Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De trinitate -
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/didymus-the-blind" aria-label="More works by Didymus the Blind"> —
⋯
More
Original / primary: Pg Scrape Grc
10.1
Καὶ Παύλου δὲ Φιλιππησίοις γράψαντος περὶ τῆς ἀσυγκρίτου καὶ οἰκονομικῆς τοῦ Θεοῦ Λόγου δι' ἡμᾶς κενώσεως· «Τοῦτο δὴ λογιζέσθω ἐν ὑμῖν, ὅπερ καὶἐν Χριστῷ Ἰησοῦ· ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο εἶναι ἴσα Θεῷ· ἀλλ' ἑαυτὸν ἐκένωσεν, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα· ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων· καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς εἰς δόξαν Θεοῦ Πατρός·» οὗτοι τῷ μὲν, ὅτι ἐν μορφῇ Θεοῦ, καὶ ἴσα τῷ Θεῷ ὑπάρχων, ἑαυτὸν ἐκένωσεν, ἐν τῷ λαβεῖν μὲν δούλου μορφὴν, καὶ ἐν ταπεινώσει ἀνθρώπων γενέσθαι, ἀπεκδύσασθαι δὲ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, οὐχ ἑτέρου ἀνάγκῃ, ἀλλ' ἑκουσίως· ἔχουσιν· τῷ δὲ, «Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα,» ἀτρέπτως ἐπιβάλλουσι, καίτοι τῆς «διὸ» λέξεως σημαινούσης, ὡς διὰ τὸ παραπλησίως τῶν παιδίων κεκοινωνηκέναι σαρκὸς καὶ αἵματος, τότε, καὶ οὐκ ἄλλοτε, ὑπερυψώθη τὸ δουλοπρεπὲς μέτρον, καὶ ἐχαρίσθη αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, τὸ πάντων προφερέστατον· οὐ μὴν ὅτι ὁ Μονογενὴς περὶ οὗ λέγουσι τῆς τε βροντῆς ὁ υἱὸς, ὡς ἀληθινὸς Θεὸς καὶ ἀληθινὸς Υἱὸς Θεοῦ· καὶ Παῦλος, ὡς πρὸ τῆς κενώσεως ἐν μορφῇ καὶ ἰσότητι τοῦ Θεοῦ καὶ Πατρὸς ἦν δοτὰ ἐκτήσατο ταῦτα. Ἐπείτοι καὶ ἄτοπα λίαν ἐκ τούτου εἰσφέρεται· ἓν μὲν, ὅτιπερ, εἰ ἐν ψιλῷ καὶ μόνῳ τῷ ὀνόματι διακέκριται Θεὸς ὁ Υἱὸς, πλεονεκτήσει τὴν κτίσιν, ἢ μικρὸν, ἢ τὸ σύμπαν οὐδέν· δεύτερον δὲ, ὅτι ἐξολισθήσειεν αὐτοῦ κατά γε τὸ ἐγχωροῦν, καὶ ὅσον ἧκεν εἰς λογισμὸν τὸ χάρισμα· ἐπείπερ τὸ δοτὸν οὐκ εἰς πᾶν ἐρηρεισμένον καὶ διαμένον, ἀλλ' εὐαπόβλητόν πως· τρίτον, ὅτιπερ, εἰ κατὰ τὴν θεότητα νοηθείη εἰληφέναι τὸ θεῖον ὄνομα τὸ τηνικαῦτα, ὅτε ἐν κόσμῳ ἐφάνη, εὑρεθήσεται μὴ ἐσχηκὼς πρὸ τούτου, ὃ ὕστερον ἔλαβεν, ἀλλ' ὥσπερ τι χάρισμα, ἢ μισθὸν κομισάμενος ὑπὲρ τῆς πρὸς ἡμᾶς ἀφίξεως. Αὐτὸς δὲ καὶ ἐξ ἀπείρου ὑψώματος δι' ἡμᾶς ἐν τοῖς καθ' ἡμᾶς ἑαυτὸν ἐκένωσε· καὶ διὰ τὸ εἶναι φυσικῶς Υἱὸς Λόγος, καὶ ἐν μορφῇ. Θεοῦ, καὶ ἴσα Θεῷ, καὶ Θεὸς ἐν ἀρχῇ ὢν πρὸς τὸν Θεὸν, οὔτ' ἔξωθεν εἰσκεκριμένον καὶ νόθον οἷον ἔχων τὸ ἀπαράβλητον ὄνομα, οὔθ' ὕστερον τούτῳ ἐκτετιμημένος, ἐπανῆλθε πάλιν εἰς ὅπερ ἦν ἀεὶ καὶ ἐν ἀρχαῖς ὑπερανέχον ὕψος, καὶ εἰς ἔμφυτον τιμὴν καὶ δόξαν, καὶ εἰς ἰδίαν τὴν ἐκ δεξιῶν τοῦ ἑαυτοῦ Πατρὸς συνεδρίαν. Πῶς δὲ καὶ ὑπερύψωσε καὶ ἐχαρίσατο ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα; Ἐρῶ, ὅτι καὶ δουλικὴν περιφέροντι αὐτῷ εἰκόνα ἔλεγέ τε, «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς,» καὶ ἤθελε Θεὸν καὶ τότε καλεῖσθαι αὐτὸν, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ, ὡς προείρηται. Πρὸ τῆς ἐν κόσμῳ γὰρ ἐπιφανείας τοῦ Υἱοῦ, τὰ ἐπουράνια μόνον γόνυ ἔκλινεν αὐτῷ, καὶ ἐδόξαζεν αὐτὸν, εἰδότα τῆς ἁγίας Τριάδος τὴν ἰσόθεον δόξαν· ὡς τὰ σεραφὶμ τρίτον βοᾷν, «Ἅγιος,» καὶ ἅπαξ, «Κύριος·» ἵνα καὶ ἑκάστῃ ὑποστάσει τὸν ὕμνον ὁμοίως ἀναπέμψῃ καὶ μίαν αὐταῖς εἶναι κυριότητα καταγγείλῃ· τὰ δὲ ἐπίγεια καὶ τὰ καταχθόνια οὐκ ᾔδει αὐτὸν οὕτως, ὡς ἐν τῇ οἰκονομίᾳ ἔγνω. Ἐξ ἐκείνου οὖν ἤρξατο καὶ αὐτὰ γόνυ κλίνειν αὐτῷ, καὶ δοξάζειν, καὶ Θεὸν καλεῖν· καὶ ἐν ἀθρόαις περιστάσεσι, τῇ ὀξύτητι τῶν συμβαινόντων φθανόμενα, οὐ πολλῇ κεχρῆσθαι προσευχῇ, οὐδὲ κατὰ τὸ σύνηθες βαττολογεῖν, ἀλλ' ἐπικαλεῖσθαι· «Χριστὲ, βοήθει·» ὡς τοῦ ὀνόματος τούτου ὄντος πᾶσιν εἰς σωτηρίαν. Τῷ δὲ εἰρῆσθαι, «Ἐν ὁμοιώματι ἀνθρώπων καὶ σχήματι εὑρεθεὶς,» οὐ φάντασμα ὑποδηλοῖ τὴν ἐνανθρώπησιν αὐτοῦ, ὡς ὑπετόπασάν τινες· τὸ ἐναντίον μὲν οὖν, ὅτι Θεὸς Λόγος ὁμοιότητα καὶ σχῆμα ἀνθρώπων ὄντως ἔφερεν. Νοητέον δὲ καὶ ἄλλως· Ἀπὸ τῆς ὄψεως, καὶ φορέσεως, καὶ ἀναστροφῆς δείκνυται ἕκαστος, ὅπερ ἐστὶ, καὶ ὃ βούλεται πράττειν. Κἂν γὰρ μὴ βοῶν περιέρχοιτο τοῦτο, ἀλλ' ὅμως κατήγορον τὴν φύσιν ἔχει τοῦ πράγματος, κἂν μὴ λέγῃ. Καὶ ὁ Σωτὴρ οὖν βουληθεὶς διὰ τῆς ἀτρέπτου ἐνανθρωπήσεως σῶσαι ἡμᾶς, καὶ πάντα ἐσχηκὼς τὰ ἡμέτερα δίχα ἁμαρτίας, ἀνάγκῃ τὴν ἀπὸ γνώμης καὶ ἔργων τοῖς ἀνθρώποις προσοῦσαν ἁμαρτίαν ποιεῖν ὑπελαμβάνετο. Ὁ γὰρ τληπαθέστατος Ἰὼβ ἀπὸ πάντων ἡμῶν κέκραγεν· «Οὐδεὶς ἀναμάρτητος, οὐδ' ἂν μιᾶς ὥρας ὁ βίος αὐτοῦ. Τί γάρ ἐστιν ἄνθρωπος, ὅτι ἐμεγάλυνας αὐτὸν, ἢ ὅτι προσέχεις τὸν νοῦν εἰς αὐτὸν, ἢ ἐπισκοπὴν αὐτοῦ ποιεῖς ἕως πρωῒ, καὶ εἰς ἀνάπαυσιν αὐτὸν κρίνεις;» Αὐτὸς δὲ, τοῦτ' ἔστιν ὁ Δεσπότης, «ἁμαρτίαν,» ὡς προείρηται, «οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.» Τὸ δὲἀναμάρτητον, ὑπεράνθρωπόν ἐστι. Διὰ τοῦτο κεχρησμῴδηται τὸ, «Ἐν ὁμοιώματι καὶ σχήματι ἀνθρώπων.

Intertext edge

Open linked passage

Note