Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De trinitate -
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/didymus-the-blind" aria-label="More works by Didymus the Blind"> —
⋯
More
Original / primary: Pg Scrape Grc
20.1
Ἀποτίθεσθαι τὸν Μονογενῆ τὴν βασιλείαν, καὶ μὴ εἶναι βασιλέα αἰώνιον, ὑποτάσσεσθαί τε τῷ Θεῷ, ὥς τινα ἀντίθεον ἵλεως δὲ ἡμῖν ἔστω, καὶ εἶναι μόνον «τὰ πάντα ἐν πᾶσι» τὸν Πατέρα φαντάζονται, ἀφ' ὧν Κορινθίοις Παῦλος ἔγραψε τοιάδε· «Ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρὶ, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν, καὶ ἐξουσίαν, καὶ δύναμιν· δεῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρις οὗ ἂν θῇ πάντας τοὺς ἐχθροὺς αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ. Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος· πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὑτοῦ. Ὅταν δὲ εἴπῃ· Τὰ πάντα ὑποτέτακται, δῆλον, ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα· ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν.» Καὶ εἰς τοῦτο δὲ, ὅτι περὶ τὴν τοῦ δούλου μορφὴν ἑλεῖσθαι ὀφείλομεν τὸν νοῦν ἀκριβῶς· εἴ γέ τις ἀναλογιζόμενος ὅπερ εἰ θεϊκῶς ὑποτάσσεται, ἀπ' ἀρχῆς ἂν ὑπετέτακτο. Ἔτι δὲ καὶ ἐκ τῆς προφητείας Δανιὴλ, ἐχούσης ὧδέ πως κατὰ λέξιν· «Ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς, καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ, ὡς Υἱὸς ἀνθρώπου ἐρχόμενος, καὶ ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασεν· καὶ προσήχθη αὐτῷ, καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ, καὶ ἡ τιμὴ, καὶ ἡ βασιλεία· καὶ πάντες οἱ λαοὶ, φυλαὶ, γλῶσσαι δουλεύσουσιν αὐτῷ· ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται· καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται.» Παλαιὸν γὰρ ἡμερῶν τὸν Πατέρα λέγει· ὡς Υἱὸν δὲ ἀνθρώπου προσαχθέντα αὐτῷ, ᾧτινι ἐδόθη ἡ ἀρχὴ, καὶ ἡ τιμὴ, καὶ ἡ βασιλεία, τὸν σύμμορφον τῆς ταπεινώσεως ἡμῶν δηλοῖ. Ἐὰν οὖν μὴ δώσωσι, διὰ τοῦτο εἰρῆσθαι τῷ Ἀποστόλῳ καὶ τῷ προφήτῃ τὰ προκείμενα, λείπεται αὐτοὺς παραγράψασθαι τὸν ἕτερον. Ἀπὸ γὰρ τοῦ ἀποστολικοῦ ῥητοῦ, νῦν μὲν βασιλεύει ὁ Υἱὸς, μετὰ δὲ τὴν ἀνάστασιν ἀποτίθεται, κατ' αὐτούς. Ἀπὸ δὲ τῆς προφητείας, νῦν μὲν οὔπω βασιλεύει ὁ Βασιλεὺς τῶν βασιλευόντων καὶ Κύριος τῶν κυριευόντων, τότε δὲ ἄρχεται, μετὰ τοῦτο ἔμπαλιν φαίνεσθαι ἐπὶ τοῦ Θεοῦ καὶ Πατρός. Εὑρίσκεσθαι δὲ πρὸς τούτοις, ὅτι τῇ μὲν Παρθένῳ Μητρὶ αὐτοῦ καὶ τῷ Ἰωσὴφ ὑπετάγη εἰς τὴν οἰκονομίαν, ἑκὼν δὲ δῆλον ὅτι, καὶ οὐκ ἀνάγκῃ, οὐδὲ καταβάλλων τι τοῦ βασιλικοῦ γέρως, μᾶλλον δὲ τῇ συγκαταβάσει δεικνὺς τὸ ὑπέρογκον τῆς θεότητος, καὶ τὸ πρᾶον τῆς Δημιουργοῦ δυνάμεως, καὶ οἰκονομῶν τὸ ἡμᾶς πατράσι πείθεσθαι· οἷςτὸ τιμᾶσθαι δικαίως δέδωκεν αὐτὸς ὡς παρὰ Λουκᾷ εἶπεν· «Τί ὅτι ἐζητεῖτέ με· Οὐκ ᾔδειτε ὅτι ἐν τῷ οἴκῳ τοῦ Πατρός μου δεῖ με εἶναι, Καὶ κατῆλθε,» φησὶν, «εἰς Ναζαρὲθ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς.» Τῷ δὲ Πατρὶ καὶ τῷ Θεῷ οὐδέπω. κατ' αὐτοὺς, ὑπετάγη· καὶ ἐψεύσθη μὲν παρὰ Παύλου, Φιλιππησίοις ἐπιστέλλοντος· «Γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ» Ὥσπερ οὖν ἴσα Θεῷ καὶ ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐ δι' ἑαυτὸν, ἀλλ' ὑπὲρ ἡμῶν, ἁμαρτία γέγονε, καὶ κατάρα· οὕτως, οὐ δι' ἑαυτὸν, ἀλλὰ δι' ἡμᾶς γέγραπται παραδώσων καὶ ὑποταγησόμενος· ἐπειδὴ διὰ φιλανθρωπίαν γέγονεν ἀσυγχύτως, ὅπερ ἐσμὲν, ἐκτὸς ἁμαρτίας, μείνας εἷς καὶ ὁ αὐτός. Πῶς γὰρ ὁ πάντων ποιητὴς καὶ πάντων κρατῶν· ἐν τοῖς πᾶσι δὲ τίθενται καὶ οἱ αἰῶνες, ὁ προφητευθεὶς πρῶτος, καὶ εἰς τὰ ἐφεξῆς, καὶ Παντοκράτωρ, δύναται εἰς τοὺς ἐφεξῆς αἰῶνας μὴ κρατεῖν καὶ βασιλεύειν σὺν Πατρὶ καὶ Πνεύματι, καθὰ καὶ νῦν, καὶ ἀεί. Ὅτι δὲ ἀτελεύτητος αὐτοῦ ἡ βασιλεία ὑπάρχει μία γάρ ἐστιν ἀδιαίρετος τῆς Τριάδος, ἐν τῷ πρώτῳ λόγῳ ἐμαρτυρήθη ἐξεργαστικώτερον, ἐν οἷς Γαβριὴλ εὖγε φαίνεται εἰρηκώς· «Βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰσραὴλ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος·» καὶ Δαυΐδ· «Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας σου· ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέ σε, Θεὲ, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.» Περὶ δὲ τοῦ γράφειν, «Ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν,» μάλιστα μὲν ἀδιακρίτως ἔχει Θεὸν, ὅμως παραπλήσια τούτου ὁ αὐτὸς Ἀπόστολος γράφει περὶ τοῦ Υἱοῦ, Ῥωμαίοις μέν· «Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς·» Κολοσσαεῦσι δὲ περὶ τοῦ μέλλοντος αἰῶνος διαλεγόμενος, φησίν· «Ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ τὰ πάντα ἐν πᾶσι Χριστός·» καὶ πάλιν περὶ τῆς Ἐκκλησίας γράφων, φησίν· «Ἥτις ἐστὶν τὸ σῶμα τοῦ τὰ πάνταἐν πᾶσιν πληροῦντος Χριστοῦ·» καὶ ἀλλαχοῦ· «Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς, καὶ εἰς τοὺς αἰῶνας·» καὶ πάλιν· «Ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων· καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, Εἷς Κύριος Ἰησοῦς Χριστός.» Καὶ γὰρ εἰ μὴ διέσφαλται τὸ, «Ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος·» καὶ τὸ, «Ἐν αὐτῷ κόσμον καταλλάσσων·» καὶ τὸ, «Ἐν αὐτῷ εὐδόκησε πᾶν τὸ πλήρωμα κατοικῆσαι, καὶ δι' αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτὸν,» οὐχὶ δὲ εἰς ἄλλον· τῇ θεότητι αἱρεσιομάχοι διεσάφησαν· οὐ μόνον ὡς Υἱῷ πρὸς Πατέρα κοινωνίαν, ἀλλ' οὐδὲ ὡς φίλῳ πρὸς φίλον ἰσότητα συγκτητορίας παραχωροῦντες αὐτῷ. Ἰωσαφὰτ γὰρ βασιλεὺς Ἰούδα πρὸς Ἀχαὰβ βασιλέα Ἰσραὴλ τῆς φιλίας τὴν κοινωνίαν ἐνδεικνύμενος, ἔλεγεν· «Καθὼς σὺ,» φησὶν, «οὕτως κἀγώ· καὶ καθὼς ὁ λαός σου, οὕτως καὶ ὁ λαός μου· καὶ καθὼς οἱ ἵπποι σου, οὕτως καὶ οἱ ἵπποι μου·» καὶ τῷ παρ' αὐτοῦ μὴ τεχθέντι, τῆς ἰδίας προετίθει βασιλείας ὁμοτιμίαν. Ὁμοίως δὲ καὶ τοῖς μαθηταῖς ἦν, φησὶ, κατὰ τὴν Γραφὴν διὰ τὸν Χριστὸν ἅπαντα κοινὰ καὶ ἀμέριστα. Ἀναιδέστερα τοίνυν τὰ αἱρετικῶν ῥήματα τῶν τοῦ διαβόλου. Ἐκεῖνος μὲν γὰρ ὁ Θεομισὴς τὴν οἰκονομίαν οὐδέπω μαθὼν, τὴν ὅτε ἡμῖν, τότε καὶ ἀγγέλοις γνωσθεῖσαν· «οὔπω» γὰρ αὐχηματικώτερόν φημι, ὅτε καὶ δι' ἡμῶν, πειθόμενος Παύλῳ φανερῶς φθεγγομένῳ· «Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος τοῦ Θεοῦ σοφία,» καὶ διὰ τοῦτο πειράζειν τολμῶν, τῇ ἐξουσίᾳ κατελίμπανε τοῦ Σωτῆρος, εἰπών· «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω.» Οὗτοι δὲ, τὸ τῆς θείας καὶ ἀφράστου γεννήσεως, ὅσον τὸ ἐπ' αὐτοῖς, παραλύοντες ἀξίωμα, τρόπον τινὰ τὸν αἰώνιον ἐκμοχλεύουσι θρόνον, καὶ διορίζοντες φάσκουσιν· Ἀπιστοῦμέν σοι λέγοντι· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·» καὶ, «Πάντα, ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν.» Ἀπιστοῦμεν δὲ οὐδὲν ἧττον καὶ τῷ Θεῷ καὶ Πατρὶ φάσκοντι· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα.» Τοῦ βασιλικοῦ κατάβηθι θρόνου. Δι' ἃ παρὰ τῷ Λουκᾷ ἐν παραβολῇ φρικτὰ ἀποφαίνεται περὶ αὐτῶν. Λέγει γὰρ τοῖς ἀγγέλοις· «Τοὺς ἐχθρούς μου τούτους τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ' αὐτοῦ, ἀγάγετε ὧδε, καὶ κατασφάξατε ἔμπροσθέν μου.» ΚΕΦ. ΚΑʹ. Προσάπτειν πού τοι τῷ Θεῷ Λόγω, καὶ οὐ τῇ οἰκονομίᾳ, τὰ ἀνθρωποπαθῶς λεχθέντα βουλόμενοι, σάρκα ἄψυχον γεγενῆσθαι αὐτὸν λέγουσιν· καὶ ὡσανεὶ ὑπ' ἀγωνίας μεταμελομένῳ τῷ ἀτρέπτῳ καὶ ἀκηράτῳ μεγάλῳ Θεῷ, ἢ ὡς ἐξ ἀνάγκης, καὶ οὐχ ἑκοντὶ καὶ ἀσμένως, ἐπὶ ταύτην ἐλθόντι, ἢ καὶ ὡς μὴ δυναμένῳ τὴν ἀρχὴν, εἰ ἤθελεν, τὰ περὶ τὸν σταυρὸν ἀποστῆσαι· οὕτω περιφρονοῦντες τῆς ἀκαταφρονήτου θεότητος, ὀνειδίζουσιν αὐτῷ καὶ τὸ ἐν Ματθαίῳ ἐμφερόμενον· «Πάτερ, εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο·» καὶ τὸ, «Σῶσόν με ἐκ τῆς ὥρας ταύτης·» καὶ τὸ ἐν τῷ σταυρῷ εἰρημένον· «Θεέ μου, Θεέ μου, ἵνα τί ἐγκατέλιπές με;» καὶ τὸ, «Περίλυπός ἐστιν ἡ ψυχή μου μέχρι θανάτοι·» καὶ τὸ δακρῦσαι αὐτὸν ἐπὶ Λαζάρῳ· καὶ τὸ ὡσανεὶ κεκοπιακότα ἐξ ὁδοιπορίας ἀναπαύσασθαι· καὶ τὸ προσεύξασθαι· καὶ τὴν τῆς τροφῆς ἔφεσιν· καὶ τὴν δίψαν· καὶ τὸν ἐπὶ τοῦ σκάφους ὕπνον· φεῦ τῆς κακοπιστίας! καὶ τὸ, «Ὤφθη ἄγγελος Κυρίου ἐνισχύων αὐτόν·» καὶ ὅσα τοιαῦτα. Οἷς ἀντιβαίνει πάλιν καὶ ἐπανίσταται τὸ μαρτυρεῖσθαι κατὰ τὴν θεότητα εἶναι ἴσα Θεῷ· καὶ ὡς ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών· καὶ ὅσα προείρηται. Καὶ αὐτὸ τοῦτο, τὸ εἰπεῖν πεποιθήσει, «Πάτερ·» καὶ ὅτι αὐτὸς πάντα τὰ ἔμψυχα ψυχοῖ· καὶ ὅτι οὐχ ὡς ὑπουργὸς ἐφθέγξατό ποτε· «Ἐν τῷ ὀνόματι τοῦ Θεοῦ,» ἢ «τοῦ Πατρός μου γενέσθω» ἓν ὧν ἐποίησε θαυμάτων, καθὰ οἱ μαθηταὶ αὐτοῦ τοῖς τε δυσιάτως ἔχουσι καὶ τοῖς σαθρῷ σώματι κεχρημένοις ἔλεγον· «Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἐγέρθητι·» καὶ ἐν τῷ παντοδυνάμῳ καὶ εὐκλεεῖ ὀνόματι τούτῳ ἐποίουν, ὅσα ἦν τῇ κτίσει ὁμοῦ πάσῃ δράσαι ἀδύνατα· ἀλλ' ἰδίᾳ ἐξουσίᾳ ἐνήργει δυνάμεις, συνεχώρει ἁμαρτίας, λέγων βασιλικῶς· «Ἀφέωνταί σοι αἱ ἁμαρτίαι·» ἐκ τοῦ ᾄδου ἐξήρπαζεν, δαίμονας ἐφυγάδευεν, τῇ θαλάσσῃ ἐμβριμούμενος ἐπέταττεν· «Σιώπα, πεφίμωσο·» τοῖς ἀνέμοις ἐπετίμα, καὶ ἐκόπαζον· τῷ Πέτρῳ δοὺς τὰς κλεῖς τοῦ οὐρανοῦ, ἔλεγεν· «Ὃ ἐὰν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς· καὶ ὃ ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς·» τῷ Λαζάρῳ παρεκελεύετο· «Δεῦρο ἐκ τάφων ἔξω·» Ἄλλῳ προσέταττεν· «Νεανίσκε, ἐγέρθητι·» τῷ λεπρῷ ἔφραζεν· «Θέλω, καθαρίσθητι·» ἄλλῳ· «Θάρσει, τέκνον· ἀφέωνταί σοι αἱ ἁμαρτίαι·» ἑτέρῳ· «Ἔγειρε, ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει·» τῷ δαίμονι· «Τὸ ἄλαλον,» φησὶν, «καὶ κωφὸν δαιμόνιον, ἐγώ σοι ἐπιτάσσω, ἔξελθε.» Καὶ οὐ μόνον ταῦτα ἀντιστήκει, ἀλλὰ καὶ προανῃρέθη τῶν ὑβριστῶν ἡ ἔννοια τοῦ, «Ἵνα τί ἐγκατέλιπές με;» τοῦ μὲν Κυρίου παρὰ τῷ αὐτῷ Ἰωάννῃ προαναφωνήσαντος· «Ἰδοὺ ἔρχεται ὥρα, καὶ νῦν ἐλήλυθεν, ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ ἴδια, καὶ ἐμὲ μόνον ἀφῆτε· καὶ οὐκ εἰμὶ μόνος, ὅτι ὁ Πατήρ μου μετ' ἐμοῦ ἐστιν·» τοῦ δὲ Παύλου Ἑβραίοις ἐπιστείλαντος, ὅτι καὶ τὸ ἅγιον Πνεῦμα ἀχώριστον αὐτοῦ ἦν· «Εἰ γὰρ,» φησὶ, «τὸ αἷμα ταύρων καὶ τράγων, καὶ σποδὸς δαμάλεως, ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα· πόσῳ μᾶλλον τὸ αἷμα Ἰησοῦ, ὅστις διὰ Πνεύματος ἁγίου ἑαυτὸν ἄμωμον προσήνεγκε τῷ Θεῷ, καθαρίσει τὰς καρδίας ὑμῶν ἀπὸ συνειδήσεως πονηρᾶς; Τότε δὲ προσήνεγκε διὰ τοῦ ἁγίου Πνεύματος ἑαυτὸν τῷ Θεῷ, ὅτε εἰς τὸν σταυρὸν ἑκουσίως ἀνέβη. Ὥστε, οὐχ ὡς τῷ ῥήματι δοκεῖ δηλοῦν, ψιλῶς νοεῖν χρή· ἀλλ' ὅτι κἀνταῦθα συγκαταβὰς εἰς πάντα, καὶ πτωχεύων τῇ τοῦ δούλου μορφῇ, καὶ μεταπλάσας τῷ λόγῳ ἑαυτὸν ἀτρέπτως εἰς τὸ κοινὸν, καὶ πᾶσαν τῆς ἐνανθρωπήσεως ἀκολουθίαν φυλάττων, καὶ μηδὲν τοῦ χαρακτῆρος τῆς ἀληθείας ἀφανίζων, τὰ πρέποντα ἀνθρώποις χαμαιζήλως, ὥσπερ ἡ ὄντως σοφία, ἐφθέγξατο, πρὸς τὸ καὶ ἡμᾶς ὁμοιουμένους αὐτῷ, καὶ τελέως συμμόρφους, κατὰ τὸν Ἀπόστολον, γινομένους, ποιεῖν τὰ πρέποντα καὶ ἀρέσκοντα αὐτῷ, καὶ πορεύεσθαι ἀπὸ τῶν γηίνων ἐπὶ τὰ αἰθέρια. Οἷα δὲ καὶ περὶ τούτου παρὰ τοῖς ἔξω λέλεκται, οὐδὲν οἷον καὶ αὐτῶν ἐκείνων ἀκούειν. Οὕτω γὰρ οὐ μόνον τὴν παρ' ἡμῖν τῶν ἁγίων μεγαλοφωνίαν ἔτι πλέον στέρξομεν, ἀλλὰ καὶ μᾶλλον καὶ μᾶλλον θαυμάσομεν τὴν μίαν ἁπάντων χορηγὸν σοφίαν. Ἔχει δὲ ὧδε· Πολλάκι γὰρ φθέγγονται, ὅσα σθένος ἐστὶν ἀκοῦσαι Θνητοῖς· ἄλλα δ' ἔνεστι νοήματα κρείσσονα μύθοις. Πῶς ἐχρῆν καθαροίσιν ὑπ' ὄμμασιν ὀξέα λεύσσειν. Καὶ πρὸς ἀληθείην Θεοῦ ὄλβια δέχνυσο δῶρα, Ἄλλην θειοτέρην μύθων πρὸς ἀτραπὸν ὁδεύων. Πῶς γὰρ ἂν ἐπληροφορήθημεν, ὅτι τὰς ἀσθενείας ἡμῶν, κατὰ τὸ γεγραμμένον, εἰς τὸν τίμιον ἀνήνεγκε σταυρὸν, ὥστε διὰ τούτου κρείττονα παρασχεῖν τοῖς ἀνθρώποις κατάστασιν, εἰ μὴ πρότερον αὐτὰς, καθ' ὃν οἶδε τρόπον, εἰς ἑαυτὸν ἀνέλαβέ τε καὶ ἔδειξεν; Πῶς δὲ ἂν εὐκρινὲς κατέστη, ὡς σὰρξ ἔμψυχος ἐγένετο ἀληθῶς, καὶ οὐ φαντασίᾳ, οἰηθέντων αὐτὸν, Μανιχαίων μὲν, σῶμα δοκήσει ἐσχηκέναι, Ἀρειανῶν δὲ ἄψυχον γεγενῆσθαι, εἰ μὴ εἶπε, «Περίλυπός ἐστιν ἡ ψυχή μου,» καὶ δειλίαν ἔδειξε, καὶ βρωμάτων, καὶ πομάτων, καὶ ὕπνου μετέλαβε; Τὰ γὰρ τοιαῦτα οὔτε θεότητι ἁρμόττει, οὔτε σαρκὶ ἀψύχῳ. Περὶ μὲν τὸ σῶμα θεωρεῖται τὰ πάθη μόνον τὰ αὐτοῦ τοῦ σώματος φθαρτικὰ, οὐ μὴν τὰ λογισμῶν ἐρημίᾳ τῶν χρησίμων ἡμῖν ἐπιγιγνόμενα· περὶ δὲ τὴν ψυχὴν καταλαμβάνονται αἱ ὑπὲρ τῶν παθῶν φροντίδες. Διὸ καὶ οἱ ἔξω παραγγέλλουσι περὶ τῆς ἐμπλήκτου ἀνοίας· Φεῦγε τάχος χθονίων παθέων ἄπο, τηλόσε φεῦγε, Ψυχῆς ὄμμα φέριστον ἔχων, καὶ ἀκλινέας αὐγάς. Σώματος ὡς ἀνέχοιτο μέγα βρίθοντα χαλινὰ, Ἐκ καθαρῆς ψυχῆς τε καὶ αἰθερίης πατρὸς αἴγλης. Ἐπισκοπούμενοι τοίνυν οὐχ ἥκιστα καὶ τὰ ἄλλα γραφικὰ, τὰ μακρὰν ἀπέχοντα τῶν αἱρετικῶν κακονοιῶν, ὡς ἤδη μοι εἴρηται, μαθησόμεθα, ὅτι οὐ δείδιεν ὁ τροπῆς καὶ πάθους παντὸς ἀμέτοχος Θεὸς, ὁ ἑκοντὶ, κατὰ τὸν Ἀπόστολον Γαλάταις γράφοντα, «Ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ ἐξουσίας, καὶ δοὺς ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ·» ὁ ἐπιπλήξας Πέτρῳ δυσχεράναντι, ἡνίκα προέλεγε δεῖν σταυρωθῆναι αὐτὸν, καὶ ἀποθανεῖν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι· ὁ ἐθελοντὴς ἐπὶ τὸν σταυρὸν ἀνελθὼν, καὶ ἠγαλλιωμένος ὡς γίγας δραμεῖν ὁδόν· ὁ τῷ ζωοποιῷ αὐτοῦ θανάτῳ τὸν θάνατον θανατώσας καὶ πάντας ἐκ θανάτου λυτρούμενος· οὗ ἡ αὐτεξούσιος ἐνέργεια καὶ ἄλλο πλῆθος θανάτῳ χρόνιον ἅμα αὐτῷ συνανέστησεν, καὶ ὅλῃ τῇ ἀνθρωπείᾳ φύσει ἀναστάσεως ἐλπίδα ἐδωρήσατο· ὁ πᾶσιν ἄφοβον κατασκευάσας τὸν ὑπὲρ αὐτοῦ θάνατον, καὶ πόθον τὸπάθος ἀναδείξας, καὶ ποιήσας μὴ φεύγειν καλὴν τελευτὴν διὰ τὸν φόβον, ἀλλὰ καταστέλλειν τῷ τοῦ Θεοῦ θελήματι, ὡς τοὺς πιστῶς αὐτῷ προσανέχοντας, ἀλύπως καὶ ἀταράχως παθήματα καὶ θάνατον δι' αὐτὸν ὑποδέχεσθαι, σὺν Παύλῳ βοῶντας· «Ἐμοὶ τὸ ζῇν Χριστὸς, καὶ τὸ ἀποθανεῖν κέρδος.» Θνητὸν μὲν γὰρ δὴ διὰ σὲ θάνατον, κἂν ἀρετῇ βίου πεποιθὼς ᾖ, εἰκός ἐστιν· τὸν δὲ ἀθάνατον Θεὸν ἀθανασίαν ἀποβαλεῖν καὶ δειλίαν ἀναλαβεῖν, ἀδύνατον. Ἀλλὰ καὶ θανάτου, ὡς οἶδεν καὶ ἠθέλησεν, ἐγεύσατο σαρκὶ, καὶ ἀθάνατος διέμεινε, ζωὰς καὶ τότε πᾶσιν χορηγῶν. Ἐπείτοιγε καὶ ἀδυναμία μερικῶς περιάπτεται τῷ Πατρὶ διὰ τὸ, «Εἰ δυνατόν·» καὶ δειλία ἡ οὐκ οὖσα κατηγορεῖται τοῦ Υἱοῦ διὰ τὸ, «παρελθέτω·» καὶ ἀπροαίρετος ἀναφαίνεται ἡ εἰς τὸν σταυρὸν φιλάνθρωπος καὶ αὐτοπροαίρετος ἄνοδος, καὶ ἀνόρμητος αὐτοῦ ἡ εἰς ᾅδου κρατερὰ καὶ ἐμβριθὴς κάθοδος, καὶ ψευδὴς εὑρίσκεται ὅ τε Ἰωάννης λέγων· «Ζωή ἐστιν·» καὶ, «Οὓς θέλει, ζωοποιεῖ·» ὅ τε Παῦλος κηρύττων· «Ἑαυτὸν ἐκένωσεν, μορφὴν δούλου λαβών·» καὶ, «Ἐταπείνωσεν ἑαυτὸν ὑπήκοος γενόμενος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ·» τοῦτ' ἔστιν, ἀνασχόμενος ἕως σταυροῦ· οὐ γὰρ ἁπλῶς ἔφη, μέχρι θανάτου· ὅ τε Κύριος εἰπών· «Ἐγώ εἰμι τὸ φῶς, ἐγώ εἰμι ἡ ζωὴ καὶ ἡ ἀνάστασις·» καὶ, «Ἐγὼ τίθημι τὴν ψυχήν μου, ἵνα πάλιν λάβω αὐτήν. Οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ, ἀλλ' ἐγὼ τίθημι αὐτήν. Ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν.» Καὶ ὑπὲρ τίνος λοιπὸν εὐχαριστῶμεν, ὡς κηδεμόνι καὶ τὸ πρῶτον καὶ μόνον κῦρος ἔχοντι, τῷ ἀπροθύμως καὶ ἔκ τινος βίας, ὡς οἱ ἀπ' ἄλλου διοικούμενοι, ὑπὲρ ἡμῶν παθόντι; ἢ ἀνθ' ὅτου τὸ τριπόθητον καὶ προμηθέστατον Πάσχα ἑκάστου ἔτους, ἡμέρας μὲν οὖν, μᾶλλον δὲ καὶ ὥρας ἑκάστης τῇ πίστει ἐπιτελοῦμεν ἔμφοβοι, μετέχοντες τοῦ σώματος καὶ τοῦ αἵματος αὐτοῦ; Ἴσασιν δὲ οἱ τοῦ ἀκροτάτου καὶ διαιωνίου μυστηρίου καταξιωθέντες, ὃ λέγω· τὸ γὰρ σέβας καὶ ἡ εὐχαριστία ὀφείλεται τῷ οἰκείᾳ γνώμῃ καὶ ἀμεταμελήτως ἴδιόν τι ἀγαθὸν παρασχομένῳ. Εἴποι ἄν τις, ὡς ἐλεῶν ἐκείνους, περὶ ὧν ἔφη, «Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσιν,» εἶπεν καὶ τὸ, «Παρελθέτω τὸ ποτήριον τοῦτο·» ἀπ' αὐτῶν, φησὶν, ἵνα μὴ τηλικοῦτον καθ' ἑαυτῶν εἰς ἐμὲ δυσσεβήσωσιν. Καὶ οὕτω δὲ νοῆσαι τὸ, «Παρελθέτω τὸ ποτήριον τοῦτο,» οὐκ ἔξω ἀληθείας ἐστίν. Ἐπειδὴ ἑώρα τὸν διάβολον, φρίττοντα μὲν καὶ ἀποφεύγοντα, ἡνίκα ἑαυτὸν ὁ Σωτὴρ Θεὸν διὰ τῶν θαυμάτων ἐπεδείκνυεν· προσερχόμενον δὲ, ὅτε ἀνθρωπότητος ἴδια ἐφθέγγετο· τὴν παροῦσαν αὐτῷ δειλίαν θανάτου ὑπέφηνεν «ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν,» ἵνα καθὰ ἤδη πειρᾶσαι τολμήσας, τῆς τε ἐλπίδος ἐκτὸς, καὶ ἄτιμος, καὶ καταγέλαστος ὑπενόστησεν· οὕτω καὶ ἐνταῦθα ἄνθρωπον ψιλὸν πάλιν νομίσας εἶναι, καὶ οὐ Θεὸν, ὡς οἶδεν φανέντα σαρκὶ, ὀξυδρομήσας προέλθῃ καὶ ὑποβάλῃ αὐτὸν σταυρωθῆναι, καὶ αὐτὸς μὲν τρωθεὶς λεληθότως, ὁ τρῶσαι τὸν ἀήττητον Θεὸν μηχανώμενος, παλίνορσος ἀποστῇ· ἡμεῖς δὲ τῷ σταυρῷ τοῦ Χριστοῦ ζήσαντες, καὶ τῷ προμηθεστάτῳ αὐτοῦ θανάτῳ λυτρωθέντες, ἀναβοήσωμεν μετὰ Παύλου Κορινθίοις γράφοντος· «Ποῦ σου, θάνατε, τὸ νῖκος; ποῦ σου, ᾅδη, τὸ κέντρον;» Οὕτω δὲ οὐκ ἀγωνίας ἦν τὰ τοῦ Κυρίου ῥήματα, ὅτι καὶ περὶ τοῦ Θεοῦ Πατρὸς «Ὃν,» ὡς εἶπεν ἱερὸς ἀνὴρ, «φρίττει καὶ τρέμει τὰ σύμπαντα ἀπὸ προσώπου δυνάμεως αὐτοῦ» Ἡσαΐας ἀποῤῥήτῳ τινὶ θεωρίᾳ οὕτω διαλέγεται· «Ἀκούσατε δὴ, οἶκος τοῦ Δαυΐδ· μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις; καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα; Διὰ τοῦτο δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον. Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται Υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅ ἐστιν μεθερμηνευόμενον, Μεθ' ἡμῶν ὁ Θεός.» Ἀλλ' ὅθεν ἐξῆλθεν, πάλιν ὁ λόγος ἡμῖν ἐπανίτω. Οὔτε οὖν δακρύει ἡ ἀνωτάτω ἀπάθεια, καὶ ζωὴ, καὶ χαρὰ, καὶ εἰρήνη, καὶ πάντων ὑπομονὴ, ὁ φαιδρὰς ἡμέρας διδοὺς τοῖς ἅπασι, δι' ἄλλο τι, ἀλλὰ διὰ τὸ ὑποφῆναιδιὰ τοῦ ὁρωμένου τῆς ἀοράτου θεότητος αὐτοῦ τὴν συμπάθειαν. Πανταχοῦ γὰρ, ἢ λόγοις, ἢ ἔργοις τὰς διαθέσεις ἀναμίγνυσιν, ὄφρα ἡμεῖς ὥσπερ ἔκ τινων ἰχνῶν ἐπ' αὐτὴν ὁρμήσωμεν τὴν θήραν τῆς ἐνθεαστικῆς νοήσεως, καὶ εὕρωμεν, ὡς τὸ πᾶν τῆς οἰκονομίας θεϊκῆς ἴδιόν ἐστιν εὐσπλαγχνίας. Διά τε τὸ ἐλέγξαι τῶν ἀδελφῶν Λαζάρου τὴν διάνοιαν, ὡς οὐδὲν ἔχουσαν πιστὸν, οὐδὲ βέβαιον. Ἐρωτήσαντι γὰρ αὐτῷ, «Ποῦ τεθείκατε αὐτόν;» δέον εἰπεῖν Σὺ πάντα γινώσκεις, ἅτε Υἱὸς Θεοῦ, ἐξ ὧν προεῖπας πολλῷ διαστήματι τῷ φαινομένῳ ἀφεστώς· «Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται·» καὶ εἰ προστάξειας, ἐξ ᾅδου ὑποστρέψει, τὴν κοινὴν ἀνάστασιν προλαβὼν τῇ ἰδίᾳ· πάντα γάρ σοι ῥᾴδια πάντως ὑπάρχει ἐθέλοντι· δέον οὖν ταῦτα εἰπεῖν, τοὐναντίον ἔφασαν· «Τεταρταῖός ἐστιν, ἤδη ὄζει.» Εἴποιμεν ἂν πρὸς τοῦτο, δεδακρυκέναι, ὡς βασιλέα, τοῖς ἑαυτοῦ ὑποκύπτοντα θεσπίσμασι, τοῖς λέγουσιν, «χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων,» καὶ διὰ τοῦτο τὸν παλαιὸν θρῆνον ἡμῶν ἀποπαύοντα. Οὐδὲ κοπιᾷ κατὰ τὴν θεότητα, ἀλλὰ κατὰ τὴν τῆς ἐνανθρωπήσεως ἀκολουθίαν, ὁ ἰώμενος τοὺς συντετριμμένους, καὶ τοὺς κεκοπιακότας καὶ πεφορτισμένους ἀναπαύων, ὁ τὴν ἔξοδον ἔχων ἀπ' ἄκρου τοῦ οὐρανοῦ, καὶ τὸ κατάντημα ἕως ἄκρου αὐτοῦ· ᾧ γὰρ μὴ μείωσις, ἢ ἀποπεράτωσις, οὐδὲ κόπος ἐστίν. Εἰ γὰρ καὶ πώλῳ ποτὲ φαίνεται καθεσθεὶς, ἀλλ' ὡς Θεὸς ὑμνεῖτο ὑπὸ παίδων μὲν ἀκάκων, κραζόντων· «Ὠσαννὰ ἐν τοῖς ὑψίστοις·» ὃ ἑρμηνεύεται· «Σῶσον ὁ ἐν τοῖς ὑψίστοις·» ὑπὸ δὲ τοῦ Δαυῒδ ἐν νθʹ ψαλμῷ· «Ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ· ὁ Θεὸς ἐμφανῶς ἥξει.» Οὐδὲ ὀρέγεται τροφῆς ἄκων ὁ ἄρτος τῆς ζωῆς, πρὸς ὃν ἀποβλέπει τὰ πάντα, κατὰ τὸν ψαλμῳδόν· «Οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσιν, καὶ σὺ δίδως τὴν τροφὴν αὐτοῖς ἐν εὐκαιρίᾳ. Ἀνοίγεις σὺ τὴν χεῖρά σου, καὶ ἐμπιμπλᾷς πᾶν ζῶον εὐδοκίας·» καὶ πάλιν· «Πάντα πρὸς σὲ προσδοκῶσιν, δοῦναι τὴν τροφὴν αὐτοῖς εἰς εὔκαιρον·» ὁ ἐκ πέντε ἄρτων καὶ δύο ἰχθύων πεντακισχιλίους χορτάσας ἐκτὸς γυναικῶν καὶ παιδίων, καὶ δυοκαίδεκα κοφίνους κλασμάτων περιττεῦσαι ποιήσας· ὁ εἰπὼν τῷ διαβόλῳ· «Οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος·» ὁ πᾶσιν ἡμῖν πανταρκῆ καὶ ἀνέκλειπτον τράπεζαν, τὴν οἰκείαν προθεὶς ἀγαθότητα, καὶ φάσκων· «Ὁ ἐρχόμενος πρὸς μὲ, οὐ μὴ πεινήσῃ· καὶ ὁ πιστεύων εἰς ἐμὲ, οὐ μὴ διψήσῃ πώποτε·» ὁ ἐλθὼν μὲν ἐπὶ τὴν συκῆν ὡσανεὶ πεινῶν, προστάξας δὲ ὡς Θεὸς μηκέτι καρπὸν τὸ φυτὸν ἐνεργεῖν, καὶ ἔργον τῷ λόγῳ ἐπιθεὶς, καὶ δείξας, ὡς αὐτὸς ἦν ὁ τὴν ἀρχὴν εἰπών· «Ἐξαγαγέτω ἡ γῆ ξύλα καρποφόρα.» Ἀλλ' οὔτε διψᾷ, εἰ μὴ διὰ τὴν οἰκονομίαν, ἡ ἀθάνατος πηγὴ, ἡ τὴν Σαμαρεῖτιν ὕδωρ ζωῆς αἰτεῖν παρ' αὐτοῦ διδάσκουσα. Ἀρκεῖ δὲ περὶ τούτου τῆς εὐαγγελικῆς μνημονεῦσαι φωνῆς, τῆς λεγούσης· «Ὡς εἰδὼς ὁ Χριστὸς, ὅτι ἤδη πάντα τετέλεσται, ἵνα τελειωθῇ ἡ Γραφὴ, λέγει· Διψῶ·» ὡς δείκνυσθαι, μὴ ἀνάγκῃ δίψης ἐξεληλυθέναι τὸ ῥῆμα, ἀλλὰ πρὸς τὸ μή τι παραλειφθῆναι τῶν ἐν Γραφαῖς εἰρημένων. Οὔτε ὕπνῳ μὴ θέλων ἑάλω· οὐ γὰρ ἡττᾶτο τοῦ πάθους, ὁ τῶν ὅλων καὶ τοῦ ὕπνου Κύριος, ὁ μὴ ὑπνῶν μηδὲ νυστάζων, ἀλλὰ φυλάσσων Χριστιανοὺς, καὶ ἀπαθὴς τῇ θεότητι καὶ ἐν τοῖς παθήμασι διαμένων· ὡς πρὸς αὐτὸν ἀναφθέγγεσθαι τὸν ψαλμῳδόν· «Ἐξεγέρθητι ὡς ὁ ὑπνῶν, Κύριε.» Τὸ δὲ «ὡς» οὐ καθ' ἅπαξ ὕπνον ἐμφαίνει· διαναστὰς γὰρ εὐθὺς ἐπετίμησεν ὡς Θεὸς, καὶ οἱ ἄνεμοι μὲν κατεστάλησαν, ἡ δὲ θάλαττα τοσοῦτον ἐλώφησεν, ὥστε κυμαίνεσθαι καὶ καχλάζειν, ἀφεῖσα τύπτεσθαι κώπαις, καὶ πρόφασιν ὕμνου μετὰ μέλους διδόναι ναυτικοῦ, μεθ' ἡδονῆς πάντων κραζόντων· «Χριστὲ, σῶσον.» Ὅταν γὰρ ἡ ἀληθινὴ ζωὴ νοηθείη κοιμωμένη, τότ' ἂν νοηθείη τὰ πάντα τεθνηκότα, ὡς οὐ ζωοποιούμενα. Οἴου γὰρ, ταύτης εὑδούσης, τὸν θάνατον ἐγρηγορέναι, καὶ μηδενὶ ὑπάρχειν τὰς ζωτικὰς δρέπεσθαι αὔρας. Οὔτε πτωχεύει οὖν, ὡς ἄνωθεν ὢν ἀνενδεὴς, ὁ πλούσιος ἐν ἐλέει, καὶ ἀγαθὸς ἐν οἰκτιρμοῖς, ὁ φάρμακον τῷ ἄλγει τῆς πτωχείας τὴν παρ' ἑαυτοῦ οἰκονομίαν χορηγῶν. Οὐδὲ ἰσχύος ἐπιδεῖται ἀλλοτρίας ἐκεῖνος· γράφει γὰρ, ὡς ἐν αὐτῷ συνέστηκεν τὰ πάντα, καὶ ὡς κάμπτει αὐτῷ πᾶν γόνυ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων, καὶ ὅτι ἐν αὐτῇ τῇ οἰκονομίᾳ προσελθόντες ἄγγελοι διηκόνουν αὐτῷ, ὡς ἀεὶ ὄντι ἐν τῷ Πατρὶ καὶ πρὸς τὸν Θεὸν ὄντι. Τί οὖν βούλεται τὸ, «Ὤφθη ἄγγελος Κυρίου ἐνισχύων αὐτόν;» ἀντὶ τοῦ, δοξάζων αὐτόν. Τοῦτο γὰρ συνέταξεν καὶ Μωϋσῆς, ᾄσας ᾠδὴν ἐν τῇ ἐρήμῳ τοιάνδε· «Προσκυνήσουσιν αὐτῷ πάντες ἄγγελοι Θεοῦ· καὶ ἐνισχυσάτωσαν αὐτῷ πάντες υἱοὶ Θεοῦ·» τοῦτ' ἔστιν, ἀνυμνήσουσιν. Ἐπαληθεύει δὲ ταῦτα καὶ ἄλλη γραφὴ, εἰσάγουσα ἀγγέλους λέγοντας· «Σή ἐστιν ἡ δόξα, σόν ἐστι τὸ κράτος, σή ἐστιν ἡ δύναμις, σή ἐστιν ἡ ἰσχύς.» Εὐφήμησαν δὲ καὶ οἱ ἔξω τοιῶσδε· Πάντα Θεοῦ μεγάλοιο νόου ὑπὸ νεύμασι κεῖται. Ἀρχὴ, πηγή τε ζωῆς, καὶ ὑπείροχον εὖχος, Καὶ κράτος ἠδὲ βίη, καὶ ἰσχύος ἄφθιτος ἀλκὴ, Καὶ δύναμις κρατερὴ, καὶ ἀμφιέλικτος ἀνάγκη. Οὐδὲ εὔχεται οὖν ὁ μέγας καὶ ἀληθινὸς Θεὸς, τὸ ἀπαύγασμα τῆς δόξης τοῦ Πατρὸς, ὁ ζῶν τοῦ Θεοῦ Λόγος καὶ πάντων κηδεμὼν, ὡς ἥσσων τῇ θεότητι· οὐ γὰρ εὐχῇ μεταβάλλει, ὡς ἡμεῖς, τὰ δυσχερῆ, ὃς ἄρα καὶ μόνῳ τῷ θέλειν, καὶ μόνῃ τῇ παρουσίᾳ, τὴν ἀγαθὴν ἅπασιν προξενεῖ ἐλπίδα, καὶ φθάνει τῇ δόσει τῶν καλῶν τὰς ἡμετέρας λιτάς· «Πρὸς αὐτὸν» γὰρ, φησὶν, «προσεύξονται·» ἀλλ' εὔχεται διὰ τὸ καθ' ἡμᾶς ἀσυγχύτως καὶ δίχα πταίσματος γεγονέναι, καὶ τοῦτο διὰ πραγμάτων ἐπιφανεστέρων δεῖξαι ἐσπουδακέναι. Ὁ γὰρ τοιαῦτα λέξας, καὶ σαρκὶ σταυρῷ προσηλωμένος χεῖρας καὶ πόδας· τοὺς μὲν, δι' οὓς τὰ τοιαῦτα εἰς τὸ ὕψος ἀνήγαγεν, τοὺς δέ γε δαίμονας τῷ ᾄδῃ προσέῤῥηξεν. Καὶ τοῦτό ἐστιν, ὃ Παῦλος γράφει· «Ἀπεκδυσάμενος τὰς ἀρχὰς, καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ.» Αὐτόθεν δὲ ἀφ' ὧν αἰτιῶνται ὁ ἔλεγχος. Γράφει γὰρ ὁ αὐτὸς, σεσοφισμένος ὑπὸ τοῦ Πνεύματος τῆς Σοφίας, εἰς ἄκρον δριμεῖάν πωςκαὶ βαθεῖαν, ὅμως θεοπρεπῆ, καὶ οὐκ ἀσύνοπτον, καὶ ἐπαμφοτερίζουσαν τῷ τε ὑψώματι τοῦ Μονογενοῦς καὶ τῇ συγκαταβάσει αὐτοῦ ῥῆσιν, ἔχουσαν ὧδε· «Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον αὐτὸν σώζειν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς προσενέγκας, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, καίπερ ὢν Υἱὸς, ἔμαθεν ἀφ' ὧν ἔπαθεν, τὴν ὑπακοήν.» Υἱὸς οὖν φυσικὸς τοῦ Θεοῦ κατὰ τὸ ἐξ ἀμφοῖν δεδειγμένος, οὐκ ἄλλοτε, οὐδὲ διὰ τὴν ἑαυτοῦ θεότητα, ἀλλ' ὅτε ἦν ἐν σαρκὶ, διὰ τὰς σάρκας καὶ ὑπὲρ τῶν σαρκῶν ἱκετηρίας, ὡς εὐλαβὴς, τουτέστιν «ἀναμάρτητος,» ἀνέτεινεν ὑπὲρ ἁμαρτωλῶν ἐκείνῳ, ἐν ᾧ ἦν, καὶ ὃν εἶχεν ἐν ἑαυτῷ, καθὸ ἥνωτο αὐτῷ τῇ θεότητι, «ἀφ' ὧν ἔπαθεν,» ἰδίως κοινωνήσας ἡμῖν σαρκὶ, μαθὼν γενικῶς τῆς σαρκὸς «τὴν ὑπακοήν·» ὅ ἐστιν, ἐδέξατο τὴν ὑπακοὴν, καὶ ἀπήλειψεν τὴν ἀρχαίαν παρακοήν. Εὔηθες τοίνυν ἂν εἴη εἰς τὴν θεότητα λογίζεσθαι τὸ δειλιᾶσαι, ἢ δακρῦσαι, ἢ κοπιᾶσαι, καὶ ὅσα προελέχθη. Πάντα γὰρ δύναται ὁ Υἱὸς Λόγος, πλὴν τοῦ κατὰ τὴν πατρικὴν γέννησιν ταῦτα ὑποστῆναι, ὥς ἐστιν ἀδύνατον ψεύσασθαι τὸν Θεὸν, καθὰ γράφει Παῦλος δυσαρεστῶν τοῖς τοιούτοις. Ἔχει δὲ ὧδε· «Ἐν οἷς ἐστιν ἀδύνατον ψεύσασθαι τὸν Θεόν.» Οὐκοῦν «ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν» ἀγχθέντες αἱρετικοὶ, τῶν μὲν ἀνεπιβάτων ἀναχωρείτωσαν, καὶ ἃ μὴ θέμις, μὴ πολυπραγμονείτωσαν· ποῦ γὰρ καὶ χρεία τούτου αὐτοῖς; Ἀλλ' ἀκούοντες τὰ προκείμενα, νοείτωσαν, ὡς ἃ μὲν ἔλεγεν ἐν τοῖς ἡμετέροις, ἃ δὲ ἐν τοῖς ἑαυτοῦ· καὶ τὴν ἄφατον καὶ ἀνεκδιήγητον αὐτοῦ φιλανθρωπίαν μεθ' ἡμῶν γνωριζέτωσαν καὶ προσκυνείτωσαν, καὶ σὺν τῷ Ἀποστόλῳ καὶ ἡμῖν κραζέτωσαν· «Ἡ εἰρήνη τοῦ Θεοῦ ὑπερέχει πάντα νοῦν·» καὶ, «Ὁ πλοῦτος τοῦ Χριστοῦ ἀνεξιχνίαστος·» ἅμα δὲ τῷ μελῳδῷ ψαλλέτωσαν· «Τοῦ Κυρίου τὰ κρίματα ἄβυσσος πολλή.» Ταῦτα. μὲν οἱ ἀληθινῶς πιστοὶ καὶ ἀκριβεῖς κήρυκες. Καὶ οἱ ἔξω δὲ συνεβούλευσαν καὶ ἐνουθέτησαν τάδε· Ἄῤῥητα μὴ σάλευε· μὴ ζήτει Θεόν. Οὐ γὰρ τοσοῦτόν ἐστιν ἀνθρώπῳ σθένος, Τὸν παντεπόπτην, τὴν ἀχώρητον φύσιν Εὑρεῖν ἀνιχνεύοντι καὶ τεχνωμένῳ. Τύχοις δ' ἂν αὐτοῦ ῥᾳδίως, πεπεισμένος Μέγιστον εἶναι τὸν Ποιητὴν τῶν ὅλων.

Intertext edge

Open linked passage

Note