De trinitate -
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/didymus-the-blind" aria-label="More works by Didymus the Blind">
—
⋯
Original / primary: Pg Scrape Grc
15.1
Καὶ ἡ πρὸς τὸν νομικὸν ἀπόκρισις, τὸν πειραστικῶς εἰπόντα ὡς ἀνθρώπῳ τῷ Κυρίῳ, «Διδάσκαλε ἀγαθὲ,» καὶ ἀκούσαντα, «Τί με λέγεις ἀγαθόν, Οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεὸς,» τοιαύτη τίς ἐστιν. Τὸ, «Οὐδεὶς ἀγαθὸς,» εἰς τὸ γένος τῶν ἀνθρώπων· τὸ, «Εἰ μὴ εἷς ὁ Θεὸς,» εἰς τὸ ὁμοούσιον τῶν θείων ὑποστάσεων φέρει. Εἰ γὰρ οἶδάς με, φησὶν, ἀγαθὸν, ὁμολόγησόν με Θεὸν ἴσον καὶ ὅμοιον, ὡς κατὰ τὴν ἀγαθότητα, οὕτως καὶ κατὰ τὴν οὐσίαν ὑπάρχοντα τοῦ Πατρός. Ἡ γὰρ ἀνθρωπότης μεταλήψει τὴν ἀγαθότητα κέκτηται· ἡ δὲ θεότης ἄκρα ἀγαθότητος, καὶ ζωὴ, καὶ φῶς, καὶ ἀλήθεια, καὶ εἰρήνη, καὶ ἀγάπη ἐστίν. Καὶ ἐπάγει· «Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ ἀκολουθῶν μοι ἐν τῇ σκοτίᾳ μὴ μείνῃ.» Πείθων τε τὸν νομικὸν ταῦθ' οὕτως ἔχειν, εἶπε· «Πώλησον πάντα, ὅσα ἔχεις, καὶ δεῦρο, ἀκολούθει μοι.» Ὅπερ οὐκ ἐποίησεν ἡττώμενος τῆς γνώμης, οὐκ ἐχούσης ἔμφυτον τὸ ἀγαθόν. Ἐμαρτυρήθη μὲν οὖν ἡ ἀγαθότης αὐτοῦ ἐν τῷ αʹ λόγῳ. Τί δὲ ἂν εἴη εἰς ἀπόδειξιν μεῖζον τοῦ ἔργοις μᾶλλον ἢ λόγοις δεικνύντος τὸ ἑαυτοῦ φύσει ἀγαθὸν, κατὰ τὸν λέγοντα· «Ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν;»–» ποιεῖν» μὲν, ἐν τῷ κενῶσαι ἑαυτὸν καὶ μορφὴν δούλου ὑπὲρ τῶν δούλων λαβεῖν, θεραπεῦσαί τε πᾶσαν νόσον καὶ πᾶσαν μαλακείαν, καὶ δαίμονας ἀπελάσαι, καὶ θάλασσαν ἀνθρώποις ποιῆσαι βατὴν, καὶ πεινῶντας ὄχλους ἐπ' ἐρημίας ἐμπλῆσαι, καὶ δούλων νίψαι τοὺς πόδας, καὶ διὰ τὸ πλάσμα τῶν ἰδίων χειρῶν, ὑπὸ τῶν χειρῶν τοῦ πλάσματος παθεῖν, καὶ ἑκατονταπλασίονα τοῖς εὖ ποιοῦσι χορηγεῖν ἀγαθὰ, καὶ προστιθέναι ζωὴν αἰώνιον· «διδάσκειν» δὲ, «Πώλησον, ὅσα ἔχεις, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο, ἀκολούθει μοι·» καὶ, «Ὃ σὺ μισεῖς, ἄλλῳ μὴ ποιήσῃς·» καὶ, «Μὴ ἀποδῶτε κακὸν ἀντὶ κακοῦ·» καὶ,» Ὃς ἐὰν ποιήσῃ ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποίησεν·» καὶ, «Παντὶ τῷ αἰτοῦντί σε δίδου·» καὶ, «Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆςψυχῆς σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου· καὶ τὸν πλησίον σου ὡς σεαυτόν·» καὶ, «Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους» Καὶ πῶς δὲ οὐκ ἔστιν, ὦ αἱρετικὲ, ἀγαθὸς ἴσα τῷ ἑαυτοῦ Πατρὶ, ὅς γε ταῦτά σοι λέγοντι συγγνώμην ἔχει;