Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De trinitate -
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/didymus-the-blind" aria-label="More works by Didymus the Blind"> —
⋯
More
Original / primary: Pg Scrape Grc
11.1
Καὶ τὸ παρὰ Ἰωάννῃ, «Ἐγὼ ζῶ διὰ τὸν Πατέρα,» οὐδαμόθεν ἔχει λῆμμα. Ἢ γὰρ ἕνεκα τοῦ προλεχθέντος τῆς οἰκονομίας εἴρηται τρόπου, ἢ διὰ τὸ πεφηνέναι αὐτὸν ζωὴν ἐκ ζωῆς πατρικῆς, ὡς καὶ φῶς ἐκ φωτὸς, καὶ Θεὸν ἐκ Θεοῦ. Τοιγαροῦν καὶ τοῦτο ἠκούσαμεν αὐτοῦ παρ' αὐτῷ Ἰωάννῃ· «Ἐγώ εἰμι ἡ ζωὴ καὶ τὸ φῶς·» καὶ πάλιν· «Ὁ Υἱὸς οὒς θέλει ζωοποιεῖ.» Εἰ οὖν καὶ ὁ Πατὴρ ζωή ἐστι καὶ φῶς ἀληθινόν· ζωὴ ζωῆς, καὶ φῶς φωτὸς οὐδὲν διαφέρει. Ζωὴ γὰρ καὶ φῶς ἅπαξ ἐστί· καὶ οὐδὲ πειθανότητος ἐγγὺς τὸ, «Ἦν, ὅτε οὐκ ἦν,» ἐπὶ αὐτῆς τῆς δημιουργοῦ ζωῆς καὶ τοῦ ἀνεκλείπτου φωτός. Καὶ ἄλλως· Ὁ δι' ἕτερον ζῶν, αὐτὸς οὐκ ἂν εἴη ποτὲ ζωὴ αἰώνιος· ὡς οὐδὲ ὁ μεταδόσει Θεοῦ ἅγιος, αὐτοάγιος· αὐτὸς δὲ κατ' ἐξουσίαν καὶ ἄλλους ἁγιάζων δι' ἑαυτοῦ τε καὶ δι' ἑτέρων.

Intertext edge

Open linked passage

Note