Didymus the Blind
De trinitate -
13.1
Choose a text
More by Didymus the Blind
—
Pg Scrape Grc
13.1
Καὶ τὸ τοῦ Ψαλμῳδοῦ· «Διὰ τοῦτο ἔχρισέ σε Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου·» καὶ τὸ παρ' Ἰωάννῃ ἐν Εὐαγγελίῳ κείμενον, «Ὃν ὁ Πατὴρ ἡγίασε, καὶ ἀπέστειλεν εἰςτὸν κόσμον,» παραπλησίως εἴρηται. Οὐκ ἄλλοτε γὰρ ἐχρίσθη καὶ ἡγιάσθη ὁ ἅγιος καὶ ἁγίοις ἀναπαυόμενος, «ὁ εἷς ἅγιος, εἷς Κύριος Ἰησοῦς Χριστὸς, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν·» εἰ μὴ ὅτε οὐκ ἀποθέμενος ὃ ἦν, ἐγένετο ἀσυγχύτως καὶ ὃ οὐκ ἦν· ἵν' ἡμᾶς μετόχους ἑαυτοῦ ποιήσῃ καὶ ἁγιάσῃ, καθὰ εἶπεν· «Ὑπὲρ αὐτῶν ἁγιάζω ἐμαυτὸν, ἵνα ὦσιν αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ.»
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).