De trinitate -
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/didymus-the-blind" aria-label="More works by Didymus the Blind">
—
⋯
Original / primary: Pg Scrape Grc
16.1
Διὰ πάντων αἱρεσιομαχεῖν ἐγνωκότες, καὶ τὴν πρὸς Τιμόθεον τοῦ Παύλου φωνὴν, τὴν λέγουσαν· «Τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν·» καὶ τὴν, «Μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον·» καὶ τὴν ἐν Εὐαγγελίῳ κειμένην· «Ἵνα γινώσκωσί σε, τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν·» καὶ τὴν διαγορεύουσαν προφητείαν· «Ἐγὼ ἐξέτεινα τὸν οὐρανὸν μόνος·» οὐκ εἰς δέον ἐκδέχονται· φάσκοντες τὴν «μόνος» καὶ τὴν «ἀληθινὸς Θεὸς» λέξιν μὴ ἐπιδέχεσθαι δευτέραν, ἢ τρίτην ὑπόστασιν, ἔχειν δὲ τὴν ἀναφορὰν εἰς μόνον τὸν Πατέρα. Ἡ δὲ «μόνος» καὶ ἑνός ἐστι λέξις, ὁσάκις ἂν εἴρηται ἐπὶ τῆς Τριάδος τῇ Γραφῇ, διὰ τὸ ἐν μονάδι θεότητος ὑπάρχειν αὐτὴν, καὶ «μοναρχίαν» ἔχειν εἴρηται. Διὸ ἡ ταυτότης «μόνος,» ἢ ἐκείνης, ἢ ἅμα τῶν δύο, ἢ τῶν τριῶν ἀχράντων ὑποστάσεων μνημονεύει, ἢ χωρίς. Ἔτι δὲ οὕτως ἐῤῥήθη πρὸς ἀντεξέτασιν τῶν καλουμένων ψευδωνύμων θεῶν, ὥσπερ ἀεὶ τὴν δαιμόνιον πολυκοιρανίαν ἐκβάλλει, ἀκουσάντων· «Θεοί ἐστε·» ἵνα μηκέτι ὦμεν δεδουλωμένοι ὑπὸ ταλαὰ, καὶ πολύμορφα, καὶ τρεπτὰ, καὶ ἑτερόγνωμα στοιχεῖα, ἐπὶ τὴν πορνείαν ταύτην σκορπίζοντες τὰ νοήματα ἡμῶν, κατὰ τὸν λέγοντα· «Πρώτη πορνεία, ἐπίνοια εἰδώλων.» Πρὸς τούτοις, καὶ ὅτι οὐχ ἁρμόττει κτίσματι κυρίως καὶ καθ' ἅπαξ ἡ «μόνος» καὶ ἑνὸς λέξις, τῷ εἶναι πάντων, ἢ πολλῶν ἅμα κοινόν τι, διὰ τὸ πάντα ἔχειν πολλὰ ὁμοούσια καὶ ὁμοειδῆ, ὡς ἐν τῷ τεσσαρεσκαιδεκάτῳ κεφαλαίῳ τοῦ πρώτου ἐῤῥήθη λόγου. Ἡ δὲ, «Μόνος ἔχων ἀθανασίαν,» καὶ ἡ, «Ἀοράτῳ μόνῳ σοφῷ Θεῷ,» φωνὴ ἐγράφη, διὰ τὸ μηδὲ ἓν κτίσμα ἔχειν ἀφ' ἑαυτοῦ καὶ παντὶ τὸ ἀθάνατον, καὶ ἀόρατον, καὶ σοφὸν, ἀλλ' εἰληφέναι παρὰ τοῦ δημιουργήσαντος Υἱοῦ, τοῦ μόνως σὺν Πατρὶ καὶ Πνεύματι ὑπάρχοντος ταῦτα, ὕπαρξιν ἀθανασίας καὶ ἀορασίας· ὡς Παῦλον γράφειν Κορινθίοις τὸ πρῶτον· «Τί δὲ ἔχεις, ὃ οὐκ ἔλαβες; Εἰ δὲ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών;» Καὶ διὰ τοῦτο μηδὲ τὰς λέξεις ταύτας κυρίως πρέπειν ποιήματι. Ἔστι γὰρ θνητὸν δυνάμει, τὸ μὴ ἔχον οἴκοθεν τὸ ἀθάνατον, ἀλλὰ καὶ δυνάμενον, εἰ θελήσοι τυχὸν ὁ ποιήσας, καὶ τὸ ἀποσβεσθῆναι, καθὰ ἐν Εὐαγγελίῳ εἶπεν· «Φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ.» Τούτων οὕτως ἐχόντων, οὐδὲν κωλύσει πρὸς πλείονα εὐμαθίαν ἕκαστον ἰδιαζόντως ἐξεργάσασθαι ῥητόν. Τὸ μὲν οὖν, «Τῷ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ» ἔγραψε, πολλὰ προδιηγησάμενος κοσμικὰ ἐν τῇ Ἐπιστολῇ, καὶ κατὰ πάσης τῆς διηγήσεως ἐπαγαγὼν τοῦτο, ὡς ἔσται σαφὲς παντὶ τῷ προσέχοντι τῇ ἐννοίᾳ τῆς Ἐπιστολῆς. Τὸ δὲ, «Μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον,» ὡς πρὸς τὴν κτίσιν ἐπέστειλε, καθὰ εἴρηται. Ἡ γὰρ αἰώνιος ζωὴ, καὶ ἡ ἀφθαρσία, ἀθανασία ἐστί· καὶ ἡ «ἀλήθεια,» καὶ «σοφία» λέξις ἰσοδυναμεῖ τῷ «ἀληθινῷ» καὶ «σοφῷ» ῥήματι· καθάπαξ δὲ ταῦτά ἐστι μόνου Θεοῦ· μεμαρτύρηται δὲ ταῦτα εἶναι ὁ Υἱὸς καὶ τὸ ἅγιον Πνεῦμα. Καὶ εἰ, ὥσπερ ὁ Πατὴρ δημιουργεῖ, ἁγιάζει, δικαιοῖ καὶ θεοποιεῖ τοὺς πρὸς οὓς γίνεται, τὸν ἴσον τρόπον καὶ ὁ Μονογενὴς, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ ποιεῖ· κυρίως ἄρα τῷ τε Υἱῷ, τῷ τε Πνεύματι τοῦ Θεοῦ τὸ, «μόνος,» καὶ «ἀληθινὸς,» καὶ «σοφὸς,» καὶ «ἀόρατος Θεὸς,» καὶ «μόνος ἔχων ἀθανασίαν,» ὡς τῷ Πατρὶ ἐφαρμόσει· καθάπερ καὶ αὐτῷ πρέψει ἡ περὶ τοῦ Μονογενοῦς λέγουσα Γραφή· «Οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν.» Πᾶσιν γὰρ, ἵν' οὕτως φράσω, οἷς ὁ Πατὴρ τῆς κτίσεως διαφέρει, καὶ ὁ Υἱὸς, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ ὁμοίως διαφέρει. Πῶς γὰρ λοιπὸν μόνος ἔχει τὰ προλεχθέντα ὁ Πατὴρ, εἰ ἀληθεύει τὰ περὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος γεγραμμένα, καὶ τὸ, «Ὥσπερ ὁ Πατὴρ ζωὴν ἔχει, οὕτως ἔδωκε τῷ Υἱῷ ζωὴν ἔχειν,» ὡς καὶ τὸ προσεχὲς τούτῳ κεφάλαιον ἐπιδείξει; Τὸ δὲ, «Ἵνα γινώσκωσί σε, τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστὸν,» συμπεριέχει καὶ τὸν Υἱὸν, καὶ δείκνυσιν ἴσον τῷ Πατρὶ, μεθ' οὗ νοεῖται καὶ τὸ Πνεῦμα αὐτοῦ. Ἡ δὲ ἀποστολὴ τὴν οἰκονομίαν δηλοῖ. Ἡ δὲ, «Ἐγὼ ἐξέτεινα τὸν οὐρανὸν μόνος,» φωνὴ, οὐκ ἔστι τοῦ Πατρός. Ἐπεὶ πῶς ἄληθες τὸ πάντα διὰτοῦ Υἱοῦ γεγενῆσθαι; Ἢ γνώτωσαν καὶ περὶ τοῦ Υἱοῦ ὁμοιότροπον ἐν τῷ Ἰὼβ προφητικῶς εἰρῆσθαι· «Ὁ τανύσας τὸν οὐρανὸν μόνος, καὶ περιπατῶν ὡς ἐπὶ ἐδάφους ἐπὶ θαλάσσης.» Αὐτὸς γὰρ, ὡς πᾶσιν καταφανὲς, ἀεὶ μὲν, οὐχ ἥκιστα δὲ ἐν τῇ ἐνανθρωπήσει ἐθαυματούργησεν, καὶ ὡς ἐν πεδίῳ ἐβάδισεν ἐπὶ τῆς ὑγρᾶς. Μαρτυρεῖται δὲ καὶ ἐπὶ τοῖς ἄλλοις τοῖς μνημονευθεῖσιν ὁ Υἱὸς, καὶ τὸ ἅγιον Πνεῦμα οὕτως. Περὶ μόνου μὲν ἀληθινοῦ Θεοῦ, ὡς ἡνίκα περὶ μὲν τοῦ Υἱοῦ Ἰωάννης αὐτῇ λέξει ἀληθινὸν Θεὸν αὐτὸν εἶναι, καὶ μονογενῆ Θεὸν ἀναφθέγγεται· Ἰούδας μόνον Δεσπότην καλεῖ· καὶ ὁ προφήτης λέγει· «Σὺ εἶ ὁ Θεὸς ὁ ποιῶν θαυμάσια, σὺ εἶ μόνος Θεὸς μέγας·» καὶ ἑτέρωθι· «Εἷς ἅγιος, εἷς Κύριος Ἰησοῦς Χριστός.» Περὶ δὲ τοῦ ἁγίου Πνεύματος, ὡς ὅταν Παῦλος, ὁ συνέσεως πλήρης, Πνεῦμα τοῦ Θεοῦ καὶ Πατρὸς, καθὰ ἡμῖν τὸ ἡμῶν πνεῦμα, εἶναι αὐτὸ μαρτυρεῖ. Καὶ πάλιν γράφει· «Ταῦτα πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται.» Περὶ μὲν σοφίας, ὡς ἡνίκα περὶ μὲν τοῦ Υἱοῦ ὁ μνημονευθεὶς σεμνότατος γράφει Παῦλος· «Χριστὸν Θεὸν δύναμιν, καὶ Θεοῦ σοφίαν·» καὶ, Ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι.» Καὶ Δαυῒδ ψάλλει· «Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! Πάντα ἐν σοφίᾳ ἐποίησας.» Καὶ ὡς Ἡσαΐας προφητεύει· «Καὶ αὐτὸς σοφὸς ἦγεν ἐπ' αὐτοὺς κακά.» Περὶ δὲ τοῦ ἁγίου Πνεύματος, ὡς ὅταν Ἡσαΐας προφητεύῃ· «Πνεῦμα τοῦ Θεοῦ, Πνεῦμα σοφίας καὶ συνέσεως, Πνεῦμα βουλῆς καὶ ἰσχύος, Πνεῦμα γνώσεως καὶ εὐσεβείας.» Περὶ δὲ ἀφθαρσίας καὶ ἀθανασίας, προείρηται μὲν ἤδη, οὐ μέντοι ἄτοπον καὶ ἄλλα παραθέσθαι· ὡς ἡνίκα, περὶ μὲν τοῦ ψυχοδότου Μονογενοῦς, οὗ τὸ ὄμμα, καὶ ἡ ἀκοὴ, καὶ ἡ δίκη, καὶ ἡ φιλανθρωπία πανταχοῦ ἐφέστηκε, Δαυῒδ μελῳδεῖ· «Σὺ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν·» καὶ, «Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ.» Περὶ δὲ τοῦ ἁγίου Πνεύματος, τοῦ τὰ σύμπαντα τρέφοντος, καὶ θείαις ἀκτῖσι καταλάμποντος, καὶ ἕως καὶ ἐπὶ τοὺς ἀπολειπομένους τοῦ θείου νόμου μακροθυμοῦντος, ἵν' ἢ ἐπιστρέψωμεν, ἢ ἐκεῖσε τιμωρίαν ὑπόσχωσιν οὐ μεμπτήν· ὡς ὅταν λέγῃ· «Καὶ τὸ ἄφθαρτόν σου Πνεῦμά ἐστιν ἐν πᾶσιν.» Τοῖς δὲ λέγουσιν, Οὐκ εἰσὶν οὖν αἱ ψυχαὶ καὶ οἱ ἄγγελοι ἀθάνατοι καὶ ἀόρατοι; ἀπαντητέον οὕτως· Πρὸς τὸ ἀθάνατον πρῶτον καθ' ἕνα μὲν τρόπον, ὅτι τῇ πρωτουργῷ καὶ ἀπείρῳ ἀθανασίᾳ ἡ τούτων οὐδαμῶς κοινωνεῖ, ὑπὸ βεβηκυῖα καὶ διωρισμένη ἐκείνης, ὅσον δημιούργημα Δημιουργοῦ. Καὶ διὰ τοῦτο μόνος ἔχειν ἀθανασίαν ὁ Θεὸς ἐλέχθη, ὡς ἔστι γνῶναι ῥᾴδιον, εἴπερ εἰς νοῦν βαλοίμεθα, ὅτι τούτων οὐδὲν, οὔτε δημιουργεῖν, οὔτε ἀθανασίαν χορηγεῖν δύναται, ὡς ὁ μόνος ἀόρατος καὶ αἰώνιος Μονογενὴς, καὶ τὸ ἅγιον Πνεῦμα δημιουργεῖ, καὶ ἀθανάτους κατασκευάζει. Καθ' ἕτερον δὲ, ὅτι αἱ ψυχαὶ καὶ οἱ ἄγγελοί εἰσι καὶ ἀθάνατοι κατὰ τὸ ἀνώλεθρον καὶ ἄφθαρτον τῆς οὐσίας, καὶ θνητοὶ κατὰ τὸ φθείρεσθαί ποτε τῇ γνώμῃ. Ἀπὸ γὰρ τροπῆς ἔστιν ὅτε πίπτουσιν εἰς ἁμαρτίαν, ἐξ ἧς ἐπέρχεται ὁ θάνατος· καθ' ὃν ὁ Παῦλος γράφει· «Καὶ ἡ σπαταλῶσα χήρα τέθνηκεν·» καίπερ μήπω τὸν τῇδε ὑπαλλάξασα βίον, καθὰ ἤδη ἐν τῷ περὶ τοῦ ἁγίου Πνεύματος ἐξηγήθη λόγῳ. Ἀντιδιαιρεῖται γὰρ τῷ ἀθανάτῳ τὸ θνητὸν, καὶ ἀντιστοίχως τῷ θνητῷ τὸ ἀθάνατον, καὶ νοεῖταιἐπὶ ψυχῶν καὶ ἀγγέλων, τὸ μὲν ἀθάνατον, ὅταν πρὸς τῷ θάνατον μὴ ἐπιδέχεσθαι, ὅ ἐστιν μὴ διαλύεσθαι, ἅτε ἀσυνθέτους ὄντας καὶ ἀνωλέθρους τὴν ὕπαρξιν, ἐὰν καὶ φθορᾷ γνώμης μὴ ὑποπέσωσιν, τοῦτ' ἔστιν, εἰ ἄτρεπτοι διαμείνωσιν· τὸ δὲ θνητὸν, ἀντικειμένως τούτῳ. Καθόλου δὲ ἐοίκασιν οἱ τοιοῦτοι μὴ γινώσκειν τὰ ἀντιστρόφως λεγόμενα, καὶ ὡς οὐ πάντα τὰ ὁμωνύμως κατά τινων λεγόμενα πέφυκεν ἀντιστρέφειν. Ὁ μὲν γὰρ Θεὸς παντοίως ἀθάνατος, οὐ μὴν τὸ ἀθάνατον ἤδη. Πρὸς δὲ τὸ ἀόρατον, εἰσὶ μὲν καὶ αἱ ψυχαὶ καὶ οἱ ἄγγελοι, ἀόρατοι μὲν τῷ ὀφθαλμῷ τοῦ σώματος ἡμῶν, ἐν τῷ εἶναι ἐκτὸς τῶν ὁρατῶν ἰδιωμάτων φημὶ χρώματος, σχήματος, μεγέθους, ὁρατοὶ δὲ τῷ νῷ, ὅ ἐστιν ὄμμα τῆς ψυχῆς· ἐπειδὴ μὴ ἀνέφικτοι, ἅτε κτιστοὶ τὴν ὕπαρξίν εἰσιν, ἀλλ' ἔστιν ἡμῖν νόησις περὶ αὐτῶν. Ὥστε, εἰ καὶ κατὰ προσβολὴν αἰσθήσεως ὀφθαλμοῦ ὄμματος ἀόρατοι, ἀλλ' οὖν κατὰ ἀντίληψιν θεωρίας ἐπιστημονικῆς ὁρατοί εἰσιν. Ὁ δὲ Θεὸς ὑπὲρ τὸ ἀόρατον, καὶ ἀφανέστατον, καὶ ὑπὲρ πάντα νοῦν ὑπάρχων, οὐ μόνον ὄψει, καὶ συνόλως αἰσθήσει, μὴ ὑποπίπτειν, ἀλλὰ μήτε νῷ αὐτῶν ἀγγέλων ἐνορᾶσθαι, διὰ τὸ ἀκατάληπτον καὶ ἀπρόσιτον, πέφυκεν. Ὅτι μὲν γὰρ ἔστι Θεὸς, πᾶσι γνώριμον· τί δὲ, ἢ πῶς ὑπάρχει θεωρῆσαι, πάντων τῶν φυσικῶν δυσαλωτότατον καθέστηκεν. Ὀρθῷ οὖν προσεῤῥήθη τρόπῳ τῷ εἰρημένῳ «μόνος ἀθάνατος, σοφός τε Θεὸς, καὶ ἀόρατος.»