⋯
Original: Pg Scrape Grc
Αʹ. Εἰ τοίνυν ἀψευδεῖ ἡ Γραφὴ πάντως δὲ ἀψευδεῖ, Θεὸν ἀληθινὸν καὶ Υἱὸν τοῦ Θεοῦ ἀληθινὸν λέγουσα εἶναι τὸν Θεὸν Λόγον, ὡς πολλαχοῦ ἔχει, καὶ ὡς ὁ Πατὴρ λέγει· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός·» καὶ ὡς Ἰωάννης γράφει· «Καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ Υἱῷ τοῦ Θεοῦ Ἰησοῦ Χριστῷ· οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ζωὴ αἰώνιος·» καὶ ὡς Ἱερεμίας προφητεύει· «Θεοὶ, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ἐπὶ τῆς γῆς· Κύριος, ὃς ἐποίησεν τοὺς οὐρανοὺς ἐν συνέσει, αὐτὸς Θεὸς ζῶν καὶ ἀληθινός·» δῆλον δήπουθεν, ὡς φύσει καὶ κυρίως Θεὸς ἄκτιστος ὢν, καὶ ἄναρχος, καὶ ἀπαράλλακτος κατὰ πάντα τοῦ Θεοῦ καὶ Πατρός. Οὔτε γὰρ αἰτία φύσει Θεοῦ ἀληθινοῦ εὑρίσκεται, οὐδὲ Θεὸς ἀληθινὸς ποιητὸς λέγεται, οὔτε Υἱὸς ἀληθινὸς ἑτεροούσιος νοεῖται. Καὶ τὸ ἔχειν δὲ, «Οὗτός ἐστιν ὁ Υἱός μου·» καὶ, «Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεός·» ζητεῖν ἄλλον γνήσιον Υἱὸν, ἢ κυρίως Θεὸν, ἀποκλείει· καὶ ἄλλως· Εἰ ἀληθινὸς Θεὸς καὶ Υἱός ἐστιν, κατὰ μὲν τὴν ἄνω γέννησιν, Πατέρα ἔχει, Θεὸν δὲ οὐκ ἔχει· κατὰ δὲ τὴν κάτω, Θεὸν μὲν ἔχει, πατέραδὲ οὔ. Ἀτριβῆ οὖν καὶ τοῖς ἅπασι· κτίσμασιν παντοίως ἀνεπίβατον μὴ στέλλεσθαι πορείαν, ἄνθρωπον ὅλως ὄντα, καὶ οἱ ἔξω διηγόρευσαν τοιῶσδε· Θεὸν νόμιζε καὶ σέβου, ζήτει δὲ μή. Καὶ πάλιν· Ἀθάνατος δὲ Θεὸς, παναγήραος, ἀστυφέλικτος, Ἄῤῥητος κρυφίοις ὑπὸ δήνεσιν, αὐτογένεθλος, Τίκτων αὐτὸς ἑαυτὸν, ἀεὶ νέος, οὐ ποιητός. Αὐτὸς ἀληθείης γενέτης, σοφὸς αὐτὸς ἀληθής. Καὶ ὁ Πίνδαρος δὲ, πιστὸν καὶ ἀληθινὸν λέγων τὸν Θεὸν, ἔφησεν οὕτως· Καὶ μὰν Θεοῦ γένος πιστὸν ἀεί. Αὐτὸς γὰρ ὑπάρχων ὁ τῆς ἀληθείας γενέτης, οὐκ ἂν ὑπὸ ἀνθρωπίνης διανοίας ληφθείη, εἰ μὴ τῆς ἀληθείας τῆς αὐτοῦ πληρωθεῖσα, φῶς ἐκ ταύτης ἑαυτῇ πρὸς τὰς ζητήσεις ἀνάψειεν. Βʹ. Εἰ Θεὸς εἷς ἐστιν, ὡς Μωϋσῆς λέγει· «Ἄκουε, Ἰσραήλ· Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστιν·» καὶ ὁ Υἱὸς δὲ ἀνυμνεῖται μονογενὴς Θεὸς καὶ εἷς Κύριος Ἰησοῦς Χριστός· ἐκ παντὸς ὁμοούσιος καὶ ἰσότιμος τῷ Θεῷ καὶ Πατρὶ, τῇ μὲν ὑποστάσει ἄλλος καὶ ἄλλος, τῇ δὲ θεότητι καὶ συμφωνίᾳ εἷς. Ἐν τούτῳ γάρ ἐστιν τὸ, «εἷς Θεός.» Εὑρίσκομεν ἀμέλει τοι καὶ Ἕλληνας αὖθις ὑπὸ ἀνάγκης ἀφανοῦς καὶ ἄκοντας περιτραπέντας εἰς τὴν ἀλήθειαν, καὶ ὁμοφώνῳ καὶ ὁμογνώμονι ἡμῖν διαθέσει ἐν τῷ μέρει τούτῳ κεχρημένους, ἀναφωνοῦντάς τε ἐγγράφως καὶ διαῤῥήδην ταῦτα· Εἷς Θεός ἐστιν· ἄναξ πανυπέρτατος αὐτὸς ἁπάντων, Καὶ γενέτης πάμπρωτος ἔφυ, καὶ ῥίζα, καὶ ἀρχή. Γʹ. Εἰ ἀεὶ ὄνομα, τῷ μὲν Θεῷ τὸ, «Πατὴρ,» τῷ δὲ Υἱῷ τὸ, «Υἱὸς,» καὶ «Μονογενὴς,» φυσικὸς καὶ ἀληθινός ἐστιν Υἱὸς, καὶ ἄναρχος, καὶ οὐ καθ' ἡμᾶς Υἱός. Ὁ γὰρ Μονογενὴς τῷ Πατρὶ οὐκ ἔχει φύσει ὁμοπάτριον ἀδελφὸν, οὐδὲ λέγεται πατὴρ, μήπω γεγεννηκώς. Δʹ. Εἰ εὐλόγως εἴρηται Λόγος Θεοῦ ὁ Υἱὸς, συνυπάρχει τῷ γεννήσαντι, οἰκείως τῇ φύσει ἔχων αὐτῷ, καὶ ἀπαθῶς καὶ ἀνάρχως γεννηθείς. Οὐδὲ γὰρ ὁ Πατὴρ ἐκτὸς τοῦ ὑποστατοῦ Λόγου αὐτοῦ ἐπινοεῖσθαι δύναται· οὔτε μὴν Λόγος κτίζεται, ἀλλὰ γεννᾶται ἀπαθῶς. Παραλλήλως, εἰ τοῦ Θεοῦ Λόγος καὶ σοφία δικαίως ἐγγέγραπται ὁ Υἱὸς, καὶ δι' αὐτοῦ γέγονε τὰ πάντα, οὐκ ἀπὸ Λόγου τοῦ Θεοῦ ἔκτισται, ἀλλ' ἀπὸ γαστρὸς αὐτοῦ γεγέννηται. Εἷς γὰρ ὁ τοῦ Θεοῦ Λόγος, καὶ ἐν ποίῳ ἄλλῳ Λόγῳ εἶχεν κτισθῆναι; Ταῦτα γὰρ καὶ Ἑλλήνων λογάδες διαγορεύουσιν· Ἄῤῥητα γὰρ τίκτουσιν αἱ Θεοῦ γοναί. Παντὸς πάθους δὲ καὶ φύσεως ὑπέρτερος. Εʹ. Εἰ ἔστιν ὁ Υἱὸς, ὡς ἐδείχθη, αὐτὴ ἡ αἰώνιος ζωὴ καὶ φῶς τὸ ἀληθινὸν, τοῦ εἶναι καὶ ζῇν οὐκ ἤρξατο. Καὶ παραλλήλως, εἰ ἔστιν ταῦτα καὶ ὁ Πατὴρ, οὐδὲ κατὰ ἐνθύμησιν ἔν τινι παραλλάττει. ςʹ. Εἰ δύναμις καὶ σοφία ὁ Υἱὸς εἶναι τοῦ Θεοῦ εἴρηται, συνάναρχός ἐστι τῷ γεννήσαντι· οὐδὲ γὰρ ἦν, ὅτε ἐκτὸς τούτων ὑπῆρχεν ὁ Πατὴρ, οὐδὲ προσῆκεν εἰπεῖν, ὅτι μὴ ἔχων, ὕστερον ὁτιοῦν προσέλαβεν. Καὶ οἱ ἀπὸ τῆς ἔξωθεν δὲ σοφίας τι μαθόντες, οὐ δεύτερον εἶδος, οὐ δεύτερον χρόνον, εἰ θέμις οὕτω φάναι, ὑπάρξεως θεότητος θεωρήσαντες, ἔφησαν πρὸς τὴν αὐτῶν δύναμιν τάδε· Αὐτὸς πάντα φέρει Θεὸς ἄμβροτος· αὐτὸς ἑαυτοῦ Καὶ γενέτης, καὶ ῥίζα πέλει, καὶ τέρμα, καὶ υἱός. Ζʹ. Εἰ τῷ Πατρὶ ἴσως σώζει, ἅτε Σωτὴρ, ἔτι μὴν καὶ σοφίζει, ἀληθεύει, δικαιοῖ, ἁγιάζει· καὶ εἰ πάντα, ὅσα ἂν ὁ Πατὴρ ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ, οὐκ ἀνόμοιος αὐτῷ ἀναφαίνεται. Ηʹ. Εἰ τοῦ Θεοῦ τοῦ ἀνειδέου, καὶ ἀοράτου, καὶ ἀνάρχου, ὡς Παῦλος Ἑβραίοις γράφει, ἀπαύγασμά ἐστιν τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως, καὶ εἰκὼν ὁ Μονογενὴς, καὶ εἰ αὐτὸς ἀληθεύει λέγων· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακεν τὸν Πατέρα·» καὶ, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·» ὁμοούσιός ἐστιν, καὶ συνάναρχος, καὶ ἴσος, καὶ ἀπαράλλακτος τῷ Θεῷ Πατρί. Καὶ γὰρ ἐκ φωτὸς φῶς οὐχ ἑτεροουσίως οὐδὲ μετέπειτα γεννᾶται· καὶ χαρακτὴρ ὑποστάσεως τὸ ταυτὸν καὶ ἀπαράλλακτον τῆς φύσεως, καὶ δόξης, καὶ παντοκρατορίας δηλοῖ· καὶ εἰκὼν λογικὴ τὸ ἴσον καὶ ὅμοιον σημαίνει· καὶ ὁ βλέπων κτίσμα οὐ βλέπει τὸν ἄκτιστον. Ἓν γὰρ εἶπεν εἶναι τῇ θεότητι τὰς ὑποστάσεις, καὶ ἐν ἑνάδι οὐσίας διέσταλκε δίχα τὰ πρόσωπα. Θʹ. Εἰ ἄτρεπτος ὁ Θεὸς καὶ Πατὴρ, οὔθ' ὕστερον, οὔτε παθητῶς ἐγέννα, ἀλλ' ὡς φῶς τὴν αὐγὴν ἀπαθῶς καὶ ἀδιαστάτως· ἀσώματος γάρ. Καὶ οἱ ἔξω σοφοὶ πρὸς τὴν ἰδίαν ἀσθένειαν ἐπίστευσαν οὑτωσί· Οὐ γὰρ ἀπ' ὠδῖνος Θεὸς ἄμβροτος, οὐδ' ἀπὸ κόλπων Νηδύος ἐκ λοχίης φάος ἔδρακεν· ἀλλὰ νόοιο Ἀῤῥήτῳ στροφαλῆτι κυκλούμενος, αὐτολόχευτος Γίνεται, ἐξ ἕθεν αὐτὸς ἐὼν γενέτης τε καὶ υἱός. Ιʹ. Εἰ πᾶν κτίσμα τρεπτὸν, ἄτρεπτος δὲ ὁ Μονογενής· οὐκ ἄρα κτίσμα. ΙΑʹ. Εἰ ἡ κτίσις οὐ γινώσκει τὸν Πατέρα, εἰ μὴ ἃ ἀποκαλύψῃ ὁ Υἱὸς, ὁ δὲ Υἱὸς γινώσκει, οὐδενὸς ἀποκαλύπτοντος αὐτῷ· οὐκ ἔστιν κτιστὸς, ἀλλὰ γεννητός. ΙΒʹ. Εἰ τῷ Πατρὶ ἴσον αὐτὸν ἴσασιν αἱ Γραφαί· Παῦλος γὰρ γράφει· «Οὐχ ἁρπαγμὸν ἡγήσατο εἶναι ἴσα Θεῷ·» καὶ· «Ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος·» καὶ ὁ εὐαγγελιστὴς λέγει, ὅτι «Ἴσον ἑαυτὸν ὁ Υἱὸς ἐποίει τῷ Θεῷ·» καὶ εἰ Θεὸν, πρὸς ὃν οὐ λογισθήσεται ἕτερος, λέγει αὐτὸν Ἱερεμίας· καὶ Ἡσαΐας Θεὸν, ἰσχυρὸν, ἐξουσιαστήν· πῶς ὑστερεῖ κατὰ αἱρετικοὺς, καὶ οὐκ ἔστιν ἴσος κατὰ πάντα τῷ Πατρί; ΙΓʹ. Εἰ Παῦλος τοῦ πρεσβυτέρου νόμου τὸ σωτήριον κήρυγμα, τὸ περὶ Χριστοῦ καὶ ἁγίου Πνεύματος, προφερέστερον ἡγεῖται, διὰ τὸ ἔχειν τὸ τέλειον, ὡς ἐν τῷ λʹ ἐδείχθη λόγῳ· πρέπει πάντη τε καὶ πάντως τοῦ Θεοῦ καὶ Πατρὸς κατὰ μηδὲν τὸν Υἱὸν καὶ τὸ Πνεῦμα μειονεκτεῖν. ΙΔʹ. Εἰ ἐκφεύγειν τὸ ἔγκλημα τῆς κτισματολατρείας τοὺς πιστεύοντας τῷ Υἱῷ παρεγγυᾷ Παῦλος, ἔτι δὲ καὶ ἀθέους ἀποκαλεῖ τοὺς πρὸ τούτου ἐκτὸςτοῦ Υἱοῦ τὸν Θεὸν καὶ Πατέρα μόνον ἐγνωκότας· οὐ κτίσμα ὁ Θεὸς Λόγος. ΙΕʹ. Εἰ Ἰουδαῖοι, ἀπιστήσαντες τῷ Χριστῷ, ἴσον ἑαυτὸν ποιοῦντι τῷ Θεῷ, καὶ διὰ τοῦτο σταυρώσαντες αὐτὸν κατεκρίθησαν, Χριστιανοὶ δὲ πιστεύσαντες ἀνωτέρω ἐκείνων γεγόνασιν· οὐ μικρότερος ἔν τινι τοῦ ἰδίου Πατρὸς ὁ Υἱός. Ιςʹ. Εἰ τοῦ μόνου Θεοῦ ἐξαίρετον τὸ ὑμνεῖσθαι «μέγας Θεὸς,» ἀναφθέγγεται δ' ὁ Παῦλος, «Τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ,» καὶ ὁ Δαυΐδ, «Τίς ὅμοιός σοι ἐν θεοῖς, Κύριε;» οὐκ ἐξοχώτερος τοῦ Υἱοῦ, οὐδὲ ἀπαράβλητος πρὸς αὐτόν. ΙΖʹ. Εἰ ὁ αὐτὸς Παῦλος οὐ συναριθμεῖ αὐτὸν τοῖς κτιστοῖς θεοῖς, συντάττει δὲ μετὰ τοῦ Πατρὸς, Κορινθίοις γράφων, «Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ πολλοὶ, καὶ κύριοι πολλοὶ ἔν τε οὐρανῷ καὶ ἐπὶ γῆς, ἀλλ' ἡμῖν εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα·» οὐκ ἐν ποιήμασι συντετάξεται, μετὰ δὲ Πατρὸς συνδοξασθήσεται. ΙΗʹ. Εἰ δημιουργὸς πάντων, καὶ αὐτῶν τῶν αἰώνων ἐστὶν ὁ Υἱὸς, ὡς ἐγράφη, πρὸ πάσης ἐνεργείας ἐστίν· ὁ δὲ πρὸ πάσης ἐνεργείας οὐκ ἐδημιουργήθη. Οὐδὲν γὰρ προαιώνιον, ἢ πρὸ ἐνεργείας νοεῖται κτιστὸν, ἀλλ' ἡ ἐν ἑνάδι ἀγένητος Τριὰς μόνη. Καὶ ἄλλως· Εἰ πάντων γενεσιουργός ἐστι τῶν ὄντων, οὐκ ἔστιν ὡς ταῦτα κτιστός. Κατ' οὐδὲν γὰρ τοῖς κτίσμασιν ὁ κτίστης παραπλήσιος εἶναι δύναται, ἢ ὀφείλει. Ἀλλ' οὐδὲ κτίσμα δημιουργοῦν οὐσιοῖ, ἢ λογικὸν ἀποτελεῖ. ΙΘʹ. Εἰ ἦν ἐν τῇ ἀρχῇ Θεὸς πρὸς τὸν Θεὸν, ἀρχὴν ἄλλην αὐτὸς οὐκ ἔχει, ἀρχαιότερος ὢν πάσης ἀρχῆς. Ἐπεὶ ἀνάγκη πᾶσα δοῦναι ἀρχὴν καὶ τῷ Πατρί. «Ἦν» γὰρ, φησὶν, «ἐν τῇ ἀρχῇ Θεὸς πρὸς τὸν Θεόν.» Οὐκ ἔστιν δὲ ἀρχὴ τῆς μιᾶς θεότητος τῆς οὔσης ἐν τῇ ἀρχῇ. Κʹ. Εἰ νοῦ παντὸς ἀνῴκισται, πῶς Παρθένος ῥεύσεως ἐκτὸς ἔτεκεν, μείνασα πάλιν παρθένος· πολλῷ μᾶλλον ἀνεφικτότερον, πῶς αὐτογενὴς Θεὸς καὶ Πατὴρ, ἀνάρχως, καὶ δίχα πάθους ἐξ ὅλου ἑαυτοῦ ὅλον ἰσομέτρως τέτοκε τὸν Υἱόν. ΚΑʹ. Εἰ ἡμᾶς πλάσας, αὐτεξουσίους ἐποίησεν, κρίσιν ὁρίσας ἐπὶ καλῇ καὶ κακῇ πράξει· πῶς αὐτὸς οὐκ ἔχει τοῦτο, ὃ ἔδωκεν ἡμῖν ὁ κατὰ τὴν προφητείαν ὢν Θεὸς, ἰσχυρὸς, ἐξουσιαστής· ΚΒʹ. Εἰ πιστός ἐστι Πέτρος ἐν ταῖς Πράξεσιβοῶν· «Τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν·» ἀληθινὸν ὄνομα ἔχει τὸ, «ὁ Θεὸς,» καὶ, «Υἱὸς μονογενὴς τοῦ Θεοῦ·» ψευδώνυμον γὰρ οὐδὲν ὀνίνησιν. ΚΓʹ. Εἰ ἀληθεύει ὁ ἀψευδὴς Θεὸς, ὁ καὶ τοὺς ψευδομένους ἀπολλύων, ὡς ὁ Ἱεροψάλτης λέγει, παρὰ τῷ Θεολόγῳ εἰπών· «Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν·» καὶ, «Τὰ ἐμὰ σά ἐστιν, καὶ τὰ σὰ ἐμά·» Θεός ἐστιν ἄναρχος Κύριος, οὗ ἡ βασιλεία ἀτελεύτητος, καὶ πάντα, ὅσα ἐστὶν ὁ Πατὴρ, οὐδὲν λαβὼν παρ' αὐτοῦ κατὰ τὴν θείαν φύσιν, ἀλλὰ κατὰ τὴν ὕστερον τοῦ δούλου μορφήν. Οἷα δὲ περί τε τῆς ἄνω ἀεὶ κρατούσης ἀληθείας, περί τε τῆς κάτω οὐκ ἀληθείας ἐφθέγξαντο καὶ Ἕλληνες, ἐπαΐωμεν· Ἀψευδὴς μεγάλοιο Θεοῦ νόος· ἐν δὲ βροτοῖσι Ψευδομένοις χαλεπὰ ὤπασε δυσμοραπαθ. ΚΔʹ. Εἰ κληρονόμος πάντων καθέστηκεν, οὐ δοῦλος, ἀλλὰ γνήσιος Υἱός. Εἰ δὲ μὴ δοῦλος, ἀλλ' Υἱὸς, Θεός ἐστιν ἄναρχος. Υἱὸς γὰρ γεννᾶται, οὐ κτίζεται· καὶ περὶ τῶν κτιστῶν καὶ ὑπὸ χρόνον γέγραπται· «Τὰ σύμπαντα δοῦλα σά.» ΚΕʹ. Εἰ ὡς μέγα καὶ γάρ ἐστιν ἀληθῶς μέγα καὶ μόνου Θεοῦ περὶ Πατρὸς εἶπεν Παῦλος· «Ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν·» τὰ δὲ ἴσα αὐτὸς περὶ τοῦ Υἱοῦ γέγραφεν· «Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν·» καὶ ὁ εὐαγγελιστής φησιν· «Ὁ ἐρχόμενος ἄνωθεν, ἐπάνω πάντων ἐστίν·» οὐκ ἀφέστηκεν ἔν τινι, οὐδ' ἀποδεῖ τοῦ Πατρός. Ὅπως δὲ εὐλαβῶς ἔχουσι περὶ τούτων οἱ Ἑλλήνων θεολόγοι, οἱ πολλὰ μὲν ἀκούσαντες, οὐκ ὀλίγα ἀναγνόντες, ἑωρακότες δὲ καὶ πλεῖστα, ἐπισκοπεῖν ἄξιον. Φάσκουσι γάρ· Πάντα Θεοῦ πλήρη, πάντων πέρας ἐστὶ καὶ ἀρχὴ, Πάντα φέρων, λύων τε καὶ ἐξ αὐτῶν πάλιν αὔξων. Κςʹ. Εἰ τοῦ Υἱοῦ ἡ κτίσις ἰδία γέγραπται φησὶν γάρ· «Εἰς τὰ ἴδια ἦλθεν·» καὶ πάλιν· «Τὰ ἐμὰπρόβατα τῆς ἐμῆς φωνῆς ἀκούει·» καὶ πρὸς τὸν Πέτρον· «Σοὶ δώσω τὰς κλεῖς τῶν οὐρανῶν», κτιστῷ δὲ οὐχ ὑπάρχει τὸ ἴδια εἶναι πάσῃ τῇ θείᾳ κτίσει, ἢ ἐξουσίαν διδόναι οὐρανῶν ἀνοίξεως, ἤγουν λέγειν τοῦτο ἀκινδύνως· συνδεσποτεύει τῷ παντοκράτορι αὐτοῦ Πατρί. ΚΖʹ. Εἰ ὁ ἀθάνατος οὐ κρείσσων τοῦ Θεοῦ Λόγου, καὶ εἰ οὔτε Θεὸς, οὔτε ἄψυχος σὰρξ δεῖταί πω τροφῆς, ἢ ὕπνου· οὐκ ἄρα διὰ ψυχῆς ἡ ἄῤῥητος ἐνανθρώπησις, οὔτε μὴν ἐπιγραπτέον τῇ θεότητι ἀγωνίαν, καὶ τροφῆς ἔφεσιν, καὶ ὕπνον, καὶ τὰ τοιαῦτα. ΚΗʹ. Εἰ, καθὰ γέγραπται, ἐκ δεξιῶν συνεδρεύει τῷ Πατρὶ, ὡς ἀληθινὸς καὶ ἰσότιμος Θεὸς, καὶ Υἱὸς αὐτοῦ μονογενής· ὁμόθρονός ἐστιν, ἀμέριστον καὶ ἀπέραντον τὴν βασιλείαν κεκτημένος, καὶ τῷ Πατρὶ ἐξ ἴσου συμπροσκυνούμενος καὶ συνδοξαζόμενος, αὐτός τε καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ. Πῶς γὰρ ἂν ἠδύνατο, Τριάδος ἐν ἑνὶ θρόνῳ παρούσης, εἷς προσκυνεῖσθαι κατέναντι τοῦ ἑνὸς αἰωνίου θρόνου, ἐπ' ἀνατολὰς τῆς προσκυνήσεως γινομένης, καὶ τῆς δόξης ἀναπεμπομένης; Ὅτι γὰρ ἔνθα ὁ Πατὴρ, ἐκεῖ καὶ τὸ Πνεῦμα αὐτοῦ ἐστιν, σύνθακον αὐτῷ εὑρισκόμενον καὶ συμπροσκυνούμενον, ὡς τῆς ἁπάντων βασιλίδος φύσεως ὑπάρχον, ἐκ πολλῶν ἀνεκηρύχθη, καὶ ἐκ τῆς λεγούσης Γραφῆς· «Ἐν τούτῳ γὰρ γινώσκομεν, ὅτι ὁ Θεὸς ἐν ἡμῖν ἐστιν, ἐκ τοῦ Πνεύματος αὐτοῦ, οὗ ὁ Υἱὸς ἔδωκεν ἡμῖν.» Οὐ νοεῖται γὰρ τὸ ἡμέτερον πνεῦμα· τοῦτο γὰρ ἔχοντες ἤδη, ἐλάβομεν τὸ ἅγιον Πνεῦμα τοῦ Θεοῦ. ΚΘʹ. Εἰ θέλημα τοῦ Πατρὸς, ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα· ἐν ἴσῃ δόξῃ καὶ μιᾷ ἰδιότητι ὑπάρχει τοῦ Πατρός· καὶ οὐχ ὁσίως ποιοῦσιν, ἢ τὴν δόξαν ἐναμείβοντες, ἢ ὑποτοπάζοντες κατά τι παραλλάττειν αὐτόν. Λʹ. Εἰ προσκυνεῖται παρ' ἀγγέλων, πῶς οὐκ ἄξιος καὶ παρ' ἀνθρώπων· Εἰ δὲ προσκυνεῖται, οὐ κτίσμα. Τεθέσπισται γὰρ μὴ προσκυνεῖν θεοῖς, ἐπειδὴ κτίσματα. ΛΑʹ. Εἰ ὁ Θεὸς καὶ Πατὴρ ἐν αὐτῷ, καὶ αὐτὸς ἐν τῷ Πατρὶ ἐξ ἴσου, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ μένει παρ' αὐτῷ, ὡς ἐδείχθη· ἴση καὶ ὅμοιος ὑπάρχει ἡ Τριάς· καὶ οὐδεὶς ἔχειν, ἢ προσκυνεῖν, ἢ δοξάζειν δύναται τὸν Πατέρα, μὴ ἴσως ἔχων τὸν Υἱὸν καὶ τὸ Πνεῦμα αὐτοῦ, καὶ ἴσως προσκυνῶν καὶ δοξάζων. ΛΒʹ. Εἰ νομοθετεῖ, ἁμαρτιῶν τε καὶ θανάτου ἐλευθεροῖ ὁ Υἱὸς, καὶ τὸ ἅγιον Πνεῦμα «Ὁ γὰρ νόμος, φησὶν, τοῦ Πνεύματος τῆς ζῳῆς ἐν Χριστῷ Ἰησοῦ, ἠλευθέρωσέν με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου,» κράζει ὁ Παῦλος· τῆς πρώτης καὶ μιᾶς εἰσιν παντοκρατορικῆς καὶ ζωοποιοῦ φύσεως αἱ ὑποστάσεις αὗται. Κτίσμα γὰρ οὐ δύναται ἀφ' ἑαυτοῦ ταῦτα ποιεῖν. ΛΓʹ. Εἰ ὀρθῶς γέγραπται, ὁ μὲν Υἱὸς Σωτὴρ, τὸ δὲ ἅγιον Πνεῦμα σωτηρίαν ἐπιχορηγεῖν· ἄτρεπτός ἐστιν καὶ ἄκτιστος, ὡς ἄτρεπτος ὅ τε Υἱὸς τό τε Πνεῦμα. Τὸ γὰρ τρεπτὸν σώζειν οὐ δύναται ἀποσφαλέντα, ὡς κτιστὸν καὶ οὐκ ἀναμάρτητον. ΛΔʹ. Εἰ ἡμεῖς οἱ κτιστοὶ υἱοθετούμεθα παρὰ τοῦ Υἱοῦ, καθὰ μυσταγωγοῦντες ἡμᾶς λέγουσιν Παῦλος μέν· «Ὅτι δέ ἐστε υἱοὶ, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν, κράζον· Ἀββὰ, ὁ Πατήρ·» Ἰωάννης δέ· «Ὅσοιδὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι»· οὐκ ἀπολείπονταί πω τῆς ἀληθοῦς θεότητος αἱ ὑποστάσεις αὗται· Πῶς γὰρ ὁ Υἱὸς ἐν ἑαυτῷ, ἢ δι' ἑαυτοῦ, ἢ ἐν τῷ ἰδίῳ Πνεύματι υἱοποιηθήσεται; ΛΕʹ. Εἰ τὸ ἅγιον Πνεῦμα λέγει Παῦλος εἶναι «τοῦ Θεοῦ Πνεῦμα,» ὡς ἔστιν ἡμῖν τὸ ἡμῶν, καὶ εἰ ὁ Θεὸς ὁμοίως «Πνεῦμα αὐτοῦ» προσαγορεύει αὐτό· δυσσεβεῖ ὁ μὴ λέγων αὐτὸ Θεὸν συνάναρχον καὶ ὁμοούσιον τῷ Πατρί. Οὐδὲ γὰρ ἦν, ὅτε ἐκτὸς τοῦ Πνεύματος αὐτοῦ ἦν, οὐδὲ προσῆκεν νοεῖν, ὡς ὕστερον, ἢ ἔξωθεν αὐτῷ προσγέγονεν, ἢ ὅτι τοῦ ἀκτίστου Πνεῦμα τὸ κτισθὲν πνεῦμα τυγχάνει· ἀλλὰ καὶ συνεπιβέβηκεν αὐτῷ ἐπὶ τὸν χερουβικὸν θρόνον, καὶ συμπροσκυνεῖται καὶ συνδοξάζεται, ὡς προείρηται, ἅτε Πνεῦμα ἀχώριστον αὐτοῦ. Λςʹ. Εἰ ἡ κτίσις δεκτικὴ ἁγιότητος, σοφίας, ἀγαθότητος, καὶ πάσης τελείας ἀρετῆς τυγχάνει τρεπτὴ γὰρ, τὸ δ' ἅγιον Πνεῦμα οὐ δεκτικὸν, ἀλλὰ παρεκτικὸν ἄτρεπτον γάρ· ἄρα Δημιουργὸς, καὶ οὐ δημιούργημα αὐτὸ τυγχάνον καθ' ὕπαρξιν, κατὰ τὰ προειρημένα. ΛΖʹ. Εἰ ἡ κτίσις ἀναλαμβανομένην καὶ ἀποβαλλομένην γνῶσιν ἔχει, τὸ δὲ Πνεῦμα οὐδ' ἔξωθεν ἔσχεν, οὐδ' ἀποῤῥιπτεῖν πέφυκε τὴν γνῶσιν, ἀλλὰ καὶ ἀποκαλύπτειν τὰ τοῦ Θεοῦ σοφίας καὶ γνώσεως, καὶ τοῦ Πατρὸς κατ' οὐσίαν ὑπάρχον· οὐκ ἄρα κτίσμα τὸ Πνεῦμα. Ἐπαΐωμεν δὲ καὶ τῶν περὶ τούτου Ἑλληνικῶν σοφισμάτων, ἐχόντων ὧδε·................ ΛΗʹ. Εἰ ὁ δοῦλος οὐκ οἶδεν, τί ποιεῖ ὁ Κύριος αὐτοῦ, τὸ δὲ Πνεῦμα οἶδεν τὰ τοῦ Θεοῦ, κατὰ τὸν Ἀπόστολον· οὐ διώρισται αὐτοῦ φύσει καὶ τῇ συμφωνίᾳ, ὁμολογουμένως δὲ Θεός ἐστιν καὶ Δεσπότης, ἴσην γνῶσιν ἔχων τῷ Θεῷ, ὅπερ ἀμήχανον καὶ ἀδύνατον εἶναι ἐπὶ παντὸς κτιστοῦ. ΛΘʹ. Εἰ ἓν καὶ μόνον εἶναι τοῦτο, ὡς καὶ τὸν Υἱὸν μονογενῆ, ἴσασιν αἱ Γραφαί· οὐκ ἔστι κτιστὸν, ὡς τὸ πλῆθος τῶν πνευμάτων, ἀλλὰ τῆς μονάδος θείας οὐσίας. Διὸ μόνον αὐτὸ ἰδίως καὶ κυρίως ἔστι τε καὶ κέκληται ἅγιον Πνεῦμα, καὶ Πνεῦμα τοῦ Πατρὸς, καὶ Πνεῦμα τοῦ Θεοῦ, καὶ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ, καὶ Πνεῦμα ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται· καὶ ἐκ τοῦ εἶναι αὐτὸ ἐν πᾶσιν, ὡς τὸν Θεὸν, γινώσκομεν, ὅτι ὁ Θεὸς ἐν ἡμῖν ἐστιν. Μʹ. Εἰ ἐν ἴσῳ ἐμαρτυρήθη εἶναι ἡ Τριὰς ἀλήθεια, καὶ ἀγαθότης, καὶ ἁγία· ἐν μιᾷ θεότητί ἐστιν, μηδὲν ἔχουσα πολυσχιδές. Μία γὰρ ἡ ἄτρεπτος θεία ἀλήθεια, καὶ ἀγαθότης, καὶ ἁγιωσύνη ἐστίν. Ἡ γὰρ κτίσις, καὶ μεθεκτῶς ταῦτα ἔχει, καὶ τρέπεται κατ' οἰκείαν προαίρεσιν ἐπ' αὐτοῖς, νῦν μὲν ἀληθεύουσα, ἄλλοτε δὲ ψευδομένη, καὶ νῦν μὲν ἀγαθυνομένη, ἄλλοτε δὲ κακυνομένη. Φαίνονται καὶ περὶ τούτου οἱ λογάδες τῶν ἔξω εἰρηκότες τάδε· Τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων, Οἷον ἐπ........... ΜΑʹ. Εἰ, καθὰ γέγραπται, ἀνακαινίζει ἡμᾶς ἐν τῷ βαπτίσματι, καὶ ἐλευθεροῖ ἀπὸ ἁμαρτίας καὶ θανάτου τὸ ἅγιον Πνεῦμα, καὶ ναὸς αὐτοῦ ἐσμεν ὁμοίως τοῦ Θεοῦ Πατρός· ὡς Δημιουργὸς καὶ συνεργὸς τῷ Δημιουργῷ ἀνακτίζει, καὶ ὡς Δεσπότης ἐλευθεροῖ, καὶ ὡς Θεὸς ἐνοικεῖ. Ὁ δὲ ταῦτα ὢν, ποίημα παραπλησίως τοῖς ποιήμασιν εἶναι οὐ δύναται· οὐδὲ λέγειν, ἢ σιωπῶντα ἀνέχεσθαι ἀκούειν τοῦτο θέμις. ΜΒʹ. Εἰ ἅμα τῷ Θεῷ Πατρὶ καὶ τῷ Υἱῷ αὐτοῦ τὸ ἅγιον Πνεῦμα διὰ τοῦ βαπτίσματος ἀναστοιχειοῖ ἡμᾶς εἰς εἰκόνα τὴν πρώτην, καὶ διὰ τῆς μετουσίας αἴτιον ἡμῖν υἱοθεσίας καὶ τοῦ γίνεσθαι θεούς ἐστιν, καὶ οὐδὲν τῶν κτιστῶν τῷ τρόπῳ τούτῳ ἔχει τὸ υἱοποιεῖν ἢ θεοποιεῖν· πῶς αὐτὸς οὐκ ἔστιν ἀληθινὸς Θεός; ΜΓʹ. Εἰ μηδὲν τῶν κτισμάτων εἰς δημιουργίαν, ἢ εἰς δοξολογίαν, ἢ εἰς τὸ βάπτισμα συνεμνημονεύθη τῷ Θεῷ Πατρὶ, τὸ δὲ Πνεῦμα μνημονεύεται· ἄρα ὡς ἰσότιμος καὶ ἰσοσθενὴς τῷ Πατρὶ καὶ τῷ Μονογενεῖ, Θεός ἐστιν. ΜΔʹ. Εἰ τοὺς προφήτας καὶ ἀποστόλους ἐξουσιαστικῶς ἀπεσταλκέναι, καθ' ὁμοιότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, μεμαρτύρηται· ὡς Θεὸς σύμφωνος κατὰ πάντα τῷ Πατρὶ, καὶ ὡς προγνώστης καὶ τῆς κτίσεως Δεσπότης ταῦτα πεποίηκεν. ΜΕʹ. Εἰ, ἅπερ νῦν εἴρηται περὶ τοῦ Πατρὸς ἢ τοῦ Υἱοῦ, ἄλλοτε περὶ τοῦ ἁγίου Πνεύματος ἀναγέγραπται, ἀμήχανον, ἀδύνατον, μὴ εἶναι ἀπαραλλάκτως τῆς μιᾶς αὐτοτελοῦς θεότητος, καὶ θελήσεως, καὶ δόξης τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ. Τὰ γὰρ τῷ αὐτῷ ἴσα, φασὶ, καὶ ἀλλήλοις ἐστὶν ἴσα. Μςʹ. Εἰ μηδὲν τῶν οὐρανίων δυνάμεων οὐράνια χαρίσματα δύναται παρέχειν, τὸ δὲ τοῦ Θεοῦ Πνεῦμα κατ' ἐξουσίαν δωρεῖται, ἃ δοῦναι μόνης τῆς θείας φύσεώς ἐστιν· ἄρα παναρκὴς Θεὸς, καὶ ἐξουσιαστής ἐστι, καὶ τῶν ἐν οὐρανοῖς, καὶ ὁμοούσιος τῷ Πατρὶ καὶ τῷ Υἱῷ τυγχάνει. ΜΖʹ. Εἰ μηδὲν τῶν ἀοράτων ἢ ὁρατῶν ἱερῷ γράμματι προσηγόρευται θεῖον καὶ ἀλήθεια, εἰ μὴ ὁ Πατὴρ, καὶ τὸ ἅγιον Πνεῦμα αὐτοῦ, καὶ ὁ Μονογενής· ἀναμφήριστον, ὡς τῆς ἑνάδος θείας καὶ ὑπερουσίου ἐστὶν οὐσίας. ΜΗʹ. Εἰ τῶν παμμεγεθεστάτων καὶ φωτοειδεστέρων πάντων ἐν ποιήμασιν οὐρανῶν αἱ δυνάμεις ἐν τῷ Πνεύματι τοῦ Θεοῦ εἰσιν, οὐκ ἐγχωρεῖ αὐτὸ ποίημα καθεστάναι, ἀλλὰ συνεργὸν καὶ ἰσουργὸν τῷ Δημιουργῷ. ΜΘʹ. Εἰ τὴν οἰκουμένην πληροῖ, καὶ πάντα ἐμπεριέχει, κατὰ τὴν λέγουσαν τοῦτο Σοφίαν· τῆς ἀνωτάτω σεπτῆς, καὶ ἀπερινοήτου, ἀπροσίτου τε καὶ ἀνεπάφου, καὶ ἀμόρφου μιᾶς οὐσίας ἐστὶν Δημιουργόν· καὶ τόπῳ οὐ περιγράφεται, αὐτὸ δὲ περιείληφεν τόδε τὸ πᾶν. Νʹ. Εἰ Γραφὴ οὐ διορίζει τῇ φύσει τὴν Τριάδα, οὐδ' ὁρίζεται ἐπ' αὐτῆς πρώτην, καὶ δευτέραν, καὶ τρίτην φύσιν· ποῖος αὐτοῖς ὕπεστι λόγος πρὸς τοὺς πιστεύοντας, ἡνῶσθαι μὲν αὐτὴν οὐσιωδῶς, διακεκρίσθαι δὲ ἐν ἰδιότησιν ὑποστάσεων; ΝΑʹ. Εἰ τὸ πρῶτον κτίσμα ὁ διάβολος ἐδείχθη ἐν τῷ Ἰὼβ, οὐ κτίσμα, ἀλλὰ τῆς Μονάδος οὐσίας τὸ Πνεῦμα. Οὐ γὰρ φαῖεν ἂν τὸν διάβολον προδεδημιουργῆσθαι, καὶ αὐτὸν μέν ποτε τὴν ὑπερέχουσαν τάξιν εἰληχέναι, τὸ δὲ θεῖον Πνεῦμα τὴν ὑφειμένην. ΝΒʹ. Εἰ, καθάπερ εἰς δόξαν καὶ προσκύνησιν τοῦ Θεοῦ τὸ Πάσχα ἐξ ἀρχῆς καὶ παρ' Ἰουδαίων ἐπετελέσθη, οὕτω καὶ τοῦ ἁγίου Πνεύματος ἡ Πεντηκοστή· πῶς οὐ συνάναρχος αὐτῷ ὑπάρχει ἀείμνητος Θεός; ΝΓʹ. Εἰ, ὡς τοῦ σημάντρου τοῦ ἀπὸ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, οὕτω καὶ τοῦ ἀπὸ τοῦ ἁγίου Πνεύματος σημαινομένου ἡμῖν μνημονεύει τὰ λόγια· οὐκ ἔστιν ἐν τοῖς ποιήμασιν, ἀλλὰ καὶ ἐν ἴση τιμῇ καὶ εὐχαριστίᾳ. Οὐ γὰρ ποιήματος ἅμα καὶ τοῦ Θεοῦ σφραγῖδα ἀναλαμβάνομεν, οὐδὲ συμπαραλαμβάνει ὁ Θεὸς κτίσματος σφραγῖδα, τῇ ἑαυτοῦ ὡς μόνος σώζειν οὐχ ἱκανός. ΝΔʹ. Εἰ πᾶσα βλασφημία ἀφίεται τοῖς ἀνθρώποις, ἡ δὲ εἰς τὸ Πνεῦμα τοῦ Θεοῦ ἀσυγχώρητος· ἄρα οὐκ ἐλάττων τυγχάνει Θεός. Βλασφημία δέ ἐστιν τὸ μὴ λέγειν αὐτὸ Θεόν. Ἀνάγεται γὰρ ἡ βλασφημία καὶ εἰς τὸν Παντοκράτορα, οὗ πνοὴ τυγχάνει. ΝΕʹ. Εἰ ἀπαράβατον αἱρετικοὶ φυλάττουσιν τό τε πρόσταγμα τοῦ Πατρὸς λέγοντος, «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός· αὐτοῦ ἀκούετε,» τήν τε περὶ τὸ βάπτισμα τοῦ Υἱοῦ παράδοσιν· διὰ τί μὴ ἀχώριστον τῇ φύσει, καὶ ἰσότιμον, καὶ ἰσοδύναμον ὁμολογοῦσι τὴν Τριάδα, καὶ ἰσοτίμως δοξάζουσιν; Ἓν γὰρ ὄνομα, τοῦτ' ἔστιν τὸ τῆς μιᾶς θεότητος, τρεῖς δὲ ὑποστάσεις ἐδίδαξεν, ἑκάστῃ τὴν ἰσοτιμίαν τηρήσας.