De trinitate -
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/didymus-the-blind" aria-label="More works by Didymus the Blind">
—
⋯
Original / primary: Pg Scrape Grc
14.1
Ἀκολούθως τούτῳ θεωρεῖται καὶ τὸ ἐν ψαλμῷ εἰρημένον· «Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδου, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν·» καὶ τὸ πολλαχοῦ γεγραμμένον, ὅτι τὸν Χριστὸν Ἰησοῦν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν. Οὐ γὰρ χάριν ἔλαβεν αὐτὸς τὴν ἀνάστασιν, ἀλλὰ χάριν αὐτὸς δέδωκεν ἡμῖν τὸ καθ' ὁμοιότητα τῆς ἀναστάσεως αὐτοῦ ταύτης πάλιν ἀνίστασθαι. Ἐπείτοιγε τὸ πρὸς τὸν Πατέρα ἰσότιμον καὶ ἰσοδύναμον καὶ ἐν τούτῳ διδάσκων τῷ κεφαλαίῳ, παρὰ Ματθαίῳ καὶ Λουκᾷ εἶπε· «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐγὼ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν·» καὶ, «Ἐξουσίαν ἔχω τὴν ψυχήν μου θεῖναι, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν.»