De trinitate -
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/didymus-the-blind" aria-label="More works by Didymus the Blind">
—
⋯
Original / primary: Pg Scrape Grc
22.1
Ἀλλ' ἐφ' ἕτερον κεφάλαιον προΐωμεν. Καὶ τὴν ἐν Μάρκῳ τοίνυν φερομένην πρὸς τοὺς ἀποστόλους πάνσοφον τοῦ πάντων Δεσπότου ἀπόκρισιν, τὴν ἕνεκα τοῦ γενικοῦ τέλους λέγουσαν ταυτί· «Περὶ δὲ τῆςἡμέρας ἐκείνης, ἢ τῆς ὥρας, οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι οἱ ἐν οὐρανῷ, οὐδὲ ὁ Υἱὸς, εἰ μὴ ὁ Πατὴρ,» θεωροῦσιν οὐχ ὑγιῶς. Ματθαῖος μὲν γὰρ πρὸ αὐτοῦ κατὰ τῶν ἄλλων λέξεων ἀπαραλείπτως ἐλθὼν, οὐκ εἶπεν τὸν Υἱὸν ἀγνοεῖν, ἀλλὰ καὶ τὸ σχῆμα αὐτὸ τοῦ τέλους εἰδέναι ἐξέθετο τοιῶσδε· «Περὶ δὲ τῆς ἡμέρας ἐκείνης, ἢ τῆς ὥρας, οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν, εἰ μὴ ὁ Πατὴρ μόνος. Ὥσπερ γὰρ αἱ ἡμέραι τοῦ Νῶε, οὕτως ἔσται ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Ὥσπερ γὰρ ἦσαν ἐν ταῖς ἡμέραις ταῖς πρὸ τοῦ κατακλυσμοῦ τρώγοντες, καὶ πίνοντες, γαμοῦντες καὶ ἐκγαμίζοντες, ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτὸν, καὶ οὐκ ἔγνωσαν, ἕως ἐπῆλθεν ὁ κατακλυσμὸς, καὶ ἦρεν πάντας· οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου.» Οἱ οὖν ἄλλοι εὐαγγελισταὶ οὐδὲ ὅλως ἐμνημόνευσαν τούτου· ἀλλὰ κατὰ ταύτης τῆς αἱρετικῆς ἐναντιώσεως λύσιν παρέσχον οἱ ἀπόστολοι, ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ φάμενοι οὕτως· «Νῦν οἴδαμεν, ὅτι πάντα οἶδας·» ἅτε, φησὶν, Υἱὸς Λόγος τοῦ Θεοῦ, δι' οὗ τὰ πάντα ἐγένετο· ἐξ ὧν πάντων ἐστὶν καὶ ἡ ἐσχάτη ἡμέρα. Καὶ χρὴ δὲ μὴ καθηκόντως ἐκλαμβάνειν τὸ προνοητικῶς ἀρνηθέν. Καθάπερ γὰρ δι' ἡμᾶς εἵλετο μορφὴν δούλου λαβεῖν, οὕτω καὶ τὸ εἰπεῖν, ὅτι ἀγνοεῖ. Φαρμάκῳ γὰρ οἷον τούτῳ ἐχρήσατο, διὰ τὸ συμφέρειν τῇ ἀνθρωπότητι μὴ γνῶναι τὴν ἐρώτησιν αὐτῆς· ἵν' ἀεὶ προσδοκῶσα, καὶ ἐπὶ θύραις εἶναι νομίζουσα τῆς κρίσεως τὸν καιρὸν, ἕτοιμος γένηται δι' ἔργων καὶ πίστεως εἰς τὸ σωθῆναι. Οὐδὲ γὰρ ἔλαθεν δημιουργήσας χρόνον, ὃν οὐκ ἠπίστατο· οὐδ' αὖ ἠγνόησεν τὴν ἑαυτοῦ δευτέραν παρουσίαν, ὁ ὢν ἐν τῷ Πατρὶ, καὶ τὸν Πατέρα ἔχων ἐν ἑαυτῷ δῆλον δ', ὅτι σὺν τῇ εἰδήσει· εἰ γὰρ ἐν αὐτῷ ἐστιν ὁ Πατὴρ, ὁ πάντα εἰδὼς, οἶδεν καὶ αὐτὸς, ὁ πάντα θεωρῶν ἐν τῷ Πατρί. Πῶς γὰρ ἂν καὶ μὴ βλέποι, ὁ τὸ φῶς ἔχων ἐν ἑαυτῷ, ὁ πάντα εἰς τάξιν καὶ διακόσμησιν ἀγαγὼν, ὁ πάντα εἰδὼς πρὸ γενέσεως αὐτῶν, ὁ δημιουργὸς τῶν χρόνων, ὁ καὶ ὅριον θέμενος τῇ κτίσει, καὶ τὸ ποσὸν τῶν ἡμερῶν παγιώσας τῆς συστάσεως αὐτῆς, καὶ εἰπών· «Ὡς κλέπτης ἐν νυκτὶ ἔρχεται ἡ τελευταία ἡμέρα·» καὶ πάλιν· «Οὐκ ἔσται ἐν νυκτὶ, ἵνα ἡ ἡμέρα ἐν σκοτίᾳ ὑμᾶς καταλάβῃ·» ὁ καὶ τὰ ἐσόμενα σημεῖα περὶ ἐκεῖνον τὸν καιρὸν προειρηκὼς, καὶ μέλλων ἐκείνην αὐτὴν ἀνατέλλειν τὴν φοβερὰν καὶ ἀνέσπερον ἡμέραν, ὁ καὶ τῆς κρίσεως τὸ σχῆμα καὶ τὸν τρόπον προειπὼν, ὁ ἀποδειχθεὶς ἔχειν θησαυροὺς σοφίας καὶ γνώσεως, καὶ προμηνύσας· «Ἔσονται ἐν ὑμῖν αἱρέσεις καὶ σχίσματα·» καὶ τὴν ἄρνησιν Ἰούδα, καὶ τὴν πρὸ ἀλεκτρυοφωνίου ἄρνησιν Πέτρου, καὶ τὴν κατάλυσιν τοῦ ἱεροῦ· ὁ τοὺς ἐσομένους εἰς τὰ ἔσχατα ψευδοπροφήτας προσημάνας· ὁ λέγων· «Οὐδεὶς οἶδεν τὸν Πατέρα, εἰ μὴ ὁ Υἱός·» καὶ, «Καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω αὐτόν;» Σαφὲς δὲ, ὡς μεθ' ἧς ἔχει γνώσεως ὁ Πατήρ. Εἰ δ' ἕτερόν τι ἐστὶν εἰδέναι τὸν Πατέρα, ἕτερον δὲ τὰ τοῦ Πατρὸς, μεῖζον ἔσται τὸν Θεὸν Πατέρα τοῦ εἰδέναι τὰ αὐτοῦ, ὅ ἐστιν καὶ τὴν ἐσχάτην ἡμέραν, καθ' ὅσον ἕκαστος μείζων αὐτὸς τῶν ἑαυτοῦ ὑπάρχει. Ἢ ἄρα καὶ τοιοῦτον εἶναι δύναται τὸ, «Οὐδεὶς οἶδεν τὴν ἡμέραν ἐκείνην, ἢ τὴν ὥραν, οὔτε ὁ Υἱὸς, εἰ μὴ ὁ Πατὴρ,» ὥς τις τῶν ἐν ἁγίοις Πατέρων σοφίας γέμων ἀσυλλογίστως ἐδίδαξεν Βασίλειος ἦν ὄνομα αὐτῷ· ἀντὶ τοῦ, «Εἰ μὴ ὁ Πατὴρ οἶδεν, οὐδὲ ὁ Υἱὸς οἶδεν·» ᾧ ἀκολουθεῖ, ὡς τοῦ Πατρὸς εἰδότος, οὐχ οἷόν τε ἐμὲ ἀγνοεῖν· ἀλλ' οὐ λέγω, φησίν· ποιῶ γὰρ πάντα κατὰ τὸ θέλημα τοῦ Πατρός· τὸ δὲ γνῶναι τοῦτο ὑμᾶς, οὐκ ἔστιν θέλημα τοῦ Πατρός. Ὑμῖν οὖν, φησιν, ἀγνοῶ, τῇ ἀληθείᾳ οὐκ ἀγνοῶν· προεῖπον γὰρ ὑμῖν διὰ τοῦ ψαλμῳδοῦ· «Ὡς μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου!» τουτέστιν, πόῤῥω τῆς θεότητός μου οἱ ἐν τῇ ἐνανθρωπήσει λόγοι μου. Οὕτω δὲ ποιεῖ καὶ ἐπὶ Λαζάρου, προειπὼν μὲν, ὡς πάντα γινώσκων· «Λάζαρος κεκοίμηται·» ἐρωτῶν δὲ, ὡς οὐδὲν εἰδώς· «Ποῦ τεθείκατε αὐτόν;» εἶτα ὡς Θεὸς ἐγείρων αὐτόν. Οὕτω καὶ ἐπὶ τῆς αἱμοῤῥούσης, φήσας μὲν, ὡς ἄνθρωπος ἀγνοῶν· «Τίς ἥψατό μου;» ἰασάμενος δὲ, ὡς Σωτήρ· ὡς καί που ὁ Θεὸς καὶ Πατὴρ ἠρώτα, ὡς ἀγνοῶν, τὸν Ἀδάμ· «Ποῦ εἶ;» καὶ τὸν Κάϊν· «Ποῦ Ἄβελ ὁ ἀδελφός σου;» καὶ Μωϋσέα· «Τί ἐστιν ἐν τῇ χειρί σου;» καὶ ἑτέρωθι· «Ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ·» ὡς δῆθεν τοὺς οὐκ ὄντας ἀγνοῶν. Ἔλεγεν δὲ καὶ πρὸς Ἀβραὰμ, θελήσαντα σφαγιάσαι αὐτῷ τὸν υἱόν· «Νῦν ἔγνων, ὅτι φοβῇ σὺ τὸν Θεόν·» ὡς δῆθεν ἐν τῷ φθάσαντι τοῦτο ἀγνοήσας. Καὶ πάλιν· «Ποῦ Σάῤῥα ἡ γυνή σου;» Ὅτι δὲ ὁμολογουμένως καὶ τοῦτο εἰδὼς εἶπεν, τὰ ἐφεξῆς δηλοῖ. Εἰπόντος γὰρ αὐτοῦ, ὡς τέξεται, κἀκείνης ἀπιστησάσης διὰ τὸ καταγεγηρακέναι, καὶ ἐν τῷ κοιτωνίσκῳ μειδιασάσης, ἔφη· «Ἐγέλασεν Σάῤῥα ἔνδον οὖσα.» Ἔτι δὲ καὶ τῷ Λὼτ εἶπεν· «Οὐ δύναμαι τοῦτο ποιῆσαι τουτέστιν, τὴν τιμωρίαν ἐπαγαγεῖν Σοδομίταις, μέχρι τοῦ ἐλθεῖν σε ἐκεῖ. Διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα τῆς πόλεως Σιγώρ·» καὶ ἀλλαχοῦ· «Ἀπόστητε ἀπ' ἐμοῦ, ἐργάται τῆς ἀνομίας· οὐδέποτε ἔγνων ὑμᾶς.» Καὶ ἄλλα δὲ, τῷ δοκεῖν μικρὰ ὡς πρὸς θεότητα, φέρεται αὐτοῦ· οἷον τὸ, «Καταβὰς ἔρχομαι, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρὸς μὲ συντελοῦνται· εἰ δὲ μὴ, ἵνα γνῶ·» καὶ ἑτέρωθι· «Μεταμέλημαι ποιήσας τὸν ἄνθρωπον·» καὶ πάλιν· «Μεταμέλημαι χρίσας τὸν Σαοὺλ εἰς βασιλέα·» καὶ ἐν ρεʹ ψαλμῷ· «Καὶ ἐμνήσθη τῆς διαθήκης αὐτοῦ, καὶ μετεμελήθη κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ, καὶ ἔδωκεν αὐτοὺς εἰς οἰκτιρμούς.»