι τῆς Ἰουδαίας καὶ μητροπόλει τῇ Ἰερουσαλήμ. Προσέταττε Θεὸς διὰ Μωϋσέως παντὶ τῷ Ἰσραὴλ τρεῖς ἡμέρας τοῦ ἐνιαυτοῦ ἑορτάζειν αὐτῷ ἐν ᾧ ἐξελέξατο τόπῳ, οὐχ ἑτέρῳ τῆς Ἰερουσαλὴμ ὄντι, ἐξ οὗ συνέβαινεν ἀπὸ πασῶν τῶν πόλεων καὶ κωμῶν τῆς Ἰουδαίας συντόνως σπεύδειν ἐν τῇ μητροπόλει, ἐν ᾗ αἱ ἁγιστεῖαι πᾶσαι καὶ ἑορτάσιμαι μυστικαὶ σπουδαὶ ἐπετελοῦντο, ἅπερ πάντα τέλος ἔσχεν ἐν τῷ τῆς αἰχμαλωσίας καιρῷ, ἔξω τῆς θρεψαμένης ἐκριφέντων σχεδὸν τῶν Ἑβραίων πάντων. 3. 39 Ταύτην τὴν οἰκτίστην καὶ ἀνιαρὰν κατάστασιν ὀλοφυρόμενος, ὁ τοῦ Θεοῦ προφήτης Ἰερεμίας ἐν τῇ βίβλῳ τῶν Θρήνων φησίν· «Ὁδοὶ Σιὼν πενθοῦσιν παρὰ τὸ μὴ εἶναι ἐρχομένους εἰς ἑορτήν· πᾶσαι αἱ πύλαι αὐτῆς ἠφανισμέναι, οἱ ἱερεῖς αὐτῆς ἀναστενάζουσιν.» Πῶς γὰρ οὐκ ἐπένθουν αἱ ὁδοὶ τῆς Σιὼν στερηθεῖσαι τῶν βαδιζόντων, οὐδενὸς σπεύδοντος ἔτι τὴν σπουδὴν ἔχειν ἐπὶ τὰ Ἱεροσόλυμα τοῦ ἑορτάσαι καὶ πανηγυρίσαι χάριν, καὶ τῶν πυλῶν ἠφανισμένων, κατασπασθεισῶν ὑπὸ τῶν κρατησάντων τυραννικῶς. 3. 40 Ταύτῃ τῇ ἐρημίᾳ τῶν καλῶν ἀναγκαίως ἠκολούθησεν τοὺς ἱερέας στενάζειν, ὁρῶντας τὸν καιρὸν ἐν ᾧ ἔδει θεραπεύειν τὸν ἐκλεξάμενον Θεὸν πάσης ἱλαρᾶς προθυμίας ἔκτος ὄντα. Ταῦτα τὰ ἀηδῆ πεπαύσεσθαι ὅσον οὔπω προαναφωνῶν ὁ Ζαχαρίας λέγει· «Ἔτι ἥξουσιν λαοὶ πολλοί», ἐπὶ τὴν Ἰερουσαλὴμ δηλονότι· ἑβδομηκοστὸν γὰρ ἔτος ἤδη ἐνειστήκει τῆς αἰχμαλωσίας, ὡς παρ' αὐτοῦ ἔγνωμεν εὐκτικῶς πρὸς τὸν Θεὸν λέγοντος· «Ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἰερουσαλὴμ καὶ τὰς πόλεις τῆς Ἰουδαίας τοῦτο ἑβδομηκοστὸν ἔτος;» 3. 41 Εὐθὺς ἐπινεύσαντος Κυρίου παντοκράτορος, πεφανέρωται τῷ εὐξαμένῳ ἡ εἰρηνικὴ ἀγωγὴ τῆς Ἰερουσαλήμ, ἔτι ὡς καὶ πρότερον ἐλεύσεσθαι λαοὺς πολλοὺς ἐκζητῆσαι τὸ πρόσωπον Κυρίου παντοκράτορος, ἀρχὴν λαμβάνοντος πάλιν τοῦ· «Τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ
q.86
ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐνώπιόν μου», καὶ τοῦ· «Οὐκ ὀφθήσει ἐνώπιον Κυρίου τοῦ Θεοῦ σου κενός», προσφέρων δηλαδὴ τὰ πρὸς τὴν ἱερουργίαν θύματα καὶ ἕτερα δῶρα καὶ τὰ πρὸς τὴν ἑορτάσιμον εὐωχίαν. 3. 42 Τῆς οὕτω σπουδαζομένης ἱερᾶς συνελεύσεως τέλος κατάλληλον ὑπάρχει τὸ διὰ λιτῶν καὶ ἁγίων προσευχῶν ἐκζητεῖν ἐπιφάνειαν Κυρίου παντοκράτορος, ὀπτανομένου καὶ φανεροῦντος ἑαυτὸν νῷ διαυγεῖ καὶ ἁγιότητος μετέχοντι κατὰ τὸ ἐν μακαρισμοῖς ὑπὸ τοῦ Σωτῆρος εἰρημένον· «Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.» Ταύτῃ τῇ νοήσει συμφώνως ὁ θεσπέσιος Παῦλος Ἑβραίοις ἐπιστέλλει «μεταδιώκειν εἰρήνην καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον», ἐπείπερ ἐμφανίζεται τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ καὶ ἐπιφαίνεται τοῖς τηροῦσι τὰς ἐντολὰς αὐτοῦ. 3. 43 Ἐν μὲν γὰρ τῇ Σαλομῶντος Σοφίᾳ φέρεται λέξις τοιαύτη· «Φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ἐκζητήσατε αὐτόν, ὅτι ἐγγίζει τοῖς μὴ πειράζουσιν αὐτὸν καὶ ἐμφανίζεται τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ.» Ἐν δὲ τῷ Εὐαγγελίῳ ὁ Σωτὴρ οὕτω λέγει· «Ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτάς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με. Ὁ δὲ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ Πατρός μου, κἀγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν.» 3. 44 Ἐπὶ τὸ οὕτως ἐκζητῆσαι τὸ πρόσωπον Κυρίου παντοκράτορος ἤρχοντο οἱ πολλοὶ λαοὶ ἐν τῇ Ἰερουσαλήμ, οὐχ ἵνα Θεὸν εὕρωσιν ἐν τόπῳ καὶ ναῷ διατρίβοντα, ἀλλ' ἵνα εὐχὰς εὐπροσδέκτους ἀναπέμψαντες, νόησιν εὐσεβῆ καὶ φρόνημα ὀρθὸν περὶ τοῦ ἐκζητουμένου καὶ ἐξευμενιζομένου Κυρίου παντοκράτορος σχῶσιν. 3. 45 Ῥηθείη πρὸς ἀναγωγὴν ἕκαστον τῶν τοῦ προφήτου περὶ τῆς Ἐκκλησίας τῆς ἐνδόξου καὶ ἡγιασμένης ὑπὸ τοῦ παμβασιλέως Σωτῆρος, δοξάσης ἐν τοῖς καιροῖς τῶν διωγμῶν πάσης ἱλαρᾶς καὶ εἰρηνικῆς καταστάσεως, ὅσον ἐπὶ τοῖς πορθήσασιν, γεγενῆσθαι ἐκτός, τὸ πολλοὺς λαοὺς πάλιν ἐλεύσεσθαι πρὸς αὐτὴν καὶ κατοικοῦντας πόλεις πολλάς, τὰς κατὰ διαφόρους παροικίας ἐκκλησίας, ὡς τοὺς ἁπανταχοῦ ἐν ταῖς προειρημέναις πόλεσιν κατοικοῦντας εὐσεβεῖ φρονήματι καὶ ἀνεπιλήμπτῳ βίῳ εἰς μίαν πόλιν ἐκ πλειόνων συνελεύσεσθαι, ἐπὶ τῷ ἐξευμενίσασθαι καὶ ἐξιλάσασθαι τὸ πρόσωπον Κυρίου καὶ ἐκζητῆσαι αὐτὸ δι' εὐπροσδέκτων προσευχῶν καὶ ζητήσεων τῶν ὑπὲρ τοῦ ὀφθῆναι Θεόν. 3. 46 Καὶ ἐπεὶ ἐράσμια καὶ πολυπόθητα τὰ προαναφωνηθέντα, καὶ αὐτὸς ὁ προφήτης λαβὼν ἔρωτα τῶν ἐλπιζομένων, συνελθεῖν ὠρέχθη τοῖς συνελθοῦσιν ἐπὶ τὸ αὐτὸ λαοῖς πολλοῖς καὶ κατοικοῦσιν ἐν πλείοσιν πόλεσιν· «Πορεύσομαι κἀγώ», φησίν. 3. 47 Πιστοποιεῖται δὲ τὰ πλήθη ὡς ἐπὶ τὸ πλεῖστον ὡς προθύμως προσδοκᾶν τὰ προθεσπισθέντα, ὅταν ὁ προειπὼν προκατάρξηται σπεύδειν ἐπὶ τὰ προαναφωνηθέντα. 3. 48 Δυνατὸν ἐκ προσώπου τοῦ Σωτῆρος εἰρῆσθαι τό· «Πορεύσομαι κἀγώ»· αὐτοῦ γὰρ πορευομένου ἐφέπονται αὐτῷ οἱ πρὸς οὓς ἡ ἐπαγγελία, κατὰ τὸ λεχθέν· «Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ, ἀγαλλιάσεται Ἰακὼβ καὶ εὐφρανθήσεται Ἰσραήλ», ὡς καὶ τὸν Πατέρα αὐτὸν φάσκειν· «Ἐγὼ ἤγειρα αὐτὸν βασιλέα· οὗτος οἰκοδομήσει τὴν πόλιν μου, καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει, οὐ μετὰ λύτρων οὐδὲ μετὰ δώρων.» 3. 49 Τί δὲ ὑπάρξεται οἰκοδομηθείσης τῆς καλλιπόλεως καὶ ἐπιστραφέντος τοῦ λαοῦ ἀπὸ τῆς αἰχμαλωσίας, ἢ τὸ ἁπανταχόθεν ἥκειν λαοὺς πολλοὺς καὶ ἔθνη πολλὰ ἐξιλάσασθαι τὸ πρόσωπον Κυρίου παντοκράτορος καὶ ἐκζητῆσαι τὸ πρόσωπον αὐτοῦ, ὅπερ ἐστὶν «εἰκὼν» αὐτοῦ, τυγχάνοντος «ἀοράτου Θεοῦ», καὶ «χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ», ὡς τὸν προσβαλόντα αὐτῷ νῷ καθαρῷ ὁρᾶν τὸν Πατέρα, τὸν ἀόρατον Θεὸν δηλονότι. «Ὁ γὰρ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν Πατέρα», τοῦ ἰδεῖν τὸν Υἱὸν πόθον ἐχόντων καὶ τῶν ἀγγέλων. 3. 50 Εἴρηται ἐν Εὐαγγελίῳ ὡς οἱ ἄγγελοι τῶν ἐν τῇ Ἐκκλησίᾳ «τὸ πρόσωπον διὰ παντὸς βλέπουσιν τοῦ ἐν τοῖς οὐρανοῖς Πατρός», ὅπερ
q.87
θεάσασθαι γλιχόμενοι καὶ οἱ ἐν ἀνθρώποις ἅγιοί φασιν· «Ἐπίφανον τὸ πρόσωπόν σου καὶ σωθησόμεθα.» Πρὸς ταύτην τὴν αἴτησιν ἐπινεύσαντος τοῦ παρακληθέντος προαναφωνοῦν τὸ ἅγιον Πνεῦμά φησιν· «Ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών.» 3. 51 Τούτου τὸ πρόσωπον ἐκζητήσαντες καὶ εὑρόντες, ἐμφανίσαντος αὐτὸ τοῦ γεννήσαντος, ἀγαλλιώμεθα ἐξιλασκόμενοι, φανέντος αὐτοῦ ἡμῖν μετὰ αὐταρκῆ ζήτησιν αὐτοῦ. 3. 52 Πῶς ἐκ πόλεων εἰς μίαν πόλιν τὴν ἄνω Ἰερουσαλὴμ συνέρχονται οἱ ἐξιλασκόμενοι τὸ πρόσωπον Κυρίου παντοκράτορος καὶ ἐκζητοῦντες αὐτὸ ἐπιστατέον. 3. 53 Καὶ ὅρα εἰ οἱ ἐν πλείοσιν προκοπαῖς τῶν ἀρετῶν καὶ γνώσεως τῆς ἀληθείας φθάσαντες πλειόνων πόλεών εἰσιν πολῖται, μεθ' ἃς ἔτι διαβάντες εἰς τὴν ὡσανεὶ μητρόπολιν, τὴν τελειοτάτην Θεοῦ γνῶσιν, ἐν τῇ ἐπουρανίῳ πολιτε̣ ύονται Ἰερουσαλήμ. Ἀποδράσης λύπης, ὀδύνης, στεναγμοῦ ὡς αἰώνιον διαδέξασθαι εὐφροσύνην, ἔφη, μετὰ τ̣ ῶν μυριάδων τῶν ἀγγέλων καὶ τῶν τῆς Ἐκκλησίας πρωτοτόκων ἑορταστέον, κατὰ τὴν ἀποστολικὴν γραφήν· «Προσεληλύθατ̣ ε̣ γάρ, φησίν, Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει, καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανῷ.» 3. 54 Zach. VIII, 23: Τάδε λέγει Κύριος παντοκράτωρ· Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐὰν ἐπιλάβωνται δέκα ἄνδρες ἐκ πασῶν τῶν γλωσσῶν τῶν ἐθνῶν καὶ ἐπιλάβωνται τοῦ κρασπέδου ἀνδρὸς Ἰουδαίου λέγοντες· Πορευσόμεθα μετὰ σοῦ, διότι ἀκηκόαμεν ὅτι Θεὸς μεθ' ὑμῶν ἐστιν. 3. 55 Ὑπογράφει τὸν καιρὸν ἡ προφητεία καθ' ὃν ἥξουσιν λαοὶ πολλοὶ καὶ ἔθνη πολλὰ ἐξιλάσασθαι τὸ πρόσωπον Κυρίου παντοκράτορος καὶ ἐκζητῆσαι αὐτό, οὐχ ἕτερον ὄντα τῆς τοῦ Σωτῆρος εἰς ἀνθρώπους ἐπιδημίας, καθ' ὃν ἐγεννήθη ἐκ τῆς παρθένου ὁ Ἐμμανουήλ, ἐν ἡμῖν τοῦ Θεοῦ λοιπὸν γεγενημένου· ἐν ταῖς ἡμέραις τοῦ ὀφθέντος ἐπὶ τῆς γῆς καὶ συναναστραφέντος τοῖς ἀνθρώποις, τῶν ἁπανταχοῦ ἀνθρώπων κλῆσις ἔσται ὡς ἐκκειμένη δηλοῖ προφητεία ὧδε ἔχουσα· «Ἐν ταῖς ἡμέραις ὅταν δέκα ἄνδρες ἐκ πασῶν τῶν γλωσσῶν τῶν ἐθνῶν ἐπιλάβωνται τοῦ κρασπέδου ἀνδρὸς Ἰουδαίου.» 3. 56 Ὑπὲρ δὲ τοῦ νοῆσαι τὸ βούλημα τοῦ ἐκτεθέντος προφητικοῦ ῥητοῦ, πρῶτον σκοπητέον τίς ὁ εἷς ἀνὴρ Ἰουδαῖος κατ' ἐξοχὴν ὀνομαζόμενος· οὐκ ἄλλος δ' οἶμαι τυγχάνει οὗ σημαίνει ὁ Ἀπόστολος Ἑβραίοις γράφων· «Πρόδηλον ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν», ἐπὶ τὸ ἡγεῖσθαι καὶ βασιλεύειν τῶν ἐν κρυπτῷ Ἰουδαίων, πνεύματι ἀλλ' οὐ γράμματι, περιτεμνομένων οὐ τὴν σάρκα ἀλλὰ τὴν καρδίαν· περὶ γὰρ αὐτοῦ ἐκλαμβάνομεν τὸ ἐν ὕμνοις εἰρημένον ὑφ' ἑκάστου διορατικοῦ· «Βασιλεύς μου Ἰούδα.» 3. 57 Ἡ αὐτὴ νόησις ὑποβάλλεται καὶ ἐν τῇ ὑπὸ τοῦ Ἰακὼβ εἰρημένῃ εὐλογίᾳ ὧδε ἐχούσῃ· «Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου»· καὶ μεθ' ἕτερα· «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν.» Οὐ γὰρ ἑνὸς ἔθνους, ἀλλὰ πάντων ὁμοῦ μακαρία προσδοκία τυγχάνει, πληρουμένης προφητείας περὶ κλήσεως πάντων ἀνθρώπων ὧδε ἐχούσης· «Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν.» 3. 58 Τούτου τοῦ ἀναστάντος ἐκ τῆς ῥίζης Ἰεσσαὶ καὶ ἀνατείλαντος ἐκ τοῦ Ἰούδα ἀληθινοῦ Ἰουδαίου ὄντος ἐπιλαβόμενοι τοῦ κρασπέδου τοῦ ἱματίου ἄνδρες δέκα ἐκ πασῶν τῶν γλωσσῶν τῶν ἐθνῶν φασιν αὐτῷ ὡς ἡγουμένῳ καὶ στρατηγῷ, μᾶλλον δὲ ἀρχιερεῖ καὶ παμβασιλεῖ· «Πορευθῶμεν δὲ μετὰ σοῦ, διότι ἀκηκόαμεν ὅτι ὁ Θεὸς ἐν ὑμῖν ἐστιν», φανερὸν δ' ὅτι τοῖς κατὰ τὸ νοητὸν Ἰουδαίοις, τοῖς ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνοῦσι τῷ Θεῷ, οὐκ ἐν Ἱεροσολύμοις ἢ τῷ Σαμαριτῶν ὄρει. Ὡς γὰροὐκ ἐν τόπῳ οἱ ἄγγελοι προσκυνοῦσιν τῷ Υἱῷ τοῦ Θεοῦ, περὶ οὗ τὸ ἅγιον Πνεῦμα λέγει· «Προσκυνήσουσιν αὐτῷ πάντες ἄγγελοι Θεοῦ», οὕτως οὐδὲ οἱ ἐξ ἀνθρώπων προσκυνηταὶ τοῦ Θεοῦ ἐν τόπῳ τινὶ
q.88
προσκυνοῦσιν, νοητῶς αὐτὸ ἐνεργοῦντες, «πνεύματι καὶ ἀληθείᾳ». 3. 59 Τούτων προτεθεωρημένων, εἱρμὸς καλεῖ ἐκλαβεῖν πῶς ἀπὸ πασῶν τῶν γλωσσῶν τῶν ἐθνῶν δέκα ἄνδρες ἐπιλήμψονται τοῦ κρασπέδου, τοῦτ' ἔστιν τοῦ σώματος τοῦ πνευματικοῦ Ἰουδαίου. 3. 60 Ὁ δέκα ἀριθμὸς μυστικῶς κατ' ἀλληγορίαν καὶ ἐνταῦθα 3. 60 κεῖται, ὡς καὶ ἐν ἑτέροις θεοπνεύστοις λογίοις περὶ ὧν ἑξῆς ἐροῦμεν, πρῶτον εἰπόντες ὡς ἀδύνατόν ἐστιν ἐκ πάντων τῶν ἐθνῶν καὶ πασῶν τῶν γλωσσῶν αὐτῶν, μυρίων καὶ πολὺ ἀνθρώπων ὄντων, μόνους δέκα ἄνδρας κατὰ πρόχειρον τοῦ ἀριθμοῦ λαμβανομένου ἠκολουθηκέναι τῷ Ἰησοῦ· αὐτὸς γάρ ἐστιν ὁ ἀληθῶς Ἰουδαῖος ἀνατείλας ἐκ τοῦ Ἰούδα. 3. 61 Μή ποτ' οὖν πάντα τὰ πλήθη τὰ ἐκ διαφόρων ἐθνῶν καὶ γλωσσῶν προσελθόντα τῷ εὐαγγελίῳ ἐπὶ τῷ κατ' αὐτὸ πολιτεύεσθαι καὶ γνῶσιν ἔχειν τῆς ἁγίας Τριάδος μυστικῶς δέκα τυγχάνουσιν, παραπλησίως τῷ λεχθέντι παρὰ Μαθθαίῳ ὑπὸ Ἰησοῦ παραβολῆς τρόπῳ· «Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις», τῶν πιστευσάντων πάντων τυγχανόντων τῶν δέκα παρθένων νοήσει τοιᾶδε. 3. 62 Πᾶς ἄνθρωπος ζῷον ὢν πέντε αἰσθήσεις ἔχει, ὄψιν, ἀκοήν, ὄσφρησιν, γεῦσιν, ἁφήν· πρὸς ταύταις καὶ κατὰ τὴν διάνοιαν τὰς ἴσας ἔχει· ὀφθαλμοὺς πεφωτισμένους, ἀκοήν, περὶ ἧς ὁ προφήτης εὐχαριστῶν τῷ μεγαλοδώρῳ φησίν· «Προσέθηκέν μοι ὠτίον τοῦ ἀκούειν.» Ἔστι δὲ συγγενὴς τῇ ἐν κρυπτῷ ὄψει καὶ ἀκοῇ ὄσφρησις, καθ' ἣν ἀντιλαμβάνεσθαι προσήκει τῆς «Χριστοῦ εὐωδίας» καὶ πνοῆς τῶν πνευματικῶν αὐτοῦ μύρων. 3. 63 Ἔστι δὲ καὶ γεῦσις καὶ ἁφὴ παρὰ τὰς κοινάς, καθ' ἃς γεύσασθαι ἔστιν ὅτι Χριστὸς ὁ Κύριος, καὶ ἅψασθαι καὶ ψηλαφῆσαι τοῦ τῆς ζωῆς Λόγου. Πάντες οὖν ὅσοι ποτ' ἂν ὦσιν οἱ τοῦ εὐαγγελίου μαθηταί, ὅταν ἀδιαφθόρους ἔχωσιν τὰς αἰσθήσεις, τάς τε ἔξω καὶ τὰς ἔνδον, δέκα παρθένοι τυγχάνουσιν ὑπὸ τοῦ Χριστοῦ βασιλευόμενοι· εἰ δέ ποτε ἐκ ῥαθυμίας ἀφέντες τινὲς τὰς τοῦ ἔσω ἀνθρώπου αἰσθήσεις κατὰ μόνας τὰς θνητὰς ἐνεργοῖεν, μωραὶ πέντε παρθένοι γενήσονται, μόνοις τοῖς αἰσθητοῖς ἐπανέχουσαι, ὡς καὶ τοῦ φωτὸς αὐτῶν οὐ τρεφομένου, ἐλαίου σβέσις καὶ ἐπίλειψις ἔσται. 3. 64 Κατὰ τὸν εἰρημένον τρόπον ἐκ πασῶν γλωσσῶν καὶ ἐθνῶν ἄνδρες δέκα τυγχάνουσιν πορευόμενοι μετὰ τοῦ ἀληθινοῦ Ἰουδαίου οἱ ἀμφότερα τὰ γένη τῶν αἰσθήσεων ἄχραντα καὶ ἀδιάφθορα φυλάξαντες, κατὰ τὸ λεχθὲν ὑπὸ τοῦ Ἀποστόλου· «Ἡ χάρις» καὶ εἰρήνη ἔσται «μετὰ τῶν ἀγαπώντων τὸν Κύριον ἡμῶν Χριστὸν ἐν ἀφθαρσίᾳ.» 3. 65 Εἰκὸς τοὺς τοῦ γράμματος φίλους νομίσαι ἄνδρας δέκα εἶναι τοὺς εἰς ἔργα μεταβαλόντας τὴν δεκάλογον διακονηθεῖσαν ὑπὸ τοῦ μεγάλου ἱεροφάντου· ἀλλὰ καὶ χριστιανοὺς τοὺς τὸ ὄνομα τοῦ Ἰησοῦ ἔχοντας ἀρχόμενον ἀπὸ τοῦ δεκάτου στοιχείου καὶ παρ' Ἕλλησιν καὶ Ἑβραίοις· οὐ μόνον γὰρ ἐν τοῖς ἑλληνικοῖς ἀλλὰ καὶ τοῖς Ἑβραίων στοιχείοις τὸ ι δέκατόν ἐστιν. 3. 66 Ὅπως δὲ ἀβίαστος φανῇ ἡ ἐπιστημονικὴ θεωρία τῶν ἀριθμῶν καὶ κατὰ τὴν θεόπνευστον γραφήν, πολλὰ μὲν ἔστιν παραγαγεῖν· ἀρκεῖ δ' ἐπὶ τοῦ παρόντος συγχρήσασθαι λέξεσιν Παύλου τοῦ ἀποστόλου καὶ Ἰωάννου τοῦ ἠγαπημένου ὑπὸ τοῦ Ἰησοῦ μαθητοῦ. Ὃ μὲν γὰρ Ῥωμαίοις γράφει τὸν Θεὸν εἰρηκέναι· «Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ βάαλ», ὃ δὲ «ἕπεσθαι τῷ ἀρνίῳ», δηλαδὴ τῷ Σωτῆρι, «παρθένων ἑκατὸν τεσσεράκοντα τέσσαρας χιλιάδας, μετὰ γυναικῶν μὴ μεμολυσμένων». 3. 67 Οὐ γὰρ δυνατὸν ταῦτα ἐπὶ ἱστορίας λαβεῖν· πῶς γάρ, τοσούτου πλήθους καταλιπόντος θεοσεβῶν ἀνδρῶν, ὁ μέγας προφήτης Ἠλίας ἠγνόει, ὡς φάναι· «Ἐγὼ ὑπολέλειμμαι μόνος καὶ ζητοῦσι τὴν ψυχήν μου τοῦ λαβεῖν αὐτήν»; Πῶς δὲ καὶ τοσαύτας χιλιάδας παρθένων μάλιστα ἀνδρῶν ἐπὶ ῥητοῦ ἔστι λαβεῖν, τότε μάλιστα ὅτε τὰ τῆς ἀναλήμψεως τοῦ Σωτῆρος οὐ πρὸ πολλοῦ ἐγεγόνει, ὡς τὸν Ἰωάννην ἀκμὴν ἐν ἀνθρώποις εἶναι; 3. 68 Ἀλλὰ μὴν ἕκαστον τούτων ἀληθῶς
q.89
γέγονεν οὐ πάντως τῶν ἀριθμῶν ἐπὶ αἰσθήσεως λαμβανομένων. Ἑπτάκις μὲν γὰρ χίλιοι ἄνδρες μὴ κάμψαντες γόνυ τῇ βάαλ τυγχάνουσιν οἱ μυστικῶς ὑποκείμενοι τῷ σαββατισμῷ τῷ ἀποκειμένῳ τῷ λαῷ τοῦ Θεοῦ, ἔχοντες οἰκειότητα πρὸς τὴν χιλιάδα καὶ τὴν ἀπ' αὐτῆς συνισταμένην ἑβδομάδα. Πολλαχοῦ γὰρ ἔστιν ἰδεῖν τὸν χίλια ἀριθμὸν θεοπρεπῶς μνημονευόμενον, ὥσπερ καὶ ἐν τῷ περὶ Θεοῦ ἀπαγγελλομένῳ οὕτως· «Ἐμνήσθη εἰς τὸν αἰῶνα διαθήκην λόγου αὐτοῦ, οὗ ἐνετείλατο τῷ Ἀβραὰμ εἰς χιλίας γενεάς.» Κατ' οὐδὲν γὰρ τῶν σημαινομένων χίλιαι ὑπάρξουσι γενεαὶ μέχρι τῆς τοῦ κόσμου συντελείας, ὡς ἐντελέστερον προηγουμένως ἐν ἄλλοις ἀποδέδεικται. 3. 69 Ἐκ ταύτης οὖν τῆς μυστικῆς χιλιάδος ἑβδομὰς συνίσταται, καθ' ἣν οἱ γνησίως θεοσεβοῦντες μόνον τὸν τῶν πάντων αἴτιον γονυπετοῦσιν. 3. 70 Ἀλλὰ καὶ οἱ ἀκολουθήσαντες παρθένοι μετὰ γυναικὸς οὐ μεμολυμμένοι ὑπόκεινται τῷ ἑκατὸν τεσσαράκοντα τέσσαρες ἀριθμῷ τῶν χιλιάδων. 3. 71 Ἔτι δὲ μάλιστα τὸ ἀπίθανον τῆς ἱστορίας φανεροῦται ἐκ τοῦ τεταγμένως ἀφ' ἑκάστης φυλῆς τοῦ Ἰσραὴλ δώδεκα χιλιάδας παρθένων ἀνδρῶν συμπληροῦσθαι· τάχα οὐδὲ ἐκ πάσης τῆς ἀνθρωπότητος τοσοῦτον ἀριθμὸν οἷόν τε συμπληροῦσθαι διὰ Χριστὸν ἀγαμούντων ἔτι τοῦ Ἰωάννου ἐπὶ γῆς διατρίβοντος. 3. 72 Ἐπεὶ οὖν τὰ τῆς λέξεως ἀδυνάτως ἔχει, φαμὲν τοσαύτας εἶναι χιλιάδας τῶν ἀμολύντως καὶ ἀμώμως βιούντων διὰ τὴν ἀρετὴν τὴν προσοῦσαν τῷ ἀριθμῷ· ἔστι γὰρ τετράγωνος, οὗ πᾶσα πλευρὰ δωδεκάς ἐστιν χιλιάδων, πολλῆς καὶ τούτου τοῦ ἀριθμοῦ προνομίας οὔσης, ὡς τῷ ἀναλέξαντι ἀπὸ τῆς γραφῆς ἔσται δῆλον. 3. 73 Σαφήνεια δὲ ἀναντίρρητος περὶ τούτων γέγονεν ἐν τοῖς ὑπομνήμασιν τῆς Ἀποκαλύψεως τοῦ Ἰωάννου καὶ τῆς πρὸς Ῥωμαίους Παύλου ἐπιστολῆς, ἅπερ ὁ ἀναγνοὺς ὄψεται τὰ περὶ τῶν ἀριθμῶν θεῖα θεωρήματα ἐπεσπαρμένα τῇ γραφῇ, τῇ τε πρὸ τῆς ἐπιδημίας τοῦ Σωτῆρος, αὕτη δ' ἐστὶν ἡ καλουμένη παλαιὰ διαθήκη, καὶ τῇ μετὰ τὴν δεῦρο τοῦ Χριστοῦ ἄφιξιν, προσαγορευομένῃ καινῇ. 3. 74 Zach. IX, 1® 2: Λῆμμα λόγου Κυρίου ἐν γῇ Σεδρὰκ καὶ Δαμασκοῦ, διότι Κύριος ἐφορᾷ ἀνθρώπους καὶ πάσας τὰς φυλὰς τοῦ Ἰσραήλ, καὶ Ἡμὰθ ἐν τοῖς ὁρίοις αὐτῆς. 3. 75 Οἱ ἅγιοι ὑπηρέται ὄντες τοῦ θείου λόγου λαμβάνουσιν αὐτὸν Θεοῦ διδόντος, ὡς θεολημπτουμένους κατὰ τὸν ἐν Χριστῷ λαλοῦντα κηρύττειν τὴν τῶν ἐσομένων γνῶσιν· τούτῳ τῷ τρόπῳ ὁ Ἁμβακοὺμ κατεχόμενος λῆμμα θεῖον τεθέαται· γέγραπται γὰρ περὶ αὐτοῦ· «Λῆμμα Κυρίου εἶδεν Ἁμβακοὺμ ὁ προφήτης.» Καὶ ἐνταῦθα τοίνυν περὶ τῆς οὕτω θεοφορίας λῆμμα λόγου Κυρίου ἀπήγγελται. 3. 76 Τί δὲ τὸ λῆμμα τοῦ λόγου καὶ περὶ τίνων βούλεται λέγειν; 3. 77 Ἐν τῇ γῇ, φησίν, τοῦ Σεδρὰκ καὶ Δαμασκοῦ καὶ Ἡμὰθ ἐν τοῖς ὁρίοις Δαμασκοῦ γίνεται, ἐφορῶντος Θεοῦ τοὺς ἀνθρώπους καὶ τὰς τοῦ Ἰσραὴλ φυλάς. Μακάριον δ' ἐστὶν τὸ ὑπὸ Θεοῦ ὁρᾶσθαι, κατὰ τό· «Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους», καὶ τὸν εὐχόμενον τούτου τυχεῖν φάσκοντα εὐκτικῶς· «Ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με.» 3. 78 Ἐπίστησον εἰ δύναται ἡ γῆ τοῦ Σεδρὰκ τὴν τοῦ παλαιοῦ λαοῦ δεικνύναι πληθύν, πεπιστευκότων εἰς τὸν Σωτῆρα λέγοντα· «Μάθετε ἀπ' ἐμοῦ ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.» Ὁ δὲ Δαμασκὸς αἰνίττεται τοὺς ἀπὸ εἰδώλων κεκλημένους· πολλὴ γὰρ δεισιδαιμονία σπουδάζεται τοῖς Δαμασκηνοῖς. 3. 79 Διὸ καὶ ἀπεναντίως ἔχοντες τοῖς εὑροῦσιν ἀνάπαυσιν ταῖς ψυχαῖς αὐτῶν ὑπὸ τοῦ Σωτῆρος πρᾴου καὶ ταπεινοῦ ὄντος τῇ καρδίᾳ, ὠμόθυμοι καὶ ἐξηγριωμένοι, φονῶντες κατὰ τῶν πέλας εἰσίν. Διὸ «αἷμα πίνοντες» προσαγορεύονται Ἑλλήνων φωνῇ καὶ «αἷμα σάκκου», φόνου πλήρης τυγχάνοντες, ὡς εἶναι ἀνθρώπους ἐφορωμένους ὑπὸ Κυρίου παντοκράτορος, τοὺς ἀπὸ τῶν ἐθνῶν προσεληλυθότας τῇ
q.90
πίστει, μεθ' οὓς δεύτεροι τυγχάνουσιν οἱ ἀπὸ τῶν φυλῶν τοῦ Ἰσραήλ. 3. 80 Πάντες οἱ μνημονευθέντες, πρὸ τῆς θείας κλήσεως ἄγριοι τυγχάνοντες, ἐν τοῖς ὁρίοις τῆς Δαμασκηνῶν γῆς ἐτύγχανον, οὕσπερ ἔτι παιδίον ὢν Ἰησοῦς ἐπρονόμευσεν, λαβὼν «τὰ σκῦλα Σαμαρείας καὶ τὴν δύναμιν Δαμασκοῦ ἀπέναντι βασιλέως Ἀσσυρίων». 3. 81 Ὅρα εἰ ταύτην τὴν νίκην τοῦ νηπίου τοῦ μήπω ἔχοντος ἡλικίαν «καλεῖν πατέρα ἢ μητέρα» αἰνίττεται ἡ κλῆσις τῶν ἀπὸ ἀνατολῆς μάγων ἐλθόντων ἀπὸ ἀνατολῶν ἐπὶ τὰ Ἱεροσόλυμα προσκυνῆσαι τῷ τεχθέντι ἐκεῖ βασιλεῖ, ποδηγούμενοι ὑπὸ ἀστέρος φανέντος αὐτοῖς, ὡς διαγορεύει τὸ κατὰ Μαθθαῖον Εὐαγγέλιον. 3. 82 Zach. IX, 2® 4: Τύρος καὶ Σιδών, διότι ἐφρόνησαν σφόδρα. Καὶ ᾠκοδόμησεν Τύρος ὀχυρώματα ἑαυτῇ καὶ ἐθησαύρισεν ἀργύριον ὡς χοῦν καὶ συνήγαγεν χρυσίον ὡς πηλὸν ὁδῶν. Διὰ τοῦτο Κύριος κληρονομήσει αὐτὴν καὶ πατάξει εἰς θάλασσαν τὴν δύναμιν αὐτῆς, καὶ αὕτη ἐν πυρὶ καταναλωθήσεται. 3. 83 Διὰ τῶν ἐκκειμένων ὀνομάτων ἡ πάντων τῶν ἐθνῶν κλῆσις σημαίνεται. Πάνυ γὰρ εἰδωλολάτραι τυγχάνουσιν Τύριοι καὶ Σιδώνιοι. Τὸ γὰρ λεγόμενον ἐν ἑνὶ τῶν Ψαλμῶν· «Προσκυνήσουσιν αὐτῷ θυγατέρες Τύρου ἐν δώροις», τὴν κλῆσιν αἰνίττεται τῶν «ἐλπίδα μὴ ἐχόντων, καὶ ἀθέων ἐν κόσμῳ» ἐθνῶν τὴν ἐπιστροφήν. Κατὰ τὴν αὐτὴν νόησιν ἐκλημπτέον καὶ τὸ ἐν ἑτέρᾳ ᾠδῇ ἔχον οὕτω· «Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ, καὶ ἰδοὺ ἀλλόφυλοι, καὶ Τύρος καὶ λαὸς Αἰθιόπων, οὗτοι ἐγενήθησαν ἐκεῖ.» Τότε γὰρ τότε γίνονται ἐν τῇ δεδοξασμένῃ Θεοῦ πόλει, ὅταν ἐπιστραφῶσιν ἀφ' ἧς εἶχον ἀσεβείας καὶ δεισιδαιμονίας οἵ τε ἀλλόφυλοι, Τύριοί τε καὶ λαὸς Αἰθιόπων, ἵνα μερὶς καὶ κλῆρος Θεοῦ χρηματίσωσι, ἀποπαθόντες τὴν ἀλλοφύλων πλάνην καὶ τὴν Τυρίων καὶ Αἰθιόπων εἰδωλολατρείαν. 3. 84 Πειρατέον εἰς τὰ προκείμενα καὶ τὰ ἐν Εὐαγγελίῳ συμπαραλαβεῖν οὕτως ἔχοντα· «Οὐαί σοι, Χοραζίν, οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ μετενόησαν.» Τῶν γὰρ τεραστίων Ἰησοῦ δυνάμεων ἐπιτελεσθεισῶν, οὐ μετενόησαν οἱ τῆς Χοραζὶν καὶ Βηθσαϊδὰ πολῖται ὄντες Ἰουδαῖοι, μετεγνωκότων ἂν Τυρίων καὶ Σιδωνίων εἰ παρ' αὐτοῖς ἐγεγόνεσαν· πλὴν εἰ καὶ τότε μὴ εἶδον τὰς παραδόξους Ἰησοῦ δυνάμεις, ἀλλ' ὕστερόν ποτε θεασάμενοι αὐτάς, πιστεύσαντες τῷ ἐπιτελέσαντι ἐληλύθασιν εἰς μετάνοιαν. 3. 85 Τὴν ἐσομένην γοῦν αὐτῶν κλῆσιν δηλοῖ καὶ ἡ προκειμένη προφητεία οὕτως ἔχουσα· «Τύρος καὶ Σιδὼν διότι ἐφρόνησαν σφόδρα», ἀλαζονευομένη ὡς «οἰκοδομῆσαι ὀχυρώματα» ἃ ἔδοξεν εἶναι ἀκαθαίρετα· σοφιστικοὶ δὲ καὶ ἐριστικοὶ λόγοι τυγχάνουσι ταῦτα, ἐφ' οἷς μέγα φρονοῦσα δυσάλωτος καὶ ἀήττητος ὑπελάμβανεν ὑπάρχειν. Περὶ τῶν τοιούτων φρουρίων σπουδαζομένων τοῖς ἑτεροδόξοις, ὡς καθαιρεθησομένων ὑπὸ τῶν ὑπὸ Θεῷ στρατευομένων, γράφει ὁ Ἀπόστολος· «Τὰ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικὰ ἀλλὰ δυνατὰ τῷ Θεῷ, πρὸς καθαίρεσιν ὀχυρωμάτων, λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ.» Οὐ γὰρ περὶ αἰσθητῶν ὀχυρωμάτων συγκαθαιρουμένων λογισμοῖς, τοῦτ' ἔστιν λόγοις ἐριστικοῖς, φησὶν ἡ ἀποστολικὴ λέξις. 3. 86 Καὶ πρὸς τὴν Νινευή, μεταλαμβανομένην εἰς τὸ «ὡραϊσμένη», μέγα φρονοῦσαν ἐφ' οἷς κατεσκεύασεν ἕρκεσιν καὶ φρουρίοις ἀκαταμαχήτοις, ὁ καθαιρέτης τῶν τοιούτων ἀπειλῶν φησιν· «Καὶ σὺ μεθυσθήσει καὶ ἔσει παρεωραμένη, καὶ ζητήσεις σεαυτῇ στάσιν ἐξ ἐχθρῶν. Τὰ ὀχυρώματά σου συκαῖ σκοποὺς ἔχουσαι, καὶ ἐὰν σαλευθῶσιν πεσοῦνται εἰς στόμα ἔσθοντος.» 3. 87 Πῶς γὰρ οὐ παροραθείη ὑπὸ τοῦ προνοητοῦ τῶν ὅλων ἡ μεθυσθεῖσα ἀπὸ τοῦ τῆς ἀσωτίας οἴνου, ὃν ἀπαγορεύει καὶ τὴν πόσιν αὐτοῦ ὁ ἐν Χριστῷ λαλῶν Ἀπόστολος γράφων· «Μὴ μεθύσκεσθε οἴνῳ ἐν ᾧ ἐστιν ἀσωτία»; Πῶς γὰρ οὐ τοιοῦτος ὁ τρυγώμενος ἀπὸ τῆς σοδομηνῆς ἀμπέλου καὶ τῆς τῶν Γομόρρων κληματίδος, ὃν θυμὸν δρακόντων
q.91
καὶ ἰὸν ἀσπίδων ἀνίατον εἶναι ἡρμήνευσεν Μωϋσῆς φάσκων· «Οἱ ἐχθροὶ ἡμῶν ἀνόητοι· ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν», καὶ μετ' ὀλίγα· «Θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν καὶ ἰὸς ἀσπίδων ἀνίατος»; 3. 88 Τούτου τοῦ πόματος ἡ μεταλαβοῦσα εἰς μέθην παρορᾶται ὑπὸ τοῦ κηδεμόνος Θεοῦ, ὡς μηκέτι στάσιν εὑρίσκειν, ἀοράτων ἐχθρῶν ἐπικειμένων, πορθούντων πολεμίων ἰσχυρῶν δίκην. Τί δ' ἕψεται τούτῳ τῷ κλόνῳ, ἢ τὰ ὀχυρώματα αὐτῆς, ἃ ἀσφαλῆ καὶ ἀσάλευτα ἡγεῖτο, εἰς τοσοῦτον ἀσθενήσειν ὡς δίκην συκῶν σκοποὺς ἐχουσῶν κινηθήσεσθαι, ἐφ' ᾧ κλόνῳ εἰς στόμα ἔσθοντος τὸν καρπὸν αὐτῆς πεσεῖν. 3. 89 Ἔχανεν γὰρ καὶ ἤνοιξεν τὸ στόμα ὁ ἀντικείμενος πολέμιος ὡς ἑτοίμως δέχεσθαι εἰς τὸ φαγεῖν τοὺς ἀποπίπτοντας ἀπὸ τῶν ὀχυρωμάτων, εὐσαλεύτων διὰ πολλὴν ἀσθένειαν ἀποδειχθέντων ὑπὸ τοῦ τροπαιούχου παμβασιλέως, δεδωκότος ἐξουσίαν πατεῖν τὴν ἐναντίαν φάλαγγα, κατὰ τὸ ἐν Εὐαγγελίῳ ὑπὸ τοῦ Σωτῆρος εἰρημένον τοῖς γνωρίμοις· «Ἔδωκα ὑμῖν ἐξουσίαν πατεῖν» πρὸς ἑτέροις καὶ «ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς ἀδικήσει», τοῦτ' ἔστι βλάψει. 3. 90 Ὅτι δὲ τὸ πεσεῖν εἰς στόμα ἔσθοντος τὸ ἡττηθῆναι σημαίνει, ἐκ πολλῶν γραφῶν μαρτυρεῖται, καὶ μάλιστα ἐκ τοῦ· «Πρόβατον πλανώμενον Ἰσραήλ, λέοντες ἐξῶσαν αὐτόν· ὁ πρῶτος κατέφαγεν αὐτὸν βασιλεὺς Ἀσσούρ, καὶ ὕστερον τὰ ὀστᾶ αὐτοῦ βασιλεὺς Βαβυλῶνος.» Ὁμῶς δὲ εἰ καὶ ἴσχυσαν αἱ λέουσιν παραβαλλόμεναι δι' ἀγριότητα ἀντικείμεναι δυνάμεις, ἀλλ' ὑφέξουσιν δίκην, ἐλευθερουμένου τοῦ καταποθέντος ὑπ' αὐτῶν Ἰσραήλ, ἀλληγορικῶς προβάτου ῥηθέντος, ὡς τὸν προφήτην ἐπινικίως βοᾶν· «Ἅγιος Ἰσραὴλ τῷ Κυρίῳ, ἀρχὴ γενημάτων αὐτοῦ· πάντες οἱ ἔσθοντες αὐτὸν πλημμελήσουσιν, κακὰ ἥξει ἐπ' αὐτούς, φησὶν Κύριος.» 3. 91 Ἐπικερτομεῖ κατὰ τῆς μεθυσθείσης καὶ παρεωραμένης ὁ λόγος, ἐπιφέρων· «Ὕδωρ περιοχῆς ἐπίσπασαι σεαυτῇ, κατακράτησον τῶν ὀχυρωμάτων σου» ὧν ἥγου ἀκαταμαχήτων τυγχάνειν. Εἰ γὰρ καί ποτ' ἐδόκει ἄλυτα τὰ σοφίσματα εἶναι καὶ ἀκαθαίρετοι οἱ ἐριστικοὶ λόγοι, ἀλλά γε φανείσης τῆς ἀληθείας καθαιρεθήσονται ὡς μηδαμῶς ἔτι ἐπαίρεσθαι κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. 3. 92 Παραπλησίως ἐκλήμψει φρούρια καὶ ἕρκη δῆθεν ἀκαθαίρετα οἰκοδομῆσθαι ὑπὸ τῶν συναγορευόντων τῇ εἰδωλολατρείᾳ καὶ πολυθέῳ πλάνῃ· οὗτοι δὲ ἀλληγορίας τρόπῳ Τύριοι ὀνομάζονται, μεταλαμβανόμενοι Ἑλλήνων φωνῇ εἰς «συνοχὴν» καὶ «συνέχοντας». 3. 93 Καὶ ἐπεὶ πάντες οἱ κακοὶ παρ' ἑαυτούς εἰσι τοιοῦτοι, οὐδενὸς μοχθηροῦ κατ' οὐσίαν ὄντος φαύλου, γίνεται Θεοῦ κληρονομία καὶ ἡ Τύρος μετὰ πάντων τῶν περὶ ὧν εἴρηται ὑπὸ τοῦ Πατρὸς τῷ Σωτῆρι· «Αἴτησαι παρ' ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου.» Πάντων τῶν κληρονομουμένων ἐθνῶν οὖσα καὶ ἡ Τύρος, ὑποταγήσεται ὡς λοιπὸν μετανοῆσαι θεασαμένην τὰς Ἰησοῦ τεραστίους δυνάμεις. 3. 94 Εἰ γὰρ πρότερον ἠλαζονεύετο οἰκοδομοῦσα ὀχυρώματα, θησαυρίζουσά τε ἀργύριον ὡς χοῦν, καὶ συνάγουσα χρυσίον ὡς πηλὸν ὁδῶν, κατεσπάσθη ἡ δύναμις αὐτῆς εἰς τὴν τοῦ βίου τῶν ἀνθρώπων ζάλην, θάλασσαν ἀλληγορικῶς ὀνομαζομένην, οὐκ ὠφελησάντων αὐτὴν τοῦ θησαυρισθέντος ἀργυρίου, διὰ πλῆθος ἢ τὸ εὐτελὲς τῷ χνῷ τῆς γῆς παραβαλλομένου, οὐδὲ τοῦ συναχθέντος χρυσίου πηλοῦ ὁδῶν δίκην συμβαλλομένου πρὸς ἀσφάλειαν αὐτῆς· κἂν γὰρ μυρία σοφιστεύωσιν καὶ περινοῶσιν οἱ τῆς ἀσεβείας συνήγοροι, ἀπωλείᾳ παραδοθήσεται τὰ σπουδαζόμενα. 3. 95 Πῶς γὰρ οὐ χῷ παραβληθήσεται ὁ πλοῦτος τῶν ἐμμανέντων κατὰ τῆς ἀληθείας, «τῶν τὴν εἰκόνα τοῦ χοϊκοῦ φερόντων», ὡσαύτως εὐτελιζομένου καὶ τοῦ χρυσίου οὗ συνηγίοχαν παραπλησίως πηλῷ ὁδῶν; Οἱ γὰρ ὁδεύοντες τὰς δυσσεβεῖς διδασκαλίας πηλὸν πατοῦσιν, ὡς ὀλίσθους μυρίους ὑφίστασθαι. Ὅμως κἂν ἐπὶ πολὺ ἀντιτείνουσα ἡ Τύρος ἀντικειμένως ὁδεύῃ, πειραθήσεται πυρὸς κολαστικοῦ, μεθ' ὃ
q.92
κἀκείνου περὶ οὗ ὁ Σωτὴρ εἶπεν· «Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, εἴθε ἤδη ἀνήφθη», ἵνα καταναλωθῇ ὑπ' αὐτοῦ πᾶν βλάστημα βλαβερὸν ὃ ἄκανθα καὶ τρίβολος καὶ ζιζάνιον ὑπάρχει. 3. 96 Πρὸς καλοῦ γὰρ τῇ Τύρῳ ἔσται πειραθῆναι τοῦ οὕτω ὑπὸ πυρὸς ἀναλωθῆναι, κατὰ τὸ λεχθὲν ὑπὸ τοῦ Σωτῆρος· «Πᾶς πυρὶ ἁλισθήσεται.» Ἐπωφελὲς δὲ καὶ τὸ πᾶσαν τὴν δύναμιν αὐτῆς καταχθῆναι εἰς τὴν θάλασσαν, ἐν ᾗ καὶ τὸ θησαυρισθὲν ἀργύριον ὡς χοῦς, καὶ τὸ συναχθὲν χρυσίον ὁμοιούμενον πηλῷ ὁδῶν τυγχάνουσιν. 3. 97 Κατασπασθείσης εἰς τὴν θάλασσαν τῆς ὑπεραύχου δυνάμεως αὐτῆς, καὶ αὐτῆς ὑπὸ πυρὸς καταναλωθείσης, τὸ ὑπολειπόμενον πρῶτον ὑποκείμενον ὑπὸ τοῦ Κυρίου κληρονομηθήσεται, ὂν αὐτοῦ ποίημα· οὕτω γὰρ καὶ τὰ ἔθνη πάντα κληρονομία αὐτοῦ γενήσεται, ἀποστραφέντα πᾶσαν δεισιδαιμονίαν καὶ πολύθεον πλάνην. 3. 98 Πάντα τὰ εἰρημένα περὶ τῆς Τύρου ἐκλαμβανέσθω καὶ περὶ τῆς Σιδῶνος· ὡς γὰρ κακία καὶ ἀσέβεια ἡ αὐτή, καὶ μετάνοια καὶ ἐπιστροφὴ πρὸς τὸν Θεὸν ἡ αὐτή. Πολλὴν ἐγγύτητα ἡ Σιδὼν πρὸς τὴν Τύρον ἔχει κατὰ τὸ εἴδωλα θεραπεύειν. 3. 99 Zach. IX, 5® 8: Ὄψεται Ἀσκαλὼν καὶ φοβηθήσεται, καὶ Γάζα καὶ ὀδυνηθήσεται σφόδρα, καὶ Ἀκκαρών, ὅτι ᾐσχύνθη ἀπὸ τῆς ἐλπίδος αὐτῆς. Καὶ ἀπολεῖται βασιλεὺς ἀπὸ Γάζης, καὶ Ἀσκαλὼν οὐ μὴ κατοικηθῇ. Καὶ κατοικήσουσιν ἀλλογενεῖς ἐν Ἀζώτῳ, καὶ καθελῶ ὕβριν ἀλλοφύλων. Καὶ ἐξαρῶ τὸ αἷμα αὐτῶν ἐκ στόματος αὐτῶν καὶ τὰ βδελύγματα αὐτῶν ἐκ μέσου ὀδόντων αὐτῶν, καὶ ὑπολειφθήσονται καὶ οὗτοι τῷ Θεῷ ἡμῶν, καὶ ἔσονται ὡς χιλίαρχος ἐν Ἰούδᾳ καὶ Ἀκκαρὼνὡς Ἰεβουσαῖος. Καὶ ὑποστήσομαι τῷ οἴκῳ μου ἀνάστεμα τοῦ μὴ διαπορεύεσθαι μηδὲ ἀνακάμπτειν, καὶ οὐ μὴ ἐπέλθῃ ἐπ' αὐτοὺς οὐκέτι ἐξελαύνων, διότι νῦν ἑόρακα ἐν τοῖς ὀφθαλμοῖς μου. Τὰ συμβάντα σκυθρωπὰ τοῖς Τυρίοις θεασαμένη ἡ Ἀσκαλὼν φόβον ἔσχεν, δεδιττομένη μή ποτε τοῖς αὐτοῖς ὑποπέσῃ, καὶ Γάζα σφόδρα ὀδύνην ἔσχεν, ἀλλὰ καὶ ἡ Ἀκκαρὼν αἰσχύνην ὑπέμεινεν, διαπεσούσης τῆς ἐλπίδος αὐτῆς. Τί δὲ τὸ αἴτιον τοῦ σφόδρα τὴν Γάζαν ὠδυνῆσθαι, ἢ τὸ τὸν βασιλέα αὐτῆς ἀπολέσθαι, καὶ τοῦ πεφοβῆσθαι τὴν Ἀσκαλῶνα, ἢ τὸ τοὺς κατοικοῦντας αὐτὴν ἀνιαρὰ ὑπομεμενηκέναι; Παραπλησίως ἐκδέξει καὶ περὶ τῆς Ἀκκαρὼ καὶ Ἀζώτου καὶἁπαξαπλῶς τῶν ἀλλοφύλων. Οὕτως τῶν πρὸς τὸ ῥητὸν ἐχόντων, θεωρητέον τὰ πρὸς ἀνηγμένην ἀπόδοσιν. Ἡ Ἀσκαλών, ἐσταθμισμένη τις οὖσα διὰ τὸ τίμιον καὶ εὖ τεθεμελιῶσθαι, νοῦν σκοπητικὸν ἀναλαβοῦσα, ὄψεται, οὐ τυφλώττουσα ἔτι ἐκ χειρίστης ἡδονῆς καὶ τῶν ἄλλων παθῶν, ὡς εὐλάβειαν ἀναλαβεῖν, ὡς ἀριθμηθῆναι τοῖς ταύτην τὴν ἀρετὴν κεκτημένοις, περὶ ὧν τὸ παροιμιῶδες θέσπισμα περὶ τῆς σοφίας φησὶν καὶ τοῦ πατρὸς αὐτῆς· «Ὁδὸν εὐλαβουμένων αὐτὸν διαφυλάξει.» Εἰς ταύτην τὴν ἐπαινετὴν κατάστασιν ἰέναι προτρέπων πάντας ἀνθρώπους ὁ ἐκκείμενος προφήτης, μᾶλλον δ' ὁ ἐν αὐτῷ λόγος, προτρέπει, φάσκων· «Εὐλαβείσθω πᾶσα σὰρξ ἀπὸ προσώπου Κυρίου» παντοκράτορος. Ἐπείδη δὲ μὴ μόνα σκυθρωπὰ συμβεβηκέναι τῷ Τύρῳ, ἀλλὰ καὶ τὴν ἐπὶ τὰ βελτίω ἀλλοίωσιν προαποδε´̣ δωκεν ἡ ἐκκειμένη προφητεία, ταῦτα θεασαμένη ἡ Ἀσκαλὼν εὐλάβειαν τελείαν ἔσχεν τὴν παρισταμένην ἐκ τοῦ· «Φόβος Κυρίου πάντα ὑπερέβαλεν», καὶ τοῦ· «Οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις τὸν Κύριον», πληρωθεῖσιν πάντων ὠφελίμων, «οὐκ ἐλαττουμένων παντὸς ἀγαθοῦ τῶν ἐκζητούντων τὸν Κύριον». Ἑπομένως τῇ Ἀσκαλῶνι, φοβηθείσῃ ἐκ τοῦ διορατικῶς ἐπιβεβληκέναι τῇ ἐπαινετῇ ἀλλοιώσει τῆς Τύρου, καὶ ἡ Γάζα σφοδρῶς ὀδυνηθήσεται, ὡσαύτως τῷ διὰ μετάνοιαν ὀλοφυρομένῳ λέγοντι· «Λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσίν μου τὴν στρωμνήν μου βρέξω.» Πότε δὲ ὑπάρξεται ἡ ὀδυνηρὰ κατάστασις τῇ Γάζῃ, ἢ ὅταν γνοῦσα ἑαυτὴν γνῷ τὴν προσοῦσαν, τὴν σύμφυτον ἰσχὺν αὐτῆς, τὴν ἐκ θείου
q.93
λόγου φυσικῶς αὐτῇ δεδομένην. Τοσούτων οἰκονομηθέντων τῇ σφοδρῶς ὀδυνωμένῃ Γάζῃ, καὶ ἡ Ἀκκαρώ, στείρωσίς τις οὖσα, οὕτω γὰρ ἑρμηνεύεται, αἰσχύνην ὀφλήσει διαπετούσης τῆς ἐλπίδος αὐτῆς. Καὶ ἐπεὶ διττῶς παιδοποιΐα νοεῖται κατ' ἀναγωγήν, ἣ μέν τις γινομένη ἀπὸ τῶν δυναμένων εἰπεῖν πρὸς τὸν Θεόν· «Ἀπὸ τοῦ φόβου σου ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκαμεν.» Ἐπαινετὴ δὲ αὕτη σπορέα ἔχουσα τὸν νυμφίον Λόγον, ψεκτῆς οὔσης τῆς ἀπὸ μοιχῶν συνισταμένης. Περὶ τῆς τοιαύτης γοῦν γονῆς λέγεται καὶ τῆς μητρὸς αὐτῆς ὑπὸ τοῦ δεσπότου τῶν ὅλων· «Τὰ τέκνα αὐτῆς οὐκ ἐλεήσω διότι τέκνα πορνείας ἐστίν· ἐπόρνευσεν ἡ μήτηρ αὐτῶν, κατῄσχυνεν ἡ τεκοῦσα αὐτά.» Διχῶς διαιρεθείσης τῆς τέκνων διαδοχῆς, μακάριον ὑπάρχει στείρωσιν ὑπομεῖναι τὴν ὀλεθρίως τίκτουσαν ἀπὸ τῶν ἀοράτων πονηρῶν ἐραστῶν· πρὸς ἀγαθοῦ γὰρ γίνεται ἡ στέρησις αὕτη, ἀρχὴν λαμβανούσης τῆς ἐκ Θεοῦ σπορᾶς, ἐξ ἧς σωτηριωδῶν ἔσται γενημάτων γενεά, ὡς λοιπὸν τὴν εὐεργετηθεῖσαν νύμφην κατοικίζεσθαι πολύπαιδα γεγενημένην ἐν τῷ οἴκῳ τοῦ ἀνδρὸς περὶ οὗ ἐν Ψαλμοῖς εἴρηται οὕτως· «Τῷ κατοικίζοντι στεῖραν ἐν οἴκῳ, μητέρα τέκνων εὐφραινομένην»· καὶ ἐν ἄλλῃ γραφῇ μετὰ στείρωσιν εὐπαιδία καὶ πολυπαιδία φέρεται· «Στεῖρα ἔτεκεν ἑπτά.» Περὶ ταύτης, μᾶλλον δὲ πρὸς αὐτὴν ὁ προφήτης Ἠσαΐας βοᾷ· «Ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.» Αἰνίττονται δὲ μάλιστα αἱ παραληφθεῖσαι γραφαὶ τὰς δύο κλήσεις, τήν τε ἐκ τῆς περιτομῆς καὶ τὴν ἀπὸ ἐθνῶν. Ἡ μὲν γὰρ ἄνδρα τὸν νόμον εἶχεν, ἐξ αὐτοῦ τεκνοῦσα· ἡ δὲ στεῖρα καὶ παίδων ἔρημος ἐτύγχανεν, ὅτε, ἄθεος οὖσα, ἐν τῷ κόσμῳ ἐλπίδα οὐδ' ὅλως εἶχεν, κατὰ τὰ Παύλῳ γραφέντα περὶ τῶν εἰδωλολατρῶν. Τούτων ὧδε ἐχόντων, ἐπιδημήσαντος τοῦ ἀληθινοῦ νυμφίου, ἡ μὲν στεῖρα ἐξ αὐτοῦ μήτηρ γέγονεν θείων γενημάτων, ἑπτὰ ὠνομασμένων διὰ προσοῦσαν ἀφθαρσίαν τε καὶ ἁγνείαν, ταύτας τὰς ἀρετὰς ἐχούσης τῆς μυστικῆς ἑβδομάδος, ὅμως τῆς στείρας ἑπτὰ τεκούσης, κατοικισθείσης τε ὑπὸ τοῦ ἀνδρὸς εὐφραινομένων τέκνων μητρός. «Ἡ πολλὴ ἐν τέκνοις ἠσθένησεν», πολλῶν τῶν τέκνων αὐτῆς γεγενημένων οὐ τοσοῦτον ἀριθμῷ ὅσον χυδαιότητι. Δηλοῦται γὰρ καὶ τοῦτο ἐκ τῆς λέξεως καθὼς ἐν τῷ Εὐαγγελίῳ πολλοὶ εἶναι λέγονται οἱ τὴν εὐρύχωρον ὁδὸν ὁδεύοντες, τέλος ἔχουσαν ἀπώλειαν. Τούτῳ τῷ τρόπῳ καὶ οἱ τοῦ Ἰσραὴλ υἱοὶ ὑπὸ τοῦ τυράννου τῆς νοητῆς Αἰγύπτου ἀρχόμενοι, πολλοὶ καὶ «χυδαῖοι σφόδρα» γεγένηνται. Τῶν οὕτω λεγομένων πολλῶν ἀφορίζων ἑαυτὸν ὁ Ἀπόστολος καὶ τοὺς τὴν αὐτὴν αὐτῷ διακονίαν πεπιστευμένους, γράφει· «Οὐκ ἐσμὲν ὡς οἱ πολλοὶ καπηλεύοντες τὸν λόγον τοῦ Κυρίου.» Ταύτῃ τῇ θεωρίᾳ συνᾴδει καὶ τὸ ἐν ὕμν̣ ῳ ἀπαγγελλόμενον ὑπὸ τοῦ ψαλμῳδοῦ· «Πολλοὶ ἐροῦσιν τῇ ψυχῇ μου», καὶ ἔτι· «Πολλοὶ ἐπανίστανται ἐπ' ἐμέ.» Τῆς τῶν ἐκ περιτομῆς συναγωγῆς ἀσθενησάσης διὰ τὴν χυδαιότητα τῶν τέκνων, καίπερ ἐχούσης ἄνδρα τὸν νόμον, ἡ ἀπὸ τῶν ἐθνῶν κληθεῖσα μήτηρ γέγονεν, καίπερ οὖσα στεῖρα πρότερον, τῶν σαφηνισθέντων ἑπτὰ τέκνων «ἀναγεννηθέντων οὐκ ἐκ σπορᾶς φθαρτῆς ἀλλὰ ἀφθάρτου διὰ ζῶντος λόγου Θεοῦ καὶ μένοντος», ὡς λοιπὸν πλῆθος εἶναι τέκνων τῆς ἐρήμου μᾶλλον ἢ τῆς συμβιούσης νόμῳ, ἀνδρὶ κατ' ἀλληγορίαν καλουμένῳ. Διαφόρων τέκνων καὶ γονῆς αὐτῶν φανείσης κατὰ τὴν θείαν παίδευσιν, πρὸς ἀγαθοῦ ἔσται στειρωθῆναι τὴν ἑτοίμως ἔχουσαν ψυχὴν πρὸς τὸ τίκτειν ἀπωλείας τέκνα, ὀλεθρίου καὶ ἐπιβλαβοῦς ὄντος τοῦ στειρωθῆναι τὴν εὐσύλληπτον ἀπὸ τῶν σπερμάτων τοῦ Θεοῦ λόγου. Διὸ τὴν τοιαύτην στείρωσιν ἀπεύχεσθαι προσήκει, ἵνα ἀστείων καὶ ἀγαθῶν τέκνων ὑπαρχθῇ γενεά. Ταῦτα τεθεώρηται εἰς τὴν ἑρμηνείαν τῆς Ἀκκαρὼ εἰς στείρωσιν μεταλαμβανομένης, στειρωθείσης αὐτῆς ὡς ἀποβαλεῖν τὴν ἐλπίδα καὶ
q.94
προσδοκίαν τὴν ἐπὶ πλήθει ἀχρήστων τέκνων. Τούτων ὑπαρξάντων τῇ Ἀκκαρώ, διαπεσούσης τῆς προσδοκίας αὐτῆς, «ὁ βασιλεὺς ἀπώλετο τῆς Γάζης». Τίς δ' αὕτη τυγχάνει εἴρηται ἐν τοῖς πρότερον. Βασιλεὺς δ' αὐτῆς ὑπάρχει ὁ ἡγούμενος αὐτὴν θυμὸς ἤτοι λόγος. Καὶ εἰ μὲν ὁ ἄρχων πρὸ τῆς κρείττονος ἀγωγῆς καὶ πολιτείας, ἡδίστη ἡ ἀπώλεια τούτου· εἰ δὲ ὁ μετὰ τὴν βελτίωσιν καὶ τὴν ἐπὶ τὸ κατὰς σάρκας τοῦ δράκοντος, ἀλλὰ καὶ «οἱ δάκνοντες καὶ κατεσθίοντες ἀλλήλους» «βδελύγματα ἔχουσιν ἐν τοῖς ὀδοῦσιν αὐτῶν καὶ αἷμα ἐν τῷ στόματι» τῷ ἰδίῳ· ἅπερ ἐὰν ἐξαρθῇ, ὑπολείπονται τῷ Κυρίῳ οἱ τῆς φονικῆς ὕβρεως ἠλευθερωμένοι· ἀναιρεθείσης γὰρ πάσης κακίας ἐπισυμβάσης τοῖς ἀνθρώποις, ὑπολείπεται τὸ κατ' εἰκόνα καὶ ὁμοίωσιν καθ' ὃ ἐκ Θεοῦ ἐδημιουργήθησαν. Ἐπεὶ γὰρ «ἄνθρωπος ἐν τιμῇ ὤν, οὐ συνιείς», εἰς κτηνώδη ἔπεσεν τρόπον, «ὡς παραβληθῆναι τοῖς κτήνεσι τοῖς ἀνοήτοις», ἀφαιρεθείσης τῆς κτηνωδίας καὶ τῆς θηριώδους καταστάσεως, «ὑπολείπεται τῷ Θεῷ ἡμῶν» ἡ τιμή, τοῦ λογικοῦ ἀναδεικνυμένου τοῦ γενομένου ἀνθρώπου εὐθοῦς, ἐξαιρομένων τῶν σκολιῶν πολλῶν λογισμῶν τοῦ γὰρ Θεοῦ τὸν ἄνθρωπον εὐθῆ πεποιηκότος, αὐτοὶ ἐξεζήτησαν λογισμοὺς ματαίους, ὑπάρχοντας πολλοὺς διὰ χυδαιότητα. Αὐτίκα γοῦν ἐν τῇ προκειμένῃ προφητικῇ λέξει, ἀναιρεθέντων τῶν ἐπισυμβάντων, καθ' ἃ Ἀσκαλωνῖται καὶ τῆς Γάζης πολῖται καὶ τῆς Ἀκκαρὼ οἰκήτορες ἐγεγόνεισαν, οἱ κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ δημιουργηθέντες ὑπολειφθήσονται καὶ αὐτοὶ τῷ Θεῷ ἡμῶν γνησίως ἐξομολογούμενοι, ὡς «χιλιάρχους» χρηματίσαι τοῦ Ἰούδα· εἰς ἐξομολογούμενον γὰρ ὁ Ἰούδας μεταλαμβάνεται. Ἕκαστος δὲ ἀρχοντικῇ προαιρέσει ἀνθομολογούμενος χιλίαρχός ἐστιν. Ἀλλὰ καὶ ὁ Ἀκκαρὼ κατὰ τὸν Ἰεβουσα̣ ι῀̣ ον ἔσται, μεταλαμβανόμενον εἰς πάτημα. Τούτων συμβεβηκότων, οἰκοδομεῖ τοῖς εὐεργετηθεῖσιν Θεὸς ἀνάστεμα, φρούριον ὕψος ἔχον, ἵν' ἔνδον μένοντες ἑστηκότες βεβαίως, μὴ διαπορεύωνται ἔτι ὧδε κἀκεῖσε φερόμενοι ἀτάκτως, ἀλλ' οὐδ' ἀνακάμπτοντες ἔτι ἐφ' ἃ καταλελοίπασιν ἁμαρτήματα, «ἐπιλανθανόμενοι αὐτῶν, τοῖς ἔμπροσθεν ἐπεκτεινόμενοι», ἐπὶ τῷ φθάσαι «εἰς τὸ τῆς ἄνω κλήσεως βραβεῖον». Τούτων ἀνυσθέντων τῶν κατορθωμάτων, μᾶλλον δὲ τῶν Θεοῦ δωρημάτων, οὐκέθ' ὑπάρχει πολέμιος ἐξελαύνων, πάντων τῶν ἀγρίως ἐπικειμένων καταλυθέντων. Ἐπεδίωκέν ποτε τὸν Θεοῦ λαὸν ὁ τῆς πνευματικῆς Αἰγύπτου τύραννος, ὡς θρασέως καὶ ἀλαζονικῶς λέγειν· «Διώξας καταλήμψομαι, διαμεριῶ σκῦλα, ἐμπλήσω ψυχήν μου, ἀνελῶ τῇ μαχαίρῃ μου, κυριεύσει ἡ χείρ μου», καὶ ἔτι ταῦτα ἀλαζονικῶς λέγων, ὑποβρύχιος γέγονεν, πάντων αὐτῷ τῶν ὑπερηφάνων λόγων ἀνατραπέντων, ὡς μηκέτ' αὐτὸν ἐξελαύνοντα εἶναι. Τοῦτ' αὐτὸ τὸ δρᾶμα καὶ ὁ τῶν Ἀσσυρίων βασιλεὺς ὑπέμεινεν· μυρία γὰρ ὅσα θρασέως ἀπειλήσας, παραχρῆμα ἀνῃρέθη, καὶ πολὺ αὐτοῦ στρατόπεδον ἐν ῥοπῇ μιᾶς ὥρας ὑπὸ ἑνὸς ἀγγέλου ἐστρώθη, ὡς ἡ γραφὴ διαγορεύει φάσκουσα ἕνα ἄγγελον «ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας» ἀνῃρηκέναι, ὡς μηκέτι σθένειν ἐξελαύνειν τὸν τοῦ Θεοῦ λαόν. Λέγει γοῦν ὁ εὐεργέτης καὶ πάσης μακαρίου σωτηρίας αἴτιος· «Διὰ τοῦτο μηκέτ' εἶναι ἐξελαύνοντα νῦν, ὅτι ἑώρακα τοῖς ὀφθαλμοῖς μου», ταῖς ἐποπτικαῖς δηλονότι δυνάμεσιν, περὶ ὧν ὁ Ἀπόστολος γράφει οὕτως· «Πάντα γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς τοῦ Θεοῦ» καὶ τῷ λόγῳ αὐτοῦ. Ῥητέον δευτέρως ὁρῶντας Θεοῦ ὀφθαλμοὺς εἶναι τοὺς ἐπιστατοῦντας τῶν ἀνθρώπων πραγμάτων ἐφόρους ἀγγέλους, περὶ ὧν ὁ ὑμνῳδός φησιν· «Οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὰ ἔθνη ἐπιβλέπουσιν.» Οὐκ ἀπεικὸς δὲ καὶ τοὺς θεωρητικοὺς ἄνδρας, ὧν ὁράσεις θεῖαι ἀνεγράφησαν, ὀφθαλμοὺς Θεοῦ φάναι· πάσης γὰρ τῆς Ἐκκλησίας τῶν σῳζομένων σώματος Χριστοῦ τυγχανούσης, οἱ
q.95
διορατικοὶ ὀφθαλμοὶ ὑπάρχουσιν, ὡς ἡ ἀποστολικὴ φανεροῖ λέξις. Ὁρώντων τοιγαροῦν τῶν κατὰ πάσας τὰς ἀποδόσεις τοῦ ῥητοῦ ἡρμηνευμένων ὀφθαλμῶν τοὺς ἐπισκοπουμένους ἐκποδὼν οἰχήσεται πᾶς ἐξελαύνων. Ἀποδοθείη δὲ εἰς τὴν προφητείαν καὶ τόδε· ἐπεὶ ἑωράκασιν οἱ ὀφθαλμοὶ τὸν Σωτῆρα ἐλευσόμενον ἐπ' εὐεργεσίᾳ καὶ σωτηρίᾳ τῶν ὅλων, πᾶς ἐξελαύνων κατελύθη, «δοθείσης ἐξουσίας πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ πάσης τῆς δυνάμεως τοῦ Σατανᾶ». Ἑξῆς γὰρ τοῖς προκειμένοις ὁ τροπαιοῦχος Σωτὴρ ἐλευσόμενος παρίσταται οὕτως· «Χαῖρε σφόδρα, θύγατερ Σιών, κήρυσσε, θύγατερ Ἰερουσαλήμ», καὶ τὰ ἑξῆς τοῦ ῥητοῦ, ἃ ἐκθετέον κατὰ λέξιν οὕτως ἔχοντα. Zach. IX, 9® 10: Χαῖρε σφόδρα, θύγατερ Σιών, κήρυσσε, θύγατερ Ἰερουσαλήμ· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σῴζων. Αὐτὸς πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον. Καὶ ἐξολεθρεύσει ἅρματα ἐξ Ἐφράιμ καὶ ἵππον ἐξ Ἰερουσαλήμ, καὶ ἐξολεθρευθήσεται τόξον πολεμικόν, καὶ πλῆθος καὶ εἰρήνη ἐξ ἐθνῶν. Καὶ κατάρξει ὑδάτων ἕως θαλάσσης καὶ ποταμῶν διεκβολὰς γῆς. Τ̣ ὴν ἐκκειμένην προφητείαν πεπληρῶσθαί φασιν οἱ εὐαγγελισταὶ ὑπὸ τοῦ Ἰησοῦ ἐπιβεβηκότος ὄνου καὶ πώλου λυθέντων καὶ ἐνεχθέντων ἐκ τῆς κατέναντι κώμης, ἅπερ φανερωθείη Θεοῦ παρέχοντος τοῖς σαφηνίζουσιν τὰ Εὐαγγέλια, περὶ ὧν καὶ ἡμεῖς ὡς οἷόν τε ἦν εἰρήκαμεν ἐν τοῖς ὑπομνήμασιν τοῦ κατὰ Μαθθαῖον. Διὸ νῦν πρὸς ἐκείνοις καὶ τὰ τοῦ προφήτου θεωρητέον. Προστάττει τῇ θυγατρὶ Σιὼν συντόνως καὶ σφοδρῶς χαίρειν, καὶ τῇ τῆς Ἰερουσαλὴμ θυγατρὶ κηρύττειν ἐπὶ τῷ τὸν βασιλέα Σωτῆρα ἔρχεσθαι δίκαιον καὶ σῴζοντα, πραΰν τε καὶ ἐπιβεβηκότα ἐπὶ ὑποζυγίου καὶ νέου πώλου, ἵν' ἐξολεθρευθῇ ἅρματα ἐκ τοῦ Ἐφράιμ καὶ ἐκ τῆς Ἰερουσαλὴμ ἵππος, καὶ προσέτι πολεμικὸν τόξον, πλῆθός τε ἐθνῶν καὶ εἰρήνη. Τούτων δὲ κατορθωθέντων κατάρξει ὁ ἐλευσόμενος ὑδάτων ἕως θαλάσσης καὶ ποταμῶν διεκβολὰς ἐχόντων γῆς. Τί δ' ἕκαστον τούτων βούλεται ἀκόλουθον εἰπεῖν. Θυγάτηρ τῆς Σιών ἐστιν ἡ σκοπευτικὴ τῶν καλῶν ψυχή, σκοποῦσα τὰ μὴ βλεπόμενα ὄντα αἰώνια· σκοπευτήριον γὰρ ἑρμηνεύεται ἡ Σιών, καὶ ἐντολὴ πεποιημένη. Πῶς γὰρ ἡ σκοπευτικὴ τῆς ἀληθείας ψυχὴ οὐ ποιεῖ τὴν θείαν ἐντολήν, εἰς ἔργα αὐτὴν μεταλαμβάνουσα, ὡς τεθαρσηκότως εἰπεῖν· «Ἡ ἐντολὴ Κυρίου τηλαυγής, φωτίζουσα ὀφθαλμούς»· καὶ πάλιν· «Πλατεῖα ἡ ἐντολή σου σφόδρα» «καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτήν.» Ὥσπερ οὖν ἡ τοιάδε ψυχὴ τῆς Σιὼν θυγάτηρ ἐστὶν τῷ εἰρημένῳ τρόπῳ, οὕτως εἴη τις καὶ τῆς Ἰερουσαλὴμ θυγάτηρ, ψυχὴ ὁρῶσα «τὴν πάντα νοῦν ὑπερέχουσαν εἰρήνην». Ἀμφοτέραις δηλαδὴ προστάττει ὁ λόγος, τῇ μὲν σφοδρῶς χαίρειν ἐπὶ τῇ ἐπιδημίᾳ τοῦ ἀληθῶς βασιλέως, τῇ δέ, ὡς ὑπεραναβεβηκυίᾳ, καὶ κηρύττειν τὸν ε᾿̣ ρχόμενον παμβασιλέα. Προὔχει γὰρ ἡ Ἰερουσαλὴμ τῆς Σιών, καὶ διὰ τοῦτο καὶ ἡ θυγάτηρ τῆς θυγατρός, ὡς τὴν μὲν χαίρειν μόνον προστάττεσθαι, τὴν δὲ καὶ κηρύττειν̣. Χαίρειν μὲν γὰρ δύναται ὁ μόνον πρακτικὸν κατο̣ ρθώσας βίον, πρὸς τῷ χαίρειν καὶ κηρύττοντος τοῦ θεωρίαν ἔχοντος, διὰ τὸ ἐσχηκέναι τοῦ ἁγίου Πνεύματος τὸ ὑπερφυὲς χάρισμα, τὸν τῆς σοφίας καὶ γνώσεως λόγον. Χαίρειν δὲ σφόδρα καὶ κηρύττειν ἐντέλλεται προφητεία ἐπὶ παρουσίᾳ βασιλέως, σῴζοντος ἅμα καὶ δικαίου τυγχάνοντος, οὐχ ἑτέρου ὄντος παρὰ τὸν Ἰησοῦν. Τίς γὰρ οὕτω σῴζων καὶ σωτὴρ τοῦ κόσμου ἢ «ὁ μεθ' ἡμῶν Θεὸς Ἐμμανουήλ», τεχθεὶς ἐκ πεῖραν ἀνδρὸς οὐκ ἐχούσης παρθένου, πληρουμένης τῆς προφητείας τῆς ἐχούσης οὕτω· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν.» Τοῦτον τὸν τόκον τῆς ἄνευ ἀνδρὸς τεκούσης παρθένου ἄγγελος ὠνόμασεν Ἰησοῦν, ἀποδοὺς καὶ τὴν αἰτίαν τῆς οὕτως ἐχούσης προσηγορίας. Διὰ τοῦτο γάρ, φησίν, κληθήσεται Ἰησοῦς, «ὅτι αὐτὸς σώσει τὸν λαὸν ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ». Αὐτίκα γοῦν τεκούσης τῆς Μαρίας
q.96
ἐν τῇ Βηθλεέμ, ἐπιστὰς ἄγγελος μέγας· «Ἐτέχθη ὑμῖν σήμερον σωτήρ, ἔφη, ὅς ἐστιν Χριστὸς Κύριος, ἐν πόλει Δαυίδ.» Περὶ τοῦ τεχθέντος Χριστοῦ προσετάττοντο οἱ προαναφωνοῦντες αὐτοῦ τὴν δεῦρο κάθοδον, κατὰ τὸν ἐν Ἠσαΐᾳ· «Εἴπατε τῇ θυγατρὶ Σιών· Ἰδού σοι σωτὴρ παραγίνεται»· οὐχ ἕτερος δ' οὗτος ὑπάρχει τοῦ ἀπαγγείλαντος περὶ ἑαυτοῦ Ἰησοῦ· «Ἦλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός»· καὶ ἔτι· «Δίκαιος καὶ σῴζων οὐκ ἔστιν πάρεξ ἐμοῦ.» Πῶς γὰρ οὐ σῴζων ὁ ἐγερθεὶς ὑπὸ τοῦ Πατρὸς κέρας σωτηρίας ἐν οἴκῳ Δαυίδ, κατὰ τὸν πληρωθέντα ἁγίου Πνεύματος Ζαχαρίαν, πατέρα τοῦ βαπτιστοῦ Ἰωάννου, λέγοντα· «Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραήλ, ὃς ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν· ἤγειρεν κέρας σωτηρίας ἡμῖν ἐν οἴκῳ Δαυίδ.» Πρὸς τῷ δίκαιον καὶ σῴζοντα ὑπάρχειν τὸν ἐρχόμενον βασιλέα, ἔστι καὶ πρᾷος ἐπιβεβηκὼς ἐπὶ ὑποζυγίου καὶ πώλου· αὐτὸς γοῦν περὶ ἑαυτοῦ ἐν τῷ Εὐαγγελίῳ φησίν· «Ἄρατε τὸ ζυγόν μου ἐφ' ὑμᾶς καὶ μάθετε ἀπ' ἐμοῦ ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.» Ἕκαστος τῶν φερόντων τὸν χρηστὸν ζυγὸν ὑποζύγιον τυγχάνει, ᾧ ἐπιβέβηκεν ὁ πρᾷος βασιλεύς· καὶ ἐπεὶ μὴ μόνων σωτὴρ ὑπάρχει τῶν ὑποζευχθέντων τῷ χρηστῷ αὐτοῦ ζυγῷ, ἀλλὰ καὶ τῶν ἄρτι κληθέντων, καὶ πώλῳ νέῳ ἐπιβέβηκεν, ἔτι ἀδαμάστῳ καὶ ἀχαλιναγωγήτῳ ὄντι, ἵνα καὶ αὐτὸν ἐξημερώσῃ οἷα ἄριστος πωλοδάμνης. Πρὸς τῇ νοήσει ταύτῃ, σημαίνονται διὰ τῆς λέξεως ἀμφότεροι οἱ κληθέντες λαοί, ὅ τε ἐκ περιτομῆς, υ῾̣ πεζευγμένος τῷ ζυγῷ τοῦ κατὰ τὸ γράμμα καὶ τὴν σκιὰν νόμου, καλουμένῳ βαρεῖ ζυγῷ, καὶ ὁ εὐθέως κληθεὶς ἀπὸ πάσης εἰδωλολατρείας καὶ χειρίστης δεισιδαιμονίας. Ὅτι δὲ οἱ κατὰ τὸ γράμμα ὑπεζευγμε´̣ νοι τῷ νόμῳ βαρὺν ἔφερον ζυγόν, οἱ ἀπόστολοι περὶ αὐτοῦ φασιν ἐν τῇ Βίβλῳ τῶν Πράξεων ἑαυτῶν ὅτι «οὔτε ἡμεῖς οὔτε οἱ πατέρες ἡμῶν ἴσχυσαν βαστάξαι» τὸν βαρὺν τοῦ νόμου ζυγόν. Συνᾳδόντως καὶ ὁ ἐν Χριστῷ λαλῶν Παῦλος ἐπιστέλλει Γαλάταις, περιτέμνεσθαι αἰσθητῶς μετὰ τὸ εὐαγγέλιον θέλουσιν· «Στήκετε οὖν καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.» Οὐ γὰρ ἔτι ἀκόλουθον ὑπῆρχεν ὑποκεῖσθαι τῷ ἄχθει καὶ τῷ βαρεῖ ζυγῷ τοὺς τοῦ εὐαγγελίου μαθητάς, πεισθέντας τῷ εἰρηκότι· «Ὁ ζυγός μου χρηστός.» Ὡσαύτως καὶ πώλῳ τῷ λεχθέντι νέῳ ἐπιβέβηκεν ὁ πραῢς βασιλεύς, «ἵνα τ̣ οὺς δύο κτίσῃ ἐν αὐτῷ εἰς ἕνα καινὸν ἄνθρωπον». Οὕτω γὰρ εἷς λαὸς καὶ Ἐκκλησία μία καταρτισθήσεται ἐξ ἀμφοτέρων τῶν κλήσεων. Ἰσοδυναμούντως ἐν τοῖς Εὐαγγελίοις γράφεται περὶ τοῦ ἀπὸ τῆς κατέναντι κώμης λυθέντος πώλου, ἵνα πρὸς τὸν Ἰησοῦν ἔλθῃ, ἐξημερωθησομένου ἐπιβάντος αὐτῷ τοῦ Σωτῆρος· εἴρηται γὰρ ὅτι οὔπω τότε ἐκάθισεν ἐπ' αὐτὸν ἀνθρώπων τις, δηλουμένου διὰ τῆς λέξεως ὅτι οἱ ἀπὸ τῶν ἐθνῶν οὐδέπω τότε ὑπό τινα λόγον διδασκαλικὸν μεθίσταντο· ἄθεοι γὰρ ἐν τῷ κόσμῳ ὑπῆρχον, οὐδεμίαν ἀληθινὴν̣ ἐλπίδα ἔχοντες· ἀλλ' εἰ καὶ πρὸ τῆς πίστεως ἀχαλιναγώγητος πῶλος ἦσαν, ἀλλ' οὖν γε ἐπιλάμψαντος τοῦ ἐκ τοῦ Ἰούδα ἀνατείλαντος Χριστοῦ, προσδοκία αὐτοῖς ὑπῆρκται, κατὰ τὸ εἰρημένον περὶ αὐτοῦ· «Καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν», καὶ ἔτι· «Ἐπ' αὐτὸν ἔθνη ἐλπιοῦσιν.» Μεγάλως ὠφεληθεισῶν τῶν δύο κλήσεω̣ ν ἐκ τῆς ἐπιβάσεως τῆς ἐπ' αὐτὰς τοῦ δικαίου καὶ σῴζοντος καὶ πρᾴου βασιλέως, ἐξολεθρεύεται τὰ τοῦ Ἐφράιμ ἅρματα καὶ ἐκ τῆς Ἰερουσαλὴμ ἵππος καὶ σὺν αὐτοῖς τὸ τῶν ὠμοτάτων καὶ ἀγρίων πολεμίων τόξον, ἀφ' οὗ ἀπελύετο «τὰ τοῦ πονηροῦ πεπυρωμένα βέλη», τιτρώσκοντα εἰς τὸν τῆς ἀκολασίας ἔρωτα, ὡς πυρωθῆναι οἰστρηλατουμένους τοὺς πυρουμένους τῇ ἐμπαθεῖ αἰσχροπαθείᾳ. Ἅρματα τοῦ Ἐφράιμ ὑπάρχει τὰ τῶν ἑτεροδόξων ἀθροίσματα καὶ ἡ ἄλογος αὐτῶν δογματοποιΐα. Πολλάκις ἀποδέδεικται ὡς αἱ αἱρέσεις παρίστανται ἐκ τῆς τοῦ Ἐφρα´̣ ιμ προσηγορίας, διὰ τὸν ἡγησάμενον τῶν
q.97
σχισμάτων πρῶτον Ἰεροβοάμ, ὄντα ἐκ τῆς τοῦ Ἐφράιμ φυλῆς· ὅνπερ γὰρ τρόπον ὁ Σωτὴρ Ἰούδας προσαγορεύεται διὰ τὸ ἐκ τῆς ὁμωνύμου φυλῆς ἀνατεταλκέναι, ἄρχων τῆς Ἐκκλησίας, οὕτως ὁ ἡγούμενος τῶν κακοδοξιῶν λόγος Ἐφράιμ ἐστίν, καρποφορίαν πολλὴν ἐπαγγελλόμενος διὰ τὸ ἀνύειν ἐν τοῖς ἀπατωμένοις. Περὶ τῶν ὀλεθρευομέν̣ ων ἁρμάτων, τὸ τῆς ἀληθείας στρατόπεδον ἐν τοῖς Ψαλμοῖς φασιν περὶ τῶν ἐποχουμένων καὶ ἡνιοχούντων· «Οὗτοι ἐν ἅρμασιν καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. Αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν, ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν.» συνεφώνουν εἰς ἁμαρτίαν καὶ δυσσέβειαν. Πρὸς ἕκαστον τῶν οὕτω γνώμης ἐχόντων ὁ βασιλεὺς νόμος φησίν· «Οὐκ ἔσῃ μετὰ πλειόνων ἐπὶ κακίᾳ· οὐδὲ συγκαταθήσει μετὰ πλήθους γενέσθαι μάρτυς ἄδικος.» Περὶ τῆς ὀλεθρίου ταύτης καὶ πρὸς τὸ κακὸν ῥοπὴν ἐχούσης, ἡ προσωποποιουμένη πόρνη ἐν ταῖς Παροιμίαις, ἥτις ποτ' ἂν ᾖ, πρὸς ἕκαστον τῶν φενακιζομένων ἀναιδῶς καὶ θρασέως κέκραγεν· «Θυσία εἰρηνική μοί ἐστιν, σήμερον ἀποδίδωμι τὰς εὐχάς μου.» Ἀναιρεθέντων πάντων τῶν ἡρμηνευμένων πρὸς τοῦ παμβασιλέως, ὑπαρχθήσεται καὶ τόδε· «Κατάρξει, φησίν, ὕδατα ἕως θαλάσσης», φανερῶν αὐτὰ ἁλμυρὰ καὶ οὐ πότιμα ὄντα, καὶ «τὰς τῶν τῆς γῆς ποταμῶν διεκβολάς», ὕδατα καταγόμενα ἕως θαλάσσης. Οἱ αὐτόθεν δι' ἁλμυρίδα ἀσεβεῖς λόγοι τυγχάνουσιν, διεκβολὰς ἐχόντων τῶν τῆς γῆς ποταμῶν τὸ γλυκὺ καὶ πότιμον ἐπιψευδόμενοι. Οἷοί εἰσιν οἱ τοῦ Φαραὼ οἷς ἐγκαθεζόμενος κομπάζει λέγων· «Ἐμοῦ εἰσιν οἱ ποταμοί, κἀγὼ ἐποίησα αὐτούς.» Τούτων ὁ ποτισμὸς ἀπαγορεύεται ὑπὸ Θεοῦ ἐν Ἰερεμίᾳ τῷ προφήτῃ· «Καὶ νῦν γάρ, φησίν, τί σοι καὶ τῇ γῇ Αἰγύπτου, τοῦ πιεῖν ὕδωρ Γηών; καὶ τί σοι καὶ τῇ γῇ Ἀσσυρίων, τοῦ πιεῖν ὕδωρ ποταμῶν;» Διεκβολαὶ εἴρηνται τῶν τῆς γῆς ποταμῶν αἱ πιθανῶς καὶ κεκομψευμένως γινόμεναι περὶ αὐτῶν λογικαὶ διέξοδοι, διὰ τὸ δοκεῖν γλυκύτητα ἔχειν τὴν πόσιν αὐτῶν. Zach. IX, 11® 12: Καὶ σὺ ἐν αἵματι διαθήκης ἐξαπέστειλας τοὺς δεσμίους σου ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ· Καθήσεσθε ἐν ὀχυρώματι, δέσμιοι τῆς συναγωγῆς, καὶ ἀντὶ μιᾶς ἡμέρας παροικεσίας σου, διπλᾶ ἀνταποδώσω σοι. Προστάξας ὁ ἐν τῷ προφήτῃ λόγος, μᾶλλον δὲ ὁ Θεός, τῇ Σιὼν καὶ Ἰερουσαλήμ, τῇ μὲν σφόδρα χαίρειν, τῇ δὲ κηρύττειν τὸν ἐρχόμενον βασιλέα σῴζοντα καὶ ἰσχύοντα καὶ πρᾷον ὄντα, πρὸς αὐτὸν τὸν ἐρχόμενον τρέπει τὸν λόγον, φάσκων· «Καὶ σὺ ἐν αἵματι διαθήκης ἐξαπέστειλας δεσμίους σου ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ.» Ποῦ γὰρ ἔδει εἶναι τοὺς δεσμίους ἢ ἐν λάκκῳ ὕδωρ οὐκ ἔχοντι καθειργμένους ὑπὸ τῶν καταπονούντων; Εὑρεῖν οὖν ἔστιν πολλοὺς τῶν ἁγίων ἀνδρῶν εἰς ἀνύδρους λάκκους βεβλημένους πρὸς τῶν ἐπιβουλευόντων καὶ φ̣ ο̣ νώντων κατ' αὐτῶν. Τὸν Ἰωσὴφ γοῦν φθονούμενον διὰ προσοῦσαν καλοκἀγαθίαν, οἱ ἀδίκως φθονοῦντες εἰς λάκκον οὐκ ἔχοντα ὕδωρ ἔβαλον. Ὡσαύτως καὶ τὸν σοφώτατον Δανιήλ, τὸν τοῦ Θεοῦ φίλον, εἰς οὐκ ἔχοντα ὕδωρ λάκκον ἔρριψαν οἱ Βαβυλώνιοι, τοῦ ἄνυδρον αὐτὸν εἶναι παρισταμένου ἐκ τοῦ λέοντας ἐκεῖ διάγειν, οὐ δυναμένων ζῆν εἰ πεπληρωμένος ὑδάτων ὑπῆρχεν. Καὶ τὸν Ἰερεμίαν γοῦν, τὸν μέγαν προφήτην, οἱ ἀντικείμενοι εἰς λάκκον βορβόρου πλήρης ἔρριψαν. Καὶ οὐδεὶς τῶν οὕτως ἐπιβουλευθέντων ἀβοήθητος ἔμεινεν, ἀποστείλαντος αὐτοὺς τοῦ Θεοῦ αὐτῶν ἀβλαβεῖς ἐκ τοῦ ἀνύδρου λάκκου. Καὶ ἐπεὶ ταῦτα συμβολικῶς ἐτελεῖτο, ὅρα μὴ ἄνυδρός ἐστιν λάκκος, διὰ τῶν συμβόλων δηλούμενος, τῶν ἀσεβῶν καὶ ἁμαρτωλῶν ὁ ᾅδης, οὐκ ὄντος ἐκεῖ ὕδατος ζωτικοῦ, διὰ τὸ μηδαμῶς εἶναι ἐκεῖ ὑγρότητα ἐπαινετήν. Αὐτίκα γοῦν ἐκεῖ γενάμενος ὁ πλούσιος ὁ πορφύραν καὶ βύσσαν κ̣································· καθ' ἡμέραν ευ·································· ἐν πυρὶ φλογὸς τ̣········································ ῥανίδα ὕδατος
q.98
···································· οὐχ εὗρεν······································· ὡς ἡ γῆ σα········ η̣ τ····················· ματος τη········ ν····························· τὴν καῦσιν καὶ τὸν φλογμόν··················· βλασφήμου, γλώττης καλου̣ μένου························ ἀποδέδοται ἤδη ὡς ἡ λε····························· καὶ Ἰερεμίας, ἀπὸ τούτου························· τος δι' ἀνύδρου λάκκου κα̣··························· πειν. Ἐν τῷ ἀνύδρῳ λάκκῳ···················· νον, πρὸ τῆς τοῦ Σωτῆρος ἐπιδημίας·················· χθέντες ὑπὸ τῶν τῆς αι̣························ εὐεργέτης ἐν Ὠσῆε τῷ προφήτῃ·················· τυραννικῶν ἀνδρῶν· «Ἐξέτεινα αὐτοὺς ἐν (τοῖς) δεσμοῖς ἀγαπήσεώς μου.» Ἰσοδυναμοῦσιν···················· δεσμὰ καὶ αἱ πέδαι τῆς σοφίας························ πόθον αὐτῆς ἔχοντα· «Ἔμ̣ βαλλε τοὺς πόδας σου εἰς τὰς πέδας αὐτῆς.» Οἱ οὕτω̣ γ̣ ε̣ νάμενοι·················· πρός τινα καιρόν, κατά τινα οἰκ······················ κω ἀποστέλλονται ἐκεῖθεν εν̣························· αὐτῶν ἀποθανόντος καὶ αν̣····················· «ἐκ τῆς ματαίας ἀναστροφῆς πατροπαραδότου··········· οὐ φθαρτοῖς ἀργυρίῳ ἢ χρυσίῳ, ἀλλ̣ ὰ τιμίῳ αἵματι ὡς ἀμώμου ἀμνοῦ», οὗτος δ' ἐστὶν ὁ Χριστός. Α··················································· ες λαβών,····································· ἐπιδούς, πεν····························· ποτήριον ἡ καινὴ διαθήκη····················· τούτῳ τῷ αἵματι·························· Χριστοῦ Ἰησοῦ δέσμιοι···························· σ̣ κ̣········ τος εκει······························ κ̣ ετ̣ αι̣ ω̣····· υξεν,····························· ς γοῦν·· τεθνηκότος̣··························· προῆγον εἰς τὴν ἁγίαν························· δηλονότι τῶν δεσμίων ἐκ τοῦ······················· αἷμα̣ τῆς διαθήκης. Ὁ θάνατος·························· ς̣ διαθήκης ὑποστάντος······················· ὡς γράφει ὁ Ἀπόστολος κατὰ····· «Διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία, ἐπεὶ μήποτε ἰσχύει ὅτε ζῇ ὁ διαθέμενος.»·· αὐτίκ̣ α γοῦν καὶ Μωϋσῆς ὁ μέγας ἱεροφάντης··········· λαβὼν τὸ βιβλίον τοῦ νόμου τῆς διαθήκης···················· τος, λαβὼν αἷμα ἱερουργη······················ νεκροῖς εἶπεν· «Τοῦτο τὸ αἷμα τῆς διαθήκης ἧς ἐνετείλατ̣ ο» Κύριος «καὶ διέθετο πρὸς ὑμᾶς».······················· ουτινος θάνατον τὴν σκιώδη···················· μοσχαρίου, τῆς καινῆς ὑπὸ τοῦ······················· αι βεβαιοῦσθαι, ὡς τὸν Παῦλον···················· τοῖς τῇ παλαιᾷ διαθήκῃ πεποιθόσιν· «Εἰ τὸ αἷμα ταύρων καὶ τράγων καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα, π̣ όσῳ τὸ αἷμα τοῦ Χριστοῦ καθαριεῖ τὴν συνείδησιν ἡμῶν ἀπὸ νεκρῶν ἔργων εἰς τὸ λατρεύειν Θεῷ ζῶντι» καὶ ἀληθινῷ. Τί δ' ὑπάρξεται καὶ ποία ἀσφάλεια ἔσται τοῖς ἐξαποσταλεῖσιν δεσμίοις τοῦ οὐκ ἔχοντος ὕδωρ λάκκου ἑξῆς δηλοῦται, φάσκοντος τοῦ λόγου· «Καθήσονται ἐν ὀχυρώμασιν», ἐπαινετοῖς δηλονότι, «οἱ δέσμιοι τῆς συναγωγῆς» τῆς ἐνδόξου Ἐκκλησίας, οὐδαμῶς ἔτι «σπίλον ἢ ῥυτίδα» ἐχούσης. Σωτήρια δὲ τὰ φρούρια· ἔνθα καθεδοῦνται διαναπαυόμενοι οἱ δέσμιοι τῆς συναγωγῆς, μετενεχθέντες ἐκ τοῦ ἀνύδρου λάκκου. Ἐν τοῖς πρότερον ὁ λόγος ἐφανέρωσεν τίνα τὰ ψεκτὰ ὀχυρώματα ἃ ᾠκοδόμησεν ἡ Τύρος καὶ ἡ Νινευή· τίνα δ' ἐστὶ τὰ νῦν μνημονευόμενα ἐπαινετά, ἐν οἷς φυλάσσονται οἱ μετ' ἀναπαύσεως οἱ δέσμιοι τῆς θείας συναγωγῆς, ἴδωμεν. Ἐν τῇ θείᾳ τῶν Παροιμιῶν γραφῇ ἡ εὐλάβεια ὀχύρωμα εἴρηται τῶν ὁσιότητα καὶ δικαιοσύνην κατορθούντων οὕτως· «Ὀχύρωμα ὁσίου φόβος Κυρίου.» Ὁ τῷ φόβῳ τοῦ Θεοῦ σκεπασθείς, ὑπεραναβὰς ταύτην τὴν σκέπην, ὑπ' αὐτοῦ τοῦ Θεοῦ φυλαχθῆναι εὐχόμενος, λέγει πρὸς αὐτὸν δι' εὐχῆς· «Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστήν, εἰς τόπον ὀχυρὸν τοῦ σῶσαί με»· καὶ ἔτι ἐν τριακοστῷ καὶ πρώτῳ Ψαλμῷ· «Σύ μου εἶ καταφυγὴ ἀπὸ θλίψεως τῆς περιεχούσης με, τὸ ἀγαλλίαμά μου, λύτρωσαί με ἀπὸ τῶν καταδιωκόντων με.» Ἰσοδυναμούντως καὶ ἐν τριακοστῷ Ψαλμῷ ὁ τυχεῖν φρουρᾶς ἀκαταμαχήτου παρακαλῶν· «Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστήν, εἶπεν, εἰς τόπον καταφυγῆς τοῦ σῶσαί με.» Ἀλλὰ καὶ ὁ τὸν καλὸν ἀγῶνα ἀγωνισάμενος τελέσας τε τὸν ἀγαθὸν δρόμον, τηρήσας τε τὴν πίστιν τηρεῖται καὶ αὐτὸς ὑπ' αὐτῆς·
q.99
ἣν καὶ δεικνὺς ὡς ἔστιν ἀσφαλῶς τετειχισμένη καὶ οὖσαν ἀκαταμάχητον, μετὰ τῶν παραπλησίων χαριστηρίως βοᾷ· «Ἰδοὺ πόλις ὀχυρὰ καὶ σωτήριον ἡμῶν· θήσει τεῖχος καὶ περίτειχος.» Πῶς γὰρ οὐκ ἀκαταμάχητος ἡ τεῖχος καὶ περίτειχον ἔχουσα πόλις, ἥτις ἐστὶν ἡ Ἐκκλησία, ἔχουσα μὲν τεῖχος συνιστάμενον ἐκ τοῦ πνευματικοῦ νόμου καὶ τῆς ἀνηγμένης θεωρίας, περίτειχος δέ, ἔξω τοῦ ἀσφαλοῦς τείχου̣ ς, τὴν κατὰ ῥητὸν καὶ ἱστορίαν γραφήν. Καὶ ἔτι κατὰ διάνοιαν ἄλλην τεῖχος τῆς καλλιπόλεώς ἐστιν ἡ περὶ τῆς Τριάδος πίστις καὶ τοῦ Μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, ὄντος Θεοῦ Λόγου, ἀληθείας τε καὶ Θεοῦ σοφίας, ὄντος περιτείχου καταλλήλως ταύτῃ τῇ νοήσει τοῦ λόγου τῆς ἐνανθρωπήσεως καὶ τοκετοῦ τοῦ ἐκ τῆς ἀπειρογάμου παρθένου Μαρίας. Δυνατὸν εἰπεῖν ὡς τεῖχος μὲν φρουροῦν τὴν Ἐκκλησίαν ἐστὶν τὰ εὐσεβῆ αὐτῆς φρονήματα κατὰ τὰ δόγματα τῆς ἀληθείας, περίτειχον δὲ τὰ ἠθικὰ παιδεύματα καὶ ἡ τῶν ἐντολῶν τήρησις. Ῥηθείη καὶ ἑτέρως ὡς τειχίζεται μὲν προηγουμένως ἡ ἐχυρὰ πόλις ἐκ τῆς ἐπιστημονικῆς τῶν νοητῶν καὶ ἀσωμάτων θεωρίας, περίτειχος ἔχουσα τὴν περὶ τῶν αἰσθητῶν γνῶσιν τοῦ φαινομένου κόσμου καὶ τῶν μερῶν αὐτοῦ καὶ τῆς διοικούσης αὐτὰ θείας προνοίας. Ὁ ἐν ταύτῃ τῇ πόλει καὶ τοῖς συγγένεσιν αὐτῇ ἐπαινετοῖς ὀχυρώμασιν καθήμενος, Χριστοῦ δέσμιος ὤν, ἀφόβως διάγει προσδοκῶν διπλασιάζεσθαι ἀνθ' ὧν ἐθλίβη παράκλησιν καὶ παραμυθίαν· ἐπενήνεκται γὰρ πρὸς τὴν εὐεργετηθεῖσαν πληθύν· «Ἀντὶ μιᾶς ἡμέρας παροικεσίας σου, διπλᾶ ἀνταποδώσω σοι», διπλασιαζομένης τῆς παραμυθίας τῆς ἐπὶ τοῖς ὑπάρξασι θλιβηροῖς. Αἰσθητὴν εἰκόνα τῆς θεωρίας τὰ κατὰ τὸν ἀνδρειώτατον Ἰὼβ λαβέ. Ὅνπερ γὰρ τρόπον ἐπ' αὐτοῦ ἐδιπλασιάσθη τὰ ἀφαιρεθέντα αὐτοῦ πάντα πρότερον, οὕτως οἱ γυμνασάμενοι τελείως πρὸς εὐσέβειαν «ἐπαγγελίαν ἔχουσιν ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης», οὐ τῆς ἐπικήρου ζωῆς, τῆς ἐλεεινοὺς ποιούσης τοὺς ἐπὶ μόνην αὐτὴν ἠλπικότας, ἀλλὰ τῆς νῦν ὑπαρχθῆναι δυναμένης τοῖς πιστεύουσιν, κατὰ τὸ λεχθὲν ὑπὸ τοῦ Σωτῆρος· «Ὁ πιστεύων εἰς ἐμὲ ἔχει ζωὴν αἰώνιον», καὶ πάλιν· «Αὕτη δ' ἐστὶν ἡ αἰώνιος ζωή, ἵνα γινώσκουσίν σε τὸν ἀληθινὸν Θεόν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.» Ὁ ταύτην τὴν ζωὴν ἀπεντεῦθεν ἔχων πολυπλασιαζομένην αὐτὴν σχοίη ὅταν τὸ τέλειον ἔλθῃ καὶ πρόσωπον πρὸς πρόσωπον ὀφθῇ ἡ ἀλήθεια. Εἰσαγωγικώτερον δὲ καὶ τόδε ῥηθείη· τοῦ θανάτου εἰς πάντας ἀνθρώπους διεληλυθότος τῇ παραβάσει τοῦ πρώτου ἀνθρώπου, διελύθη ἀπὸ τῆς ψυχῆς τὸ σῶμα· ὡς εἰκὸς δὲ ἐθλίβετο τὸ πολλῷ χρόνῳ συνὸν ἀποβαλοῦσα, ὡς παροικεσίαν ὑπομεῖναι· ἀντὶ ταύτης ἐπὶ μίαν ἡμέραν ὑπαρξάσης, διπλᾶ ὁ Θεὸς ἀνταπέδωκεν ἐγείρας καὶ ἀποδοὺς τῇ ψυχῇ τὸ σῶμα αὐτῆς, ὡς μὴ ἀπειληφέναι μόνον αὐτό, ἀλλὰ καὶ ἀντὶ φθαρτοῦ καὶ ἀτίμου καὶ ἀσθενοῦς καὶ ψυχικοῦ σώματος, ἄφθαρτον, ἰσχυρόν τε καὶ ἐπίτιμον, καὶ αὐτὸ τοῦτο σῶμα πνευματικόν. Ὁ προσέχων τῇ ἀναγνώσει τῶν θεοπνεύστων λογίων καὶ ἕτερα πλεῖστα νοήσει εἰς τὸ διπλᾶ ἀνταποδίδοσθαι ὑπὸ τοῦ Θεοῦ τῷ μίαν ἡμέραν μετοικισθέντι. Πρὸς ῥητὸν καὶ τόδε ῥηθείη· μετοικισθεὶς ὁ λαὸς εἰς ἐχθροὺς αἰχμαλωσίας νόμῳ οὐ μόνον ἐλυτρώθη, ἀλλὰ καὶ τῶν κρατησάντων ἐκυρίευσεν· οὗ συμβάντος δ̣ π̣ ῆν θυμηδίαν ἔσχον οἱ πρὸς ὀλίγον κακωθέντες. Zach. IX, 13® 14: Διότι ἐνέτεινά σε, Ἰούδα, ἐμαυτῷ τόξον· ἔπλησα τὸν Ἐφράιμ καὶ ἐπεγερῶ τὰ τέκνα σου, Σιών, ἐπὶ τὰ τέκνα Ἑλλήνων καὶ ψηλαφήσω σε ὡς ῥομφαίαν μαχητοῦ. Καὶ ἔσται Κύριος ἐπ' αὐτούς. Τὸν ἐκ τῆς φυλῆς Ἰούδα ἀνατείλαντα Σωτῆρα, τόξον ἑαυτῷ ἐνέτεινεν ὁ Πατήρ, ἀφ' οὗ ἀπολύει τὰ εἰς σωτηρίαν τιτρώσκοντα βέλη. Καὶ ὅρα γε τὴν διαφοράν· τὸ ὀλοθρευόμενον τόξον τοῦ Ἐφράιμ πολέμιον ὠνόμασται τῷ πολεμίους αὐτῷ χρᾶσθαι. Εἴρηται γοῦν ἐν ἑβδομηκοστῷ καὶ ἑβδόμῳ Ψαλμῷ περὶ πολεμίων σατανικῶν δυνάμεων καὶ πάντων
q.100
τῶν ἑτεροδόξων· «Υἱοὶ Ἐφράιμ ἐντείνοντες καὶ βάλλοντες τόξῳ, πῶς ἐστράφησαν ἐν ἡμέρᾳ πολέμου», ἀσθενήσαντες καὶ ἀνατραπέντες, δηλονότι συντριβέντων τῶν ἀμυντηρίων; Εἴρηται γάρ· «Ἡ ῥομφαία αὐτῶν εἰσέλθοι εἰς τὴν καρδίαν αὐτῶν, καὶ τὰ τόξα αὐτῶν συντριβείησαν.» Συντριβόμενα τόξα τὰ ἡγεμονικὰ τῶν μαχίμων ἐστίν, ἀφ' ὧν λόγοι πονηροὶ πέμπονται, ἠκονημένων βελῶν δίκην περὶ ὧν ὁ θεῖός φησιν λόγος· «Βολὶς τιτρώσκουσα ἡ γλῶσσα αὐτῶν, δόλια τὰ ῥήματα τοῦ στόματος αὐτῶν.» Δηλητηρίου γὰρ ἰοῦ πλήρης εἰσὶν οἱ λόγοι τῶν τὴν ψευδώνυμον γνῶσιν ἐπαγγελλομένων, θανατούντων τοὺς παραδεχομένους αὐτούς. Οὐ τοιαῦτα δὲ τὰ ἀκόντια τοῦ δυνατοῦ Σωτῆρος, περὶ ὧν ἐν τεσσερακοστῷ καὶ τετάρτῳ Ψαλμῷ λέγεται πρὸς τὸν μακάριον καὶ ἄριστον τοξότην· «Τὰ βέλη σου ἠκονημένα, δυνατέ», ἅπερ ἔρωτα θεῖον ἐμποιεῖ τοῖς βαλλομένοις ὑπ' αὐτῶν, ὡς τὴν θείαν νύμφην μακάριον ἔρωτα σχοῦσαν λέγειν· «Τετρωμένη ἀγάπης εἰμί.» Καὶ ὅρα τὸ παράδοξον· ὁ αὐτὸς Σωτὴρ τόξον καὶ τοξότης καὶ βέλος ὑπάρχει. Ἐν μὲν γὰρ τῷ προκειμένῳ προφητικῷ ῥητῷ πρὸς αὐτὸν ὑπὸ τοῦ Θεοῦ λέγεται· «Ἐνέτεινά σε, Ἰούδα, ἐμαυτῷ τόξον»· ἐν δὲ τῷ Ψαλμῷ οἱ ὑμνοῦντες αὐτὸν λέγουσιν· «Τὰ βέλη σου ἠκονημένα, δυνατέ»· αὐτὸς δὲ περὶ ἑαυτοῦ φησιν ἐν Ἠσαΐᾳ· «Ἔθηκέν με ὡς βέλος ἐκλεκτόν, ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἔκρυψέν με.» Πῶς γὰρ οὐκ ἐκλεκτὸν βέλος ὁ κατασκευάζων ἐκλεκτοὺς τοὺς τιτρωσκομένους, κρυπτόμενον ἐν τῇ φαρέτρᾳ ᾗ ἔσχεν ἐκ τῆς Μαρίας σαρκί. Ἐνταθέντος τούτου τοῦ θείου τόξου, ἀφ' οὗ ἐντείνεται καὶ ἀπολύεται τὰ πλήττοντα εἰς θεῖον ἔρωτα βέλη, ἐμπίπλαται ὁ Ἐφράιμ, ἀνατρεπόμενος καὶ ἀσθενὴς ἀποδεικνύμενος, κατὰ τὸ λεχθὲν ὑπόγυον ἀπὸ τοῦ Ψαλμοῦ· «Υἱοὶ Ἐφράιμ ἐντείνοντες καὶ βάλλοντες τόξον, πῶς ἀπεστράφησαν ἐν ἡμέρᾳ πολέμου», ἐπεγείραντος τοῦ μεγάλα χαριζομένου Θεοῦ «τὰ τῆς Σιὼν τέκνα ἐπὶ τὰ τέκνα τῶν Ἑλλήνων»; Ἑλλήνων δὲ γενήματα ἐν τούτοις σημαίνονται οἱ πρεσβεύοντες τὴν ψευδώνυμον γνῶσιν καὶ πάντες οἱ τὴν ἀσέβειαν ἔχοντες, καθ' ἣν τοὺς δυσσεβεῖς λόγους ὀλεθρίων βελῶν δίκην πέμπουσιν κατὰ τῶν μὴ ἀνειληφότων «τὸν τῆς πίστεως θυρεόν». Τέκνα Σιὼν τυγχάνουσιν, ἐπεγειρόμενα ὑπὸ τοῦ βασιλεύοντος αὐτῶν Θεοῦ, οἱ πρεσβεύοντες τὴν ἀλήθειαν. Τίς δ' ἡ Σιών, ἡ μήτηρ τῶν ἐπεγειρομένων ὑπὸ Θεοῦ τέκνων, ἢ ἡ μικρῷ πρότερον σαφηνισθεῖσα, ἧς ἡ θυγάτηρ προστάττεται χαίρειν σφοδρῶς καὶ συντόνως ἐπὶ τῇ ἐπιλάμψει τοῦ ἰσχυροῦ καὶ σῴζοντος βασιλέως. «Ψηλαφᾷ ὁ Θεὸς τὸν Ἰούδαν οἷα ῥομφαίαν μαχητοῦ», ἀμφοτέρως σωτηρίαν ἐνεργῶν· καθὸ μὲν τόξον ἐνετάθη εἰς μακάριον τιτρώσκων ἔρωτα, καθὸ δὲ στρατηγὸς ἄριστος ὑπάρχων ψηλαφᾷ ῥομφαίαν, μαχητὴς ὤν, ἐπὶ τῷ σφάττειν τοὺς ἀντιπαρατεταγμένους. Γέγραπται καὶ περὶ τούτου ἐν τετάρτῳ καὶ τεσσερακοστῷ Ψαλμῷ· «Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου, ἕνεκεν ἀληθείας καὶ πραΰτητος καὶ δικαιοσύνης, καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου.» Πῶς γὰρ οὐχ ὁδηγεῖ θαυμαστῶς ἡ δεξιὰ τὸν περιζωσάμενον ἐπὶ τὸν μηρὸν αὐτοῦ δυνατόν, παραδόξως πλήττοντα τοὺς πληττομένους; Αὐτοῦ γοῦν ἔστιν ἀκοῦσαι λέγοντος τοῖς προκαταλαμβανομένοις πρὸς τῆς θείας δυνάμεως αὐτοῦ· «Ὑμεῖς, Αἰθίοπες, τραυματίαι ῥομφαίας μού ἐστε.» Τραυματισθέντες γὰρ ὑπὸ τοῦ ταῦτα λέγοντος, ἀποβαλόντες τὴν Αἰθιόπων ζωήν, ἀθανασίαν ἀναλήμψονται, ὡς χαριστηρίως εἰπεῖν· «Ἔσται ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς», ἐπείπερ πλύναντος ἡμᾶς τοῦ αἰτίου πάντων ἀγαθῶν, λαμπροὶ καὶ λευκοὶ ἀπεδείχθημεν, κατὰ τὸν μετὰ παρρησίας λέγοντα· «Πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.» Πόθεν δὲ Αἰθίοπες γεγένηνται οἱ πρὸς ἀγαθοῦ τραυματιζόμενοι ἵνα νεκρωθῶσιν τῇ ἀσεβείᾳ, ἢ ἐκ τοῦ διαβόλου γεννήσαντος αὐτοὺς θελήσαντας τὰς ἐπιθυμίας αὐτοῦ ποιεῖν; Εἴρηται γὰρ
q.101
περὶ αὐτοῦ ὡς εἴη μέλας, διὰ προσοῦσαν σκοτεινὴν ἄγνοιαν καὶ πονηρίαν, ὡς δηλοῦται ἐν τῇ βίβλῳ τῆς μετανοίας, Ποιμένι ὀνομαζομένῃ, καὶ τῇ Βαρναβᾶ ἐπιστολῇ. Πληγείημεν δὲ καὶ ἡμεῖς σωτηριωδῶς ὑπὸ τοῦ ζῶντος λόγου καὶ ἐνεργοῦς, περὶ οὗ γέγραπται· «Ζῶν ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργής, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον», ἵνα θανατωθέντες σαρκί, ζωοποιηθῶμεν πνεύματι. Τρωθείημεν δὲ καὶ τῷ ἐκλεκτῷ βέλει, πεμφθέντι ἀπὸ τοῦ ἐνταθέντος τόξου· οὕτω γὰρ ἐπεγερθησόμεθα, τυγχάνοντες τῆς Σιὼν τέκνα ἐπὶ τὰ τῶν Ἑλλήνων γενήματα. Πολλοὶ τέκνα καὶ υἱοὶ Ἑλλήνων ὄντες, ἐσπούδασαν κατὰ τῶν τῆς εὐσεβείας δογμάτων, ὡς καὶ συγγράμματα πολύστιχα καταλεῖψαι· ἀλλ' ὠλοθρεύθησαν ἐπεγείραντος κατ' αὐτῶν τοῦ Θεοῦ ἐκκλησιαστικοὺς ἄνδρας, ἀνατρέψαντας τοὺς ἐριστικοὺς αὐτῶν λόγους ὡς εἰπεῖν μετὰ πεποιθήσεως· «Τὰ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικὰ ἀλλὰ δυνατὰ τῷ Θεῷ, λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ.» Ὅταν ἐπεγερθῇ ἐπὶ τὰ τῶν Ἑλλήνων τέκνα τὰ τῆς Σιών, «ἔσται ἐπ' αὐτοὺς» ὁ τοῦτο κατορθώσας «Κύριος», ἑνοποιῶν τοὺς ἐπεγερθέντας τοῖς καθ' ὧν ἐπεγέρθησαν, ὡς βασιλεύειν αὐτῶν καταρτισθέντων ἑνὶ νῷ καὶ μιᾷ γνώμῃ, κτίσας εἰς ἕνα καινὸν ἄνθρωπον τὸν Ἕλληνα καὶ Ἰουδαῖον. Zach. IX, 14– 15: Καὶ ἐξελεύσεται ὡς ἀστραπὴ βολίς, καὶ Κύριος παντοκράτωρ ἐν σάλπιγγι σαλπιεῖ καὶ πορεύσεται ἐν σάλῳ ἀπειλῆς αὐτοῦ. Κύριος παντοκράτωρ ὑπερασπιεῖ αὐτῶν. Ἐντείναντος Θεοῦ οἷα τόξον τὸν Ἰούδαν, βολὶς ὡς ἀστραπὴ ἐξελεύσεται, τιτρώσκουσα καὶ πλήττουσα εἰς θεῖον ἔρωτα, ὡς φῶς τοῦ κόσμου γενέσθαι τὴν δυναμένην εἰπεῖν τελείαν ψυχὴν ἢ ἔνδοξον Ἐκκλησίαν· «Τετρωμένη ἀγάπης εἰμί.» Ὅτι δὲ οὐκ ἐνταῦθα μόνον τὰ πεμπόμενα ἀπὸ τοῦ θείου τόξου φωτεινὰ τυγχάνει, καὶ ἐν τῷ Ἁμβακοὺμ πρὸς τὸν Θεὸν λέγεται· «Εἰς φῶς βολίδες σου πορεύσονται εἰς φέγγος ἀστραπῆς ὅπλων σου.» Οὐ διαφέρει δὲ τὸ πληθυντικῶς καὶ ἑνικῶς εἰπεῖν· γενικῶς γὰρ λαμβάνομεν βολίδα ἐξελευσομένην ὡς ἀστραπήν, ἧς εἴδη πολλὰ τυγχάνουσιν αἱ μερικαὶ βολαί. Ὁ τιτρώσκων λόγος εἰς πόθον τοὺς τὰς κατ' εἶδος ἀρετὰς ἀναλαμβάνοντας καὶ τὰ κατὰ μέρος δόγματα, βολίς ἐστιν γενικῶς, εἰδικῶν ὑπαρχόντων τῶν περὶ ἑκάστης ἀρετῆς καὶ ἑκάστου δόγματος λόγων, καὶ διὰ τοῦτο πληθυντικῶς ὀνομαζομένων βολίδων. Πλὴν καὶ ἡ μία βολὶς ὡς ἀστραπὴ ἐξέρχεται καὶ αἱ πολλαὶ εἰς φῶς κατὰ τὸν Ἁμβακούμ, τῷ πάντα λαμπρὰ εἶναι βέλη τὰ πεμπόμενα ἀπὸ τοῦ ἐνταθέντος τόξου ὑπὸ τοῦ Θεοῦ. Ἔστι δὲ τοῦτο ὁ Ἰούδας. Σεσαφήνισται πρότερον ὅτι περὶ τοῦ ἀνατείλαντος ἐκ τῆς φυλῆς Ἰούδα Σωτῆρος ταῦτ' ἀπαγγέλλεται. Ἐξελθούσης ὡς ἀστραπῆς τῆς θείας βολίδος ἐπὶ τῷ φωτισθῆναι τὸν ἔσω ἄνθρωπον καὶ τοὺς ὀφθαλμοὺς τῆς καρδίας, Κύριος παντοκράτωρ σαλπιεῖ, διεγείρων καὶ τὴν ἔνδον ἀκοήν, ὡς τὸν αἴσθησιν λαβόντα τῆς ὑπαρξάσης ὠφελείας ἀναφθέγξασθαι χαριστηρίως· «Ἡ παιδεία Κυρίου διανοίγει μου τὰ ὦτα», ἐπείπερ δέδωκέν μοι οὖς τοῦ ἀκούειν. Καὶ ὅρα εἰ μὴ κατ' ἐπίνοιαν ἄλλην καὶ ἄλλην τὸ παρὰ Θεοῦ διδόμενον σάλπιγξ ἐστὶν καὶ ἀστραπή. Ἧι μὲν γὰρ ἀκουστὰ τυγχάνει τὰ σαφῶς καὶ διατόρως καὶ μεγαλοφώνως ἀπαγγελλόμενα, σάλπιγγι ὡμοίωνται, ᾗ δὲ φωτίζουσιν τὸν νοῦν, ψυχῆς ὀφθαλμὸν ὄντα, ἀστραπῇ ἐοίκασιν. Ὥσπερ δὲ τοῖς εὐεργετουμένοις ἐκ προαιρέσεως καὶ τοῦ ἐφ' ἡμῖν φωτεινὰ καὶ μεγαλόφωνα ἅπαντα τὰ θεῖα, οὕτω ἀπειλὴ γίνεται κατὰ τῶν ῥᾳθύμως ἀναστρεφομένων, ὅθεν εἰκότως ἐπιφέρεται τῇ κατὰ τὴν ἀστραπὴν βολίδι ἐξερχομένῃ, καὶ τῷ σαλπίζειν τὸν Κύριον παντοκράτορα, σαλεύεσθαι τὸν εὐεργέτην ἐν ἀπειλῇ, ἀγαθότητος πολλῆς παρισταμένης ἐκ τοῦ ἐν ἀπειλῇ πορεύεσθαι ἐν σάλῳ τὸν Θεόν, ἵνα μὴ παντελῶς ἔξω γένηται, διορθουμένης ποτὲ τῆς ἀπειλῆς, ὡς ἐπὶ Νινευιτῶν γέγονεν. Εἰπὼν γὰρ ὁ ἀπειλῶν· «Ἔτι τρεῖς ἡμέραι καὶ Νινευὴ
q.102
κατασκαφήσεται», οὐκ ἐν κολάσει, ἀλλ' ἐν ἀπειλῇ ἔδοξεν σαλεύεσθαι καὶ μετανίστασθαι αὐτῶν, ἵνα μετανοίας τόπος δοθεὶς ἔξω τῆς ἀπειλῆς ποιήσῃ τοὺς παυσαμένους ἀφ' ὧν πρότερον ἐνήργουν. Ταύτῃ τοι καὶ ὁ Ἀδάμ, ἅμα τῷ ἀκοῦσαι τῆς φωνῆς τῆς ὑπὸ τοῦ ὄφεως ἀπατηθείσης γυναικὸς αὐτοῦ, αἴσθησιν ἔλαβεν κλόνου τοῦ νομοθέτου, ὡς εἰπεῖν· «Τὴν φωνὴν» τῶν ποδῶν «σου ἤκουσα περιπατοῦντος», πρὸ τῆς παραβάσεως παρόντος καὶ διαλεγομένου ἀντιλαμβανόμενος. Καὶ τῶν Ἰουδαίων γοῦν οὐκ ἀφιστάμενος ὅτε γνησίως τὸν νόμον ἐφύλαττον καὶ τὸν δεδωκότα ἐθεράπευον, οὐδ' ὅλως ἀπολειπόμενος ἐν ἀπειλῇ ἐν σάλῳ πεπόρευται, φήσας περὶ αὐτῶν· «Ἐγκατέλιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου.» Σαφῶς δὲ παρίσταται ἡ ἐγκατάλειψις, λέγοντος Ἰησοῦ ἐν Εὐαγγελίῳ· «Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν.» Δείκνυται ὁ σκοπὸς καὶ τὸ τέλος πρὸς ἀγαθοῦ τοῖς ἐγκαταλειπομένοις ὑπῆρχθαι, ἐκ τοῦ ἐπιφέρεσθαι τῷ· «Καὶ Κύριος παντοκράτωρ πορεύσεται ἐν ἀπειλῇ σάλου αὐτοῦ», «Κύριος παντοκράτωρ ὑπερασπιεῖ αὐτῶν.» Ὅτε γὰρ ἔδοξεν ἐν ἀπειλῇ ἀφίστασθαι, τὸ τηνικάδε ἐβοήθησεν, ὑπὲρ αὐτῶν προβαλὼν τὴν ἀκαταμάχητον ἀσπίδα αὐτοῦ, περὶ ἧς ἐν Ὕμνοις εἴρηται τῷ εὐεργετουμένῳ· «Ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ.» Ἐπεὶ εἴρηται ἔναγχος ὡς σαλπίζων Κύριος παντοκράτωρ διατόρως καὶ μεγαλοφώνως ἄγει τὰς παρ' αὐτοῦ εὐεργεσίας, γραφικὰς περὶ τούτου μαρτυρίας συνακτέον. Προστάττει τὸ ἅγιον Πνεῦμα τῷ κήρυκι τῆς ἀληθείας ὑψῶσαι τὴν φωνὴν ἑαυτοῦ ὡς σάλπιγγα, ὅπως ἡ διδασκαλία ἣν προφέρει εἰς πόλεμον διεγείρῃ τοὺς Θεῷ στρατευομένους πρὸς τοὺς ἀντιπαρατεταγμένους πολεμικῶς, ἀλλὰ καὶ πρὸς τὸ συγκαλεῖν εἰς τὰς ἑορτασίμους πανηγύρεις. Κεῖται δὲ τὰ περὶ τούτων ἐν τοῖς θεοπνεύστοις λογίοις, ποτὲ μὲν μετ' αἰνιγμοῦ, ποτὲ δὲ ἱστορικῇ διηγήσει. Ὑπὲρ δὲ τοῦ δειχθῆναι ὡς τὸ σαλπίζειν σημαίνει φανέρωσιν, αὔταρκες τὸ ὑπὸ Ἰησοῦ λεχθὲν τοῖς ἐμπομπεύειν ἐθέλουσιν τῇ εἰς τοὺς πέλας εὐποιΐᾳ· «Σύ, φησίν, ποιῶν ἐλεημοσύνην, μὴ σαλπίσῃς ἔμπροσθέν σου.» Μάλιστα γὰρ ταύτην τὴν ἀρετὴν κεκρυμμένως βούλεται πράττεσθαι, διὰ τὸ παραφύεσθαι φιλοδοξίαν καὶ τὸ φιλέπαινον φανερῶς αὐτῆς τελουμένης, ἀλλὰ καὶ παραβαίνεται ἐντολὴ ἡ διαγορεύουσα· «Ὃ μισεῖς, ἑτέρῳ σου μὴ ποίει.» Τὸ γὰρ ἐμπομπεύειν τῇ τῶν δεομένων, ἵν' οὕτω φράσω, δυστυχίᾳ, οὐ φίλον τῷ εὐεργετουμένῳ, ᾧ ἕπεται καὶ αὐτὸν τὸν μεταδιδόντα πράττειν ὃ μὴ βούλεται παθεῖν. Ὅταν τοίνυν Κύριος ὁ παντοκράτωρ φωτίζῃ τοὺς πρὸς αὐτοῦ ὠφελουμένους, φανερῶν ἃ χαρίζεται, ἐν σάλπιγγι σαλπίζει, ὑπερασπίζων τῶν εὖ διατεθέντων, ὥστ' αὐτοὺς ἀνεπιβουλεύτους καὶ ἀβλήτους διαμεῖναι, κυκλῶν αὐτοὺς τῇ ἀκαταμαχήτῳ ἀσπίδι ἐνδυσαμένους πᾶσαν τὴν πανοπλίαν τοῦ ἄρχοντος καὶ βασιλεύοντος αὐτῶν. Εἴη δὲ καὶ ἡμᾶς «τοῦ φωτὸς ἐνδύσασθαι τὰ ὅπλα» καὶ «τῆς πίστεως ἀναλαβεῖν τὸν θυρεόν», ὡς μετὰ παρρησίας φάναι· «Βοηθὸς καὶ ὑπερασπιστής μου εἶ· ὁ Θεός μου, μὴ χρονίσῃς.» Zach. IX, 15– 16: Καὶ καταναλώσουσιν αὐτοὺς καὶ καταχώσουσιν αὐτοὺς ἐν λίθοις σφενδόνης καὶ ἐκπίονται τὸ αἷμα αὐτῶν ὡς οἶνον καὶ πλήσουσιν ὡς φιάλας θυσιαστήριον. Καὶ σώσει αὐτοὺς Κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὡς πρόβατα λαὸν αὐτοῦ, διότι λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς αὐτοῦ. Ἐντείναντος Θεοῦ οἷα τόξον τὸν Ἰούδαν, ἐπεγείραντός τε ἐπὶ τὰ τέκνα τῶν Ἑλλήνων τοὺς τῆς Σιὼν υἱούς, νίκη αὐτῶν ἔσται, καταναλισκομένων τῶν ἑλληνικῶν γενημάτων πρὸς τῶν ἐπεγερθέντων ἐπ' αὐτοὺς, οἷα σφενδονιστῶν ἀρίστων εὐθυβόλως βαλλόντων τοὺς λίθους, ὡς καταχωσθῆναι τοὺς λιθολεγομένους, πινομένου τ̣ οῦ αἵματος αὐτῶν πάνυ προθύμως ὑπὸ τῶν σφενδονιζόντων πληρούντων τε ὡς φιάλας θυσιαστήρια. Ὅταν πάθωσιν οἱ τῶν Ἑλλήνων υἱοὶ τὰ ἐκκείμενα, τό τε καταχωσθῆναι ἐν λίθοις καὶ ἐκποθῆναι τὸ
q.103
αἷμα αὐτῶν, τὸ τηνικαῦτα σώσει Κύριος τοὺς ὑπερασπιζομένους ὡς πρόβατα λαὸν αὐτοῦ γεγενημένους, ἐπείπερ οἱ δυνάμενοι λίθοι ἐποικοδομηθῆναι τῷ θείῳ θεμελίῳ εὐκίνητοι γενήσονται, ὡς ἐπὶ τῆς γῆς τοῦ Θεοῦ κυλίεσθαι, κούφους καὶ εὐκινήτους γινομένους πρὸς τοῦ αἴροντος ἀπ' αὐτῶν τὸ ἄχθος καὶ λιθῶδες. Οὕτω γὰρ κυλιόμενοι ἐπὶ τῆς ἁγίας τοῦ Θεοῦ γῆς ἑαυτοὺς οἰκοδομήσουσιν, ἁρμονίως ἐμβιβαζόμενοι εἰς τὰ τείχη τῆς πόλεως τῆς ἁγίας καὶ τὴν οἰκοδομὴν τοῦ ναοῦ τοῦ Θεοῦ. Τί δὲ βούλεται τὸ καταχώννυσθαι λίθοις σφενδόνης τοὺς καταναλισκομένους ὑπὸ τῶν ὑπερασπιζομένων ὑπὸ Θεοῦ παντοκράτορος θεωρητέον. Οἱ τῆς ἐπιτιμίας ἐλεγκτικοὶ λόγοι, οἷα λίθοι εὐθίκτως ὑπὸ σφενδόνης πεμπόμενοι, καταναλώσουσιν τοὺς ἁμαρτωλούς, ὥστε μηκέτ' εἶναι ἐχθροὺς Θεοῦ, καταναλωθείσης τῆς κακίας δι' ἣν ἦσαν ἀντικείμενοι ταῖς Θεοῦ χάρισιν, ἐπείπερ κατεκρύβησαν ὑπὸ τῶν τῆς σφενδόνης λίθων ποιωθέντες κατ' αὐτούς. Ὡς γὰρ «ἡ ἀγάπη καλύπτουσα πλῆθος ἁμαρτιῶν» οὐκ ἐᾷ ἔτι εἶναι ἃς ἔκρυψεν ἁμαρτίας ἐξ ὅλων ἀφανιζομένας, οὕτως οἱ ἐπιπληκτικοὶ καὶ ἐλεγκτικοὶ λόγοι ἐπερχόμενοι καθ' ὧν σφενδονίζονται, καταχώσουσιν αὐτοὺς κάλυμμα αὐτῶν γινόμενοι, ἐκπινομένου δίκην οἴνου τοῦ αἵματος αὐτῶν, ὡς εὐφραίνειν καὶ ἄγαν διαχεῖν τοὺς πιόντας, ὡς λοιπὸν φιάλας, σκεύη εὐφροσύνης ὑπηρετικά, τὰ θυσιαστήρια γενέσθαι. Πῶς γὰρ οὐ θείας μεταλαμβ̣ άνει πόσεως ὁ θυσίαν αἰνέσεως καὶ δικαιοσύνης θύων; Ὡς γὰρ οἱ μὴ ὃν δεῖ τρόπον ἱερουργοῦντες καλύπτουσιν ἐν δάκρυσιν τὸ θυσιαστήριον τοῦ ἐλεγκτικώτατα πρὸς αὐτοὺς λέγοντος· «Ἐκαλύπτετε ἐν δάκρυσιν τὸ θυσιαστήριόν μου· ἔτι ἄξιον ἐπιβλέψαι εἰς θυσίαν ὑμῶν, ἢ λαβεῖν δῶρον ἐκ τῶν χειρῶν ὑμῶν;» Ταῦτα μὲν οὖν λεγέσθω τοῖς μετὰ ἀσεβείας θύουσιν· τοῖς δὲ εὐσεβῶς ἱερουργοῦσιν ὡς δεκτὰς εἶναι τὰς θυσίας αὐτῶν, φιάλαι εὐφροσύνης ποιητικαὶ ἔσονται τὰ θυσιαστήρια, ἵν' οὕτω ἱερωμένοι σωθήσονται, ἐν φωτεινῇ καταστάσει ἀναδειχθέντες, ἡμέρᾳ νοητῇ τυγχανούσῃ, ὅτε σωθήσονται ὡς πρόβατα εἰς λαὸν Θεοῦ μεταποιούμενοι. Πρώτη γὰρ κατάστασις τῶν εὖ καὶ ὡς δεῖ ἀρχομένων, τὸ ποίμνης δίκην ἄγεσθαι ὑπὸ τοῦ ἀρίστου ποιμένος, ἵνα μετὰ ταῦτα ἐκ προβάτων λαὸς ἀναδειχθέντες βασιλευθῶσιν ὑπὸ τοῦ πρότερον ποιμένος γενομένου αὐτῶν, οἵτινες μετὰ τὸ χρηματίσαι λαὸς τοῦ παντοκράτορος, καὶ μέρη ἔσονται τῆς οἰκοδομουμένης ὑπὸ Κυρίου τῶν δυνάμεων πόλεως. Ἅγιοι λίθοι κυλιόμενοι ἐπὶ τῆς Θεοῦ γῆς διὰ τὸ κοῦφον καὶ ἐλαφρὸν γεγενημένοι, ἐπιτιθέμενοι λοιπὸν·························· ἀμετακινήτῳ θεμελίῳ······························· ους γεναμένους λίθους····················· οἰκοδομοῦσιν, ὁ πρόκριτος τῶν ἀποστόλων Πέτρος··············· γράφει· «Πρὸς ὃν προσερχόμενοι······· παρὰ Θεῷ ἐκλεκτὸν ἔντιμον λίθον, καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε οἶκος πνευματικὸς εἰς ἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους Θεῷ διὰ Ἰησοῦ Χριστοῦ.» Εἰ περὶ τῶν τοιου´̣ των·························· τοὺς δοξολογοῦντας······ «Ἐὰν οὗτοι σιωπήσουσιν, οἱ λίθοι κεκράξονται», πα································ ἁγιότητα καὶ τὴν α································ Θεοῦ γῆς, ἥτις πᾶσα ᾄδει τῳ῀̣············· προσκυνήσασα αὐτῷ, κατὰ τὰ γραφέντα ἐν τοῖς Ψαλμοῖς, ὅπου μέν· «Ἄισατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ», ὅπου δέ· «Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι»······················ λαμβάνων τὸ «ἐκπίονται ὡς οἶνον»·············· τὸ ὠμὸν καὶ πρὸς φόνους α·························· θησαν οἱ καταναλούμενοι.··························· βάλλοντες τῷ ῥητῷ τῇ κατ·························· μάχῃ τε καὶ στάσει πολε···························· λοις ἑπτὰ βιβλίοις περὶ τῆς························ ἀνδρὶ σοφῷ. Zach. IX, 17: Ὅτι εἴ τι ἀγαθόν, αὐτοῦ· καὶ εἴ τι καλόν, παρ' αὐτοῦ, σῖτος νεανίσκοις καὶ οἶνος εὐωδιάζω̣ ν εἰς παρθένους. Τὸ κυρίως αἱρετὸν ἀγαθὸν ὑπάρχον············ καὶ τὸ ἀναντιρρήτως ἐπαινε̣ τὸν
q.104
···················································· εύεται· συνᾴδει τῷ προφητικῷ····················· ἐν τῇ κατ' αὐτὸν ἐπιστολῇ· «Πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τε´̣ λειον ἄνωθέν ἐστιν καταβαῖνον ἀπὸ τοῦ Πατρὸς τῶν φωτῶν, παρ' ᾧ οὐκ ἔνι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα̣.» Διὸ μόνος οὗτος··························· δίδωσι̣ ν «ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν»····················· τ̣ ου τυγχάνει, καὶ·································· ου, ὡς τὸν πόθον···························· ἐγείροντα τὴν ψυχὴν···························· τὸν Κύριον «τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμ̣ ίαν σου». Ἐπιστατέον····························· π̣ ίστις καὶ ἡ ἐπίγνωσις···························· αὐτοῦ ἐνδιδομένου καλοῦ····························· ο̣ υ κατορθώματος. Οἷον···························· τὴν ἐπίνοιαν ἀγαθὸν καὶ························ ν καὶ ὠφέλιμον ἀγαθόν ἐστιν··························· ες προσαγορεύεται καλόν.··············· ὑμνῳδὸν εἰπεῖν· «Ποίησον ἀγαθόν»······················· τὸν μεγαλόφωνον Ἠσαΐαν μάθετε καλὸν ποιεῖν········ ε̣ ρον Ἀπόστολον, τὸ καλὸν κατέχειν·········· ἀποστολικῇ φωνῇ· «Πάντα δοκιμάζετε, τὸ καλὸν κατέχετε, ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.» «Ὅτι εἴ τι ἀγαθόν, αὐτοῦ· καὶ εἴ τι καλόν, παρ' αὐτοῦ», ἁρμονίως··············· «σῖτος νεανίσκοις καὶ οἶνος εὐωδιάζων εἰς παρθένους»······ ι̣ αἰσθητοῦ δὲ πυροῦ καὶ προχείρου··········· λ̣ εται ταῦτα. Οὐ γὰρ πνευματικὴ καὶψυχικοῦ ἀνθρώπου πρὸς τῷ μὴ δέχεσθαι τὰ τοῦ πνεύματος, μωρίαν αὐτὰ ἡγουμένου τῷ βεβλᾶφθαι τοῦ ἔσω ἀνθρώπου τὰς αἰσθήσεις. Πῶς γὰρ οὐκ ἐβλάβη ἡ ὄσφρησις καὶ γεῦσις τοῦ μὴ γευομένου τοῦ Κυρίου κατὰ τὸ λεχθέν· «Γεύσασθε καὶ εἴδετε ὅτι χρηστὸς ὁ Κύριος», καὶ ἡ ἀντιλημπτικὴ τῆς ἱερᾶς πνοῆς τοῦ ὀνόματος αὐτοῦ, κατὰ τό· «Μύρον ἐκκενωθὲν ὄνομά σοι, διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε»; Zach. X, 1– 3: Αἰτεῖσθε ὑετὸν παρὰ Κυρίου καθ' ὥραν πρόϊμον καὶ ὄψιμον· Κύριος ἐποίησεν φαντασίας καὶ ὑετὸν χειμερινόν, δώσει αὐτοῖς ἑκάστῳ βοτάνην ἐν ἀγρῷ. Διότι οἱ ἀποφθεγγόμενοι ἐλάλησαν κόπους, καὶ οἱ μάντεις ὁράσεις ψευδεῖς, καὶ τὰ ἐνύπνια ψευδῆ ἐλάλουν, μάταια παρεκάλουν· διὰ τοῦτο ἐξηράνθησαν ὡς πρόβατα καὶ ἐκακώθησαν, ὅτι οὐκ ἦν ἴασις. Ἐπὶ τοὺς ποιμένας παρωξύνθη ὁ θυμός μου, καὶ ἐπὶ τοὺς ἀμνοὺς ἐπισκέψομαι. Κακίας ἐπιπολαζούσης, ἀβροχία γ̣ ίνεται πολλάκιςκρίναντος Θεοῦ, διὸ ἐξευμενίζεσθαι ἐν τοῖς τοιούτοις τὸν ἀγανακτοῦντα κατὰ τῶν οὕτω εἰς ἀθεότητα········· ς πεσόντων, ὡς ἀντὶ Θεοῦ δαίμονας προιλ̣ άσκεσθαι·· θεν ἐξευμενίζεσθαι, ὡς μαντείας καὶ ἐνύπνια λαβεῖν παρ' αὐτῶν. Τοιαύτη ἐπαγωγὴ ὑπῆρκται τοῖς Ἑβραίοις κατὰ τοὺς χρόνους Ἠλίου τοῦ μεγάλου προφήτου, ὑετοῦ μὴ γενομένου ἐπὶ τῆς γῆς ἐπὶ ἔτη τρία̣ καὶ μῆνας ἕξ, ὡς παντὸς ἀπορῆσαι γενήματος, ὡς ἐγγυ`̣ ς θανάτου στῆναι τοὺς ἀνθρώπους καὶ τὰ ἄλλα ζῷα φθάσαι διὰ σπανιότητα τὴν τῶν ἐπιτηδείων. Ταύτης τῆς κακώσεως ἐπιπολασάσης, ἀκόλουθον ἦν τὸν Ἰσραὴλ εὐεργετηθέντα πολλ̣ άκις ἐν τοῖς τοιούτοις Θεοῦ περιέχεσθαι καὶ αἰτεῖσθαι παρ' αὐτοῦ ὑετὸν ἵν' εὐθηνία ὑπαρχθῇ. Τοῦτ' οὐ πεποίηκεν, ἐπικρατησάσης ἀπάτης ὡς δυναμένων τῶν εἰδώλων ἐπι̣ νεύειν τοῖς ζητοῦσιν παρ' αὐτῶν ἃ μὴ δύνανται παρασχεῖν. Γέγονε δὲ ἡ φρενοβλάβεια ἀπὸ τῆς Ἰεζάβελ, γυναικὸς τοῦ βασιλεύοντος τῶν Ἑβραίων, σφόδρα εἰδωλολατρούσης ὡς συναπαχθῆναι αὐτῇ καὶ τὸν ἄνδρα. Ἐπλήθυνον γοῦν ἐν ταῖς ἡμέραις αὐτῆς οἱ προφῆται τοῦ Βαάλ, ἀγάλματος ὄντος Σιδωνίων, μάντεις καὶ ἀποφθεγγόμενοι καὶ αὐτὸ τοῦτο ἐνυπνιασταὶ ὀνείρων ἐξεχόμενοι τυγχάνοντες, θέλγοντες ἀεὶ τολ̣ μήρως προγνωστικαῖς δῆθεν ὁδοῖς, διαφόρως ψεύδοντες ἐπιγενομένης εὐετηρίας, ὡς μηκέτι αἰτεῖσθαι χορηγεῖν ὑετὸν «τὸν ἀνατέλλοντα τὸν ἥλιον ἐπὶ ἀγαθοὺς καὶ πονηροὺς καὶ βρέχοντα ἐπὶ δικαίους καὶ ἀδίκους». Ἐπεὶ τοίνυν εἰς τοσαύτην ἄγνοιαν πεπτώκασιν οἱ παρὰ··········· μου ὑπαχθέντες, οἶκτον
q.105
λαβὼν ὁ Θεὸς τῶν οὕτω ὑπαχθ̣ έντων ὑπέβαλε τῷ προφήτῃ φάναι· «Αἰτεῖσθε ὑετὸν» κα̣ ι̣ ρ̣ ι´̣ ως ἐν καταλλήλῳ ὥρᾳ «παρὰ τοῦ ἀνάγοντος νεφέλας ἐξ ἐσχάτου τῆς γῆς καὶ ποιοῦντος εἰς ὑετὸν ἀστραπάς», κατὰ τὰ ἐν Ἰερεμίᾳ προφητικῶς ἀπαγγελλόμενα. Θάρσος ἐμποιῶν ὁ λόγος οἷς προτρέπει δια······ αἰτεῖσθαι ὑετὸν καθ' ὥραν αὐτοῦ, ἐπήγαγεν· «Κύριος ἐποίησεν φαντασίαν καὶ ὑετὸν χειμερινόν»· καὶ οὐχ ἅπαξ γε···· πολλάκις ἄνωθεν, εἰ μή που ἀσέβεια κρατήσασα τῶν Ἑβραίων εἰς τοσοῦτον διέθηκεν ὡς ἀναξίους παρασκευάσαι αὐτοὺς θεοπέμπτων δωρεῶν. Ἐπεὶ τοίνυν ἀεὶ Θεὸς ποτίζει τὴν γῆν τῶν ἀνθρώπων ἕνεκα, αὐτὸν ἐξευμενίζεσθαι προσήκει ἀβροχίας γινομένης, καὶ οὐ ψευδομάντεσιν προσέχειν, τῆς προγνω·························· μοχθηρὰν καὶ κόπους ἐν·························· κὴν προαναφώνησιν ω̣······························ κόπους λαλεῖν τοὺς ἀπ····························· ας καὶ ἐνύπνια διασφαλ···························· τοὺς ἀπατωμένους, ου······························ τωντος. Τοῦτο ἐκρατη························· ὡς ἤδη ἐλέχθη ἐπὶ Ἠλίᾳ τ̣························· Θεοῦ χρηματίσαντος, κλ···························· μονευθέντα χρόνον, εω······························ τότε γὰρ τότε ὑετὸς γέγονεν························ ψεν ὡς τὸν Ἰάκωβον γράφειν························ προσεφώνησεν ἐπιστολῇ, λέγων· «Ἠλίας ἄνθρωπος ὁμοιοπαθὴς ἡμῖν τυγχάνων προσηύξατο τοῦ μὴ βρέξαι καὶ οὐκ ἔβρεξεν τρία ἔτη καὶ μῆνας ἕξ», ἀβροχίας ἐπιγενομένης, οἷς ἐπηγίοχεν· «Πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη.» Ἐκ τῶν οὕτω πραττομένων ἀεὶ ερ············ ι̣ ας πρὸς Θεὸν καταφεύγειν δεῖ θεηλάτων συν̣········ κατασκηπτουσῶν, καὶ μὴ προσέχειν δαίμοσι κ·········· τιαν ἐπιψευδομένων ὧν ἔλεγχος γέγονεν το̣······· Θεὸν ἐξευμενισαμένου, ἃ σαφῶς εἴσεται ὁ σὺν πο········· νων ταῖς βασιλικαῖς ἱστορίαις. Αὐτάρκως·· ὡς νομίζω, πρὸς ῥητὸν εἰρημένης τῆς Ζαχαρίου λέξεως, ἐπιστατέον καὶ τῇ ἀναγωγῇ. Ὑετὸς πνευματικὸς ἡ θεόσδοτος διδασκαλία εἴρηται ἐν τῷ γεγραμμένῳ οὕτ̣ ως· «Αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην», αἷς ἐντολὴ δίδοται μὴ διδόναι ὑετὸν ὅτε······················ κατ' ἀλληγορίαν ὄντος ἀμπελῶνος························· α̣ καρποφορεῖν ὑπὸ ἀγγε······························ η τῶν νεφελῶν τυγχα····························· σαι διὰ τὸ ἀκάνθας καὶ τριβόλους··················· λων δίκην οἱ μακάριοι ἄνδρες··························· ι̣ δευσιν ἀκουστέον τοῦ······················ ς· «Προσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου καὶ καταβήτω ὡς δρόσος τὰ ῥήματά μου, καὶ ὡς ὄμβρος ἐπ' ἄγρωστιν»········· καὶ ἕκαστος τῶν Θεοῦ κα······························ η τὸν πνευματικὸν ὄμβρον··················· μιαν οἱ τεθέντες ἐν τῇ Ἐκκλησίᾳ ἀπόστολοι καὶ προφῆται, διδάσκαλοί τε καὶ εὐαγγελισταί.························· κατὰ τὴν παλαιὰν διαθήκην······················ εὐαγγελικὰ καὶ ἀποστολικὰ μαθήματα. Ὄψιμος········· αιος ἐστιν περὶ οὗ αἴτησιν Θεῷ προσάγειν δεῖ, ἵνα δ̣········· χθῃ τῷ καὶ τὸν πρόϊμον δεδωκότι, ἵν' ἕκαστο············ ον καρποφορήσῃ Θεοῦ δεδωκότος βοτάνην··········· ς ἀναγομένων. Ὁ ἐν Χριστῷ Ἀπόστολος καὶ αὐτὸς κατ' ἀναγωγὴν ὢν νεφέλη Ἑβραίοις γράφει· Γῆ, φησίν,·········· πολλάκις ἐπ' αὐτὴν ἐρχόμενον ὑετὸν βοτάνην········· ως ἡ ἀποστολικὴ φωνή· «Γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπ' αὐτῆς πολλάκις γενόμενον ὑετὸν καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις δι' οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας παρὰ Θεοῦ· ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους ἀδόκιμος καὶ κατάρας ἐγγύς, ἧς τὸ τέλος εἰς καῦσιν.» Ὅπως μὴ ταῦτα πρὸς ἱστορίαν αὐτὸν γεγραφέναι νομίσῃ τις, ἁρμονίως ἐπενήνοχεν· «Πεπείσμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοί, τὰ κρείσσονα καὶ ἐχόμενα σωτηρίας», καρποφορησάντων δηλονότι ἐκ τοῦ πεπωκέναι πρόϊμον καὶ ὄψιμον ὑετόν, οὐ τέλειον καρπὸν φερόν̣ των τῶν θάτερον μόνον δεξαμένων. Οἱ ἐκ περιτομῆς τὸν μόνον τὸν πρόϊμον δεξάμενοι οὐ προσήκαντο τὸ εὐαγγέλιον, οὐ πιστεύσαντες τῷ Σωτῆρι· ὡς αὖ οἱ μετὰ τὴν ἐπιδημίαν τοῦ Σωτῆρος ἑτερόδοξοι, τοῦ ὀψίμου μόνου μετεσχηκότες, οὐδαμῶς ἀπολαύσαντες τοῦ προΐμου, ἀτελεῖς αὐτοὶ καὶ
q.106
ἡ διδασκαλία αὐτῶν ὤφθησαν, μόνης τῆς ἀποστολικῆς Ἐκκλησίας καρποὺς τελείους γλυκεῖς τε καὶ ἐδωδίμους φερούσης διὰ τὸ ἐξ ἀμφοτέρων τῶν ὑετῶν τέλειον ἔχειν ποτισμόν. Ταύτην τὴν θεωρίαν ὑποβάλλει καὶ ἡ τοῦ Ὠσῆε προφητεία ὧδε ἔχουσα· «Διώξωμεν τοῦ γνῶναι τὸν Κύριον, ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτόν, καὶ ἥξει ἡμῖν ὡς ὑετὸς πρόϊμος καὶ ὄψιμος γῇ.» Ἐκλημπτέον κατὰ νόησιν ἄλλην πρόϊμον ὑετὸν εἶναι τὸν περὶ τῆς ἐνανθρωπήσεως τοῦ Σωτῆρος λόγον, ὄψιμον δε`̣ τὸν̣ περὶ τῆς θεολογίας αὐτοῦ. Ἀμφοτέρων τῶν ποτισμῶν οἱ ἀπολαύσαντές φασιν· «Ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρός, πλήρης χάριτος καὶ ἀληθείας.» Ταύτην ἔχει τὴν νόησιν καὶ τὸ Κορινθίοις υ῾̣ πὸ Παύλου γραφέν· «Εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν.» Πρὸς τὴν προτέραν ἀπόδοσιν τὴν περὶ τῶν δύο διαθηκῶν συγχρηστέον τῷ· «Παῦλος Ἰησοῦ Χριστοῦ δοῦλος, ἀφωρισμένος εἰς εὐαγγέλιον Θεοῦ, ὁ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις περὶ τοῦ Υἱοῦ αὐτοῦ τοῦ γεναμένου ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα, τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐν δυνάμει κατὰ Πνεῦμα ἁγιωσύνης.» Ῥηθείη καὶ νόησις τρίτη· τὰ ἐν τῷ αἰῶνι τούτῳ «ἐκ μέρους γινωσκόμενα καὶ προφητευόμενα» ὑετὸς πρόϊμος ἐκλαμβανέσθω, ὀψίμου τυγχάνοντος τοῦ «πρόσωπον πρὸς πρόσωπον» ὀφθησομένου ἐν τῷ μέλλοντι αἰῶνι. Φιλοτίμως δὲ καὶ τάδε λελέχθω· ἡ ἠθῶν ἐπανορθωτικὴ παίδευσις καὶ ἡ κατάλληλος ἀρετὴ πρακτικὴ οὖσα πρόϊμος ἔστω ποτισμός, ὀψίμου ὄντος τοῦ περὶ τῆς γνώσεως τῶν μυστηρίων Θεοῦ λόγου. Ὑπάρξεται δὲ ὁ διττὸς οὗτος ὑετός, Θεοῦ αὐτὸν παρέχοντος, ὅταν πορευθῶμεν τοῦ γνῶναι τὸν Κύριον δι' ἐντεύξεων καὶ ἐρεύνης τῶν θεοπνεύστων γραφῶν καὶ τῆς ἀνηκούσης πρὸς ἀνυπέρβλητον θεωρίαν γυμνασίας· τούτων γὰρ προανυσθέντων, «ὡς ὄρθρος ἕτοιμος» εὑρεθήσεται ὁ ζητούμενος Κύριος, γινόμενος ὑετὸς πρόϊμος καὶ ὄψιμος τῇ γῇ τῇ δεξαμένῃ τὸν Ἰησοῦ σπόρον. Οὕτω γὰρ καρποφορήσει τὰ ἑξῆς δηλούμ̣ ενα, ἀνάστασιν, ζωήν, γνῶσιν τελείαν, ὡς αὐτὸ τὸ λεχθὲν φανεροῖ προενεχθὲν ὥδε· «Ἥξει γάρ, φησίν, ἡμῖν ὡς ὑετὸς πρόϊμος καὶ ὄψιμος γῇ. Καὶ ἀναστησόμεθα καὶ ζησόμεθα καὶ στησόμεθα ἐνώπιον αὐτοῦ καὶ γνωσόμεθα.» Τούτων τῶν θεοπνεύστων ἀγαθῶν πληρωθεὶς ὁ ζητήσας τὸν Κύριον ὡς μοχθηρῶν ἀφέξεται τῶν ἀποφθεγγομένων ψευδομάντεων ἐνυπνιαζομένων μᾶλλον ἢ ὕπαρ τι θεωρούντων. Τυγχάνουσι δὲ τοιοῦτοι οἱ τὰς αἱρέσεις πηξάμενοι ἐν χριστιανισμῷ «μὴ νοοῦντες μήτε ἃ λέγουσιν μηδὲ περὶ τίνων διαβεβαιοῦνται», «προσέχοντες πνεύμασιν πλάνοις καὶ διδασκαλίαις δαιμονίων, ἐν̣ ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν». Ἐνέχονται τοῖς ψευδέσιν ἐνυπνίοις οἱ τὸ γρηγορεῖν καὶ νήφειν ἀποβαλόντες, κάρῳ καταφερόμενοι ἅτε δὴ νυκτὸς καθεύδοντες καὶ μεθύοντες· περὶ γὰρ τῶν ἐνυπνιαζομένων καὶ νυστάζειν ἀεὶ ποθούντων γράφεται τό· «Οἱ καθεύδοντες νυκτὸς καθεύδουσιν καὶ νυκτὸς μεθύουσιν», στερόμενοι τοῦ φωτὸς τοῦ ἀληθινοῦ. Διὸ κἄν ποτε παραμυθίαν ἐπαγγέλλωνται, μα´̣ ταια παρακαλοῦσιν· οὐ γὰρ ἐκ τῆς δοκούσης αὐτῶν μαντικῆς προαναφωνήσεως ἔσται τρέφουσα νομὴ καὶ βοτάνη. Διὸ ξηραίνονται οἷα πρόβατα νομὴν οὐκ ἔχοντα, περὶ ἧς εἶπεν ὁ ἅγιος· «Κύριος ποιμαίνει με, καὶ οὐδέν με οὐ μὴ ὑστερήσει· εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν.» Εὑρίσκεται δὲ αὕτη ἡ εὔχορτος νομὴ τῷ εἰσερχομένῳ καὶ ἐξερχομένῳ τὴν θύραν οὐκ ἄλλην οὖσαν τοῦ φάσκοντος Σωτῆρος· «Ἐγώ εἰμι ἡ θύρα. Δι' ἐμοῦ ἐάν τις εἰσέλθῃ, εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει.» Ταύτης στερόμενοι, οἱ ἐνυπνίοις καὶ μάντεσιν ψευδέσιν προσέχοντες ξηρανθήσονται δίκην θρεμμάτων βοσκήματα οὐκ ἐχόντων, ὡς μηκέτι ἴασιν εἶναι ἐν αὐτοῖς κακωθεῖσιν σφόδρα, παροξυνομένου τοῦ θυμοῦ τοῦ Θεοῦ κατὰ τῶν φαύλων νομέων
q.107
διὰ τὴν περὶ τὴν ἀγέλην ῥᾳθυμίαν, ὡς πειραθῆναι μετὰ τῶν ποιμένων θυμοῦ Θεοῦ τοὺς ἀμνούς, γινομένης καὶ μέχρις αὐτῶν τῆς ἐπισκοπῆς, ἐπιτιμωμένων καὶ κακουμένων τῶν πιότητα ἐχόντων ἀμνῶν, ὡς καὶ αὐτοὺς ξηρανθῆναι μετὰ τῶν συναγελαζομένων προβάτων. Ὑπῆρκται δὴ βλάβη τῇ ποίμνῃ παρ' αἰτίαν τῶν εἰς ἀθεότητα πεσόντων ἀγελαρχῶν, περὶ ὧν ὁ Θεὸς αὐτός φησιν· «Οἱ ποιμένες ἠσέβουν εἰς ἐμέ, καὶ ὀπίσω ἀνωφελοῦς ἐπορεύοντο», ἀποφθεγγομένοις καὶ μάντεσιν καὶ ψευδῆ ἐνύπνια ἐπαγγελλομένοις προσέχοντες, ὡς καὶ τὰ πρόβατα βλαβῆναι ἀπώλειαν ὑφιστάμενα. Ἐλέχθη γοῦν ὑπὸ τοῦ πάντων κηδομένου ἐλεγκτικώτατα· «Πρόβατα ἀπολωλότα ἐγενήθη ὁ λαός μου, οἱ ποιμένες αὐτῶν ἐξῶσαν αὐτούς», ὡς καὶ αὐτοὺς τοὺς ἀμνοὺς κακωθῆναι, τὴν ἐκ νομῆς πίονος ὠφέλειαν οὐκέτι ἔχοντας. Πλὴν εἰ καὶ οὕτως παρ' ἑαυτοὺς διετέθησαν, ἀλλ' οὖν ἀγαθότητι τοῦ καλοῦ ποιμένος, ἐτύθη ὑπὲρ τοῦ «ἆραι τὴν ἁμαρτίαν τοῦ κόσμου ὁ τοῦ Θεοῦ ἀμνός», περὶ οὗ ἡ προφητεία· «Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος», ὅνπερ δακτυλοδεικτῶν ὁ Βαπτιστὴς περισσότερον ἔχων προφήτου ἔφη· «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Ἀρθείσης δὲ τῆς τοῦ κόσμου ἁμαρτίας, οὐκέτι ξηρασίαν ἢ συγγενῆ κάκωσιν ἔχει τὰ εὐεργετηθέντα πρόβατα, οὐδ' οἱ ἀμνοὶ οὓς ἐπεσκέψατο ὁ φάσκων· «Καὶ ἐπὶ τοὺς ποιμένας παρωξύνθη ὁ θυμός μου.» Σπουδαστέον δὲ καὶ ἡμῖν ὑπὸ τὸν ἀγαθὸν ἀγελάρχην γενέσθαι, τὸν εἰς τόπον χλόης κατασκηνοῦντα τοὺς ὑπ' αὐτῷ ποιμαινομένους, ἵνα εἰσερχόμενοι καὶ ἐξερχόμενοι, εἰσωτερικῶς καὶ ἐξωτερικῶς τοῖς θείοις ἐπιβάλλοντες λόγοις, μακαρίας καὶ αἰωνίου πειραθῶμεν ζωῆς. Zach. X, 3– 5: Καὶ ἐπισκέψεται Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ τὸ ποίμνιον αὐτοῦ τὸν οἶκον Ἰούδα, καὶ τάξει αὐτοὺς ὡς ἵππον εὐπρεπῆ αὐτοῦ ἐν πολέμῳ. Καὶ ἐξ αὐτοῦ ἐπέβλεψεν, καὶ ἐξ αὐτοῦ ἔταξεν, καὶ ἐξ αὐτοῦ τὸ τόξον ἐν θυμῷ· ἐξ αὐτοῦ ἐξελεύσεται πᾶς ὁ ἐξελαύνων ἐν τῷ αὐτῷ. Καὶ ἔσονται ὡς μαχηταὶ πατοῦντες πηλὸν ἐν ταῖς ὁδοῖς ἐν πολέμῳ καὶ παρατάξονται, διότι Κύριος μετ' αὐτῶν. Ὁ μετὰ τὸ ὀργισθῆναι συμφερόντως ἰώμενος τοὺς ὑποπεσόντας τῇ ἀγανακτήσει, Κύριος Θεὸς παντοκράτωρ ὑπάρχων, ἐπισκέψεται τὸ ποίμνιον αὐτοῦ, τυγχάνον οἶκον τοῦ Ἰούδα, τοῦτ' ἔστιν τοῦ ἐξομολογουμένου· ἐξομολογούμενος γὰρ ὁ Ἰούδας ἑρμηνεύεται. Ἐπισκέπτεται δὲ τὴν ἀγέλην ἑαυτοῦ Κύριος Θεὸς παντοκράτωρ ὑπάρχων· περὶ οὗ καὶ ἐν τῷ Μιχαίᾳ εἴρηται· «Καὶ στήσεται καὶ ὄψεται καὶ ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ ἐν ἰσχύϊ Κύριος», ὢν σωτήρ. Ὅτι δὲ Κύριος Θεὸς παντοκράτωρ ὁ Μονογενὴς τοῦ Θεοῦ Υἱός ἐστιν, ἐν τοῖς πρότερον ἀποδέδεικται. Ὁμοουσίου γὰρ ὑπαρχούσης τῆς Τριάδος, ὁμοούσιος ὁ γεννηθεὶς τῷ γεννήσαντι ὑπάρχων, ἐκ Κυρίου Θεοῦ παντοκράτορος Κύριος Θεὸς παντοκράτωρ ἐστὶν ὁ Σωτήρ. Πῶς γὰρ οὐ Κύριος Θεὸς «ὁ ὢν ἐν ἀρχῇ πρὸς τὸν Θεόν»; Καὶ ὥσπερ «δι' αὐτοῦ γέγονε τὰ πάντα», οὕτω καὶ κρατεῖται καὶ βασιλεύεται, ὡς εἶναι κατὰ τοῦτο παντοκράτωρ. Οὗτος τοιγαροῦν ὁ θεολογούμε̣ νος ἐπιδημήσας ἐπὶ τῷ εὑρεῖν καὶ σῶσαι τὸ τῶν ἀνθρώπων γένος, ὂν ἀποσφαλὲν πρόβατον ἀπὸ τῆς τῶν λογικῶν ἑκατοντάδος, οἷα νομεὺς ἄριστος «τὴν ψυχὴν ἑαυτοῦ ἔθηκεν» ὑπὲρ ὧν ἐλήλυθεν σῶσαι προβάτων, ὡς λοιπὸν ἐπισκέπτεσθαι αὐτὸν τὸ ποίμνιον ἑαυτοῦ, ὄντα τοῦ Ἰούδα οἶκον, περὶ οὗ εἴρηται· «Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου.» Καὶ ἐπεὶ ταχεῖα ἐκ προκοπῆς μεταβολὴ γίνεται τοῖς εὐεργετουμένοις, τάξει τοὺς συμπληροῦντας τὸ ποίμνιον αὐτοῦ, οἷα εὐπρεπῆ ἵππον ἕνα, «κατηρτισμένων ἁπάντων ἑνὶ νῷ καὶ γνώμῃ μιᾷ», ὡς ἐκ ποιμένος ἡνίοχον ἄριστον γενέσθαι σωτηριωδῶς ἱππαζόμενον. Ὑπῆρκται δὲ τοῦτο τὸ ἀγαθὸν ἀναπεμψάντων πρεσβείαν τῶν πόθον τῆς ἐπιδημίας αὐτοῦ ἐχόντων, φασκόντων· «Ἐπίβηθι ἐπὶ τοὺς ἵππους, καὶ ἡ ἱππασία σου σωτηρία.»
q.108
Ἐκ τοῦ οἴκου τοῦ Ἰούδα, ἐκ ποιμνίου ἵππου εὐπρεποῦς γεγενημένου, ἐπέβλεψεν καὶ ἔταξεν ἐξ αὐτοῦ τόξον, ἀφ' οὗ πέμπει βέλη, λόγους τοὺς περὶ κολάσεως καὶ ἀπειλῆς· περὶ ὧν ὁ τάξας τὸ τόξον ἔφη· «Μεθύσω τὰ βέλη μου ἀφ' αἵματος», καὶ πάλιν· «Τὰ βέλη μου συντελέσει αὐτούς.» Εἴρηται καὶ ἐν τοῖς πρότερον ὅτι αἱ κολάσεις διά τινα βαθὺν λόγον προσαγορεύονται βέλη. Ἐν ἑβδόμῳ γοῦν Ψαλμῷ, περὶ τοῦ κριτοῦ τῶν ὅλων, ζώντων τε καὶ νεκρῶν, εἴρηται· «Τὸ τόξον αὐτοῦ ἐνέτεινεν καὶ ἡτοίμασεν αὐτό, καὶ ἐν αὐτῷ ἡτοίμασεν σκεύη θανάτου· τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξηργάσατο.» Τί δ' ἔσται ὅταν ἐπιβλέψῃ ἐκ τοῦ Ἰούδα Κύριος ὁ Θεὸςὁ παντοκράτωρ καὶ τάξῃ ἐξ αὐτοῦ πολεμικὸν τόξον, ἢ τὸ ἐμπειροπολέμους μαχητὰς γενέσθαι τοὺς εὖ ὑπ' αὐτοῦ παθόντας ἐκ τῶν τοῦ Ἰούδα. Ἐξελεύσεται ἐν τῷ αὐτῷ ὁ ἐξελαύνων πρὸς πόλεμον παρεσκευασμένος, ὡς πατεῖν πηλὸν ὁδῶν, πιπτόντων πολλῶν ὡς πηλὸν ἐκ τῶν αἱμάτων γενέσθαι. Συμβαίνει δὲ τοῦτο τοῖς νικῶσιν, ἀλλ' οὐ τοῖς ἡττωμένοις. Οἱ μὲν γὰρ εἰς φυγὴν τραπέν̣ τες διώκονται καὶ ἐπισπεύδονται, οἱ δὲ ἐπιτρέχοντες καὶ ἐπισπεύδοντες τοὺς διὰ δέος δείξαντας τὰ νῶτα πατοῦσι πηλοῦ δίκην τὸ αἷμα τῶν σφαγέντων, ἐπισπέρχοντες τὰ τοῦ ἐξελαύνειν ἱππέων δίκην. Τούτων δὲ τῶν κατορθωμάτων ὑπαρξάντων, ἐπ' αὐτοὺς καὶ περὶ ἑαυτοὺς ὑπερμαχῶν ἔσται Κύριος ὁ Θεὸς αὐτῶν, ὡς χαριστηρίως φάναι· «Κύριος τῶν δυνάμεων μεθ' ἡμῶν, ἀντιλήμπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ», καὶ ἔτι· «Ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς.» Τὸν Θεὸν μεθ' ἑαυτῶν ἔχοντες πεποιθότως παρατάξονται πρὸς οὓς ἔχουσι τὴν μάχην καὶ πόλεμον, ὡς ἕκαστον εὐχαριστικῶς φάναι· «Κύριος φωτισμός μου καὶ σωτήρ μου· τίνα φοβηθήσομαι; Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου· ἀπὸ τίνος δειλιάσω; Ἐν τῷ ἐγγίζειν ἐπ' ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν· ἐὰν παρατάξηται ἐπ' ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται ἡ καρδία μου· ἐὰν ἐπαναστῇ ἐπ' ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω.» Τὴν αὐτὴν ἀνδρείαν ἔχων καὶ ὁ τὸν τρίτον Ψαλμὸν ᾄδων ἐθάρρησεν εἰπεῖν· «Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι.» Πρὸς τοὺς οὕτω παρατεταγμένους ὁ λόγος εὐθυμοποιῶν λέγει· «Εἷς ἐξ ὑμῶν διώξεται χιλίους καὶ δύο μετακινήσουσιν μυριάδας» οὐκ ἀνθρώπων μόνων πολεμιστῶν ἀλλὰ καὶ ἀοράτων. Πρὸς οὓς ἔχοντες τὴν πάλην οἱ τῷ Χριστῷ στρατευόμενοι καὶ τὴν παντευχίαν αὐτοῦ ἐνδυσάμενοί φασιν· «Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς καὶ ἐξουσίας τούς τε κοσμοκράτορας τοῦ σκότους τούτου καὶ πνευματικὰ τῆς πονηρίας.» Περιεστηκότων γὰρ πάντων τούτων τῶν πολεμιστῶν, ὁ τῇ τοῦ Θεοῦ προσηγορίᾳ οἷα ἀσπίδι ἀκαταμαχήτῳ θαρρῶν λέγει· «Κυκλοῦντες ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.» Τὰ αὐτὰ τούτῳ καὶ ὁ προφήτης ἐπινικίως βοᾷ· «Ἰδοὺ Κύριος βοηθεῖ μοι· τίς κακώσει με;» Zach. X, 5– 7: Καὶ καταισχυνθήσονται ἀναβάται ἵππων. Καὶ κατισχύσω τὸν οἶκον Ἰούδα καὶ τὸν οἶκον Ἰωσὴφ σώσω καὶ κατοικιῶ αὐτούς, ὅτι ἠγάπηκα αὐτούς, καὶ ἔσται ὃν τρόπον οὐκ ἀπεστρεψάμην αὐτούς, διότι ἐγὼ Κύριος ὁ Θεὸς αὐτῶν καὶ ἐπακούσομαι αὐτοῖς. Καὶ ἔσονται ὡς μαχηταὶ τοῦ Ἐφράιμ, καὶ χαρήσεται ἡ καρδία αὐτῶν ὡς ἐν οἴνῳ· καὶ τὰ τέκνα αὐτῶν ὄψεται καὶ εὐφρανθήσεται, καὶ χαρεῖται ἡ καρδία αὐτῶν ἐπὶ τῷ Κυρίῳ. Οἱ μέγα πεποιθότες ἐπὶ παρατάξει ἱππικῇ, ὅταν παρὰ πρόθεσιν γένηται τὰ τοῦ πολέμου, αἰσχύνην ὀφλισκάνουσιν, πείρᾳ μαθόντες ὅτι «ψευδὴς ἵππος εἰς σωτηρίαν» ἐστίν. Περὶ τῶν οὕτω πολεμούντων ὁ τῶν ἁγίων χορός φησιν· «Οὗτοι ἐν ἅρμασιν καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου ἀγαλλιασώμεθα· αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν, ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν.» Παραπλησίως τούτοις ὁ τῆς Αἰγύπτου τύραννος καὶ πάντες οἱ συστρατευόμενοι αὐτῷ
q.109
κατῃσχύνθησαν ὅτε κατεποντώθησαν ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, ὡς ἐφύμνιον ᾄδεσθαι κατ' αὐτῶν ἀρχόμενον ἀπὸ τοῦ· «Ἄισωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν.» Περὶ τῶν ἀναβατῶν τούτων καὶ ἐν ἑνὶ τῶν Ψαλμῶν φέρεται· «Ἀπὸ ἐπιτιμήσεώς σου, ὁ Θεὸς Ἰακώβ, ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοὺς ἵππους.» Τίνες δὲ οὗτοι τυγχάνουσιν ἐπιστατέον. Ἵππων νοουμένων τῶν ἀνθρωπίνων σωμάτων διὰ τὸ σκιρτητικὸν καὶ ἀφηνιάζον, ἐπιβάται αἱ ψυχαὶ τυγχάνουσιν οὐ τεταγμένως, οὐκ ἐπιστημονικῶς δαμάζουσαι τοὺς οἷς̣ ε᾿̣ πιβαίνουσιν ἵππους· διὸ καὶ αἰσχύνην ὑπομένουσιν οἰστρηλατούμεναι, ὡς τὸ προφητικὸν ῥητόν φησιν· «Καταισχυνθήσονται ἀναβάται ἵππων.» Καθ' ἑτέραν νόησιν ἵπποι νοείσθωσαν οἱ κομπώδεις καὶ σοφισταὶ ἄνθρωποι, ὧν ἐπιβαίνουσιν πονηραὶ δυνάμεις ἀτάκτως φερόμεναι οὐκ εἰδυῖαι χαλιναγωγεῖν ἀλλ' ἀτάκτῳ ῥύμῃ φέρεσθαι, αἵτινες διὰ τὸ ἀτέχνως ἐπισπέρχειν τὰ τετρασκελῆ πάθη καταισχυνθήσονται· κατὰ βαράθρων χωροῦσιν διὰ τὸ νυστάζειν καὶ ὑπνώττειν, τ̣ ῶν σωτηριωδῶς ἱππαζομένων οὐχ ὑπομενόντων τ̣ ὰ τ̣ ῶν καταισχυνομένων· ἡ γὰρ ὑπωπιάζουσα ψυχὴ καὶ δουλαγωγοῦσα ὃ περίκειται σῶμα, οὐκ ἐπιβάτης, οὐκ ἀναβάτης, ἀλλ' ἱππεύς ἐστιν ἐπιστημονικῶς πωλοδαμνοῦσα. Ὡσαύτως ἱππικῇ τέχνῃ ἐπιβαίνουσαι θεῖαί τινες δυνάμεις ἀνδράσιν ἀρίστοις ἱππικῶς φέρονται, ῥύμῃ θείας διδασκαλίας φερόμεναι, ἡγεμόνα καὶ ἔξαρχον ἔχουσαι τὸν οὗ ἡ ἱππασία σωτηρία ἐστίν, πρὸς ὃν εἴρηται· «Ἐπίβηθι ἐπὶ τοὺς ἵππους σου καὶ ἡ ἱππασία σου σωτηρία.» Διεστείλατό τις τῶν ἀρχαίων σοφὸς ἱππέα ἀπ' ἀναβάτου, καὶ τὸν μὲν ψεκτόν, τὸν δ' ἐπαινετὸν εἶπε̣ ν̣· ὁ γὰρ ἄνευ τέχνης ἐποχούμενος, οὐ χαλιναγωγῶν τὸν ἵππον, ἀναβάτης ἐστίν, ὡς ὁ προειρημένος σοφὸς παρέστησεν, τοῦ κατὰ πωλοδαμνικὴν τέχνην ὀχουμένου ἱππέως ἐν δίκῃ καλουμένου. Αὐτίκα γοῦν τοῦ μεγάλου προφήτου Ἠλίου ἀναλαμβανομένου, Ἐλισαῖε ὁ θεοπρόπος κέκραγε λέγων· «Πάτερ, πάτερ, ἅρμα Ἰσραὴλ καὶ ἱππεὺς αὐτοῦ.» Ἱππέα γὰρ ἀλλ' οὐκ ἀναβάτην ἔδει εἶναι τὸν ἀρίστως ὀχούμενον, χαλιναγωγήσαντα τὸ ἴδιον ὄχημα. Ταύτης τῆς διαφορᾶς ἱππέως καὶ ἀναβάτου οὔσης, οὐχ οἱ ἱππεῖς ἀλλὰ οἱ ἐπιβάται καταισχυνθήσονται, νυστάζοντες ἐν τῷ ἐπιβεβηκέναι τῶν ἵππων, νηφόντως καὶ γρηγορούντως ἡνιοχούντων τῶν σὺν τέχνῃ ἱππαζομένων· διὸ καὶ νικηφόροι ἀποδεικνύμενοι νίκην ἀποφέρονται, καταισχυνομένων τῶν ἐπιβατῶν τῶν ψεκτῶν ἵππων. Οἱ τοῦ Ἰούδα κ̣ ατισχύουσιν καὶ ὁ τοῦ Ἰωσὴφ οἶκος ζῇ καὶ σώσεται ὑπὸ τοῦ παμβασιλέως Θεοῦ· ἐκ παραλλήλου Ἰωσὴφ καὶ Ἰούδας ὁ ἐνανθρωπήσας Σωτὴρ ὑπάρχει, ἅτε ἐκ τοῦ Ἰούδα ἀνατείλας καὶ σιτοδοτήσας τοὺς λιμῷ καὶ ἀσιτίᾳ καταπονουμένους, ὡς λοιπὸν πλήρης ἄρτων ἀναδειχθῆναι, μεγίστης εὐετηρίας διαδεξαμένης· εἴρηται γοῦν ἐπὶ τῷ τοκετῷ τῆς Μαρίας ὡς ἐνεπλήσθησαν ἀγαθῶν οἱ πρότερον λιμώττοντες διὰ τὸ ἀλογεῖν πνευματικῆς τροφῆς, ἧς ὁ νοητὸς αὐτῶν Ἰωσὴφ ἐσιτοδότησεν. Εἰς τοσοῦτον γοῦν δαψιλ̣ είας προελήλυθεν ὡς καὶ ἐν τῇ ἐρήμῳ τοὺς τροφῆς στερομένους εἰς κόρον ἔθρεψεν ἐκ πάνυ ὀλίγων ἄρτων πολυάνθρωπα πλήθη. Ἐνισχύσας τὸν οἶκον τοῦ Ἰούδα καὶ τὸν τοῦ Ἰωσὴφσώσας ὁ Θεὸς κατοικίζειν αὐτοὺς ἐπαγγέλλεται, οὐκ ἄλλου χάριν ἢ ὅτι ἠγάπησεν αὐτούς. Πότε δ' ἔσται τοῦτο ἢ ὅτε ἀπολαμβάνουσιν ἃς εν̣·· ἔπεισεν ἐπαγγελίας, περὶ ὧν γράφεται ὧδε· «Ὀφθαλμὸς ἀνθρώπου οὐκ εἶδεν, οὐδὲ θνητῶν οὖς ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀναβέβηκεν, ὅσα ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.» Ἔσται δὲ αὐτοῖς τὰ ἐπηγγελμένα ὃν τρόπον οὐκ ἀπεστρεψάμην αὐτούς, ἀλλ' ἐπιβλέπω καὶ ἐφορῶ αὐτούς, Κύριος «Θεὸς αὐτῶν» ὑπάρχων. Εἰσακούσομαι γοῦν αὐτῶν σφόδρα καρποφορούντων κατὰ τὸν Ἐφράιμ, καρποφορίαν ἑρμηνευόμενον, ὡς ἡσθῆναι καὶ χαρῆναι τὸ διανοητικὸν αὐτῶν ὡς ἐν οἴνῳ τῷ τρυγωμένῳ ἐκ τῆς
q.110
ἀμπέλου τῆς ἀληθινῆς, περὶ οὗ πολλάκις ἤδη σαφήνεια γέγονεν. Τί δ' ὑπάρξεται ἐκ τῆς πόσεως τοῦ θείου οἴνου, ἢ τὸ εὐφρανθῆναι ἐκ τοῦ θεωρεῖν τὰ τῆς βασιλείας τῶν οὐρανῶν μυστήρια καὶ ὅσα ἄλλα ὑψηλὴν ἔχει θεωρίαν, μεθ' ἣν ὄψεταί τις τὸν Θεὸν καθαρᾷ καρδίᾳ προσβαλὼν «τῷ χαρακτῆρι τῆς ὑποστάσεως αὐτοῦ», ὡς αὐτὸν τὸν ὄντα «εἰκόνα» καὶ χαρακτῆρα «τοῦ ἀοράτου Θεοῦ» λέγειν· «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα»; Οὐ μόνον δ' αὐτοὶ οὗτοι πρὸς οὓς αἱ ἐπαγγελίαι ἀπολαύσουσιν τῶν ἱερῶν θεαμάτων, ἀλλὰ καὶ τὰ τέκνα αὐτὰ ἃ ἐγέννησαν θείᾳ παιδεύσει καὶ μιμήσει ἀρίστου βίου. Ὁ ἐν Χριστῷ γοῦν Ἀπόστολος Κορινθίοις καὶ Γαλάταις ἐπιστέλλει, τοῖς μέν· «Διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα», τοῖς δέ· «Τέκνα μου οὓς πάλιν ὠδίνω μέχρι οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Καὶ Πέτρος γοῦν ὁ τῶν ἀποστόλων πρόκριτος ὡς τέκνοις ἑαυτοῦ γράφει ἣν ἐχάραξεν ἐπιστολήν· «Ὡς τέκνα ὑπακοῆς, μὴ συσχηματιζόμενοι κατὰ τὴν προτέραν ἀναστροφήν.» Καὶ Βαρναβᾶς γοῦν καὶ αὐτὸς μετὰ Παύλου ἀπόστολος ταχθεὶς ἐπὶ τῆς ἀκροβ̣ υστίας, τοῖς κατὰ τὸ εὐαγγέλιον πιστοῖς ἐπιστολὴν διαπεμψάμενος, προσφωνεῖ αὐτὴν ὡς υἱοῖς καὶ θυγάτρ̣ α̣ σιν̣. Καὶ ὁ ὑμνῳδὸς δὲ τοῖς κατὰ ἀρετὴν ἐξ αὐτοῦ γεννωμένοις προσφωνεῖ· «Δεῦτε, τέκνα, ἀκούσατέ μου, φόβον Κυρίου διδάξω ὑμᾶς. Τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωὴν καὶ ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς;» Ὀψόμενα τῶν προειρημένων τὰ τέκνα χαρήσεται νῷ, καρδίᾳ ὀνομαζομένῳ, οὐκ ἐπ' ἄλλῳ τινὶ ἢ Κυρίῳ Θεῷ αὐτῶν, λέγοντι πρὸς ἕκαστον τῶν πολιτευομένων κατὰ τὸ θεῖον Εὐαγγέλιον· «Εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.» Zach. X, 8– 10: Σημανῶ αὐτοῖς καὶ εἰσδέξομαι αὐτούς, διότι λυτρώσομαι αὐτούς, καὶ πληθυνθήσονται καθότι ἦσαν πολλοί· καὶ σπερῶ αὐτοὺς ἐν λαοῖς, καὶ οἱ μακρὰν μνησθήσονταί μου. Ἐκθρέψουσιν τὰ τέκνα αὐτῶν καὶ ἐπιστρέψουσιν. Καὶ ἐπιστρέψω αὐτοὺς ἐκ γῆς Αἰγύπτου καὶ ἐξ Ἀσσυρίων εἰσδέξομαι αὐτούς, καὶ εἰς τὴν Γαλααδῖτιν καὶ εἰς τὸν Λίβανον εἰσάξω αὐτούς, καὶ οὐ μὴ ὑπολειφθῇ αὐτῶν οὐδὲ εἷς. Προθέμενος ὁ Κύριος εἰσδέξασθαι τοὺς ἀλλοτριωθέντας αἰχμαλωσίας τρόπῳ, οὐκ ἀθρόως τοῦτο ποιεῖ, ἀλλὰ σημάνας τὴν εὐεργεσίαν τοῖς ἀναδεξομένοις αὐτήν. Αὕτη ἡ θεωρία ἐν Εὐαγγελίοις μάλιστα φέρεται· ἀναπαῦσαι γὰρ τὰς ψυχὰς ὁ Ἰησοῦς βουλόμενος, «Δεῦτε, φησίν, πρὸς ἐμὲ πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· καὶ ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς, καὶ μάθετε ἀπ' ἐμοῦ ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον ἐλαφρόν ἐστιν.»····· ως εἰσδέξασθαι αὐτοὺς πρὸς ἑαυτὸν κρίνας ἵνα ἄρωσιν τὸν ζυγὸν αὐτοῦ χρηστὸν ὄντα καὶ τὸ ἐλαφρὸν φορτίον, σημαίνει αὐτοῖς φάσκων· «Δεῦτε πρὸς ἐμὲ κἀγὼ ἀναπαύσω ὑμᾶς.» Ἡ θεία αὕτη προτροπὴ καὶ ἐν Ἠσαΐᾳ φέρεται, τοῦ ἁγίου Πνεύματος βοῶντος· «Φωτίζου, φωτίζου, Ἰερουσαλήμ, ἥκει γὰρ τὸ φῶς σου ἐπὶ σέ, καὶ ἡ δόξα τοῦ Θεοῦ σου ἐπὶ σὲ ἀνατέταλκεν. Ἰδοὺ σκότος καὶ γνόφος καλύψει γῆν ἐπ' ἔθνη· ἐπὶ δὲ σὲ φανήσεται Κύριος.» Σημάνας γὰρ ὡς προσήκει φωτισθῆναι ὑπὸ τοῦ Σωτῆρος ὑπάρχοντος φωτὸς ἀληθινοῦ, ἐπενήνοχεν· «Ἐπὶ δὲ σὲ φανήσεται Κύριος, καὶ ἡ δόξα τοῦ Θεοῦ σου ἐπὶ σὲ ὀφθήσεται», ὡς πορεύεσθαι τὰς βασιλικὰς ψυχὰς ὧν κρατεῖ ὁ παμβασιλεὺς τῷ φωτὶ τοῦ εἰσδεχομένου καὶ τὰ κληθέντα ἔθνη εἰς τὸ εὐαγγέλιον τῇ λαμπρότητι τῆς ἐνδόξου Ἐκκλησίας, κατ' ἀναγωγὴν οὔσης Ἰερουσαλήμ, ἐπείπερ ὁρᾷ «τὴν Θεοῦ εἰρήνην πάντα νοῦν ὑπερέχουσαν» διὰ τέλειον ὕψος καὶ βασιλικὴν ὑπερ̣ οχήν. Τίνος δ' ἕνεκα σημαίνει καὶ εἰσδέχεται αὐτούς, ἁρμονίως ἐπιφέρει φάσκων· «Διότι λυτρώσομαι αὐτοὺς καὶ πληθυνῶ αὐτοὺς καθότι ἦσαν πολλοί.» Λυτροῦται δ' αὐτοὺς ὠμῶν καὶ ἀτέγκτων τυράννων νόμῳ αἰχμαλωσίας ἀπαγαγόντων αὐτοὺς τῆς οἰκείας αὐτῶν πολιτείας. Κεῖται ἐν ἑτέραις γραφαῖς ὁ τρόπος καὶ πῶς ὑπῆρκται ἡ εἰς
q.111
τὴν ἐλευθερίαν ἀποκατάστασις. Εἷς τις γοῦν τῶν ἁγίων πρὸς τὸν εὐεργετήσαντα κέκραγεν· «Τὸ ἀγαλλίαμά μου, λύτρωσαί με ἀπὸ τῶν καταδιωκόντων με»· καὶ ἔτι· «Ἐλυτρώσω με, Κύριε ὁ Θεὸς τῆς ἀληθείας.» Φανεροῖ τη`̣ ν ἀποστροφὴν τῶν ῥυσθέντων ἀπὸ τῆς πρότερον κακοπραγίας̣ ὁ κορυφαῖος τῶν Χριστοῦ μαθητῶν Πέτρος, γράφων τοῖς πιστοῖς· «Οὐ φθαρτοῖς χρυσίῳ ἢ ἀργυρίῳ ἐλυθρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλ' ἐν αἵματι τιμίῳ ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ.» Λυτρωσάμενος ὁ τοῦτ' ἐπαγγειλάμενος Σωτὴρ ἀναγκαίως ἐπιφέρει τό· «Πληθυνῶ αὐτοὺς καθότι ἦσαν πολλοί», οὐ τοσοῦτον πλήθει καὶ ἀριθμῷ ὅσον τῇ κατὰ τιμὴν ὑπεροχῇ, παραπλησίως τῇ πρὸς τὸν Ἀβραὰμ εὐλογίᾳ λεχθείσῃ ὑπὸ τοῦ Θεοῦ· «Αὐξανῶ αὐτόν, καὶ πληθυνῶ αὐτόν, καὶ εὐλογήσω αὐτόν, καὶ εὐλογημένος ἔσται, πατὴρ πολλῶν ἐθνῶν δωρεᾷ Θεοῦ ἀναδεικνύμενος.» Γίνεται δὲ πατὴρ πολλῶν ἐθνῶν οὐ κατὰ σάρκα μόνον, ἀλλὰ κατὰ τὸ νοητόν, δηλονότι τέκνων καὶ υἱῶν αὐτοῦ ἐκ τοῦ ποιεῖν αὐτοῦ τὰ ἔργα καὶ τὴν πίστιν ἔχειν. Αὐτὸς γοῦν ὁ Σωτὴρ τοῖς αὐχοῦσι κατὰ σάρκα τὸν Ἀβραὰμ ἔχειν πατέρα ἐρρωμενέστατα ἐλέγχων ἔφη· «Εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε.» Ταύτῃ τῇ νοήσει, «τὸ τῆς ἐκλογῆς σκεῦος», ὁ ἀπόστολος Παῦλος ἐπιστέλλει τῇ Ἐκκλησίᾳ, σαφηνίζων πῶς πατὴρ τῶν ἐθνῶν ὁ ἱερὸς πατριάρχης ὑπάρχει φάσκων· «Ὅσοι ἐκ πίστεώς εἰσιν υἱοὶ Ἀβραάμ εἰσιν, σὺν αὐτῷ εὐλογούμενοι.» Τὴν αὐτὴν θεωρίαν ὑποβάλλει τὸ προφητικὸν ἐκεῖνο τὸ ἐν Ἠσαΐᾳ φερόμενον· «Ὁ ὀλιγοστὸς ἔσται εἰς χιλιάδας, καὶ ὁ ἐλάχιστος εἰς ἔθνος μέγα.» Ἐπὶ αἰσθητῶν ταῦτα λαμβανόμενα γέλωτα κινεῖ, πολλῶν ἁγιωτάτων οὐδ' ὅλως τεκνούν̣ των· Ἠλίας γοῦν καὶ Ἐλισαῖε καὶ ὁ βαπτιστὴς Ἰωάννης, οὗ μείζων οὐδεὶς κατὰ πρᾶξιν ἐπαινετὴν καὶ γνῶσιν ἁγίαν, οὐδαμῶς ἐτέκνωσαν, ὥστε πνευματικῶς ἐκλαμβάνειν προσήκει τὸ πληθύνεσθαι τοὺς ἔχοντας τὰς τοιαύτας ἐπαγγελίας «καθότι ἦσαν πολλοί». Οὐ γὰρ ἐνταῦθα ἤρξαντο οἱ δίκαιοι πληθύνεσθαι καὶ γίνεσθαι πολλοὶ κατὰ τὴν ἀποδοθεῖσαν νόησιν· ἦσαν γὰρ πολλοὶ καὶ πρὸ τῆς π̣ αρούσης ζωῆς. Τούτους τοὺς ὄντας πολλοὺς οἷα σπέρματα ἔσπειρεν ἐν τοῖς λαοῖς ἵνα μεταλάβωσιν αὐτῶν τῆς ἀρετῆς. Ὅνπερ γὰρ τρόπον τὰ εἰς γῆν βαλλόμενα σπέρματα μεταποιεῖ τὴν παρακειμένην χθόνα ὡς γενήματα καὶ καρπὸν γενέσθαι, οὕτως οἱ ε᾿̣ πισπειρόμενοι τοῖς λαοῖς καὶ τοῖς ἔθνεσιν, εἰς τὴν ἰδίαν ποιότητα φέρουσιν τοὺς οἷς ἐπεσπάρησαν, μιμητὰς τῆς ἀρετῆς αὐτῶν ἐσομένους. Οὐχ ἁμαρτήσοι δέ τις λέγων ἐσπάρθαι ὑπὸ Ἰησοῦ τοὺς ἀκούσαντας· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη»· καὶ ἔτι πρὸς τοὺς αὐτοὺς ἐν τῷ κατὰ Ἰωάννην· «Διὰ τοῦτο ἔθηκα ὑμᾶς», τοῦτ' ἔστιν ὡρισάμην καὶ ἀπέδειξα, «ἵνα ὑπάγητε καὶ πλείονα καρπὸν φέρητε», καὶ ὁ καρπὸς ὑμῶν δεδοξασμένος ἔσται. Ἡγοῦμαι κατὰ τὸν τρόπον τοῦτον συναιχμαλωτίζεσθαι τοὺς ἁγίους τοῖς λαοῖς καὶ εἰς αὐτὴν τὴν Βαβυλῶνα καὶ Ἀσσυρίαν, ἵνα μετα̣ δόντες τῆς ἑαυτῶν ἀρετῆς δίκην σωτηριωδῶν σπερμάτων στάχυς καὶ γενήματα αὐτοὺς ἀποδείξωσιν. Τούτῳ ἁρμονίως ἕψεται μνησθῆναι τοῦ Κυρίου τοὺς μακρυνθέντας αὐτοῦ διὰ ἁμαρτήματα καὶ ἀσεβείας. Μάλιστα αἱ ἐπαγγελίαι αὗται ἁρμόζουσιν τοῖς ἀπὸ ἐθνῶν πιστεύσασιν. Εἴρηται γοῦν περὶ αὐτῶν ἐν εἰκοστῷ καὶ πρώτῳ Ψαλμῷ· «Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, ὅτι τοῦ Κυρίου ἡ βασιλεία καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν.» Πῶς γὰρ οὐκ ἄρχει καὶ δεσπόζει τῶν μνησθέντων αὐτοῦ ἐπιστρεψάντων πρὸς αὐτόν, ὡς προσκυνεῖν καὶ δοξολογεῖν τὸν κρατοῦντα εὐεργέτην; Τί δ' ἕψεται τοῖς μνησθεῖσιν τοῦ παμβασιλέως, ἢ τὸ ἐν ἀναπολήσει γενέσθαι «τῆς πόλεως τοῦ ζῶντος Θεοῦ», τυγχανούσης ἐπουρανίου, κατὰ τὸ λεχθέν· «Οἱ μακρὰν μνήσθητε τοῦ Κυρίου,
q.112
καὶ Ἰερουσαλὴμ ἀναβήτω ἐπὶ καρδίαν ὑμῶν.» Οἱ εὐεργετηθέντες ὑπὸ τοῦ Σωτῆρος ἑαυτῶν πολύπαιδες καὶ πολύτεκνοι κατ' ἀναγωγὴν ὑπάρχοντες, ἐκθρέψουσιν τὰ τέκνα ἑαυτῶν μεταδόσει νοητῆς τροφῆς, ὡς περὶ ἑκάστου ἀπαγγέλλεσθαι κατὰ τὴν γραφὴν τῶν θείων Παροιμιῶν· «Καλῶς ἐκτρέφει πατὴρ δίκαιος.» Πρὸς τῇ ἀναγωγῇ, καὶ καθ' ἱστορίαν ὑπαρχθῆναι δύναται· δίκαιος γὰρ πατὴρ ὢν ὁ Ζαχαρίας καλῶς ἐξέθρεψεν τὸν βαπτιστὴν Ἰωάννην τυγχάνοντα τέκνον αὐτοῦ, ὡς καὶ Ἀβραὰμ τὸν Ἰσαάκ, καὶ Ἰσαὰκ τὸν Ἰακώβ· καὶ αὐτὸς ὢπατὴρ ὁ θεσπέσιος Παῦλος ἐπωφελῶς καὶ ἐπαινετῶς ἐξέτρεφεν οὓς ἐγέννησεν διὰ τοῦ εὐαγγελίου. Ἀκοῦσαι γοῦν ἔστιν αὐτοῦ γράφοντος Κορινθίοις· «Γάλα ὑμᾶς ἐπότισα.» Συμφώνως καὶ Πέτρος γράφει τοῖς ἐν τῇ διασπορᾷ πιστοῖς· «Ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς, ἀλλ' ἀφθάρτου διὰ λόγου ζῶντος Θεοῦ καὶ μένοντος̣, ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν γάλα ἐπιποθήσατε, ἵνα ἐν αὐτῷ αὐξηθῆτε εἰς σωτηρίαν.» Κατὰ τὸν τρόπον τοῦτον καὶ ὁ εὐαγγελιστὴς Ἰωάννης, γεννήσας παιδεύσεως τρόπῳ τοὺς μαθητευθέντας αὐτῷ, ὅλῃ Ἐκκλησίᾳ γράφει· «Τέκνα, φυλάξατε ἑαυτοὺς ἀπὸ τῶν εἰδώλων.» Πρὸς τῷ ἐκθρέψαι τὰ τέκνα ἑαυτῶν, οἱ ἀποδεδομένοι πατέρες καὶ ἐπιστρέψουσιν αὐτὰ προτροπαῖς καὶ νουθεσίαις θείαις, ἵνα μηκέτ' ὦσιν μετὰ κακῶν ἐν χώραις δυσσεβῶν, τοῦτο τοῦ Θεοῦ χαριζομένου, ὡς αὐτὸς ἔφη· «Ἐπιστρέψω αὐτοὺς ἐξ Αἰγύπτου, καὶ ἐξ Ἀσσυρίων εἰσδέξομαι αὐτούς», ἵνα μηκέτι καταπόνωνται ὑπὸ τοῦ πνευματικοῦ τυράννου τῆς Αἰγύπτου, μηδὲ κρατῶνται ὑπὸ τοῦ ἄρχοντος τῶν Ἀσσυρίων, καλουμένου «νοῦ μεγάλου» διὰ πανουργίαν καὶ σκαιότητα νοημάτων, ἃ οἱ τυχόντες οὐκ ἐλέγχουσι, ἀλλ' ἢ μόνοι οἱ θεοσόφως φάσκοντες· «Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν.» Δυνατὸν τὸν αὐτὸν τύραννον κατ' ἄλλην καὶ ἄλλην ἐνέργειαν Αἰγυπτίων καὶ Ἀσσυρίων ἄρχοντα φάναι· εἰ δὲ καὶ δ̣ ιάφοροι πονηραὶ δυνάμεις σημαίνοιντο διὰ τῶν ποικίλων ὀνομάτων, οὐ λυπεῖ· οὐ γὰρ ἀδύνατον τὸ τοιοῦτον, πολλῶν οὐσῶν «ἀρχῶν καὶ ἐξουσιῶν τοῦ σκότους τούτου, ἀλλὰ καὶ κοσμοκρατόρων καὶ πνευματ̣ ικῶν πονηρίας». Ἐλευθερώσας ὁ τῶν μεγάλων δωρεῶν χορηγὸς ἐκ τῆς Αἰγύπτου καὶ Ἀσσυρίας τοὺς καλῶς ἐκτρέφοντας τὰ σφῶν τέκνα καὶ τοὺς τεκόντας αὐτὰ πατέρας, εἰς τὴν Γαλααδῖτιν καὶ τὸν Λίβανον εἰσάξειν αὐτοὺς ἐπαγγέλλεται, οὐδενὸς ἔτι ἐνοχλοῦντος πονηροῦ βασιλέως. Καὶ ὅρα εἰ εἰσάγει εἰς τὴν Γαλααδῖτιν τοὺς σπουδάζοντας ἔχειν τὴν μαρτυρίας μετοικεσίαν, τὴν ἐκ κακίας εἰς ἀρετήν· μετοικίζεται γὰρ ὁ μετανοῶν ἐξ ἁμαρτίας εἰς δικαιοσύνην, ἐξ ἀσεβείας εἰς εὐσέβειαν, ἑτέρῳ τρόπῳ μετοικιζομένων τῶν δικαίων ἐξ εἰσαγωγῆς τῆς παιδεύσεως εἰς τὴν ἑπομένην προκοπήν, καὶ ἐξ ἐκείνης εἰς τὴν διαδεχομένην, μέχρις αὐτοῦ τοῦ τέλους, μεθ' ὃ ἕτερον ἀγαθὸν οὐκ ἔστιν, τυγχάνον ἔσχατον ὀρεκτόν. Τούτῳ τῷ τρόπῳ περὶ τῶν μετοικιζομένων ὁ ὑμνῳδὸς λέγει· «Πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν.» Μετοικίζονται δὲ καὶ ἀπὸ τῆς σκιᾶς τοῦ νόμου εἰς τὴν ἀλήθειαν αὐτοῦ οἱ ὑπεραναβάντες τὸ ἀποκτεῖνον γράμμα καὶ ἐν τῷ ζωοποιοῦντι Πνεύματι γινόμενοι. Ἐπιστατέον εἰ καὶ ἐκ τοῦ ἐκ μέρους γινώσκειν καὶ προφητεύειν μετοικισμὸς διαδέχεται· μαρτυρι´̣ α δὲ τῆς μετοικεσίας ἢ παροικήσεως ἔσται, ἀναντιρρήτως ἐνεργουμένης ἐξ ἑαυτῆς ἐχούσης τὴν ἀπόδειξιν. Οἱ εἰσαχθέντες ὑπὸ τοῦ Θεοῦ εἰς τὴν Γαλααδῖτιν εἰσάγονται καὶ εἰς τὸν Λίβανον θεοποιηθέντες· θεότητα γὰρ δηλοῖ ὁ Λίβανος ἐν τῷ λεχθέντι ὑπὸ τοῦ θείου νυμφίου πρὸς τὴν συνοικοῦσαν αὐτῷ θείαν νύμφην, τυγχάνουσαν θείαν ψυχὴν κ̣ αὶ «ἔνδοξον Ἐκκλησίαν» σφοδρῶς ἡγιασμένην ὡς «μηκέτ' ἔχειν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων»· «Ὀσμὴ ἱματίων σου ὡς ὀσμὴ Λιβάνου.» Ῥηθείη δ' ἂν τοῦτο πρὸς ἕκαστον τῶν θεοποιηθέντων μετοχῇ τοῦ Θεοῦ λόγου, περὶ ὧν εἴρηται ὑπὸ τοῦ Σωτῆρος·
q.113
«Ἐκείνους θεοὺς εἶπεν πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο.» «Ὀσμὴ ἱματίων σου ὡς ὀσμὴ Λιβάνου.» Πληθυντικῶς ἱμάτια αι῾̣ κατ' εἶδος ἀρεταὶ τυγχάνουσιν, οἷς ἐγκαλλωπίζετα̣ ι «ἡ παραστᾶσα βασιλὶς ἐκ δεξιῶν» τοῦ παμβασιλέως νυμφίου. Εἴρηται σοφοῖς ἀνδράσιν θεότητα δηλοῦν ὃν προσήνεγκαν οἱ μάγοι τῷ ἐκ τῆς Μαρίας τεχθέντι παιδίῳ μετὰ χρυσοῦ καὶ σμύρνης λίβανον, διανοίᾳ τοιαύτῃ· ἐπεὶ Θεὸς ἅμα καὶ ἄνθρωπος, ἀλλὰ καὶ βασιλεὺς ὑπάρχει ὁ τεχθεὶς ἐκ τῆς παρθένου, κατὰ τὸν ὁμολογοῦντα τὴν θεότητα αὐτοῦ ἔστιν λίβανον δῶρον κομίζειν, χρυσὸν δὲ μετὰ τούτου τοῦ λιβάνου προσάγειν διὰ τὸ ὁμολογεῖν αὐτὸν βασιλέα. Εἴρηται γοῦν ἐν ἑβδομηκοστῷ πρώτῳ Ψαλμῷ, καὶ ὅτι βασιλεύς ἐστιν ὁ ἐπιδημήσας καὶ χρυσὸς αὐτῷ προσάγεται, οὕτως· «Ὁ Θεὸς τὸ κρίμα σου τῷ βασιλεῖ δός», καὶ μεθ' ἕτερα· «Καὶ ζήσεται καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας.» Ἀληθείᾳ καὶ οὐ δοκήσει ἄνθρωπος γεγονὼς ο῾̣ δ̣ ο̣ ξολογούμενος διὰ τὸ θνητὸς εἶναι καὶ μέλλειν «χάριτι Θεοῦ ὑπὲρ πάντας γεύεσθαι θανάτου̣», καὶ σμύρνα ἐν τοῖς δώροις προσηνέχθη. Δηλοῖ τὸ δώρημα τοῦτο τὸ τετάφθαι τὸν ὑπὲρ πάντων θανόντα. Αὐτίκα γοῦν οἱ ἀμ̣ φὶ τὸν Ἰωσὴφ καὶ Νικόδημον ἐσμύρνισαν τὸ κατε̣ ν̣ εχθὲν ἀπὸ τοῦ σταυροῦ σῶμα τοῦ Ἰησοῦ. Εἰσάξαντος τοῦ μεγαλοδώρου Θεοῦ τοὺς λυτρωθέντας ἀπὸ Φαραὼ κα̣ ι`̣ τ̣ οῦ Ἀσσυρίου εἰς τὴν Γαλααδῖτιν̣ καὶ τὸν Λίβανον, οὐδεὶς ἔτ̣ ι τῶν ἐχθρῶν ὑπολείπεται, οὐ τῷ μηκέτ' εἶναι,– ἀδύνατον γὰρ λογικὴν οὐσίαν εἰς τὸ μὴ ὂν καταστρέψαι, κἂν π̣ άντα καὶ μεγάλα ἁμαρτήσῃ καὶ ἀσεβήσῃ,– ἀλλ' εἰς τὸ μηκέτ' εἶναι ἐχθρὸν καὶ ἀντικείμενον τοῖς ὑπὸ Θεοῦ λυτρωθεῖσιν. Μάλιστα δὲ τοῦθ' ὑπάρξεται ὅταν «πάντα ἐν πᾶσιν ὁ Θεὸς» γένηται, «πάντων γὰρ καταντησάντων εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ», «κατηρτισμένων τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ», ὑπάρξαντος οὗ εἶπεν ὁ Υἱὸς πρὸς τὸν Πατέρα· «Δὸς αὐτοῖς ἵνα ὦσιν ἓν ἐν ἡμῖν, καθὼς ἐγὼ καὶ σὺ ἕν ἐσμεν.» Πάντων δηλαδὴ ἀπολαβόντων τὸ πλήρωμα τῆς θεότητος, οὐδεὶς ἔτι ὑπολείπεται διῃρημένος τῆς ἑνώσεως ὡς ἔξω καὶ καθ' ἑαυτὸν εἶναι. «Ἀποδράσης γὰρ τότε πάσης λύπης, ὀδύνης, στεναγμοῦ», ἀποδράσεται καὶ τὸ κατὰ ἀριθμὸν πλῆθος, εἰς ἕνα ἄνδρα πάντων καταντησάντων. Zach. X, 11– 12: Ἐλεύσονται ἐν θαλάσσῃ στενῇ καὶ πατάξουσιν ἐν θαλάσσῃ κύματα, καὶ ξηρανθήσεται πάντα τὰ βάθη ποταμῶν, καὶ ἀφαιρεθήσεται πᾶσα ὕβρις Ἀσσυρίων, καὶ σκῆπτρον Αἰγύπτου περιαιρεθήσεται. Καὶ κατισχύσω αὐτοὺς ἐν Κυρίῳ Θεῷ αὐτῶν, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ κατακαυχήσονται, λέγει Κύριος. Συνεχῶς ἐν τοῖς θείοις λόγοις ὁ περὶ γῆν τρόπος καὶ κοσμικὴ διαγωγὴ θάλασσα προσαγορεύεται. Ἡ περὶ τῆς σαγήνης γοῦν εὐαγγελικὴ παραβολὴ οὐδὲν αἰσθητὸν αἰνίττεται, πάντα πρὸς ἀναγωγὴν διαγορ̣ εύουσα· ἡ γὰρ βαλλομένη σαγήνη εἰς τὸν ἀνθρώπινον βίον ἐπὶ ἄγρᾳ τῶν ἐν αὐτῇ ἰχθύων, ἀλληγορικῶς οὕτως ὠνομασμένων, ἡ θεόπνευστός ἐστι γραφή, πολυειδῶς πεπλεγμένη ὑπὸ «τῆς πολυποικίλου τοῦ Θεοῦ σοφίας». Θάλασσα δὲ ἡ καθ' ἡμᾶς ἐστι κατάστασις, πλατυνομένη̣ καὶ εὐρυνομένη τοῖς φιληδόνοις κα̣ ὶ φιλοπαθέσιν ἐγγύς που τοῦ ἀκινήτου διακειμένοις· οὐδὲ γὰρ φωνὴν ἰχθὺς ἀφίησιν, οὐδὲ τρανὴν ἔχει φαντασίαν, ἐπεὶ μηδὲ αἴσθησιν ἠκριβωμένην. Εἰ καὶ οἱ ἰχθύες οἱ ἐννη̣ χ̣ όμενοι αὐτῇ οὐδὲν ἔχουσιν ἐναργές, διὰ τὸ καταδεὲς τῆς ψυχῆς καὶ αἰσθήσεως αὐτῶν, ἀλλ' οὖν οἱ ἅγιοι ἄνδρες ἁλιεῖς ὄντες καὶ τῶν ἰχθύων ἀγρευταί, ποιοῦσιν ἐργασίαν καὶ ἐν τῷ πλήθει τοῦ ὕδατος τῆς θαλάσσης. Περὶ αὐτῶν γοῦν γέγραπται ἐν θείοις ὕμνοις· «Οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν̣ πλοίοις ποιοῦντες ἐργασίαν ἐν ὕδασιν πολλοῖς, αὐτοὶ εἶδον τὰ ἔργα τοῦ Θεοῦ καὶ τὰ θαυμάσια αὐτοῦ ἐν τῷ βυθῷ.» Καταβαίνουσιν εἰς τὸν κεκυματωμένον ζάλης τε και`̣ ἁλμυρίδος πεπληρωμένον ἀνθρώπων βίον ἐν πλοίοις τοῖς ἀνθρωπίνοις σώμασιν αἱ ψυχαί, ἐπὶ τῷ ποιῆσαι
q.114
ἐργασίαν ἐν ὕδασι πολλοῖς, ἁλιεύοντες̣ κυβερνῶντες· ἕκαστος γὰρ τῶν νοημόνων κυβέρνησιν ἐ´̣ χ̣ ει, ἓν οὖσαν τῶν χαρισμάτων τοῦ ἁγίου Πνεύματος. Εἴρηται γὰρ ὡς «ἡ ἀντίλημψις καὶ ἡ κυβέρνησις» τοῦ ἁγίου Πνεύματός ἐστι δῶρον. Πρὸς τῷ κυβερνήτης εἶναι, ὁ νοήμων καὶ ἁλιεὺς ὑπάρχει, τέχνην ἔχων ἐκείνην περὶ ἧς τοῖς γνωρίμοις Ἰησοῦς εἶπεν· «Δεῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων.» Οἱ ἐν πολλοῖς ὕδασιν ἐργασίαν ποιοῦντες, τὰ ἔργα Κυρίου καὶ τὰ θαυμάσια αὐτοῦ ο῾̣ ρῶσιν ἐν τῷ βυθῷ, ἐφιστάνοντες ὡς οἷόν τε τοῖς τοῦ Θεοῦ κρίμασιν, ἀβύσσῳ πολλῇ τυγχανούσῃ. Εἰ γὰρ καὶ ἀνεξεραύνητά εἰσιν, ἀλλά γε ἔχοντες τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ ἐραυνοῦν αὐτοῦ τὰ βάθη, ὁρῶσιν ἐν τῷ βυθῷ τὰ θαυμάσια καὶ ἔργα τοῦ Θεοῦ. Ὅρα δὲ καὶ ἕτερον ἔργον τῶν εἰς τὴν θάλασσαν καταβάντων, ἐν̣ τῷ προφήτῃ Ἠσαΐᾳ ἀπαγγελλόμενον· «Πετασθήσονται, φησίν, ἐν πλοίοις ἀλλοφύλων, θάλασσαν ἅμα προνομεύσουσιν», ἀλλόφυλα πλοῖα λέγων τὰ σώματα διὰ τὸ ἑτέρας εἶναι φύσεως παρὰ τὰς ἐμπλεούσας ψυχάς, οὐσίας οὔσας νοέρας καὶ αὐτὸ τοῦτο κατ̣' ει᾿̣ κόνα καὶ ὁμοίωσιν Θεοῦ κτισθείσας. Προνομεύουσι δὲ οὗτοι τὴν θάλασσαν, σκυλ̣ εύοντες τὸν ἐν αὐτῇ δράκοντα, λαμβάνοντες ἀπ̣' αὐτοῦ ἃς ἠπάτησεν ψυχὰς ἐριστικῇ καὶ ἀπατηλῇ διδασκαλίᾳ. Ὅτι δὲ ὁ δράκων ἐν τῇ θαλάσσῃ διατρίβει, ὁ ὑμνῳδὸς ἐν τρίτῳ καὶ ἑκατοστῷ Ψαλμῷ ἀναφ̣ θέγγεται φάσκων· «Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρ̣ ος, ἐκεῖ πλοῖα διαπορεύονται, ζῷα μικρὰ μετὰ μεγάλων, δράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ.» Ἐπιστατέον ὡς ἐνταῦθα μὲν μεγάλη καὶ εὐρύχωρός ἐστιν ἡ θάλασσα τοῖς μετὰ τοῦ δράκοντος διατρίβουσιν, στενὴ δὲ τοῖς ἔξω αὐτῆς σπεύδουσιν εἶναι. Ὅνπερ γὰρ τρόπον τοῖς δικαίοις στενή ἐστιν ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς τοῖς ἐν τῷ ὀρθῶς πο̣ λιτ̣ εύεσθαι ζητοῦσιν τὴν ζωὴν αἰώνιον, πλατεῖα πύλη καὶ ευ᾿̣ ρύχωρος ὁδὸς ὑπάρχουσα τοῖς φαύλοις καὶ φιληδόνοις, ὡς πολλοὺς περιπίπτειν τῇ ἀπωλείᾳ, οὕτως ἡ ἀλληγορουμένη θάλαττα στενὴ ευ῾̣ ρίσκεται «τοῖς ἐν παντὶ θλιβομένοις» διὰ θεοσέβειαν «καὶ μὴ στενοχωρουμένοις», ὡς μετὰ πεποιθήσεως φάναι· «Ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰς τὴν βασιλείαν εἰσελθεῖν.» Πατάττεται τῆς ἡρμηνευμένης θαλάττης τὰ κύματα ὑπὸ τοῦ δεσπόζοντος αὐτῆς καὶ τοῦ κρατοῦντος αὐτῆς, πρὸς ὃν κελαδοῦντές φασιν οἱ ἅγιοι· «Σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης καὶ τὸν σάλον τῶν κυμάτων αὐτῆς καταπραΰνεις.» Τοῦτο κατώρθωσεν αἰσθητῶς καὶ νοητῶς Ἰησοῦς, ἐπιτιμήσας τῇ ἀφριζούσῃ τῇ θαλάττῃ κατὰ τοῦ ἀποστολικοῦ σκεύους καὶ τῷ ἀνέμῳ τῷ διεγείραντι αὐτῆς τ̣ ὰ κύματα, ὡς παραχρῆμα εὐδίαν καὶ αἰθρίαν γενέσθαι, ἠρεμοῦντος τοῦ ὕδατος καὶ ἀέρος. Πρὸς τῷ ἐπιτιμηθῆναι τὰ κύματα τῆς θαλάσσης ἀλληγορικῶς, ἠρημώθη καὶ τὰ βάθη τῶν ποταμῶν, περὶ ὧν αὐχῶν ὁ τῆς Αἰγυ´̣ πτου βασιλεύς, δράκων ὀνομαζόμενος διὰ τὸ ἰῶδες κ̣ αὶ δηλητήριον, κομπάζων εἶπεν· «Ἐμοῦ εἰσιν οἱ ποταμοί, καὶ ἐγὼ ἐποίησα αὐτούς.» Οἱ πεῖραν λαβόντες τῆς θαλάσσης στενωθείσης, παταχθέντων τῶν κυμάτων αὐτῆς, καὶ τῶν βαθῶν τῶν ξηρανθέντων ποταμῶν, τῷ ταῦτα κατορθώσαντι προσελθόντε̣ ς χαριστηρίως ἀναπέμπουσιν ὕμνον, οὕτω λέγοντες· «Ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξ̣ ηράν, ἐν ποταμῷ διελεύσονται ποδί», ἐρημωθέντων τῶν βαθῶν αὐτῶν δηλονότι καὶ παταχθέντων τῶν κυμάτων τῆς θαλάσσης. Τῶν κυμάτων τῆς θαλάσσης παταχθέντων καὶ πάντων τῶν βαθῶν τῶν ποταμῶν ἐρημωθέντων, ἡ τῶν Ἀσσυρίων ὕβρις α᾿̣ πο̣ λ̣ εῖται, καὶ τὸ σκῆπτρον τῆς Αἰγύπτου περιαιρεθήσεται, οὐκέτι̣ βασιλευούσης, καὶ ἡ τῶν Ἀσσυρίων ὕβρις······· ι̣ σχει. Ἀμφοτέρως γὰρ ὕβριζον, τοῦτο μὲν λοίδοροι ὑπάρχοντες, τοῦτο δὲ ἀλαζόνες καὶ καθ' ὑπερηφανίαν ἐξυβρίζοντες. Τῶν ἀντικειμένων καταλυθέντων, κατισχύονται ὑπὸ Κυρίου Θεοῦ αὐτῶν οἱ ἐν θαλάσσῃ στενῇ πορευόμενοι, ὡς χαριστηρίως λέγειν ἕκαστον· «Ἰσχύς μου καὶ ἡ
q.115
ὕμνησίς μου Κύριος, καὶ ἐγένετό μοι Κύριος εἰς σωτηρίαν.» Καὶ ἔτι· «Ἀγαπήσω̣ σε, Κύριε, ἡ ἰσχύς μου.» Ὡσαύτως καὶ ὁ Ἰερε̣ μίας πρὸς τὸν Θεόν φησιν· «Ἰσχύς μου καὶ βοήθειά μου καὶ καταφυγή μου, Κύριε ὁ Θεός μου.» Τὰ αὐτὰ τῷ υ῾̣ μνῳδῷ καὶ προφήτῃ Ἰερεμίᾳ, καὶ ὁ ἐν Χριστῷ λαλῶν Παῦλος ἐρρωμενέστατα γράφει· «Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντι.» Ἀφαιρεθείσης τῆς ὕβρεως τῶν Ἀσ̣ συρίων καὶ τῆς βασιλείας τῶν Αἰγυπτίων καταλυ̣ θείσης, τῇ τοῦ εὐεργέτου προσηγορίᾳ ὁπλισάμενοι κατακαυχῶνται κατὰ τῶν ἀνατραπέντων, μόνον οὐχὶ ἕκαστος λέγων· «Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ δι' οὗ ἐμοὶ κόσμος̣ ἐσταύρωται κἀγὼ κόσμῳ.» Σταυρωθέντος γὰρ τοῦ κόσμου̣ ὡς μηκέτ' ἐνεργεῖν, κωλυόμενον̣ ὅπῃ βούλεται χωρεῖν καὶ πράττειν τὰ αὐτῷ φίλα, σταυροῦται αὐτῷ ὁ Χριστοῦ δοῦλος, ὥστε τῶν ποδῶν καὶ τῶν χειρῶν κ̣ ωλυθέντων ἔτι ἐνεργεῖν, ἀνεμεσήτως καυχήσεται φάσκων· «Χριστῷ συνεσταύρωμαι.» Ὁ ταύτην τὴν πεποίθησιν γενναίως ἔχων ἐν Χριστῷ καυχᾶται κατὰ τὸ λεχθέν· «Ὁ καυχώμενος ἐν Κυρίῳ καυχάσθω», οὐ καυχώμενος ἐπ' οὐδενὶ ὧν ἰδίων ἔχειν δύναται ψυχ̣ ικῷ, οὐ σωματικῷ, οὐδὲ τῶν ἐκτός τινι. Ἀπη̣ γόρευται γὰρ τα̣ ῦτα πάντα· «Μὴ καυχάσθω γάρ, φησίν, ὁ σοφὸς ἐπὶ τῇ σοφίᾳ αὐτοῦ, μηδὲ ὁ ἰσχυρὸς ἐπὶ τῇ ἰσχύϊ αὐτ̣ ο̣ ῦ, μηδὲ ὁ πλ̣ ούσιος ἐπὶ τῷ πλούτῳ αὐτοῦ, ἀλλ' ἢ ἐν τούτῳ καυχάσ̣ θω ὁ καυχώμενος, συνίειν καὶ εἰδέναι τὸν Κύριον καὶ ποιεῖν ἔλεον καὶ κρίμα ἐν μέσῳ τῆς γῆς.» Ταύτην τὴν φωνὴν καὶ ἡ μήτηρ τοῦ προφήτου Σαμουὴλ ἐπὶ τῷ τοκετῷ τοῦ παρὰ προσδοκίαν γεναμένου τέκνου εὐχαριστοῦσα ἀνέπεμψεν, μόνον ἐναλλάξασα ἀντὶ τῆς σοφίας φρόνησιν. Ὑπάρξεται δὲ καὶ ἡμῖν θεόθεν ἀνδραγαθήματα ἵν' εὐχαριστήσωμεν τῷ ὀρέξαντι αὐτὰ ὑπάρχοντι μεγαλοδώρῳ. Αὐτάρκως̣ περιγραφέντος καὶ τοῦ τρίτου λόγου τοῦ εἰς πρ̣ οφήτην Ζαχαρίαν, αὐτοῦ που καταπαύσωμεν παρακαλοῦντες τὸν ὁράσεις πληθύνοντα Θεὸν «δοῦναι λόγον ἐν ἀνοίξει τοῦ στόματος», πρὸς το`̣ καὶ τὰ ἑξῆς ω῾̣ ς οἷόν τε σαφηνίσαι, ἐὰν αὐτῷ δοκῇ.
q.116
4. τ 1Τόμος Δʹ 1 4. 1 Ὁ κατὰ Θεὸν σοφὸς διηρθρωμένην νόησιν καὶ πάνυ ἠκριβωμένην ἔχων «νοεῖ παραβολὴν καὶ σκοτεινὸν λόγον ῥήσεις τε ἀνδρῶν συνετῶν καὶ αἰνίγματα». Οἱ λόγοι δὲ μετ' ἐπικρύψεως·· ἀπαγγελλόμενοι τυγχάνουσιν αἰνίγματα. Αὐτίκα γοῦν καὶ ἡ προκειμένη τοῦ προφήτου λέξις αἰνιγματωδῶς προφερομένη ἐπικεκρυμμένην διδασκαλίαν προφέρει.···· αἴνιγμά ἐστιν τό· «Διάνοιξον, ὁ Λίβανος, τὰς θύρας σου.» 4. 2 Οὐ γὰρ πρὸς τὸ αἰσθητὸν ὄρος ἄψυχον ὑπάρχον καὶ ξύλα τὰ ἐν αὐτῷ ἐξ αἰσθήσεως καὶ φαντασίας········ τα πρόσταξις γίνεται ἵνα αἱ θύραι τοῦ Λιβάνου διανοίγωνται καὶ ὀλολύξωσιν αἱ πίτυες κέδρων πεπτωκότων, ἀλλὰ··· πρὸς ἀνθρώπους ἀλαζόνας καὶ ὑπερηφάνους πιπτομένους ἐν ἀθεμίστῳ εἰδωλολατρείᾳ τῇ πρὸς «τοὺς ἄρχοντας τούτου τοῦ αἰῶνος». 4. 3 Ἄσαρκοι α̣ ι῾̣ δ̣ υ̣ ν̣ α´̣ μ̣ ε̣ ι̣ ς̣ κ··· σ̣ ο̣ φ̣ ι´̣ α̣···· μ̣ ι̣ κ·· ἐπαγγελλόμ̣ ε̣ ν̣ α̣ ι̣ εν··············· νο̣ ειν···· φ· ον τὰ θνητὰ λογικὰ ζῷα καὶ τὰ ἄλλα λογικὰ ἀγόμενα λόγῳ ζῷα. Ὅτε δὲ δένδρα καὶ ἄγρι̣ α̣ ξ̣ υ´̣ λ̣ α̣···· ο̣ ρ̣ ι̣· ε̣ ν̣·· μ̣ η̣ σ̣ υ̣ ν̣· ε̣· σ̣· α̣ ι̣ ὁ κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ γενόμενος ἄνθρωπος ἣν ἔσχε τιμὴν παρὰ τοῦ κτίσαντος 4. 4 σ̣ υ̣ νε̣ β̣ λ̣ η´̣ θ̣ η̣ τ̣ ο̣ ι῀̣ ς̣ κ̣ τ̣ η´̣ νεσιν τοῖς ἀνο̣ η´̣ τ̣ ο̣ ι̣ ς̣······ Θ̣ ε̣ ο`̣ ς̣·· αι·· νεις̣ καὶ̣ φιληδόνους εξ·· εσχον ἐμπαθη`̣ ς̣····· ε̣····· τ̣· μ̣ α̣ χ̣ ω̣···· ι̣ ο̣··· α̣ ζ̣ ω̣········· λε̣ τ̣ ε̣ εκτ······ τῶν το̣ ι̣ ούτων ὁ προφητικὸς λόγος φησίν· «Ἵπποι θηλυμανεῖς ἐγενήθησαν, ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ χρεμετίζει», πάσης θείας···· ε······ εντ̣ ες, καὶ τοῦ προστάττοντος θείου λογίου· 4. 5 «Μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος οἷς οὐκ ἔστιν
q.117
σύνεσις», τυγχάνοντος ἵππου κατ' ἀναγωγὴν τοῦ φθείροντος ἀλλοτρίους γάμους καὶ γυναιξὶν ἀλλοτρίαις μανικῶς ἐπιβαίνοντος. Ὁ πρὸς τὰ καλὰ ἐστειρωμένος ἄγο̣ ν̣ ος ἀποδειχθείς, ἡμίονος κεκλήσεται, καὶ μάλιστα ἡ παρθενίαν ἐπαγγελλομένη ψυχὴ ἄνευ θείας σ̣ υνέσεως. Ἡ γ̣ α`̣ ρ···· γ̣ ο̣ ρ̣ ια ἀ´̣ ν̣ θ̣ ρ̣ ω̣ πο̣ ς̣ μωρά τις̣ οὖσα, κἂν δοκῇ σώματι̣ καθαρεύειν, η῾̣ μ̣ ι´̣ ο̣ νος ἀλλ' οὐ νύμφη τοῦ Λόγου τυγχάνει. 4. 6 Ἔστιν ὀνο´̣ μ̣ ατα πολλὰ ζ̣ ῴων ψεκτῶς ἀνθρώποις ἐφαρμοζόμενα, ὄνων καὶ καμήλων ἐν δίκῃ καλουμένων τῶν τα`̣ ἄχθη τ̣ η῀̣ ς̣ κακίας̣ φ̣ ερόντων, ἐπιβαλλόντων αὐτὰ δαιμόνων ἀλιτηρίων καὶ δυνάμεων ἀντικειμ̣ ένων. Περὶ τῶν τοιούτων θεολημπτούμενος ὁ μέγας προφήτης Ἠσαΐας········· νου καὶ ἀσπίδων γενήματα φέρειν «τὸν πλοῦτον αὐτῶν ἐπὶ ὄνων καὶ καμήλων» εἶπεν. 4. 7 Οὐ γὰρ ἱστορικὰ τὰ οὕτως ἀπαγγελλόμενα κατ' ἀναγωγὴν ἔχοντα τὴν νόησιν. Καὶ ὁ Σωτήρ, προστάττων τοῖς ἑαυτοῦ μαθηταῖς «τὸ ἅγιον κυσὶν μὴ διδόναι μηδὲ τὰς μαργαρίτας χοίροις παραβάλλειν», ἀλληγορικῶς τὴν πρόσταξιν δίδωσιν. Κύνες γὰρ καὶ χοῖροι οἱ κόλακες καὶ φιλήδονοι καταχαίροντες τοῖς ἀκολάσ̣ το̣ ι̣ ς̣········· θ̣ ι̣ ας βορβόροις. 4. 8 Ἔστι γὰρ ὁ κύων κατωφερὲς ζῷον ἀναιδῶς μετ'̣ οἴστρου ἐπιμαινο´̣ μ̣ ενον τ̣ αι῀̣ ς̣ ο᾿̣ χ̣ ε̣ ι´̣ αι̣ ς̣, κολ̣ α̣ κευτικὸν δὲ καὶ ὑλακτικόν. Ἢ οὐχ̣̣ ὑλακτεῖ ὁ λοιδορῶν τὸν πέλας, τρόπον τινὰ βομβύζων ταῖς κατηγορίαις; Περὶ τῶν τοιούτων ἀνθρώπων ὁ μεγαλοβοήσας Ἠσαΐας κέκραγεν· «Πάντες κύνες ἐνεοί, οὐκ εἰδότες σύνεσιν καί εἰσιν πονηροί.» Ὡς οὖν οἱ τοιοῦτοι κύνες εἰσίν, πρὸς τοῖς ἑτέροις κακοῖς ἔχοντες καὶ τοὺς ἐμέτο̣ υ̣ ς̣ πάλιν οὓς ἀποβεβλήκασιν αὖθις ἐσθίειν, χοῖροι εἶεν οἱ λουόμενοι ἀπὸ τῶν ἐμπαθῶν βορβόρων καὶ αὖθις αὐτοῖς ἐγκαλινδούμενοι. 4. 9 Περὶ τῶν οὕτως γνώμης ἐχόντων γράφ̣ ει ὁ μέγας Χριστοῦ μαθητὴς Πέτρος οὕτως· «Κρεῖττον ἦν αὐτοῖς μὴ ἐγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης, ἢ ἐπιγνοῦσιν ἀνακάμψαι εἰς τὰ ὀπίσω ἀπὸ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς. Συνέβη αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας· κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα, καί· ὗς λουσαμένη εἰς κύλισμα βορβόρου.» 4. 10 Τοῖς τοιούτοις ἀνθρώποις ἀπεῖπεν τὸ ἅγιον διδόναι ὁ Σωτὴρ διὰ τὸ ἐπ̣ ι̣ στρε´̣ φειν ἐφ' ἣν̣ ἤμεσαν κακίαν, μετὰ δῆθεν μετανοίας ὑπόστροφοι γινόμενοι πρὸς τὴν ἀπέβαλον ἁμαρτίαν. Ὥσπερ δὴ τούτοις οὐ δεῖ κοινωνεῖν μεταδιδόντ̣ α̣ α̣ υ᾿̣ τ̣ ο̣ ι῀̣ ς̣ τῆς ἁγίας γνώσεως τῶν μυστηρίων τῆς̣ β̣ ασιλείας τῶν οὐρανῶν, οὕτως οὐδὲ χοίροις παραβάλλειν π̣ ρ̣ ο̣ σήκ̣ ει̣ τοὺς θείους μαργαρίτας, τῶν σοφῶν δ' εἰσὶ λόγοι, κοσμοῦντες τὸν ἔσω ἄνθρωπον καὶ τὰ ὦτα αὐτοῦ. 4. 11 Ἢ οὐκ ἐγκαλλωπίζεται τούτοις ὁ πειθαρχῶν τῷ λέγοντι· «Λόγοις σοφῶν παράβαλλε σὸν οὖς», καὶ τῷ φάσκοντι Θεῷ Λόγῳ· «Κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ῥήμ̣ ατα τοῦ στόματός μου»; Τοὺς οὕτω τιμαλφεστάτους καλοὺς μαργαρίτας οὓς ὁ τῆς βασιλείας ἔμπορος ζητεῖ καὶ θηρεύει οὐ δεῖ παραβάλλειν τοῖς ἡρμηνευμένοις χοίροις τὸν κεκτημένον αὐτούς, ἵνα μὴ καταπατήσωσιν, τὴν χρῆσιν καὶ τὸ κάλλος αὐτῶν ἠγνοηκότες. 4. 12 Αὐτάρκως μαρτυρίων παρατεθέντων πρὸς δεῖξιν τοῦ παραβεβλῆσθαι τοὺς ἀνθρώπους ψεκτῶς κτήνεσιν ἀνοήτοις, ἐκθετέον λοιπὸν γραφὰς παριστάσας ὡς καὶ ἐπαινετῶς ὁμοιοῦνται ἤθεσιν καὶ κινήμασιν ἐνίων ζῴων οἱ ἄνθρωποι. Ἢ οὐχ οὗτοι αὐτοὶ τυγχάνουσιν περὶ ὧν ὁ Σωτήρ· «Τὰ πρόβατα τὰ ἐμὰ τῆς ἐμῆς φωνῆς ἀκούουσιν», καὶ πάλιν· «Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλὸς καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων»; 4. 13 Πρόβατα Χριστοῦ εἰσιν οἱ εὐστάθειαν καὶ πραότητα κατορθοῦντες, ἐξ ὧν ποίμνιον συμπληροῦται, περὶ οὗ τὸ Πνεῦμα τὸ ἅγιον διὰ τοῦ προφήτου φησίν· «Καὶ στήσεται καὶ ὄψεται καὶ ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ ἐν ἰσχύϊ Κύριος.» 4. 14 Κατὰ τοιαύτην ἀναγωγὴν «τὸ τῆς ἐκλογῆς σκεῦος», ὁ ἐν Χριστῷ λαλῶν Παῦλος, ἐξέλαβεν τὸν «οὐ φιμώσεις βοῦν ἀλοῶντα» νόμον, μετὰ τὸ ἐκθέσθαι αὐτὸν ἐπενεγκών· «Μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; ἢ πάντως περὶ ἡμῶν λέγει», τῶν ἀποστόλων δηλονότι; «ὅτι ὀφείλει ὁ ἀροτριῶν ἀροτριᾶν, καὶ ὁ ἀλοῶν ἐπ' ἐλπίδι τοῦ
q.118
μετέχειν.» 4. 15 Μυρίων··· ἄλλων τοιούτων εὑρισκομένων τῷ προσέχοντι τῇ ἀναγνώσει τῆς θεοπνεύστου γραφῆς, ὑπὲρ τοῦ μὴ πέρᾳ τοῦ δέοντος μηκυνθῆναι τὸν λόγον, ἐλευστέον ἐπὶ τὸ προκείμενον περὶ τοῦ Λιβάνου καὶ τῶν ξύλων αὐτοῦ, ἔχον οὕτως. 4. 16 Zach. XΙ, 1– 2: Διάνοιξον, ὁ Λίβανος, τὰς θύρας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου· ὀλολυξάτω πίτυς, διότι πέπτωκεν κέδρος, ὅτι μεγάλως μεγιστᾶνες ἐταλαιπώρησαν· ὀλολύξατε, δρύες τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος. 4. 17 Τὸ ὄνομα τὸ Λίβανος πρὸς ἀλληγορίαν ὁτὲ μὲν τὴν εἰδωλολατρείαν, ὁτὲ δὲ τὴν ὑπεροψίαν καὶ ὑπερηφανίαν σημαίνει. Ἐν γὰρ τῷ Ἄισματι τῶν Ἀισμάτων τὴν ἀπὸ τῶν ἐθνῶν Ἐκκλησίανκαλῶν ὁ νυμφίος αὐτῆς Χριστός· «Δεῦρο ἀπὸ Λιβάνου, νύμφη, φησίν, ἐλεύσῃ καὶ διελεύσῃ ἀπὸ ἀρχῆς πίστεως.» Δεξαμένη γὰρ τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον, ἔρχεται πρὸς τὸν προσκαλούμενον ἀπὸ πρακτικῆς κακίας εἰς ἠθικὴν ἀρετὴν καὶ ἐξ ἀγνοίας καὶ ἀπιστίας ἐπὶ θείαν γνῶσιν καὶ πίστιν ὑπερβάλλουσαν διὰ τελειότητα. 4. 18 Ὥσπερ δὲ ἡ ῥηθεῖσα λέξις Λίβανον λέγει τὴν εἰδώλων καὶ δαιμόνων ἀσεβεστάτην θεραπείαν, οὕτως τὴν ὑπερηφανίαν παρίστησιν ἐν τῷ· «Μετατεθήσεται ὁ Λίβανος ὡς τὸ ὄρος τὸ Χελμέλ», τοῦτ' ἔστιν ὁ ὑπερόπτης καὶ αὐθάδης α᾿̣ χθήσεται εἰς τὴν ἐπίγνωσιν τῆς περιτομῆς τὴν πνεύματι καρδίας προσαγομένην· τὸ γὰρ Χελμὲλ ἑρμηνεύεται ἐπίγνωσις περιτομῆς. 4. 19 Ὁ ταύτην τὴν ἐπίγνωσιν ἔχων ἀτυφίαν κατορ̣ θ̣ οῖ, μαθὼν ὑπὸ Ἰησοῦ ταπεινὸς εἶναι τῇ καρδίᾳ καὶ τῷ πνεύματι. 4. 20 Τῷ διττῷ τούτῳ Λιβάνῳ προσφωνεῖ ὁ πνευματόφορος προφήτης, μᾶλλον δὲ ὁ Κύριος δι' αὐτοῦ, διανοῖξαι τὰς θύρας αὐτοῦ, ἵνα καταβρωθῶσιν ὑπὸ πυρὸς αἱ εἴσω τῶν θυρῶν αὐτοῦ κέδροι· αὗται δ' εἰσὶν δαίμονες ἀλιτήριοι καὶ ἄνθρωποι ὑπερόπται, συντριβόμεναι ὑπὸ τῆς τοῦ Κυρίου φωνῆς, κατὰ τὰ ἐν εἰκοστῷ καὶ ὀγδόῳ Ψαλμῷ ᾀδόμ̣ ε̣ ν̣ α̣ τῷδε τῷ τρόπῳ· «Φωνὴ Κυρίου συντρίβοντος κέδρους· συντρίψει Κύριος τὰς κέδρους τοῦ Λιβάνου.» 4. 21 Κατὰ τῶν τ̣ ο̣ υ´̣ των φυτῶν ἀγρίων ὄντων καὶ καρπὸν ἐδώδιμον οὐ φερ̣ ο´̣ ν̣ των ἐν Ἠσαΐᾳ γρ̣ α´̣ φεται πρὸς ἑτέρ̣ οις ο̣ ὑ´̣ τ̣ ως· «Ἡμέρα Κυρίου σαβαὼθ ἐπὶ πάντα ὑβριστ̣ ὴν̣ καὶ ὑπερήφανον καὶ ὑψηλὸν καὶ μετέωρον», κ̣ α̣ ὶ μετ̣' ο᾿̣ λ̣ ι´̣ γα̣· «καὶ ἐπὶ πᾶσαν κε´̣ δ̣ ρ̣ ον τοῦ Λιβάνου τῶν ὑψηλῶν καὶ̣ ἐπὶ πᾶν δένδρον βαλάνου Βασάν.» Τ̣ α̣ υ῀̣ τ̣ α̣ τ̣ α`̣ οὕτως ἄγρια ξύλα πεφύτευται ἐπὶ τὴν εἰδωλολατρείαν καὶ ὑπεροψίαν, συντριβόμενα καὶ πυρὶ ἀναλισκόμενα σὺν τοῖς συναγορεύουσιν σοφιστικῶς περὶ αὐτῶν, κατὰ τὸ λεχθὲν ἐν τῷ αὐτῷ Ἠσαΐᾳ· «Ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται.» 4. 22 Πίπτ̣ ει γὰρ ἡ εἰδωλολατρεία σὺν τοῖς συναγορεύουσιν αὐτῇ δαίμοσι καὶ ἀνθρώποις σοφισταῖς· ὡσαύτως καὶ οἱ ὑπερόπται ἄνθρωποι σὺν τῇ ἀλαζονείᾳ πεσοῦνται ὅταν τοῖς ὑπερηφάνοις ἀντιτάττηται Θεός, κατὰ τὸ φερόμενον ἐν τῇ τῶν θείων Παροιμιῶν γραφῇ οὕτως· «Ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάττεται.» 4. 23 Περὶ τῶν οὕτως ὑψαυχενούντων, οἱ ἀτυφίαν κατορθοῦντες τῷ Θεῷ ἀναπέμπουσιν εὐχήν, οὕτως ἀναφθεγγόμενοι· «Ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος», καὶ μεθ' ἕτερα ἐν τῷ αὐτῷ Ψαλμῷ· «Ἡ ὑπερηφανία τῶν μισούντων σε διὰ παντὸς̣ α᾿̣ ν̣ ε´̣ βη πρὸς σέ.» 4. 24 Πρὸς τὸν διττῶς ἀποδοθέντα Λίβανον προστάττει ὁ θεῖος λόγος διανοῖξαι τὰς θύρας αὐτοῦ. Διανοιχθείσης γὰρ καὶ ἐξαπλωθείσης τῆς ὑπερηφανίας καὶ εἰδωλολατρείας, τὸ τῆς κολάσεως πῦρ ἀναλώσει κέδρους, τούς τε ὑψαύχενας ἀνθρώπους καὶ ὑπερόπτας δαίμονας, οὐχ ἑτέρους ὄντας «τῶν ἀρχόντων τούτου τοῦ αἰῶνος», ἀνθρωπίνας καί, ὡς ἡ γραφή φησιν, «σαρκίνας σοφίας», παιδευούσας «ὑψώματα ἐπαιρόμενα κατὰ τῆς γνώσεως τοῦ Θεοῦ». 4. 25 Καταβρωθεισῶν ὑπὸ πυρὸς τῶν κέδρων, ὀλολύζουσιν αἱ πίτυες, πεσουσῶν τῶν ἰσχυροτέρων, κέδρων καλουμένων. Καὶ τάχα μὲν αἱ ἄσαρκοι πονηραὶ δυνάμεις
q.119
κέδροι προσαγορεύονται, πιτύων ὀνομαζομένων τῶν ὑπ' αὐτῶν ἐνεργουμένων ἀνθρώπων, ἑτεροδόξων καὶ σοφῶν τοῦ κόσμου τούτου καὶ τοῦ αἰῶνος. 4. 26 Λύεται τὸ αἰνιγματωδῶς εἰρημένον διὰ τῆς ἑπομένης λέξεως οὕτως ἐχούσης· «Μεγάλως μεγιστᾶνες ἐταλαιπώρησαν.» Οὗτοι δ' εἰσὶν οἱ ἐπὶ ἀρχῇ ὀγκυλλόμενοι, οὐκ ἄνθρωποι μόνοι, ἀλλὰ καὶ οἱ ἄσαρκοι ἄρχοντες τούτου τοῦ αἰῶνος. 4. 27 Περὶ τούτων τῶν ἀλαζονικῶς ἡγουμένων, καὶ ἐν Ναοὺμ τῷ προφήτῃ– ἕβδομος δ' οὗτος ὑπάρχει τῶν Δώδεκα Προφητῶν– εἴρηται τῇ Νινευῇ· «Καὶ ἐπὶ τὰ ἔνδοξά σου βαλοῦσιν κλῆρον καὶ πάντες οἱ μεγιστᾶνές σου δεθήσονται χειροπέδαις», ὅπως μὴ εὐλύτοις καὶ χερσὶν μὴ ἐμποδιζομέναις πράττωσιν τὰ ἀπηγορευμένα· πρὸς ἀγαθοῦ γάρ ἐστι τὸ ἐμποδίζεσθαι «τὰς ἀδικίας συμπλεκούσας χεῖρας». 4. 28 Ταλαιπωρησάντων μεγάλως τῶν τῆς Βασανίτιδος δρυῶν, κατασπᾶται ὁ σύμφυτος δρυμός· δρυμὸς δ' ἐστὶν τόπος ἀγρίων ξύλων καρπὸν τρόφιμον ο̣ υ᾿̣ φερόντων. Κατασπᾶται δ' οὗτος, ἀναλισκομένης ὑπὸ πυρὸς τῆς πεπυκνωμένης αὐτοῦ φυτείας. 4. 29 Δρύες ὀλολύζουσαι οὐκ ἄψυχα φυτὰ τυγχάνουσιν, ἀλλὰ κατὰ ἀλληγορίαν ἀναγόμεναι ψυχαὶ ἀνθρώπων οὖσαι καὶ ἀντικείμεναι δυνάμεις. 4. 30 Οὐκ ἀγνοητέον ὅτι αἱ αἰσθηταὶ δρύες ὁτὲ μὲν πάντα τὰ ξύλα σημαίνουσιν, ὁτὲ δὲ εἶδός τι ξύλου. Ὅταν γὰρ πάντα τὰ ξύλα δρύας καλῶμεν, τὸν τέμνοντα αὐτὰ δρυοτόμον καὶ τὰ ἐξ αὐτῶν κατασκευαζόμενα δρύϊνά φαμεν, ἀφ' οὗ σημαινομένου τὰς δετὰς πλόκας δρυφάκτους ὀνομάζομεν καὶ τῶν δένδρων τοὺς καρποὺς ἀκρόδρυα. Πρὸς τῷ γενικῶς ὀνομαζομένῳ, ἔστιν τι εἶδος ξύλου δρῦς τυγχάνον, ὡς ἕτερον κυπάρισσος, ἐλάτη, πύξος. 4. 31 Αἱ θύραι τοῦ Λιβάνου ἃς διανοιχθῆναι προστάττει ὁ θεῖος λόγος ψεκταὶ τυγχάνουσαι, αἱ αὐταί εἰσιν ταῖς τοῦ θανάτου, περὶ ὧν ἐν ἐνάτῳ Ψαλμῷ ὁ ὑμνῳδὸς περὶ τοῦ Θεοῦ φησιν· «Ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου.» Περὶ τούτων ὡς οὐσῶν τῆς κακίας προστάττεται τῷ σοφῷ παροιμιωδῶς· «Μὴ ἐγγίσῃς πρὸς θύραις οἴκων αὐτῆς», καὶ ἔτι περὶ πάσης ψευδοδοξίας καὶ ἀσεβείας· «Γυνὴ ἄφρων καὶ θρασεῖα ἐνδεὴς ψωμοῦ γίνεται, ἣ οὐκ ἐπίσταται αἰσχύνην· ἐκάθισεν γὰρ ἐπὶ δίφρου ἐπὶ θύραις τοῦ ἑαυτῆς οἴκου, ἐμφανῶς εἰς τὰς πλατείας προσκαλουμένη τοὺς παριόντας.» 4. 32 Τούτων τῶν θυρῶν ὁ μακρυνθεὶς κόπτει τὰς θύρας περὶ ὧν εἶπεν ὁ Σωτήρ· «Κρούετε καὶ ἀνοιγήσεται ὑμῖν», περὶ ὧν ἡ σοφία ἐν Παροιμίαις φησίν· «Μακάριος ἀνὴρ ὃς εἰσακούσεταί μου, καὶ ἄνθρωπος ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει, ἀγρυπνῶν ἐπ' ἐμαῖς θύραις καθ' ἡμέραν, τηρῶν σταθμοὺς ἐμῶν εἰσόδων.» 4. 33 Ὁ πρὸς ταύταις ταῖς θύραις καθ' ἡμέραν ἀγρυπνῶν οὐκ ἐγγίζει πρὸς ταῖς θύραις τῆς προσωποποιουμένης πόρνης καὶ ἄφρονος γυναικός, οὐδὲ ταῖς τοῦ Λιβάνου ἃς διανοίγειν προσήκει, καταλυομένης τῆς δοκούσης ἀσφαλείας, ἵνα τὰ ἔνδον ἀποκείμενα φάνῃ οἵαν ἀμορφίαν ἔχουσιν, μισηθῇ καὶ ἐγκαταλειφθῇ, οὐδενὸς νήφοντος ὁρᾶν αὐτὰ θέλοντος. 4. 34 Ὅτι δὲ τὰ ῥηθέντα περὶ διαφόρων ξύλων οὐ περὶ α᾿̣ ψ̣ υ´̣ χων εἴρηται, καὶ ἐκ πολλῶν μὲν γραφῶν καὶ μάλιστα προφητικῶν ἔστι θεωρῆσαι, ὧν ἔκθεσις ἤδη ἀπὸ μέρους γέγονεν· ἀρκεῖ δὲ ἑνὸς ἐπιμνησθῆναι τοῦ προφήτου Ἰεζεκιήλ, ὡσπερεὶ ξύλων ὄντων Φαραὼ καὶ Ἀσσούρ. Πονηραὶ δὲ δυνάμεις οὗτοι, ὁ μὲν τῆς Αἰγύπτου, ὁ δὲ τῆς Ἀσσυρίας τύραννοι, ἔχοντες ῥίζας καὶ παραφυάδας ὑψωθείσας ἀφ' ὕδατος πολλοῦ, οὕσπερ ἐζήλωσεν κατὰ μίμησιν τὰ ξύλα τοῦ παραδείσου τῆς τρυφῆς τοῦ Θεοῦ, κλάδους εὐμεγέθεις ἔχοντας ἐλάτας τε καὶ πίτυας μιμουμένους. 4. 35 Πῶς γὰρ καὶ μέχρι πιθανότητος ἐκλαβεῖν δυνατὸν αἰσθητὰ ξύλα ζηλοῦντα καὶ μιμούμενα τηλικούτους τυράνν̣ ους, ὧν ἐν ταῖς παραφυάσι καὶ κλάδοις κατασκηνοῦσι πάντα τὰ πετεινὰ καὶ τίκτουσι τὰ ἄγρια θη̣ ρία; Ὅπως δὲ εὐσύνοπτος ἡ προφητεία γένηται, ἐκθώμεθα μέρος τι αὐτῆς, οὕτως ἐχούσης· 4. 36 «Ἰδοὺ Ἀσσου`̣ ρ̣ κυπάρισσος ἐν τῷ Λιβάνῳ καὶ καλὸς ταῖς παραφυάσιν καὶ πυκνὸς ἐν τῇ σκέπῃ καὶ ὑψηλὸς τῷ μεγέθει,
q.120
καὶ εἰς μέσον νεφελῶν ἐγένετο ἡ ἀρχὴ αὐτοῦ· ὕδωρ ἐξέθρεψεν αὐτόν, ἡ ἄβυσσος ὕψωσεν αὐτόν, τοὺς ποταμοὺς αὐτῆς ἤγαγεν κύκλῳ τῶν φυτῶν αὐτοῦ, καὶ τὰ συστέματα αὐτῆς ἐξαπέστειλεν εἰς πάντα τὰ ξύλα τοῦ πεδίου. Ἕνεκεν τούτου ὑψώθη τὸ μέγεθος αὐτοῦ παρὰ πάντα τὰ ξύλα τοῦ πεδίου, καὶ ἐπλαθύνθησαν οἱ κλάδοι αὐτοῦ καὶ ὑψώθησαν αἱ παραφυάδες αὐτοῦ ἀφ' ὕδατος πολλοῦ. Ἐν τῷ ἐκτεῖναι αὐτὸν ἐν ταῖς παραφυάσιν αὐτοῦ ἐνόσσευσαν πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ὑποκάτω τῶν κλάδων αὐτοῦ ἐγεννῶσαν πάντα τὰ θηρία τοῦ πεδίου, ἐν τῇ σκιᾷ αὐτοῦ κατῴκησεν πᾶν πλῆθος ἐθνῶν. 4. 37 Καὶ ἐγένετο καλὸς ἐν τῷ ὕψει αὐτοῦ διὰ τὸ πλῆθος τῶν κλάδων αὐτοῦ, ὅτι ἐγενήθησαν αἱ ῥίζαι αὐτοῦ εἰς ὕδωρ πολύ. Καὶ κυπάρισσοι πολλαὶ ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ καὶ πίτυες οὐχ ὅμοιαι ταῖς παραφυάσιν αὐτοῦ, καὶ ἐλάται οὐκ ἐγένοντο ὅμοιαι τοῖς κλάδοις αὐτοῦ· πᾶν ξύλον ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ οὐχ ὡμοιώθη αὐτῷ ἐν τῷ κάλλει αὐτοῦ διὰ τὸ πλῆθος τῶν κλάδων αὐτοῦ, καὶ ἐζήλωσεν αὐτὸν τὰ ξύλα τοῦ παραδείσου τῆς τρυφῆς τοῦ Θεοῦ.» 4. 38 Τὰ αὐτὰ ἢ παραπλήσια τοῖς λεχθεῖσιν περὶ τοῦ Ἀσσοὺρ καὶ περὶ τοῦ Φαραὼ ὑπὸ τοῖον εἴρηται. 4. 39 Οὐκ ἀγνοητέον ὅτι οἱ πλείονες τῶν ἀδελφῶν ἡμῶν τὸν Φαραὼ καὶ τὸν Ἀσσοὺρ εἰς τὸν διάβολον ἀναφέρουσιν, κατὰ διαφόρους ἐπινοίας ὁτὲ μὲν Φαραώ, ὁτὲ δὲ Ἀσσοὺρ ἀλληγορούμενον. Οἱ ταύτην κομίζοντες τὴν ἑρμηνείαν λεγέτωσαν τίνα τὰ ξύλα τοῦ παραδείσου ζηλώσαντα τὸν διάβολον, οὐκ ἄψυχα ἀλλὰ ζῷα ὄντα λογικὰ δηλονότι. Καὶ θαυμαστὸν οὐδὲν εἰ λογικῶν ζῴων κατηγορεῖται τὰ ὀνόματα τῶν ξύλων, ὁπότε καὶ ἡ τοῦ Θεοῦ σοφία ὁτὲ μὲν ἄμπελος ἀληθινή, ὁτὲ δὲ ξύλον ζωῆς προσαγορεύεται. 4. 40 Zach. XΙ, 3: Φωνὴ θρηνούντων ποιμένων, ὅτι τεταλαιπώρηκεν ἡ μεγαλωσύνη αὐτῶν· φωνὴ ὠρυομένων λεόντων, ὅτι τεταλαιπώρηκεν τὸ φρύαγμα τοῦ Ἰορδάνου. 4. 41 Οἱ ἡγούμενοι τῶν λαῶν ἱερατικῶς τε καὶ διδασκαλικῶς ποιμένες αὐτῶν οἷα προβάτων τυγχάνουσιν, τῶν βασιλικῶς μᾶλλον δὲ τυραννικῶς ἐπιστατούντων ὑπαρχόντων λεόντων. Καὶ ἐπεὶ οἱ ἀμφοτέρως ἄρχοντες ποιμένες καὶ λέοντες καλοῦνται, πᾶσα ἀνάγκη τοὺς ὑπηκόους πρόβατα καὶ ἄλλα κτήνη προσαγορεύεσθαι, τῶν μὲν προβάτων ἀναφορὰν ἐχόντων πρὸς τοὺς βόσκοντας νομέας, τῶν δὲ κτηνῶν πρὸς τοὺς λέοντας. Εἴρηται γοῦν ἐν Παροιμίαις· «Λέων ἰσχυρότερος κτηνῶν, ὃς οὐκ ἀποστρέφεται οὐδὲ καταπτήσσει πᾶν κτῆνος.» 4. 42 Δυσπραγίᾳ ὑποπεσόντων τῶν ὑπὸ τοὺς διδασκάλους, μᾶλλον δὲ ψευδοδιδασκάλους, καὶ τοὺς τυραννικῶς ἐπικειμένους, θρηνοῦσιν οἱ ποιμένες, οὐ τῶν ποιμνίων φειδόμενοι, ἀλλὰ στερηθέντες αἰσχρῶν κερδῶν καὶ ἐπιλήμπτων ἡδονῶν ἕνεκα, ἵνα μὴ τῷ νομοθετοῦντι Θεῷ καὶ τὸ ἄρχειν αὐτοῖς δεδωκότι δουλεύωσιν, ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ. 4. 43 Περὶ τῶν ἑτεροδόξων, ὁ θεσπέσιος γράφει Ἀπόστολος διορθούμενος τοὺς τῆς Ἐκκλησίας λαούς· «Διδαχαῖς ξέναις καὶ ποικίλαις μὴ παραφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι», καὶ πάλιν· «Οἱ γὰρ τοιοῦτοι διδάσκαλοι τῇ ἑαυτῶν κοιλίᾳ, ἀλλ' οὐ τῷ Χριστῷ δουλεύουσιν, διὰ χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶντες τὰς καρδίας τῶν ἀκάκων», βοσκήματα δι' ἁπλότητα τυγχάνοντας. 4. 44 Οὗτοι τοιγαροῦν ἐν ἀπορίᾳ γενάμενοι ὧν ποθοῦσιν ἡδέων θρηνοῦσιν, ταλαιπωρησάσης ἧς ᾤοντο ἠπατημένως ἔχειν μεγαλωσύνης· ὡσαύτως καὶ οἱ θυμικῶς ἄρχοντες ὠρύονται, ταλαιπωρήσαντος τοῦ Ἰορδάνου ἔνθα ἐλόχων καὶ ἐνεκρύπτοντο, δοκοῦντες σκέπην καὶ ἀσφάλειαν ἔχειν διὰ ἀγριότητα. 4. 45 Ξύλων πολλῶν ἐκκοπέντων ἤδη καὶ κατασπασθέντων, ὡς ἔναγχος εἴρηται, κατεσπᾶσθαι τὸν δρυμὸν τὸν σύμφυτον. 4. 46 Πολλὰ ἐκ τῆς γραφῆς ἔστιν εὑρεῖν σημαίνοντα τοὺς ὠμῶς καὶ ἀγρίῳ θυμῷ ἐπιστατοῦντας, λέοντας ἐν δίκῃ προσαγορευομένους. Αὐτίκα γοῦν ἐν τῷ προφήτῃ Ἰερεμίᾳ λέοντες εἴρηνται ὅ τε τῆς Βαβυλωνίας ὠμόθυμος ἄρχων καὶ ὁ τῆς Ἀσσυρίας τύραννος· ἔχει δ' οὕτως ἡ
q.121
προφητεία· «Πρόβατον πλανώμενον ὁ Ἰσραήλ, λέοντες ἐξῶσαν αὐτόν· ὁ πρῶτος κατέφαγεν αὐτὸν βασιλεὺς Ἀσσούρ, καὶ ὕστερος τὰ ὀστᾶ αὐτοῦ βασιλεὺς Βαβυλῶνος.» 4. 47 Ταύτῃ τῇ νοήσει ἐκλημπτέον καὶ τὸ ἐν πεντηκοστῷ ἑβδόμῳ Ψαλμῷ περὶ ἀνθρώπων καὶ πονηρῶν δυνάμεων οὕτως· «Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως, ὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς ἥτις οὐκ ἀκούσεται φωνὴν ἐπᾴδοντος φαρμάκου τε φαρμακευομένου παρὰ σοφοῦ. Ὁ Θεὸς συνέτριψεν τοὺς ὀδόντας αὐτῶν ἐν τῷ στόματι αὐτῶν, τὰς μύλας τῶν λεόντων συνέθλασεν Κύριος.» Οὐ γὰρ ἡγούμεθα οὕτω τινὰ εὐήθη εἶναι ὡς ὑπολαβεῖν μόνας τὰς μύλας τῶν αἰσθητῶν λεόντων ὑπὸ Θεοῦ συντρίβεσθαι, ὅλων τῶν σωμάτων αὐτῶν ἔξω βλάβης μενόντων. 4. 48 Zach. XΙ, 4– 5: Τάδε λέγει Κύριος παντοκράτωρ· Ποιμαίνετε τὰ πρόβατα τῆς σφαγῆς, ἃ οἱ κτησάμενοι κατέσφαζον καὶ οὐ μετεμέλοντο, καὶ οἱ πωλοῦντες αὐτὰ ἔλεγον· Εὐλογητὸς Κύριος καὶ πεπλουτήκαμεν, καὶ οἱ ποιμένες αὐτῶν οὐκ ἔπασχον οὐδὲν ἐπ' αὐτοῖς. 4. 49 Τῶν εἰς τὸ παιδεύειν καὶ ποιμαίνειν τὴν λογικὴν ἀγέλην τεταγμένων οἱ μὲν κατὰ βούλημα Θεοῦ, οἱ δὲ ἀσεβῶς καὶ πεπλανημένως ἐπιστατοῦσιν. Περὶ ἀμφοτέρων τῶν ταγμάτων τῶν νομέων ἔστιν ἀπὸ τῆς γραφῆς συναγαγεῖν μαρτύρια. 4. 50 Περὶ τῶν ἐπαινετῶς ἐπιτελούντων ἣν ἐνεχειρίσθησαν ἐπιστασίαν λέγεται ὑπὸ τοῦ Θεοῦ· «Δώσω αὐτοῖς»– τοῖς ποιμνίοις δηλονότι–» ποιμένας κατὰ τὴν καρδίαν μου, καὶ ποιμανοῦσιν αὐτοὺς ποιμαίνοντες μετ' ἐπιστήμης». Περὶ τῶν οὕτω ἐπιστημονικῶς ἀγελαρχούντων ὁ χριστοφόρος Ἀπόστολος μνημονεύει τεθειμένων ἐν τῇ Ἐκκλησίᾳ μετὰ ἀποστόλων καὶ προφητῶν διδασκάλων τε καὶ εὐαγγελιστῶν. 4. 51 Καὶ τάχα ἀπόστολοι καὶ προφῆται διδάσκαλοί τε καὶ εὐαγγελισταὶ τυγχάνουσιν οἱ γνωστικῶς καὶ συνετῶς παιδεύοντες τὴν Χριστοῦ σύνοδον, ποιμένων ὄντων τῶν πρακτικὸν βίον ἐχόντων καὶ ἐπιστατούντων ἔργοις ἀγαθοῖς, τὴν πίστιν καὶ τὰ φρονήματα τῶν χριστιανῶν οὐκ ἀνηγμένως ἀποδιδόντων, τῶν κατὰ διάμετρον τοῖς ἐπιστήμοσι ποιμέσι διὰ φαυλότητα ἀντικειμένων ἀσεβῶν ὠνομασμένων· ὁ Θεὸς γοῦν φησιν περὶ αὐτῶν καὶ τῶν ἄλλας κακίας ἐνεργούντων· «Ἱερεῖς οὐκ εἶπαν· ποῦ ἐστιν Κύριος; Καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου μου οὐκ ἠπίσταντό με, καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμέ», καὶ τὰ ἑξῆς. 4. 52 Οἱ οὕτως ἀσεβοῦντες καὶ πόρνοι τυγχάνουσιν, τάχα μὲν καὶ ἀκολασταίνοντες, οὐχ ἥκιστα δὲ καὶ μιγνύμενοι τοῖς διάφορα καὶ ἀλλόκοτα δόγματα ὑποβάλλουσιν δαίμοσιν καὶ «ταῖς σοφίαις τῶν ἀρχόντων τούτου τοῦ αἰῶνος». Αὐτίκα γοῦν «οἱ μὴ δοκιμάσαντες τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παραδοθέντες εἰς ἀδόκιμον νοῦν, πράττουσι τὰ μὴ καθήκοντα, ἀκολάστως κατ' ἀλλήλων ἐπιμαινόμενοι, ἄρσενες ἐν ἄρσεσιν κατεργαζόμενοι τὴν ἀσχημοσύνην, ἀλλὰ καὶ αἱ θήλειαι αὐτῶν τὴν φυσικὴν χρῆσιν τῆς θηλείας ἐάσασαι παρὰ φύσιν καὶ πάσχουσιν, ἀλλὰ καὶ γυναῖκες ἐν γυναιξὶν πορνικῶς ἐπιμαίνονται.» 4. 53 Πρὸς τῷ αἰσθητῶς ἀκολασταίνειν τοὺς ἀσεβοῦντας εἰς Θεὸν ποιμένας, καὶ μετὰ πονηρῶν δυνάμεων λαγνεύουσιν, κατὰ τὸ λεχθὲν ἐν Ψαλμοῖς πρὸς τὸν τῆς εὐσεβείας χορηγόν· «Ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται, ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ. Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστιν.» 4. 54 Περὶ τῶν ἀσεβούντων νομέων ἐν Ἰερεμίᾳ φέρεται ἀπαγγελλόμενον πρὸς τὴν πορνεύουσαν ψυχήν· «Καί σοι ἔσχες ποιμένας πολλοὺς εἰς πρόσκομμα σεαυτῇ», καὶ ἔτι· «Ἐξεπόρνευσας ἐν ποιμέσι πολλοῖς· καὶ ἀνέκαμπτες προσποιητῶς πρὸς ἐμέ, λέγει Κύριος.» 4. 55 Διασταλέντων τῶν ἀγαθῶν νομέων ἀπὸ τῶν χειρίστων, ἐντολὴ τοῖς ἐπιστήμοσιν δίδοται οὕτως ἔχουσα· «Ποιμαίνετε τὰ πρόβατα τῆς σφαγῆς», ἢ τὰ ἤδη σφαγέντα ἢ τὰ ἄξια τοῦ τοῦτο παθεῖν ἢ ἀδίκως ἐπιβουλευόμενα. Τὸ τελευταῖον δηλοῦται ἐν τῷ τεσσερακοστῷ τρίτῳ Ψαλμῷ, τῶν εἰς θάνατον ἐπιβουλευομένων
q.122
λεγόντων πρὸς τὸν εὐεργέτην Θεόν· «Ἕνεκεν σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς», καὶ ἔτι· «Ἔδωκας ἡμᾶς ὡς πρόβατα βρώσεως.» 4. 56 Οὐχ ἑτέρου γὰρ χάριν σφάζονται ὑπὸ τῶν παρανόμως ἐπιστατούντων ἢ τοῦ βρωθῆναι ἕνεκα ὑπ' ἐκείνων περὶ ὧν λέγεται· «Ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ' ἡμᾶς, ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς», ἀλλ' ἀπέτυχον τῆς φονικῆς σπουδῆς ὡς τοὺς ῥυσθέντας χαριστηρίως λέγειν· «Εὐλογητὸς Κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν.» 4. 57 Οἱ δοκοῦντες κτήτορες καὶ οὐ ποιμένες ὑπάρχειν τῆς παραδοθείσης αὐτοῖς ἀγέλης κατασφάττοντες τὰ πρόβατα μαχαίρᾳ– αὕτη δέ ἐστιν ὁ σοφιστικὸς αὐτῶν λόγος ἀσεβῆ φρονήματα πρεσβεύων– οὐ μετεμέλοντο οὐ μετανοοῦντες ἐφ' οἷς λῃστρικῶς καὶ φονικῶς ἔπραξαν. Ἀμέλει γοῦν πωλοῦντες αὐτὰ ὡς ἴδια τὰ μὴ ἑαυτῶν, ἀναισχύντως θρασύτητι αὐχοῦσι πεπλουτηκέναι, τῶν εὐαρεστεῖν νομέων σπουδαζόντων τῷ πιστεύσαντι παμβασιλεῖ τὴν ἀγέλην οὐ σφαττόντων οὐκ ἀπεμπολούντων ἃ ἐπιστεύθησαν λογικὰ πρόβατα ἵν' ἀδίκως πλουτήσωσιν ἐκ πλεονεξίας καὶ αἰσχροκερδιῶν. 4. 58 Ἵνα μὴ τοιοῦτόν τι ἀπευκτὸν συμβῇ ἐξ ἀπροσεξίας τοῖς ἐπιστατοῦσι τῆς Ἐκκλησίας, προσφωνεῖ ὁ πρόκριτος τῶν ἀποστόλων Πέτρος, οὕτω γράφων· «Πρεσβυτέρους τοὺς ἐν ὑμῖν παρακαλῶ ποιμᾶναι τὸ ἐν ὑμῖν ποίμνιον μὴ ἀναγκαστῶς ἀλλ' ἑκουσίως, μὴ κατακυριεύοντες τῶν κλήρων, ἵνα, φανερωθέντος τοῦ ἀρχιερέως ποιμένος Χριστοῦ Ἰησοῦ, κομίσησθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον», τῶν κατακυριευόντων δηλαδὴ τῶν Χριστοῦ προβάτων ἀμελῶν ποιμένων ὄντων, πωλούντων αἰσχρῶν κερδῶν ἕνεκα τὰ θεῖα ποίμνια ἵνα βοῶσι· «Πεπλουτήκαμεν», κατεσθίοντες οὓς ἀναιροῦσι διὰ σκανδάλων. 4. 59 Οὕτω βλαβέντων καὶ κακοπραγησάντων τῶν λαῶν, προβάτων ἀλληγορικῶς καλουμένων, οἱ ψευδώνυμοι ποιμένες αὐτῶν οὐδὲν ἔπασχον ἐπ' αὐτοῖς, οὐ συμπαθοῦντες τῇ ποίμνῃ κατὰ τὸν λέγοντα· «Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι;» Εἰς ταύτην τὴν ἀγάπην ἐνάγονται οἱ θεῖοι παιδευταὶ ὑπὸ τοῦ Σωτῆρος γεναμένου αὐτοῖς ὑπογραμμοῦ, ὡς τὸν θεόσοφον εὐαγγελιστὴν Ἰωάννην προσφωνεῖν τοῖς κατὰ Χριστὸν θεοσεβοῦσιν· «Ὅτι ἐκεῖνος», σαφὲς δ' ὅτι ὁ Χριστός, «λύτρον ὑπὲρ ἡμῶν τὴν ψυχὴν ἔθηκεν καὶ ἡμεῖς ὀφείλομεν ὑπὲρ ἀλλήλων τὰς ψυχὰς θεῖναι.» 4. 60 Οἱ οὕτω γνώμης ἔχοντες πρὸς τοὺς τὰ αὐτὰ ἀσπαζομένους καὶ φρονοῦντας φιλάδελφοι συμπαθεῖς ὄντες, τοῖς σφάττουσιν τὰ παραδοθέντα αὐτοῖς πρόβατα ἀντίκεινται τοῖς μετὰ θρασύτητος φάσκουσιν· «Πεπλουτήκαμεν», αἰσχροκερδίᾳ ἐκτησάμεθα πρόβατα ἃ κατεσθίοντες ἥκιστά τι πάσχομεν ἐπ' αὐτοῖς. 4. 61 Zach. XΙ, 6– 7: Διὰ τοῦτο οὐ φείσομαι οὐκέτι ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν, λέγει Κύριος, καὶ ἰδοὺ ἐγὼ παραδίδωμι τοὺς ἀνθρώπους ἕκαστον εἰς χεῖρα τοῦ πλησίον αὐτοῦ καὶ εἰς χεῖρα βασιλέως αὐτοῦ, καὶ κατακόψουσιν τὴν γῆν, καὶ οὐ μὴ ἐξέλωμαι ἐκ χειρὸς αὐτῶν. Καὶ ποιμανῶ τὰ πρόβατα τῆς σφαγῆς εἰς τὴν Χανανῖτιν. 4. 62 Ἐπεὶ οἱ ἐγχειρισθέντες τὴν ἐπιμέλειαν τῶν λογικῶν προβάτων κατεφρόνησαν αὐτῶν, ὡς μηδὲ συμπαθεῖν μηδὲ φροντίζειν τῆς σωτηρίας αὐτῶν, ὡς πιπράσκειν αὐτὰ ἀλλοτρίοις δι' αἰσχροκερδίαν, ἀπειλεῖ Κύριος παντοκράτωρ μηκέτι φείδεσθαι τῆς γῆς, τοῦτ' ἔστιν τῶν ἐπ' αὐτῆς διατριβόντων, παραδιδομένων τῶν ἀσθενεστέρων τοῖς κατατυραννοῦσιν δι' ἣν νομίζουσιν ἰσχὺν καὶ ὠμότητα ἔχειν, ὡς κατακοπῆναι πάντας τοὺς ἐπὶ τῆς γῆς, παραδιδομένων τῶν ἀνθρώπων ἑκάστων εἰς χεῖρας τῶν πλησίον καὶ εἰς χεῖρας τοῦ βασιλέως αὐτῶν οὐκέτι νομίμως ἀλλὰ τυραννικῶς ἐπιστατοῦντος. 4. 63 Ἀπειλῆς τρόπῳ ταῦτα Θεὸς ἐπανατείνεται, ἵνα φόβῳ τῶν προσδοκωμένων παύσωνται τοῦ ἁμαρτάνειν οἱ πρὸς οὓς ἡ ἀπειλή. Θεὸς γὰρ οὐδέποτε ἀφειδήσει τῶν αὐτοῦ ποιημάτων, ὡς ἡ πανάρετος τοῦ Σαλωμῶνος Σοφία φησίν· «Φείδῃ πάντων, δέσποτα
q.123
φιλόψυχε, οὐδὲν βδελυσσόμενος ὧν ἐποίησας, οὐδὲ γὰρ μισῶν τι κατεσκεύασας.» «Ἔκτισας γὰρ εἰς τὸ εἶναι τὰ π̣ α´̣ ντα, καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου.» 4. 64 Ταύτης τῆς ὑπερβαλλούσης ἀγαθότητος τοῦ τὰ πάντα συστησαμένου καὶ προνοουμένου τῶν ὅλων πεῖραν ἔχοντες οἱ θεραπεύοντες αὐτόν, πρεσβείαν ὑπὲρ τοῦ λαοῦ ἀναφέροντές φασιν· «Φεῖσαι, Κύριε, τοῦ λαοῦ σου καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος τοῦ κατάρξαι αὐτῶν ἔθνη, μήποτε εἴπωσιν τὰ ἔθνη· ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν;» 4. 65 Εἰς τοσοῦτον δὲ ἐφείσατο τοῦ γένους τῶν ἀνθρώπων ὁ πάντων αἴτιος καὶ κηδεμών, ὡς ὑπὲρ πάντων ἔκδοτον δοῦναι τὸν υἱὸν ἑαυτοῦ εἰς θάνατον, ἵνα λυτρώσηται τοὺς θανόντας βασιλευθέντας ὑπὸ τοῦ θανάτου. 4. 66 Ταύτης τῆς ὑπερβαλλούσης σωτηρίας μυσταγωγὸς ὁ Ἀπόστολος τυγχάνων περὶ τοῦ Θεοῦ γράφει· «Ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν παρέδωκεν αὐτόν, πῶς οὐχὶ καὶ τὰ πάντα σὺν αὐτῷ χαρίσεται ἡμῖν;» Ἡμῶν φειδόμενος οὐκ ἐφείσατο τοῦ υἱοῦ· ὁ μὲν γὰρ ἀπαθὴς καὶ πάσης βλάβης ἀφανιστικός, ἡμεῖς δὲ θνητοὶ καὶ πάθεσιν ὑποκείμενοι. Διὸ εἰ φεισάμενος ἦν τοῦ υἱοῦ, μὴ ἐκδοὺς αὐτὸν «ὑπὲρ πάντων γεύσασθαι θανάτου», ἐμένομεν ἐν τῇ κρατησάσῃ ἀπωλείᾳ διὰ τῆς παραβάσεως τῆς θείας ἐντολῆς· ἀλλ' ἵνα ἐλευθερωθῶμεν, παρέδωκεν ὁ κηδεμὼν τὸν ἴδιον υἱόν, οὐ βλαβησόμενον ἐκ τοῦ τεθνάναι, Σωτῆρος ἀναδειχθέντος πάντων παραδοθέντος ὑπὲρ αὐτῶν. 4. 67 Τούτων ὧδε ἐχόντων, ἐὰν ὁ Θεὸς λέγῃ· «Οὐ φείσομαι οὐκέτι ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν», φόβῳ ἀπειλῆς νουθετεῖ, ἵνα μὴ κολάσει ὑποπέσωσιν, ἀλλ' ἔξω γένωνται τῆς κρατησάσης ἁμαρτίας, οὐκέτι ὑποκείμενοι κολάσει. 4. 68 Τὸν τρόπον τοῦ μὴ φείσασθαι ἔτι φανεροῖ, φάσκων «τοὺς ἀνθρώπους εἰς χεῖρας τῶν πλησίον αὐτῶν παραδιδόναι καὶ εἰς χεῖρας» οὗ εἵλαντο πονηροῦ «βασιλέως, ὡς κατακοπῆναι τὴν γῆν», ἀντεπιτιθεμένων ἀλλήλοις τῶν «ὡς ἀνθρώπων ἀποθνῃσκόντων». Οὗτοι δ' εἰσὶν οἱ ἔριδι καὶ ζήλῳ κατὰ σάρκα περιπατοῦντες. Οἱ οὕτω τυγχάνοντες ἄνθρωποι εἰς χεῖρας παραδίδονται ὧν ἔσχον πλησίον δαιμόνων διὰ φιληδονίαν καὶ ὑλικὴν διάθεσιν. Τότε γὰρ μάλιστα νουθετηθῆναι δύνανται παραδοθέντες οἷς ἡγοῦντο φίλοις καὶ πλησίον ἔχειν, πειραθέντες τῆς ὠμότητος καὶ ἀγριότητος αὐτῶν· φεύξονται δὲ καὶ τοῦ τυραννικῶς ἄρξαντος, τῆς σκληρότητος αὐτοῦ πεῖραν λαβόντες. Ἀμέλει γοῦν καὶ ὁ Ἑβραίων λαὸς τὸ τηνικάδε ἐπόθησεν ἐλευθερωθῆναι τῆς Αἰγυπτίων θρασύτητος, γνοὺς αὐτῶν τὸ ἐπίμοχθον καὶ τὸ ἀπηνὲς ἐπιστασίας. 4. 69 Κατακοπτομένης τῆς γῆς, τοῦτ' ἔστιν τῶν ἐπ' αὐτῆς καταλλήλων ἐξανισταμένων, ποιμαίνει Θεὸς τὰ τῆς σφαγῆς πρόβατα εἰς τὴν Χανανῖτιν, τὴν ἡτοιμασμένην τιμωρίαν. Εἴρηται καὶ πρότερον σφαγῆς εἶναι πρόβατα τὰ ἕτοιμα πρὸς τὸ παθεῖν καὶ τὰ ἤδη σφαγέντα, ὅτε παρελάβομεν τὸ ὑπὸ τῶν θλιβομένων πρὸς τὸν εὐεργέτην τῶν ὅλων ἀπαγγελλόμενον· «Ἔδωκας ἡμᾶς ὡς πρόβατα βρώσεως», καὶ πάλιν· «Ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.» 4. 70 Ἐπίστησον εἰ ἐπαινετόν τι δηλοῖ τὸ ποιμαίνεσθαι τὰ πρόβατα τῆς σφαγῆς εἰς τὴν Χανανῖτιν, ἑρμηνευομένην ἡτοιμασμένην, τάχα τῶν διὰ κακώσεως οἰκονομουμένων εἰσαγομένων εἰς σωτηρίαν ἀμεταμέλητον κατεργαζομένην ὑπὸ πόνων παιδευτικῶς ἐπαγομένων, περὶ ἧς γράφει ὁ θεσπέσιος ἀπόστολος Παῦλος τάδε χαράττων· «Ἡ κατὰ Θεὸν λύπη μετάνοιαν κατεργάζεται εἰς σωτηρίαν ἀμεταμέλητον, τῆς τοῦ κόσμου λύπης θάνατον ἐπιφερούσης»· διὸ ταύτης μὲν ἀφεκτέον, τῆς δὲ κατὰ Θεὸν ἀντιποιητέον ἀμεταμέλητον σωτηρίαν κατὰ Θεὸν φερούσης. 4. 71 Zach. XΙ, 7– 9: Καὶ λήμψομαι ἐμαυτῷ δύο ῥάβδους– τὴν μίαν ἐκάλεσα κάλλος, καὶ τὴν ἑτέραν ἐκάλεσα σχοίνισμα,– καὶ ποιμανῶ τὰ πρόβατα. Καὶ ἐξαρῶ τοὺς τρεῖς ποιμένας ἐν μηνὶ ἑνί, καὶ βαρυνθήσεται ἡ ψυχή μου ἐπ' αὐτούς, καὶ γὰρ αἱ ψυχαὶ αὐτῶν ἐπωρύοντο ἐπ' ἐμέ. Καὶ εἶπα· Οὐ ποιμανῶ ὑμᾶς. 4. 72 Ἐκ προσώπου τοῦ Σωτῆρος ὁ προφήτης Ζαχαρίας
q.124
ἀπαγγέλλει τὰ περὶ δύο ῥάβδων ὧν εἴληφεν ἑαυτῷ. 4. 73 Οὐχ ἕτερον δ' ἔτι σημαίνεται ἐν τοῖς προκειμένοις ἐκ τῶν ῥάβδων ἢ σκῆπτρα ἀρχῆς, μᾶλλον δὲ βασιλείας, σύμβολα ὄντα. 4. 74 Ἐπεὶ τοίνυν πᾶν τὸ τῶν ἀνθρώπων γένος διῄρηται εἰς τὸν ἐκ περιτομῆς λαὸν καὶ εἰς τὴν κληθεῖσαν ἀπὸ ἐθνῶν Ἐκκλησίαν, ὁ ἰουδαίων καὶ ἐθνῶν Θεός, σωτὴρ ἅμα καὶ βασιλεὺς αὐτῶν ὑπάρχων, ἔλαβεν ἑαυτῷ τὰ δύο σκῆπτρα, ἵνα ἐξ ἀμφοτέρων μίαν βασιλείαν ἀπεργάσηται. 4. 75 Νοηθήσεται δὲ ἐξ εὐαγγελικοῦ ῥητοῦ ἡ προφητεία· ὡς γὰρ μία βασιλεία ὑπὸ βασιλέα ἕνα ἐξ ἐθνῶν καὶ ἰουδαίων πιστευσάντων ἀνεδείχθη, οὕτω καὶ ποίμνη μία ὑπὸ ἕνα ποιμένα τὸν ἀληθινὸν τὸν τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν προβάτων τεθεικότα. Ἔχει δ' οὕτως ἡ εὐαγγελικὴ φωνὴ ὑπὸ τοῦ Σωτῆρος ἀπαγγελλομένη· «Καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ εἴσιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ συναγαγεῖν καὶ τῆς φωνῆς μου ἀκούσουσιν, ἵνα γένωνται μία ποίμνη καὶ ποιμὴν εἷς», ἕτερα λέγων εἶναι πρόβατα οὐκ ἀπὸ τῆς ἰουδαϊκῆς αὐλῆς ἀλλὰ τοὺς ἀπὸ ἐθνῶν πιστεύοντας τῷ εὐαγγελίῳ. 4. 76 Ταὐτὸν δὲ τὸ τὰς δύο ἀγέλας ὑπὸ ἕνα ποιμένα γενέσθαι, τῷ τὰ δύο σκῆπτρα ὑπὸ τὸν αὐτὸν βασιλέα ἐλθεῖν. Πότε δὲ τοῦτο πληρωθήσεται ἢ ὅταν ἐκβάσεως τύχῃ τό· «Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ»; 4. 77 Ῥηθείη καὶ ἑτέρως τό· «Καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ εἴσιν ἐκ τῆς αὐλῆς ταύτης», αὐλῆς καλουμένης τῶν προβάτων τοῦ περὶ γῆν κόσμου ἐν ᾧ ἀκμὴν διατρίβουσιν οἱ τὸ σῶμα φοροῦντες, ἀπαλλαγεισῶν τούτου ψυχῶν ἐν τῷ καταχθονίῳ τόπῳ τέως διατριβουσῶν, ἅσπερ συνάγει ὁ ἀγαθὸς νομεὺς, γενάμενος πρὸς αὐτὰς ὃτε «τέθνηκεν ὑπὲρ πάντων» «ἵνα ζώντων καὶ νεκρῶν κυριεύσῃ». Εἰ δὲ εἷς κυριεύει νεκρῶν καὶ ζώντων βασιλικῷ κράτει καὶ ποιμαντικῇ ἐπιστήμῃ, αἱ δύο ποῖμναι καὶ βασιλεῖαι μία ἀνεδείχθησαν. 4. 78 Τί δ' ὑπάρξεται τούτου κατορθωθέντος ἢ ἡ πολυαρχία οἰχήσεται, ἐξάραντος τοῦ ἀληθινοῦ νομέως τοὺς κακῶς ἄρχοντας τρεῖς ποιμένας ἐν ἑνὶ μηνί, τοῦτ' ἔστιν ἅμα καὶ ἐν περιόδῳ μιᾷ. 4. 79 Τίνες δ' οἱ ἐξαιρόμενοι τρεῖς ἀγελάρχαι θεωρητέον. 4. 80 Τὸ ἱερατικὸν τῶν Ἰουδαίων τάγμα καὶ οἱ λεγόμενοι παρ' αὐτοῖς ἄδικοι προφῆται καὶ οἱ βασιλεύσαντες ἀπὸ τοῦ Ἰεροβοάν. Πάντες γὰρ οὗτοι βλάβης αἴτιοι ἐτύγχανον τῶν ἀρχομένων. Εἴρηται γοῦν ἐν Ὠσῆε· «Ἔκρυψαν ἱερεῖς ὁδὸν Κυρίου, ἐφόνευσαν Σίκιμα, ἀνομίαν ἐποίησαν ἐν τῷ Ἰσραήλ», καὶ ἔτι ἐν τῷ αὐτῷ προφήτῃ· «Κακωθήσεται Ἰσραὴλ ὥσπερ ὁ παρεξεστηκὼς προφήτης.» 4. 81 Ἔστιν εὑρεῖν καὶ περὶ τῆς παρανόμου βασιλείας τῆς σχισάσης τὸν Θεοῦ λαὸν γεγραμμένα πολλά, ὧν ἐστιν καὶ τὸ οὕτως ἔχον· «Ἀκούσατε ταῦτα, οἱ ἱερεῖς, καὶ οἶκος τοῦ βασιλέως, ἐνωτίζεσθε, διότι πρὸς ὑμᾶς ἐστιν τὸ κρίμα ὅτι παγὶς ἐγενήθητε τῇ σκοπιᾷ, καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ Ἰταβύριον.» 4. 82 Κατὰ τῶν οὕτω φαύλως ἡγησαμένων καὶ ὁ ἅγιος Ἰερεμίας βοᾷ ἐλεγκτικώτατα ἐκ προσώπου τοῦ παμβασιλέως Θεοῦ· «Ἱερεῖς οὐκ εἶπαν· ποῦ ἐστιν Κύριος; καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου οὐκ ἠπίσταντό με, καὶ οἱ προφῆται ἐπροφήτευον ἄδικα, καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμέ, καὶ ὀπίσω ἀνωφελοῦς ἐπορεύοντο.» 4. 83 Ἐπίστησον εἰ τοὺς ποιμένας ἀσεβοῦντας εἰς αὐτὸν λέγει τοὺς βασιλέας τοῦ Ἰσραὴλ ἄλλους παρὰ τοὺς ἱερέας καὶ προφήτας τυγχάνοντας. 4. 84 Οὐκ ἀπογνωστέον δὲ καὶ τοὺς ψευδοδιδασκάλους ποιμένας ἀσεβοῦντας εἰς Θεὸν φάναι. Οἱ οὕτω ἐκληφθέντες ποιμένες τρεῖς ἐξαίρονται ἐν μηνὶ ἑνὶ ὑπὸ «τοῦ ἀλη̣ θῶς ἀρχιερέως μεγάλου Ἰησοῦ διεληλυθότος τοὺς οὐρανούς», ἀληθινοῦ ὄντος προφήτου, περὶ οὗ θεία προαναφώνησις εἴρηται· «Προφήτην ὑμῖν ἀναστήσει ἐκ τῶν ἀδελφῶν ὑμῶν Κύριος ὁ Θεός.» 4. 85 Πρὸς τῷ ἀρχιερεὺς καὶ προφήτης ὑπάρχειν, καὶ βασιλεύς ἐστιν, ὡς τὸν Πατέρα περὶ αὐτοῦ φάναι· «Ἤγειρα αὐτὸν βασιλέα, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι· οὗτος οἰκοδομήσει τὴν πόλιν μου, καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει οὐ μετὰ λύτρων οὐδὲ μετὰ δώρων.»
q.125
Καὶ αὐτὸς οὖν περὶ ἑαυτοῦ ὁ οἰκοδομῶν τὴν πνευματικὴν Θεοῦ πόλιν καὶ λυτρούμενος τὸν λαὸν λέγει· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον, διαγγέλλω τὸ πρόσταγμα Κυρίου.» 4. 86 Πρὸς τοῖς τεθεωρημένοις περὶ τῶν τρίων ποιμένων, ἐπιστατέον ψεκτοὺς τρεῖς εἶναι νομέας ἐξαιρομένους τοὺς εἰς τὴν Τριάδα ἀσεβοῦντας. Οἱ μὲν γὰρ αὐτῶν πολλὴν ἔχουσι ῥοπὴν εἰς τὸ ἀσεβεῖν εἰς τὸν Πατέρα, ἑτέρων εἰς τὸν Υἱὸν καὶ ἄλλων εἰς τὸ ἅγιον Πνεῦμα. 4. 87 Καὶ τάχα μὲν οἱ υἱοπάτορα φρονοῦντες ψευδοδοξοῦσιν εἰς τὸν Πατέρα, στερίσκοντες τὸν Πατέρα ὅσον ἐπὶ τῇ ἀσεβείᾳ αὐτῶν τοῦ Μονογενοῦς Υἱοῦ, ὄντος Θεοῦ Λόγου σοφίας τε καὶ ἀληθείας, τῶν ἐξ οὐκ ὄντων καὶ κτίσμα φρονούντων προηγουμένως περὶ τὸ ἴδιον γένημα ψευδοδοξούντων. Εἰσὶ δὲ καὶ πνευματομαχοῦντες, δοξάζοντες ὡσεὶ ᾖ ἓν τῶν κτισμάτων. 4. 88 Καὶ τὰ τρία δὲ τάγματα τῶν ἀπατωμένων ἄθεα περὶ τῆς Τριάδος φρονοῦσιν, πλὴν ἕκαστον, ὡς ἤδη εἴρηται, διάφορον ἔχει τὴν ἀσεβῆ ῥοπήν. 4. 89 Ἐξαρθήσονται δὲ ἐν μηνὶ ἑνὶ καὶ οἱ οὕτω ἀσεβεῖς ποιμένες· μέχρι γὰρ τῆς παρούσης χρονικῆς ζωῆς ἡ ψευδὴς διδασκαλία τὴν ἐπαγγελίαν ἔχει, καταλυθησομένην ὅταν ἐπίλαμψις τελεία γένηται τοῦ ἀληθινοῦ φωτὸς μετὰ τὸν ἐνεστηκότα πονηρὸν αἰῶνα καὶ τὴν πρόσκαιρον ζωήν, ἐφ' ᾗ μόνῃ οἱ ἐλπίζοντες ἐλεεινότεροι πάντων ἀνθρώπων εἰσίν. 4. 90 Γίνεται δ' ἡ ἔξαρσις τῶν τρίων φαύλων ἀγελαρχῶν, βαρυνομένης ἐπ' αὐτοὺς τῆς ψυχῆς τοῦ ταῦτα ἀπειλοῦντος βασιλέως, ἐπείπερ μισητὰ αὐτῷ πράττουσιν. 4. 91 Ψυχὴ δὲ αὐτοῦ κατὰ πλείονας τρόπους λέγεται. 4. 92 Καθ' ἕνα μὲν καὶ πρόχειρον, ἣν ὡς ἄνθρωπος τέλειος ἔχει, ἣν τίθεται ἵνα πάλιν λάβῃ αὐτήν. Τέθειται μὲν οὖν αὐτὴν λύτρον ἀντὶ πολλῶν αὐτὴν δεδωκώς, ὡς γράφειν περὶ αὐτοῦ τὸν μυσταγωγὸν τῆς ἀληθείας Ἰωάννην οὕτως· «Ὅτι ἐκεῖνος ὑπὲρ ἡμῶν τὴν ψυχὴν ἔθηκεν· καὶ ἡμεῖς ὀφείλομεν ὑπὲρ ἀλλήλων τὰς ψυχὰς θεῖναι»· ἔλαβεν δὲ αὐτὴν ἐκ νεκρῶν ἀναστὰς «οὐκ ἐγκαταλειφθεῖσαν εἰς τὸν ᾅδην». 4. 93 Κατ' ἄλλην θεωρίαν, ψυχή ἐστιν τοῦ ταῦτα λέγοντος Σωτῆρος πᾶς ἄνθρωπος οἰκειωθεὶς αὐτῷ ὡς χρηματίζειν «ἐν Χριστῷ ἄνθρωπος», ὡς μὴ διαφέρειν περὶ τούτου φάναι ὅτι ἄνθρωπος καὶ ψυχὴ Θεοῦ τυγχάνει. Ἠλίας γὰρ ἄνθρωπος Θεοῦ χρηματίζων καὶ ψυχὴ Θεοῦ ῥηθείη· ὡσαύτως καὶ ὁ ἱεροφάντης Μωϋσῆς, καὶ εἴ τις ἄλλος τῆς αὐτῆς ἁγιότητος καὶ ἀρετῆς μετέχει. 4. 94 Οὐ πολλῶν δὲ μαρτυρίων χρεία τὸ νῦν, πολλάκις ἤδη ἀποδείξεως γεναμένης· ἀρκεῖ γὰρ τὴν Παύλου καὶ Πέτρου παραλαβεῖν φωνήν. Ὃ μὲν γὰρ ἔγραψεν· «Πᾶσα ψυχή», τοῦτ' ἔστιν ἄνθρωπος, «ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω», ὃ δέ· «Τοῦτ' ἔστιν ὀκτὼ ψυχαὶ διεσώθησαν», ὀκτὼ ψυχὰς λέγων τοὺς σωθέντας ἐν τῇ κιβωτῷ ἐν τῷ κατακλυσμῷ, τὸν Νῶε καὶ τοὺς τρεῖς υἱοὺς αὐτοῦ, τήν τε γυναῖκα αὐτοῦ καὶ τὰς τρεῖς συμβιούσας τοῖς υἱοῖς αὐτοῦ. 4. 95 Ἡ οὕτω λεγομένη Θεοῦ ψυχὴ βαρύνεται ἐπὶ τοὺς τρεῖς ἀναιρουμένους ποιμένας ἐν ἑνὶ μηνί, συναγανακτοῦσα τῷ ἐξαίροντι αὐτοὺς Σωτῆρι. Γίνεται δὲ ἡ ἔξαρσις αὐτῶν διὰ τὸ ἀπὸ ἀγριότητος τὰς ψυχὰς αὐτῶν ἐπωρύεσθαι λεόντων δίκην ἐπὶ τὸν ποιμένα τὸν ἀληθινόν. 4. 96 Τῆς τῶν ποιμένων ὠμότητος περιγραφείσης, ὁ ἀγαθὸς ἀγελάρχης πρὸς τὰ ἀπολωλότα ὑπὸ τῶν φαύλων νομέων πρόβατα «Οὐ ποιμανῶ ὑμᾶς» ἀπειλῆς τρόπῳ λέγει, μάλιστα ὅτι ἔτι ἐτύγχανον ὑπὸ τοὺς βλαπτικούς· οὔπω γὰρ ἦσαν ἀναιρεθέντες· τὸ γὰρ «Ἐξαρῶ τοὺς τρεῖς ποιμένας» δείκνυσιν ὅτι ἀκμὴν ἐτύγχανον ἐπικείμενοι τοῖς πεπλανημένοις ὑπ' αὐτῶν ποιμνίοις. 4. 97 Ποίῳ δὲ τρόπῳ καὶ τίνος ἕνεκα ἡ μία τῶν ῥάβδων κάλλος κέκληται, ἡ δὲ ἑτέρα σχοίνισμα, ἐν τοῖς ὅσον οὔπω ἐκτεθησομένοις σαφηνισθείη. Νῦν δὲ δεῖ σὺν Θεῷ φάναι· 4. 98 Zach. XΙ, 9: Τὸ ἀποθνῇσκον ἀποθνῃσκέτω, καὶ τὸ ἐκλεῖπον ἐκλειπέτω, καὶ τὰ κατάλοιπα κατεσθιέτωσαν ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ. 4. 99 Τοῦ ἀγαθοῦ νομέως ἐπιστατοῦντος τῆς ποίμνης, ἕκαστον τῶν προβάτων ὃν δεῖ τρόπον τημελεῖται.
q.126
Αὐτίκα γοῦν ὁ Κύριος Ἰησοῦς λέγει· «Τὰ πρόβατα τὰ ἐμὰ τῆς ἐμῆς φωνῆς ἀκούουσιν καὶ ἀκολουθοῦσίν μοι, κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα», ὡς ἕκαστον τῶν συμπληρούντων τὴν θείαν ἀγέλην βοᾶν περὶ τοῦ ἀγελάρχου· «Κύριος ποιμαίνει με, καὶ οὐδέν με οὐ μὴ ὑστερήσει. Εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέν με, τὴν ψυχήν μου ἐπέστρεψεν. Ὡδήγησέν με ἐπὶ τρίβους δικαιοσύνης ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ.» Οὕτως ἐπιστατουμένων τῶν λογικῶν θρεμμάτων παρ' ἰδίαν ῥᾳθυμίαν αὐτῶν ἐγκαταλειφθέντων ὑπὸ τοῦ λέγοντος· «Οὐ ποιμανῶ ὑμᾶς», πᾶν τοὐναντίον ὑπῆρκται τοῖς ποιμνίοις, ὡς λοιπὸν τὸ ἀποθνῇσκον ἀποθνῄσκειν, μακρυνθὲν τοῦ λέγοντος ποιμένος περὶ τῶν αὐτοῦ προβάτων· «Ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν, τιθέντος μου τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων.» Πρὸς τῷ ἀποθνῇσκον ἀποθνῄσκειν, καὶ τὸ ἐκλιμπάνον ἐκλείψει ἐρημωθὲν προστασίας, ὡς ἕκαστον τῶν ἀποσφαλέντων τῆς καταλλήλου νομῆς τοῦ πλησίον τὰς σάρκας κατεσθίειν, εἰς ἀγριότητα μεταβαλόντων. Ταύτῃ τῇ ὠμότητι ὑποπεσούσης τῆς Γαλατῶν Ἐκκλησίας, πρὸς αὐτὴν εἰκότως γράφεται ὑπὸ τοῦ ἀποστόλου Παύλου· «Εἰ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπὸ ἀλλήλων ἀναλωθῆτε.» Περὶ οὕτως ἐκθηριωθέντων κατ' αὐτοῦ ὁ ὑμνῳδὸς ψάλλει· «Ἐν τῷ ἐγγίζειν ἐπ' ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου.» Πλὴν εἰ κἀκεῖνοι οὕτω διετέθησαν, ἀβλαβὴς διαμείνας λέγει· «Οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν.» Καὶ ὁ προφήτης δὲ Ἰερεμίας περὶ τῶν θηρῶν δίκην κατὰ τῶν σπουδαίων βλάβην ἐπιχειρούντων λέγει· «Ἅγιος Ἰσραήλ, τῷ Κυρίῳ ἀρχὴ γενημάτων αὐτοῦ· πάντες οἱ κατεσθίοντες αὐτὸν πλημμελήσουσιν, κακὰ ἥξει ἐπ' αὐτούς, φησὶν Κύριος.» Εὖ δὲ καὶ τὸ εἰρῆσθαι κατεσθίειν ἕκαστον τὰς σάρκας καὶ οὐ τὴν ψυχὴν ἢ τὸν νοῦν τῶν πλησίον. Ὁ ταύτης τῆς ὠμότητος ῥυσθεὶς εὐχαριστητικῶς περὶ ἑαυτοῦ καὶ τῶν παραπλησίων βοᾷ· «Εὐλογητὸς Κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν.» Zach. XΙ, 10– 11: Καὶ λήμψομαι τὴν ῥάβδον μου τὴν καλήν, καὶ ἀπορρίψω αὐτὴν διασκεδάσαι τὴν διαθήκην μου, ἣν διεθέμην πρὸς πάντας τοὺς λαούς· καὶ διασκεδασθήσεται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ γνώσονται οἱ Χαναναῖοι, τὰ πρόβατα τὰ φυλασσόμενα, διότι λόγος Κυρίου ἐστίν. Τοῦ ἐκ περιτομῆς λαοῦ ἐγκαταλειφθέντος ὑπὸ τοῦ ποιμένος διὰ τὸ ἠσεβηκέναι εἰς αὐτόν, ἀπήντησε τὰ ἐκκείμενα ἀνιαρά, ὡς ἀποθνῄσκειν τὸ ἀποθνῇσκον καὶ ἐκλιμπάνειν τὸ ἐκλιμπάνον καὶ τὰ κατάλοιπα ἐστρᾶφθαι, ὡς ἕκαστον ἐσθίειν τὰς σάρκας τοῦ πλησίον. Κλῆσις γίνεται τῆς ἀπὸ τῶν πιστευσάντων τῷ Χριστῷ ἐθνῶν Ἐκκλησίας ἣν καὶ ῥάβδον ἐπαινετὴν ὠνόμασεν, τοῦτ' ἔστι βασιλείαν, εἰπών· «Καὶ λήμψομαι τὴν ῥάβδον τὴν καλήν.» Ὑπῆρκται δὲ τοῦτο τοῦ Πατρὸς εἰρηκότος τῷ Υἱῷ· «Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου.» Τοῦ βασιλικοῦ σκήπτρου ἀπορριφέντος ὑπὸ τοῦ λαβόντος κληρονομίαν πάντα τὰ ἔθνη, ἡ πρὸς πάντας τοὺς λαοὺς διεσκεδάσθη διαθήκη περὶ ἧς εἴρηται ἐν Δευτερονομίῳ ἐν ᾠδῇ μεγάλῃ τῷδε τῷ τρόπῳ· «Ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ.» Ταύτης τῆς διαθήκης διασκεδασθείσης ὑπὸ Χριστοῦ, οὐκέτι ἐπιστατούντων τῶν ἀγγέλων τῶν ἐθνῶν, κληρονομία καὶ μερὶς γεγένηνται τὰ ἔθνη πάντα τοῦ ἀπορρίψαντος τὴν καλὴν ῥάβδον ἐπὶ καταλύσει τῆς πρὸς πάντας τοὺς λαοὺς διαθήκης. Κατώρθωται δὲ ἡ ἀριστεία αὕτη ἐν τῇ ἡμέρᾳ τῇ ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης κατασκευασθείσῃ, ἣν ἀγαλλιασάμενος ἰδεῖν ὁ πατὴρ τῶν πιστευσάντων πάντων ἐθνῶν Ἀβραὰμ ἐχάρη, εὐλογηθέντων ἐν τῷ σπέρματι αὐτοῦ πάντων τῶν συμπληρούντων τὰ ἔθνη ἀνθρώπων σχόντων τὴν πίστιν αὐτοῦ εἰς δικαιοσύνην λελογισμένην. Περὶ
q.127
ταύτης τῆς ἡμέρας ὁ πᾶς τῶν ἁγίων χορὸς ἀνθρώπων τε καὶ ἀγγέλων μελῳδεῖ φάσκων· «Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ», ταύτης υἱοὶ τυγχάνοντες οἷς εἶπεν ὁ Σωτήρ· «Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου.» «Ἡ ἡμέρα ἤγγισεν, ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν.» Τούτων τῶν θείων ἀνδραγαθημάτων ἀνυσθέντων, γνώσονται οἱ Χαναναῖοι ὄντες πρόβατα φυλασσόμενα «ὅτι λόγος Κυρίου ἐστὶν» ὁ περὶ τῶν ἐκκειμένων ῥάβδου τε καὶ διαθήκης πρὸς τοὺς λαοὺς ἅπαντας, ὅνπερ νοῆσαι προσῆκόν ἐστιν μεγάλων καὶ ὑπερφυῶν μυστηρίων δηλωτικὸν ὄντα. Χαναναίους ἐκλημπτέον τοὺς ἡτοιμασμένους ἀπὸ τῶν ἐθνῶν εἰς τὸ γενέσθαι κληρονομία τοῦ Υἱοῦ τοῦ Θεοῦ δι' ἣν ἔσχον ἀτυφίαν πρὸς τοῦ εἰρηκότος· «Μάθετε ἀπ' ἐμοῦ ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.» Zach. XΙ, 12– 13: Καὶ ἐρῶ πρὸς αὐτούς· εἰ καλὸν ἐνώπιον ὑμῶν ἐστιν, δότε στήσαντες τὸν μισθόν μου ἢ ἀπείπασθε· καὶ ἔστησαν τὸν μισθόν μου τριάκοντα ἀργυροῦς. Καὶ εἶπεν Κύριος πρός με· κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον, καὶ σκέψαι εἰ δοκιμεῖόν ἐστιν, ὃν τρόπον ἐδοκιμάσθην ὑπὲρ αὐτῶν. Καὶ ἔλαβον τοὺς τριάκοντα ἀργυροῦς, καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον Κυρίου εἰς τὸ χωνευτήριον. Οἱ προφητικοὶ λόγοι αἰνιγματωδῶς προφερόμενοι ἀθρόως μεταβάλλουσι τὰ πρόσωπα τῶν λεγόντων καὶ περὶ ὧν λέγουσιν· καὶ ἐκ πολλῶν γε ῥητῶν ἔστι πιστώσασθαι καὶ ἀποδεῖξαι τὸ θεώρημα. Ὑπὲρ δὲ τοῦ μὴ μηκῦναι τὸν λόγον, παραληπτέον ἀπὸ τοῦ Ἰερεμίου ἐκ προσώπου τοῦ Θεοῦ λεγόμενον οὕτως· «Περιδράμετε ἐν ταῖς ὁδοῖς Ἰερουσαλὴμ καὶ εἴδετε εἰ ἔστιν ἐκεῖ ποιῶν πίστιν καὶ ἔλεος», ἢ «κρίσιν» ὡς ἔνια τῶν ἀντιγράφων ἔχει, «καὶ εἶπα· ζῇ Κύριος, λέγουσιν· διὰ τοῦτο οὐκ ἐπὶ ψεύδεσιν ὀμνύουσιν.» Φήσαντος γὰρ τοῦ Θεοῦ τοῖς ἁγίοις ἀνδράσιν· «Περιδράμετε ἐν ταῖς πλατείαις Ἰερουσαλὴμ καὶ εἴδετε εἰ ἔστιν ἐν αὐτῇ οἱ τάδε τινὰ ποιοῦντες», ἀποκρίνονται οἱ τὴν πρόσταξιν λαβόντες· «Ζῇ Κύριος, λέγουσιν»· πρὸς οὓς ὁ Θεός φησιν· «Διὰ τοῦτο οὐκ ἐπὶ ψεύδεσιν ὀμνύουσιν.» Ὅρα ποσαὶ μεταβολαὶ προσώπων ἐν ταῖς ὀλίγαις ταύταις συμβολαῖς φέρονται, οὐ διασταλεῖσαι κατὰ τὴν λέξιν ἀλλ' ἐν τῇ νοήσει. Ὡς οὖν ἔχει ἐπὶ τῆς παραληφθείσης μαρτυρίας, οὕτως ἔχει καὶ ἐν τῇ ἐκτεθείσῃ τοῦ Ζαχαρίου φωνῇ. Εἰπὼν γὰρ ὁ Σωτήρ– αὐτὸς γάρ ἐστιν ὁ ἀπαγγέλλων τὰ προκείμενα περὶ τῆς ἀποβολῆς τῶν ἐκ περιτομῆς– καὶ ἑξῆς ἀπαγγείλας περὶ τῆς κλήσεως τῆς τῶν ποτ' εἰδωλολατρούντων ἐθνῶν, ἀπὸ ἑτέρας ἀρχῆς φησιν· Ἀπεκρίθην καὶ εἶπα πρὸς αὐτούς, δηλαδὴ τοὺς Ἰουδαίους· Εἰ καλὸν καὶ δίκαιον ἐνώπιον ὑμῶν ὑπάρχει, δότε στήσαντες, τοῦτ' ἔστιν ὁρίσαντες, τὸν μισθόν μου· εἰ δὲ μὴ, ἀπείπασθε παραιτούμενοί μου τοὺς λόγους. Οἳ δὲ ὡμολόγησαν τὸν μισθόν μου τριάκοντα ἀργυροῦς εἶναι. Μισθὸν δὲ καὶ ἀργύριον ἀνηγμένως προσήκει ἐκλαβεῖν. Πολλαχοῦ γὰρ τῆς θείας παιδεύσεως τὰ λόγια καὶ ὁ λόγος τῷδε τῷ ὀνόματι δηλοῦνται· «Τὰ λόγια γὰρ Κυρίου, λόγια ἁγνά, ἀργύριον πεπυρωμένον δοκιμεῖον τῇ γῇ κεκαθαρισμένον ἑπταπλασίως.» Καὶ πάλιν παροιμιωδῶς λέγεται· «Ἄργυρος πεπυρωμένος γλῶσσα δικαίου.» Δηλοῦται γὰρ ὁ λόγος τῷ ὀνόματι τῆς γλώττης. Καὶ ἐπεὶ οὐ πᾶν τὸ ἀλληγορικῶς ἀργύριον ἐπαινετόν ἐστιν ἀλλὰ καὶ ψεγόμενον, λέγων οὖν ὁ Θεὸς τοῖς ψευδοδιδασκάλοις τοῦ Ἰσραήλ· «Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον», οὐκ αἰσθητὸν νόμισμα αἰτιᾶται, ἀλλὰ δολερὸν λόγον. Καὶ περὶ τῶν χρωμένων αὐτῷ τοῖς διορατικοῖς τὸν Θεὸν εἰπεῖν· «Ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτούς, ὅτι ἀπεδοκίμασεν Κύριος» τὴν γενεὰν τὴν ποιοῦσαν ταῦτα, φανερὸν ὅτι τὰ δολερὰ καὶ ἀπηγορευμένα. Ταύτης τῆς νοήσεώς ἐστιν τὸ παροιμιῶδες θέσπισμα προφερόμενον οὕτως· «Ἀργύριον διδόμενον μετὰ δόλου ὥσπερ ὄστρακον ἡγητέον.» Τὸν γὰρ ἀπατηλὸν καὶ ἐριστικὸν σὺν δόλῳ προφερόμενον λόγον ὑπὸ σοφιστῶν, κἂν
q.128
δόκῃ περὶ μεγάλων τῶν καλουμένων «ὑψωμάτων, ἐπαιρομένων κατὰ τῆς γνώσεως τοῦ Θεοῦ», ἀπαγγέλλειν, ὡς ὄστρακον ἡγητέον αὐτὸν εἶναι· οἷός ἐστιν ὃν προφέρονται «οἱ τὰ ἐπίγεια φρονοῦντες», οὓς «ἐκ τῆς γῆς φωνοῦντας» εἶπεν Ἠσαίας. Οὔσης τοιγαροῦν διαφορᾶς λογικῶν ἀργυρίων, στησάντων τῶν ἐκ περιτομῆς μισθὸν τῷ ὑπὲρ αὐτῶν καμόντι τριάκοντα ἀργυροῦς, ὁ Πατήρ φησιν τῷ τοὺς τριάκοντα ἀργυροῦς μισθὸν λαβόντι· «Κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον καὶ σκέψαι εἰ δόκιμόν ἐστιν» τὸ δοθὲν ἀργύριον «ὃν τρόπον ἐδοκιμάσθην» ἐγὼ «ὑπὲρ αὐτῶν». Οὕτω γὰρ φανερωθήσεται εἰ ἐπαξίως παρέσχον τὸν μισθὸν οὗ ἀνεδεξάμην καμάτου ὑπὲρ αὐτῶν, «θεὶς τὴν ψυχήν μου καὶ δοὺς αὐτὴν λύτρον ἀντὶ πολλῶν». Ταῦτα τοῦ Πατρὸς εἰρηκότος, λέγω δὴ τό· Κάθες τοὺς τριάκοντα ἀργυροῦς εἰς τὸ χωνευτήριον, ὁ «ὑπήκοος μέχρι θανάτου γενάμενος» ἀμελλητὶ τὸ προσταχθὲν ἀνύσας· Ἔλαβον, φησίν, τοὺς ἀργυροῦς καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον Κυρίου εἰς τὸ χωνευτήριον. Τούτου πληρωθέντος, ἐγνώσθη τῶν φαρισαίων καὶ τῶν ἄλλων ἐκ περιτομῆς ὁ μισθὸς δολερός, ὡς ὄστρακον αὐτὸν ἡγήσασθαι τοὺς ἐραυνῶντας γραφὰς τὰς μαρτυρούσας περὶ τοῦ αὐτὰς εἰρηκότος Σωτῆρος. Πολλαχοῦ γὰρ τῶν Εὐαγγελίων ἐλέγχεται ὁ πονηρὸς λόγος τῶν ἐγκαλουμένων, ὡς ἐν τῷ· «Ὁ λαὸς οὗτος τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ' ἐμοῦ· μάτην δὲ σέβονταί με διδάσκοντες ἐντάλματα καὶ διδασκαλίας ἀνθρώπων», ἀκυροῦντες τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν ἐπιβλαβῆ παράδοσιν αὐτῶν. Ὡσαύτως ἐλέγχονται ἀδόκιμον λόγον προτείνοντες περὶ τοῦ πότερον δεῖ διδόναι φόρον Καίσαρι ἢ οὔ, ὡς αὐτόθεν καὶ ἐξ ὧν ἔλεγον ἠλέγχθησαν δολεροὶ καὶ σὺν πολλῇ πανουργίᾳ φθεγγόμενοι· ἐρόμενος γὰρ αὐτούς, ὁ Σωτὴρ εἶπεν· «Ἐπιδείξατέ μοι τὸ νόμισμα», δηλοῦντες «τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν». Τῶν δὲ φαμένων· «Καίσαρος», ἰσχυρῶς ἠλέγχθησαν ἀκούσαντες· «Τοίνυν ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.» Οὐ μόνοι δὲ οἱ πειραστικῶς τῷ Σωτῆρι προσιόντες Ἰουδαῖοι ἀδόκιμον ἔχουσιν λόγον, ἀλλὰ καὶ οἱ ἐν τῷ χριστιανισμῷ ψευδοδοξοῦντες αἱρετικοί, «ἐν πανουργίᾳ περιπατοῦντες καὶ δολοῦντες τὸν λόγον Κυρίου», παρεκδεχόμενοι καὶ παραχαράττοντες τὸ βούλημα τῶν θεοπνεύστων λογίων· οὓς καὶ αὐτοὺς παραιτητέον, ἡγούμενοι ὡς ὄστρακον τὸν δολερὸν αὐτῶν λόγον ὄντα ἀδόκιμον ἀργύριον. Ἦ οὐκ ἀδόκιμος ὁ λόγος τῶν δύο ἀρχὰς ἀγενήτους τιθεμένων, ἀγαθοῦ καὶ κακοῦ– μανιχαῖοι δὲ οὗτοι–; καὶ τῶν κτίσμα λεγόντων τὸν Υἱὸν καὶ ἀπομεριζόντων τὸ ἅγιον Πνεῦμα ἀπὸ Πατρὸς καὶ Υἱοῦ; καὶ ὁ τῶν ἀσεβούντων εἰς τὴν ἐνανθρώπησιν τοῦ Σωτῆρος, δοκήσει καὶ οὐκ ἀληθείᾳ πεφᾶνθαι τὸν Σωτῆρα οἰομένων; Οὐ μόνον δὲ τὸ ἀδόκιμον ἀργύριον ἐκ τοῦ χωνευτηρίου τοῦ οἴκου τοῦ Θεοῦ φανεροῦται, ἀλλὰ καὶ τὸ δόκιμον φέρον τὴν εἰκόνα καὶ χαρακτῆρα τοῦ παμβασιλέως Σωτῆρος, «κεκαθαρισμένον ἑπταπλασίως», ὅπερ κατέχειν δεῖ καὶ πλουτεῖν τῇ κτήσει αὐτοῦ. Εἰσὶν ἐκλαμβάνοντες ὅτι οὓς ἔλαβεν Ἰούδας τριάκοντα ἀργυροῦς ὑπὸ τῶν Ἰουδαίων ἵνα προδῷ τὸν Κύριον σημαίνονται καὶ ἐκ τῆς προκειμένης λέξεως, μέγιστος δ' ἔλεγχος τῶν δεδωκότων Ἰουδαίων καὶ τοῦ εἰληφότος Ἰούδα τοὺς ὑπὲρ προδοσίας τριάκοντα ἀργυροῦς. Δέον γὰρ μισθὸν αὐτοὺς παρασχεῖν τῷ κοπιάσαντι ὑπὲρ τῆς σωτηρίας αὐτῶν τε καὶ τοῦ σύμπαντος κόσμου, ἀλλ' οὐχ ἵνα ἀναιρεθῇ «ὁ τὸ πᾶν ζωοποιῶν». Τὰς βλασφημίας, ἃς προφέρουσιν κατὰ τοῦ σταυρωθέντος ὑπὲρ ὅλης κτίσεως Σωτῆρος οἱ Ἰουδαῖοι, εἰς τὸν οἶκον τῶν θεοπνεύστων γραφῶν καὶ τὸ ἐν αὐτῷ χωνευτήριον ἐμβαλεῖν καὶ καθεῖναι δεῖ, ἵν' ἐλεγχθῶσιν ἀπᾴδουσαι, μᾶλλον δὲ ἐναντιούμεναι ταῖς περὶ Χριστοῦ καὶ σταυροῦ αὐτοῦ προφητείαις. Zach. XΙ, 14: Καὶ ἀπέρριψα τὴν ῥάβδον τὴν δευτέραν, τὸ σχοίνισμα, τοῦ διασκεδάσαι τὴν διαθήκην ἀνὰ μέσον Ἰούδα καὶ ἀνὰ μέσον τοῦ
q.129
Ἰσραήλ. Δύο ῥάβδους εἰληφὼς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, ὧν τὴν μὲν καλλός, τὴν δὲ σχοίνισμα προσηγόρευσεν, πρότερον ἀπορρίψας τὴν κληθεῖσαν καλλός, μυστήρια ἐφανέρωσεν τὰ ἤδη σαφηνισθέντα. Νῦν τὴν ὀνομαζομένην σχοίνισμα ἀπορρίψας, διεσκέδασεν διαθήκην τὴν ἀνὰ μέσον τοῦ Ἰσραὴλ καὶ Ἰούδα. Τίς δέ ἐστιν ἡ κληθεῖσα σχοίνισμα ῥάβδος, ἐκ τῆς μεγάλης ᾠδῆς ἔστι πάλιν μαθεῖν. Ἔχει δὲ οὕτω τὰ τῆς ᾠδῆς ἃ καὶ πρότερον ἐκτέθειται· «Ὅτε διεμέριζεν ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ, καὶ ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.» Λέγεται δὲ ταῦτα περὶ παντὸς τοῦ Ἑβραίων ἔθνους ὄντος ῥάβδου καὶ μερίδος μιᾶς. Καὶ διέμεινέν γε μέχρι πολλοῦ ἄσχιστον τὸ πᾶν ἔθνος μία ῥάβδος χρηματίζον, κατὰ τὸ ἐν Ψαλμοῖς ἀπαγγελλόμενον πρὸς τὸν πάντων βασιλέα καὶ προνοητήν· «Μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ' ἀρχῆς· ἐλυτρώσω ῥάβδον κληρονομίας σου.» Ἡ μία βασιλεία αὕτη εἰς δύο ἀρχὰς διῃρέθη, ὡς τὴν μὲν Ἰούδαν καλεῖσθαι, τὴν δὲ Ἐφράιμ, τῷ τοὺς μὲν ἀπομείναντας ἐν τῇ Ἰερουσαλὴμ ἄρχεσθαι ὑπὸ τοῦ οἴκου Δαυὶδ τὴν διαδοχὴν ἐχόντων ἐκ τῆς τοῦ Ἰούδα φυλῆς, τῶν εἰς τὴν Σαμάρειαν καταβάντων ἡγούμενον ἐχόντων τὸν Ἰεροβοὰν ἐξαμαρτήσαντα τὸν Ἰσραὴλ ὑπάρχοντα ἐκ τῆς τοῦ Ἐφράιμ φυλῆς. Καὶ ἐπὶ πολύ γε ἡ τοῦ σχίσματος κακοπραγία διέμεινεν, διαστασιαζόντων καὶ πρὸς ἀλλήλους διαφερομένων τοῦ βασιλέως τοῦ Ἰούδα καὶ τοῦ τυράννου τῆς Σαμαρείας, ἕως οἰκτείρῃ Θεός, πάλιν μίαν βασιλείαν τὰς δώδεκα φυλὰς ἀναδείξῃ, μόνου τοῦ Ἰούδα κρατοῦντος ὡς καὶ πρὸ τοῦ σχίσματος. Περὶ ταύτης τῆς ἀποκαταστάσεως ἐν Ὠσῆε τῷ προφήτῃ φέρεται, τοῦ παμβασιλέως λέγοντος· «Συναχθήσονται οἱ υἱοὶ Ἰσραὴλ καὶ οἱ υἱοὶ Ἰούδα, καὶ θήσουσιν αὐτοῖς ἀρχὴν μίαν καὶ ἀναβήσονται ἐκ τῆς γῆς, ὅτι μεγάλη ἡ ἡμέρα τοῦ Ἰεσδραέλ.» Ἐπιστατέον τῇ προφητείᾳ δηλούσῃ ὡς ἀναβαίνουσιν ἐκ τῆς γῆς οἱ εἰς μίαν βασιλείαν ἀποκαθιστάμενοι, κάτω ἐν τῇ γῇ δηλονότι ὑπάρχοντες, ὅτι διεστασίαζον πρὸς ἑαυτοὺς ἔξω τῆς μοναδικῆς ἡγεμονίας σκορπισθέντες. Τῆς τοῦ σχίσματος διαθήκης ἀνὰ μέσον τοῦ Ἰούδα καὶ τοῦ Ἰσραὴλ πρὸς καιρὸν ἐνεργησάσης, σκεδασμὸς καὶ λύσις αὐτῆς χάριτι τοῦ Σωτῆρος γίνεται, ἵν' ἐκποδὼν τῆς διαφορᾶς τῶν σχισμάτων γεγενημένης, ἡ καλουμένη σχοίνισμα ῥάβδος ὑπὸ βασιλέα ἕνα ὡς πρότερον γένηται, τὸν ἐκ τοῦ Ἰούδα τὴν διαδοχὴν ἔχοντα, ὥστε μίαν ποίμνην καὶ ἕνα ποιμένα ὑπᾶρξαι ὑπὸ τοῦ νομίμου βασιλέως παντὸς τοῦ ἔθνους κρατουμένου. Περὶ τῆς τοιαύτης ἀποκαταστάσεως τῶν δύο βασιλειῶν εἰς νόμιμον μίαν ἀρχήν, καὶ ἐν τῷ προφήτῃ Ἰεζεκιὴλ φέρεται· ἔχει δ' οὕτως ἡ προφητικὴ φωνή· «Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· Υἱὲ ἀνθρώπου, λαβὲ σεαυτῷ ῥάβδον καὶ γράψον ἐπ' αὐτὴν τὸν Ἰούδαν καὶ τοὺς υἱοὺς Ἰσραὴλ τοὺς προσκειμένους ἐπ' αὐτόν· καὶ ῥάβδον δευτέραν λήμψῃ σεαυτῷ καὶ γράψεις αὐτήν· Τῷ Ἰωσήφ, ῥάβδον Ἐφράιμ καὶ πάντας τοὺς υἱοὺς Ἰσραὴτοὺς προστεθέντας πρὸς αὐτόν. Καὶ συνάψεις αὐτὰς πρὸς ἀλλήλας σαυτῷ εἰς ῥάβδον μίαν τοῦ δῆσαι αὐτάς, καὶ ἔσονται ἐν τῇ χειρί σου. Καὶ ἔσται ὅταν λέγωσιν πρὸς σὲ υἱοὶ τοῦ λαοῦ σου λέγοντες· Οὐκ ἀπαγγέλλεις ἡμῖν τί ἐστιν ταῦτά σοι; Καὶ ἐρεῖς πρὸς αὐτούς· Τάδε λέγει Κύριος Κύριος· Ἰδοὺ ἐγὼ λήμψομαι τὴν φυλὴν Ἰωσὴφ τὴν διὰ χειρὸς Ἐφράιμ καὶ τὰς φυλὰς Ἰσραὴλ τὰς προσκειμένας πρὸς αὐτόν, καὶ δώσω αὐτοὺς ἐπὶ τὴν φυλὴν Ἰούδα· καὶ ἔσονται αἱ ῥάβδοι ἐφ' αἷς σὺ ἔγραψας ἐπ' αὐταῖς ἐν τῇ χειρί σου ἐνώπιον αὐτῶν, καὶ ἐρεῖς αὐτοῖς· Τάδε λέγει Κύριος Κύριος· Ἰδοὺ ἐγὼ λαμβάνω πάντα οἶκον Ἰσραὴλ ἐκ μέσου τῶν ἐθνῶν, οὗ εἰσήλθοσαν ἐκεῖ καὶ συνάξω αὐτοὺς ἀπὸ πάντων τῶν περικύκλῳ αὐτῶν καὶ εἰσάξω αὐτοὺς εἰς τὴν γῆν τοῦ Ἰσραήλ· καὶ δώσω αὐτοὺς εἰς ἔθνος ἓν ἐν τῇ γῇ μου καὶ ἐν τοῖς ὄρεσιν Ἰσραήλ,
q.130
καὶ ἄρχων εἷς ἔσται πάντων αὐτῶν εἰς βασιλέα, καὶ οὐκ ἔσονται ἔτι εἰς δύο ἔθνη οὐδὲ μὴ διαιρεθῶσιν οὐκέτι εἰς δύο βασιλείας.» Καὶ μεθ' ἕτερα· «Καὶ καθαριῶ αὐτούς, καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν. Καὶ ὁ δοῦλός μου Δαυὶδ ἄρχων ἐν μέσῳ αὐτῶν, καὶ ποιμὴν εἷς ἔσται πάντων, ὅτι ἐν τοῖς προστάγμασίν μου πορεύσονται καὶ τὰ κρίματά μου φυλάξονται καὶ ποιήσουσιν αὐτά. Καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς αὐτῶν, ἣν ἐγὼ ἔδωκα τῷ δούλῳ μου Ἰακώβ.» Καὶ μετ' ὀλίγα· «Καὶ Δαυὶδ ὁ δοῦλός μου ἄρχων αὐτῶν εἰς τὸν αἰῶνα. Καὶ διαθήσομαι αὐτοῖς διαθήκην εἰρήνης, διαθήκη αἰωνία ἔσται μετ' αὐτῶν· καὶ θήσω τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα. Καὶ ἔσται ἡ κατασκήνωσίς μου ἐν αὐτοῖς, καὶ ἔσομαι αὐτοῖς Θεός, καὶ αὐτοὶ ἔσονταί μου λαός. Καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγώ εἰμι Κύριος ὁ ἁγιάζων αὐτοὺς ἐν τῷ εἶναι τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα.» Φανείσης τῆς συμφωνίας τοῦ προφητικοῦ αἰνίγματος πρὸς τὴν διαίρεσιν τῆς μιᾶς ἀρχῆς εἰς δύο βασιλείας καὶ τῆς τούτων εἰς μίαν ἀρχὴν ἀποκαταστάσεως κατὰ τὴν τοῦ Ὠσῆε προφητείαν, ἀκόλουθον μετὰ τὴν ἱστορίαν ἀνηγμένως νοῆσαι τὰ περὶ τῶν δύο ῥάβδων ὧν ἔλαβεν ἑαυτῷ ὁ τοῦ ἀνθρώπου υἱός. Σημαίνεσθαι γὰρ δι' αὐτῶν ἡγητέον τὰς κλήσεις τῶν δύο λαῶν, τοῦ τε ἀπὸ τῶν ἐθνῶν καὶ τῶν ἐκ περιτομῆς, συνδεθεισῶν εἰς ἓν σκῆπτρον βασιλείας, κατὰ τὴν διάνοιαν τῆς ἀποστολικῆς γραφῆς, οὕτως ἐχούσης· «Αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιῶν τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, ἵνα τοὺς δύο κτίσῃ ἐν αὐτῷ εἰς ἕνα καινὸν ἄνθρωπον», τὸν ἕλληνα καὶ ἰουδαῖον. Ὅτε μὲν γὰρ ὃ μὲν ἰουδάϊζεν ὃ δὲ ἡλλήνιζεν, δύο ῥάβδοι καὶ δύο ἄνθρωποι ὑπῆρχον ἐκ τῆς διαφόρου θρησκείας διῃρημένοι, ὡς μὴ ὑπὸ ἕνα βασιλέα εἶναι. Ἡνίκα δὲ ἐπέλαμψεν ὁ ἀληθινὸς ἡγούμενος πρὸς ὃν οἱ ἅγιοί φασιν· «Ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων», τὸ τηνικάδε εἷς λαὸς οἱ πάντες ἄνθρωποι ἀπεδείχθησαν, ὑπὸ ἕνα Θεὸν καὶ βασιλέα κληθέντες «εὐαγγελισάμενον εἰρήνην τοῖς μακρὰν καὶ εἰρήνην τοῖς ἐγγύς», ἵν' ἐν πνεύματι ἀμφότεροι μία βασιλεία κατασκευασθῶσιν ὑπὸ τὸν ἕνα Θεὸν καὶ βασιλέα ὑπάρχοντες. Καὶ ὁ μὲν ἀπὸ τῶν ἐθνῶν κληθεὶς λαὸς ῥάβδος ἐστὶν ἐφ' ᾗ ἐγράφη Ἰούδας ὁ ἐξομολογούμενος, ὁ δὲ ἐκ περιτομῆς τὸ σκῆπτρόν ἐστιν τὸ τῷ Ἰωσὴφ ἀνακείμενον. Ἕκαστα τῶν ἐν τῷ αἰνίγματι τῶν δύο ῥάβδων λεπτομερῶς καὶ καθ' αὑτὰ σαφηνισθείη ἐν τοῖς εἰς τὸν Ἰεζεκιήλ, εἰ καλέσοι Θεὸς ἀγαθότητι τῇ ἑαυτοῦ καὶ εἰς αὐτὰ εἰπεῖν, ὡς δὲ πρὸς τὴν παροῦσαν χρείαν φαμὲν πρὸς ἀλληγορίαν. Τῶν δύο γεναμένων εἰς μίαν ῥάβδον ἀρχῶν, εἷς ὑπὸ τοῦ Πατρὸς ἠγέρθη ὁ κατὰ σάρκα ἐκ τοῦ Δαυὶδ ὑπὸ Θεοῦ ἐγερθείς, ὅστις αἰώνιος ποιμὴν καὶ βασιλεὺς κατὰ τὴν ἐνανθρώπησιν γεγονώς, διαθήκης εἰρηνικῆς καὶ αἰωνίου πρύτανις ὀφθείς, εὐσταθῶς καὶ εἰρηνικῶς ἀτελευτήτως ἄρξει εἰς τοὺς αἰῶνας, οὐ τελευτώσης ποτὲ τῆς βασιλείας αὐτοῦ. Ἁρμόζει τῇ οὕτως εἰρηνικῇ καταστάσει ἐν μέσῳ τῶν ἀρχομένων δοθῆναι τὰ ἅγια τοῦ Θεοῦ βασιλείας ὄντα μυστήρια ὑπ' αὐτοῦ τοῦ μεγαλοδώρου κατασκηνοῦντος ἐν μέσῳ τῶν σῳζομένων τε καὶ ἁγιαζομένων, τοῦ τοσούτου καὶ τηλικούτου ἀγαθοῦ κατὰ τὸν τῆς ἐνανθρωπήσεως καιρὸν πληρωθησομένου, ὁπηνίκα ὁ Λόγος σὰρξ γεγονὼς ἐσκήνωσεν ἐν τοῖς ἰδίοις γνωρίμοις, ἵν' ἔτι μᾶλλον προκόψαντες θεάσωνται «τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρός, πλήρης χάριτος καὶ ἀληθείας». Οὐκ ἀκαίρως ὡς οἷόν τε σεσαφήνισται μετὰ παρεκβάσεως τὰ περὶ τῶν δύο σκήπτρων ὧν ἔλαβεν ἑαυτῷ ὁ τοῦ ἀνθρώπου υἱός, ἵνα συνδήσας καὶ συσφίγξας αὐτὰ μίαν ῥάβδον ἀποδείξῃ. Τελείως δὲ τοῦτο τὸ ἀγαθὸν ὑπάρξεται ὅταν «εἰσελθόντος τοῦ πληρώματος τῶν ἐθνῶν» εἰς τὴν ἀκροτάτην μακαριότητα «ὁ πᾶς Ἰσραὴλ σωθῇ». Zach. XΙ, 15– 16: Καὶ εἶπεν Κύριος πρός με· Ἔτι λαβὲ σεαυτῷ σκεύη ποιμενικὰ ποιμένος ἀπείρου. Διότι
q.131
ἰδοὺ ἐγὼ ἐξεγείρω ποιμένα ἐπὶ τὴν γῆν· τὸ ἐκλιμπάνον οὐ μὴ ἐπισκέψηται καὶ τὸ διεσκορπισμένον οὐ μὴ ζητήσῃ καὶ τὸ συντετριμμένον οὐ μὴ ἰάσηται καὶ τὸ ὁλόκληρον οὐ μὴ κατευθύνῃ καὶ τὰ κρέα τῶν ἐκλεκτῶν καταφάγεται καὶ τοὺς ἀστραγάλους αὐτῶν ἐκστρέψει. Τῶν λογικῶν προβάτων προαιρέσει τῇ ἑαυτῶν εἰς πολλὴν πλάνην καὶ βλάβην ἐληλυθότων, ἀπεφήνατο ὁ ἄριστος νομεύς· «Οὐ ποιμανῶ ὑμᾶς.» Τοῖς οὕτω ἀπροστασιάστοις παρὰ τὴν ἑαυτῶν αἵρεσιν γεναμένοις ποιμνίοις, παραδιδομένοις ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν, πάθεσί τε ἀτιμίας καὶ ἀδοκίμῳ νῷ, ποιμένα ἐγείρει ὁ Θεὸς ὁ παραδοὺς τοῖς προειρημένοις, οὐκ ἐπιστημονικῶς οὐδὲ φειδομένως βόσκοντα οὓς παρείληφεν, μᾶλλον βλάβης αὐτοῖς οἷς αὐτοὶ εἵλαντο αἴτιος ἀποδεικνύμενος, οὐ φροντίζων τοῦ ἐκλιμπάνοντος ἀποσφαλέντος τε καὶ πεπλανημένου τῆς συναγωγῆς καὶ ἀποκαταστάσεως πρὸς τὴν θείαν ἀγέλην ἧς ἔξω διὰ σφάλματος γέγονεν, ἀλλ' οὐδ' ἑτέραν βλάβην ἀπαλέξων. Οὐ ζητεῖ γὰρ τὸ σκορπισθέν, οὐκ ἰᾶται τὸ συντετριμμένον, οὐ κατευθύνει τὸ ὁλόκληρον, σκοπὸν καὶ σπουδὴν ἔχων κακῶν ἀλλ' οὐκ ἀγαθῶν αἴτιος εἶναι· πάντα γοῦν πράττει πρὸς αἰσχροκερδίαν καὶ τὸ αὐτῷ φίλον· τὰς σάρκας γοῦν κατεσθίει καὶ τοὺς ἀστραγάλους ἐκστρέφει τῶν ὑπ' αὐτῷ τεταγμένων. Ἀλλ' οὐχ οἱ ἐπιστημονικοὶ ποιμένες ὑπάρχουσι τοιοῦτοι, δωρεᾷ Θεοῦ ταῖς ποίμναις δοθέντες, ὡς τὸν πάσης ὠφελείας Θεὸν φάναι· «Δώσω ὑμῖν ποιμένας κατὰ τὴν καρδίαν μου, ποιμαίνοντας μετ' ἐπιστήμης.» Πῶς γὰρ οὐκ ἀγαθοὶ νομεῖς ὧν ἄρχει ὁ «τὴν ψυχὴν» ἑαυτοῦ «ὑπὲρ τῶν προβάτων» διδούς, «ἀγαθὸς ποιμὴν» ὤν; Περὶ τούτου ὁ τῶν ἀποστόλων πρόκριτος γράφει τοῖς ἡγουμένοις τῆς τῶν πιστῶν συνόδου· «Πρεσβυτέρους τοὺς ἐν ὑμῖν παρακαλῶ ποιμαίνειν τὸ ἐν ὑμῖν ποίμνιον μὴ ἀναγκαστῶς ἀλλ' ἑκουσίως, ἵνα φανερωθέντος τοῦ ἀρχιποίμενος κομίσησθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον.» Τῶν οὕτω νεμόντων ἃ παρέλαβον πρόβατα οὐδεὶς κατακυριεύει ὧν παρέλαβεν κλήρων, τῶν τοῦτο πραττόντων κατεσθιόντων τὰς σάρκας τῶν προβάτων, τὰ ἡδέα ζητούντων παρ' αὐτῶν, ἐν αἰσχύνῃ καὶ τῶν φερόντων αὐτὴν ἔργων δόξαν ἔχειν νομιζόντων, διὰ παντοφαγίας θεοποιούντων τὴν ἑαυτῶν κοιλίαν, ὡς δουλεύειν αὐτῇ καὶ μὴ τῷ Κυρίῳ Ἰησοῦ, ὡς ὑπ' αὐτοῦ τοῦ Ἀποστόλου ὁμοίως περὶ τῶν τοιούτων γράφεσθαι ὡς «οὐ δουλεύουσιν τῷ Κυρίῳ Ἰησοῦ ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ». Οὕτω γνώμης ἐχόντων τῶν ψευδοδιδασκάλων καὶ ψευδοποιμένων, οἱ ἄριστοι νομεῖς μισθὸν τῆς παιδεύσεως ἔχουσιν μόνην τροφὴν λιτὴν καὶ ἀπέριττον, πειθόμενοι τῷ εἰς τοῦτ' αὐτοὺς προαγαγόντι λέγοντι· «Ἄξιος ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ», ὡς παρρησιαστικώτερον λέγειν τε καὶ γράφειν· «Ἀρκούμεθα τοῖς παροῦσιν», τροφαῖς δηλονότι καὶ σκεπάσμασιν. Αὐτίκα γοῦν καὶ τοὺς μιμητὰς αὐτῶν εἰς τοῦτο ἐνάγοντές φασιν· «Οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον, ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα. Ἔχοντες διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα.» Οἱ οὕτως ἀρετῆς ἔχοντες παρρησιαζόμενοι ἀπαγγέλλουσιν· «Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει ἡμῖν.» Ὠφελητικοὶ οἱ οὕτω διδάσκαλοι οὐκ ὀρέγονται σαρκῶν τῶν ποιμαινομένων, τοῦ πνεύματος αὐτῶν πόθον ἔχοντες, «σπουδάζοντες» μετ' αὐτῶν «τηρεῖν τὴν ἑνότητα τοῦ Πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης». Διὸ οὐδὲ ἐκστρέφουσιν τοὺς ἀστραγάλους αὐτῶν, ἀλλὰ κατορθοῦσιν καὶ διεγείρουσιν, ἵνα τρέχωσιν ἐν ταῖς εὐθείαις τοῦ Κυρίου ὁδοῖς καὶ πράττωσι τὰ δέοντα, ὑγιαίνοντας ἔχοντες καὶ τοὺς τῶν χειρῶν ἀστραγάλους. Εἶπον δὲ τοῦτο ὅτι χειρῶν εἰσιν ἀστράγαλοι, μαθὼν τοῦτο πρὸς τοῦ πανσόφου Δανιήλ. Ταὐτὸν τάχα εἶναι δύναται τῇ ἐκστροφῇ τῶν ἀστραγάλων ἢ ἰσοδυναμοῦν τὸ λεγόμενον ὑπὸ τοῦ μεγάλου προφήτου Ἠλίου πρὸς τοὺς ἐπαμφοτεριστὰς ἐπὶ δύο τρίβους ἐπιβαίνοντας·
q.132
«Ἕως πότε χωλανεῖτε ἐπ' ἀμφοτέραις ταῖς ἰγνύαις; Εἰ ἔστιν Κύριος, πορεύεσθε ὀπίσω αὐτοῦ· εἰ δὲ ὁ Βαάλ, πορεύεσθε ὀπίσω αὐτοῦ.» Φανερῶς καὶ ἐναργῶς ὁ ἀπειλῆς τρόπῳ φήσας ποιμένα ἐγεῖραι ἐπὶ τῆς γῆς τὸ ἐκλιμπάνον πρόβατον οὐκ ἐπισκεπτόμενον, οὐδ' αὖ ζητοῦντα τὸ ἐσκορπισμένον, μὴ καταδεσμεύοντα μηδ' ἰώμενον τὸ συντετριμμένον, μὴ σπουδάζοντα κατευθύνειν τὸ ὁλόκληρον, ἵν' ἔτι μᾶλλον ὑγιαίνῃ, προστάττει τῷ προφήτῃ λαβεῖν ποιμενικὰ σκεύη ἀπείρου, οὐ τέχνην οὐ πεῖραν ἀγαθοῦ νομέως ἔχοντος, ἵν' ἐπιστήσῃ τοὺς οἷς προφητεύει τίς ἡ δύναμις τῶν προσταχθέντων αὐτῷ. Ἐφιστάνουσι γὰρ οἱ μὴ λόγους νοοῦντες τοῖς ἐπιτελουμένοις ἔργοις τοῦ διδασκάλου. Ἐπεὶ τοίνυν περὶ ποιμένος ἀπείρου καὶ τέχνην ποιμαντικὴν οὐκ ἔχοντος ἔδει νοῆσαι τοὺς ἀκροατάς, ἀισθητῶς ἔλαβεν ὁ θεολημπτούμενος ἅγιος τὰ εἰρημένα σκεύη, ἵν' εἴπῃ περὶ αὐτῶν καὶ τί σημαίνουσιν ἐρωτηθεὶς ὑπὸ τῶν ὁρώντων ἃ ἔλαβεν σκεύη ποιμενικὰ οὐκ ἐμπείρου ἀλλ' ἀπείρου. Πολλὰ οὕτως οἰκονομούμενα ἐν τοῖς προφήταις φέρεται, μάλιστα ἐν τῷ Ἰεζεκιήλ. Οὐκ ἀπεικὸς περὶ τοῦ Ἀντιχρίστου προαναπεφωνῆσθαι τὰ περὶ τοῦ οὕτω ὀλεθρίου ποιμένος, ὡς ἐν πλείοσιν γραφαῖς εὑρίσκεται. Ἐκλεκτὰ πρόβατα εἶπεν ὧν τὰς σάρκας κατεσθίει, οὐ τὰ καθάπαξ καὶ ἀληθῶς ἐκλεκτά, ἀλλὰ ἃ ἐκλέγεται ὡς φίλα καὶ οἰκεῖα ὁ τὰς σάρκας αὐτῶν κατεσθίων. Zach. XΙ, 17: Ὦ οἱ ποιμαίνοντες τὰ μάταια καὶ οἱ καταλελοιπότες τὰ πρόβατα· μάχαιρα ἐπὶ τοῦ βραχίονος αὐτοῦ καὶ ἐπὶ τὸν ὀφθαλμὸν τὸν δεξιὸν αὐτοῦ· ὁ βραχίων αὐτοῦ ξηραινόμενος ξηρανθήσεται, καὶ ὁ ὀφθαλμὸς ὁ δεξιὸς αὐτοῦ ἐκτυφλούμενος ἐκτυφλωθήσεται. Αἰτιᾶται, μᾶλλον δ' ἀπειλεῖ ὁ θεῖος λόγος τοῖς ψευδέσιν νομεῦσιν, ἀποστραφέντας καὶ καταλείψαντας τὰ πρόβατα, θηρῶντας τὰ μάταια, τὰς αἰσχροκερδίας δηλονότι καὶ τὴν κατάβρωσιν τῶν σαρκῶν ὧν ἐπιστεύθησαν θρεμμάτων, ὡς περὶ ἑκάστου αὐτῶν ἢ ὡς πρὸς ἕνα πάντας διὰ τὸ κατὰ τὴν αὐτὴν κακίαν πεποιῶσθαι, «Μάχαιρα ἐπὶ τὸν βραχίονα», τοῦτ' ἔστιν τὸ ἔργον αὐτοῦ. Πολλάκις δὲ ἀποδέδεικται ὅτι ἔργον ὁ βραχίων κατ' ἀλληγορίαν δηλοῖ. Τίς δὴ μάχαιρα ἡ ἐπὶ τὸν βραχίονα καὶ ὀφθαλμὸν τοῦ ὑπαιτίου ποιμένος, ἢ ὁ κολαστικὸς λόγος περὶ οὗ ἐν Ἠσαΐᾳ ὁ Θεός φησιν πρὸς τοὺς νομοθετουμένους· «Ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται.» Περὶ τούτου τοῦ ἀμυντικοῦ ξίφους ἐν Ἰερεμίᾳ πάλιν ὁ Θεὸς λέγει· «Ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν», ἐπὶ τῷ αὐτοὺς τάδε πείσεσθαι τὰ ἐπίπονα. Κατὰ νόησιν ἑτέραν, μάχαιρα εἶναι δύναται θεία ὁ διαίρων λόγος ἀπὸ τῶν χειρόνων τοὺς ἐνεσχημένους αὐτοῖς. Αὐτίκα γοῦν ἐν Εὐαγγελίοις ὁ Σωτήρ· «Μὴ νομίσητε, φησίν, ὅτι ἦλθον εἰρήνην βαλεῖν ἐπὶ τῆς γῆς, ἀλλὰ μάχαιραν.» Ἡ γὰρ εὐαγγελικὴ διδασκαλία οὐ παρασκευάζει εἰρηνεύειν πρὸς τὰ γήϊνα καὶ τὴν γῆν, ἀλλὰ διαιρεῖ ἀπ' αὐτῆς τοὺς τὰ ἐπίγεια φρονοῦντας καὶ φοροῦντας τὴν εἰκόνα τοῦ χοϊκοῦ. Αὕτη ἡ μάχαιρα χρησμοῦ δίκην τῷ Ἀβραὰμ δέδοται, ἵνα διέλῃ αὐτὸν «ἀπὸ τῆς γῆς καὶ τῆς συγγενείας αὐτοῦ καὶ τοῦ πατρῴου οἴκου», γῆς νοουμένης τοῦ σώματος οὗ περιέκειτο, συγγενείας δὲ τοὺς τὰ αὐτὰ ἐπιτηδεύοντας καὶ ἀνατραφέντας, οἶκος δὲ πατρὸς τοῦ νοῦ ὁ προφορικὸς λόγος ἐστίν, ὥς τις τῶν σοφῶν περὶ τὴν μωσαϊκὴν παίδευσιν ἡρμήνευσεν. Ἰσοδυναμεῖ τοῖς χρησθεῖσιν τῷ Ἀβραὰμ τὰ λεχθέντα πρὸς τοῦ θείου νυμφίου, μᾶλλον δὲ τοῦ πατρὸς αὐτοῦ· «Ἄκουσον, θύγατερ, καὶ ἰδὲ καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου ὅτι ἐπεθύμησεν ὁ βασιλεὺς τοῦ κάλλους σου, καὶ αὐτός ἐστιν ὁ Κύριός σου.» Ταὐτὸν γὰρ τὸ ἐπιλαθέσθαι τινὰ λαοῦ τοῦ ἑαυτοῦ καὶ τοῦ οἴκου τοῦ πατρὸς τῷ ἐξελθεῖν ἐκ τῆς συγγενείας καὶ τοῦ οἴκου τοῦ πατρὸς τὸν εἰς τοῦτο προτραπέντα. Ἡ προειρημένη κολαστικὴ μάχαιρα
q.133
γεναμένη ἐπὶ τὸν βραχίονα καὶ ὀφθαλμόν, τοῦτ' ἔστιν ἐπὶ τὴν πρακτικὴν δύναμιν καὶ τὴν θεωρητικήν, τοῦ κολαστέου ποιμένος ξηραίνει τὸν βραχίονα, πᾶσαν νοτίδα καὶ πιότητα ψεκτὴν ἀφαιρουμένη ἵνα νεκρωθῇ. Ἐκτυφλοῖ δὲ καὶ τὸν ὀφθαλμὸν ἐκτυφλώσει, τὸν τῷ ἔχοντι δοκοῦντα δεξιόν, οὐκ ἀληθείᾳ δὲ ὄντα τοιοῦτον, ἀλλὰ σκαιὸν καὶ ἀριστερὸν καὶ εἴ τι φαυλότερον. Ἐκλημφθείη δὲ καὶ ταῦτα τὰ ῥητὰ περὶ τοῦ Ἀντιχρίστου ἐπαγγελλομένου ἔχειν ἰσχυρὸν καὶ ζῶντα βραχίονα διὰ τὰ σημεῖα καὶ τέρατα ἃ ἐνεργεῖ ψεύδους ὄντα, καὶ δεξιὸν ὀφθαλμόν, μετέχων τῆς βλέψεως τοῦ νοητοῦ βασιλέως τῶν Ἀσσυρίων, περὶ οὗ ὁ Κύριος αὐτὸς εἶπεν· «Ἐπάξω ἐπὶ τὸν νοῦν τὸν μέγαν, ἐπὶ τὸν βασιλέα τῶν Ἀσσυρίων», ἀλαζονικῶς κομπάσαντα· «Τὴν ἰσχὺν τῶν ἐθνῶν προνομεύσω καὶ τῇ σοφίᾳ τῆς συνέσεως ἀφελῶ ὅρια ἐθνῶν, τὴν οἰκουμένην ὅλην καταλήμψομαι τῇ χειρί.» Τούτου τοῦ ὑπερόπτου αὐχήσαντος· «Οὐκ ἔστιν ὃς διαφεύξεταί με ἢ ἀντείπῃ μοι», υἱὸς ὢν κατὰ ἀσέβειαν, ὁ Ἀντίχριστος ἰσχυρὸν βραχίονα καὶ δεξιὸν ὀφθαλμὸν ἔχειν ἠλαζονεύσατο, ὅνπερ βραχίονα ἐξήρανεν ἡ προερμηνευθεῖσα μάχαιρα, καὶ τὸν ὀφθαλμὸν ἐξετύφλωσεν ἐκτέμνουσα τὴν χειρίστην αὐτοῦ βλέψιν. Περὶ τούτου κατὰ λέξιν γράφει Παῦλος Θεσσαλονικεῦσιν· «Ἕως ἔλθῃ ὁ ἄνομος ὃν ὁ Κύριος Ἰησοῦς ἀναλοῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ καὶ καταργήσῃ τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ.» Ὀφθαλμὸς τούτου δεξιὸς ἕκαστος νομίζεται τῶν αἱρετικῶν πρεσβεύων τὴν ψευδώνυμον γνῶσιν· βραχίων δ' αὐτοῦ πᾶς γόης προσποιούμενος τεραστίους ποιεῖν δυνάμεις· ἀμφότεροι δὲ οὗτοι, ὃ μὲν ὡς βραχίων ξηραίνεται, ὃ δὲ ὡς ὀφθαλμὸς ἐκτυφλοῦται ὑπὸ τῆς μνημονευθείσης μαχαίρας. Ἔστιν ἐναργεῖς τούτων μαρτυρίας ἀπὸ τῆς βίβλου τῶν Πράξεων τῶν Ἀποστόλων παραγαγεῖν. Ἐλύμας τις τοὔνομαμάγος, ἔργα ποιῶν γοητείας καὶ διδασκαλίαν προφέρων, διαστρέφων ὡς ᾤετο τοὺς προσηκαμένους τὴν πίστιν, παραδοξοποιὸς καὶ διορατικὸς τὸν νοῦν εἶναι ἐνομίζετο, φρονῶν μέγα ἐφ' οἷς ἔχειν ἡγεῖτο· τούτῳ προσελθὼν ἰσχυροῖς ἐλέγχοις καὶ ἐνεργείᾳ θεϊκῇ ὁ θεσπέσιος Παῦλος ἔφη· «Ὦ πλήρης δόλου καὶ πάσης ῥαδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας; Ἰδοὺ χεὶρ Κυρίου ἐπὶ σέ, καὶ ἔσῃ τυφλὸς καὶ μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ.» Τὴν αὐτὴν εἰκόνα τῆς ἀσεβείας τῷ Ἐλύμᾳ καὶ Σίμων ὁ γόης εἶχεν ὃν καὶ αὐτὸν ὁ Πέτρος Θεοῦ δυνάμει ἀπέδειξεν, τὸ μηδὲν ξηρανθέντος τοῦ δεξιοῦ αὐτοῦ βραχίονος καὶ τοῦ ὀφθαλμοῦ τοῦ δεξιοῦ αὐτοῦ ἐκτυφλωθέντος. Ἀρκούντως, ὡς νομίζω, καθ' ἡμετέραν δύναμιν σαφηνισθέντων τῶν περὶ ἀπείρου πονηροῦ ποιμένος, ἐκθετέον τὰ ἑξῆς τοῦ προφήτου ἀπὸ ἑτέρας περιοχῆς ἀρχόμενα. Zach. XII, 1– 3: Λῆμμα λόγου Κυρίου ἐπὶ τὸν Ἰσραήλ· λέγει Κύριος ἐκτείνων οὐρανὸν καὶ θεμελιῶν γῆν καὶ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ· Ἰδοὺ ἐγὼ τίθημι τὴν Ἰερουσαλὴμ ὡς πρόθυρα σαλευόμενα πᾶσι τοῖς λαοῖς κύκλῳ, καὶ ἐν τῇ Ἰουδαίᾳ, καὶ ἔσται περιοχὴ ἐπὶ Ἰερουσαλήμ. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θήσομαι τὴν Ἰερουσαλὴμ λίθον καταπατούμενον πᾶσιν τοῖς ἔθνεσιν· πᾶς ὁ καταπατῶν αὐτὴν ἐμπαίζων ἐμπαίξεται, καὶ ἐπισυναχθήσεται ἐπ' αὐτὴν πάντα τὰ ἔθνη τῆς γῆς. Τὰ συμβάντα τῇ Ἰουδαίᾳ καὶ Ἰερουσαλὴμ καὶ τοῖς οἰκοῦσιν μετὰ τὸν σταυρὸν Ἰησοῦ προθεσπίζει ὁ προφήτης Ζαχαρίας, λαβὼν λόγον ὑπὸ τοῦ δημιουργοῦ τῶν ὅλων ἐκτείναντός τε τὸν οὐρανὸν καὶ θεμελιώσαντος τὴν γῆν καὶ πλάσαντος πνεῦμα ἀνθρώπου ἐν αὐτῷ. Εἴρηται πρότερον ὡς κάτοχοι γίνονται οἱ προφῆται θεοληπτούμενοι λόγου διδομένου αὐτοῖς καθ' ὃν προθεσπίζουσι τὰ ἐσόμενα. Ὅπως δὲ μὴ τὰ αὐτὰ πολλάκις ἀπαγγέλληται, ἀρκεστέον τοῖς ἤδη εἰρημένοις.
q.134
Ἐκτείνει Θεὸς οὐρανὸν καὶ θεμελιοῖ τὴν γῆν, ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἄγων τὰ συνεκτικώτατα κτίσματα ταῦτα ἐν οἷς καὶ τὰ ἄλλα ὑπάρχει, ᾗ φησιν ὁ ἱεροφάντης· «Καὶ συνετελέσθη ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ πᾶς ὁ κόσμος αὐτῶν.» Αὐτίκα γοῦν τῆς Κοσμοποιίας ἀρχόμενος σαφῶς εἶπεν· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν», τοῦτ' ἔστιν ἐξέτεινε τὸν οὐρανὸν καὶ ἐθεμελίωσε τὴν γῆν. Πολλάκις ἤδη τεθεώρηται τίς ὁ τρόπος τῆς ἐκτάσεως τοῦ οὐρανοῦ καὶ τοῦ τεθεμελιῶσθαι τὴν γῆν, σαφηνιζομένων τῶν οὕτως ἐχουσῶν λέξεων ὑπὸ μὲν τοῦ Θεοῦ λέγοντος· «Ἐξέτεινα τὸν οὐρανὸν μόνος», ὑπὸ δὲ τοῦ ὑμνῳδοῦ περὶ τοῦ γενεσιάρχου· «Ἐθεμελίωσεν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Ὁ ἁπλώσας τὸν οὐρανὸν δι' ἐκτάσεως καὶ ἑδράσας ἐν θεμελίοις τὴν γῆν καὶ τὸν ἄνθρωπον ἔκτισεν, «πλάσας ἐν αὐτῷ τὸ πνεῦμα αὐτοῦ», τοῦτ' ἔστιν τὴν ψυχὴν συμπλέκων καὶ ἑνῶν ὡς ἐνδέχεται τῷ σώματι, ἵν' ἓν σύνθετον ζῷον ἐκ ψυχῆς καὶ σώματος ἀποτελεσθῇ. Οὐ καθάπαξ δὲ πλάττεται τὸ πνεῦμα τοῦ ἀνθρώπου, ἀλλ' ἐν αὐτῷ· οὐ γὰρ σωματικῆς φύσεως ἀλλὰ λογικῆς ἐστιν. Πλάττεται δὲ προηγουμένως τὸ σῶμα τοῦ ἀνθρώπου, κατὰ τὸ ὑπὸ Μωϋσέως λεχθέν· «Ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς.» Τοῦτον τὸν τρόπον τῆς δημιουργίας γνοὺς ὁ μεγαλόψυχος καὶ ἀνδρειώτατος Ἰὼβ πρὸς τὸν γενεσιάρχην ἀνεφθέγξατο· «Μνήσθητι ὅτι πηλόν με ἔπλασας, εἰς δὲ γῆν με πάλιν ἀποστρέφεις.» Ἀλλὰ καὶ περὶ τῆς γενέσεως τοῦ συνθέτου τοῦ ἐκ ψυχῆς καὶ σώματος λέγει· «Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με», πλασθέντος τοῦ σώματος, ποιηθείσης τῆς ψυχῆς ἥντινα πνεῦμα καλουμένην ἔπλασεν ἐν τῷ ἀνθρώπῳ μετασχοῦσαν ἐκ τῆς συνθέσεως αἰσθητικῆς δυνάμεως, ἵν' ὅλος ὁ ἄνθρωπος ἔμψυχος, αἰσθητικός, ζῷον γενάμενος ἀποδειχθῇ. Πρὸς τῷ οὕτω θεωρηθέντι ῥηθείη καὶ ἑτέρως· τὸ πλαττόμενον πνεῦμα ἀνθρώπου ἐν αὐτῷ ἐκεῖνό ἐστιν περὶ οὗ Ἀπόστολος γράφει· «Τίς οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ», ἕτερον ὂν παρὰ τὴν λογικὴν ψυχὴν «κρυπτὸν ἄνθρωπον τῆς καρδίας» καλούμενον. Πλάσις δ' αὐτοῦ οὐχ οἵα ἡ τοῦ σώματός ἐστιν, ἀλλ' ἐκείνη ἣν ὑπαρχθῆναι τῇ καρδίᾳ ἑαυτοῦ εὔχεται ὁ ἅγιος ὑμνῳδὸς λέγων· «Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός.» Πλάττεται δὲ καρδία καθαρὰ ἡ κατὰ ἀρετὴν καὶ τὴν ἄλλην ἁγιότητα τυπουμένη, ἵνα τρανῶς καὶ εὐρύθμως ἐνεργῇ τε καὶ νοῇ. Ταύτης τῆς γνώμης τυγχανούσης τῆς κτεινάσης τὸν ὠμὸν τύραννον Ὀλοφέρνην ἀνδρειωτάτης Ἰουδίτ, οἱ σοφώτατοι πρεσβύτεροι ἐπαινοῦντες εἶπον πρὸς αὐτήν· «Ἀγαθὸν τὸ πλάσμα τῆς καρδίας σου.» Ὁμωνυμεῖ τὸ πλάσμα καὶ ἡ πλάσις τοῖς τοῦ σώματος· ταῦτα μὲν γὰρ ἀντέρεισιν πρὸς τὸ πλαττόμενον σημαίνει ὑλικὸν ὑποκείμενον ὑπάρχον, τῆς τοῦ πνεύματος πλάσεως διὰ τύπωσιν ἐννοιῶν καὶ λογικῶν φαντασιῶν παριστάσης. Ὁ ἐκτείνας τὸν οὐρανὸν καὶ θεμελιώσας τὴν γῆν καὶ πλάσας τὸ τοῦ ἀνθρώπου πνεῦμα ἐν αὐτῷ ἀπειλεῖ ἐρημῶσαι καὶ καθελεῖν τὴν Ἰουδαίων πόλιν καὶ χώραν διὰ τὰ τολμηθέντα κατὰ τοῦ ἐπιδημήσαντος Σωτῆρος ὑπὸ τῶν ἄθεα δεδρακότων,– σταυρῷ τε γὰρ καὶ μάστιξιν περιέβαλον τὸν δόντα τὴν ψυχὴν αὐτοῦ λύτρον, τὸν τὴν τοῦ κόσμου ἄραντα ἁμαρτίαν,– καίτοι ὑπὲρ σωτηρίας πάντων ἐληλυθότος. Τί δ' ἐστὶν ἃ προαναφωνεῖ ἀνιαρὰ κατὰ τῶν χριστοκτονησάντων; «Ἰδοὺ τίθημι, φησίν, τὴν Ἰερουσαλὴμ ὡς πρόθυρα σαλευόμενα καὶ τὴν Ἰουδαίαν πᾶσι τοῖς λαοῖς κύκλῳ», ὡς μηδεμίαν ἔτι ἕδραν καὶ ἀσφάλειαν ἔχειν, ἐγκαταλειφθεῖσαν ὑπὸ τοῦ θεμελιώσαντος καὶ φρουροῦντος αὐτήν, πληρουμένου τοῦ ἀπειλῆς τρόπῳ προαναφωνηθέντος ἐν μὲν Ἠσαΐᾳ· «Ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιών», ἐν δὲ Ἰερεμίᾳ πρὸς αὐτοῦ τοῦ ἀποστραφέντος αὐτὴν δι' ἐπιπολάσασαν ἀσέβειαν εἰπόντος· «Ἐγκατέλιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, ἔδωκα τὴν ἠγαπημένην
q.135
ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς.» Πρὸ γὰρ τῆς καταλείψεώς τε καὶ παραδόσεως, οἶκος καὶ κληρονομία καὶ ψυχὴ ἠγαπημένη ὑπῆρχεν ἡ περὶ ἧς λέγεται ταῦτα τοῦ εἰρηκότος ὕστερον διὰ τὴν εἰς αὐτὸν ἀσέβειαν· «Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.» Εὖ δὲ μὴ τὰς θύρας ἀλλὰ τὰ πρόπυλα τεθήσεσθαι· οὐ γὰρ ὅλη ἐξ ὅλων ἡ ἀσφάλεια κεκλόνηται, ἀλλ' ἡ κατὰ τὴν σκιὰν καὶ τὸ γράμμα, εἴσοδος οὖσα τῶν ἐξωτερικῶν τοῦ νόμου, ἃ εἴρηται «δικαιώματα σαρκὸς μέχρι καιροῦ διορθώσεως ἐπικείμενα». Ἐπειδὴ δὲ τὰ ἀπειληθέντα ἀνιαρὰ ἥψατο καὶ τῆς αἰσθητῆς Ἰουδαίας καὶ μητροπόλεως αὐτῆς,– καθῃρέθη γὰρ ὡς μηκέτι λίθον λίθῳ ἐπικεῖσθαι,– οἱ πέριξ λαοὶ τῶν ἀλλογενῶν ἐθνῶν, οὐκ ἐπιτρεπόμενοι εἰσελθεῖν ἐπὶ τῷ τὸ ἱερὸν ἔδαφος πατῆσαι, καταπατοῦσιν αὐτήν, ὡς καταπατούμενον ψιλὸν καὶ κοινὸν λίθον ποσὶν ἀνίπτοις ἐπιβαίνοντες. Τοῦτο τὸ σκυθρωπὸν μακρῷ βλέμματι προφητικῷ προθεασάμενος ὁ Ἰερεμίας, θρηνῶν καὶ ὀλοφυρόμενος τὴν τοσαύτῃ κακοπραγίᾳ ὑποπεσοῦσαν πόλιν, γοερῶς ἀνεφθέγξατο· «Πῶς ἐκάθισεν μόνη ἡ πόλις ἡ πεπληθυμμένη λαῶν, εἰς χήραν ἐλογίσθη ἡ πεπληθυμμένη ἐν ἔθνεσιν;» Ταῦτα συμβήσεσθαι τῇ Ἰερουσαλήμ, ἐγγίσας αὐτῇ ὁ Σωτὴρ εἶπεν· «Ἰερουσαλήμ, Ἰερουσαλήμ, εἰ ἔγνως καὶ σὺ τὰ πρὸς εἰρήνην· νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου· ἐπελευσόμενοι γὰρ ἐχθροί σου συνέξουσίν σε, χάρακά σοι περιβαλόντες», ὡς ἐγκαταλειφθεῖσαν εἰς τὴν γῆν ἐδαφισθῆναι, κύκλῳ σου γεναμένων πάντων τῶν πολεμίων ἐθνῶν, ὡς ἔρημόν σε ὀφθῆναι· «Ὅταν γάρ, φησίν, ἴδητε τὴν Ἰερουσαλὴμ κυκλουμένην ὑπὸ στρατοπέδων, γιγνώσκετε ὅτι ἤγγισεν ἡ ἐρήμωσις αὐτῆς.» Ὑπῆρκται δὲ ταῦτα αὐτῇ πείρᾳ τοῖς κυριοκτόνοις, ὅτε Ῥωμαῖοι ἐκράτησαν αὐτῶν καὶ τὰς πόλεις αὐτῶν καθεῖλον καὶ αὐτοὺς ἐξηνδραπόδισαν, ἀποστραφέντας νόμῳ αἰχμαλωσίας, μᾶλλον δὲ ἀποσπασθέντας τῆς θρεψαμένης, ὡς μηκέτι γῆν ἢ χώραν ἰδίαν ἔχειν, πανταχόσε γῆς ἀλωμένους. Περὶ τῆς οὕτω φθασάσης ὀργῆς εἰς τέλος τῇ Ἰουδαίᾳ καὶ τοῖς οἰκοῦσιν αὐτήν, συγγραφεὺς αὐτῶν τῶν παθόντων ἴδιος πολύβιβλον σύνταξιν ἀνέγραψεν αὐτῶν τε καὶ τῶν τόπων αὐτῶν, ὡς ὁρᾶν ἀνενδοιάστως πεπληρωμένα τά τε εἶπεν ὁ Σωτὴρ καὶ ὁ Ζαχαρίας προφητικῶς ἀπεφθέγξατο ἀρχόμενα ἀπὸ τοῦ· «Τίθημι τὴν Ἰερουσαλὴμ ὡς πρόθυρα σαλευόμενα.» Τεθέντων τῶν προθύρων αὐτῆς εἰς τὸ κλονεῖσθαι περιοχῆς τε συσχούσης αὐτήν, πάντα τὰ ἀλλόφυλα ἔθνη ἐπιβάντα οἷα λίθον ἀκάθαρτον καταπατοῦσιν καταφρονητικῶς, οὐκ ἐρχόμενοι ἔτι ὡς ἐπὶ τέμενος καὶ ἔδαφος ἱερόν, ἀφυλάκτως καὶ οὐ μετὰ τῶν προσηκόντων καθαρσίων καὶ προαγνειῶν. Διὸ ἐμπαίζοντες ἐμπαίζουσιν αὐτῇ οἷα ἐρειπίῳ, πάντων λοιπὸν ἐπιβαινόντων ἐπὶ τῷ «ὡς ἀγρὸν ἀροτριᾶν». Πρὸς τῷ ῥητῷ, ῥηθείη καὶ τὰ πρὸς διάνοιαν· πάντες οἱ αἱρετικοὶ δι' ὧν φρονοῦσιν κακῶς καὶ πράττουσι «οἰκοδομοῦσιν Σιὼν ἐν αἵμασιν καὶ Ἰερουσαλὴμ ἐν ἀδικίαις». Πῶς γὰρ οὐκ ἐν αἵμασ̣ ιν οἰκοδομοῦσι τὴν Σιὼν σκανδαλίζοντες καὶ τὸ αἷμα ἐκχέοντες ὧν ἀπατῶσιν; Διὸ καὶ ἐν ἀδικίαις οἰκοδομοῦσι τὴν Ἰερουσαλήμ. Ὅτι δὲ ἀδικοῦνται ὑπὸ τῶν φενάκων οἱ φενακιζόμενοι, σαφέστατα περὶ τῶν τοιούτων διαγορεύει ἡ τῶν θείων Παροιμιῶν γραφή, ὥδε λέγουσα· «Τῆς ἀσεβείας ἑαυτῶν πληθήσονται· ἀνθ' ὧν γὰρ ἠδίκουν νηπίους, φονευθήσονται, καὶ ἐξετασμὸς ἀσεβεῖς ὀλεῖ.» Τῆς οἰκοδομηθείσης χειρίστης πόλεως τίθησιν ὁ Θεοῦ λόγος τὰ πρόθυρα σαλευόμενα, ἵνα ἰσχυροῖς ἐλέγχοις ἀνατραπῶσιν, ὡς καταπατεῖσθαι ὑπὸ τῶν κύκλῳ λαῶν καταπατούντων τὴν ψευδώνυμον Ἰερουσαλὴμ οἷα λίθον μιαρὸν ἀποδειχθέντα, ὡς ἐμπαίζοντας ἐμπαίζειν τῇ ψευδωνύμῳ γνώσει τοὺς τὸ ἄναγνον καὶ ἀκάθαρτον αὐτῆς ἐγνωκότας, πρεσβεύοντας τὴν ἀλήθειαν καὶ τὰ τῆς βασιλείας τῶν οὐρανῶν μυστήρια. Καὶ ἐπεὶ μὴ ὀλίγοι ἐμπαίζοντες ἐμπαίζουσιν, ἀλλὰ τὰ ἔθνη πάντα, τῇ εἰς εὐτέλειαν
q.136
πεσούσῃ, εἰκότως εἴρηται συναχθήσεσθαι ἐπ' αὐτὴν πάντα τὰ ἔθνη. Καταπατεῖται ὡς λίθος ἡ Ἰερουσαλὴμ ὅτε ἀνατείλας ὁ τῆς δικαιοσύνης ἥλιος ἀοίδιμον κατασκευάζει ἡμέραν νοητήν, ἣ πολλάκις ἤδη ἐμνημονεύθη. Zach. XII, 4: Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος παντοκράτωρ, πατάξω πάντα ἵππον ἐν ἐκστάσει καὶ τὸν ἀναβάτην αὐτοῦ ἐν παραφρονήσει· ἐπὶ δὲ τὸν οἶκον Ἰούδα διανοίξω τοὺς ὀφθαλμούς μου· καὶ πάντας τοὺς ἵππους τῶν λαῶν πατάξω ἐν ἀποτυφλώσει. Ἐν τοῖς προγνωσθεῖσιν τοῦ προφήτου, περὶ ἵππων καὶ τῶν ἐπιβατῶν αὐτῶν πολυτρόπως σαφήνεια γέγονεν· ὅθεν τὰ πλεῖστα αὐτῶν νῦν ἡσυχαστέον, μόνου μνημονεύοντες εἰς τὴν παροῦσαν χρείαν τοῦ οὕτω τεθεωρημένου. Οἱ ἀπατεῶνες ἄνθρωποι συνιστάμενοι ἐριστικοῖς λόγοις «ψευδεῖς ἵπποι εἰς σωτηρίαν» ὑπάρχουσιν, ἀναβάτας καὶ ἐπιβάτας ἔχοντες τὰ πλάνα πνεύματα καὶ τοὺς ἐν ὑποκρίσει ψευδολόγους δαίμονας ὧν πρεσβεύουσι τὴν διδασκαλίαν, προφερόμενοι «σοφίαν τοῦ αἰῶνος τούτου καὶ τῶν ἀρχόντων αὐτοῦ». Τοὺς οὕτως ἔχοντας ἵππους πατάσσει Θεὸς ἐν ἡμέρᾳ ᾗ αὐτὸς ποιεῖ, κατὰ τὸ λεχθὲν εὐλογίας τρόπῳ πρὸς τὸν καταυγαζόμενον· «Ἔσται σοι Κύριος φῶς αἰώνιον.» Πατάττει δὲ ὁ Θεὸς τοὺς ψεκτοὺς ἵππους οὐκ ἐπὶ τῷ μηδαμῇ μηδαμῶς ὑπάρχειν, ἀλλ' ἵνα μὴ νοῶσιν περὶ ὧν λέγουσι καὶ διαβεβαιοῦνται, ἀπολλυμένης τῆς σοφίας αὐτῶν καὶ τῆς συνέσεως αὐτῶν ἀθετουμένης· οὗ συμβάντος, ὁ ἐπιβάτης ἑκάστου τοιούτου ἵππου παραφρονήσει. Ταύτης τῆς οἰκονομίας ἀπεργασθείσης, διανοίξει ὁ Θεὸς τοὺς ὀφθαλμοὺς ἑαυτοῦ ἐπὶ τὸν οἶκον Ἰούδα, ὄντα «Ἐκκλησίαν Θεοῦ ζῶντος», βασιλεύοντος αὐτῇ τοῦ ἀνατείλαντος Σωτῆρος ἐκ τῆς φυλῆς Ἰούδα, πρὸς ὃν οἱ θεόσοφοί φασιν· «Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου· αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου, καὶ προσκυνήσουσίν σοι οἱ υἱοὶ τοῦ πατρός σου.» Ἐπὶ τὸν οἶκον τούτου τοῦ Ἰούδα διανοίγει τοὺς ὀφθαλμούς, τὰς ἐφόρους καὶ ἐποπτικὰς δυνάμεις αὐτοῦ, ὁ εὐεργέτης, ὡς ἕκαστον τῶν ἀντιλαμβανομένων τοῦ φωτισμοῦ καὶ τῆς χάριτος λέγειν εὐχῆς τρόπῳ· «Ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με.» Ἀπολαύουσι δὲ τῆς δωρεᾶς οἱ δίκαιοι πάντες, τοῦ παμβασιλέως «τοὺς ὀφθαλμοὺς αὐτοῦ ἔχοντος ἐπ' αὐτοὺς καὶ τὰ ὦτα εἰς τὴν δέησιν αὐτῶν». Πρὸς τῷ πατάττεσθαι ἐν ἐκστάσει τὸν ἀποδοθέντα ἵππον καὶ ἐν παραφρονήσει τὸν ἐπιβάτην αὐτοῦ, καὶ πάντες οἱ ἵπποι τῶν λαῶν πατάττονται ὑπὸ τοῦ προνοητοῦ τῶν ὅλων ἐν ἀποτυφλώσει. Οὗτοι δ' εἰσὶν οἱ μοιχικῶς καὶ πορνικῶς οἰστρηλατούμενοι, περὶ ὧν ἡ προφητεία φησίν· «Ἵπποι θηλυμανεῖς ἐγενήθησαν, ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ χρεμετίζουσιν.» Πρὸς ἀγαθοῦ πατάττεται ἐν ἀποτυφλώσει τὰ χρεμετιστικὰ ζῷα, ἵνα μὴ ὀξυωπῶσιν ἔτι πρὸς τὴν λαγνείαν. Διαδέξεται γὰρ ταύτην τὴν στέρησιν τῶν ὀμμάτων τῆς ψυχῆς ἀνάβλεψις σωφροσύνης, ὡς ὀρθῶς λοιπὸν ὁρᾶν ἃ δεῖ ποιεῖν καὶ ἃ προσήκει ἐργάζεσθαι. Αὐτίκα γοῦν ὁ πονηρῶς ὁρῶν μάγος ὁ Ἐλύμας μέχρι καιροῦ ἐξετυφλώθη, ἀποβαλὼν τὴν τῆς γοητείας ὄψιν, ἵν' ὕστερον ἀναβλέψας «τὸν τῆς δικαιοσύνης ἥλιον» θεάσηται. Οὐ γὰρ μάτην πρόσκειται τὸ μέχρι καιροῦ μὴ ὁρᾶσθαι τὸν ἥλιον ὀφθησόμενον τὸ τηνικάδε ὅταν διαδέξηται τὴν τυφλότητα ὅρασις ὁρῶσα τὸ φῶς. Zach. XII, 5: Καὶ ἐροῦσιν οἱ χιλίαρχοι Ἰούδα ἐν ταῖς καρδίαις αὐτῶν· Εὑρήσομεν ἑαυτοῖς τοὺς κατοικοῦντας ἐν Ἰερουσαλὴμ ἐν Κυρίῳ παντοκράτορι Θεῷ αὐτῶν. Τοῦ αἰνετοῦ Ἰούδα πρὸς ὃν εἴρηται· «Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου», παμβασιλέως καὶ πάντων τὸ κράτος ἀνημμένου, χιλίαρχοι αὐτοῦ τυγχάνουσιν οἱ ὑπ' αὐτῷ στρατευόμενοι, «οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται τοῦ λόγου» ἀναδειχθέντες, οἱ ἀπόστολοι Χριστοῦ δηλονότι. Ἐπιστατέον εἰ καὶ πάντες οἱ πνευματόφοροι ἄνδρες, προφῆταί τε καὶ ὅσοι ἄλλοι ὑποτάττονται τῷ Ἰούδᾳ, διδάσκαλοι, εὐαγγελισταί, οἱ οὕτως ἀποδοθέντες χιλίαρχοι ζητοῦσιν ἐπὶ τῷ εὑρεῖν
q.137
οὐκ ἄλλους ἢ τοὺς κατοικοῦντας τὴν Ἰερουσαλὴμ τὴν ὁρῶσαν «τὴν πάντα νοῦν ὑπερέχουσαν εἰρήνην» καὶ τὴν Θεοῦ ἐπουράνιον πόλιν περὶ ἧς «τὸ τῆς ἐκλογῆς σκεῦος», ὁ ἐν Χριστῷ λαλῶν Παῦλος γράφει· «Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ.» Ὁ ταύτην τὴν καλλίπολιν συμπληρῶν ἄριστος καὶ νόμιμος πολίτης, βέβαιος ὢν κατὰ ἁγιότητα καὶ τὴν λοιπὴν θείαν ἀρετήν, ἀκλόνητος ὑπάρχει, κατὰ τὸ λεχθὲν ἐν ᾠδῇ μιᾷ τῶν ἀναβαθμῶν· «Οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν Ἰερουσαλήμ.» Κατοικεῖ δ' αὐτὴν εἰς τὸν αἰῶνα διαμένων ὑπὸ τὸν βασιλεύοντα αὐτῆς. Εὑρίσκουσι δ' οἱ εἰρημένοι χιλίαρχοι τοὺς κατοικοῦντας τὴν θείαν «πόλιν, ἧς τεχνίτης καὶ δημιουργός ἐστιν ὁ Θεός», ἑαυτοῖς υἱοὺς καὶ μαθητάς· ὡς εὗρεν Παῦλος τὸν Σιλουανὸν καὶ Τιμόθεον καὶ τὸν εὐαγγελιστὴν Λουκᾶν καὶ τοὺς ἑτέρους γνωρίμους περὶ ὧν μνήμη φέρεται ἐν ταῖς ἐπιστολαῖς αὐτοῦ καὶ ταῖς Πράξεσιν τῶν Ἀποστόλων. Εὗρεν δὲ παραπλησίως καὶ Πέτρος, ὁ γνήσιος τοῦ Σωτῆρος μαθητής, Μάρκον τὸν εὐαγγελιστὴν καὶ ἑτέρους πλείονας. Ὡσαύτως καὶ Ἰωάννης, ὁ ὑπὸ τοῦ Κυρίου ἀγαπώμενος μαθητής. Φέρονται δὲ οὓς εὗρεν κατοικοῦντας τὴν Ἰερουσαλὴμ ἐν τῇ βίβλῳ τῶν Πράξεων αὐτοῦ. Καὶ πάντες δὲ οἱ τῆς ἀποστολικῆς Ἐκκλησίας προϊστάμενοι δι' ὀρθῆς διδασκαλίας εὑρίσκουσιν τοὺς ὁμοδοξοῦντας, πολίτας ὄντας τῆς ἀληθινῆς καὶ πνευματικῆς Ἰερουσαλήμ, ὡς διὰ τοῦτο κατοικεῖν αὐτήν. Τῶν ἀποδοθέντων χιλιάρχων Κύριος παντοκράτωρ ἐστὶν ὁ κρατῶν καὶ βασιλεύων αὐτῶν. Zach. XII, 6– 7: Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θήσομαι τοὺς χιλιάρχους Ἰούδα ὡς δαλὸν πυρὸς ἐν ξύλοις καὶ ὡς λαμπάδα πυρὸς ἐν καλάμῃ, καὶ καταφάγονται ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων πάντας τοὺς λαοὺς κυκλόθεν, καὶ κατοικήσει Ἰερουσαλὴμ ἔτι καθ' ἑαυτήν. Καὶ σώσει Κύριος τὰ σκηνώματα Ἰούδα καθὼς ἀπ' ἀρχῆς, ὅπως μὴ μεγαλύνηται καύχημα οἴκου Δαυὶδ καὶ ἔπαρσις τῶν κατοικούντων Ἰερουσαλὴμ ἐπὶ τὸν Ἰούδαν. Ἐν τῷ καιρῷ, ὃν ἡμέραν διὰ τὸ φωτεινὸν εἶπεν, εὑρίσκουσιν οἱ χιλίαρχοι Ἰούδα ἑαυτοῖς τοὺς κατοικοῦντας Ἰερουσαλήμ, τιθέμενοι ὑπὸ τοῦ Θεοῦ ὡς δαλὸς πυρὸς ἐν ξύλοις καὶ ὡς λαμπὰς πυρὸς ἐν καλάμῃ, ἵν' ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων καταβρωθῶσιν κυκλόθεν οἱ λαοὶ πάντες. Ὡς δαλὸς δὲ ἐν ξύλοις καὶ λαμπὰς ἐν καλάμῃ τίθενται οἱ χιλίαρχοι τοῦ νοητοῦ Ἰούδα, ὅπως ἐν τῷ διαπύρῳ λόγῳ καὶ φωτεινῷ καταφάγωσιν τὰς ἀκάρπους καὶ ὑλικὰς προαιρέσεις Τὰ γὰρ δένδρα μὴ ποιοῦντα καλὸν καρπὸν ἐκκοπτόμενα καὶ εἰς πῦρ βαλλόμενα ξύλα εἰσὶν κολάσει παραδιδόμενα, ἵνα ἀναλωθῇ ἡ χειρίστη ποιότης αὐτῶν, ὡς αὖ οἱ ἀχυρώδεις, καλάμη καὶ οὐ σῖτος ὄντες, ὑπὲρ πυρὸς ἀναλίσκονται. Εἴρηται γὰρ ἐν Εὐαγγελίῳ ὅτι διακαθάραντος τοῦ Ἰησοῦ τὴν ἅλωνα ἐν ᾧ ἔχει ἐν τῇ χειρὶ πτύῳ, ὁ μὲν σῖτος εἰς ἀποθήκην τῶν ἐπαγγελιῶν εἰσάγεται– οὗτοι δ' εἰσὶν οἱ δίκαιοι ἄνδρες,– τὸ δ' ἄχυρον ἀσβέστῳ πυρὶ κατακαήσεται, ἀναλισκομένης τῆς χειρίστης προαιρέσεως τῶν παρ' ἰδίαν προαίρεσιν ἀκάρπων εὑρεθέντων. Περὶ τῶν τοιούτων ἐν Μιχαίᾳ τῷ προφήτῃ ὑπὸ τοῦ Σωτῆρος λέγεται· «Οἴμμοι ὅτι ἐγενήθην ὡς συνάγων καλάμην ἐν ἀμήτῳ καὶ ὡς ἐπιφυλλίδα ἐν τρυγήτῳ οὐχ ὑπάρχοντος βότρυος τοῦ φαγεῖν τὰ πρωτόγονα.» Εἰπὼν μετ' αἰνιγμοῦ τὴν ὑπάρξασαν ἀκαρπίαν, φανεροῖ αὐτὴν ἐν τοῖς ἑπομένοις φάσκων· «Οἴμμοι, ψυχή, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχὶ ὑπάρχει· πάντες εἰς αἵματα δικάζονται, ἕκαστο̣ ς τὸν πλησίον αὐτοῦ ἐκθλίβουσιν ἐκθλιβῇ. Ἐπὶ τὸ κακὸν τὰς χεῖρας ἑτοιμάζουσιν.» Πῶς γὰρ οὐ κολαστέοι, ὑπὸ πυρὸς τιμωρίας καταναλισκόμενοι, οἱ ταῖς εἰρημέναις ἐνεχόμενοι κακίαις; Πρὸς ἕνα τῶν ἑρμηνευθέντων τῶν χιλιάρχων ὁ Κύριός φησιν· «Δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου πῦρ, καὶ τὸν λαὸν τοῦτον ξύλα, καὶ καταβρωθήσονται» δι' ἣν ἔχειν εἵλαντο ἀκαρπίαν. Ταύτης τῆς νοήσεως
q.138
ὑπάρχει καὶ τὸ ἐν Ἠσαΐᾳ θεσπιζόμενον· «Καὶ ἔσται τὸ φῶς τοῦ Ἰσραὴλ ὡς πῦρ, καὶ καταφάγεται ὡσεὶ χόρτον τὴν ὕλην καὶ καταφάγεται ἀπὸ ψυχῆς ἕως σαρκῶν», τοῦτ' ἔστιν ἀπὸ γνώμης χειρίστης ἕως πράξεων φαύλων· διὰ γὰρ τῆς ψυχῆς τὴν γνώμην, διὰ δὲ τῶν σαρκῶν τὰς πράξεις ᾐνίξατο. Οἱ τεθέντες ὡς δαλὸς πυρὸς χιλίαρχοι ἐκτελοῦσι τὸ αὐτὸ τῷ ληφθέντι ἄνθρακι ἐκ τοῦ πνευματικοῦ καὶ ἐπουρανίου θυσιαστηρίου λαβίδι ὑπὸ ἑνὸς τῶν Σαραφί· ὃν προσαγαγὼν τῷ στόματι τοῦ προφήτου ἀφεῖλεν αὐτοῦ τὰς ἀνομίας καὶ τὰ χείλη αὐτοῦ ἐκαθάρισεν. Τίνα δὲ ἀναλίσκουσιν ὁ δαλὸς καὶ ἡ λαμπὰς τοῦ πυρὸς δεξιὰ καὶ εὐώνυμα, καιρὸς εἰπεῖν. Τὰ αὐτόθεν γνώριμα τῶν ἀσεβημάτων καὶ ἁμαρτημάτων σκαιὰ καὶ εὐώνυμα τυγχάνει· τὰ δ' ὑποδυόμενα ψευδῶς τὴν ἀρετὴν δεξιὰ εἶναι νομίζονται. Ἀμφότερα γοῦν ἀπαγορεύων, ὁ θεῖος λόγος φησίν· «Ὀρθὰς τροχιὰς ποίει σοῖς ποσίν, καὶ τὰς ὁδούς σου κατεύθυνε. Μὴ ἐκκλίνῃς εἰς τὰ δεξιὰ ἢ εἰς τὰ ἀριστερά», μηδὲ εἰς τὰς ὑπερβολὰς μηδὲ ἐλλείψεις· ἀμφότεραι γάρ εἰσι κακίαι. Τῆς ἐλευθεριότητος– αὕτη δ' ἐστὶν ἡ κοινωνικὴ προαίρεσις– ἐναρέτου οὔσης, εὐώνυμος ἔκκλισίς ἐστιν ἡ φειδωλία, δεξιᾶς νομιζομένης τῆς ἀσωτίας ἀναλωτικῆς οὔσης χρημάτων οὐκ ἐφ' οἷς δεῖ καὶ ὡς χρή, ἀλλ' ἐπὶ θήρᾳ ἡδονῶν αἰσχρῶν. Ἐπεὶ τοίνυν καὶ ὁ φειδωλὸς καὶ ἄσωτος ἐπιτιμητέοι τυγχάνουσιν, ἀμφοτέρων καθάπτεται ὁ δαλὸς τοῦ πυρὸς καὶ ἡ λαμπάς. Διὰ πλειόνων ἡμῖν ἀποδέδεικται ὡς, μεσοτήτων οὐσῶν τῶν ἀρετῶν, αἱ ἐλλείψεις καὶ ὑπερβολαὶ αὐτῶν κακίαι τυγχάνουσιν, ἐν ᾧ ἐπεγράψαμεν περὶ ἀρετῶν λόγῳ. Τὰ λεχθέντα δεξιὰ καὶ ἀριστερὰ σχεδὸν περὶ πάντας τοὺς ἀνθρώπους εὑρισκόμενα κύκλῳ πάντων τῶν λαῶν εἶναι εἴρηνται. Ὅταν τιμωρίας ἀπολαύσωσιν οἱ κύκλῳ τῆς ἁγίας πόλεως λαοί, τὸ τηνικάδε καθ' ἑαυτὴν κατοικηθήσεται, φρουρουμένη ὑπὸ τοῦ οἰκοδομήσαντος καὶ ἐκλεξαμένου, κατὰ τὸ εἰρημένον περὶ τῆς ἀσφαλείας αὐτῆς· «Ὄρη κύκλῳ αὐτῆς, καὶ Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ.» Περὶ τῆς τοιαύτης φυλακῆς καὶ ἐν τῷ προκειμένῳ προφήτῃ φέρεται ὡς παντοκράτωρ «Κύριος ὡς τεῖχος πυρὸς» ἔσται περὶ αὐτήν, ὅπερ ἐν ἀρχῇ τοῦ Ζαχαρίου σεσαφήνισται, κατοικισθείσης τῆς Ἰερουσαλὴμ καθ' ἑαυτήν, φυγαδευθέντων τῶν πολεμικῶς κυκλωσάντων αὐτήν, κατὰ τὸ λεχθὲν ὑπὸ τοῦ οἰκοῦντος αὐτήν· «Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς», καὶ τὰ ἑπόμενα. Τί δὲ ἁρμονίως ἐπιφέρεται τῷ καθ' ἑαυτὴν κατοικεῖσθαι τὴν ἱερὰν πόλιν ἢ τὸ σῶσαι Κύριον τὰ σκηνώματα τοῦ Ἰούδα ὡς ἐν ἀρχῇ, οὐκ ἄλλα ὄντα τῶν εἰδικῶν ἀρετῶν. Περὶ τούτων τὸ παροιμιῶδες θέσπισμα διαγορεύει· «Σκηναὶ κατορθούντων στήσονται.» Περὶ τοῦ προσόντος αὐτοῖς ἐρασμίου, ὁ ὑμνῳδὸς μελῳδεῖ φάσκων· «Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων.» Πῶς γὰρ οὐ ποθητὰ ἑορταζόντων ὄντα πλήρης; Φωνὴ γὰρ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχου ἑορταζόντων οὐχ ἑτέρωθι ᾄδεται ἀλλ' ἐν ταῖς τῶν δικαίων σκηναῖς. Σῴζει δὲ τὰ σκηνώματα τοῦ Ἰούδα ὁ Κύριος ὡς ἐν ἀρχῇ πρὶν κρατήσῃ κακία καὶ δυσσέβεια τῶν ἀνθρώπων. Δυνατὸν σῳζόμενα ὡς ἀπ' ἀρχῆς σκηνώματα εἰπεῖν ἃ περικείμεθα σώματα. Γενήσεται δὲ ἡ σωτηρία ὅταν τὸ φθαρτὸν ἡμῶν σῶμα τὸ ἄτιμον καὶ ἀσθενὲς ἐνδύσηται τὴν ἀφθαρσίαν δόξαν τε καὶ δύναμιν, ἐκ ψυχικοῦ σώματος πνευματικὸν σῶμα γινόμενον. Πολλαχοῦ ἀποδοθέντων σκηνώματα εἶναι τὰς προκοπάς,– ὁδευόντων γὰρ οἰκίαι ταῦτα,– σῴζεται ταῦτα θεόθεν ὡς ἀπ' ἀρχῆς, τῆς τελείας καταστάσεως καὶ ἀρετῆς ἐπιγινομένης. Ὑπάρξεται τὰ εἰρημένα θεόθεν ἀγαθά, ἵν' ἐν Κυρίῳ καυχωμένου ἑκάστου τῶν σῳζομένων, οὐδενὸς ἔτι ἐφ' ἑαυτοῦ βαλλομένου ἀλλ' ἐπὶ τῷ τῶν τελείων ἀγαθῶν αἰτίῳ, τὸ καύχημα τοῦ οἴκου Δαυὶδ μηκέτι μεγαλύνηται μηδὲ τῶν κατοικούντων Ἰερουσαλὴμ ἡ ἔπαρσις, πάντων ψαλλόντων· «Ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον ἢ πεποιθέναι ἐπ' ἄνθρωπον· ἀγαθὸν
q.139
ἐλπίζειν ἐπὶ Κύριον ἢ ἐλπίζειν ἐπ' ἄρχοντα.» Ταύτην τὴν ἐν ἀτυφίᾳ παρασκευάζων ἀρετὴν ἐν Ἰερεμίᾳ ὁ Θεὸς ἐντέλλεται· «Μὴ καυχάσθω ὁ σοφὸς ἐπὶ τῇ σοφίᾳ αὐτοῦ, μηδὲ καυχάσθω ὁ ἰσχυρὸς ἐπὶ τῇ ἰσχύϊ αὐτοῦ, μηδὲ ὁ πλούσιος ἐπὶ τῷ πλούτῳ αὐτοῦ, ἀλλ' ἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, ἐπὶ τῷ συνιέναι τὸν Κύριον, ποιεῖν τε κρίμα καὶ ἔλεον ἐν μέσῳ τῆς γῆς.» Τὰ αὐτὰ χαριστηρίως ἀνεφθέγξατο παραδόξως τεκοῦσα ἡ μήτηρ τοῦ Σαμουήλ, μόνον ἐναλλάξασα τὸ «ὁ σοφὸς ἐπὶ τῇ σοφίᾳ αὐτοῦ», ἀντ' αὐτοῦ προενέγκασα· «Μὴ καυχάσθω ὁ φρόνιμος ἐπὶ τῇ φρονήσει αὐτοῦ.» Πᾶσα ἀπαγορευομένη ἡ καύχησις ψεκτὴ καὶ ἐπιβλαβὴς τυγχάνει, ὡς χαράξαι περὶ πάντων καθόλου τὸν Ἰάκωβον ἐν τῇ ἐπιστολῇ ἑαυτοῦ· «Πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν», αἰσχύνην καὶ ὀνειδισμὸν ἐπιφέρουσα, ὡς τὸν Ἰερεμίαν ἐλεγκτικώτατα τοῖς ἐναβρυνομένοις λέγειν· «Αἰσχύνεσθε ἀπὸ καυχήσεως ὑμῶν καὶ ἀπὸ ὀνειδισμοῦ» ὅλην τὴν ἡμέραν. Πρός τινα ἐνεχόμενον τῇ τοιαύτῃ χαυνότητι καὶ φιλοδοξίᾳ ὁ λόγος φησίν· «Τί ἐγκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατός, ἀνομίαν ὅλην τὴν ἡμέραν;» Μεγαλύνεται δὲ τὸ καύχημα τοῦ οἴκου Δαυὶδ καὶ ἔπαρσις τῶν κατοικούντων Ἰερουσαλὴμ ἐπὶ τὸν ἐξ Ἰούδα ἀνατείλαντα Σωτῆρα. Συμβαίνει δὲ τοῦτο ὅταν οἱ δοκοῦντες εἶναι ἐκκλησιαστικοὶ ἰδίᾳ δυνάμει κατορθοῦν οἰῶνται καὶ μὴ χάριτι τοῦ εἰρηκότος· «Μάθετε ἀπ' ἐμοῦ ὅτι πραῢς καὶ ταπεινός εἰμι τῇ καρδίᾳ.» Zach. XII, 8: Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑπερασπιεῖ Κύριος ὑπὲρ τῶν κατοικούντων Ἰερουσαλήμ, καὶ ἔσται ὁ ἀσθενῶν ἐν αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὡς οἶκος Δαυίδ, ὁ δὲ οἶκος Δαυὶδ ὡς οἶκος Θεοῦ, ὡς ἄγγελος Κυρίου ἐνώπιον αὐτῶν. Ἐν τῇ ἡμέρᾳ ἐν ᾗ γέγονεν τὰ ἀνδραγαθήματα τῶν χιλιάρχων Ἰούδα, μεγαλοπρεπῶς ὑπερασπιεῖ ὁ Κύριος τῶν κατοικούντων τὴν Ἰερουσαλήμ, πληρουμένου ἐφ' ἑκάστου αὐτῶν τοῦ εἰρημένου περὶ «τοῦ κατοικοῦντος ἐν βοηθείᾳ τοῦ ὑψίστου»· «Ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ.» Καὶ ἐν ἄλλῳ ψαλμῷ, ὑπερασπιεῖ Κύριος τῶν φοβουμένων αὐτόν, ὡς ἕκαστον λέγειν· «Ὅτι σὺ ὁ ὑπερασπιστής μου, εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου.» Ὑπάρξεται τοῖς κατοικοῦσιν τὴν πνευματικὴν Ἰερουσαλὴμ τὸ ἀναλαβεῖν καὶ ἐνδύσασθαι τὴν τοῦ Θεοῦ πανοπλίαν, ζωσαμένους τὴν ὀσφὺν ἐν ἀληθείᾳ καὶ τοὺς πόδας ἠσφαλισμένους ἐν ὑποδήμασιν ἐν ἑτοιμασίᾳ θεοπρεποῦς εἰρήνης, ἔτι μὴν θώρακα δικαιοσύνης ἐνδυσαμένους, ἐπὶ πᾶσιν ἀναλ̣ αβεῖν τὸν θυρεὸν τῆς πίστεως ἐν ᾧ σβεσθήσεται τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ. Τοῦ βασιλέως πάσης τῆς κτίσεως ὑπερμαχοῦντος ἀσπίδι τῇ ἑαυτοῦ τῶν κατοικούντων τὴν μεγαλόπολιν Ἰερουσαλήμ, ἰσχὺς καὶ δύναμις ἔσται, ὡς τὸν ἐν αὐτοῖς πρότερον ἀσθενοῦντα σθένος ἀναλαβεῖν τοῦ οἴκου Δαυίδ, «τῆς Ἐκκλησίας τοῦ ζῶντος Θεοῦ» ὑπαρχούσης ναοῦ Θεοῦ, ὡς ἕκαστον τῶν ἐκκλησιαστικὴν γνῶσιν καὶ ἀρετὴν ἐχόντων βοᾶν ὑμνῳδίας τρόπῳ· «Ἰσχύς μου καὶ ἡ ὕμνησίς μου Κύριος, καὶ ἐγένετό μοι εἰς σωτηρίαν.» Καὶ ἐπεὶ οἱ ταῦτα λέγοντες ἐπὶ γῆς περιπατοῦντες οὐράνιον ἔχουσι πολιτείαν, ὅσον οὐδέπω ἰσάγγελοι ἐκ νεκρῶν ἐγειρόμενοι, εἰκότως ὁ τοῦ Δαυὶδ οἶκος, τοῦ ἑρμηνευομένου ἱκανοῦ χειρί, Θεοῦ ἄγγελος ἔσται, σχὼν τὴν δωρεὰν καὶ τὴν ὑπεροχὴν πρὸς τοῦ γεννηθέντος ἐκ τῆς ἀχράντου παρθένου Μαρίας, καλουμένου «ἀγγέλου βουλῆς μεγάλης», ὡς ὁ πολλάκις προαναφωνῶν αὐτοῦ τὴν δεῦρο κάθοδον Ἠσαίας εἶπεν ἐκ προσώπου τοῦ χοροῦ τῶν ἁγίων· «Παιδίον ἐγεννήθη ἡμῖν καὶ υἱὸς ἐδόθη καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος.» Ἐπιστατέον τῇ ἀκριβείᾳ τῆς προφητείας φανερούσης ἡμῖν γεγεννῆσθαι τὸ ἐκ τῆς Μαρίας βρέφος, τὸν δὲ Υἱὸν δεδόσθαι τὸν ἐκ τῶν κόλπων τοῦ Πατρὸς Μονογενῆ. Οὐ γὰρ ἐδόθη υἱός, μὴ γεννηθέντος ἡμῖν παιδίου κατὰ τοὺς δοκητὰς ἀσεβῶς φρονοῦντας, οὐδ' αὖ γεγέννηται τὸ τέκνον τῆς παρθένου, οὐ δεδωκότος τοῦ Πατρὸς
q.140
τὸν Μονογενῆ Υἱόν, κατὰ Παῦλον τὸν Σαμοσατέα καὶ Φωτεινὸν τὸν Γαλάτην καὶ τοὺς περὶ αὐτῶν ὡσαύτως ἀσεβήσαντας Ἀρτεμᾶν καὶ Θεόδοτον. Ἐκεῖνοι μὲν οὖν ἐξωστρακίσθησαν τῆς Ἐκκλησίας πάμπαν ἀσεβεῖς ὀφθέντες· ἡμεῖς δὲ τὸ ἀρχαῖον τῆς τῶν πιστῶν συνόδου κρατοῦντες φρόνημα, ὁμολογοῦμεν τὸν Θεὸν Λόγον ἐπιδεδημηκέναι, τὸν ἐκ ψυχῆς καὶ σώματος καὶ πνεύματος τέλειον ἄνθρωπον ἀνειληφότα. Ὅτι δὲ ὁ Πατὴρ ἔδωκεν τὸν Υἱὸν ἵνα τεχθῇ τὸ παιδίον, σαφέστατα Ἰωάννης ὁ εὐαγγελιστὴς δηλοῖ αὐτὸν τὸν ἐνανθρωπήσαντα εἰρηκέναι περὶ ἑαυτοῦ· «Οὕτως ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον.» Ταύτην ἔχει τὴν νόησιν τὸ Ῥωμαίοις ἐπισταλὲν ὑπὸ τοῦ χριστοφόρου Παύλου, οὕτως ἔχον· «Ὁ Θεὸς ἀπέστειλεν τὸν ἑαυτοῦ Υἱὸν ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, ἵνα κατακρίνῃ τὴν ἁμαρτίαν ἐν τῇ σαρκί.» Ταῦτα δέ μοι ἀναγκαίως εἴρηται διὰ τὸν προειρημένον Φωτεινὸν καὶ τὸν διδάσκαλον αὐτοῦ Μάρκελλον, λέγοντας τὴν σάρκα εἶναι τὸν πεμφθέντα υἱόν, οὐδαμῶς τοῦ Θεοῦ Λόγου Υἱοῦ καλουμένου. Ἐπὶ πλεῖον ἐν ἄλλοις ἔλεγχος γέγονεν ἡμῖν τῆς ψευδωνύμου γνώσεως αὐτῶν, ὅτε περὶ Υἱοῦ τοῦ Θεοῦ, φημὶ δὲ τοῦ Θεοῦ Λόγου καὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ, προέκειτο εἰπεῖν. Δυνατὸν κατὰ θεωρίαν ἄλλην οἶκον τοῦ τῇ χειρὶ ἱκανοῦ δημιουργοῦ τῶν ὅλων ὄντος τὸν ἐκ Μαρίας γεννηθέντα φάναι, ἄγγελον τυγχάνοντα ἐνώπιον τῶν εὐεργετουμένων κατοικούντων τὴν ἁγίαν Ἰερουσαλήμ· ἄγγελος δὲ ἐνώπιον αὐτῶν γέγονεν φανερῶν τὴν μεγάλην τοῦ Θεοῦ βουλήν. Zach. XII, 9– 10: Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ζητήσω τοῦ ἐξᾶραι πάντα τὰ ἔθνη τὰ ἐπερχόμενα ἐπὶ Ἰερουσαλήμ. Καὶ ἐκχεῶ ἐπὶ τὸν οἶκον Δαυὶδ καὶ ἐπὶ τοὺς κατοικοῦντας Ἰερουσαλὴμ πνεῦμα χάριτος καὶ οἰκτιρμοῦ. Ἐν τῇ ἡμέρᾳ τῇ ἐγγισάσῃ μετὰ τὸ προκόψαι τὴν τῆς ἀγνοίας καὶ κακίας νύκτα, περὶ ἧς ὁ Ἀπόστολος γράφει λέγων· «Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγισεν· ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν», ὁ εὐεργέτης Κύριος ζητεῖ ἐξᾶραι πάντα τὰ ἔθνη τὰ ἐπερχόμενα στασιώδει καὶ πολεμικῷ τρόπῳ ἐπὶ τὴν πόλιν τοῦ μεγάλου βασιλέως Ἱεροσόλυμα, αὕτη δ' ἐστὶν ἡ Ἰερουσαλήμ. Ζητεῖ δὲ ἐξᾶραι τὰ ἔθνη πάντα τὰ ἀλλοτριωθέντα τῆς ἀληθείας τε καὶ θεοσεβείας, οὐχ ὥστε μηκέτι ὑπάρχειν τοὺς ἀνθρώπους– ἀδύνατον γάρ,– ἀλλ' ἵνα μηκέτ' ὦσιν κακοὶ καὶ πονηροί. Εἰ γὰρ ἄρδην ἀπολέσαι τὴν ἀνθρωπότητα ἠβούλετο, οὐκ ἐζήτει τοῦτο ποιῆσαι, δυνάμενος ἄφνω τὸ πᾶν εἰς τὸ μὴ ὂν καταστρέψαι. Εἰ γὰρ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἠγίοχεν καὶ ἐκάλεσεν τὰ ὄντα, πολλῷ πλέον ἀνατρέψαι τῆς ὑπάρξεως αὐτὰ οἷός τε ἦν, ἀλλ' οὐ θελητὸν αὐτῷ τοῦτο. Εἴρηται γοῦν περὶ αὐτοῦ παρὰ τοῦ πανσόφου Σαλωμῶνος̣· «Ἔκτισεν εἰς τὸ εἶναι τὰ πάντα, καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου· οὐκ ἔστιν ἐν αὐταῖς φάρμακον ὀλέθρου.» Ὥσπερ γὰρ ἐληλυθὼς ὁ Κύριος καὶ Σωτὴρ ἡμῶν ζητῆσαι τὸ ἀπολωλὸς γένος ἡμῶν, ἔσωσεν αὐτό, οὕτως ζητῶν ἐξᾶραι πάντα τὰ ἔθνη τὰ τῇ Ἰερουσαλὴμ ἐπερχόμενα, σῴζει αὐτά, ἀφανίσας τὰ αἴτια τῆς ὑπαρξάσης αὐτοῖς βλάβης ἐξ ἀθεμίτων πράξεων καὶ φρονημάτων ἀλλοκότων, ὥστ' εἰρήνης κρατησάσης μηκέτι ἐπέρχεσθαι τῇ θείᾳ Ἰερουσαλὴμ τὰ ἔθνη, ἀποβαλόντα τὸν στασιώδη τρόπον καὶ τὴν φιλοπόλεμον γνώμην. Σημαίνει δὲ τὸ ἐπελθεῖν ῥῆμα ὡς ἐχθροὶ καὶ ἀλλότριοι τυγχάνουσιν οἱ ἐπιβαίνοντες, ὡς τὸ παροιμιῶδες λόγιόν φησιν τῷ εἰρηνικῶς διάγοντι· «Ἡνίκα ἐὰν καθεύδῃς, ἡδέως ὑπνώσεις, καὶ οὐ φοβηθήσει ὁρμὰς ἀσεβῶν ἐπερχομένας.» Ὅτι δὲ ἡ ἔξαρσις τῶν ἐθνῶν ἡ ζητουμένη ὑπὸ τοῦ προνοητοῦ τῶν ὅλων Σωτῆρος τελεῖται, ἐπενήνεκται ὡς ἐν τῇ ἡμέρᾳ τῇ προδηλωθείσῃ ἐκχεῖ ὁ τὰ ἀγαθὰ ἐπαγγελλόμενος ἐπὶ τὸν οἶκον Δαυὶδ καὶ τοὺς οἰκοῦντας Ἰερουσαλὴμ πνεῦμα χάριτος καὶ οἰκτιρμοῦ, ἅτε «Πατὴρ τῶν οἰκτιρμῶν» ὑπάρχων καὶ δοτὴρ τοῦ ἁγίου Πνεύματος. Τοῦτο γὰρ ἐκ τῶν
q.141
θεοπνεύστων ἀποδείκνυται γραφῶν. Περὶ γὰρ τῆς δωρεᾶς ταύτης, ὁ μὲν Παῦλος γράφει· «Ἡ ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ Πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν.» Σαλωμὼν δὲ ἐν τῇ κατ' αὐτὸν Σοφίᾳ φησίν· «Τὰ ἐν οὐρανοῖς τίς ἐξιχνιάσει, εἰ μὴ σὺ ἔδωκας σοφίαν καὶ τὸ Πνεῦμα τὸ ἅγιόν σου ἔπεμψας ἀπὸ ὑψίστων; καὶ οὕτω διωρθώθησαν αἱ τρίβοι τῶν ἐπὶ γῆς, καὶ τὰ ἀρεστά σοι ἐδιδάχ̣ θησαν ἄνθρωποι.» Καὶ ὁ χορηγὸς δὲ τοῦ Πνεύματος αὐτὸς ἐν Ἠσαίᾳ πρὸς τιν̣ ά φησιν· «Ἔδωκα τὸ πνεῦμά μου ἐπὶ σέ», καὶ πάλιν περὶ τοῦ τοιούτου ἑτέροις λέγει· «Ἔδωκα τὸ πνεῦμά μου ἐπ' αὐτόν.» Τὴν δαψιλῆ δωρεὰν φανερῶν ὁ ὀρέγων φησίν· «Ἐκχεῶ πνεῦμα χάριτος καὶ οἰκτιρμοῦ», ὡς καὶ ἐξ ἑτέρων ῥητῶν ἔστι μαθεῖν· λέγων γὰρ ὁ Θεός· «Ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα», τὴν πλουσίαν δόσιν σημαίνει, ὡς καὶ τό· «Ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν.» Π̣ αρίσταται ἐξ ἀποστολικῆς φωνῆς τὸ πνεῦμα τῆς χάριτος τὸ ἅγιον εἶναι, οὕτω γραφείσης· «Ἀθετήσας τις νόμον Μωϋσέως χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶ καὶ τρισὶν μάρτυσιν ἀποθνῄσκει· πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐνυβρίσας ἐν ᾧ ἡγιάσθη.» Συνᾴδει τῷ χάριτος εἶναι Πνεῦμα τὸ ἅγιον καὶ τὸ ἐν ἑτέρᾳ λέξει τοῦ Ἀποστόλου φερόμενον οὕτως· «Διαιρέσεις χαρισμάτων εἰσί, τὸ δὲ αὐτὸ Πνεῦμα», καὶ ἔτι· «Τῷ μὲν γὰρ δίδοται διὰ τοῦ Πνεύματος λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως, ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ Πνεύματι», καὶ τὰ κατηριθμημένα ἑξῆς διάφορα χαρίσματα. Τὸ τῆς χάριτος Πνεῦμα καὶ οἰκτιρμοῦ ἐστιν, χορηγούμενον ὑπὸ «τοῦ Πατρὸς τῶν οἰκτιρμῶν». Εἴρηται εἰς τοῦτο τὸ ῥητὸν ἐν ὑπομνήμασιν ἄλλοις ὡς Πατὴρ οἰκτιρμῶν τοῦ Θεοῦ Λόγου καὶ δοτὴρ τοῦ ἁγίου Πνεύματός ἐστιν ὁ τῶν ὅλων Θεός. Γνόντες ἐκ τοῦ γεγραμμένου τίς ὁ δαψιλῶς διδοὺς τὸ χάριτος καὶ οἰκτιρμῶν Πνεῦμα, ἀκολούθως εἰσόμεθα τίς ὁ τοῦ Δαυὶδ οἶκος καὶ οἱ τὴν Ἰερουσαλὴμ κατοικοῦντες. Δύναται ἀμφότερα τὴν Ἐκκλησίαν δηλοῦν ὑπάρχουσαν καὶ Ἰερουσαλὴμ καὶ τοῦ Δαυὶδ οἶκον ὡς ἔναγχος ἐσαφηνίσθη. Zach. XII, 10: Καὶ ἐπιβλέψονται πρός με ἀνθ' ὧν κατωρχήσαντο, καὶ κόψονται ἐπ' αὐτοὺς κοπετὸν ὡς ἐπ' ἀγαπητόν, καὶ ὀδυνηθήσονται ὀδύνην ὡσεὶ ἐπὶ πρωτοτόκῳ. Δυσπραγίᾳ μεγάλῃ ὑποπεσόντες οἱ κυριοκτονήσαντες Ἰουδαῖοι ἐπιτεταμένως κοπετῷ καὶ ὀδύνῃ κεκράτηνται, οἷα ὡς ἐπὶ τεθνηκότι ἀγαπητῷ κοπτόμενοι καὶ ἐπὶ πρωτοτόκῳ υἱῷ ὀδυνώμενοι, «φθασάσης ἐπ' αὐτοὺς τῆς ὀργῆς εἰς τέλος», ὡς κατασκαφῆναι τὴν πατρίδα αὐτῶν καὶ αὐτοὺς ἐξανδραποδισθέντας ἀλήτας ἐν πάσῃ τῇ γῇ γενέσθαι. Ὅτι δὲ τούτοις ὑπεβλήθησαν ψήφῳ τῆς προνοίας τοῦ Θεοῦ διὰ ἅγος ὃ εἰργάσαντο σταυρῷ τὸν πάντων Σωτῆρα ὑποβαλόντες, ἐξ αὐτοῦ τοῦ προκειμένου ἔστιν μαθεῖν. Ὁ παθὼν γὰρ ὑπ' αὐτῶν φησιν· «Ἐπιβ̣ λέψονται ἐπ' ἐμὲ ἀνθ' ὧν κατωρχήσαντο.» Ἦ οὐκ ὠρχοῦντο̣ ἀσεβῶς τε καὶ ἀνοσίως ὅτε ἐξηρτημένου τοῦ Ἰησοῦ τοῦ σκόλοπος χλευάζοντες ἔφασκον· «Οὐὰ ὁ καταλύων τὸν ναὸν τοῦ Θεοῦ καὶ διὰ τριῶν ἡμερῶν ἐγείρων αὐτόν. Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι.» «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ»; Ταῦτα καὶ ἕτερα ἄλλα ἐπικερτομούντων τῶν ἀλιτηρίων, πεπληρῶσθαι ὁ εὐαγγελιστὴς γράφει τὴν οὕτως ἔχουσαν προφητείαν· «Ὄψονται εἰς ὃν ἐξεκέντησαν», τὴν αὐτὴν οὖσαν μόναις λέξεσιν διαφέρουσαν τῇ· «Ἐπιβλέψονται πρός με ἀνθ' ὧν κατωρχήσαντο.» Φασὶν γὰρ οἱ τὴν ἑβραϊκὴν διάλεκ̣ τον ἠκριβωκότες ὅτι ἡ ἐκκειμένη τοῦ Ζαχαρίου φωνὴ εἰς τὴν εὐαγγελικὴν μετελήμφθη, ἤτοι τοῦ εὐαγγελιστοῦ μετενεγκόντος αὐτήν, ἑβραῖος γὰρ ἦν, ἢ ἀπὸ ἑτέρου ἑρμηνεύσαντος παραλαβόντος αὐτὴν ἤτοι τοῦ Ἀκύλου ἢ Θεοδοτιῶνος ἤ τινος ἄλλου εἰς ἑλλάδα φωνὴν μετενεγκόντος τὴν ἑβραϊκὴν λέξιν. Προήχθημεν δὲ ταῦτα εἰπεῖν διὰ τό
q.142
τινας ζητεῖν ποῦ τῶν προφητῶν εἴρηται τό· «Ὄψονται εἰς ὃν ἐξεκέντησαν», οὐδαμοῦ τῶν δημοσιευομένων τῆς παλαιᾶς διαθήκης εὑρισκομένου. Πιθανῶς πιστ̣ εύει ἐπ' ἀγαπητῷ τὸν κοπετὸν καὶ ἐπὶ πρωτοτόκῳ τὴν ὀδύνην εἶναι τῶν κυριοκτονησάντων, ἐπείπερ ἐπῆλθεν αὐτοῖς τὰ ἀνιαρὰ ἀποκτείνασι τὸν Ἰησοῦν, πρωτότοκον Υἱὸν ὄντα καὶ ἀγαπητόν. Τεθεώρηται πολλάκις ὡς δύο σημαίνει τὸ ἀγαπητός, τόν τε ἄξιον τοῦ ἀγαπᾶσθαι καὶ τὸν Μονογενῆ Υἱόν. Ὑπάρχει δὲ καὶ ἀμφότερα Ἰησοῦ τῷ Χριστῷ, Υἱῷ ἀγάπης ὄντι, δηλαδὴ τοῦ Θεοῦ, περὶ οὗ γέγραπται· «Ὁ Θεὸς ἀγάπη ἐστίν», ἀλλὰ καὶ μονογενεῖ, καὶ ἐκ τοῦ Πατρὸς γὰρ μόνος Υἱὸς μονογενής ἐστιν καὶ ἐκ τῆς ἁγίας παρθένου Μαρίας. Zach. XII, 11– 14: Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ μεγαλυνθήσεται ὁ κοπετὸς ἐν Ἰερουσαλὴμ ὡς κοπετὸς ῥοῶνος ἐν πεδίῳ ἐκκοπτομένου, καὶ κόψεται ἡ γῆ κατὰ φυλὰς φυλάς, φυλὴ καθ' ἑαυτὴν καὶ γυναῖκες αὐτῶν καθ' ἑαυτάς, φυλὴ οἴκου Δαυὶδ καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς, φυλὴ οἴκου Νάθαν καθ' ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς, φυλὴ οἴκου Λευὶ καθ' ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς, φυλὴ τοῦ Συμεὼν καθ' ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς, πᾶσαι αἱ φυλαὶ αἱ ὑπολελειμμέναι φυλὴ καθ' ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς. Τὰ κατ' ἀλληγορίαν δένδρα ὀνομαζόμενα ἐν τῇ γραφῇ αὐτεξούσια ὄντα, ὁτὲ μὲν ἀγαθὸν καρπὸν φέρει προαιρετικῶς, ὁτὲ δὲ δηλητήριον καὶ βλαβερόν. Ἀμέλει γοῦν ὁ Ἰσραηλιτικὸς λαός, φυτευθεὶς ὑπὸ Θεοῦ «ἄμπελος καρποφόρος πᾶσα ἀληθινή, στραφεὶς ἄμπελος πικρίας» γέγονεν, ὡς λοιπὸν ἐκκοπῆς ἄξιος γεγονέναι, ἐπείπερ «σταφυλὴν χολῆς καὶ βότρυν πικρίας» ἤγαγεν, κατὰ τὸ γεγραμμένον· «Πᾶν δένδρον μὴ ποιοῦν καλὸν καρπὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.» Ὥσπερ τοίνυν ἡ καλῶν καρπῶν οἰστικὴ ἄμπελος μετέβαλεν εἰς τὸ χειρίστους καρποὺς φέρειν, οὕτως τὰ τῆς ῥοιᾶς φυτὰ ἐξ ἀγαθῶν πονηρὰ γεγενημένα κοπετὸν ὑπέστησαν ἐκκοπτόμενα, ὡς ἡ παροῦσα λέξις φανεροῖ. Λέγεται γοῦν περὶ φυτῶν ἡμέρων καρπὸν ἐδώδιμον φερόντων ἐν τῷ Ἄισματι τῶν Ἀισμάτων ὑπὸ τοῦ νυμφίου Χριστοῦ· «Κατέβην ἰδεῖν ἐν γενήματι τοῦ χειμάρρου, ἰδεῖν εἰ ἤνθησεν ἡ ἄμπελος, εἰ ἤνθησαν αἱ ῥοιαί.» Καταβὰς γὰρ εἰς τὸν πειρασμὸν τοῦ βίου, χείμαρρον κατὰ ἀναγωγὴν ὀνομαζόμενον, εἶδεν τὴν ἄμπελον καὶ τὰς ῥοιὰς ἀρχὴν καρποφορίας ἐχούσας, ἣ διὰ τοῦ ἄνθους σημαίνεται. Μετὰ τὴν ἄνθην, τελείου καρποῦ ἀποδειχθέντος, πόθον ἔσχεν ἡ τοῦ Λόγου νύμφη, ἡ νυμφοστοληθεῖσα αὐτῷ Ἐκκλησία, ἐμφορηθῆναι οὗ παρέχει ὁ νυμφίος πώματος. Διό φησιν αὐτῷ· «Ποτιεῖς με ἀπὸ οἴνου τοῦ μυρεψικοῦ, ἀπὸ νάματος ῥοῶν μου.» Τὸ τῶν ῥοῶν νᾶμα οὐ μόνον δίψος θεραπεύει, ἀλλὰ καὶ ὡς βοήθημα προσφερόμενον βελτιοῖ τὸν μεταλαμβάνοντα. Ὁ καρπὸς τούτου τοῦ φυτοῦ, ὑπὸ τὸ λέπος κείμενος, πολλὴν σύνθεσιν τεταγμένην ἔχει εὐρύθμως καὶ κατὰ ἁρμονίαν πεπυκνωμένος, ὡς τὸν νυμφίον φάναι πρὸς τὴν σύνοικον· «Ὡς λέπυρον ῥόας μῆλόν σου, νύμφη», ἐμφαινομένου ἐν σοὶ τοῦ ἐξ αἰδοῦς ἐρυθροῦ καὶ τοῦ ὑπὸ τὸ λέπος καρποῦ πολλὴν τάξιν καὶ σύνθεσιν ἔχοντος. Τὰ οὕτως ἑρμηνευθέντα δένδρα τραπέντα ῥᾳθυμίᾳ τῇ ἑαυτῶν ἐκκόπτεται, κειμένης «τῆς ἀξίνης πρὸς τὴν ῥίζαν αὐτῶν», παραπλησίως ταῖς ἀμπέλοις ταῖς καρπὸν μὴ φερούσαις ἐπαινετόν τε καὶ ὠφέλιμον, ὡς τὸν Σωτῆρα εἰπεῖν· «Πᾶν κλῆμα μὴ μένον ἐν ἐμοὶ ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.» Οὐκ ἀλλαχόθι δὲ μεγαλυνθήσεται ὁ κοπετὸς τοῦ ῥοῶνος ἢ ἐν πεδίῳ ἐκκοπτομένου. Ὑπάρξαντος τούτου τοῦ ἐπιζημίου, κόψονται αἱ φυλαὶ τῆς γῆς μετὰ θρήνου καὶ ὀλοφυρμοῦ ἐπὶ τῇ εἰς κακίαν μεταβολῇ τῶν ῥοΐνων φυτῶν. Ὁμωνύμως δὲ λημπτέον τὸν κοπετόν, ὑφισταμένων αὐτὸν τῶν δένδρων ἐκτμηθέντων τῶν ἰδίων ῥιζῶν, τῶν φυλῶν τῆς γῆς ἑτέρως κοπτομένων, κατὰ τοῦ στήθους τὰς χεῖρας μετὰ πληγῆς φερουσῶν. Πράττεσθαι τοῦτο προστάττει ὁ λόγος, ἀποσχοινισθεισῶν
q.143
τῶν γυναικῶν τῶν ἀνδρῶν· ἀσυμπαθὲς γὰρ ἦν, καὶ μὴ αἰσθομένων τοῦ κατέχοντος δεινοῦ, τὸ συνευνάζεσθαι τοὺς συμβιοῦντας ἐπὶ δια̣ δοχῇ τέκνων ἐπηρτημένης ἀπειλῆς, ὅτε προσευχῆς ο῾̣ καιρὸς ὑπάρχει. Καὶ χωρὶς δὲ ἐπικειμένου χόλου εἵργει τὰς συνόδους τὰς ἀνδρῶν πρὸς γυναῖκας ἐν τοῖς καιροῖς τῶν προσευχῶν ὁ χριστοφόρος Ἀπόστολος, γράφων τοῖς ἐν συζυγίαις τότε μάλιστα ἀνέχειν ἑαυτοὺς ἀπὸ μίξεων γαμηλίων ὅτε εὔχεσθαι καὶ παρακαλεῖν Θεὸν δεῖ, λέγων· «Ἀποστερεῖτε ἀλλήλους πρὸς καιρόν», τῆς συνήθους εὐνῆς δηλονότι, «ἵνα σχολάσητε τῇ προσευχῇ.» Εἰ τοίνυν τοῦτο πράττεται ἁγνείας ἕνεκα καὶ ἐν ὥρᾳ ὅτε μηδὲν ἐπίκειται φοβερόν, πολλῷ μᾶλλον σπουδαζέσθω ἡ ἁγνεία κινδύνου ἐπικειμένου. Πεφρόντισται γὰρ τοῦτο καὶ ἐν τῇ πρὸ τοῦ Σωτῆρος ἐπιδημίας διδασκαλίᾳ. Αὐτίκα γοῦν πολεμικῶς ἐπικειμένων τῶν ἐθνῶν κατὰ τοῦ Ἰσραὴλ ἐπὶ τῷ διαρπάσαι καὶ αἰχμαλωτίσαι, παρακελεύετα̣ ι ὁ θεῖος λόγος ἀσιτίᾳ καὶ σωφροσύνῃ σχολάσαι τοὺς ὑποκειμένους τῇ ἐφόδῳ τῶν ἐχθρῶν, φήσας· «Ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν», καὶ μεθ' ἕτερα· «Ἐξελθάτω νυμφίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ καὶ νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς. Ἀνὰ μέσον τῆς κρηπῖδος τοῦ θυσιαστηρίου κλαύσονται οἱ ἱερεῖς καὶ ἐροῦσιν· Φεῖσαι, Κύριε, τοῦ λαοῦ σου καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος τοῦ κατάρξαι αὐτῶν ἔθνη, μήποτε εἴπωσι τὰ ἔθνη· Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν;» Καὶ ὅρα ὡς ἀπᾷδον ἦν καὶ ἀνάρμοστον ἐν τῷ αὐτῷ κοιτῶνι καὶ παστῷ διατρίβειν τοὺς συνοικοῦντας ἀνιαρῶν προσδοκωμένων, τῶν ἱερέων ἀνὰ μέσον τῆς κρηπῖδος τοῦ θυσιαστηρίου ὀλοφυρομένων. Σύμφωνα ταύτῃ τῇ προφητείᾳ καὶ ἐν παλαιᾷ ἱστορίᾳ διαγορεύεται· κατασκευασθείσης γὰρ ὑπὸ τοῦ Νῶε κατὰ πρόσταξιν τοῦ πάντων κηδομένου κιβωτοῦ διὰ φοβερὰν ἐπομβρίαν ἵνα Νῶε καὶ ὁ οἶκος αὐτοῦ ἔξω πάσης βλάβης φυλαχθῶσιν, ἐπικειμένης ἤδη τῆς τοῦ ὑετοῦ φορᾶς, λέγει ὁ Κύριος τῷ δικαίῳ· «Εἴσελθε σὺ καὶ υἱοί σου καὶ ἡ γυνή σου καὶ αἱ γυναῖκες τῶν υἱῶν σου», ἵν' ἔνδον ἐν τῇ λάρνακι οἱ ἄνδρες καθ' ἑαυτοὺς καὶ χωρὶς αἱ γυναῖκες τυγχάνωσιν, γαμικῆς ὁμιλίας οὐ τελουμένης ἐν τῇ φθορᾷ τοῦ γένους ἀνθρώπων, πάντων ῥεόντων δίχα μόνων τῶν τεσσάρων συζυγιῶν τῶν εἰσελθουσῶν εἰς τὴν κιβωτόν, οὐκέτι ἐν διαιρέσει μενόντων τῶν ἀνδρῶν καὶ τῶν συμβιουσῶν ὅτε, ξηρανθείσης τῆς γῆς λωφήσαντος τοῦ κατακλυσμοῦ, ἔξω γίνονται τῆς κιβωτοῦ, ἐντολῆς ὑπὸ Θεοῦ δοθείσης «ἐξελθεῖν Νῶε καὶ τὴν γυναῖκα αὐτοῦ μετ' αὐτοῦ, καὶ τοὺς υἱοὺς αὐτῶν καὶ τὰς γυναῖκας αὐτῶν»· ἐμποδισθείσης γὰρ τῆς κατὰ ἀνθρώπων ἀπειλῆς, αἱ συμβιώσεις ἀποδέδονται, ἵνα αὐξηθῇ ἡ τῶν ἀνθρώπων ἐκ παιδοποιΐας διαδοχή. Παραπλησίως τοῖς οὕτω τεθεωρημένοις περὶ τοῦ Νῶε καὶ τοῖς ἐκ τοῦ προφήτου Ἰωήλ, καὶ νῦν ἐπηρτημένου δεινοῦ εἰς κοπετὸν προτρεπόμενος ὁ λόγος βούλεται τοὺς ἄνδρας καθ' ἑαυτοὺς καὶ ὁμοίως τὰς γυναῖκας κόπτεσθαι ἐπὶ τῷ αἰσθηθῆναι τὴν ἐπικειμένην συμφοράν. Καὶ ὅρα γε τὴν ἀκρίβειαν τῆς προστάξεως μὴ μόνον τὰς διαφόρους φυλὰς διαστελλούσης ἀφ' ἑαυτῶν, ἀλλὰ καὶ τοὺς ὁμοφύλους ἄνδρας ἀπὸ γυναικῶν καὶ ἀνάπαλιν· φησὶν γάρ· «φυλὴ καθ' ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς». Φυλὴν τοῦ οἴκου Δαυὶδ λέγει τοὺς διὰ τὸ βασιλικῶς καὶ ἱκανῶς τῇ πρακτικῇ δυνάμει ἐνεργεῖν οὕτω τυγχάνοντας. Καὶ ἐπεὶ μὴ κατὰ μόνην ἱστορίαν ἄνδρες γυναικῶν διαφέρουσιν τῷ τὰς μὲν τίκτειν τοὺς δὲ γεννᾶν, ἀλλὰ καὶ κατὰ ἀναγωγήν, αἱ σπείρουσαι ψυχαὶ μαθήματα ἄλλαις ψυχαῖς διδασκαλίας τρόπῳ ἄνδρες ἐν δίκῃ καλείσθωσαν, τῶν ὑποδεχομένων τὰ μαθήματα ἐξ ἄλλων, ἀλλ' οὐκ ἐξ ἑαυτῶν γεννωσῶν, προσαγορευομένων ἀλληγορικῶς γυναικῶν. Ὁμοίως καὶ ἐπὶ τοῦ Νάθαν καὶ Λευὶ καὶ Συμεὼν καὶ τῶν ὑπολελειμμένων ἄλλων φυλῶν, ἡ παραλλαγὴ τῶν ἀνδρῶν καὶ γυναικῶν πρὸς ῥητὸν καὶ διάνοιαν μενέτω. Φυλὴ τοῦ Νάθαν καὶ ἡ τοῦ Λευὶ οἱ προφητικὴν
q.144
πολιτείαν καὶ γνῶσιν ἔχοντες καὶ οἱ θεραπευταὶ τοῦ Θεοῦ ὑπάρχουσιν. Ὁ μὲν γὰρ Νάθαν προφήτης, ὁ δὲ Λευὶ ἱερεύς ἐστιν· ἐξ αὐτοῦ γὰρ καὶ καθ' ἱστορίαν οἱ θεραπεύοντες Θεὸν ἱερατικῶς κατάγονται. Ἕτερος παρ' ἀμφοτέρους ὁ Συμεὼν τυγχάνων, ἑρμηνευόμενος «εἰσακοὴ» ἢ «εἰσακουσμός», δηλοῖ τοὺς εἰσακουομένους ὑπὸ Θεοῦ ἐπινεύοντος ταῖς ἱκεσίαις αὐτῶν, μάλιστα ὅτι καὶ αὐτοὶ εἰσακούουσιν τῶν θείων προσταγμάτων. Ὥσπερ οὖν οἱ ὀνόματι δηλωθέντες χωρίς εἰσι οἱ ἄνδρες, μενουσῶν τῶν γυναικῶν καθ' ἑαυτάς, οὕτω καὶ αἱ ὑπολελειμμέναι ἄλλαι φυλαὶ ὡσαύτως ἐν τῷ κόπτεσθαι διάγουσιν. Ἀκριβῶς δὲ ἐδηλώθη ὡς οὐκ ἐν ἄλλῃ πόλει ἢ τῇ Ἰερουσαλὴμ τὸν κοπετὸν δεῖ γενέσθαι, ἐξ οὗ μάλιστα πρὸς ἀναγωγὴν βλέπει τὸ προσταχθέν· ἔτι γὰρ ἐν τῇ αἰχμαλωσίᾳ ὁ λαὸς ἐτύγχανεν ὁπηνίκα ταῦτ' εἶπεν ὁ προφήτης. Ἐπίστησον εἰ κατὰ τοιοῦτον σκοπόν, ἐγγιζούσης ὅσον οὐδέπω τῆς τοῦ κόσμου συντελείας, κατὰ τὸ γεγραμμένον ὑπὸ Ἰωάννου· «Ἐσχάτη ὥρα ἐστίν», πληθυνθέντος τοῦ τῶν ἀνθρώπων γένους, γράφει ὁ Ἀπόστολος· «Ὁ καιρὸς συνεσταλμένος· λοιπὸν ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν», ἔξω τῶν ἀνδρῶν τῶν ἀγαμίαν κατορθούντων καὶ τῶν χηρευουσῶν γυναικῶν διὰ Χριστὸν καὶ τῶν παρθενίαν ἐπαναιρησαμένων διαγουσῶν ἵνα γνησίως καὶ ἀδιαστάτως σχολάζωσι ταῖς προσευχαῖς. Zach. XIIΙ, 1: Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται πᾶς τόπος διανοιγόμενος ἐν τῷ οἴκῳ Δαυὶδ καὶ τοῖς κατοικοῦσιν Ἰερουσαλὴμ καὶ εἰς τὴν μετακίνησιν καὶ εἰς τὸν ῥαντισμόν. Ἐν τῇ πολλάκις ἤδη λεχθείσῃ ἡμέρᾳ μετὰ σαφηνείας, πρὸς ἑτέροις ὑπάρξασιν καὶ τόδε ἔσται· διανοιγήσεται πᾶς τόπος ἐν τῷ οἴκῳ Δαυὶδ ἐν τῇ Ἰερουσαλήμ, μετακινήσεως ἐσομένης εἰς ῥαντισμὸν θεῖον. Τόπος δὲ διανοιγόμενος τῷ οἴκῳ Δαυὶδ ἡ θεόπνευστός ἐστιν γραφή, μάλιστα ἡ πρὸ τῆς ἐπιδημίας τοῦ Σωτῆρος· διανοιγόμενος τῇ Ἰερουσαλὴμ αὕτη δ' ἐστὶν ἡ ἄνω καὶ μήτηρ τῶν δικαίων ὑπάρχουσα «πόλις ἐπουράνιος τοῦ ζῶντος Θεοῦ». Τόπον δ' ἐν τούτοις ἐκληπτέον οὐ τὸν περιγράφοντα καὶ περιορίζοντα σῶμα, ἀλλὰ τὸν διαιρούμενον εἰς προτάσεις καὶ προβλήματα. Ἕψεται τῇ διανοίξει τῶν οὕτω χρηματιζόντων τόπων μετακίνησις ἀπὸ τοῦ γράμματος ἐπὶ τὸ πνεῦμα καὶ τῆς σκιᾶς ἐπὶ τὴν ἀλήθειαν καί, συνελόντι φάναι, ἀπὸ τῶν προσκαίρων ἐπὶ τὰ αἰώνια, ἀπὸ τῶν ὁρατῶν καὶ χαμαιζήλων ἐπὶ τὰ ὑψηλὰ καὶ ἀόρατα. Τί δὲ ἀκολουθεῖ τῇ μετακινήσει ἢ περιρραντήρια ἁγνισμὸν τέλειον ἐπιφέροντα; Οὗτος ὁ ῥαντισμὸς τελεῖται τῷ θείῳ τοῦ Σωτῆρος αἵματι, περὶ οὗ γράφει ὁ κορυφαιότατος τῶν ἀποστόλων Πέτρος, προσφωνῶν οἷς ἐπιστέλλει τὴν ἐπιστολὴν τάδε· «Χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος Ἰησοῦ Χριστοῦ.» Ῥαντίζει δὲ τὴν συνείδησιν τῶν λατρευόντων τῷ ζῶντι Θεῷ τὸ θεῖον αἷμα, «λυτρούμενον ἐκ τῆς ματαίας ἀναστροφῆς πατροπαραδότου» τοὺς τελουμένους, ὡς ἐν τῇ αὐτῇ ἐπιστολῇ παρίσταται τοῦ σοφοῦ μυσταγωγοῦ, οὕτως· «Εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε, ἀλλ' ἐν αἵματι τιμίῳ ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ.» Οἱ οὕτω περιρραινόμενοι ἐπὶ τῷ κτήσασθαι καρδίαν καθαράν, ἐπαλλήλως καὶ συνεχῶς παρακαλοῦντες πρὸς τὸν ὀρέξαι τὴν καθαρότητα δυνάμενον, ὡς εἷς φασιν· «Πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.» Εἰς ταύτην τὴν ἁγνείαν, «θρησκείαν οὖσαν καθαρὰν καὶ ἀμίαντον», προτρέπων ὁ ἱερὸς λόγος· «Λούσασθε, καθαροὶ γένεσθε», παραινεῖ. Εἰ εἰσέρχεται καὶ ἡμᾶς ἔρως τοῦ εἰρημένου περιρραντισμοῦ, σπεύσωμεν οἰκῆσαι οἷα πολῖται τὴν νοητὴν Ἰερουσαλὴμ ὑπὸ τοῦ Δαυὶδ βασιλευόμενοι, ἵνα διανοίγῃ ἡμῖν πᾶς ὁ ἡρμηνευμένος τόπος εἰς τὸ ῥαντισθῆναι μετακινηθέντας ἀπὸ τῶν σκιωδῶν ἐπὶ τὰ πρωτότυπα καὶ ἀληθινὰ σοφὰ
q.145
θεωρήματα. Zach. XIIΙ, 2: Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, ἐξολεθρεύσω τὰ ὀνόματα τῶν εἰδώλων ἀπὸ τῆς γῆς καὶ οὐκέτι ἔσται αὐτῶν μνεία· καὶ τοὺς ψευδοπροφήτας καὶ τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐξαρῶ ἀπὸ τῆς γῆς. Ὅταν ἡ προλεχθεῖσα μετακίνησις εἰς τὸν ῥαντισμὸν καὶ τὴν ἀλήθειαν γένηται, τὸ τηνικάδε τὰ ἀναπλάσματα τῶν ἑτεροδόξων, τροπικῶς εἴδωλα καλούμενα, ὀλεθρευθήσεται ἀπὸ τῆς γῆς, οὐκ ἀπατωμένων ἔτι τῶν ἀνθρώπων, ἐλεγχθείσης τῆς τροπικῆς εἰδωλολατρείας ὑπὸ τῆς φανερωθείσης ἀληθείας καὶ ἀναιρεθείσης πάσης ψευδοῦς προφητείας καὶ τοῦ ἐνεργοῦντος αὐτὴν ἀκαθάρτου πνεύματος, τυγχάνοντος ἐν τῷ ἀνθρώπῳ πρὸ τῆς εἰς τὸν Χριστὸν πίστεως. Δυνατὸν καὶ περὶ τῶν αἰσθητῶν ἀφιδρυμάτων καὶ τῶν περὶ αὐτὰ δαιμόνων εἰρῆσθαι ἐξολεθρεύεσθαι αὐτὰ ἀπὸ τῆς γῆς. Ὅτι δὲ τὰ ἀγάλματα δηλοῦται τῇδε τῇ προσηγορίᾳ, ὑπὸ τοῦ ὑμνῳδοῦ μαθεῖν ἔστιν λέγοντος· «Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, πόδας ἔχουσιν καὶ οὐ περιπατοῦσιν», καὶ τὰ ἑξῆς. Ὅτι δὲ ὁμωνυμοῦσιν αὐτοῖς τὰ ἐμφωλεύοντα τοῖς σηκοῖς αὐτῶν δαιμόνια, ὁ προφήτης Ἠσαΐας διδάσκει ἀρχόμενος ἔνθεν· «Ὀλολύξατε, τὰ γλυπτὰ ἐν Ἰερουσαλὴμ καὶ ἐν Σαμαρείᾳ· ὃν τρόπον γὰρ ἐποίησα Σαμαρείᾳ καὶ τοῖς γλυπτοῖς αὐτῆς, οὕτω ποιήσω καὶ Ἰερουσαλὴμ καὶ τοῖς εἰδώλοις αὐτῆς.» Ὀλολύζοντα εἴδωλα γλυπτά τε καὶ χωνευτὰ οὐ τὰ τεχνιτῶν κατασκευάσματα τυγχάνει, οὐ πεφυκότα ὀλολύζειν· ἐμψύχων γὰρ ἡ ἐνέργεια. Ἔστιν γὰρ ὁ ὀλολυγμὸς φωνὴ ἄσημος ὑπὸ ζῴου ἐκπεμπομένη ὑπὸ πάθους ψυχικοῦ. Διὰ πλειόνων ἀποδέδεικται τὸ νόημα τοῦτο ἐν τοῖς εἰς τὸν Ἠσαΐαν ὑπομνήμασιν, μετὰ μαρτυρίου τοῦ ἀπὸ τῆς Σοφίας Σαλωμῶνος, οὕτως ἔχοντος· «Ἐπ' ἴσης γὰρ μισητὰ Θεῷ ὁ ἀσεβῶν καὶ ἡ ἀσέβεια αὐτοῦ· τὸ γὰρ πραχθὲν σὺν τῷ δράσαντι κολασθήσεται.» Εἴρηται δὲ ταῦτα τῷ σοφῷ περὶ τέκτονος ἀνθρώπου καὶ γλυφομένου ξύλου ὑπ' αὐτοῦ κατὰ μορφὴν ζῴου, καὶ ὥσπερ οὐ πέφυκεν ὀλολύζειν τὸ ψυχὴν οὐκ ἔχον, ὡς ὑπόγυον ἐλέχθη, οὕτως οὐδὲ κολασθῆναι δυνατῶς ἔχει. Διὸ ταῦτα ἐκλαμβανέσθω περὶ δαιμόνων προσπεπατταλωμένων τοῖς ἀψύχοις ἀγάλμασιν. Ὀλεθρευομένων τῶν εἰδώλων ἀπὸ τῆς γῆς, ἐξαίρονται ἀπ' αὐτῆς οἱ ψευδομάντεις καὶ ἁπαξαπλῶς οἱ πρόγνωσιν ψευδῆ ἐπαγγελλόμενοι, ψευδοπροφῆται ἐν δίκῃ ὑπὸ τῆς θείας παιδεύσεως καλούμενοι, τοῦτο αὐτὸ σὺν αὐτοῖς πεισομένου καὶ τοῦ ἀκαθάρτου πνεύματος. Πῶς γὰρ τὴν ἐξ ἀσεβείας ἀκαθαρσίαν οὐκ ἔχει τὸ τῶν μάντεων καὶ οἰωνοσκοπούντων πνεῦμα; Ἐκληφθείη καὶ ἡ λέξις αὕτη περὶ τῶν προστατῶν τῶν αἱρέσεων, πλήρης τυγχανόντων δαιμονίων καὶ πνευμάτων πλάνων. Περὶ γὰρ αὐτῶν ὁ θεσπέσιος γράφει Παῦλος οὕτως· «Ἀποστήσονταί τινες τῆς ὑγιαινούσης πίστεως προσέχοντες πνεύμασιν πλάνοις καὶ διδασκαλίαις δαιμονίων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένοι τὴν ἰδίαν συνείδησιν.» Οὐ ταρακτέον εἰ ἑνικῶς τὸ ἀκάθαρτον πνεῦμα ἐν τῷ προφήτῃ εἴρηται, πληθυντικῶς δὲ τὰ πλάνα πνεύματα ἐν τῇ ἀποστολικῇ γραφῇ. Τὰ γὰρ καθ' ἕκαστα ἅμα λαμβανόμενα γενικῶς ἓν καλεῖται πνεῦμα. Εὖ δὲ καὶ τὸ φάναι τὰ ὀνόματα τῶν εἰδώλων ὀλεθρεύεσθαι ὡς μηκέτι μνείαν αὐτῶν εἶναι, τοῦ κόμπου καὶ τῆς βλακείας αὐτῶν, μέχρις προσηγορίας καὶ οὐχὶ δυνάμεως ὑπαρχόντων. Zach. XIIΙ, 3: Καὶ ἔσται ἐα`̣ ν προφητεύσῃ ἄνθρωπος ἔτι, καὶ ἐρεῖ πρὸς αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ οἱ γεννήσαντες αὐτόν· Οὐ ζήσῃ, ὅτι ψευδῆ ἐλάλησας ἐν ὀνόματι Κυρίου· καὶ συμποδιοῦσιν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ οἱ γεννήσαντες αὐτὸν ἐν τῷ προφητεύειν αὐτόν. Ἐξαρθέντων ἀπὸ τῆς γῆς τῶν ψευδοπροφητῶν καὶ τοῦ ἀκαθάρτου πνεύματος, εἰ τολμήσειε ἔτι ἀπὸ κάρου καὶ μανίας ἄνθρωπος προφητεύειν, τοσοῦτον καταγέλαστος καὶ εὐέλεγκτος εἴη, ὡς μηδὲ τοὺς γονεῖς αὐτοῦ πιστεύειν αὐτῷ, ἀλλὰ
q.146
ψηφίζεσθαι θάνατον κατ' αὐτοῦ, ἀπαγγέλλοντας· «Οὐ ζήσει ἔτι ὅτι ψευδῆ ἐλάλησας ἐπὶ τῷ ὀνόματι Κυρίου», οὐ προφήτης ἀλλὰ ψευδοπροφήτης τυγχάνων. Ταῦτα ἐλεγχόντων τὸν ψευδοπροφήτην τοῦ πατρὸς καὶ τῆς μητρὸς αὐτοῦ, κατατρέχοντες συμποδίζουσιν αὐτόν, ἐλέγχοντες αὐτοῦ τὰ σοφίσματα καὶ τοὺς ἀπατηλοὺς λόγους. Ἀμφιβόλως ἐχούσης τῆς λέξεως τῆς «Οἱ γεννήσαντες αὐτὸν ἐν τῷ προφητεύειν αὐτόν», διασταλτέον αὐτὴν εἰς ἀμφότερα τὰ λεκτά. Ὧν τὸ μὲν οὕτω νοηθείη· οἱ γεννήσαντες αὐτὸν ἄνθρωπον ἄνθρωποι καί τι φυλάττοντες γονέων διάθεσιν πρὸς αὐτόν, διὰ τὸ ψεύδη ἐν ὀνόματι Κυρίου λαλεῖν συμποδιοῦσιν αὐτὸν καταψηφιζόμενοι. Τὸ δὲ ἕτερον ἀποδοθείη οὕτως· ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ συμποδιοῦσιν αὐτόν, οἱ γεννήσαντες αὐτὸν ἐν τῷ προφητεύειν, τεκόντες αὐτὸν ψευδοπροφήτην, ἀνατροφῇ καὶ τοκετῷ τῷ ἐκ μιμήσεως καὶ διδασκαλίας γεννήσαντες αὐτόν, καὶ αὐτῶν δηλαδὴ πεποιωμένων κατ̣ ὰ ψευδοπροφητικὴν ἕξιν. Οὐ μάτην οὐδὲ ὡς ἔτυχεν ὁ τοιοῦτος «ἄνθρωπος» προσηγόρευται, ἀλλ' ὅτι «ἐν ἔριδι καὶ ζήλῳ» κατὰ σάρκα περιπατῶν ψευδῶς ἔχει τὴν ἀνθρώπου ὀνομασίαν, παραπλησίως οἷς εἴρηται· «Ὑμεῖς δὲ δὴ ὡς ἄνθρωποι ἀποθνῄσκετε», καὶ περι`̣ τ̣ ῶν ἀναξίων τοῦ θείου Πνεύματος ὁ Κύριος λέγει· «Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις διὰ τὸ εἶναι αὐτοὺς σάρκας.» Zach. XIIΙ, 4– 6: Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καταισχυνθήσονται οἱ προφῆται, ἕκαστος ἐκ τῆς ὁράσεως αὐτοῦ ἐν τῷ προφητεύειν αὐτόν, καὶ ἐνδύσονται δέρριν τριχίνην ἀνθ' ὧν ἐψεύσαντο. Καὶ ἐρεῖ· Οὔκ εἰμι προφήτης ἐγώ, διότι ἄνθρωπος ἐγέννησέν με ἐκ νεότητός μου. Καὶ ἐρῶ πρὸς αὐτόν· Τί αἱ πληγαὶ αὗται ἀνὰ μέσον τῶν χειρῶν σου; Καὶ ἐρεῖ· Ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τῷ ἀγαπητῷ μου. Οἱ πρόγνωσιν ὑπισχνούμενοι αἰσχύνην ὀφλισκάνουσιν διὰ πιπτούσης τῆς προαναφωνήσεως αὐτῶν. Ἐπεὶ τοίνυν ἔλεγχος γέγονεν τοῦ ψευδοπροφήτου οὐ παρὰ τῶν ἀλλοτρίων μόνων ἀλλὰ καὶ τῶν γεννησάντων αὐτόν, τούτου χάριν καταισχύνεται, ἐλεγχθείσης αὐτοῦ τῆς προφητείας, ὡς λοιπὸν κακίζειν ἑαυτὸν καὶ ὀλοφύρεσθαι δέρριν ἐνδυσάμενον. Ὁμολογεῖ γοῦν ἄνθρωπος ἐκ νεότητος αὐτοῦ ὑπάρχειν, τῆς νεότητος τὸ νῦν οὐχ ἡλικίαν δηλούσης ἀλλὰ νεαρὸν καὶ ἐπιπόλαιον ἦθος. Ὁ γὰρ φαῦλος οὐκ ἔχων φρόνησιν πολιὰν οὐδὲ γῆρας τίμιον, βίον ἀκηλίδωτον, σὺν ἀγνοίᾳ διάγει, κατὰ τὸ παροιμιωδῶς λεχθὲν λόγιον· «Ἄνοια ἐξῆπται καρδίας νέου, ῥάβδος δὲ καὶ παιδεία μακρὰν ἀπ' αὐτοῦ.» Ὁ ταύτην τὴν κατάστασιν χειρίστην οὖσαν ὑπερβὰς παράκλησιν τῷ Θεῷ προσάγει· «Ἁμαρτίας νεότητός μου καὶ τὰς ἀγνοίας μου μὴ μνησθῇς.» Ὁ ἐλεγχθεὶς ψευδῆ λαλῶν ἐν τῷ προφητεύειν, καταισχυνθεὶς ἐπὶ τῇ ματαίᾳ ὁράσει, μαντικῇ μᾶλλον καὶ οὐ προφητείᾳ οὔσῃ, ὁμολογεῖ μὴ εἶναι προφήτης μηδὲ ἐκ προφητῶν εἰς τοῦτο προῆχθαι. Καὶ ἐπεὶ δέρριν ἐνδεδυμένο̣ ς, ε᾿̣ κβιαζόμενος ἀλλ' οὐ κατ' ἀλήθειαν ἀρνεῖται τὸ εἶναι προφήτης, λέγεται πρὸς αὐτόν· «Τί οὖν αἱ πληγαὶ αἱ ἀνὰ μέσον τῶν δύο χειρῶν σου;» Πρὸς ὅ φησιν· «Ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τοῦ ἀγαπητοῦ μου», μηδὲ τῶν γεννησάντων με ἀνεχομένων εἶναί με προφήτην, ὡς καὶ πληγὰς ἐπιφέρειν κατ' ἐμοῦ. Δυνατὸν οἶκον τοῦ ἀγαπητοῦ τοῦ ψευδῆ προφητεύοντος εἰπεῖν τὴν ἀγαπηθεῖσαν ὑπ' αὐτοῦ πληθὺν καταγνοῦσαν αὐτοῦ τῶν μαντειῶν, ὡς ἐπιπόνοις αὐτὸν ὑποβαλεῖν. Καὶ ταῦτα ἀνακτέον πρὸς τοὺς ἑτερογνωμονοῦντας ἐν χριστιανισμῷ. Ἡ ἐπεψευσμένη μετάνοια τοῦ δέρριν ἐνδυσαμένου ψευδοπροφήτου καὶ ἐν Ἠσαΐᾳ φέρεται πρὸς τοὺς μάτην νηστεύοντας καὶ προσευχομένους, ἐλέγχου γινομένου κατὰ τῶν ὑποκριτῶν· «Ἐὰν γὰρ κάμψῃς ὡς κρίκον τὸν τράχηλόν σου καὶ σάκκον καὶ σποδὸν ὑποστρώσῃς, οὐδ' οὕτω καλέσετε νηστείαν δεκτήν.» Οὐ τοῦτο δέ φημι ὡς οὐδεὶς ὠφελεῖται ἐκ τῆς ἐπιπόνου ἀγωγῆς καὶ σκληρᾶς διαίτης, γινομένης τότε ἐπωφελῶς ὅταν σὺν μετανοίᾳ ἐπιτέληται.
q.147
Νινευῖται γοῦν μετὰ κακίαν πολλὴν μετανοήσαντες κατὰ τὸ τοῦ προφήτου Ἰωνᾶ κήρυγμα, ἔξω γεγόνασιν ἀπειληθείσης μεγάλης κατασκαφῆς τῆς πόλεως αὐτῶν. Συνᾴδει καὶ ὁ ὑμνῳδὸς ὅπου μὲν λέγων· «Ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι», τοὺς ἐχθροὺς δηλονότι ὁρατούς τε καὶ ἀοράτους, «ἐνεδιδυσκόμην σάκκον καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου», καὶ ἐν ἑτέρῳ Ψαλμῷ· «Ἐθέμην τ̣ ὸ ἔνδυμά μου σάκκον, καὶ ἐγενόμην αὐτοῖς εἰς παραβολήν.» Ἐκ τῆς οὕτω γινομένης καταστάσεως σκυθρωποῦ ὑπὲρ κτήσεως ἀγαθῶν, ὁ τυχὼν αὐτῶν, εἰς τὸ ἱλαρὸν μεταβαλών, λέγει· «Ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί, διέρρηξας τὸν σάκκον μου καὶ περιέζωσάς με εὐφροσύνην.» Zach. XIIΙ, 7: Ῥομφαία, ἐξεγέρθητι ἐπὶ τὸν ποιμένα μου καὶ ἐπ' ἄνδρα πολίτην αὐτοῦ, λέγει Κύριος παντοκράτωρ· πάταξον τὸν ποιμένα καὶ διασκορπισθήτωσαν τὰ πρόβατα, καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ τοὺς ποιμένας. Ἐκ ταύτης τῆς προφητείας μετείληφεν ὁ εὐαγγελιστὴς Μαθθαῖος τὸ λεχθὲν ἐν τῷ κατ' αὐτὸν Εὐαγγελίῳ, ὅτε, συλληφθέντος τοῦ Ἰησοῦ, σκανδαλισθέντων τῶν μαθητῶν καὶ φευγόντων, εἶπεν· «Ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου· Πατάξω τὸν ποιμένα καὶ διασκορπισθήσεται τὰ πρόβατα», πάταξιν καὶ πληγὴν λέγων τὸν ὑπὲρ τῆς λογικῆς ἀγέλης θάνατον τοῦ ποιμένος τοῦ ἀληθινοῦ «τεθεικότος τὴν ψυχὴν ἑαυτοῦ ὑπὲρ τῶν προβάτων», «δοθεῖσαν λύτρον ἀντὶ πολλῶν.» Περὶ τῆς οὕτως γεναμένης ἐπιβουλῆς τρωθεισῶν τῶν χειρῶν καὶ ὀρυχθέντων τῶν ποδῶν τοῦ ἀρίστου νομέως, αὐτοῦ ἔστιν ἀκοῦσαι τῷ Πατρὶ λέγοντος· «Ὃν σὺ ἐπάταξας, αὐτοὶ κατεδίωξαν, καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου αὐτοὶ προσέθηκαν.» Πατάξαντες γὰρ οἱ κυριοκτόνοι ὃν ὁ Θεὸς ὑπὲρ αὐτῶν παραδέδωκεν ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων αὐτοῦ προσέθηκαν, αὐξήσαντες τὴν ἐπιβουλὴν καταδιώκοντες αὐτόν. Τὸ τολμηθὲν ἅγος ὑπὸ τῶν κακῶν ἐπ···· α´̣ μενος, ὁ τὸν ἑαυτοῦ ποιμένα ἔκδοτον ὑπὲρ τῶν προβάτων προέμενος προστάττει ἐξεγερθῆναι ῥομφαίαν κατὰ τοῦ ἰδίου ποιμένος καὶ τοῦ πολίτου αὐτοῦ,– ἐστὶν δὲ ὁ τῶν Ἑβραίων λαός. Ὁμῶς ἡ ἐπαχθεῖσα μάχαιρα ἀπέκτεινεν μὲν τὸν πολίτην, οὐ μὴν ἔβλ̣ α̣ ψεν τὸν ἀγελάρχην ὑπὲρ φειδοῦς τῆς ποίμνης θάνατον ἀναδεξάμενον. Πῶς γὰρ οὐκ ἔξω πάσης βλάβης ἔμεινεν ὁ τῷ Θεῷ φάσκων· «Ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου»; Αὕτη ἡ φωνὴ ἐν εἰκοστῷ πρώτῳ Ψαλμῷ φέρεται, ἐκ προσώπου τοῦ Σωτῆρος ὅλου προφερομένου. Ῥυσθείσης τῆς ψυχῆς ἐκ τῆς ῥομφαίας τοῦ τὴν εὐχὴν ἀναπέμψαντος, ὁ πολίτης αὐτοῦ ὑπέπεσεν τῷ τῆς κολάσεως ξίφει, κατὰ τὸ λεχθὲν ἐν Ἀμὼς τῷ προφήτῃ· «Ἐν ῥομφαίᾳ τελευτήσωσιν πάντες ἁμαρτωλοὶ λαοῦ.» Τιμωρίαν τὴν αὐτὴν αἰνίττεται τὸ ὑπὸ Θεοῦ ἐν Σοφονίᾳ τῷ προφήτῃ· «Ὑμεῖς, Αἰθίοπες, τραυματίαι ῥομφαίας μού ἐστε.» Ὑπάρχουσιν Αἰθίοπες οἱ τῇ ῥομφαίᾳ τοῦ Θεοῦ πληττόμενοι, ὅσοι μετέσχον τῆς κακίας καὶ ἁμα̣ ρτίας τοῦ διαβόλου, παρονομαζόμενοι ἀπὸ τῆς μελανίας αὐτοῦ. Ἐν γὰρ τῷ Ποιμένι καὶ τῇ τοῦ Βαρναβᾶ ἐπιστολῇ μέλας ὁ Σατανᾶς προσαγορεύεται, ἐκπεσὼν ἀπὸ τῆς λαμπρότητος καὶ τῆς ἀρετῆς καὶ τῆς νοητῆς λευκότητος, ἣν μόνος καὶ πᾶς ἔχειν δύναται ὁ λευκαινόμενος ὑπὸ τοῦ Θεοῦ. Παταχθέντος τοῦ ποιμένος τῷ εἰρημένῳ τρόπῳ καὶδιὰ τοῦτο σκορπισθέντων τῶν προβάτων, ἐκτείνει τὴν χεῖρα ἑαυτοῦ ἐπὶ τοὺς ποιμένας, τοὺς ἀρχιερέας καὶ πρεσβυτέρους καὶ τοὺς ἰουδαϊκοὺς νομοδιδασκάλους συμφρονήσαντας κατὰ τοῦ ἀγαθοῦ ποιμένος ὑπὲρ τῶν προβάτων τεθεικότος ἵνα σωτηρίαν ἔχωσιν τὴν ἑαυτοῦ ψυχήν. Σκορπισμὸς δὲ τοῖς ποιμέσιν ὑπῆρκται καὶ τῇ ὑπ' αὐτοὺς ἀγέλῃ ἐκταθείσης ἐπ' αὐτοὺς τῆς τοῦ Θεοῦ χειρός. Αὐτάρκως περιγραφέντος τοῦ τετάρτου λόγου εἰς τὸ «Ἐκτενῶ τὴν χεῖρά μου ἐπ̣ ὶ τοὺς ποιμένας», τοῦ Θεοῦ τοῦτ' εἰρηκότος, ἀρχὴν τοῦ πέμπτου, παρέχοντος τοῦ μεγαλοδώρου, ποιησόμεθα ἀπὸ τοῦ ἑξῆς ῥητοῦ οὕτως ἔχοντος. 5. τ
q.148
1Τόμος Εʹ1 5. 1 Zach. XIIΙ, 8– 9: Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, τὰ δύο μέρη ἐξολεθρευθήσετ̣ αι καὶ ἐκλείψει, τὸ δὲ τρίτον ὑπολειφθήσεται ἐν αὐτῇ· καὶ διάξω τὸ τρίτον διὰ πυρὸς καὶ πυρώσω αὐτούς, ὡς πυροῦται τὸ ἀργύριον, καὶ δοκιμῶ αὐτούς, ὡς δοκιμάζεται τὸ χρυσίον· αὐτὸς ἐπικαλέσεται τὸ ὄνομά μου, καὶ ἐγὼ ἐπακούσομαι αὐτῷ, καὶ ἐρῶ· Λαός μου οὗτός ἐστιν, καὶ αὐτὸς ἐρεῖ· Κύριος ὁ Θεός μου. 5. 2 Καιρὸς ὑπογράφεται ὀνόματι τῆς ἡμέρας δηλούμενος ἐν ᾧ τὰ δύο μέρη τοῦ αἰχμαλωτισθέντος λαοῦ ὀλεθρευθήσεται καὶ ἐκλείψει, τοῦ τρίτου ἀποδεικνυμένου δοκίμου διὰ πυρὸς διερχομένου, πυρουμένου τε κατὰ τὸ καθαιρόμενον ἀργύριον καὶ δοκιμαζομένου κατὰ τὸ χρυσίον. Τὸ οὕτω καθαιρόμενον καὶ δοκιμαζόμενον τρίτον τῶν αἰχμαλώτων, ἐπικαλούμενον τὸ ὄνομα τοῦ Θεοῦ, ἕξει αὐτὸν τὸν Θεὸν ἐπακούοντα καὶ σῴζοντα· ᾧ ἁρμονίως ἕψεται τοὺς μὲν εὐεργετηθέντας λαὸν χρηματίσαι τοῦ ἐπακούσαντος αὐτοῦ, Θεοῦ λοιπὸν αὐτῶν ἀναδεικνυμένου κατὰ τὸν τρόπον τοῦ Θεὸν αὐτὸν εἶναι Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. Πάντων μὲν γὰρ τῶν ἄλλων ἀνθρώπων ὡς κτίστης Θεός ἐστιν, κατ' ἐξαίρετον δὲ τῶν πατριαρχῶν λατρευόντων καὶ σεβομένων αὐτόν. 5. 3 Τούτων ὁλοσχερέστερον τεθεωρημένων, ἀκόλουθον ἰδεῖν τίνα τὰ δύο μέρη τὰ ὀλοθρευόμενα καὶ ἐγκαταλειπόμενα, καὶ τί τὸ τρίτον τὸ βελτιούμενον καὶ ἀγόμενον εἰς σωτηρίαν. 5. 4 Ἀρκτέον τῆς διαιρέσεως τῆς εἰς τρία τοῦ αἰχμαλωτισθέντων τῶν Ἑβραίων λαοῦ. 5. 5 Πολλοὶ τῶν μετοικισθέντων ἐκ τῆς ἑαυτῶν χώρας καὶ πατρίδος εἰς τὴν τῶν κρατησάντων νόμῳ αἰχμαλωσίας, πάντη τ̣ ῆς θεοσεβείας ἐκπεσόντες εἰδώλοις ἐλάτρευσαν, ὡς δουλεῦσαι τῇ····· καὶ τῷ Βὴλ καὶ τῷ δράκοντι προσκυνῆσαι, καὶ πρὸς τούτοις κω̣ φῇ εἰκόνι Ναβουχοδονοσὸρ τοῦ τυράννου, ἑτέρων τοῦτο μὲν οὐ ποιούντων, παρανόμως δὲ τὸν ἰουδαϊσμὸν καὶ ὡς οὐ δεῖ μετερχομένων, οἷοι ἦσαν οἱ ἐπιμανέντες μοιχικῶς ἀλιτήριοι πρεσβύτεροι καὶ οἱ ὁμονοήσαντες αὐτοῖς κατὰ τῆς σωφρονεστάτης Σωσάννης. 5. 6 Πρὸς τοῖς εἰδωλολατρήσασιν καὶ παρανόμως ἰουδαΐζ̣ ουσιν, ἕτερον τάγμα ἄριστον καὶ θεοσεβὲς ἦν ἐν τῇ αἰχμαλωσίᾳ, οὐ δεισιδαιμονῆσαν, οὐ τὸν νόμον παραβαῖνον, ἀλλ' ἅγιον καὶ Θεῷ εὐαρεστοῦν, ἐξ οὗ πολλοὶ ἄνδρες ἀνεγράφησαν ἅγιοι, ὧν ἐστιν ὁ σαφηνιζόμενος προφήτης Ζαχαρίας, Δανιήλ τε καὶ οἱ ἀμφὶ τὸν Ἀζαρίαν, Ἰεζεκιὴλ ὁ προφήτης καὶ ὁ τοῦ Ἰωσεδὲκ ἱερεὺςμέγας Ἰησοῦς καὶ ἕτεροι πλείονες, ἠθικῆς ἀρετῆς καὶ τῆς γνώσεως τῆς ἀληθείας καὶ τοῦ Θεοῦ μεταποιούμενοι. 5. 7 Τὰ ἀσεβῆ μέρη δύο, τὸ ἑλληνικὸν καὶ ἰουδαϊκόν, δι' ἃ ἔπραξαν ὄντα κολαστέα ἐξολοθρεύεται καὶ ἐκλείπει, ὅπως δι' ἐπιπόνου ἀγωγῆς ἀποβάλωσι τὰς προσγεναμένας βλάβας. Οὗ πραχθέντος, κρίσει τῆς θείας προνοίας τὸ διασταλὲν πρὸς τὰ δύο μέρη τρίτον ἁγιάζετ̣ αι καὶ βελτιοῦται ὑπὸ τοῦ δοτῆρος τῶν ἀγαθῶν Θεοῦ Λόγου, διαγόμενον διὰ πυρὸς τοῦ καθαίροντος καὶ «ζέοντας τῷ πνεύματι» ποιοῦντος, περὶ οὗ αὐτὸς ὁ πάντας σῴζων λέγει· «Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ εἴθε ἤδη ἀνήφθη», καὶ πάλιν· «Πᾶς πυρὶ ἁλισθήσεται.» 5. 8 Περὶ αὐτοῦ καὶ ὁ μέγας Ἰωάννης, «οὗ μείζων οὐδεὶς ἐν γεννητοῖς γυναικῶν ἠγέρθη», διδάσκει περὶ μὲν ἑαυτοῦ· «Ἐγὼ ἦλθον βαπτίζων ἐν ὕδατι εἰς μετάνοιαν», περὶ δὲ τοῦ Σωτῆρος τῶν ὅλων· «Ἐκεῖνος ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί», ἁγιάζων καὶ καθαίρων δηλονότι τοὺς μὲν διὰ Πνεύματος ἁγίου, τοὺς δὲ διὰ πυρός, ἢ τοὺς αὐτοὺς ἔν τε τῷ ἁγίῳ Πνεύματι καὶ τῷ πυρί. 5. 9 Οἱ διὰ πυρὸς ἐληλυθότες, ὄντες τὸ τρίτον τῶν αἰχμαλώτων τὸ βελτιούμενον, ᾧ ἐπένευσε Θεὸς ἐπικαλουμένῳ, ἐκ προσώπου τοῦ ἑαυτω῀̣ ν πρὸς τὸν ὀρέξαντα σωτηρίαν φασίν· «Ἐδοκίμασας ἡμᾶς, ὁ Θεός, ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύρι̣ ον· εἰσήγαγες ἡμᾶς εἰς τη`̣ ν παγίδα, ἔθου θλίψεις ἐνώπιον ἡμῶν»– ἢ «εἰς νῶτον ἡμῶν»· φέρεται γὰρ καὶ οὕτως ἐν πλείστοις ἀντιγράφοις–, «ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν, διήλθαμεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες
q.149
ἡμᾶς εἰς ἀναψυχήν.» 5. 10 Ἰσοδυναμούντως καὶ ἐν Ἠσαΐᾳ πρὸς τὸν εὐεργετούμενον ὁ βοηθῶν λέγει· «Μὴ φοβοῦ, ὅτι μετὰ σοῦ εἰμι· καὶ ἐὰν διέρχῃ δι' ὕδατος, ποταμοὶ οὐ συγκλύσουσίν σε· καὶ ἐὰν διαβαίνῃς διὰ πυρός, φλὸξ οὐ κατακαύσει σε, ὅτι μετὰ σοῦ εἰμι.» Πότε δέ τις διὰ πυρὸς διερχόμενος ἀβλαβὴς μένει, ἢ ὅτε τὴν Θεοῦ φωνὴν κέκτηται περὶ ἧς εἴρηται· «Φωνὴ Κυρίου διακόπτοντος φλόγα πυρός»; Ὡς γὰρ διαιρεθείσης τῆς Ἐρυθρᾶς θαλάσσης τῇ ἁγίᾳ ῥάβδῳ διέβη ὁ λαὸς χωρὶς πάσης ζημίας, οὕτω τῆς φλογὸς τοῦ πυρὸς διακοπτομένης καὶ διαιρουμένης ἄνευ τοῦ ὑπὸ φλογὸς κατακαῆναι ἡ διάβασις ἀνύεται. 5. 11 Τὸ ὑπολειφθὲν τρίτον ἐν τῇ πληθύϊ τῇ ἑβραϊκῇ, τῶν δύο μερῶν ὀλεθρευθέντων καὶ ἐκλειψάντων, ἐδοκιμάσθη κατὰ τὸ νοητὸν χρυσίον τε καὶ ἀργύριον διὰ πυρὸς διαβάν. Τούτῳ παραπλησίως ἐν τῇ Σοφίᾳ φέρεται· «Ὡς δοκιμάζεται ἐν καμίνῳ χρυσίον καὶ ἀργύριον, οὕτως ἐκλεκταὶ καρδίαι παρὰ Θεῷ.» Τὴν αὐτὴν νόησιν ἔχει καὶ ὃ γράφει ὁ ἀπόστολος Πέτρος ἐν τῇ κατ' αὐτὸν ἐπιστολῇ, προτρεπόμενος γενναίως καὶ μεγαλοψύχως φέρειν τὰ θλιβερά, μάλιστα τὰ ὑπὲρ τῆς πίστεως. 5. 12 Ἔχει δὲ ἡ λέξις αὐτοῦ οὕτως· «Ἐν ᾧ ἀγαλλιᾶσθε, εἰ δέον λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς, ἵνα ᾖ τὸ δοκίμιον τῆς πίστεως ὑμῶν πολυτιμότερον χρυσίου διὰ πυρὸς δοκιμαζομένου· οὕτω γὰρ εὑρεθήσεται εἰς ἔπαινον καὶ δόξαν.» Συμφώνως φέρεται καὶ Ἰάκωβος προσφωνῶν τοῖς μαθηταῖς τοῦ εὐαγγελίου· «Πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοὶ ἀγαπητοί, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις, γινώσκοντες ὅτι τὸ δ̣ οκίμιον ὑμῶν κατεργ̣ άζεται ὑπομονήν· ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω, ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμενοι.» 5. 13 Οὕτω γὰρ διατεθέντες οἱ πρὸς οὓς ὁ λόγος, πυρωθέντες ὡς τὸ ἀργύριον κατὰ τὸν λόγον καὶ δοκιμασθέντες ὡς τὸ χρυσίον κατὰ τὸν νοῦν ἑαυτῶν, ἕξουσιν τὸν Θεὸν ἐπακούοντα, ἐπικαλούμενοι τὸ ὄνομα αὐτοῦ, ὡς αὐτοὺς μὲν λαὸν χρηματίσαι τοῦ εὐεργέτου, αὐτὸν δὲ Θεὸν αὐτῶν. 5. 14 Βασανιστέον καὶ ἑτέρως τὸ ἐκκείμενον ῥητόν. Ἐν τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, εἰσί τινες δεισιδαιμονοῦντες καὶ ἄλλοι παρ' αὐτοὺς ἰουδαΐζοντες, ὡς αὖ καὶ γνησίως θεοσεβοῦντες, ἐν οἷς σοφίαν λαλοῦσιν τελείοις οὖσιν οἱ ἀπόστολοι, προκοψάντων πάντων ὡς φθάσαι «εἰς ἄνδρα τέλειον εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τῆς γνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ». 5. 15 Ἐκλείψει τὰ δύο μέρη ὀλοθρευόμενα, ἵνα μηκέτι δεισιδαιμονῶσιν ἢ ἰουδαΐζωσιν κατὰ τοὺς ἐβιωναίους. Τούτ̣ ου γὰρ ἀνυσθέντος, οἱ τέλειοι τῆς Ἐκκλησίας μόνοι ὑπολειφθήσονται ἐν αὐτῇ, ἵνα αὐτοὶ μὲν «Θεοῦ λαὸς» χρηματίσωσιν, αὐτὸς δὲ «αὐτῶν Θεὸς» ὁμολογηθῇ. 5. 16 Ἐπίστησον ἀκριβῶς εἰ καὶ τρίτη θεωρία λεχθῆναι δύναται εἰς τὰ προκείμενα. Ἑκάστη τῶν ἀρετῶν μέση κεῖται κακιῶν δύο, ὑπερβολῆς καὶ ἐλλείψεως· ἡ ἀνδρεία καὶ ἡ σωφροσύνη, ἣ μὲν μέση ἐστὶν θρασύτητος καὶ δειλίας, ἣ δὲ ἀκολασίας καὶ ἠλιθιότητος, ὡς αὖ ἡ εὐσέβεια ὑπ̣ ερβολὴν̣ ἔχει τὴν δεισιδαιμονία̣ ν, ἔλλειψιν δὲ τὴν ἀσέβειαν. Ὁμοίως καὶ ὁ ἐλευθέριος κ̣ οινωνικὸς καὶ μεταδοτικὸς ὑπάρχων̣ ἕξ̣ ιν ἔχει βελτίστην, ἧς ἀσωτία ὑπερβολή, ἔλλειψις δὲ φειδωλία̣. 5. 17 Καὶ ἐπεὶ τῶν ἁμαρτανόντων οἳ μὲν κατὰ τὰς ὑπερβολάς, θρασύτητα, δεισιδαιμονία̣ ν, ἀσωτίαν πεποίωνται, οἳ δὲ κατὰ τὰς ἐλλείψεις, ἀσέβειαν, δειλίαν, φειδωλίαν, ἀναγκαίως τὰ δύο τάγματα καὶ μέρη ταῦτα ὀλοθρεύεται καὶ ἐκλείπει τιμωρίᾳ ὑποπεσόντα, τοῦ τρίτου τελειουμένου, πυρουμένου καὶ δοκιμαζομένου κατὰ τὸ ἀργύριον καὶ τὸ χρυσίον, ἅ ἐστιν λόγος καὶ νοῦς, τῷ κατὰ τὰς ἀντακολουθούσας ἀρετὰς δεδοκιμάσθαι καὶ τετελειῶσθαι ὑπερβεβηκότος τὰς ἐλλείψεις καὶ ὑπερβολάς. 5. 18 Ῥηθείη ἐκ περιουσίας καὶ ἑτέρα ἐπιστημονικὴ νόησις οὕτως· «οἱ φοροῦντες τὴν εἰκόνα τοῦ χοϊκοῦ», ὑλικῆς προαιρέσεως μετέχοντες, ἀκάθαρτοι τυγχάνουσι, προσεοικότες τῇ πρός τινων λεγομένῃ ἀορίστῳ δυάδι. Καὶ κατὰ τὴν γραφὴν γοῦν τὰ ἀκάθαρτα τῶν ζῴων δύο δύο παραλαμβάνονται, τῶν καθαρῶν οἰκειουμένων τῇ
q.150
ἀδιαφθόρῳ παρθένῳ ἑβδομάδι ἑπτὰ ἑπτὰ εἰσαγομένων εἰς τὴν κιβωτόν. Καὶ ἐπεὶ οἱ τὴν εἰκόνα τοῦ χοϊκοῦ φοροῦντες δυάς εἰσιν, ἐκλείπει καὶ ὀλοθρεύεται ἡ τούτων ποιότης, ἵνα τὸ τρίτον ἀναδειχθῇ δόκιμον «τῶν φορούντων τὴν εἰκόνα τοῦ ἐπουρανίου» γένος. 5. 19 Ἑκάστῃ τῶν ἀποδόσεων ἐφαρμόσει ὁ σοφὸς ἑκάστην λέξιν τοῦ προκειμένου. 5. 20 Δυνατὸν ἐκλαβεῖν τὸ τρίτον ὑπολείπεσθαι ἐν αὐτῇ τῇ ἡμέρᾳ ἐν ᾗ ταῦτα τὰ προαναφωνηθέντα γενήσεται. 5. 21 Zach. XIV, 1– 2: Ἰδοὺ ἡμέραι ἔρχονται τοῦ Κυρίου, καὶ διαμερισθήσεται τὰ σκῦλά σου ἐν σοί. Καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη ἐπὶ Ἰερουσαλὴμ εἰς πόλεμον, καὶ ἁλώσεται ἡ πόλις, καὶ διαρπαγήσονται αἱ οἰκίαι, καὶ αἱ γυναῖκες μολυνθήσονται, καὶ ἐξελεύσεται τὸ ἥμισυ τῆς πόλεως ἐν αἰχμαλωσίᾳ, οἱ δὲ κατάλοιποι τοῦ λαοῦ μου οὐ μὴ ἐξο̣ λεθρευθῶσιν ἐκ τῆς πόλεως. 5. 22 Ἡμέρας τοῦ Κυρίου λέγει καθ' ἃς ἐπιφέρεται τοῖς ὑπαιτίοις τὰ ἐπίπονα καὶ κολαστικά, καὶ ἔστιν ἐκ πλειόνων μαρτύρασθαι τῇ νοήσει. Καὶ ἐν Ἠσαΐᾳ γοῦν ὁ τῶν τιμωριῶν καιρὸς Θεοῦ ἡμέρα κέκληται οὕτως· «Ἡμέρα Κυρίου ἀνίατος ἔρχεται θυμοῦ καὶ ὀργῆς θεῖναι τὴν οἰκουμένην ὅλην ἔρημον καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτῆς.» 5. 23 Ἐπεὶ τοίνυν φοβερὰ ἀπαγγέλλει ἔσεσθαι τοῖς καθ' ὧν ἀγανακτεῖ Θεὸς διὰ κρατήσασαν αὐτῶν ἀσέβειαν καὶ τὰς ἄλλας ἁμαρτίας, εἰκότως φησὶν ἡμέρας ἔσεσθαι τοῦ Κυρίου ἐν αἷς οἰκτίστη ἔσται κακοπραγία τῇ τε Ἰερουσαλὴμ καὶ τοῖς πολίταις αὐτῆς. Τί γὰρ οὕτως οἴκτιστον καὶ ἀνιαρὸν ὡς τὰ σκῦλα ἃ ἔλαβον οἱ ἐπελθόντες πολεμίοι διαμερίζεσθαι ἐν μέσῳ αὐτῆς διὰ πολλὴν ὑπάρξασαν ἀσθένειαν; Οὐκ ἀεὶ δὲ συμβαίνει τοῦτο· ἔστιν γὰρ ὃτε οἱ σκυλεύσαντες μακρὰν τῆς πόλεως, μᾶλλον δὲ τῆς χώρας, τὰ λάφυρα ἀπαγαγόντες μερίζονται, δεδιότες μὴ διαιρούμενοι αὐτὰ ἐν τῇ πόλει κωλυθῶσιν ὑπ' ἀναπνευσάντων τῶν ἑαλωκότων. 5. 24 Τοῦ λόγου φήσαντος· «Ἰδοὺ ἡμέραι ἔρχονται τοῦ Κυρίου, καὶ διαμερισθήσονται τὰ σκῦλά σου ἐν μέσῳ σου», ὁ Κύριος εὐθέως λέγει συνάξειν ἐπ' αὐτοὺς πάντα τὰ ἔθνη εἰς πόλεμον, καθὼς ἡμέρα γίνεται παρατάξεως, στρατευομένων τῶν συναγομένων ἐθνῶν πρὸς τὸ ἐκπολεμηθῆναι τὴν Ἰερουσαλήμ. Πρὸς γὰρ αὐτὴν ἀπαγγέλλεται τὸ διαμερισθῆναι τὰ σκῦλα αὐτῆς ἐν αὐτῇ, καὶ ἔτι τὰς οἰκίας τῶν οἰκητόρων προνομευθήσεσθαι, καὶ μολυνθήσεσθαι τὰς γυναῖκας αὐτῶν. 5. 25 Ὅνπερ γὰρ τρόπον ἐπώδυνον καὶ σφόδρα ἀνιαρόν ἐστιν τὸ ἐπ' ὄψεσιν τῶν πολιτῶν μερίζε̣ σθαι τοὺς κρατήσα̣ ντας, μάλιστα ὅτε μὴ μόνα τὰ κοινὰ καὶ δημόσια κειμήλια ἀλλὰ καὶ τὰ ἑκάστου, προνομευομένων τῶν οἰκιῶν αὐτῶν, μᾶλλον δὲ τούτων ἁπάντων λυπηρόν τε καὶ ἐπαχθὲς ὑπα´̣ ρχει τὸ μολύνεσθαι αἰσχρῶς τὰς γυ̣ ναῖκας, ὁρώντων τῶν συμβιούντων κωλύειν τὸ ἀθ̣ έμιτον μὴ δυναμε´̣ νων, ἀσθενείας πολλῆς κρατησάσης, ὡς καὶ τὸ ἥμισυ τῆς πόλεω̣ ς αὐτῆς ἀποσπασθῆναι ἔξω τοῦ ἰδίου ἄστεως, οὐδὲν τοιοῦτον πεισομένων τῶν ὑπὸ τῆς δεξιᾶς τοῦ Θεοῦ φρουρουμένων. Οὗτοι δέ εἰσιν οἱ συμπληροῦντες τὸ τρίτον, εἰρημένον σῴζεσθαι μετὰ τὸ ἐξολεθρευθῆναι τὰ δύο μέρη καὶ ἐκλεῖψαι. 5. 26 Τοιαύτην τινὰ ὠμοτάτην προνομὴν καὶ ἐν Ἠσαΐᾳ ἀπειλεῖ ὁ θεῖος λόγος· ἔχει δ' οὕτως ἡ προφητικὴ λέξις· «Οἵτινες συνηγμένοι εἰσίν», συνεστραμμένοι πρὸς ἑαυτούς, «μαχαίρᾳ πεσοῦνται· καὶ τὰ τέκνα ὑμῶν ἐνώπιον ὑμῶν ῥήξουσιν, καὶ τὰς οἰκίας ὑμῶν προνομεύσουσιν, καὶ τὰς γυναῖκας ὑμῶν ἕξουσιν.» 5. 27 Δείκνυται ἡ ὑπερβολὴ τοῦ τὰς γυναῖκας ἐπίπροσθεν τῶν συνοικούντων ἀνδρῶν βίαν πάσχειν ὑπὸ τυραννούντων πολεμίων καὶ ἐκ τοῦ λεχθέντος πρὸς τὸν φαῦλον ἱερέα Ἀμεσσίαν ὑπὸ τοῦ ὀξὺ καθορῶντος προφήτου Ἀμώς· «Ἡ γυνή σου ἐν τῇ πόλει ἐκπορνεύσει, καὶ ἡ γῆ σου σχοινίῳ καταμετρηθήσεται.» Ἀμφότερα δὲ τὰ ἠπειλημένα ἀνιαρὰ καὶ ὀδύνην ἐμποιοῦντα τοῖς συμβιοῦσιν ὁρῶσιν τὰς συνοίκους ἔνδον ἐν τῇ πόλει καὶ μὴ
q.151
ἔξω αὐτῆς, φθειρομένων τῶν γαμικῶν δικαίων πρὸς ἀγριοτάτων ἐχθρῶν, καὶ ἰδίαν γῆν ἐν σχοινίῳ καταμετρεῖσθαι, παρόντων τῶν κτητόρων καὶ τὴν βίαν κωλῦσαι μὴ σθενόντων. 5. 28 Συνέβη···· μα τοιαῦτα πολυ`̣ τὸ ἀπάνθρωπον ἔχοντα τοῖς οἰκο̣ ῦσι τὴν Ἰερουσαλὴμ καὶ τη`̣ ν̣ Ἰουδαίαν, ἁλόντων τῶν Ἰουδαίων τοῖς ἔθνεσιν διὰ τὸ ἁ´̣ γος ὃ ἀνεδέξαντο κυριοκτονήσα̣ ντες. «Φρυαξάντων γὰρ τῶν ἐθνῶν καὶ κενὰ καὶ μάταια τῶν λαῶν μελετησάντων, παραστάντων τε τῶν βασιλέων καὶ τῶν ἀρχόντων ἐπὶ τὸ αὐτὸ συναχθέντων κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ, ἐνεγέλασεν αὐτοὺς ὁ Θεὸς καὶ ἐξεμυκτήρισεν, ἐν ὀργῇ λαλήσας κατ' αὐτῶν καὶ ἐν τῷ ἰδίῳ θυμῷ συνταράξας αὐτούς», ὡς τὰ αὐτὰ τὸν Ἀπόστολον γράψαι περὶ τῶν τὸν Κύριον ἀποκτεινάντων καὶ τοὺς προφήτας καὶ ἐκδιωξάντων τοὺς ἀποστόλους· «Ἔφθασεν ἐπ' αὐτοὺς ἡ ὀργὴ εἰς τέλος.» 5. 29 Εἴρηται καὶ πρότερον ὡς ἰουδαϊκὸς ἱστοριογράφος, Ἰώσιππος ὄνομα αὐτῷ, ἀνέγραψεν ἀληθῶς καὶ κατὰ ἀκρίβειαν τὰς ἐπελθούσας τῷ ἔθνει συμφοράς τε καὶ λιμοὺς καὶ ἄλλας πολὺ τούτων ἀνιαρωτάτας κακοπραγίας, ἃ θεωρῆσαι ἔστιν τὸν φιλόκαλον ἀναγνώσμασιν χαίροντα συντείνουσιν πρὸς φιλομάθειαν καὶ φόβον τοῦ μὴ παθεῖν τὰ αὐτά. 5. 30 Καταλοίπους λέγει μὴ ἀποσπωμένους ἔξω τῆς πόλεως ὑπὸ τῶν ὠμῶν τυράννων, οὓς διάγων ὁ Θεὸς ἐν πυρὶ πυροῖ, ὡς τὸ ἀργύριον καὶ ὡς τὸ χρυσίον δοκιμάζει, ὑπὲρ τοῦ γνωσθῆναι τὸ ἐπίδοξον καὶ ἐπίτιμον αὐτῶν. 5. 31 Zach. XIV, 3– 4: Και`̣ ἐξελεύσεται Κύριος καὶ παρατάξεται ἐν τοῖς ἔθνεσιν ἐκείνοις καθὼς ἡμέρα παρατάξεως αὐτοῦ ἐν ἡμέρᾳ πολέμου. Καὶ στήσονται οἱ πόδες αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν τὸ κατέναντι Ἰερουσαλὴμ ἐξ ἀνατολῶν· καὶ σχισθήσεται τὸ ὄρος τῶν ἐλαιῶν, τὸ ἥμισυ αὐτοῦ πρὸς ἀνατολὰς καὶ τὸ ἥμισυ α̣ ὐτοῦ πρὸς θάλασσαν, χ̣ άος μέγα σφόδρα. 5. 32 Ἀσώματος ὢν ὁ Θεός, μᾶλλον δὲ ὑπε̣ ρέκεινα πάσης νοερᾶς οὐσίας, ἀνεπίδεκτός ἐστιν τῶν προσ̣ όντων τοῖς σώμασιν, χρωμ̣ άτων καὶ σχημ̣ άτων καὶ μεγεθῶν φημι, ὅθεν ἀόρατος ὑπάρχει. Πᾶσα γὰρ ἀνάγκη τὴν ὁρατὴν οὐσίαν ὑπὸ σχήματα και`̣ μ̣ εγέθη, χρώματά τε καὶ τὰ παραπλήσια ὑπάρχειν, ἀλλὰ ἀόρατος ὁ Θεός, ὡς πολλαὶ λέξεις τῶν γραφῶν μαρτυροῦσιν, νοερὰ οὐσία τυγχάνων, οὐδὲ μεταβατικῶς κινεῖται, οὐδ' ἐν τόπῳ τὸ σύνολον ὑπάρχει. 5. 33 Ἀρκεῖ ἐπὶ τοῦ παρόντος μαρτυρίας παραλαβεῖν τὰς οὕτως ἐχούσας· «Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου», καὶ πάλιν· «Τῷ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ ἀοράτῳ Θεῷ.» Ταῖς ἀποστολικαῖς λέξεσιν καὶ αἱ εὐαγγελικαὶ τὸ αὐτὸ δηλοῦσιν· ἥ τε οὕτως ἔχουσα· «Θεὸν οὐδεὶς ἑώρακεν πώποτε· μονογενὴς Θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς ἐξηγήσατο», καὶ πάλιν· «Οὐχ ὅτι τὸν Θεὸν ἑώρακέν τις, εἰ μὴ ὁ ὢν παρὰ τοῦ Πατρός.» 5. 34 Ἐπεὶ τοίνυν ταῦτα ὀρθῶς περὶ Θεοῦ λέγεται καὶ φρονεῖται, τὰ σωματικώτερον περὶ αὐτοῦ οἰκονομικῶς ἐν ταῖς θείαις γραφαῖς ἀναγγελλόμενα νοητῶς καὶ θεοπρεπῶς ἐκλημπτέον. 5. 35 Ὅνπερ γὰρ τρόπον λέγοντος αὐτοῦ ἐν τῷ προφήτ̣ ῃ· «Οὐκ ἠλλοίωμαι», καὶ τῶν θεολόγων ὁμοδόξως λεγόντων, τοῦ μὲν ὑμνῳδοῦ πρὸς τὸν δοξολογούμενον λέγοντος· «Σὺ δὲ ὁ αὐτὸς εἶ», καὶ τό· «Σὺ δὲ διαμενεῖς», τοῦ δὲ Ἰακώβου γράφοντος περὶ τοῦ ἀπαθοῦς καὶ ἀναλλοιώτου· «Πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστιν καταβαῖνον παρὰ τοῦ Πατρὸς τῶν φωτῶν, παρ' ᾧ οὐκ ἔνι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα», καὶ καθὼς ἐκλαμβάνομεν καὶ διανοούμεθα τὰς περὶ μετανοίας̣ καὶ ὀργῆς αὐτοῦ καὶ τῶν παραπλησίων λέξεις, οὕτω, ἀσ̣ ωμάτου ὑπάρχοντος, τὰς περὶ τοῦ ἀναβαίνειν καὶ καταβαίνειν, ἐξιέναι τε καὶ εἰσιέναι φωνὰς ἁρμονίως τῇ περὶ αὐτοῦ νοήσει ἐκδεχόμεθα. Ὅθεν ἐν τῇ ἐκκειμένῃ προφητείᾳ κ̣ ειμε´̣ νου· «Ἐξελεύσεται Κύριος», οὐ μεταβατικὴν κίνησιν φανταζόμεθα· σωμάτων γὰρ αἱ τοιαῦται κινήσεις. 5. 36 Ἐπεὶ τοίνυν μὴ ἁρμόζει περὶ ἀοράτου οὐσίας ὁμολογεῖν ταῦτα, φέρονται δὲ ἐν τοῖς θεοπνεύστοις λογίοις, ἐπιστατέον πῶς εὐσεβῶς αὐτὰ δεῖ
q.152
νοῆσαι. 5. 37 Πηγὴ ἀγαθότητος καὶ «πλήρης χάριτος καὶ ἀληθείας» τυγχάνων, ὁ πάντων αἴτιος συγκαταβαίνων τοῖς οἰκονομουμένοις ὑπ' αὐτοῦ ἔξω πως ἑαυτοῦ γίνεται. Ἀμέλει γοῦν ἐν Εὐαγγελίοις ὁ Κύριος καὶ Σωτὴρ ἡμῶν περὶ ἑαυτοῦ φησιν· «Ἐγὼ ἐκ τοῦ Θεοῦ ἐξῆλθον καὶ ἥκω· οὐδὲ γὰρ ἀπ' ἐμαυτοῦ ἐλήλυθα, ἀλλ' ἐκεῖνός με ἀπέστειλεν.» Τῇ αὐτῇ νοήσει πρὸς αὐτὸν ὁ προφήτης Ἁμβακοὺμ ἀνεφθέγξατο· «Ἐξῆλθας εἰς σωτηρίαν τοῦ λαοῦ σου τοῦ σῶσαι τοὺς χριστούς σου.» 5. 38 Καὶ ὥσπερ ἐξέρχεται καὶ ἥκει πρὸς τοὺς σῳζομένους, οὕτω πολλῷ μᾶλλον ὅτε ὀργίζεται ἢ πολεμεῖ. Ἐν μὲν γὰρ τῷ Μιχαίᾳ γέγραπται· «Ἰδοὺ Κύριος ἐκπορεύεται ἐκ τοῦ οἴκου αὐτοῦ, καὶ ἔσται ἐν ἡμῖν εἰς μαρτύριον καὶ καταβήσεται», καὶ ἐν Ἠσαΐᾳ· «Κύριος τῶν δυνάμεων ἐξελεύσεται καὶ συντρίψει πόλεμον, καὶ ἐπεγερεῖ ζῆλον καὶ βοήσεται ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ μετὰ ἰσχύος.» 5. 39 Θεοπρεπῶς τούτων θεωρουμένων, ἐξέρχεσθαι Θεὸς λέγεται «ἐπὶ τὰ ἔθνη, ἵνα παρατάξηται ἐπ' αὐτῶν ὡς ἐν ἡμέρᾳ πολέμου» ὅτε «καὶ στήσονται οἱ πόδες αὐτοῦ εἰς τὸ τῶν ἐλαιῶν ὄρος τὸ κατ' ἀνατολάς»· ποῦ γὰρ δεῖ στῆναι τοὺς πόδας αὐτοῦ οὐκέτι κινουμένου ἀγανακτητικῶς κατὰ τὸν̣ ἤδη πρότερον εἰρημένον· «Καὶ Κύριος σαλπιεῖ καὶ πορεύσεται ἐν ἀπειλῇ ὀργῆς αὐτοῦ»; Τούτῳ τῷ τρόπῳ παραβὰς ὁ Ἀδὰμ ἤκουσεν τὴν φωνὴν τῶν ποδῶν τοῦ Θεοῦ τὸ δειλινόν, αἴσθησιν λ̣ αβὼν ἐγκαταλιπόντος καὶ βαδίσαντος ἀπ' αὐτοῦ τοῦ συ̣ νόντος πρότερον καὶ συνομιλοῦντος. 5. 40 Ταύτῃ τῇ διανοίᾳ εἶπεν ὁ Σωτὴρ ἐν τῷ Εὐαγγελίῳ τοῖς ἔξω τῆς ἀληθείας γεν̣ αμένοις Ἰουδαίοις· «Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν», καὶ πρότερον ἐν τῷ προφήτῃ· «Ἐγκατέλιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου», καὶ τὰ ἑξῆς. Πλὴν εἰ καὶ ἔξω γέγονεν τῶν δι' ἀσέβειαν ἐγκαταλειφθέντων, ἀλλ' οὖν ἀκραδάντως ἵστανται οἱ πόδες αὐτοῦ εἰς τὸ ὄρος ἔνθα φυτεία ἐστὶν καρπὸν φέρουσα σωστικὸν καὶ φυλακτικὸν τοῦ θείου φωτὸς καὶ λύοντα νόσους καὶ πόνους. Ἵστανται δὲ οὐκ ἐν ταπεινῇ φυτείᾳ, ἀλλ' ἐν ὕψει καὶ ὄρει μενούσῃ, ἐξ ἀνατολῶν τοῦ θείου φωτὸς τοῦ ἡλίου τῆς δικαιοσύνης. 5. 41 Τί δὲ ὑπῆρκται, στάντων τῶν ποδῶν τοῦ Κυρίου πρὸς ἀνατολὰς τοῦ ὄρους τῶν ἐλαιῶν, ἢ διαιρεθῆναι τὴν θείαν φυτείαν, ἵνα τὸ μὲν αὐτῆς πρὸς ταῖς ἀνατολαῖς τὰς ῥίζας βαλὸν διαμείνῃ, τοῦ λοιποῦ εἰς θάλασσαν μεταβάντος, ἔνθα χάος ἐστὶν σφόδρα. Καὶ ἐπεὶ ἔστιν ἐν τῇ γραφῇ ἐπαινετὰς ἐλαίας εὑρεῖν καὶ ψεγομένας εἰς ταὐτὸν συναγομένας, ἰδῶμεν ποῖαι τούτων ἐν τῷ φωτὶ καὶ τῇ ἀνατολῇ κατάκεινται καὶ ποῖαι εἰς τὴν θάλασσαν ἀπέκλιναν. 5. 42 Ὁ ἅγιος ὑμνῳδὸς κελαδῶν περὶ ἑαυτοῦ ἀπαγγέλλει· «Ἐγὼ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ.» Περὶ δὲ τοῦ εὐλάβειαν κατορθώσαντος, ἐν μιᾷ ᾠδῇ τῶν ἀναβαθμῶν φέρεται· «Μακάριος εἶ, καὶ καλῶς σοι ἔσται. Ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου· οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης. Ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον. Εὐλογήσαι σε Κύριος ἐκ Σιών, καὶ ἴδοις τὰ ἀγαθὰ Ἰερουσαλὴμ καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου.» 5. 43 Οὐδεὶς τῶν ἐντυγχανόντων γνησίως τῇ ᾠδῇ ταύτῃ οὕτως βραδὺς καὶ εὐήθης ὑπάρχει ὡς νομίσαι ὅτι πάντα ταῦτα τὰ ἐπηγγελμένα παντὶ εὐλαβεῖ πρόσεστιν, πολλῶν κεκτημένων φόβον Θεοῦ τελειοῦντα τὸν ἔχοντα, κατὰ τὸ γεγραμμένον· «Οὐκ ἔστιν στέρημα τοῖς φοβουμένοις αὐτόν», δῆλον δ' ὅτι τὸν Θεόν, οὐδαμῶς τὰ αἰσθητὰ ἐσχηκότων. 5. 44 Ἠλίας γοῦν, ὁ μέγας προφήτης, καὶ Ἐλισαῖε, ὁ μαθητὴς αὐτοῦ, καί, τί λέγω, ὁ βαπτιστὴς Ἰωάννης «οὗ μείζων οὐδεὶς ἐν γεννητοῖς γυναικῶν» γέγονεν, οὐδὲν τῶν ἐξηριθμημένων αἰσθητῶς ἔσχον, οὐδαμῶς συνοικήσαντες γυναιξίν, οὐκ αἰσθητὰ τέκνα ἐσχηκότες, ἀλλ' εἰ καὶ τῶν αἰσθητῶν τούτων οὐδαμῶς μετέσχον, ἀλλά γε κατὰ ἀναγωγὴν καὶ υἱοὺς καὶ υἱωνοὺς ἔσχον, εὐλογηθέντες ὑπὸ τοῦ Θεοῦ ἐν τῇ Σιὼν καὶ ἑωρακότες τὰ ἀγαθὰ τῆς ἀληθινῆς Ἰερουσαλήμ, προσεληλυθότες τῷ τῆς Σιὼν ὄρει καὶ τῇ
q.153
Ἰερουσαλὴμ τῇ ἐπουρανίῳ οὔσῃ πόλει τοῦ ζῶντος Θεοῦ. 5. 45 Αἱ οὕτως ἀποδοθεῖσαι ἐλαῖαι καὶ τὰ νεόφυτα αὐτῶν ἐν τῷ ὄρει τῶν ἐλαιῶν πρὸς τῇ ἀνατολῇ τὴν φυτείαν ἔχουσιν, μεταφυτευθησόμεναι εἰς τὸν παράδεισον ὃν ὁ Θεὸς ἐφύτευσεν ἐν Ἐδὲμ κατὰ ἀνατολάς. Καὶ οὐ παράδοξον τὸ ἀπαγγελλόμενον· εἰ γὰρ ὁ μετανοήσας λῃστής, ὁμολογήσας βασιλέα τὸν Σωτῆρα, ἤκουσεν ὑπ' αὐτοῦ· «Σήμερον ἔσῃ μετά μου ἐν τῷ παραδείσῳ», πῶς οὐ πολλῷ πλέον δέξονται τὴν τοιαύτην ὑπόσχεσιν οἱ τὸν πάντα βίον αὐτῶν ἢ τὸν πλείονα οὕτω πολιτευσάμενοι, ὡς φάναι μετὰ παρρησίας· «Ἡμῶν γὰρ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει», καὶ πάλιν· «Ἐπὶ γῆς στενάζοντες τὸ πολίτευμα ἐν οὐρανοῖς ἔχομεν.» 5. 46 Εἰς τὴν μακαρίαν ταύτην πρὸς ἀναγωγὴν φυτείαν τακτέον καὶ τὴν ἐγκεντρισθεῖσαν ἀγριελαίαν̣ εἰς τὴν ἁγίαν ῥίζαν καὶ πιότητα ἐπὶ τὸ καλλ̣ ιέλαιον γενέσθαι, ὡς τὴν αὐτὴν παρρησίαν τῷ ὑμνῳδῷ···· σαμένην φάναι· «Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ», τῶν ἐκκλασθέντων κλάδων δι' ἀπιστίαν, οὗτοι δ' εἰσὶν οἱ Ἰουδαῖοι οἱ κυριοκτονήσαντες, εἰς τὴν θάλατταν εὑρισκομένων, δηλαδὴ τῷ κλύδωνι καὶ ἁλμυρίδι τῶν τοῦ κόσμου πραγμάτων, ἔνθα σφόδρα χάος ἐστίν. 5. 47 Συνῳδὰ τῷ Ἀποστόλῳ καὶ ἐν Ἰερεμίᾳ περὶ τῶν ἐκκλασθέντων κλάδων ὁ Θεὸς ἀποτεινόμενος πρὸς τὴν ἐκ περιτομῆς συναγωγήν φησιν· «Τί ἡ ἠγαπημένη ἐν τῷ οἴκῳ μου ἐποίησεν βδέλυγμα; Μὴ εὐχαὶ καὶ κρέα ἅγια ἀφαιροῦσιν τὴν κακίαν ἀπὸ σοῦ, ἢ ἐν τούτοις διαφεύξει;» Ἐλέγξαντος τοῦ τὸ κρυπτὸν ὁρῶντος τὴν ἐν τῷ οἴκῳ αὐτοῦ ποιήσασαν βδέλυγμα, ὁ θεῖος λόγος λέγει πρὸς αὐτήν· «Ἐλαίαν εὔσκιον τῷ εἴδει ἐκάλεσεν Κύριος τὸ ὄνομά σου· ἠχρεώθησαν οἱ κλάδοι σου.» Πῶς γὰρ οὐκ ἀχρεῖοι κλάδοι γεγένηνται οἱ ἐκκλασθέντες τῇ ἑαυτῶν ἀπιστίᾳ, μάλιστα μεταβεβηκότες εἰς τὴν τοῦ βίου ζάλην, ἐν ᾗ τρικυμίαι καὶ πλῆθος ἁλμυρῶν καὶ πικρῶν ὑδάτων. 5. 48 Πρὸς τῷ εἰς τὴν θάλατταν γεγονέναι τοὺς ἀπιστήσαντας κλάδους, καὶ σφοδροτάτῳ χάει κατεσπάσθησαν. Περὶ ταύτης τῆς βλαβείσης παρ' ἑαυτὴν πόλεως λέγεται– τῆς ἰουδαϊκῆς φημι– καὶ ἐν ἑτέρῳ προφήτῃ, Μιχαίας δ' ἐστὶν οὗτος, ὑπὸ τοῦ Θεοῦ· «Κατασπάσω εἰς χάος τοὺς λίθους αὐτ̣ ῆς καὶ τὰ θεμέλια αὐτῆς ἀποκαλύψω.» 5. 49 Τ̣ ούτων τ̣ ῶν σκυθρωπῶν ἐπελθόντων τῇ ἀθλίᾳ τῶν Ἰουδαίων συναγωγῇ, σπουδαστέον ἡμ̣ ῖν ἔστω τοῖς πιστεύσασι τῷ Σωτῆρι ἐλαία κατάκαρπος γενέσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ καὶ πρὸς ἀνατολὴν ἐν τῷ ὄρει τῶν ἐλαιῶν, ἵνα καὶ εἰς τὸν θεῖον παράδεισον χάριτι Θεοῦ μετατεθῶμεν, μιμηταὶ γινόμενοι τοῦ Χριστοῦ, περὶ οὗ γέγραπται· «Ἰδοὺ ἀνήρ, ἀνατολὴ ὄνομα αὐτῷ.» 5. 50 Zach. XIV, 4– 5: Καὶ κλινεῖ τὸ ἥμισυ τοῦ ὄρους πρὸς βορρᾶν̣ καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς νότον. Καὶ ἐμφραχθήσεται φάραγξ ὀρέων μου, καὶ ἐγκολληθήσεται φάραγξ ὀρέων ἕως Ἀσαὴλ καθὼς ἐνεφράγη ἐν ταῖς ἡμέραις τοῦ σεισμοῦ ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα. 5. 51 Τὸ ἥμισυ, φησίν, τοῦ ὄρους– τῶν ἐλαιῶν δηλονότι– κλιθήσεται πρὸς βορρᾶν τοῦ ἀποκλίνοντος εἰς τὴν θάλασσαν καὶ τὸ χάος, τοῦ λοιποῦ ἡμίσεως πρὸς τὸν νότον φθάσαντος. 5. 52 Τίς ὁ βορρᾶς καὶ ὁ νότος, ἐκ τοῦ Ἄισματος τῶν Ἀισμάτων ἔστι μαθεῖν, τῆς νυμφοστοληθείσης Ἐκκλησίας τῷ ἑαυτῆς νυμφίῳ λεγούσης· «Ἐξεγέρθητι, βορρᾶ, καὶ ἔρχου, νότε, διάπνευσον κῆπόν μου καὶ ῥευσάτωσαν ἀρώματά μου.» 5. 53 Βορέας ἐν τούτοις ἡ πονηρὰ δύναμις, μᾶλλον δὲ αὐτὸς ὁ Σατανᾶς, νότος δ' ὁ Σωτὴρ αὐτὸς ὢν ὁ νυμφίος προσαγορεύεται. Ἐπεὶ τοίνυν, παρόντος τοῦ ἀποδοθέντος βορέα ψυχροτάτου ὄντος, ἡ ῥοὴ τῶν θείων ἀρωμάτων κωλύεται, μυο´̣ ντων τῶν πόρων διὰ τὸ πεπυκνῶσθαι ἐκ τῆς ψυχρότητος τοῦ βορέα καὶ σκληροῦ τυγχάνοντος, ἐλαύνει τοῦτον ἀφ' ἑαυτῆς ἡ νύμφη καὶ τὸν νότον προσκαλεῖται, ἵνα, τῇ θέρμῃ αὐτοῦ ἀραιωθέντων τῶν νοητῶν πόρων, ῥεύσῃ τὰ ἀρώματα περὶ ὧν εἴρηται πρὸς τὸν νυμφίον πρὸς τῆς πνευματικῆς συζύγου· «Ὀσμ̣ ὴ μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα.» Θέρμην ἔχειν καὶ ὀσφραντικὸν εἶπον τὸν
q.154
νότον, μαθὼν ὅτι····· ὑπάρχει καὶ πῦρ ἦλθεν βαλεῖν ἐπὶ τὴν γῆν, ὡς αὐτὸς ἀπήγγ̣ ει̣ λε φήσας· «Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν καὶ εἴθε ἤδη ἀνήφθη.» 5. 54 Λεκτέον τό· «Ἐξεγείρου, β̣ ορρᾶ», οὐ φωνῇ μόνῃ ἀλλὰ πραγματικῶς, ἵν' ἐκπεμφθῇ μακράν. Πράγμασιν δὲ λέγει· «Ἐξεγείρου, βορρᾶ», ἡ πιστὴ ψυχὴ τῷ λέγοντι διδασκάλῳ· «Ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν», καὶ τῷ γράψ̣ αντι Ἀποστόλῳ πρὸς ὅλην Ἐκκλησίαν· «Πάντα δοκιμάζετε, τὸ καλὸν κατέχετε. Ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε», τῆς ἀποχῆς παντὸς εἴδους πονηροῦ καὶ τῆς ἀπὸ τοῦ κακοῦ ἐκκλίσεως ἐλαυνούσης τὸν βορέαν, προτρεπομένης ἐλθεῖν τὸν νότον διὰ τοῦ συνεγγίσαι αὐτῷ εὐσεβεῖ πίστει καὶ ἠθικῇ ἀρετῇ. Οὕτω γὰρ καθαρθεῖσιν τοῖς οὕτως ἀρεσκευομένοις ἔρχεται ὁ τῶν πάντων ἀγαθῶν χορηγός, ὡς ἔγραψεν ὁ θεολόγος Ἰάκωβος· «Ἐγγίσατε τῷ Θεῷ καὶ ἐγγιεῖ ὑμῖν.» 5. 55 Ἡ πόθον τῆς παρουσίας αὐτοῦ ἔχουσα, παραπλήσιον τῷ· «Ἔρχου, νότε», ἐν αὐτῷ τῷ ἐπιθαλαμίῳ δράματι φάσκει· «Ἐλθέ, ἀδελφιδέ μου, ἐξέλθωμεν εἰς ἀγρόν.» Ἰσοδυναμεῖ τῷ· «Ἐξεγείρου, βορρᾶ, καὶ ἔρχου, νότε», τό· «Ἐγγίσατε τῷ Θεῷ καὶ ἐγγιεῖ ὑμῖν, ἀντίστητε τῷ διαβόλῳ καὶ φεύξεται ἀφ' ὑμῶν», παντὸς καὶ μόνου τοῦ ἀνθισταμένου τῷ διαβόλῳ λέγοντος αὐτῷ· «Ἐξεγείρου, βορρᾶ», καὶ τοῦ ἐγγίζοντος τῷ Θεῷ παρακαλοῦντος ἥκειν πρὸς αὐτὸν τὸν νότον, τὸν Θεὸν Λόγον, περὶ οὗ ἐν τῇ ᾠδῇ τοῦ προφήτου Ἁμβακοὺμ κατά τινα τῶν ἑρμηνευτῶν φέρεται ἀντὶ τοῦ· «Ὁ Θεὸς ἐκ Θαιμὰν ἥξει», «Ὁ Θεὸς ἐκ τοῦ νότου ἥξει», ἐρχομένου τοῦ Πατρὸς ἐκ τοῦ νότου τοῦ νυμφίου, κ̣ ατὰ τὸ ὑπ' αὐτοῦ ἐν τῷ Εὐαγγελίῳ λεχθέν· «Ὁ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με.» Ὅνπερ γὰρ τρόπον ὁ ὁρῶν αὐτὸν ὁρᾷ τὸν Πατέρα, οὕτως ὁ δεχόμενος αὐτὸν δέχεται τὸν ἐν αὐτῷ μένοντα Πατέρα ἐν ᾧ ἐστιν τὸ Μονογενὲς αὐτοῦ······ α̣. 5. 56 Τί ἔσται κλίναντος πρὸς τὸν βορρᾶν καὶ τὸν νότον τοῦ σαφηνισθέντος ὄρους τῶν ἐλαιῶν, ἢ τὸ ἐμφραχθῆναι τὴν φάραγγα τῶν ὀρέων τοῦ Θεοῦ καὶ ἐγκολληθῆναι ἕως Ἀσαήλ. Οὐκ ἄλλως δὲ νοηθείη ἡ φάραγξ καὶ ἡ ἐγκόλλησις ἢ γνωσθέντος τίνα τὰ ὄρη̣ τοῦ Θεοῦ. 5. 57 Ὄρη αὐτοῦ κατὰ ἀπόδοσιν μίαν λεχθεῖεν οἱ προφῆται διὰ προσ̣ ὸν αὐτοῖς ὕψος οὐ μόνον γνώσεως καὶ σοφίας ἀλλὰ καὶ διάρματ̣ ος πρακτικοῦ βίου. Περὶ τούτων γὰρ πρὸς τὸν τῶν ὅλων γενεσιάρχην ἀνεφθέγξατο ὁ ὑμνῳδός· «Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων.» Πῶς γὰρ οὐκ αἰώνια ὄρη ἀφ' ὧν θαυμαστῶς φωτίζει Θεὸς τὴν γνῶσιν τῆς ἀληθείας καὶ ἁπαξαπλῶς τὴν περὶ τῆς Τριάδος καταλάμπων, οἱ τὰ μὴ βλεπόμενα αἰώνια ὄντα σκοποῦντες κατὰ τὴν ἀποστολικὴν προτροπήν; 5. 58 Τούτων τῶν ὀρῶν φάραγξ ἐστὶν τὸ βάθος τῆς ἀσαφείας τῶν μετ' αἰνιγμοῦ εἰρημένων, ἥνπερ ἐνέφραξεν ὁ ἐληλυθὼς πληρῶσαι τὸν νόμον καὶ τοὺς προφήτας, ὁμαλίσας τῇ ἑαυτοῦ διδασκαλίᾳ καὶ παρουσίᾳ τὸ τραχὺ καὶ ἀνώμαλον ἔδαφος τῶν μετ' ἐπικρύψεως λελαλημένων, ἵν' εὐδιάβατον ἐκ τῆς λειότητος ὀφθῇ. 5. 59 Τούτου γεγενημένου, ἐνεκολλήθη διὰ τῆς φανείσης συμφωνίας ἡ φάραγξ τῶν ὀρῶν ἕως τοῦ Ἀσαήλ, τοῦ διὰ ταχύτητα ποδωκείας «κούφου τοῖς ποσὶν» εἰρημένου κατὰ τὴν ὀξὺ καθορῶσαν δορκάδα· διορατικὸν γὰρ τὸ ζῷον τοῦτο ὡς αὐτὴ ἡ προσηγορία δηλοῖ ἀπὸ τοῦ δέρκειν εἰρημένη. Διὸ ἕως Ἀσαὴλ ἡ προσκόλλησις τῶν ὀρῶν ἔσται, γινωσκομένη τοῖς διορατικοῖς. 5. 60 Τῷ αὐτῷ δὲ τρ̣ όπῳ ἡ ἔμφραξις τῶν ὀρῶν γέγονεν ὡς ἐν ταῖς ἡμέραις τοῦ σεισμοῦ, ὑπάρξαντος ἐν ταῖς ἡμέραις Ὀζίου, τοῦ βασιλέως Ἰούδα. Σεισμὸν̣ αἰσθητὸν οὐδαμῶς̣ ηὑρήκαμεν γενόμενον, βασιλεύοντος Ὀζίου, οὐδὲ ἐν ταῖς Βασιλείαις, οὐδὲ ἐν ταῖς Παραλειπομέναις· ὅθεν κατ' ἀναγωγὴν ἐκλημπτέον τὰ περὶ αὐτοῦ γεγραμμένα. 5. 61 Καὶ ὅρα μὴ κλόνος γέγονε̣ ν̣ ἐπὶ Ὀζίου ἐπισπᾶσαι εἰς ἑαυτὸν θέλοντος τὴν ἱερωσύνην. Ε̣ ἰσελθὼν γὰρ εἰς τὸν τοῦ Θεοῦ ναόν, πλησιάσας τε τῷ ἁγίῳ θυσιαστηρίῳ, δι' ἑαυτοῦ καὶ οὐ διὰ τῶν ἱερέων ἐπιχειρεῖ θύειν. Τὴν παρ' ὁρισμὸν ταύτην τόλμαν ἐρρωμενέστατα̣ συγχῶν ὁ κατ' ἐφημερίαν ἱερεύς,
q.155
συμπνεόντων καὶ τῶν ἄλλων θεραπευτῶν φήσας· «Οὐ σοί, Ὀζία, τοῦ θυμιάσαι τῷ Κυρίῳ ἀλλ' ἢ τῶν ἱερέων», ἐφ' ᾧ δ̣ υσχεράνας ἐξέτεινε τὴν χεῖρα μετὰ θυμοῦ ἐπὶ τῷ συλληφθῆναι ὑπὸ τῶν δορυφόρων τοὺς ἱερέας ἵνα αὐτοὺς κακώσῃ· ἀλλ' εὐθέως ἡ χεὶρ αὐτοῦ λελέπρωται, ὡς παραχρῆμα ἔξω τοῦ ναοῦ βαλέσθαι τὸν τύραννον, μιανθέντος τοῦ ἱεροῦ ὅσον ἐπὶ τῇ προπετείᾳ καὶ ὠμότητι αὐτοῦ σφετερίσασθαι θελήσαντος τὴν μὴ προσήκουσαν ἄλλῳ πρᾶξιν ἢ μόνοις τοῖς προσεδρεύουσι τῷ ναῷ ἱερεῦσιν. 5. 62 Πρὸς τῷ ἀποτετευχέναι ᾧ εἰς ἑαυτὸν ἐπισπάσασθαι βεβούληται, καὶ τῶν ἔργων τῆς βασιλείας ἐκ τῆς ἀκαθάρτου λέπρας ἐνεποδίσθη, ἐκτελοῦντος αὐτὰ λοιπὸν τοῦ μέλλοντος διαδέξασθαι τὴν ἀρχὴν υἱοῦ αὐτοῦ. 5. 63 Ἐν ταῖς ἡμέραις τοῦ ἐκ τῆς συγχύσεως σεισμοῦ, φάραγξ γέγονεν ἐγκολληθεῖσα τοῖς ὄρεσιν, ἐν ταῖς τοῦ Ἰούδα ἡμέραις, βασιλεύοντος Ὀζίου. 5. 64 Ὁ νῦν δηλούμενος σεισμὸς κεῖται καὶ ἐν ἀρχῇ Ἀμὼς τοῦ προφήτου· «Λόγοι γάρ, φησίν, Ἀμώς, οἱ γενάμενοι ἐκ Θεκουέ, πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ ἐν ἡμέραις Ὀζίου», σεισμοῦ λεγομένου ἐνταῦθα, κατὰ περιφερομένην παράδοσιν ἰουδαϊκήν, τῆς φανείσης ὀπτασίας τῷ Ἠσαΐᾳ, περὶ ἧς οὕτω γέγραπται· «Ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ Σεραφὶμ̣ εἱστήκεισαν κύκλῳ αὐτ̣ οῦ, ἓξ πτέρυγες τῷ ἑνὶ καὶ ἓξ πτέρυγες τῷ ἑνί», καὶ μετ' ὀλίγα· «Καὶ ἐκέκραγεν ὁ ἕτερος πρὸς τὸν ἕτερον· Ἅγιος ἅγιος ἅγιος Κύριος σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ.» 5. 65 Πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης τοῦ Θεοῦ γέγονεν τεθνηκότος τοῦ Ὀζίου μεθ' ἣν ἔπραξεν παρανομίαν. Πῶς γὰρ οὐ κλόνος μεταβολῆς εἰς τὸ κρεῖττον γέγονεν ὀφθέντος Θεοῦ ὅπως πληρωθῇ τῆς δόξης αὐτοῦ ὁ οὐρανὸς καὶ ἡ γῆ, καὶ ἀφαίρεσις γένηται τῶν ἀνομιῶν τοῦ κατανυγέντος ἐν τῷ ἑωρακέναι τὴν θείαν ὀπτασίαν καὶ ἄφεσις τῶν ἁμαρτημάτων τοῦ λαοῦ παντός; 5. 66 Ἐν ταῖς ἡμέραις τοῦ θανάτου Ὀζίου τοῦ βαραθρῶσαι θελήσαντος τοὺς θείους νόμους, σφετερίσασθαι θελήσαντος τὴν μὴ προσήκουσαν αὐτῷ ἱερατικὴν λειτουργίαν, ἐνεκολλήθη ἣν ἐκαινοτόμησεν διάσχισιν τῶν νόμων, πάλιν τοῦ ἱερέως ἀκωλύτως τὰ ἴδια ἐν τῷ ναῷ ἐκτελοῦντος καὶ τοῦ βασιλέως τὴν τῶν ἀρχομένων προστασίαν περιέποντος οὐκ ἐφαπτομένου τῶν ἱερατικῶν ἔτι διὰ τὸ μὴ αὐτῷ ἀνακεῖσθαι τὴν τῶν ἱερέων θεραπείαν. 5. 67 Ἢ τὸ Ἀσαὴλ ἐνταῦθα ὄνομα τόπου ἐστίν, ὁ τοὺς τόπους τῆς Ἰουδαίας περιαθρήσας ἀποφηνάσθω, τὸ δοκοῦν ἀκριβές τι κατειληφώς. 5. 68 Zach. XIV, 5– 7: Καὶ ἥξει Κύριος ὁ Θεός μου καὶ πάντες οἱ ἅγιοι μετ' αὐτοῦ. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἔσται φῶς. Καὶ ψύχη καὶ πάγος ἔσται μίαν ἡμέραν. Καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ Κυρίῳ. Καὶ οὐχ ἡμέρα καὶ οὐ νύξ, καὶ πρὸς ἑσπέραν ἔσται φῶς. 5. 69 Ἡ προκειμένη φωνὴ σημαίνειν δύναται δευτέραν καὶ ἐπίδοξον παρουσίαν τοῦ Σωτῆρος, περὶ ἧς ὁ Ἰωάννης ἐν Ἀποκαλύψει ὑψηλῶς καὶ θεοπρεπῶς εἶπεν οὕτως· «Ἰδοὺ ἔρχεται μετὰ τῶν νεφελῶν, καὶ ὄψεται αὐτὸν πᾶς ὀφθαλμὸς καὶ οἵτινες αὐτὸν ἐξεκέντησαν.» 5. 70 Ἡ νόησις αὕτη ὑποβάλλε̣ ται ἐξ οὗ εἶπεν περὶ ἑαυτοῦ ὁ Σωτήρ· «Φυλαὶ ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς.» Πῶς γὰρ οὐ μετὰ δόξης πολλῆς ἐπιλάμψει ὁ βασιλικῶς ἐλευσόμενος;῎ Ε̣ ρχεται δὲ καὶ μετὰ δυνάμεως πολλῆς, τῶν ἁγίων μετ' αὐτοῦ ἐλευσομένων, οὐκ ἀνδρῶν μόνων ἀλλὰ καὶ ἀγγέλων. Ἀκόλουθον γὰρ ὑπάρχει «τοὺς αὐτόπτας κ̣ αὶ ὑπηρέτας αὐτοῦ γεναμένους» καὶ «τὰ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποσταλέντα» ὑπ' αὐτοῦ ἐπιλάμπειν σὺν αὐτῷ, ὅπως καὶ αὐτὸς γνωσθῇ βασιλεὺς αὐτῶν καὶ αὐτοὶ δυνάμεις αὐτοῦ, τοῦτ' ἔστιν στρατιά. 5. 71 Ἐν τῇ ἡμέρᾳ ἐν ᾗ Κύριος ὁ Θεὸς ἥξει οὐκ ἔσται φῶς αἰσθητόν, τοῦ ἀληθινοῦ καὶ ἀϊδίου φωτὸς ποιοῦντος αὐτήν, κατὰ τὰ ἐν Ἠσαΐᾳ προαναφωνηθέντα περὶ τοῦ τελείου φωτισμοῦ ὧδε ἔχοντα· «Οὐκ ἔσται σοι ὁ ἥλιος εἰς φῶς τῆς ἡμέρας,
q.156
οὐδὲ ἡ ἀνατολὴ τῆς σελήνης φωτιεῖ σοι τὴν νύκτα, ἀλλ' ἔσται σοι Κύριος φῶς αἰώνιον καὶ ὁ Θεός σου δόξα σου.» 5. 72 Ῥητέον καὶ οὕτως· οἱ μὴ τυγχάνοντες φῶς χρῄζουσι τοῦ καταυγάζοντος αὐτούς, οὐ δεόμενοι τούτου ὅταν αὐτοὶ φῶς γένωνται. Ἐπεὶ τοίνυν ἐν τῷ μέλλοντι αἰῶνι, ἡμέρᾳ ἀλληγορικῶς καλουμένῳ, «οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς ἑαυτῶν», φῶς ἀναδειχθέντες ἑαυτοὺς καταλάμποντες, ἐν ἡμέρᾳ διάγουσιν οὐ τοῦ ἔξωθεν φωτὸς δεόμενοι. Καὶ ἐν τῇ ζωῇ γοῦν ταύτῃ οἱ γνώσεως φῶς φωτίσαντες ἑαυτοῖς ὡς παρὰ τοῦ Σωτῆρος ἀκοῦσαι· «Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου», ἐν λαμπρᾷ καταστάσει διάγουσιν οὐκ̣ ἄλλ̣ οθεν ἀλλ' ἐξ ἑαυτῆς φωτὸς καὶ ἡμέρας̣ οὔσης, περ̣ ὶ ἧς ὁ χορὸς τῶν ἁγίων κελαδῶν φησιν· «Ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς.» 5. 73 Πρὸς τὴν πνευματικὴν Ἰερουσαλὴμ ταύτην τὴν ἁγιότητ̣ α̣ ἔχουσαν πολλὴν ὁ προφήτης φησίν, θεολημπτούμενος καὶ Πνεῦμα ἅγιον ἔχων· «Φωτίζου, φωτίζου, Ἰερουσαλήμ, ἥκει γὰρ τὸ φῶς σου ἐπὶ σέ, καὶ ἡ δόξα τοῦ Θεοῦ σου ἐπὶ σὲ ἀνατέταλκεν. Ἰδοὺ σκότος καὶ γνόφος καλύψει γῆν ἐπ' ἔθνη· ἐπὶ δὲ σὲ φανήσεται Κύριος καὶ ἡ δόξα τοῦ Θεοῦ σου ἐπὶ σὲ ἀνατέταλκεν. Καὶ πορεύσονται βασιλεῖς τῷ φωτί σου καὶ ἔθνη τῇ λαμπρότητί σου.» 5. 74 Πῶς γὰρ οὐ λαμπρὰ καὶ πεφωτισμένη ὑπάρχει ᾗ ἀπαγγέλλεται ταῦτα ἡ φῶς ἐκ τοῦ πεφωτίσθαι γεγενημένη, ὡς καὶ λαμπρότητα θείαν ἀναδείκνυσθαι; 5. 75 Ἐπίστησον εἰ δυνατὸν καὶ οὕτως ἐπιβαλεῖν τῇ προκειμένῃ προφητικῇ φωνῇ. Ἥξαντος Κυρίου παντοκράτορος μετὰ τῶν ἁγίων αὐτοῦ, κατάστασις ἔσται τῶν κρινομένων τοιαύτη ὡς μὴ ἔχειν φῶς τῷ ἀγνοεῖν ἕκαστον τὰ καθ' ἑαυτόν, ὥστε χρῄζειν «τοῦ φωτίζοντος τὰ κρυπτὰ τοῦ σκότους καὶ φανεροῦντος τὰς βουλὰς τῶν καρδιῶν», ἵνα, «φανερωθέντες ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ», λάβωσιν ἀντάξια ὧν ἔπραξαν διὰ τοῦ σώματος, ἀγαθῶν τε καὶ κακῶν. 5. 76 Καὶ ἐπεὶ κλόνος καὶ ταραχὴ ὑπάρξεται τοῖς κρινομένοις, συγχεομένοις καὶ χειμαζομένοις, ἐν ἡμέρᾳ μιᾷ συμβήσεται ψύχη καὶ πάγος ἀποψυχόντων τω῀̣ ν ἀνθρώπων προσδοκίᾳ τῶν ἐλευσομένων σκυθρωπῶν τε καὶ ἐπιπόνων, ὡς τὸ Εὐαγγέλιον διαγορεύει. 5. 77 Ἡ τοῦ Κυρίου ἡμέρα ἀδι̣ άστατος οὖσα καὶ οὐ διακοπτομένη ὑπὸ νυκτὸς μεσολαβούσης γνωστὴ τῷ Θεῷ ἔσται, «ὄντι φωτὶ σκοτίαν οὐδεμίαν ἔχοντι», ὡς διὰ τοῦτο μήτε ἡμέραν μήτε νύκτα, ἀλλ' αἰώνιον τὴν ἡμέραν εἶναι, οὐ ποιοῦντος ἔτι τοῦ ἡλίου ἡμέραν, οὐδὲ σελήνης φωτιζούσης τὴν νύκτα, κατὰ τὸν προφήτην, ὡς ἔναγχος ἐλέχθη, ὄντος τοῦ Κυρίου φωτὸς αἰωνίου. Κἄν ποτε γοῦν δόξῃ τισὶν τέλος ἀπολαμβάνειν τὴν ἡμέραν, πρὸς τῇ ἑσπέρᾳ φῶς ἔσται, καταυγάζοντος τοῦ Θεοῦ τὰ πάντα. 5. 78 Ἡ οὕτως νοουμένη καὶ τυγχάνουσα ἡμέρα γνωστὴ τῷ Κυρίῳ ἔσται, ἀξία οὖσα τῆς αὐτοῦ γνώσεως, καθ' ὃ σημαινόμενον γέγραπται τὸ εἰρημένον· «Ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ.» Οὐκ ἀντίκειται ἡ φωνὴ αὕτη τῇ εὐαγγελικῇ οὕτως ἐχούσῃ· «Περὶ τῆς ὥρας καὶ τῆς ἡμέρας ἐκείνης οὐδεὶς οἶδεν, οὔτε οἱ ἄγγελοι οὔτε ὁ Υἱός, εἰ μὴ ὁ Πατὴρ μόνος.» Πολλὰ περὶ τοῦ εὐαγγελικοῦ ἐν τοῖς εἰς τὸν Μαθθαῖον ὑπομνήμασιν κατὰ προηγουμένην σύνταξιν τεθεώρηται, ἅπερ ἐντυχὼν ὁ φιλόκαλος εἴσεται, μόνου λεγομένου νῦν ὅτι τὸ γινώσκειν καὶ μὴ γινώσκεσθαι ἤτοι περὶ ἑτέρας καὶ ἑτέρας ἐκλαβεῖν δεῖ, ἢ τὸ γινώσκεσθαι καὶ μὴ κατ' ἄλλο καὶ ἄλλο σημαινόμενον. 5. 79 Zach. XIV, 8– 9: Καὶ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσεται ὕδωρ ζῶν ἐξ Ἰερουσαλήμ, τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην, καὶ ἐν θέρει καὶ ἐν ἔαρι ἔσται οὕτως. Κα̣ ὶ ἔσται Κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν. 5. 80 Ἐν τῇ γνωστῇ τῷ Κυρίῳ ἡμέρᾳ, ζῶν ὕδωρ ἐξελεύσεται ἐξ Ἰερουσαλήμ, «τῆς ἐπουρανίου πόλ̣ εως τοῦ ζῶντος Θεοῦ», οὗπερ τὸ ἥμισυ ἐπὶ τὴν πρώτην θάλατταν ἔσται, τοῦ λοιποῦ ἡμίσεως ἐπὶ τὴν ἐσχάτην θάλατταν φθάνοντος, τοῦ αὐτοῦ
q.157
γινομένου οὐκ ἐν μόνῳ τῷ θέρει ἀλλὰ καὶ τῷ ἔαρι, πάσης τῆς γῆς, τοῦτ' ἔστιν τῶν α᾿̣ νθρώπων, τοῦ Κυρίου βασιλεύοντος. 5. 81 Οὐδὲν αἰσθητὸν ἢ ἱστορικὸν ἐμφαινούσης τῆς προφητείας, πᾶσαν αὐτὴν κατ' ἀναγωγὴν ἐκδεκτέον. 5. 82 Ἐξερχόμενον γὰρ ὕδωρ ζῶν ἐκ τῆς νοητῆς Ἰερουσαλήμ, τῆς τὴν εἰρήνην ὁρώσης Ἐκκλησίας, ὁ πνευματικὸς νόμος ἐστίν, μᾶλλον δὲ ἡ τῶν ἐκκλησιαστικῶν φρονημάτων γνῶσις, ἥτις, εἰς τὴν θάλασσαν ἐξερχομένη, γλυκαίνει αὐτὴν καὶ γαληνείαν ποιεῖ, πάντα χειμῶνα ἐξωθουμένη καὶ ἀνατρέπουσα. 5. 83 Τοῦτό τοι τὸ θεώρημα σαφηνείας τετύχηκεν ὁπηνίκα ἐξηγούμεθα τὸ ἐν Ἠσαίᾳ οὕτως ἔχον· «Ἐνεπλήσθη ἡ σύμπασα τοῦ γνῶναι τὸν Κύριον ὡς ὕδωρ πολὺ κατακαλύψαι θάλασσαν.» Ὥσπερ γὰρ ἡ θεία ἀγάπη, ἡ ἐκ τοῦ Θεοῦ πρὸς τοὺς εὐπάσχοντας καὶ ἡ τῶν εὐεργετουμένων πρὸς τὸν μεγαλόδωρον, «πλῆθος ἁμαρτιῶν καλύπτει», ἀφανίζουσα, ἀλλ' οὐ φρουροῦσα, καὶ σκεπάζουσα τὰ χειρίστως ἐπιτελεσθέντα, οὕτως ἡ Θεοῦ γνῶσις, ζῶν ὑπάρχουσα ὕδωρ, κατακαλύπτει τὰς θαλάσσας, εἰς γλυκύτητα̣ καὶ πότιμον μεταβάλλουσα αὐτάς. 5. 84 Οὕτω τὸ ἐξερχόμενον ἐκ τῆς Ἰερουσαλὴμ ὕδωρ ζῶν εἰς τὴν πρώτην καὶ ἐσχάτην θάλατταν, π̣ ᾶσαν ζάλην καὶ τρικυμίαν, ἁλμυρίδα τε καὶ πικρότητα ἀνωθη῀̣ σαν, εὐδίαν καὶ γαλήνην καὶ τὸ πότιμον παρασκευάσει ὡς μηκέτι θαλάσσας εἶναι α̣ ι····· Ὕδωρ ζῶν μερισθὲν ἐπῆλθεν· τὸ γὰρ ἥμισυ αὐτοῦ εἰς τὴν πρώτην, τὸ δ' ἕτερον ἥμισυ εἰς τὴν ἐσχάτην θάλατταν δέδεκται, οὐκ̣ ἐν τῷ θερινῷ μόνῳ ἀλλὰ καὶ ἐν τῷ ἐαρινῷ καιρῷ. 5. 85 Τ̣ ῆς δὲ τοσαύτης ὠφελείας ὑπαρξάσης, ὁ Κύριος πάσης τῆς γῆς βασιλεύσει, κατὰ τὰ ἐν Ψαλμοῖς εἰρημένα, ὅπου μέν· «Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ», ὅπου δέ· «Εἴπατε ἐν τοῖς ἔθνεσιν· ὁ Κύριος ἐβασίλευσεν, καὶ γὰρ κατώρθωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.» Τότε δὲ κατώρθωται ἡ οἰκουμένη ὥστ' ἀκλόνητον μένειν, ὅτε ἐγλυκάνθη ἡ πρώτη θάλασσα, ἡ τῶν Ἰουδαι´̣ ων οὖσα συναγωγή, καὶ ἡ ἐσχάτη, τυγχάνουσα ἡ τῶν ἐθνῶν κλῆσις. Ἀμφότεραι αὗται αἱ θάλασσαι ταραχῆς καὶ ζάλης ἐπεπλήρωντο πρὸ τοῦ καταδέξασθαι τὸ εὐαγγέλιον καὶ τὴν εἰς τὸν Σωτῆρα, μᾶλλον δὲ εἰς τὴν ἁγίαν Τριάδα, πίστιν. 5. 86 Ἐπίστησον εἰ δυνατὸν μεμερίσθαι τὸ ζῶν ὕδωρ εἰς τὰς δύο διαθήκας, τὴν καινὴν καὶ παλαιάν, τούτου γεναμένου ὅτε ἔξω τῆς Ἰερουσαλὴμ τὸ ὕδωρ γέγονεν. Ἐξῆλθεν δὲ ἀπ' αὐτῆς τότε ὁπηνίκα «εἰς π̣ α῀̣ σαν τὴν γῆν» ἔφθασεν «ὁ φθόγγος» τῶν Θεοῦ λόγων καὶ «τὰ ῥήματα αὐτοῦ εἰς τὰ πέρατα τῆς οἰκουμένης», ὡς ἁπανταχοῦ «θυμίαμα» τῷ Θεῷ πνευματικῶς «προσάγεσθαι καὶ θυσίαν καθαράν», ἐπείπερ μέγας βασιλεὺς ἐν πᾶσιν τοῖς ἔθνεσιν α᾿̣ ναδ̣ έδεικται̣ ὁ Κύριος. 5. 87 Μερισθέντος τοῦ ζῶντος ὕδατος εἰς ἡ´̣ μισυ καὶ ἥμισυ εἰς τὰς δύο διαθήκας, ε̣··· ἔνδον ἦν ἐν τῇ Ἰερουσαλὴμ ὑπ̣ ὸ τῆς σκιᾶς τοῦ νόμου καὶ τῆς τοῦ γράμματος παλαιότητ̣ ος φρουρούμενον, μᾶλλον δὲ σκεπαζόμενον, ἀκμὴν τοῦ χειμῶν̣ ος κρατοῦντος, ὅτε δὲ τὸ ἔαρ διεδέξατο τεθηλότων τῶν ἐπὶ γῆς καὶ τοῦ τρυγόνος φωνοῦντος ἐν τῇ γῇ, κατὰ τὸ λεχθὲν ἐν τῷ Ἄισματι τῶν Ἀισμάτων, «ἡ συκῆ ἐξήνεγκεν ὀλύνθους αὐτῆς, αἱ ἄμπελοι κυπρίζουσιν, ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς παρῆλθεν, ἐπορεύθη ἑαυτῷ, τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ ἡμῶν». 5. 88 Διὸ ἔαρος πνευματικοῦ γεγενημένου, ἐνεστηκότος λοιπὸν τοῦ μηνὸς τῶν νέων, τὴν διαβατηρίων ἑορτὴν ἄγομεν, πάσχα καλουμένην Ἑβραίων φωνῇ, ἐν ᾗ Χριστὸς τέθυται, ἵνα, τῶν πνευματικῶν σαρκῶν αὐτοῦ καὶ ἱεροῦ αἵματος αὐτοῦ ἐμφορούμενοι, «ἑορτάσωμεν ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας», μεθ' ἣν πανήγυριν καὶ τὴν τῶν ἑβδομάδων ἑορτὴν ἐπιτελέσομεν, πεντηκοστὴν καλουμένην, ἐν ᾗ θερίσομεν τέλεια δράγματα καὶ πληρε̣ στάτους στάχυς γεγενημένα τὰ ἀνθήσαντα ἐν τῷ ἔαρι. 5. 89 Πε̣ ρὶ ἀμφοτέρων τῶν καιρῶν ὑμνῶν τὸν Θεὸν ὁ ἅγιος εἶπεν· «Σὺ κατηρτίσω ἥλιον καὶ σελήνην, θέρος καὶ ἔαρ, σὺ ἐποίησας αὐτά, μνήσθητι
q.158
τῆς κτίσεώς σου», ταύτης πάσης τῆς γῆς, λέγω δὴ τῆς ἀνθρωπότητος, μόνος βασιλεύων καταλυθέντ̣ ος τοῦ θανάτου τοῦ ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως βασιλεύσαντος καὶ τοῦ τὸ κράτος αὐτοῦ ἔχοντος διαβόλου. 5. 90 Μαρτύριον τοῦ ὕδωρ ζῶν γενέσθαι τὸν πότιμον θεῖον λόγον παραλημπτέον ἐκ τοῦ Εὐα̣ γγελίου, τοῦ Σωτῆρος εἰρηκότος· «Ὃς δὲ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ζῶντος ἁλλομένου εἰς ζωὴν αἰώνιον», καὶ πάλιν· «Ὁ π̣ ιστεύων εἰς ἐμέ, καθω`̣ ς̣ εἶπεν ἡ γραφή, ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ποταμοὶ ὕδατος ζῶντος.» Ὡς γὰρ πηγὴν ἐν αὐτῷ ὕδατος ζῶντος ἕξει ὁ πίνων ἐκ τοῦ ὕδατος ὃ δίδ̣ ωσιν Ἰησοῦς, οὕτω ποταμοὶ ὕδατος ζῶντος ῥεύσουσιν ἐκ τῆς κοιλίας τοῦ πιόντος. 5. 91 Zach. XIV, 9– 11: Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Κύριος εἷς, καὶ τὸ ὄνομα αὐτοῦ ἕν. Κυκλῶν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον ἀπὸ Γάβελ ἕως Ῥεμμὼν κατὰ νότον Ἰερουσαλήμ· Ῥαμὰ δὲ ἐπὶ τόπου μενεῖ· ἀπὸ τῆς πύλης Βενιαμὶν ἕως τῆς πύλης τῆς πρώτης, ἕως τῆς πύλης τῶν γωνιῶν καὶ ἕως τοῦ πύργου Ἁναμεήλ, ἕως τῶν ὑποληνίων τοῦ βασιλέως κατοικήσουσιν ἐν αὐτῇ, καὶ οὐκ ἔσται ἀνάθεμα ἔτι, καὶ κατοικήσει Ἰερουσαλὴμ πεποιθότως. 5. 92 Ὅταν τὰ προειρημένα ὑπαρχθῇ δωρεᾷ Θεοῦ, τὸ τηνικάδε ἡ πολυθεότης οἰχήσεται, μόνου τοῦ τὰ πάντα συστησαμένου γι̣ νωσκομένου καὶ ὁμολογουμένου. Πάλαι μὲν γὰρ διαφορᾶς οὔσης ἐσχάτης καὶ πρώτης θαλάττης, τῆς τῶν Ἰουδαίων κλήσεως καὶ τῶν Ἑλλήνων,– αὗται γὰρ ἀπεδόθησαν α̣ ἱ θάλασσαι,– οὐχ ὡμολογεῖτο ὑπὸ πάντων εἷς εἶναι Θεός. Οἱ μὲν εἰδωλολάτραι πολλοὺς ᾤοντο θεοὺς εἶναι, ἕνα δὲ οἱ Ἰουδαῖοι. Ἐλθόντος δὲ τοῦ εὐαγγελίου, τοῦ ἑνὸς καὶ μόνου γενεσιάρχου γνῶσις τοῖς ἀνθρώποις ὑπῆρκται, ὡς τὸν ἐν Χριστῷ λαλοῦντα Παῦλ̣ ον γράφειν· «Μὴ Ἰουδαίων μόνον ὁ Θεός, οὐχὶ καὶ ἐθνῶν; Ναὶ καὶ ἐθνῶν, ἐπείπερ εἷς ὁ Θεός.» Του῀̣ το γὰρ ἀποσημαίνει τὸ εἶναι εἷς ὁ Θεός. 5. 93 Ἐν τῇ ἡμέρᾳ τοίνυν̣ ἐν ᾗ ἐλεύσεται ὁ προσδοκώμενος ἥκειν ὁ Μονογενὴς Υἱὸς τοῦ Θεοῦ, πάσης πλανήσεως καὶ ψευδοδοξίας καταλυθείσης, ὁ εἷς καὶ μόνος ἀληθινὸς Θεὸς̣ ὁμολογηθήσεται, ὡς αὐτῷ μόνῳ προσκυνεῖν καὶ λατρεύειν τοὺς γνῶσιν τῆς ἀληθείας ἐσχηκότας, οὐκέτ' ὄντων τῶν χειροποιήτων θεῶν, τοῦ θείου λόγου φάσκοντος· «Θεοὶ οἳ οὐκ ἐποίησαν τὸν οὐρανὸν καὶ τὴν γῆν ἀπολέσθωσαν ἀπὸ τῆς γῆς καὶ ὑποκάτωθεν τοῦ οὐρανοῦ.» 5. 94 Εἴρηται ἐν τοῖς πρότερον προκειμένοις ὡς ὀλοθρεύσει Κύριος ἀπὸ τῆς γῆς πάντα τὰ ξύλα, ἐξαιρῶν ἀπ' αὐτῆς τὸ πνεῦμα τὸ ἀκάθαρτον, ὡς μηδὲ τοὺς δαίμονας ἔτι νομίζεσθαι θεούς, περὶ ὧν ὁ θεολόγος φησὶν ᾧ «τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας» πεφανέρωται ὑπὸ τοῦ δεσπότου τῶν ὅλων· «Πάντες οἱ θεοὶ τῶν ἐθνῶν δ̣ αιμόνια.» 5. 95 Οὐ μόνον δέ, τούτων τῶν ψευδωνύμων θεῶν ἀναιρεθέντων τῷ μηκέτι ὑπολαμβάνεσθαι θεοὶ εἶναι ὁ μόνος Θεὸς γνωσθήσεται, «ἐπιστρεψάντων» τῶν ἀπ̣ η̣ ρτημένων «ἀπὸ τῶν εἰδώλων εἰς τὸ δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ», ἀλλὰ καὶ τῷ εὐσεβῶς τεθεωρῆσθαι ὅτι οὐδὲ ὁ κόσμος Θεός ἐστιν, οὐδέ τι μέρος αὐτοῦ, οὐ λατρευόντων ἔτι ἢ σεβομένων τῶν ἀνθρώπων τῇ κτίσει παρὰ τὸν κτίσαντα, ὥστε μηκέτι προσκυνεῖν τῷ ἡλίῳ καὶ τῇ σελήνῃ ἢ λατρεύειν αὐτοῖς. 5. 96 Τούτῳ τῷ τρόπῳ Θεοῦ ἑνὸς ἐσομένου, ἐν τῇ ἡμέρᾳ ᾗ ποιεῖ καὶ δείκνυσιν ὁ τῆς δικαιοσύνης ἥλιο̣ ς, καὶ τὸ ὄνομα αὐτοῦ ἓν ἔσται. Πάντων γὰρ σύμφωνον καὶ ἠκριβ̣ ωμένην νόησιν καὶ εὐσεβῆ ἐχόντων, ἑνὶ ὀνόματι σημαίνεται, πληρουμένου τοῦ λεχθέντος ἐν ὕμνοις· «Θαυμ̣ αστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ», καὶ ἔτι· «Ἐμεγάλυνας ἐπὶ πάντας τὸ ὄνομα τὸ ἅγιόν σου», καὶ πάλιν· «Καθὼς τὸ ὄνομά σου, ὁ Θεός, οὕτω καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς.» Συμφώνως τῷ ὑμνῳδῷ καὶ ὁ προφήτης Ἁμβακοὺμ περὶ τοῦ ἀλ̣ ηθινοῦ Θεοῦ τάδε φησίν· «Αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ.» 5. 97 Ἐπειδὴ ἁπανταχοῦ γῆς βεβόηται καὶ δοξάζεται ἡ τοῦ ἑνὸς Θεοῦ προσηγορία, ἄλλο ὄνομα
q.159
οὐκ ἔστιν σημαῖνον Θεόν. Τότε δὲ μάλιστα τοῦτ' ἔσται πλη̣ ρουμένης τῆς εὐχῆς τῆς πρὸς ἑτέροις λεγούσης πρὸς τὸν Θεόν· «Ἁγιασθήτω τὸ ὄνομά σου.» Κατὰ τρόπον γάρ τινα χραίνεται τὸ ὄνομα τοῦ Θεοῦ βλασφημούμενον καὶ βεβηλούμενον ἐν τοῖς ἔθνεσιν διὰ τοὺς μὴ καταλλήλως αὐτῷ φρονοῦντας καὶ πράττοντας, το´̣ τε δὲ ἁγιαζόμενον ὅταν ἐπὶ πάντας καλοὺς καὶ ἀγαθοὺς ἀποδειχθέντας ἀμολύντως ἡ Θεοῦ προσηγορία ἀναδεικνυ´̣ ηται, τοῦ Θεοῦ πάντα ἐν πᾶσιν γινομένου ἐπὶ τῷ τέλει τῶν πραγμάτων. 5. 98 Ἁγιάζεται τὸ τοῦ Θεοῦ ὄνομα καὶ τότε ὅτε οὐκ ἐπικείμενον ἦν ἔτι ξοάνοις καὶ δαίμοσιν καὶ τῇ κτίσει ὡς ἓν εἶναι παρὰ πᾶσιν τὸ ὄνομα τοῦ Θεοῦ. 5. 99 Τοῦ Θεοῦ ἑνὸς καὶ τοῦ ὀνόματος αὐτοῦ ἑνὸς ἀποδειχθέντος, τί διαδέχεται ἐπιστατέον. Ἐπὶ πᾶσαν τὴν γῆν κυκλόθεν καὶ τὴν ἔρημον ο῾̣ Κ̣ υ´̣ ρ̣ ι̣ ο̣ ς̣ καὶ σ̣·· εἷς̣ ὁμολογηθήσεται καὶ το`̣ ὄνομα αὐτοῦ. Ἔρημον ἐνθάδε τὴν ἀπὸ ἐθνῶν Ἐκκλησίαν ἐκδεκτέον, γῆν τὸν λαὸν ἐκ περιτομῆς. Ἀμφότεροι γὰρ οἱ λαοὶ ἑνὶ Κυρίῳ δουλεύσουσιν, ἄλλον οὐκ ἐπιστάμενοι ἢ τὸν εἰρηκότα Θεόν· «Πλὴν ἐμοῦ οὐ γνώσει Θεὸν» καὶ πλὴν τοῦ ὀνόματός μου τοῦ μεγαλυνθέντος ἐπὶ πάντας. Ἕνα δὲ Θεὸν ἀκούοντες,····· οῦμεν τὴν Τριάδα, ὡς περὶ Πατρὸς νομίζειν εἶναι τὴν σημασίαν, οὐ μη`̣ ν τοῦ Υἱοῦ καὶ ἁγίου Πνεύματος. Μία γὰρ θεότης Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, ὡς α᾿̣ ποδέδεικται διὰ πλειόνων ἐν τῷ περὶ Υἱοῦ λόγῳ. Ἑνὸς Κυρίου ἀποδειχθέντος καὶ τοῦ ὀνόματος αὐτοῦ ἑνὸς κύκλῳ πάσης τῆς γῆς καὶ ἕως τῆς ἐρήμου, ἀρχὴν ἔσχεν ἡ νόησις «ἀπὸ Γάβελ», ἥτις μεταλαμβάνεται εἰς μαρτυρίαν, ἐκείνην περὶ ἧς ὁ Σωτὴρ ἐδίδαξεν ἐν Εὐαγγελίῳ, εἰπών· «Ἐραυνᾶτε τὰς γραφάς, ὅτι αὗταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ.» Συμφώνως καὶ ὁ ἀπόστολος Παῦλος γράφει «μαρτυρουμένην εἶναι τὴν διὰ πίστεως Ἰησοῦ Χριστοῦ δικαιοσύνην ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν», ἀπὸ τῆς θείας μαρτυρίας γνωσθέντος ὅτι εἷς ὁ Θεὸς καὶ ἓν τὸ ὄνομα αὐτοῦ «ἕως Ῥεμμών», ἑρμηνευόμενον ὑψωμένον ἢ μεμετεωρισμένον. Ποῦ γὰρ ἔδει φθάνειν τὴν θείαν μαρτυρίαν ἢ εἰς τὸν ὑψηλὸν καὶ μετέωρον νοῦν, τῆς μαρτυρίας οὔσης δείξεως αὐτῆς; Λέγει δέ που· Ἡ μαρτυρία καὶ τὸ ὕψος ὑπάρχει καὶ ε̣ υ῾̣ ρ̣ ίσκεται κατὰ νότον τῆς πνευματικ̣ ῆς Ἰερουσαλήμ̣. Εἴρηται περὶ νότου ἐν τοῖς ὀλίγῳ πρότερον εἰς τὸ παραλημφθὲν ἀπὸ τοῦ Ἄισματος τῶν Ἀισμάτων· «Ἐξεγείρου, βορρᾶ, και`̣ ἔρχου, νότε.» Διό, ἵνα μὴ πολλάκις τὰ αὐτὰ λέγωμεν, α᾿̣ ρκούμενοι τοῖς τότε ῥηθεῖσιν, χωρ̣ ητέον ἐπὶ τὰ ἑξῆς. «Ῥαμά, φησίν, ἐπὶ τόπου μενεῖ», οὐ μετακινουμένη ἐξ ἑτέρου εἰς ἕτερον τόπον, ἀλλ' ἑρμηνευομένη μετεωρισμὸς ἢ μεμετεωρισμένη. Ποῦ δὲ δεῖ μένειν τὴν διὰ ὕψος ὑπερβάλλον τυγχάνουσαν μεμετεωρισμένην ἢ ἐν τῷ ὑψηλῷ τόπῳ, οὐχ ὑποβαίνουσαν οὐδὲ κινουμένην· κατάλληλον γὰρ καὶ ἐπωφελὲς μένειν ἐν τῇ ἁγιότητι τοὺς φθάσαντας μετὰ πολλὴν προκοπὴν εἰς τὸ τέλος καὶ τὴν κατ' αὐτὴν τελειότητα. Πύλη τοῦ Βε̣ νιαμὶν μεταλαμβανομένου εἰς τὸ δεξιᾶς ἢ ἡμερῶν υἱός, ἡ εἰσαγωγὴ τῶν θείων μυστηρίων ἐστὶν καὶ δογμάτων τῆς εὐθείας, δι' ἧς εἰσέρχεται ὁ πάντα πεφωτισμένως καὶ δεξιῶς πράττων καὶ διανοούμενος, υἱὸς δεξιᾶς καὶ ἡμερῶν προσαγορευόμενος. Ἐπίστησον εἰ υἱὸς ἡμερῶν ὑπάρχει ὁ τοῦ φωτὸς υἱὸς περὶ οὗ καὶ τῶν παραπλησίων αὐτῷ ὁ Σωτὴρ εἶπεν «φρονιμω̣ τέρους τοὺς υἱοὺς τοῦ αἰῶνος τούτου ἐν τῇ γενεᾷ αὐτῶν ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτός», οἷς γράφεται· «Ὡς τέκνα φωτὸς οὕτω περιπατεῖτε.» «Ἀπὸ τῆς πύλης» τῶν πεφωτισμένων καὶ τῶν δεξιῶν, ἥτις ἐστὶν «πρώτη» διὰ τὸ τυγχάνειν εἰσαγωγή, «ἕως τῶν πυλῶν τῶν γωνιῶν». Αἱ πύλαι καὶ γ̣ ωνίαι διχῶς νοοῦνται· ἅπαξ μὲν ὡς οὖσαι ἐπαινεταί·· τ̣ αι, διὰ τὸ ἕνωσιν ποιεῖν τοίχων, ὧν κεφαλὴ ὁ ἀκ̣ ρογωνιαῖος λίθος Χριστὸς θεμέλιος καὶ τέλος ἀποδέδεικται· «Λι´̣ θος ὃν ἀπ̣ εδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας», ὢν καὶ θεμέλιος τῶν ἐπ' αὐτῷ οἰκοδομουμένων, οἷς προσφωνῶν ὁ σοφὸς ἀρχιτέκτων ὁ
q.160
θεὶς τὴν κ̣ εφαλὴν τῆς Ἐκκλησίας ὧδε χαράττει· «Ἐποικοδομηθέντε̣ ς ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος αὐτοῦ ἀκρογωνιαίου Χριστοῦ Ἰησοῦ.» Ἔσχεν δὲ Παῦλος εἰπεῖν ἀκρογωνιαῖον λίθον τὸν Σωτῆρα, ἄνωθεν ἐκ τῆς Ἠσαΐου προφητείας λαβὼν ἐφ' ἑαυτῷ τὸ προφητικὸν ἐκ προσώπου τοῦ Θεοῦ· «Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον ἐκλεκτ̣ ὸν ἔντιμον εἰς τὰ θεμέλια αὐτῆς, καὶ ὁ πιστεύων ἐπ' αὐτῷ οὐ μὴ καταισχυνθῇ.» Καὶ Πέτρος δὲ ὁ Χριστοῦ μαθητὴς ἐν τῇ κατ' αὐτὸν ἐπιστολῇ ἔθηκεν ὡς λίθος ζῶν τυγχάνων ὁ Κύριος θεμέλιος καὶ κεφαλὴ ὑπάρχει τῆς ἱερᾶς οἰκοδομῆς τῆς Ἐκκλησίας. Ἄλλως δὲ περὶ τῶν γωνιῶν ἔστι φάναι ὡς ἐψευσμένων, ἐν αἷς οἱ ὑποκριταὶ ε῾̣ στηκότες προσεύχονται, ἐναβρύνονται φιλοδοξίᾳ····· κω̣ ς̣ δόξωσιν θεοσεβεῖς εἶναι. Καὶ γὰρ αὗται αἱ γωνίαι αἳ ἀπὸ τῆς πρώτης ἄρχονται πύλης οὐκέτι σῴζουσαί εἰσιν. Οὐδὲν γὰρ ἕτερόν ἐστιν γωνία ἢ κλάσις τῆς εὐθείας, ἐπ̣ ει̣··· οι̣······ εἰσαχθῆναι εἰς ἐπιστήμην ἢ ἀρετὴν μὴ οδ̣····· π······ τες ἔξω γίνονται τῆς̣ εὐθείας, ἐν γωνίαις···· στ̣···· ιν καὶ διατριβὴν ἔχουσιν. Ἐν ταύταις ταῖς γων̣ ίαις κα̣ ὶ χείροσιν αὐτῶν ἐνεδρεύει ἡ προσωποποι̣ ο̣ υμένη π̣ όρνη ἐν ταῖς πλατείαις ἤτοι ψευδοδοξ····· αν̣··· ουσα αἰσχρά. «Ἐν οἴκῳ γάρ, φησίν, οὐχ ἡσυχάζουσιν οἱ πόδες αὐτῆς· χρόνον γα´̣ ρ τινα ἔξω ῥέμβεται, χρόνον δ' ἄλλον παρὰ πᾶσαν γωνία̣ ν πλατείας ἐνεδρεύει» ε·· ρ··· α᾿̣ πάτη τοῦ ἀφραίνοντος νεανίου. Οὐ γὰρ ἄλλον τ̣ ινὰ θηρα῀̣ σαι δύναται στωμυλευομένη ἢ τὸν νεαρὸν το̣ ῦτον ἐνδεῆ φρενῶν ὄντα, οὐδ' ὅλως προσερχομένη τῷ κατὰ φρόνησιν πεπολιωμένῳ καὶ ἔχοντι τίμιον γῆρας τὸν ἀκηλίδωτον βίον. Ἐπειδὴ δὲ καὶ ψεκταὶ καὶ ἐπαινο̣ ύμεναι γωνίαι ηὑρέθησαν ἐν τῇ γραφῇ, ἐπιστήσωμεν τῇ διαφορᾷ αὐτῶν, ἵνα ἰδῶμεν ποίας φεύγειν καὶ ποίας οὐ προσήκει. Αἱ μετὰ τὴν πύλην Βενιαμὶν καὶ κατὰ τιμὴν πρώτην εἰσὶ γωνιῶν πύλαι τῶν ἡνωμένων καὶ συμφωνούντων εἴσοδοι ἃς καλὸν εἰσιέναι– δικαιοσύνης γάρ εἰσιν– περὶ ὧν πρόσταξις δίδοται· «Ἀνοίξατε πύλας, εἰσελθάτω λαὸς φυλάσσων ἀλήθειαν», καὶ τὰ ἑξῆς· περὶ τούτων ὁ ὑμνῳδὸς κέκραγεν· «Ἀνοίξατέ μοι πύλας δικαιοσύνης· εἰσελθὼν ἐν αὐταῖς, ἐξομολογήσομαι τῷ Κυρίῳ», τῶν μὴ ἀγαθῶν γωνιῶν οὐ καθάπαξ λεγομένων γωνιῶν, ἀλλ' αὐτὸ τοῦτο τῶν πλατειῶν γωνιῶν, πλατειῶν δὲ οὐ τῶν ἐν αἷς ἡ σοφία παρρησίαν ἄγει, ἀλλὰ τω῀̣ ν· υ̣· φ̣· ε̣ ω̣ ν τῆς πλατείας καὶ εὐρυχώρου ἀπαγούσης εἰς τ̣ ὴν ἀπώλειαν. Φθάνουσαι δὲ αἱ ἐπαινούμεναι εἴσοδοι ἕως τοῦ πύργου Ἁναμεήλ, ἑρμηνευομέν· υ̣ χάρ̣ ι̣ τι π̣ εριτομή. Χάρις δὲ περιτομῆς ὑπάρχει οὐχ ἡ τῆς σαρκὸς κατὰ γράμμα τελουμένη, ἀλλ' ἡ τῆς καρδίας κατὰ πνεῦμα ζωοποιοῦν γινομένη. Πύργος δὲ Ἁναμεὴλ εἶναι δύναται ἡ κατὰ τὸ εὐαγγελίον καὶ τὸν ἐν κρυπτῷ ἰουδαϊσμὸν πολιτεία. Ἐξ οὗ γὰρ ὁ Σωτὴρ ἐδίδαξεν φήσας τοῖς μαθηταῖς· «Τίς ἐξ ὑμῶν ὃς θέλει πύργον οἰκοδομῆσαι οὐ καθίσας πρῶτον ψηφίσει εἰ ἔχει τὰ πρὸς ἀπαρτισμόν; μή ποτε θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύσαντος ἐκτελέσαι, ἄρξωνται οἱ θεωροῦντες ἐμπαίζειν αὐτῷ, λέγοντες· οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι»· περὶ βίου πρα̣ κτικοῦ καὶ θεωρητικοῦ παραβολῆς τρόπῳ εἴρηται. Ἀλλ̣' οὐ τοιοῦτοι οἱ τὴν χάριν περιτομὴν ἔχοντες· θέντες γὰρ θεμέλιον ἐπλήρωσαν τὴν οἰκοδομήν, ὡς καὶ δῶμα καὶ στεφάνην ἐπιθεῖναι. Προτεθειμένοι γὰρ πύργον οἰκοδομῆσαι τὸν ἑαυτῶν βίον, ἐξετέλεσαν αὐτόν, ὡς ἐν αὐτῷ τὴν καταφυγὴν καὶ τὴν ἀσφαλ̣ η῀̣ διατριβὴν ἔχειν, διὰ τὸ σκοπεύειν τοὺς πόρρωθεν ἐπειγομένους πολεμίους. Τοῦτο πληρώσας τὸ οἰκοδόμημα ὁ ὑμνῳδὸς χαριστηρίως τῷ συνεργήσαντί φησιν· «Ὡδήγησάς με, ὅτι ἐγενήθης ἐλπίς μου, πύργος ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ.» Ὁ φθάσας μέχρι τοῦ πύργου τοῦ τῆς περιτομῆς ὑπ̣ αρχούσης χάριτος καὶ μέχρι τῶν ὑποληνι´̣ ων τοῦ μεγάλου βασιλέως Χριστοῦ φθάσας, κατοικεῖ ἐπὶ κλίτει ὡς λαβεῖν τὴν σταφυλὴν τὴν τρυγωμένην ἀπὸ τῆς ἀμπέλου τῆς ἀληθινῆς καὶ τ̣ ῶν καρποφορούντων̣ κλημάτων
q.161
αὐτῆς, ἵνα ὁ εὐφραίνω̣ ν καρδ̣ ίαν ἀνθρώπου οἶνος ποιῆται. Περ̣ ι`̣ τοιούτων θεωρημα´̣ των καὶ ὑπὲρ τῶν λη̣ νῶν ᾠδαὶ καὶ ψαλμοὶ ἀνεγράφησαν. Μὴ γὰρ πτωχεύσῃ ἡμῖν ὁ νοῦς ἐπὶ τοσοῦτον ὡς ὑπολαβεῖν περὶ αἰσθη̣ τ̣ ῶν ληνῶν καὶ ὑποληνίων τοὺς πνευματοφόρους ἄνδρας δι' ἐπιχορηγίας τοῦ ἁγίου Πνεύματος εἰρηκέναι, ἀλλὰ περὶ νοημάτων ὑψηλῶς ἀνηγμένων. Συνᾴδει τῷ κατοικεῖν τοιαῦτα ὑπολήνια τὸ ἐν τῷ Ἄισματι τῶν Ἀισμάτων λεγόμενον ὑπὸ τῆς νύμφης πρὸς ἑταίρους τοῦ νυμφίου· «Εἰσαγάγετέ με εἰς οἶκον τοῦ οἴνου, τάξατε ἐπ' ἐμὲ ἀγάπην.» Τῶν ὑποβαλλομένων ὑπὸ τῆς προκειμένης προφητείας πληρωθέντων, οὐκέτι ἔσται ἀνάθεμα, κατοικ̣ ούσης λοιπὸν τῆς Ἰερουσαλὴμ μετὰ τῆς πεποιθήσεως τῆς ἐπὶ βασιλέα, μαθούσης ὅτι «ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον ἢ πεποιθέναι ἐπ' ἄνθρωπον», καὶ τὸ παροιμιῶδες φε´̣ ρον· «Πεποιθὼς δὲ ἐπὶ Κύριον μακαριστός.» Πῶς δὲ τούτων ὑπαρξάντων οὐκ ἔστιν ἔτι ἀνάθεμα θεωρητέον. Διχῶς γὰρ λέγεται τοῦτο, ὁτὲ μὲν δηλουμένου ἐκ τῆς λέξεω̣ ς τοῦ ἀπηγορευμένου διὰ προσοῦσαν μιαρότητα, ὁτὲ δὲ τ̣ οῦ ἀφιερουμένου καὶ ὁμολογουμένου Θεῷ. Καὶ περὶ μὲν τ̣ οῦ προτέρου ἐκληπτέον τὸ γραφὲν οὕτως· «Εἴ τις οὐ φιλεῖ Κύριον, ἤτω ἀνάθεμα», καὶ τὸ οὕτως ἔχον· «Οὐδεὶς ἐν πνεύματι Θ̣ εοῦ λαλῶν λέγει· ἀνάθεμα Ἰησοῦς.» Κατὰ τοῦτο τὸ σημαινόμενον, ἤθελεν ὁ Παῦλος «εἶναι ἀνάθεμα ὑπὲρ τῶν ἀδελφῶν καὶ συγγενῶν κατὰ σάρκα». Περὶ δὲ τοῦ ὑστέρου σημαινομένου·· τῆς ἀνάθεμα λέξεως, πολλὰ ἔστι συναγαγεῖν ῥητὰ ἐκ τῆς τῶν γραφῶν ἱστορίας, ἅπερ ἑαυτῷ ὁ φιλόλογος εὑρήσει. Ὅταν τοιγαροῦν μετὰ πεποιθήσεως κατοικήσῃ Ἰερουσαλήμ, οὐδεὶς ἔτι ἐν αὐτῇ ἀναθεματιστέος ἔσται οὐδὲ ἀφίδρυμα, ἐξολοθρευθέντων ἀπ' αὐτῆς τῶν γλ̣ υπτῶν καὶ τῶν χωνευτῶν. Τούτων γὰρ ἐκτὸς γεγενημένων, πεποιθότως κατοικήσει ἔχουσα τὴν πνευματικὴν ἀσφάλειαν, περὶ ἧς Ἰερεμίας ὁ προφήτης ἔφρασεν εἰπών· «Καὶ εὐλογημένος ἔσται ὁ ἄνθρωπος ὃς πέποιθεν ἐπὶ τῷ Κυρίῳ.» Zach. XIV, 12: Καὶ αὕτη ἔσται ἡ πτῶσις, ἣν κόψει Κύριος πάντας τοὺς λαούς, ὅσοι ἐπεστράτευσαν ἐπὶ Ἰερουσαλήμ· τακήσονται αἱ σάρκες αὐτῶν ἑστηκότων αὐτῶν ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ οἱ ὀφθαλμοὶ αὐτῶν ῥυήσονται ἐκ τῶν ὀπῶν αὐτῶν, καὶ ἡ γλῶσσα αὐτῶν τακήσεται ἐν τῷ στόματι αὐτῶν. Αὕτη ἡ πτῶσις τοῖς στρατοπεδεύσασιν ἐπ' αὐτὴν καὶ χάρακας αὐτῇ περιβαλοῦσιν. Τίνα δ' ἐστὶν ἃ προαναφωνεῖ τοῖς κυκλ̣ οῦσιν τὴν καλλίπολιν Ἰερουσαλήμ; Τακήσονται, φησίν, αἱ σάρκες αὐτῶν τῶν ἑστηκότων ἐπὶ τοὺς πόδας αὐτῶν, ἤτοι ἀπὸ πολλῆς ἀσιτίας ἢ δέους τῶν προσδοκουμένων κακωτικῶν τε καὶ ἐπιπόνων. Εἰς τοσοῦτον δὲ τῆξις τῶν σαρκῶν αὐτῶν γενήσεται, ὡς τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκρυῆναι καὶ τῶν ὀπῶν ἔξω γενέσθαι καὶ τακῆναι ἐν τῷ στόματι τὴν γλῶσσαν αὐτῶν. Ὑπῆρκται δὲ ἡ κακοπραγία αὕτη οὐ τοσοῦτον τοῖς κυκλώσασιν καὶ πορθήσασιν τὴν αἰσθητὴν Ἰερουσαλήμ, ὡς τοῖς διώξασιν τὸν χριστιανισμὸν καὶ τὴν Χριστοῦ Ἐκκλησίαν, κατ' ἀναγωγὴν οὖσαν Ἰερουσαλήμ. Περιέχει ἡ τῶν χριστιανῶν ἱστορία ὅσα καὶ οἷα δεινὰ καὶ ἀληθῶς······· χ̣ θη θείᾳ κρίσει κατὰ τῶν πορθησάντων τοὺς······ σου δούλους καὶ τοὺς συνακτηρίους τόπους ὡς εἰς ἐ´̣ δαφος αὐτοὺς κατασπάσαι καὶ τὰς θείας βίβλους πυρὶ παραδοῦναι. Ἐντελέστερον καὶ διὰ πλειόν̣ ων περὶ τῶν τοιούτων πεπραγμάτευται ἡμῖν ἐν τοῖς εἰς τὸν Ἠσαΐαν ὑπομνήμασιν, ὧν εἰς τὴν ἀνάγνωσιν παραπέμπομεν διὰ προτροπῆς τοὺς φιλοκάλους. Πλήττει Θεὸς τοὺς κυκλώσαντας Ἰερουσαλὴμ πολεμίων τρόπῳ, ἵνα πέσωσιν ἀπὸ χειρίστης στάσεως ἧς ἐφύλαττον ἐμμένοντες τῇ δεισιδαίμονι λατρείᾳ. Ἐπωφελῶς τῆς πτώσεως ταύτης γινομένης, ἔγερσις καὶ στάσις διαδέξεται ὑπερβάλλοντας ἐπαίνους ἔχουσα. Περὶ τῆς θεωρίας ταύτης, πληρωθεὶς ἁγίου Πνεύματος, ὁ δικαιωθεὶς Συμεὼν εἰς τὰς ἀγκάλας ἑαυτοῦ δεξάμενος τὸ ἐκ τῆς ἀπειρογάμου Μαρίας τεχθὲν βρέφος, δεικνὺς αὐτό φησιν· «Ἰδοὺ οὗτος κεῖται εἰς
q.162
πτῶσιν καὶ ἀνάστασιν πολλῶν.» Αὐτοῦ γὰρ χάριν πίπτουσιν οἱ···· καὶ σαρκικ̣ οί, ἵνα ἀναστάντες κατὰ ἁγιότητα τ̣ οῦ Θεοῦ ἀσφαλεῖς ἀποδειχθῶσιν, ἐν τῇ πίστει καὶ λοιπῇ ἀρετῇ β̣ εβαίω̣ ς ἑδρασθέντες, κατὰ τὸ γεγραμμένον ὑπὸ τοῦ Ἀποστόλου τοῖς ἐκκλησιαστικοῖς· «Τῇ πίστει ἑστήκατε.» Αὕτη δὲ ἡ στάσις παρὰ τῷ Σωτῆρι Ἰησοῦ γίν̣ εται· πρὸς γὰρ αὐτοῦ ἔστι μαθεῖν λέγοντος· «Εἰσί τινες τῶν ὧδε ἑστηκότων οἵτινες οὐ μὴ γεύσωνται θανάτου.» Οἱ οὕτω ὠφεληθέντες ἀποβάλλουσιν τὸ σαρκικὸν̣ φρόνημα καὶ τοὺς κακῶς ὁρῶντας ὀφθαλμούς, ἵνα μηκέτι ὦσιν ἐν σαρκί, ἀλλ' ἐν πνεύματι, καὶ μηκέτι ζῶσιν πονηρῶς καὶ μοιχικῶς, ἀλλ' ἐναρέτως καὶ σωφρόνως, πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦντες καὶ τοὺς ὀφθαλμοὺς ἀποστρέφοντες ἀπὸ τῆς ματαιότητος πρὸς Θεὸν αὐτοὺς αἴροντες ὥστ' ἀνειπεῖν· «Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ», καὶ πάλιν· «Οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν Κύριον.» Καταλλήλως τῇ ἀποδοθείσῃ θεωρίᾳ ἐκλαβεῖν πειρατέον τὸ λεχθὲν ἐν τῷ Εὐαγγελίῳ ὑπὸ τοῦ Σωτῆρος ἡμῶν, οὕτω προενεχθέν· «Εἰς κρίμα ἐγὼ ἦλθον εἰς τὸν κόσμον, ἵνα οἱ μὴ βλέπ̣ οντες βλέψωσιν καὶ οἱ βλέποντες τ̣ υφλοὶ γένωνται.» Τῶν γὰρ ἁμαρτητικῶς ὁρώντων ὀφθαλμῶν στερεθέντω̣ ν̣ τοῦ κακῶς βλέπ̣ ειν, ὀμμ̣ άτω̣ σις ἔσται ἐπὶ τῷ ὀρθῶς καὶ ὁσίως ὁρᾶν. Δυνατὸν καὶ ἑτέρᾳ νοήσει ἐπιβαλεῖν τῷ Εὐαγγελι´̣ ῳ. Ἐπεὶ ἀπιστοῦντες οἱ Ἰουδαῖοι τῷ Κυρίῳ ἀσεβῶς ἐβλ̣ ασφήμουν̣, ἥρμοζεν τυφλωθῆναι αὐτούς, κατὰ τὸ ἐν προφήτῃ λεχθέν· «Ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ Θεοῦ», οἱ ψευδῶς ἐπαγγελλόμενοι δουλεύειν αὐτῷ· οὗ συμβάντος, ἀνέβλεψαν οἱ ἀπὸ τῶν ἐθνῶν εἰς πίστιν κληθέντες, ἐληλυθότος τοῦ φήσαντος· «Πνεῦμα Κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με, εὐαγγελίσασθαι πτωχοὺς ἀπέστ̣ αλκέν με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν», φωτίσας αὐτοὺς σοφίᾳ τῇ ἑαυτοῦ, κατὰ τὸ γεγραμμένον· «Σοφία ἀνθρώπου φωτιεῖ πρόσωπον αὐτοῦ.» Ἐπ' αὐτὸ ληπτέον καὶ τὸ ἐν Ψαλμοῖς ἀπαγγελθέν· «Κύριος σοφοῖ τυφλούς», ἵνα μηκέτι τυφλοὶ ἀλλ' ὀξὺ κα̣ θορῶντες ἀποδειχθῶσιν, ἐμποδισθέντων τῶν πονηρῶς ὁρώντων ὀφθαλμῶν ἐκπεπτωκότων ἐκ τῶν ὀπῶν ἑαυτῶν, ἵν' ἀντεισαχθῶσιν ἀντίοι εἰς τὰς αὐτὰς ὄπας– αὗται δ' εἰσὶν αἱ φυσικαὶ ἔννοιαι– οἱ τὸν Θεὸν ὁρῶντες ὀφθαλμοί. Τούτους τοὺς ὀφθαλμοὺς πρὸς αὐτὸν αἴρει ὁ ἄνθρωπος ὡσαύτως τῷ λέγοντι· «Πρὸς σὲ ἦρα τ̣ οὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ.» Τακεισῶν τῶν σαρκῶν ὧν τὸ φρόνημα ἔχθρα εἰς τὸν Θεὸν καὶ τῶν ἀσεβῶς ὁρώντων τῶν ὀφθαλμῶν ῥυέντων ἐκ τῶν ἡρμηνευμένων ὀπῶν, ἐπὶ τὸ ἀποδειχθῆναι τοὺς ὀξὺ καθορῶντας, περὶ ὧν ὁ Ἀπόστολος γράφει τὴν ἔχουσαν λέξιν οὕτως· «Πεφωτισμένοι τοὺς ὀφθαλμοὺς τῆς καρδίας», ἁρμονίως εἴρηται καὶ τὴν γλῶσσαν τακῆναι ἐν τῷ στόματι τῶν ἐχόντων δολερὸν καὶ περὶ ὑλικῶν πραγμάτων λόγον, ἵνα ὑπαρχθῇ τὸ λεγόμ̣ ενον ὑπὸ τοῦ σοφοῦ τῷ δεσπ̣ ότῃ τῶν ὅλων· «Ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου μόνου.» Zach. XIV, 13– 14: Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔκστασις Κυρίου ἐπ' αὐτοὺς μεγάλη, καὶ ἐπιλήμψεται ἕκαστος τῆς χειρὸς τοῦ πλησίον αὐτοῦ. Καὶ συμπλακήσεται ἡ χεὶρ αὐτοῦ πρὸς χεῖρα τοῦ πλησίον αὐτοῦ. Καὶ ὁ Ἰούδας παρατάξεται ἐν Ἰερουσαλὴμ καὶ συνάξει τὴν ἰσχὺν πάντων τῶν λαῶν κυκλόθεν, χρυσίον καὶ ἀργύριον καὶ ἱματισμὸν εἰς πλῆθος σ̣ φόδρα. Ἐν τῇ ἡμέρᾳ ἐν ᾑ῀̣ κατωρθώθη ἃ ἐδίδαξεν ὁ προφήτης, ἔκστασις Κυρίου ἐπ' αὐτοὺς μεγάλη, τοῦ Κυρίου παρασχόντος αὐτήν, τῆς ἐκστάσεως ἐνταῦθα τὸν θαυμασμὸν δη̣ λούσης διὰ τὴν παρακοπὴν καὶ παραφροσύνην. Ἐν μὲν γὰρ τῷ προφήτῃ Ὠσῆε τὸ γεγραμμένον· «Ἐπιστρέψουσιν οἱ υἱοὶ Ἰσραὴλ καὶ ἐπιζητήσουσιν Κύριον τὸν Θεὸν αὐτῶν καὶ Δαυὶδ τὸν βασιλέα αὐτῶν· καὶ ἐκστήσονται ἐπὶ τῷ Κυρίῳ καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ», θαυ̣ μασμὸν δηλοῖ, ἤ, ὥς τινες εἶπον, θαυμασιότητα. Τῆς αὐτῆς νοήσεως
q.163
ὑπάρχει καὶ τὸ ὑπὸ τοῦ Ἁμβακοὺμ γεγραμμένον· «Κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην.» Τὴν οὕτω ἡρμηνευμένην ἔκστασιν γεγονέναι παρὰ Κυρίου ἐπὶ τοὺς εὐεργετουμένους̣ μεμεγεθυσμένην ὁ προφήτης φησίν. Οὗ συμβάντος, «παρατάξεται ὁ Ἰούδας ἐν τῇ Ἰερουσαλήμ», περὶ οὗ εἴρηται· «Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου», ὁ ὑπὲρ πάντων ἐξομολογούμενος Ἰούδας. Παρατάσσεται δὲ ὁ μεταλαμβανόμενος Ἰούδας ἐξομολογούμενος ἐν τῇ ἀληθινῇ Ἰερουσαλήμ, ἐν ᾗ «ὁ κατοικῶν οὐ σαλεύεται εἰς τὸν αἰῶνα», ἵνα συναγάγῃ κυκλόθεν τὴν ἰσχὺν πάντων τῶν λαῶν, χρυσίον καὶ ἀργύριον καὶ πλῆθος ἱματίων, οὖσαν σφόδρα. Πολλάκις σεσαφήνισται καὶ ἐν ἄλλαις θεοπνεύστοις γραφαῖς καὶ τῷ εἰς ἐξέτασιν προκειμένῳ προ̣ φήτῃ σημαίνεσθαι τὸν νοῦν τὸν πεφωτισμένον τῇ σημασίᾳ τοῦ χρυσοῦ καὶ τὸν συνετὸν καὶ ἠκριβωμένον λόγον τῇ τοῦ ἀργυρίου προσηγορίᾳ. Ὅθεν προσήκει καταλλήλως τῷ χρυ̣ σῷ καὶ ἀργυρίῳ καὶ τὰ ἱμάτια ἐφαρμόσαι, ὧν μέγα τὸ πλ̣ ῆθος ὁ ἁ´̣ γιος Ἰούδας συνῆξεν κυκλόθεν ἀπὸ πάντων̣ τῶν λαῶν̣, του῀̣ τ' ἔστιν πάντων τῶν πεπιστευκότων ἐξ ἐθνῶν. Ἱματισμὸς δὲ καὶ ἱμάτια κατὰ θείαν ἀναγωγη`̣ ν̣ αἱ κατ' εἰ῀̣ δ̣ ος ἀρετ̣ αὶ τυγχάνουσιν καὶ αἱ κατ' αὐτὰς ἐπιτελούμεναι πράξεις, καὶ τὰ δόγματα τῆς εὐσεβείας καὶ τὰ τη῀̣ ς ἀληθείας μυστήρια. Τούτοις τοῖς ἀμφίοις ἐγκαλύπτεται···· η῾̣ Χριστοῦ νύμφη, Ἐκκλησία οὖσα, καὶ βασιλίς, ὡς ἐν τετταρακοστῷ καὶ τετάρτῳ Ψαλμῷ ᾄδεται· «Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη πεποικιλμένη», καὶ προσέτι· «Ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη πεποικιλμένοις.» Μὴ γὰρ ἐπὶ τοσοῦτον ἡ διάνοια τυφλωθείη ὡς νομίσαι περὶ ἐσθημάτων σωματικῶν διδάσκειν τὸ ἅγιον Πνεῦμα, ἀλλὰ περὶ ἱματίων ἐπόντων καὶ κοσμούντων τὸν ἔσω ἄνθρωπον, περὶ ὧν ἐν Ἐκκλησιαστῇ γέγραπται προστακτικῶς· «Ἐν παντὶ καιρῷ λευκὰ ἔστωσαν τὰ ἱμάτιά σο̣ υ», ἃ αὐτὸς ὁ Θεὸς ἀμφιέννυσιν καὶ ἐνδιδύσκει τὴν εὐχαριστητικῶς λέγουσαν ψυχήν· «Ἀγαλλιῶμαι ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσεν γάρ με ἱματισμὸν σωτηρίου καὶ χιτῶνα εὐφροσύνης.» Πρὸς τὴν οὕτω ἐναβρυνομένην ἐπὶ κόσμῳ ἐσθημάτων, ὁ παρασχὼν αὐτῇ αὐτὰ νυμφίος φησίν· «Ἐνέδυσά σε τρίχαπτα καὶ βύσσινα», τρίχαπτα καλῶν τ̣ ὰ ἐξ ἰσχνοτ̣ άτων̣ καὶ λεπτῶν νοημάτων καὶ ἔργων ὑφ̣ ανθέντα··· β̣ ύσσινα δέ ἐστιν τὰ ἐκ τῶν αἰσθητῶν πράξεών τε καὶ λόγων συμπλακέντα, τῆς βύσσου ἐκ τῆς γῆς φυομένης, ὡς κατὰ τοῦτο το̣ ῖς αἰσθ̣ ητοῖς παραβάλλεσθαι. Συναγαγὼν ὁ Ἰούδας παραταξόμενος ἐν τῇ ὁρώσῃ τὴν εἰρήνην νοητῇ Ἰερουσαλὴμ τὴν ἰσχὺν τῶν λαῶν κυκλόθεν, συνήγαγεν τὰ νοητὰ τῶν λαῶν κειμήλια ὑπάρχοντα χρυσίον, ἀργύριον, πλῆθος ἱματίων σφόδρα, νοῦν δηλονότι καὶ λόγον κατὰ τὰ ἡρμηνευμένα κατ' ἀναγωγὴν καὶ τὸν ἀποδοθέντα ἱματισμὸν εἰς πλῆθος σφόδρα συνηγμένον. Αὐτάρκως εἰς τὸ παρὸν ῥητὸν γεναμένης σαφηνείας, τὰ ἑξῆς αὐτῷ ἐκθώμεθα. Zach. XIV, 15: Καὶ αὕτη ἔσται ἡ πτῶσις τῶν ἵππων καὶ τῶν ἡμιόνων καὶ τῶν καμήλ̣ ων καὶ τῶν ὄνων καὶ πάντων τῶν κτηνῶν τῶν ὄντων ἐν ταῖς παρεμβολαῖς ἐκείναις κατὰ τὴν πτῶσιν ταύτην. Ὥσπερ τὰ ἑστηκότα κακῶς ἔθνη πεσόντα μακαρίωςκαὶ ἐπαινετῶς ἀνέστ̣ η, ὡς ἀρτίως ἡρμηνεύθη, οὕτως οἱ κατ' ἀλληγορίαν ἵπποι, ἡμίονοι, κάμηλοι, ὄνοι, πεσόντες ἀπὸ τῆς στάσεως ἧς εἰσιν τοιοῦτοι, σωτηριωδῶς ἀν̣ αστήσονται ἐπὶ ἰδίῳ καλῷ. Οἱ γὰρ θηλυμανεῖς ἵπποι γενόμενοι τῷ χρεμετίζειν ἐπὶ τὰς τοῦ πλησίον γαμετάς, πεπτώκασιν ἀπὸ τοῦ φιληδ̣ όνου πάθους καὶ μοιχικῆς καταστάσεως, ἵν' ἀναστῶσιν εἰς ἐπαινετὴν ἀνέγερσιν, περὶ ἧς Ἰησοῦς τοῖς παιδευομένοις εἶπεν· «Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν», καὶ πρὸς τὴν ἀπὸ τῶν ἐθνῶν̣ Ἐκκλησίαν γενομένην αὐτοῦ νύμφην βοᾷ· «Ἀνάστα ἐλθέ, ἡ πλησίον μου.» Τῆς νοήσεως ταύτης τυγχάνει τὸ ἀποστολικὸν ἔχον ὧδε· «Ἔγειρε, ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.»
q.164
5. 144 Παραπλησίως τῇ πτώσει τῶν ἵππων καὶ οἱ ἡμίονοι πεσοῦνται, διὰ στείρωσιν ψυχῆς οὕτω κ̣ αλούμενοι. Περὶ ἀμφοτέρων τούτων τῶν ζῴων, τοῖς ἀνθρώποις ὁ θεῖός φησιν λόγος· «Μὴ γίνεσθε ὡς ἵππ̣ ος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις.» Ὥσπερ δὲ ἵπποι καλοῦνται οἱ γ̣ υναιμανεῖς καὶ πολύκοινοι, οὕτως ἡμίονος ῥηθείη ἂν ἀλληγορικῶς ἡ ἄφθορον ἔχουσα τὸ σῶμα παρθένος, μὴ μὴν ἁγία οὖσα τῷ πνεύματι. Διὰ τὴν τοιαύτην στείρωσιν καὶ ὁ εὐνουχισθεὶς οὐ διὰ τὴν βασιλείαν τῶν οὐραν̣ ῶν, ἀλλ' ἀρεσκείας τῆς πρὸς ἀνθρώπους ἕνεκα, ἡμίονος κέκλητ̣ αι. Μετὰ τὴν πτῶσιν, οἱ ἀποδοθέντες ἵπποι καὶ ἡμίονοι ἀναστάντες ὀχούμενον ἐπ' αὐτοὺς ἕξουσιν τὸν πρὸς ὃν εἶπον οἱ ἅγιοι· «Ἐπίβηθι ἐπὶ τοὺς ἵππους σου καὶ ἡ ἱππασία σ̣ ου σωτηρία.» Ὡσαύτως καὶ ὁ ἡμίονος τὴν ἑρμηνευθεῖσαν μεταβολὴν σχὼν ἕξει τὸν Δαυίδ, τὸν Σωτῆρά φημι, ἐφεζόμενον καὶ ὀχούμενον βασιλικῶς. Τῷ ἀποδοθέντι τρόπ̣ ῳ ἐκπεσοῦνται καὶ ἀναστήσονται οἱ κάμ̣ ηλοι καὶ οἱ ὄνοι καὶ πάντα τὰ ἄλλα κτήνη τυγχάνοντα ἐν ταῖς̣ π̣ αρεμβολαῖς ἐκείναις, ταῖς καταλλήλοις δηλονότι. Κατὰ τὴν πτῶσιν τῶν ἵππων καὶ τῶν ἐφεξῆς λεγομένων, κάμηλοι τυγχάνουσιν κατὰ τροπολογίαν οἱ ἄνθρωποι οἱ μελετῶντες δῆθεν τὸν θεῖον νόμον, ἄνευ τοῦ δ̣ ιαστε´̣ λ̣ λειν τὸ πρακτέον καὶ μὴ πρακτέον. Ἠμὲν γὰρ ἀνάγουσιν μηρυκισμὸν «λεπτύνοντες» καὶ λεαίνοντες «ὡς χνοῦν» τὴν προκαταβεβλημένην τροφὴν μελετητικοὺς τοῦ νόμου αἴροντες λόγους, ἠδὲ οὐ διχηλοῦσιν ὁπλὴν οὐδὲ ὀνυχίζουσιν ὀνυχιστῆρα, ἀκάθαρτοι τυγχάνουσιν, οὐ διαστέλλοντες τὸ πρακτέον ἀπὸ τοῦ μὴ τοιούτου. Τοιοῦτοι τυγχάνουσιν οἱ κατὰ σάρκα Ἰουδαῖοι, οὐ διαιροῦντες ἀπὸ τοῦ γράμματος τὸ πνεῦμα, ἀπὸ τῆς σκιᾶς τὴν ἀλ̣ ήθειαν, ἀλλ' οὐδ' ἀπὸ τῶν ἐναρέτω̣ ς τελουμένων καὶ κατὰ κακίαν ἐνεργούμενα, ὅθεν το´̣· Νομίζονται ὡς «ἁμαρ̣ τωλὸν ἔθνος καὶ λαὸς πλήρης ἁμαρτιῶν», οὐκ αὐτάρκως ὄντος πρὸς καθαρότητα τοῦ κενῶς, τοῦτ' ἔστιν ματαίως μελετᾶν, κατὰ τὸ περὶ αὐτῶν εἰρημένον· «Λαοὶ ἐμελέτησαν κενά.» Ἔξω γὰρ γενάμενο̣ ι τῆς μαθήσε̣ ως τοῦ «γ̣ εννήσαντος αὐτοὺς καὶ ὑψώσαντος», ἤκουσαν πάντες ὡς εἷς· «Υἱὸς ἀπολειπόμενος φυλάξαι παιδείαν πατρὸς μελετήσει ῥήσεις κακάς.» Τῶν κατὰ σάρκα Ἰσραηλιτῶν καμήλων τυγχανόντων δι̣ α`̣ τ̣ ο`̣ πῂ μὲν ἔχει̣ ν̣ τὸ τεκμήριον τῶν καθαρῶν, πῂ δὲ τῶν ἀκαθάρτων, οἱ εἰδωλολάτραι ὄντες ἀκάθαρτοι ὄνο̣ ι εἰσὶν ἀχαλίνωτοι καὶ κάτω νενευκότες, ὀγκητικοὶ ὄντες διὰ τὸ ἀνόητον καὶ ἄλογον. Καὶ ἐπεὶ οὗτοι παρ' ἑαυτοὺς εἰς ταύτην ἦλθον τὴν κατάστασιν, δυνατῶς ἔχουσιν πεσεῖν α᾿̣ π' αὐτῆς, ἵνα ἀναστάντες ἀγαλματοφοροῦντες πάλιν εἰσέλθωσιν εἰς τὴν ἀποδοθεῖσαν πολλάκις πνευματικὴν Ἰερουσαλήμ. Ὅτε μὲν γὰρ δεδεμένη ἦν ἡ ὄνος τῷ μετ' αὐτῆς πώλῳ εἰς τὴν κατέναντι κώμην, δηλαδὴ εἰς τὸ κ̣ αταντικρὺ τοῦ παραδείσου ὅπου ἐκβέβλη̣ ται ὁ παραβὰς τὴν Θεοῦ ἐντολὴν ἄνθρωπος, ἀχθοφόρος ἦν καὶ πολλὴν ἄνοιαν καὶ ἀλογίαν ἔχουσα, ὅτε δὲ ἐπέβη αὐτῇ ὁ Ἰησοῦς ἵν' ἀγαλματοφορούμενος εἰς τὴν Ἰερουσαλὴμ εἰσέλθῃ, μεταβαίνει ἐξ ὄνου εἰς λογικὸν σχῆμα τοῦ λόγου ὡς λεχθῆναι περι`̣ τοῦ Σωτῆρος ὅτι «δεσμεύει πρὸς ἄμπελ̣ ον τὴν ὄνον». Γέγονε δὲ τοῦτο ὅτ' ἔκτισεν τὸν Ἕλληνα καὶ Ἰουδαῖον εἰς ἔνα καινὸν ἄνθρωπον. Ἄμπελος μὲν γ̣ α`̣ ρ̣ ἦν ὁ ἐκ περιτομῆς λαός, περὶ οὗ εἴρηται πρὸς τὸν Θεόν· «Ἄμ̣ πελον̣ ἐξ Αἰγύπτου μετήρας, καὶ ἐξέβαλας ἔθνη καὶ κατεφύτευσας αὐτήν», πρὸς ἣν ὁ φυτουργὸς εἶπεν· «Ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν̣.» Πρὸς το̣ ιαύτην ἔδησεν τὸν ἀπὸ τῶν ἐθνῶν λαόν, ἀνόητον ὄντα πρὸ τῆς κλήσεως καὶ πῶλον διὰ τὸ ἄρτι κεκλῆσθαι. Ἐπίστησον εἰ καὶ κατὰ θεωρίαν ἄλλην πρὸς ἑαυτὸν ἄμπελον ὄντα ἀληθινὴν συνήγαγεν καὶ ἔδησεν τὸ τῶν ἀνθρώπων γένος, ἵν' ἀπο········· κτι̣···· η τρόπον τῇ ἀμπέλῳ πλησιᾶσαν ω··············· νεσθαι τῆς δεσμεύσεως ταύτης μ········ ς̣· «Ὁ κολλώμενος τῷ Κυρίῳ ἓν Πνεῦμά
q.165
ἐστιν.» Ὁμοίως τοῖς εἰρημένοις ἵπποις, ἡμιόνοις καὶ τοῖς λοιποῖς ὅσοι ἐκ τῶν παρ̣ εμ̣ βολῶν ἐκείνων, τὴν αὐτὴν μεταβολὴν σχο̣···· ἡμερούμενα καὶ εἰς λογιότητα ἀγόμενα. «Κατὰ τὴν πτῶσιν ταύτην» φησίν, δηλαδὴ τὴν ἡρμηνευμένην. Zach. XIV, 16: Καὶ ἐ´̣ σται ὅσοι ἐὰν καταλειφθῶσιν ἐκ πάντων τῶν ε᾿̣ θνῶν τῶν ἐλθόντων ἐπὶ Ἰερουσαλήμ, καὶ ἀναβήσονται κατ' ἐνιαυτὸν τοῦ προσκυνῆσαι τῷ βασιλεῖ Κυρίῳ παντοκράτορι καὶ τοῦ ἑορτάζειν τὴν ἑορτὴν τῆς σκηνοπηγίας. Οἱ καταλειφθέντες ἀπὸ πάντων τῶν ἐθνῶν προσαναστήσαντές τε και`̣ προσε̣ ληλυθότες αὐτῇ κατ' ἐνιαυτὸν ἀναβαίνουσιν προσκυνεῖν τῷ βασιλεῖ Κυρίῳ παντοκράτορι ἐν τῷ καιρῷ ἑορτῆς τῆς̣ καλουμένης σκηνοπηγίας, ἣν Ἰουδαῖοι μὲν πρ̣ ὸς ἱστορίαν καὶ ῥητὸν ἐκτελοῦσιν, τῶν δικαίων ἀνδρ̣ ῶν καὶ ταύτην ὥσπερ καὶ τὰς ἄλλας ε῾̣ ορτὰς ἀγυριζόντων. Καὶ πρῶτόν γε τὸ ῥητὸν ἴδωμεν ἵνα σύνοπτον καὶ π̣ ρὸς ἀλληγορ̣ ίαν γένηται. Ἔξω τῆς Αἰγύπτου γενάμενος τῶν Ἑβραίων λαός, διαιρεθείσης τῆς Ἐρυθρᾶς θαλάσσης καὶ Φαραὼ καὶ πάσης αὐτοῦ τῆς στρατιᾶς καταποντισθέντων, ου᾿̣ κ εὐθέως ἐπὶ τὴν ἁγίαν γῆν ἡ μετάθεσις τῶν βοηθηθέντων ὑπὸ Θεοῦ γέγονεν, ὡς ὅλους τεσσεράκοντα ἐνιαυτοὺς ἐν τῇ ἐρήμῳ διηγιοχέναι, ἔνθα οὔτε πόλις, οὐ κώμη, οὐκ οἰκίαι ἦσαν· καὶ ἐπεὶ οὐ δυνατὸν ἦν πάντη ἀοίκους εἶναι τοὺς μέλλοντα̣ ς περ̣ α῀̣ σ̣ αι εἰς τὴν ἁγίαν γῆν, σκηνὰς ἤγειρον πρὸσ σκέπην καὶ κατοίκη̣ σιν οἱ τὴν Αἴγυπτον ἐξελθόντες, ἵν̣ α καὶ οὕτω̣ μνήμην ἔχωσιν τῆς ὑπαρξάσης εὐεργεσίας κατ' ἐνιαυτὸν σκηνῶν ἐγειρομένων. Τῆς σπουδῆς ταύτης μαρτυρία ἔγγυος ὁ δοθείς ἐστι νόμος. Φησὶν γάρ· «Ἐάν σε ἐρωτ̣ ήσῃ ὁ υἱός σου αὔριον λέγων· Τί αἱ σκηναὶ αὗται; ἐρεῖς αὐτῷ· Ἐν πολλῷ χρόνῳ παροικήσαντας ἡμᾶς ἐν τῇ Αἰγύπ̣ τῳ, ἤγαγεν ὁ Θεὸς ἀπ' αὐτῆς εἰς τὴν ἔρημον ταύτη̣ ν, καὶ διὰ τοῦτο τὰς σκηνὰς ἁγίας ἐγείρομεν, ἵν' ὁρωμένων αὐτῶν κατ' ἐνιαυτὸν μηδαμῶς λήθη γένηται τῆς ἀγα̣ θῆς δωρεᾶς.» Πῶς δὲ ἐπετελεῖτο καὶ πότε ἡ τῶν σκηνῶν ἑορτὴ λεκτέον. «Τῷ ἑβδόμῳ, φησίν, μηνί, τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ, καρπὸν ὡραῖον ξύλο̣ υ λάβε̣ τε καὶ κάλλυνθρα φοιν̣ ίκων καὶ κλάδους δασεῖς καὶ κλάδους ἰτέας καὶ ἄγνου ἐκ χειμάρρου τοῦ εὐφρανθῆναι.» Τί δὲ του῀̣ τ̣' ἂν δηλοῖ ἕκαστον πρὸς ἀναγωγὴν ἀκόλουθον εἰπεῖν.῾ Η̣ κατὰ ἀρετὴν καὶ σοφίαν προκοπὴ σκηνὴ προσαγορεύε̣ ται, ο῾̣ δευόντων οὖσα̣ σκ̣ επαστήριον. Δηλοῦται ἡ θεωρία ἐν πρώτῳ καὶ τεσσαρακοστῷ Ψαλμῷ, τοῦ σπεύδοντος ἐπὶ τὸν Θεοῦ οἶκον λέγοντος· «Διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ Θεοῦ.» Σκηνῆς γὰρ τόπου καὶ προκοπῆς χρεία θαυμαστῆς τῷ διερχομένῳ ἐπὶ τὸν Θεου῀̣ οἶκον, κατοικοῦντος ἀλλ' οὐ σκηνοῦντος ἔτι τοῦ μετὰ πολλὴν προκοπὴν εἰς τὸ τέλος ἐφθακότος, ὡς εἰπεῖν ἱλαρᾷ διαθέσει· «Τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν», καὶ πάλιν· «Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ἐκζητήσω· τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μ̣ ου, τοῦ θεωρεῖν με τὴν τερπνότητα Κυρίου, καὶ ἐπισκέπτεσθαι τὸν ναὸν αὐτοῦ.» Συνᾴδει τῇ εἰρημένῃ νοήσει καὶ τὰ ἐν ὀγδοηκοστῷ καὶ τρίτῳ Ψαλμῷ ἔνθεν ἀρχόμενα··· «Ὡς ἀγαπητὰ τ̣ ὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων. Ἐπιποθεῖ κα̣ ὶ ἐκλ̣ είπει η῾̣ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου», καὶ μετ' ὀλίγα· «Μακάριοι πάντε̣ ς̣ οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου, εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσίν σε.» Τελεῖται γὰρ εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἡ ὑμνῳδία τοῖς με̣ τὰ πᾶσαν προκοπὴν ἐπὶ τὸν οἶκον ὃν ὁ Θεὸς ἐθεμελίωσεν ἐλθοῦσιν. Περὶ τῶν τοιούτων οὐσῶν νοητῶν σκηνῶν ᾄδων ὁ σοφός φησιν· «Φωνη`̣ ἀγαλλιάσεως καὶ σωτηρίας ἐν σκηναῖς δικαίων.» Καὶ ὁ παροιμιαστής φ̣ ησιν· «Οἶκοι δικαίων διαμένουσιν»· «σκηναὶ δὲ κατορθούντων σ̣ τήσονται.» Δεῖ γάρ ποτε στῆναι τὴν προκοπήν, τοῦ τέλου̣ ς̣ διαδεξαμένου, οἴκου καλουμένου. Οὐ γὰρ οἷον καὶ πρεπῶδες ὑπάρχει ἀεὶ προκόπτειν μηδαμῶς ἐρχόμενον ἐπὶ τελευταίαν κατάστασιν, οἶκον προσαγορευομένην, ἐν ᾗ οἱ
q.166
γνήσιοι Θεοῦ θεραπευταὶ τὰς πνευματικὰς λατρείας ἐκτελοῦντες εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνοῦσι καὶ δοξ̣ ολογοῦσιν εὐχ̣ αρ̣ ιστικῶς Θεὸν ἐπὶ τοῖς ὑπάρξασιν̣ τελείοις καὶ πληρεστάτοις δικαιώμασι. Τῶν ἀποδοθεισῶν σκηνῶν ἑκάστην προσήκει στέψαι κοσμίως ἕκαστα ἑξῆς νομοθετηθέντα, καρπὸν ὡραῖον ξ̣ ύλου καὶ κάλλυνθρα φοινίκων καὶ κλάδους ξύλου δ̣ ασεῖς ἄγνου τε καὶ ἰτέας. Καὶ ὅρα γε εἰ ὁ ὡραῖος καρπὸς τῆς σοφίας ἐστίν, ξύλου ζωῆς προσαγορευομένης, ᾗ φησιν τὸ παροιμιῶδες λόγιον «ξύλον εἶναι αὐτὴν ζωῆς πᾶσι τοῖς ἐγγίζουσι̣ ν αὐτῇ καὶ τοῖς ἐπερειδομένοις ἐπ' αὐτ̣ ὴν ὡς ἐπὶ Κύριον ἀσφαλῆ.» Δηλοῦται καὶ ἑτέρῳ ὀνόματι ἄμπελος οὖσα ἀληθινὴ φέρουσα ὡραῖον καρπόν, σταφυλὴν καὶ βότρυν ἀφ' οὗ ἐκθλίβεται «οἶνος ὁ τὴν καρδίαν εὐφραίνων». Πρὸς τῷ καρπῷ τούτῳ παραλημπτέον πρὸς τὸ στέψαι τὸν φορητὸν οἶκον··· ε··· σκηνὴν τυγχάνοντα κάλλυνθρα φοινίκων, τοῦ τὴν καρδ̣ ίαν ἀεὶ ἄνω ἔχοντο̣ ς ὑπάρχοντος ἀεὶ θάλους. Συνεργεῖ τὰ ἀπὸ τοῦ φοίνικος λαμβανόμενα κάλλυνθρα πρὸς καθαριότητα σάρου δίκην παραλαμβανόμενα, ᾧ χρησαμένη ἡ ἐκ τῶν δέκα δραχμῶν μίαν ἀπολέσασα γυνὴ ἐξέβαλεν τὰ κόπρια ἐκ τῆς οἰκίας καὶ ηὗρ̣ εν τὸ κρυβὲν νόμισμα, φέρον εἰκο´̣ να τοῦ παμβασιλ̣ έως, οὐχ ἕτερον τυγχάνον τοῦ κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ γ̣ ενομένου. Περὶ τοῦ φοίνικος οὗ τὰ κάλλυνθρα προσήκει λαβεῖν τοῦ κόσμου τη῀̣ ς σκηνῆς ἕνεκα, ἡ νύμφη ἐν τῷ Ἄισματι τῶν Ἀισμάτων ᾀ´̣ δει· «Εἶπα· Ἀναβήσομαι ἐπὶ τῷ φοίνικι, κρατήσω τῶν ὕψεων αὐτοῦ.» Πρὸς τοῖς καλλύνθροις τοῦ φοίνικος, καὶ κλάδους δασεῖς λημπτέον πολὺν καρπὸν ἔχοντας, ὄντας δασεῖς διὰ τὴν τῶν βλαστῶν καὶ καρπῶν συνέχειάν τε καὶ πυκνότητα. Ὑπάρχουσι δὲ οἱ δασεῖς κλάδοι αἱ κατ' εἶδος πρ̣ ακτικαὶ καὶ διανοητικαὶ ἀρεταὶ καὶ τὰ καρποφόρα δόγματα τῆς εὐσεβείας. Ληπτέον πρὸς τὴν κατακόσμησιν τῶν πλακ̣ εισῶν σκηνῶν καὶ ἄγνου καὶ ἰτέας κλάδους. Ταὐτόν τε ἄγνος καὶ ἰτέαν τι̣ σὶν ἔδοξεν εἰπεῖν, ἀμφοτέρων τῶν ὀνομάτων δηλούντων φυτὸν ἕν, ὅπερ ἁγνείας καὶ ἀφθορίας σύμβολον ὑπάρχει, διὰ τριφ̣ θὲν τὸ ἄνθος αὐτοῦ ὕδατι μεμιγμένον ἀπευνουχίζειν τ̣ ο̣ ὺς πεπωκότας, ὡς καὶ ἐν ἄλλοις τεθεώρηται. Ὁ τὴν νοητὴν σκηνοπηγίαν̣ ε῾̣ ορτάζων ἀναβαίνων τοῦτο πράττει, ὡς ὁ προκείμενος προφήτης δηλοῖ, κάτω καὶ ἐν ταπεινῷ ἀγόντων αὐτὴν τῶν κατὰ γράμμα καὶ σκιὰν τοῦ νόμου ἀγυριζόντων. Καὶ ἐπεὶ τὰ κόπρια καὶ ἡ ἀχυρμιὰ τῆς̣ σκιᾶς καλύπτει τὸ πνεῦμα καὶ τὴν ἀλήθειαν, προσήκει κάλλυνθρα φοινίκων λαβεῖν, ἵνα σαρώσαντες ἃ ὠνόμασεν ὁ Ἀπόστολος «σκύβαλα» ἔχωμεν τὸν πνευματικὸν νοῦν τῆς καὶ περὶ ταύτης τῆς ε῾̣ ορ̣ τ̣ ῆς νομοθεσίας, ἀναβάντες ἐπὶ τὸ ὕψος αὐτῆς· οὕτω γὰρ δυνατὸν «προσκυνῆσαι» πνεύματι καὶ ἀληθείᾳ «τῷ βασιλεῖ Κυρίῳ παντοκράτορι». Πρὸς τῇ φανείσῃ νοήσει καὶ ἑτέρως νοητέον τὴν περὶ τῶν σκηνῶν ἑορτήν. Τὰ σώμ̣ ατα ἡμῶν τῶν ἀνθρώπων οὕτω προσαγορεύονται. Αὐτίκα γοῦν ο῾̣ τῶν Χριστοῦ μαθητῶν α῾̣ γ̣ ιώτατος Πέτρος γράφει· «Ὁ Κύριος Ἰησοῦς Χριστὸς ἐδήλωσέν μοι ὅτι ταχινή ἐστιν ἡ ἀπόθεσις τοῦ σκηνώματός μου.» Συμφώνως καὶ ὁ θεσπέσιος Παῦλοσ· «Οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι, ἐφ' ᾧ οὐ θέλομεν ἐκδύσασθαι ἀλλ' ἐπενδύσασθαι, ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς.» Ἐπιτελεῖται δὲ ἡ ἑορτὴ τῶν σκηνῶν προηγουμένως τε καὶ μάλιστα ὑπὸ τῶν «ἀγαλλ̣ ιᾶν» ἐπ̣ αγγελλομένων, οὐκ ἀνδρῶν μόνων μετὰ γυναικῶν μὴ μ̣ ολυνθέντων, ἀλλὰ καὶ θηλειῶν σπευδουσῶν πνεύματι καὶ σώματι ἁγιότητα ἔχειν. Πρὸς τούτοις κοσμοῦσιν τὰς ἑαυτῶν σκηνὰς καὶ οἱ τίμιον γάμον μετερχόμενοι, ἁγνεύοντες καὶ τὴν κοίτην αὐτῶν ἀμίαντον φυλάττοντες. Ἔτι δὲ μᾶλλον ἄνω τελεῖται ἡ πανήγυρις τῶν σκηνωμάτων στεφομένων τε καὶ ἀγλαϊζομ̣ ένων ἐν τῷ προσδοκωμένῳ καιρῷ τῆς ἀναστάσεως, τοῦ φθαρτοῦ σώματος ἀφθάρτου ἐγειρομένου καὶ τοῦ ψυχικοῦ πνευματικ̣ οῦ σώματος ἐγειρομένου. Ἦ οὐ σκηνὴ θεία
q.167
γίνεται τὸ σῶμα σπαρὲν ἐν ἀσθενείᾳ καὶ ἀτιμίᾳ, ἵν' ἐν δυνάμει καὶ δόξῃ ἀναστῇ; Ἄξιον ἐπιστῆσαι πῶς ἡ πνευματικὴ αὕτη ἑορτὴ ἐν τῇ πεντεκαιδεκάτῃ τοῦ ἑβδόμου μηνὸς ἄγεσθαι̣·· ι̣ ται. Δεῖ γὰρ τὸν ἑορτάζοντα διὰ τὰς ἡρμηνευμένας σκηνὰς ὑπερβάντα τὸν ἐν ἓξ ἡμέραις γενόμενον κόσμον, ἀργήσαντα ἀπὸ παντὸς ἔργου λατρευτοῦ, σαββατίζοντα κατὰ τὸν «ἀποδοθέντα σαββα̣ τισμὸν τῷ λαῷ τοῦ Θεοῦ», ὃν μόνος Ἰησοῦς βεβαιοῖ φάσκων· «Πάντας ἐρχομένους ἐγὼ ὑμᾶς ἀναπαύσω», καὶ ἔτι· «Εὑρήσετε ἀνάπα̣ υσιν ταῖς ψυχαῖς ὑμῶν.» Τούτου τοῦ ἑβδόμου μηνὸς ἐν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ ἑορτάζουσιν οἱ «δεδωκότες μερίδα τοῖς ἑπτὰ καί γε τοῖς ὀκτώ», προσηκάμενοι τὴν παλαιὰν καὶ καινὴν διαθήκην· διὰ γὰρ τῶν ἑπτὰ ἡ παλαιὰ σημαίνεται διὰ τὸ σαββατίζειν, δια`̣ δὲ τω῀̣ ν ὀκτὼ ἡ μετὰ τὸν σταυρὸν ἀνάστασις τοῦ Χριστοῦ ἐν ἡμέρᾳ τῇ ὀγδόῃ τῇ κυριακῇ γεγενημένη. Zach. XIV, 17: Καὶ ἔσται ὅσοι ἐὰν μὴ ἀναβῶσιν ἐκ πασῶν τῶν φυλῶν τῆς γῆς εἰς Ἰερουσαλὴμ τοῦ προσκυνῆσαι τῷ βασιλεῖ Κυρίῳ παντοκράτορι, καὶ οὗτοι ἐκείνοις προστεθήσονται. Ἐν ὕψει κειμένη̣ ς τῆς πνευματικῆς Ἰερουσαλὴμ κατὰ τὴν φιλοσοφίαν τοῦ γράφοντος Ἀποστόλου, ὅπου μέν· «Ἡ δὲ ἄνω Ἰερουσαλήμ», ὅπου δέ· «Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ», μόνοι ἀναβαίνουσιν ἐπ' αὐτὴν οἱ δυνάμενοι φάναι· «Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει», καὶ πάλιν· «Συνήγειρεν ἡμᾶς», ὁ Θεὸς δηλονότι, «καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ», τῶν ἔτι «φορούντων τὴν εἰκόνα τοῦ χοϊκοῦ» καὶ «τὰ ἐπίγεια φρονούντων» φυλῶν τῆς γῆς ὑπαρχόντω̣ ν καὶ οὐκ ἀναβαινόντων εἰς τὴν ἐν ὕψει κειμένην καλλίπολιν εἰρήνην̣ ὁρῶσαν. Οἱ μὴ ἀναβαίνοντες προστεθήσονται τοῖς ἀπὸ πάντων τῶν ἐθνῶν μὴ ἀναβᾶσιν, τὰ αὐτὰ ἐκείνοις πεισόμενοι. Τῶν τὰ ἐπίγεια φρονούντων οὐκ ἀναβαινόντων διὰ τὸ κάτω̣ φέρεσθαι διὰ τὸ ἄχθος τῶν γηΐνων ἔργων, οἱ σπεύσαντες ἀναβῆναι εἰς τὴν πόλιν τὴν ἀρραγεῖς θεμελίους ἔχουσαν διὰ τὸν θεμελιώσαντα «τεχνίτην καὶ δημιουργὸν αὐτῆς Κύριον», τὸν βασιλέα Κύριον τὸν παντοκράτορα προσκυνήσουσιν σὺν τοῖς ἀγγέλοις. Γέγραπται γάρ· «Προσκυνήσουσιν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.» Βασιλεὺς προσκυνούμενος ὑπάρχων Κύριος καὶ παν̣ τοκράτ̣ ω̣ ρ̣ οὐχ ὁ Πατὴρ χωρὶς Υἱοῦ οὐδὲ ὁ Υἱὸς ἄνευ τοῦ Πατρὸς δηλοῦται. Μία γὰρ βασιλεία καὶ κυριότης ἡ αὐτὴ καὶ παντοκρατορικὴ δύναμις τῆς Τριάδος ἡ αὐτή ἐστιν. Διὸ εἰ πόθος ἡμῖν εἰσέρχεται τὴν Τριάδα προσκυνῆσαι ὡς βασιλέα Κύριον παντοκράτο̣ ρα, μὴ φυλαὶ τῆς γῆς μείνωμεν, α᾿̣ λλ' ἐν οὐρανῷ θησαυρίσαντες ἐκεῖ τὴν καρ̣ δ̣ ίαν σχῶμεν, ἵνα α̣···· ε᾿̣ ν̣ τῇ Ἰερουσαλὴμ ὄντες προσκυνήσωμεν σὺν πάσῃ τῇ λογικῇ κτίσει, «καμψάντων πᾶν γόνυ τῷ β̣ ασιλ̣ εῖ τῶν ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, εἰς δόξαν Θεοῦ Πατρὸς πα´̣ σης γλώσσης ἐξομολογούσης ὅτι Κύριος Ἰησοῦς ἐστιν.» Zach. XIV, 18– 19: Ἐὰν δὲ φυλὴ Αἰγύπτου μὴ ἀναβῇ μηδὲ ἔλθῃ ἐκεῖ, καὶ ἐπὶ τούτοις ἔσται ἡ πτῶσις, ἣν πατάξει Κύριος πάντα τὰ ἔθνη, ὅσα ἐὰν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας· αὕτη ἔσται ἡ ἁμαρτία Αἰγύπτου καὶ ἡ ἁμαρτία πάντων τῶν ἐθνῶν, ὅσα ἂν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας. Τὸ ἀνηγμένως ἐν τῇ Ἰερουσαλὴμ ἑορτάσαι τὴν τῶν σκηνῶν ἑορτὴν οἵας δυνάμεως καὶ ὑπεροχῆς ὑπάρχει εἴρηται πρότερον, ἐξ οὗ συμφανεροῦται οἵου μεγέθους ἐστὶν τὸ ἀναβῆναι εἰς τὴν ἐκκειμένην πανήγυριν καὶ οἵαν ὑφίστανται πτῶσιν οἱ τοῦ ὑπερμεγέθ̣ ους τούτου ὑστερήσαντες ἑαυτούς. Οὐ μόνοι δὲ Αἰγύπτιοι, ἀλλὰ καὶ πάντα τὰ ἄλλα ἔθνη παταχθήσονται καὶ πεσοῦνται ο̣ ἰκονομίᾳ Θεοῦ, ἵν' αἰσθηθέντες ὅτι κακοί εἰσιν πόθον ἀναλάβωσιν τοῦ «συστήσασθαι ἑορτὴν ἐν τοῖς πυκάζουσιν», τὴν τῶν σκηνῶν δηλονότι. Δύο νοήσεις τῆς ἑορτῆς ταύτης ἐχούσης, αἳ πρότ̣ ερον ἤδη εἴρηνται, σπουδαστέον συντόνως ἔρωτι θείῳ ἐκτελεῖν τὰς κα̣ τὰ ἀρετὴν προκοπὰς «ἐν φωνῇ ἀγαλλιάσεως
q.168
καὶ σωτηρίας», ἵνα διὰ ταύτας ἀναβάντες εἰς ὃν ἐθεμελ̣ ίωσεν οἶκον ὁ πάν̣ των Σωτὴρ εἰς τοὺς α̣ ἰῶνας τῶν αἰώνων αἰνέσωμεν τὸν μετὰ τὰς πολλὰς προκοπὰς εἰς αὐτὸν ἀναγαγόντα, ὡς ἕκαστον εἰπεῖν πιστῶς καὶ ἐπιστημονικῶς· «Κύριε, η᾿̣ γάπησα εὐπρέπειαν ο̣ ἴκου σου καὶ τόπον σκηνώματος δόξης σου.» Οὕτω γὰρ δυνατὸν ὑμνῳδία̣ ς τρόπῳ εἰπεῖν· «Ἐκύκλωσα ἐν τῇ σκηνῇ αὐτοῦ καὶ ἔθυσα θυσίαν ἀλαλαγμοῦ.» Ὁ ταύτης μακαρίας ἁγίας τε ἀγωγῆς τυχών, κἂν Αἰγύπτιος καὶ ἀπ' ἄλλου ἔθνους τυγχάνῃ, πεπαύσεται ὡς καὶ πρότερον πρὸ τῆς πτ̣ ώσεως, Ἱεροσολυμίτης κατὰ τὸν ἔσω ἄνθρωπον ἀποτελούμενος ἐκ πληρεστάτης καὶ τελείας ἀρετῆς. Καὶ ἁμαρτίαν μεγάλην τυγχάνειν φησὶν ὁ ἱερὸς λόγος τὸ μὴ α᾿̣ ν̣ α̣ βῆναι ἐπὶ τὴν ἀποδοθεῖσαν τῶν σκηνῶν πανήγυριν. Ἐν τοῖς φθάσασιν ῥητοῖς διαφόρως ἀποδοθείσης τῆς πνευματικῆς σκηνοπηγίας, κατὰ πάντας τοὺς τρόπους καὶ ἀναβατέον ἐπ' αὐτῆς πάντα Αἰγύπτιον καὶ ἔθνος, ὡς εἴρηται πρότερον. Γενήσεται γὰρ ἀληθῶς Ἰσραηλίτης δόλον οὐκ ἔχων, ἐν κρυπτῷ κατὰ τὸν ἔσω ἄνθρωπον Ἰουδαῖος ὤν. Zach. XIV, 20– 21: Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται τὸ ἐπὶ τὸν χαλινὸν τοῦ ἵππου ἅγιον τῷ Κυρίω παντοκράτορι, καὶ ἔσονται οἱ λέβητες οἱ ἐν τῷ οἴκῳ Κυρίου ὡς φιάλαι πρὸ προσώπου τοῦ θυσια̣ στηρίου, καὶ ἔσται πᾶς λέβης ἐν Ἰερουσαλὴμ καὶ ἐν τῷ Ἰούδᾳ ἅγιον τῷ Κυρίῳ παντοκράτορι. Ἐν τῇ ἡμέρᾳ τῇ ἡρμηνευμένῃ τῆς ἁγίας σκηνοπηγίας, εἰς ἣν ἀναβῆναι καὶ ἑορτάσαι προσήκει ἐπὶ τῷ προσκυνῆσαι τὸν β̣ ασιλέα Κύριον παντοκράτορα, τὸ ἐπὶ τὸν χαλινὸν τοῦ ἵππου ἅγιον κληθήσεται τῷ Κυρίῳ παντοκράτορι. Τί δὲ τοῦτο τυγχάνει ἢ ὁ ἐπέχων λόγος τὰς ἀφηνιώσας ψυχ̣ ὰς̣ συνέσεως καὶ τῆς λοιπῆς ἀρετῆς ἐστερημένας, ὧν τὸν οἶστρον καὶ ἀφη̣ νιασμὸν ἀπαγορεύων προστάττει ὁ σοφὸς τοῖς οἰστρηλατουμένοις· «Μὴ γίνεσθε ὡς̣ ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστιν σύνεσις, ἐν χαλινῷ καὶ κημῷ τὰς σιαγόνας αὐτῶν ἄγξεις τῶν μὴ ἐγγιζόντων πρὸς σέ.» Πῶς γὰρ οὐκ ἐπάγεται τῷ πνευματικῷ ἐπιβάτῃ «ὁ θηλυμανὴς ἵππ̣ ο̣ ς χρεμετίζων ἐπὶ τὴν γυναῖκα του῀̣ πλησίον» ὑπὸ αἰσχρῶν παθῶν οἰστρηλατούμενος, ἵν' ἐπισχ̣ εθείσης τῆς ἀκολάστου φορᾶς ὑπὸ τοῦ πωλοδάμνου ἥμερος γίνηται ἵνα πρὸς πόλεμον χρήσιμος ἀποδειχθῇ, ὥστε̣ λεχθῆναι περὶ αὐτοῦ παροιμιωδῶς· «Ἵππος ἑτοιμάζετα̣ ι̣ εἰς ἡμέραν πολέμου, παρὰ δὲ Κυρίου ἡ βοήθεια.» Σὺν τούτῳ τῷ ἵππῳ···· τικῷ τρόπῳ, καὶ ὁ ἄγονος, ἡμίονος κατ' ἀλληγορίαν ὑπάρχων, πραΰνεται, χαλινῷ καὶ κημῷ τῶν σιαγόνων αὐτω῀̣ ν ἀγχομε´̣ νων πρὸς τὸν ἄριστον ἱππέα, ἵν' ὑπείκοντες τῇ ἀγωγῇ τοῦ χαλινοῦ τεταγμένως τὸν ἐπιβάτην φέρωσιν. Τ̣ ο`̣ ε̣ σ̣······ νει συμφέρεται τῷ ἀπὸ τοῦ Ψαλμοῦ ῥητῷ, ὡς̣ ἔγραψεν ὁ μα̣ κάριος Ἰάκωβος ἐν τῇ κατ' αὐτὸν ἐπιστολῇ, τὸ ἐπε´̣ χειν τὴν ἀκατάστατον γλῶτταν ἀφηνιῶσαν διὰ πολ̣ υλ̣ ογία̣ ν ἃ μὴ χρὴ λέγουσαν. Ἔχει δὲ οὕτως αὐτοῦ ἡ λέξις· «Τῶν ἵππων εἰς τὰ στόματα βάλλομεν τὸν χαλινόν, καὶ ὅλον τὸ σῶμα αὐτῶν μετάγομεν», ἵν' εὐθυδρομία καὶ εὐσταθὲς βάδισμα γένηται. Ποσῷ μᾶλλον προσήκει χ̣ αλιναγ̣ ωγῆσαι τὴν γλῶτταν, δηλαδὴ τὸν λόγ̣ ον, ὅπως μὴ α········ ἐπισπέρχων εἰς βάραθρον ἐμπέσῃ, ἀλλα`̣ ἀβλαβὴς διαμένῃ, ὡς τὸν ἑαυτῷ χαλινὸν ἀφιερωθῆναι Κυρίῳ παντοκράτορι. Ἁγιασθέντος τοῦ χαλινοῦ τοῦ ἵππου̣, οἱ ἐν τῷ οἴκῳ τοῦ Κυρίου λέβητες ἐν οἷς ἕψεται τὰ κρέα τῶν θυσιῶν πρὸ προσώπου τοῦ θυσιαστηρίου ἔσονται οἷα φιάλαι ε᾿̣ ν̣ αἷς σπονδαὶ ἱερατικῶς ἐπιτελοῦνται, ὡς τὴν αὐτὴν ἐνέργειαν κατ' ἄλλην καὶ ἄλλην ἐπίνοιαν λέβητα καὶ φιάλην ἔχειν, ὡσαύτως σπονδὴν καὶ θυσίαν. Οὐ γὰρ ὥσ̣ περ ἐπὶ τῶν αἰσθητῶν ἄλλη σπονδὴ καὶ ἄλλη θυσία κ··· τὸν λέβητα καὶ τὴν φιάλην, οὕτω καὶ ἐπὶ τῶν νοητῶν ἔχει······· γο̣ ρ···· ὑποκείμενον ὄντα ἐνεργείᾳ καὶ ἐπινοίᾳ διαφέρουσιν̣. Αὐτ̣ ίκα γοῦν καὶ ὁ Σωτὴρ ἀληθινὸς ἀρχιερεὺς ὑπάρχων καὶ ἀμνὸς καὶ ποιμὴν
q.169
προσαγορεύεται, ἐπὶ τῶν αἰσθητῶν οὐ δυναμένου τοῦ ἀμνοῦ τοῦ προσάγοντος αὐτὸν Θεῷ ἀρχιερέως καὶ νέμοντος αὐτὸν ποιμένος τοῦ αὐτοῦ τυγχάνειν. Commentarii in Zacchariam. 1 to Commentarii in Zacchariam. 2 Ἕτερος γὰρ παρὰ τὸ ἱερεῖον ὁ ἀρχιερεὺς καὶ ὁ ποιμὴν παρὰ τὸ πρόβατον. Εἰ δὲ τοῦτο, καὶ ὁ λέβης κατ' ἀλληγορίαν ταὐτὸν ὑπάρχει τῇ φιάλῃ. Περὶ τῶν πνευματικῶν̣ φιαλῶν ἐν τῳ῀̣ Ἄισματι τῶν Ἀισμάτων ἡ θεία νύμφη περὶ τοῦ ἀδελφιδοῦ ἑαυτῆς λέγει· «Ἀδελφιδός μου κατέβη εἰς κῆπον αὐτοῦ ει᾿̣ ς φιάλας τοῦ ἀρώματος ποιμαίνειν ἐν κήποις καὶ συλλέγειν κρίνα.» Τίνες δὲ αἱ φιάλαι τοῦ ἀρώματος εἰς ἃς καταβέβηκεν ὁ ἀδελφιδὸς τῆς ταῦτα λεγούσης ἢ αἱ θεόπνευστ̣ οι γραφαί, μᾶλλον δ' αἱ θεῖαι νοήσεις αὐτῶν ἐν αἷς ὁ κα̣ τ̣ αβὰς ποιμαίνει ἐν κήποις καὶ κρίνα συλλέγει τὰ νοητὴν φέροντα εὐωδίαν ἄνθη κρίνα προσαγορευόμενα. Ὅταν οἱ λέβητες πρ̣ ὸ π̣ ροσ̣ ώπου τοῦ πνευματικοῦ θυσιαστηρίου φιάλαι τοῦ ἀρώματος γένωντα̣ ι, τὸ τηνικάδε πᾶς λέβης ἐν Ἰερουσαλὴμ τ̣ ῇ ἁγίᾳ καὶ τῷ Ἰου´̣ δᾳ ἅγιος ἔσται. Ἰερουσαλὴμ καὶ ἐν τούτοις τὴν Ἐκκλησίαν τὴν ἔνδο̣ ξον ἐκλημπτέον, καὶ Ἰούδαν ὃν αἰνοῦσ̣ ιν οἱ ἀδελφοὶ αὐτοῦ καὶ προσκυνοῦσιν οἱ υ̣ ἱοὶ τοῦ πατρὸς αὐτοῦ. Τίς δ' οὗτος ὑπάρχει, ε᾿̣ ν τοῖς προαναγνωσθεῖσιν τοῦ προφήτου εἴρηται. Zach. XIV, 21: Καὶ ἥξουσιν πάντες οἱ θυσιάζοντες καὶ λήμψονται ἐξ αὐτῶν καὶ ἑψήσουσιν ἐν αὐτοῖς. Καὶ οὐκ ἔσται Χαναναῖος οὐκέτι ἐν τῷ οἴκῳ Κυρίου παντοκράτορος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Πάντες οἱ προσάγοντες θ̣ υσίαν δικαιοσύνης καὶ θυσίαν αἰνέσεως ἱερουργοῦντες ἥξουσιν πρὸς τὸν προσκυνούμενον καὶ ᾧ λ̣ α̣ τρεύουσιν, ἵνα δοξάσωσιν αὐτόν, αὐτοῦ εἰς τ̣ οῦτο προτρεπομένου. Λέγει γάρ· «Θυσία αἰνέσεως δοξάσει με.» Ἥξουσιν δὲ πρὸς ἑαυτοὺς συμφώνῳ προαιρέσει ἵνα ἅμα ἐκτελῶσιν τ̣ ὰ τῆς ἱερατείας, λαμβάνοντες ἐκ τῶν ἡγια̣ σμένων λεβήτων τῶν κύκλῳ τοῦ θυσιαστηρίου······· κειμένων ὥστε ἑψῆσαι ἐν αὐτοῖς τῶν θυμάτων τὰ κρέα, ὡς ἤδη εἴρηται. Καὶ ἐπεὶ σὺν λόγῳ καὶ ἐπιστημονικῃ῀̣ θεωρίᾳ τὰ τῶν προκειμένων λεβήτων ἐκτελεῖται, εἰκότως φιάλαι εἴρηνται. Ὅτι γὰρ τὸ εἶδος τοῦτο λόγον σημαίνει, ἐν τῷ῎ Α̣ ι̣ σ̣ ματι τῶν Ἀισμάτων ἀπαγγέλλεται. Ἡ νύμφη γοῦν το`̣ κάλλος καὶ τὴν ὡραιότητα οὗ ἠγάπησεν ἀδελφιδοῦ ἐν ψυχῇ αὐτῆς φανεροῦσά φησιν· «Σιαγόνες αὐτοῦ ὡς φιάλαι τοῦ ἀρώματος φύουσαι μυρεψικά.» Δηλοῖ δὲ ἡ σιαγὼν τὸν λόγον τὸν πηγῆς δίκην αν̣······ θανούσης ῥεῖ καὶ φύει μυρεψικά. Ταύτης τῆς μυστικῆς νοητῆς λατρείας ἐκτελ̣ ουμε´̣ νης πρὸς τῶν η῾̣ κόντων πνε̣ υματικῶς ἱερουργήσειν, ἑψόντων εἰς τοὺς ἁγίους λέβη̣ τας τὰ κρέα τὰ λαμβανόμενα κατ' ἀναγωγὴν τὴν ἐκ μόσχων καὶ κριῶν, οὐκέτι Χαν̣ αν̣ αῖος ἔσται ἐν τῷ οἴκῳ Κυρίου παντοκράτορο̣ ς̣ ἐν τῇ ἡμέρᾳ, ὅτε ἀποκατάστασις γέγονεν τῶν π············· χ̣ όντων. Χαναναῖος δ' ἐστὶν ὁ ἀλλότριος ε᾿̣ κ̣ μήτρας ὡς ἐκτὸς, εἶναι τῆς εὐσεβ̣ είας· οὐκ ἔσται δέ, ἤτοι μεταβάλλων εἰς τὸν Ἰσραὴλ «τὸν ἀληθινὸν τὸν δόλον οὐκ ἔχοντα», ἢ ἐκβα̣ λλόμενος ἐκ τοῦ οἴκου Κυρίου παντοκράτορος. Χαναναῖον δεκτέον ἀλληγορικῶς καὶ τὸν ἔξω τῆς ἰσραηλιτικῆς καταστάσεως φθάσαντα. Οἷος ἦν ὁ ἕτερος τῶν Commentarii in Zacchariam. 3 to Commentarii in Zacchariam 5. 6 κατὰ Σωσάν̣ ν̣ ης μανέντων πρεσβύτερος, πρὸς ὃν ὁ σοφώτατος Δανιήλ φησιν· «Σπέρμα Χανάαν καὶ οὐχὶ Ἰούδα, τὸ κάλλος ἐξηπάτησέν σε, καὶ ἡ ἐπιθυμία διέστρεψεν τὴν καρδίαν σου· οὕτως ἐποιεῖτε θυγατράσιν Ἰσραήλ, καὶ ἐκεῖναι
q.170
φοβούμεναι ὡμίλουν ὑμῖν, ἀλλ' οὐ θυγάτηρ Ἰούδα ὑπέμεινεν τὴν ἀνομίαν ὑμῶν.» Συνᾴδει καὶ τὰ ἐν [̓ Ωσῆε περὶ τῶν ἀκολάστων ὡς τυγχανόντων Χαναναίων οὕτως ἐ´̣ χοντα· «Μέτοχος εἰδώλων Ἐφράιμ ἔθηκεν ἑαυτῷ σκάνδαλον. Ἡιρέτισαν Χαναναίους· πορνεύοντες ἐξεπόρνευσαν.» Καὶ ἐπεὶ ὁ ἀκόλαστος κατὰ τροπολογίαν ἐστὶ Χαναναῖος, ἐκβάλλεται τοῦ ἁγίου οἴκου Κυρίου παντοκράτορος, ἵνα μηκέτι ᾖ ἐν αὐτῷ. Τοῦτο πληρῶν ὁ θεῖος ἀπόστολος Παῦλος ἐπιστ̣ έλλει τῇ Κορινθίων Ἐκκλησίᾳ· «Ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν, ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν. Καὶ ὑμεῖς πεφυσιωμε´̣ ν̣ οι ἐστέ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐξ ὑμῶν ὁ τὸ ἔργον τοῦτο πράξας.» Καὶ ἐκβέβληταί γε τῆς τ̣ ῶν πιστῶν συνόδου, ἵν' αἰσθηθεὶς εἰς οἷον κα̣ κὸν ἥκει προαιρέσει τῇ ε῾̣ αυτοῦ τὸν μισθὸν τοῦ σφάλμα̣ τ̣ ο̣ ς̣ λάβῃ, ὅπερ καὶ γέγονεν, ὡς············ ωθῆναι εἰς αὐτὸν σφόδρα̣ μετανοήσαντα. Οὕτ̣ ω̣ ς γὰρ ὁ ἀπ̣ οβαλὼν τὸν πορνικὸν τρόπον ἐν τῷ οἴκῳ τοῦ Θεοῦ τῇ [̓ Εκκλησίᾳ εἰσήχθη. Ὅτι δὲ οὐδενὸς ὄντος φύσει κακοῦ, ὡς δοξάζουσί τινες τῶν ἑτεροδόξων, μεταβολὴ προ̣ αιρετικὴ γίνεται, παρίσταται ἐκ τοῦ Εὐαγγελίου, μεταβαλούσης τῆς Χαναναίας γυναικὸς ἐκ κυνὸς εἰς γυναῖκα, χρηματίζουσαν θυγατέρα τοῦ σώσαντος αὐτήν, εἰρηκότος τάδε· «Θύγατερ, ἡ πίστις σου σέσωκέν σε.» Τάχα γὰρ διὰ του῀̣ το ἐτύγχανεν κύων πρὸ τῆς πίστεως, ὅτι ἀκόλαστος ἦν γυνή······· ορον γὰρ πρὸς ὀχείαν καὶ αἰσχροπαθῆ κολακείᾳ το······ κ̣ ύων· αὐτίκα γοῦν σὺν πορνικῷ μισθώματι ἀπαγορεύεται, τοῦ νόμου λέγοντος· «Οὐκ οἴσεις τὸν κύνα οὐδὲ μίσθωμα πόρνης εἰς οἶκον Κυρίου Θεοῦ σου.» Του´̣ του γὰρ φυλαττομένου, οὐκ ἔστιν Χαναναῖος ἐν οἴκῳ Κυρίου παντοκράτορος ἐν τῇ ἡμέρᾳ τῇ καταυγαζομένῃ ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης, τοῦ φωτὸς τοῦ ἀληθινοῦ, τοῦ Μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ. Τ̣ έλος ἀπειληφότος τοῦ εἰς σαφήνειαν προκειμένου προφήτου Ζαχαρίου, καὶ ἡμεῖς καταπαύομεν τῆς συντάξεως τῶν εἰς αὐτὸν ὑπομνημάτων.

Intertext edge

Open linked passage

Note