Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De trinitate -
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/didymus-the-blind" aria-label="More works by Didymus the Blind"> —
⋯
More
Original / primary: Pg Scrape Grc
18.1
Οὕτως ἂν νοηθείη καὶ τὸ ἐν Ἰωάννῃ τοῖς ἀποστόλοις ῥηθέν· «Εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν, ὅτι πορεύομαι πρὸς τὸν Πατέρα· ὅτι ὁ πέμψας με Πατὴρ μείζων μου ἐστίν.» Πῶς γὰρ πορεύεται, ἢ ἐπέμφθη κατὰ τὴν θεότητα ὁ εἰπών· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» καὶ, «Ὁ Πατὴρ ὁ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα·» καὶ, «Ὁ πέμψας με, μετ' ἐμοῦ ἐστιν;» Ὁ μαρτυρούμενος, ὅτι «Ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών·» καὶ ὅτι «Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο;» Ὁ γὰρ πέμπων ἐκεῖ πέμπει, ἔνθα οὐκ ἔστιν ὁ πέμπων καὶ ὁ πεμπόμενος. Εἰ δὲ ὁ Θεὸς πανταχοῦ πάρεστι, καὶ πάντα συνέχει, περιδραξάμενος τὴν κτίσιν, καὶ οὐκ ἀπιὼν, καὶ πάλιν ἐπανιὼν, οὐδ' ἐκ τόπων τόπους ἀμείβων. Λέγει γὰρ ὁ μὲν Ἱεροψάλτης· «Ἐγγὺς Κύριος τοῖς φοβουμένοις αὐτόν·» καὶ πάλιν· «Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει· ἐὰν ἀναλάβοιμι πτέρυγάς μου κατ' ὄρθρον, καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης· καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δεξιά σου.» Ὁ δὲ Ἱερεμίας· «Τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος.» Αἱ δὲ Πράξεις· «Καί γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα· ἐν αὐτῷ γὰρ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν· ὡς καί τινες τῶν καθ' ἡμᾶς ποιητῶν εἰρήκασινΤοῦ γὰρ καὶ γένος ἐσμέν»· ὁ δ' ἤπιος ἀνθρώποισιν. Καὶ εἰ ὁ Δεσπότης αὐτὸς ἐξηγεῖται, ὡς οὐδέποτε τοὺς οὐρανοὺς τῆς ἑαυτοῦ παρουσίας ἐγύμνωσεν, ὥσπερ οὐδὲ νῦν μετὰ τὴν ἀνάληψιν τῆς γῆς ἀπολιμπάνεται· «Ἰδοὺ» γὰρ, φησὶν, «ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος·» βεβαιῶν τὰ παρὰ τοῦ ἱεροκήρυκος ἐν ιʹ ψαλμῷ ᾀσθέντα, δι' ὧν καὶ ἐπὶ γῆς αὐτὸν, καὶ ἐν οὐρανῷ ἐπὶ τοῦ θείου ἐπικαθέζεσθαι θρόνου προσεκήρυττεν· φησὶν γάρ· «Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ, Κύριος, ἐν οὐρανῷ ὁ θρόνος αὐτοῦ.» Εἰ ταῦτα οὕτως ἔχει, ἀμάχως τὸ «πορεύομαι» καὶ «ὁ πέμψας,» ὡς μορφὴν δούλου λαβὼν, εἶπε, καὶ διὰ τὸ Ἰουδαίους ἀπιστεῖν τῇ οἰκονομίᾳ, καὶ ὅτι τῇ συμφωνίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς ἐπεφάνη· καὶ οὐ διὰ τοῦτο μόνον, ἀλλ' ὥστε καὶ τοὺς παχεῖς τὸν νοῦν καὶ χερσώδεις Μοντανιστὰς ἐντρέπεσθαι, τὸν αὐτὸν Υἱοπατέρα ὁμοῦ καὶ Παράκλητον νοοῦντας· σὺν αὐτοῖς δὲ καὶ Μανιχαῖον, μὴ προσιέμενον τὴν Παλαιὰν Διαθήκην· ἀλλ' ἀποκαλοῦντα τὸν μὲν Πατέρα ἀπάνθρωπον, ὡς ἐκβαλόντα τὸν Ἀδὰμ ἀπὸ τοῦ παραδείσου, τὸν δὲ Υἱὸν μόνον φιλάνθρωπον, ὡς δι' ἑαυτοῦ παραγενόμενον καὶ σώσαντα. Πῶς γὰρ μόνῳ τὴν χάριν εἰσώμεθα τῷ Χριστῷ, ὅτι ἔπεμψεν αὐτὸν καὶ ὁ Πατήρ; Εἴωθε δὲ ἡ Γραφὴ τῇ λέξει τοῦ «ὁ πέμψας,» καὶ τοῦ «ἀπεστάλη» ἐπὶ τῆς ἀῤῥήτου συγκαταβάσεως προσχρῆσθαι· καὶ ὡς θνητῷ τῷ λόγῳ περιλαβεῖν ἀδύνατον ἦν τὸν ἀχώρητον, οὕτως καὶ τῇ τῶν ῥημάτων οἰκονομίᾳ τὴν διήγησιν ποιεῖσθαι, ἵνα μή τις ἀντιθεΐας ὑπόνοιαν σχοίη· ἐπείτοιγε Πάντα Θεοῦ πλήρη, καθὰ εἴρηται. Μαρτυρεῖ δὲ τούτῳ ἡ ἀεὶ ζῶσα φωνὴ, λέγουσα· «Πάτερ, εὐχαριστῶ σοι, ὅτι ἤκουσάς μου· ἐγὼ δὲ ᾔδειν, ὅτι πάντοτέ μου ἀκούεις, ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν, ὅτι σύ με ἀπέστειλας·» τοῦτ' ἔστιν· Ἤδειν ὅτι πάντοτέ μουἀκούεις, μιᾶς θελήσεως οὔσης· ἀλλὰ διὰ τὸν περιεστῶτα ὄχλον, ἵνα πιστεύσωσιν, εἶπον τὸ, Πάτερ, εὐχαριστῶ σοι, ὅτι σύ με ἀπέστειλας· πρωθυστέρους δὲ τὰς λέξεις ἐφθέγξατο, ἠσφαλισμένως ποιῶν, διὰ τοὺς ἀκροωμένους φιλαιτίους καὶ φιλαπεχθήμονας ὡς καὶ περὶ τοῦ Προδρόμου τὴν οἰκονομίαν κηρύττοντος εἶπεν· «Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ·» καὶ ὅμως οὐκ ἐξ οὐρανῶν ἀποσταλεὶς ἐτύγχανεν. Γέγραπται ὁ Θεὸς καὶ ὑπὸ ἀνθρώπου ἀποστελλόμενος, καὶ ἄνθρωπος ὀνομαζόμενος, καὶ βλάβος περὶ τὴν θείαν καὶ ἀληθῆ δόξαν πάντως οὐχ ὑπομένων ὡς Μωϋσῆς ἐν τῇ γενέσει λέγει· «Καὶ διέβη τὸν χειμάῤῥουν, καὶ διεβίβασε πάντα τὰ αὐτοῦ. Ὑπελείφθη δὲ Ἰακὼβ μόνος, καὶ ἐπάλαιεν ἄνθρωπος μετ' αὐτοῦ ἕως πρωί. Ἴδεν δὲ, ὅτι οὐ δύναται Ἰακὼβ ἐν τῷ παλαίειν, καὶ εἶπεν αὐτῷ· Ἀπόστειλόν με· ἀνέβη γὰρ ὁ ὄρθρος. Ὁ δὲ εἶπεν· Οὐ μή σε ἀποστείλω, εἰ μή με εὐλογήσῃς. Εἶπε δὲ αὐτῷ· Τί τὸ ὄνομά σου ἐστίν; Ὁ δὲ εἶπεν· Ἰακώβ. Καὶ εἶπεν αὐτῷ· Οὐ κληθήσεται ἔτι ὄνομά σου Ἰακὼβ, ἀλλ' Ἰσραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ τοῦ Θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατὸς ἔσῃ. Ἠρώτησε δὲ Ἰακὼβ, καὶ εἶπεν· Ἀνάγγειλόν μοι τὸ ὄνομά σου. Καὶ εἶπεν· Ἵνα τί σὺ ἐρωτᾷς τὸ ὄνομά μου; Καὶ εὐλόγησεν αὐτὸν ἐκεῖ. Καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου Εἶδος Θεοῦ· Ἴδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή.» Ὅτι δὲ Θεός ἐστιν ὁ παλαίσας καὶ μὴ εἰπὼν αὐτοῦ τὸ ὄνομα, καὶ ἡ προφητεία λέγει· «Ὤφθην πρὸς Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, τοὺς πατέρας ὑμῶν, Θεὸς ὢν αὐτῶν, καὶ τὸ ὄνομά μου οὐκ ἐδήλωσα αὐτοῖς.» Πῶς δὲ καὶ μείζων κατὰ τὴν θεότητα ὑπάρχει τοῦ ἴσον ἑαυτὸν ποιοῦντος τῷ Πατρὶ, τοῦ λέγοντος· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·» καὶ μαρτυρουμένου, ὡς ἀληθινὸς Θεὸς, καὶ Υἱὸς, καὶ Μονογενής ἐστιν «Ἐν ᾧ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος·» καὶ, «Θεὸς μέγας, πρὸς ὃν οὐ λογισθήσεται ἕτερος·» καὶ ὡς ἐκ δεξιῶν συγκαθέζεται; Ἀλλ' ὁμολογουμένως καὶ τὸ «μείζων» εἰς τὴν ἐνανθρώπησιν ἀποτείνεται, δι' ἢν ὁ μεταβολῆς διὰ παντὸς ἄμοιρος ὢν, ἠλαττῶσθαι καὶ τῶν ἀγγέλων, εἰ θέμις τοῦτο φάναι, γέγραπται παρὰ τῷ Ἀποστόλῳ οὕτως· «Τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου.» Ἀμέλει οὐκ ἐν μορφῇ Θεοῦ ὑπάρχων ἐν οὐρανοῖς, ἀλλ' ἐν μορφῇ δούλου ἐπὶ γῆς, ὅτε ἐκ τῆς Παρθένου ἀτρέπτως προῆλθεν, ἔλεγεν· «Ὁ πέμψας με Πατὴρ μείζων μου ἐστίν·» ὡσεὶ καὶ ἔλεγεν. Ἡ ὑμῖν καὶ πάσῃ διανοίᾳ ἀθέατος θεότης, μείζων τῆς ὁρωμένης συγκαταβάσεώς μου ὑπάρχει. Ὁ γὰρ τῷ πράγματι συγκαταβὰς, καὶ διακονῶν, καὶ μὴ διακονούμενος, καὶ δούλου φέρων μορφὴν, ὁ ἐνμορφῇ Θεοῦ ὑπάρχων, πως οὐχὶ καὶ τοῖς ῥήμασι συγκαταβαίνειν ἔμελλεν, ὁ παντὸς λόγου ἀνώτερος; οὕτως ὥστε καὶ ὀνειδίζει παρ' Ἰωάννῃ τοῖς ἐπὶ μικροπρεπεία ἐκδεχομένοις τῆς οἰκονομίας τὰ ῥήματα, φάσκων· «Ἐγὼ τιμῶ τὸν Πατέρα μου, καὶ ὑμεῖς ἀτιμάζετέ με.» Τιμᾷ δὲ καὶ ὁ Πατὴρ τὸν Υἱὸν, λέγων· «Κάθου ἐκ δεξιῶν μου·» καὶ μέντοι ἕλκων πρὸς αὐτὸν τοὺς ἀξίους. Καὶ αὐτὸ δὲ τοῦτο τὸ εἰπεῖν πεποιθήσει Πατέρα τὸν Θεὸν, δείκνυσιν, ὡς τὸ «μείζων» κατὰ τὴν ἐνανθρώπησίν ἐστιν. Καὶ ἐξ ὑποδείγματος δὲ ῥᾷον ὑποστῆναι τοῦ μὴ κατὰ τὴν θεότητα εἰρῆσθαι τὸ «μείζων.» Ὁ γὰρ Κύριος φησίν· «Ἀμὴν λέγω ὑμῖν οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ βαπτιστοῦ» Ἀλλ' οὐχ ὡς ἐξ ἑτέρας μείζονος φύσεως ὄντα, ἢ κατ' ἀνθρώπους, ἔλεγε μείζονα εἶναι αὐτόν· πάντες γὰρ οἱ ἀρετῆς μεταποιούμενοι, ἢ ἐξισοῦντο αὐτῷ, ἤ τι ἀπελείποντο· οὐδὲ ὡς δυνάμει κρείττονος, ἢ χρόνῳ πλείονι εἰληφότος τὴν γένεσιν· αὐτὸς μὲν γὰρ τῇ ἐν κόσμῳ ζωῇ διέμεινεν ἔτη λʹ· ἦσαν δὲ οἱ τῇ τοῦ σώματος ῥώμῃ καὶ τῷ πλήθει τῶν ἐτῶν ὑπερβάλλοντες αὐτόν. Ἀλλ' οὐ ταύτῃ κρείττονα τῶν ἀνθρώπων ἔλεγεν. ἀλλὰ τῇ προφητείᾳ, ἣν μάλιστα ἔνθεον αὐτὸς ἐδέξατο. Καὶ πάλιν· «Ὁ δὲ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μικρότερος, μείζων αὐτοῦ ἐστιν.» Ἔλεγε δὲ περὶ Ἰωάννου τοῦ ἀποστόλου, τοῦ χρόνοις μὲν μικροτέρου Ἰωάννου τοῦ Προδρόμου, τῇ δὲ ἀξίᾳ τῆς ἀποστολῆς μείζονος. «Ἔθετο γὰρ ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ,» ὡς Παῦλος γράφει, «πρῶτον ἀποστόλους, ἔπειτα προφήτας.» Εἶπε δὲ, «Ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μικρότερος,» διὰ τὸ ἐν βίβλῳ ζώντων πάντων τὰ ὀνόματα γράφεσθαι, καὶ ὡς μεταγενεστέρου εἰκότως ὕστερον τετάχθαι τὸ αὐτοῦ ὄνομα. Τινὲς δὲ τὸ μέρος τοῦτο, περὶ τοῦ Δεσπότου ἐνόησαν, μικρότερον μὲν κατὰ τὴν τοῦ δούλου μορφὴν, καθ' ἣν ἥσσων προφητῶν καὶ ἱερέων ὑπωπτεύετο τυγχάνειν, μείζονα δὲ κατὰ τὴν θεότητα Ὥστε καὶ κατὰ ταῦτα τὸ «μείζων» καὶ τὸ «πέμψας» τῷ πρὸς τὸν Πατέρα ὁμοουσίῳ μείωσιν οὐ ποιεῖ. Καὶ ὅπερ δὲ εἴρηται πρὸ βραχέος, δοκεῖ πως ὁ κομψίᾳ λόγων χρώμενος, καὶ ὁ ἑαυτῷ ἀεὶ ἀπονέμων τὰ πρωτεῖα καὶ τιμὴν ἀπαιτῶν, οἴησιν ἔχειν· ἡ δὲ οἴησις, ὑπερηφανία τίς ἐστιν. Οὐδὲν δὲ πρὸ τῆς ὑπερηφανίας ἠτίμασεν· οὐδὲ γὰρ μείζονος μᾶλλον μέλει τῷ Θεῷ, ἣ μήποτε πλέον τοῦ μικροτέρου. Ἔχει γὰρ ἅπαξ, κἂν αὐτὸς μὴ λέγῃ, σύμφυτον τὸ μεῖζον· καὶ οὐδεὶς τῶν εὐγνωμόνων περὶ τούτου ἀμφισβητεῖ. Δι' ἃ δή φησιν· «Ἐὰν ἐγὼ ἐμαυτῷ μαρτυρῶ, ἡ μαρτυρία μουοὐκ ἔστιν ἀληθής· ἔστιν ὁ Πατήρ μου ὁ μαρτυρῶν μοι.» Ἀλλ' ἵνα μὴ καὶ τοῦτο πρὸς σμικρότητος αὐτοῦ νομισθείη, ἑτέρωθι λέγει· «Κἂν ἐγὼ μαρτυρῶ ἐμαυτῷ, ἡ μαρτυρία μου ἀληθής ἐστιν» Καὶ ἐν τῷ πρώτῳ δὲ λόγῳ ἱκανῶς ἐδείχθη περὶ τοῦ «μείζων,» μήτε κατ' οὐσίαν, ἢ δύναμιν, ἢ δόξαν τὴν ἄνω εἰρῆσθαι. Φασὶν δὲ καὶ οἱ παρ' Ἕλλησιν δόκιμοι Ἀθάνατος δὲ Θεὸς πανυπέρτατος αἰθέρι ναίων, Ἄφθιτος, ἀστυφέλικτος, ἀΐδιος, αἰὲν ὅμοιος. ΚΕΦ. ΙΘʹ. Οὐκ ἐνόησαν, ὡς ἔστιν ἐπὶ τῶν ἀκροτάτων καὶ ἀπερινοήτων ὑποστάσεων θέμις, καὶ τὸ, «Ὁ Πατὴρ ἐντολήν μοι δέδωκεν, τί εἴπω, καὶ τί λαλήσω.» Περὶ δὲ τοῦ ἁγίου Πνεύματος· «Ἀφ' ἑαυτοῦ οὐ λαλήσει, ἀλλ' ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν·» καὶ ἑτέρωθι· «Ἐγὼ ἀπ' ἐμαυτοῦ οὐκ ἐλάλησα·» καὶ πάλιν· «Καθὼς ἐνετείλατό μοι ὁ Πατὴρ, οὕτως ποιῶ·» καὶ πάλιν· «Ὁ λόγος ὂν ἀκούετε, οὐκ ἔστιν ἐμὸς, ἀλλὰ τοῦ πέμψαντός με·» καὶ ὅσα τοιαῦτα. Τοιούτοις γὰρ ἐχρήσατο ῥήμασιν ὁ Δεσπότης, ὡς λόγος ὢν τοῦ Πατρὸς, ἐνδείξασθαι ἡμῖν βουλόμενος τὴν ἕνωσιν τῆς φύσεως, καὶ τὴν ἄῤῥητον συμφωνίαν τῆς ἁγίας Τριάδος, καὶ ὡς κοινὰ αὐτῆς ἐστι τὰ διδάγματα, καὶ οὐ διεστῶτα. Πᾶν γὰρ κτίσμα, ἐὰν ᾖ λογικὸν, ἔχει θέλημα ἴδιον· ὃ, ὡς γέγραπται, κατασιγάζει, ἵνα τὸ τοῦ Θεοῦ θέλημα εἴπῃ. Διὸ ποτὲ μὲν τὰ ἑαυτοῦ λαλεῖ καὶ ποιεῖ, ποτὲ δὲ τὰ τοῦ Θεοῦ· καὶ εἰς ἔνια μὲν συμπνέει τῷ ὁμοίῳ ἀνθρώπῳ· εἰς ἔνια δὲ, ἕτερα βούλεται. Ὁ γὰρ Θεὸς Λόγος ἐξουσιαστὴς ὢν καὶ σοφία, ἔτι μὴν καὶ τὸ ἅγιον Πνεῦμα τοῦ Θεοῦ ἐκπορευόμενον παρ' αὐτοῦ, καὶ κατὰ τὸν Ἀπόστολον, ἐρευνῶν τὰ βάθη αὐτοῦ, καὶ μόνον εἰδὸς τὰ τοῦ Θεοῦ, κατ' ἐξουσίαν παρέχον τὰς θείας δωρεὰς, οὐκ ἀναμένει ἀκοῦσαι, καὶ οὕτως εἰπεῖν, ἢ ποιῆσαι, ὡς τὰ κτίσματα· ἅπερ πέφυκεν οὐ μόνον τοῦ Θεοῦ τὸ θέλημα ἀγνοεῖν, ἀλλ' ἔσθ' ὅτε καὶ μὴ ποιεῖν· ὡς ἡνίκα λέγῃ, ὁ μὲν Ἀβραὰμ ἐνδοιάζων· «Μή τι, Κύριε, ἐὰν λαλήσω;» Ὁ δὲ Μωϋσῆς παραιτούμενος· «Ἰσχνόφωνος καὶ βραδύγλωσσός εἰμι ἐγώ·» καὶ, «Δέομαι, Κύριε· οὐ δύναμαι μόνος φέρειν τὸ βάρος τοῦ λαοῦ τούτου· προχείρισαι ἄλλον σεαυτῷ.» Καὶ Ἀαρὼν καὶ Μαριὰμ οἰκείᾳ κινήσει ἐθρασύνθησαν κατὰ Μωϋσέως, ὅτε καὶ ἐλεπρίασεν ἡ Μαριὰμ, καὶ ὠργίσθη θυμῷ Κύριος. Ἀλλὰ καὶ Δαυῒδ, τὸ ἑαυτοῦ θέλημα ποιῶν, καὶ ἀριθμῶν τὸν λαὸν, ἐπιτιμᾶται. ΚαὶἹερεμίας δὲ, παρὰ σκοπὸν τοῦ ἀνεξικάκου καὶ ἀμνησικάκου Θεοῦ εἰπών· «Νεώτερός εἰμι ἐγὼ, καὶ οὐ δύναμαι προφητεύειν,» ἀκούει· «Μὴ λέγε, ὅτι Νεώτερός εἰμι ἐγώ.» Καὶ ὁ Ἰωνᾶς δὲ, ἴδιον, καὶ οὐ τοῦ Θεοῦ ποιῶν θέλημα, πλοίῳ ἐπιβὰς, φεύγει εἰς Θαρσεῖς ἐκ προσώπου τοῦ πανταχοῦ ὄντος Κυρίου. Καὶ Παῦλος περὶ τῶν ἀποστόλων Γαλάταις φησίν· «Ἀλλ' ὅτε ἴδον, ὅτι οὐκ ὀρθοποδοῦσιν πρὸς τὴν ἀλήθειαν τοῦ Εὐαγγελίου, εἶπον τῷ Κηφᾷ ἔμπροσθεν πάντων» τάδε. Ἵνα δὲ πληροφορηθῶσιν οἱ ἄπιστοι, εἴγε δὴ ἄρα καὶ πληροφορηθῶσιν, ἀνάγκη μακρῦναι τὸν λόγον. Πρὸ τῆς ἐν κόσμῳ παρουσίας τοῦ Υἱοῦ τοῦ Θεοῦ, ἐφάνησαν ψευδόχριστοι καὶ ψευδοπροφῆται, ὡς Ἰούδας ὁ Γαλιλαῖος, καθὼς ἔχουσιν αἱ Πράξεις τῶν ἀποστόλων, πλανῶντες, καὶ οὐ τὰ τοῦ Θεοῦ καὶ τοῦ νόμου αὐτοῦ διδάσκοντες· περὶ ὧν καὶ Ἰεζεκιὴλ προφητεύει· «Ζῶ ἐγὼ, λέγει Κύριος· ἐπὶ τοὺς προφήτας, τοὺς πλανῶντας τὸν λαόν μου, οὐκ ἀπέστειλα αὐτούς· ἀφ' ἑαυτῶν ἐλάλησαν.» Ἐλθὼν τοίνυν ὁ ἀληθινὸς Χριστὸς, ὑπενοήθη πλάνος. Ἔχει γὰρ τὸ Εὐαγγέλιον, ὡς ἐν τῇ ἑορτῇ τῶν Σκηνοπηγίων ἐζήτουν τὸν Ἰησοῦν οἱ ὄχλοι, λέγοντες· «Ποῦ ἔστιν; Καὶ ἦν περὶ αὐτοῦ διαφωνία· οἱ μὲν ἔλεγον· Ἀγαθός ἐστιν· ἄλλοι ἔλεγον· Οὐχί· πλανᾷ τὸν ὄχλον.» Καὶ πάλιν οἱ ἀρχιερεῖς λέγουσι τῷ Πιλάτῳ· «Οἴδαμεν, Κύριε, ὅτι εἶπεν ὁ πλάνος ἐκεῖνος ἔτι ζῶν· Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι.» Εἶπεν οὖν ὁ Σωτὴρ, περὶ μὲν ἐκείνων οὕτως· «Ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται ἦσαν καὶ λῃσταί· ἀλλ' οὐκ ἤκουσεν αὐτῶν τὰ πρόβατα. Τὰ ἐμὰ πρόβατα τῆς ἐμῆς φωνῆς ἀκούουσιν, καὶ γνωρίζει τὴν φωνήν μου, καὶ ἀκολουθεῖ μοι·» περὶ δὲ ἑαυτοῦ· «Ἐγὼ ἀπ' ἐμαυτοῦ οὐ λαλῶ·» ὡς ἐκεῖνοι δῆλον ὅτι. Προειδὼς δὲ καὶ τὰ μέλλοντα, ὡς Θεὸς, καὶ ὅτι μετὰ τὴν ἐν οὐρανοῖς ἄνοδον αὐτοῦ, καὶ τὴν τοῦ ἁγίου Πνεύματος ἐπιδημίαν, ἔσονται πάλιν πλάνοι, ὡς Σίμων, ὡς Μοντανὸς, ὡς Μανιχαῖος, προησφαλίσατο εἰπών· «Ὅταν ἔλθῃ ὁ Παράκλητος, τὸΠνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος ὑμᾶς ἀναμνήσει τὰ ῥήματά μου, καὶ ὁδηγήσει ὑμᾶς πρὸς πᾶσαν τὴν ἀλήθειαν· ἀφ' ἑαυτοῦ οὐ λαλήσει·» ἀντὶ τοῦ, Τῷ ἁγίῳ Πνεύματι μὴ ἀπιστήσητε, τὰ αὐτὰ λέγοντι καὶ διδάσκοντι, ἅπερ ἐγώ· Οὐ γὰρ ἑτερόβουλον, οὐδ' ἑτεροούσιον· τοῖς δὲ Πνεῦμα ἅγιον λέγουσιν ἔχειν, καὶ μὴ λαλοῦσι τὰ ἐμὰ καὶ τὰ τῶν προφητῶν, μὴ πιστεύσητε· μή τε μὴν ἀνάσχησθε Μανιχαίου, μὴ προσιεμένου τὴν Παλαιὰν Διαθήκην, ἀλλ' ἀπανθρωπίαν καταψηφιζομένου τοῦ ἀγαθοῦ Πατρὸς, τοῦ σὺν ἐμοὶ λαλοῦντος καὶ ποιοῦντος τὰ φιλάνθρωπα. Πρὸς τούτοις, Λόγος ὢν τοῦ Θεοῦ ἐνυπόστατος ὁ Υἱὸς, καὶ ὢν ἐν τῷ Πατρὶ, καὶ τὸν Πατέρα ἔχων ἐν ἑαυτῷ, εἰκότως ἀφ' ἑαυτοῦ οὐ λαλεῖ· ἀλλ', ὡς προγέγραπται, τὰ τοῦ Θεοῦ λαλεῖ, ἅτε δὴ Θεὸς ἄῤῥητος βλέπων εἰς τὸ θέλημα τοῦ Πατρός· καὶ τὸ ἅγιον Πνεῦμα ὁμοίως, ἅτε θεῖον Πνεῦμα. Νοητέον καὶ ἄλλως· Τοῦ Λόγου τοῦ Πατρὸς φάσκοντος· «Τὸ Πνεῦμα ἀφ' ἑαυτοῦ οὐ λαλήσει, ἀλλ' ἐκ τοῦ ἐμοῦ λήψεται·» ὁρᾶται ὁ σύνδεσμος τῆς οὐσίας, καὶ τοῦ ἑνὸς θελήματος τῆς Τριάδος. Οὐκ εἰπόντος δὲ αὐτοῦ, Ἀφ' ἑαυτοῦ οὐ λαλεῖ, ἀλλ', «οὐ λαλήσει,» δείκνυται, ὡς ἐπί τινι καιρῷ καὶ πράγματι ἐλέχθη τὸ, «οἱ λαλήσει.» Ἐπείτοι τῷ Μωϋσεῖ, ὡς προείρηται, παραιτουμένῳ λέγει ὁ Θεός· «Ἐπίλεξαι ἐβδομήκοντα πρεσβυτέρους, καὶ λήψομαι ἀπὸ τοῦ Πνεύματος τοῦ ἐν σοὶ, καὶ δώσω ἐπ' αὐτούς·» καὶ ὅμως οὐχ ὡς ἐνδεὴς ἐλάμβανεν ἀπὸ τοῦ Πνεύματος τοῦ ὄντος ἐν τῷ Μωϋσεῖ. Πάλιν γοῦν ἄλλοτε ἐξουσιαστικῶς καὶ δεσποτικῶς ποιεῖν καὶ φθέγγεσθαι τὸν Μονογενῆ καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ μαρτυρεῖ ἡ Γραφὴ οὑτωσί· περὶ μὲν τοῦ Υἱοῦ, ὡς ἡνίκα λέγῃ Δαυΐδ· «Ὁ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ πάντα, ὅσα ἠθέλησεν, ἐποίησεν·» Ἡσαΐας δέ· «Ἰσχυρὸς ἐξουσιαστής·» καὶ ὡς ὅτε κατ' ἐξουσίαν ἐνεργεῖ θείαν δύναμιν, καὶ θαύματα ἐπετέλει, ὡς προελέχθη. Περὶ δὲ τοῦ ἁγίου Πνεύματος, ὡς ἡνίκα ὁ Κύριος διδάσκῃ· «Τὸ Πνεῦμα ὄπου θέλει πνεῖ·» Παῦλος δέ· «Πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται.»

Intertext edge

Open linked passage

Note