De trinitate -
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/didymus-the-blind" aria-label="More works by Didymus the Blind">
—
⋯
Original / primary: Pg Scrape Grc
23.1
Καταζώννυνται δὲ εἰς τὰ μάλιστα, καὶ ἔχουσιν ἐνπροβολῇ ὅπερ Παῦλος Κορινθίοις ἐν τῇ πρώτῃ γράφει Ἐπιστολῇ· «Ὅτι οὐδεὶς Θεὸς, εἰ μὴ εἷς. Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ, εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ γῆς ὥσπερ εἰσὶ θεοὶ πολλοὶ, καὶ κύριοι πολλοὶ, ἡμῖν δὲ εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ.» Φησὶν γάρ· Ἁρμόζει τὸ, «ἐξ οὗ,» καὶ τὸ, «ὁ Θεὸς,» ἐν μόνῳ τῷ Πατρὶ, ὡς ὑπερτέρῳ πρὸς τὴν θρησκείαν αὐτῶν, καὶ οἷον ὄντι τῷ χρόνῳ πρὸ ἀμφοῖν τῶν ὑποστάσεων· τὸ δὲ, «δι' οὗ,» καὶ τὸ, «ὁ Κύριος,» ὡς ὑπουργῷ καὶ δευτέρως ἔχοντι τῷ Υἱῷ, δι' οὗ τὰ πάντα ἐγένετο· τὸ δὲ, «ἐν ᾧ,» τρίτως καθ' ὑπόβασιν τῷ ἁγίῳ Πνεύματι· ἐν αὐτῷ γὰρ, φησὶν, πᾶσα δόξα ἀναπέμπεται ὁρμηθέντες καὶ πρὸς τοῦτο ἀπὸ τῶν Παύλου γραμμάτων, τῶν τε πρὸς Ἐφεσίους ἐχόντων παραίνεσιν, οὖσαν ἐν τούτοις· «Μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως·» τῶν τε πρὸς Κορινθίους, ἐχόντων διδασκαλίαν τοιάνδε· «Οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη, καὶ εἰρήνη, καὶ χαρὰ ἐν Πνεύματι ἁγίῳ.» Οὐδὲν δὲ οὐδὲ τοῦτο αὐτῶν ἐστιν παντελῶς. Αἱ γὰρ τῶν λέξεων ἐναλλαγαὶ, οὐ δι' ἐλάττωσιν τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματός εἰσιν· ἀμφότεραι γὰρ αἱ λέξεις οἰκείως ἔχουσι πρὸς ἑκάστην ὑπόστασιν· εἰ γὰρ τὰ πάντα ἐκ τοῦ Θεοῦ, ὥσπερ οὖν ἀληθὲς, πῶς ἄνωθεν τὰ πάντα διὰ τοῦ Υἱοῦ; καὶ εἰ ἠπίστατο τοῖς εἰσποιητοῖς θεοῖς ἐναριθμεῖσθαι αὐτὸν, τί μὴ τοῖς ἄλλοις ἀνέμιξεν, καὶ μὴ τῷ Πατρὶ συνήνωσεν; Ἀλλ' οὕτως εἴρηνται, τοῦτο μὲν διὰ τὸ μὴ σύγχυσιν νοῆσαι τῶν θείων ὑποστάσεων, ἑκάστην δὲ διευκρινηθῆναι· τοῦτο δὲ διὰ τὸ ἐκβάλλεσθαι Ἑλλήνων μὲν τὴν πολυθεΐαν διὰ τοῦ, «Εἷς Θεὸς ὁ Πατήρ·» Ἰουδαίων δὲ τὴν περὶ τὸν Χριστὸν ἀθέτησιν διὰ τοῦ, «Εἷς Κύριος Ἰησοῦς Χριστός·» Μοντανιστῶν δὲ τὴν ἄνοιαν, μελλόντων τὰς τρεῖς πανυμνήτους ὑποστάσεις ὡς ἓν πρόσωπον θρησκεύειν, διὰ τοῦ, «Εἷς,» καὶ «Εἷς,» καὶ «Εἷς·» Σαβελλίου δὲ τὴν μανίαν ἀνούστατον εἶναι τὸν Θεὸν Λόγον, ὡς τὸν προφορικὸν τὸν ἀναλυόμενον καὶ ἀέρι συνεκχεόμενον, φαντασθέντος, οὕτως· ὅτι ὁ Ἀπόστολος τὸν σύνδεσμον τῆς θείας εἰρήνης φυλάττων, πάλιν ἀμφοτέρας τὰς λέξεις ταύτας συναγαγὼν, εἰς τὸν ἕνα ἀναπέμπει ἀῤῥητότατον Θεὸν, Ῥωμαίοις γράψας· «Ὅτι ἐξ αὐτοῦ, καὶ δι' αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν·» καὶ Ἐφεσίοις· «Εἷς Θεὸς καὶ Πατὴρ πάντων, ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν·» οὐκ ἀλλότριον εἶναι λέγων τοῦ «ἐπὶ πάντων» τὸ «διὰ πάντων,» οὐδὲ τοῦ «διὰ πάντων» τὸ «ἐν πᾶσιν.» Οὐκεχώρισται γὰρ τοῦ «ἐπὶ πάντων» ἡ κτίσις, ἣν ὁ μὲν «διὰ πάντων» Θεὸς Λόγος εἰς τὸ εἶναι παρήγαγε, τὸ δὲ «ἐν ἅπασιν» Πνεῦμα τοῦ Θεοῦ πληροῖ, συνέχει, ἁγιάζει, καὶ ζωοποιεῖ. Διά τοι τοῦτο ἐξακολουθῶν τῷ περὶ τὸ βάπτισμα θεσπίσματι τοῦ Δεσπότου, τοῖς αὐτοῖς τὸ δεύτερον Κορινθίοις ἐπιστείλας, τῇ Τριάδι τὴν ἰσοτιμίαν ἐφύλαξεν, εἰπών· «Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος μετὰ πάντων ὑμῶν.» Ἐνταῦθα τὸ ταυτὸν τῆς θεότητος, καὶ τὸ ἁπλοῦν τῆς πίστεως μονονουχὶ τοῦ Πατρὸς προτάττων τὸν Υἱὸν, ἀλλὰ καὶ προσκύνησιν ἴσην ἀπονέμων τῷ ἁγίῳ Πνεύματι, καὶ ἑνότητα καὶ κοινωνίαν εἶναι λέγων αὐτῷ. Ποίαν δὲ ταύτην· Οὐσίας, βασιλείας, θελήματος, καὶ τῆς ἀναπεμπομένης δόξης. Ἐξ ὑπαρχῆς δὲ τοῦ προβλήματος μνημονεύσωμεν. Γράφει· «Εἷς Θεὸς ὁ Πατὴρ,» καὶ «εἷς Κύριος Ἰησοῦς Χριστός·» οὐχ ὡς τοῦ ὀνόματος «τῆς θεότητος» ὑπερέχοντος, ἢ πρωτεύοντος τοῦ ὀνόματος «τῆς κυριότητος,» οὐδ' ὡς ἁρμόζοντος μόνῳ μὲν τῷ Πατρὶ τὸ ἀκούειν «Θεὸς,» μόνῳ δὲ τῷ Υἱῷ τὸ καλεῖσθαι «Κύριος» ἀμφοτέρων γὰρ τὰ δύο ἴδια· ἀλλ' ὅπως καὶ τὸ ἰδιοσύστατον τῶν ὑποστάσεων, καὶ τὸ ἐν μιᾷ εἶναι αὐτὰς θεότητι καὶ κυριότητι ἀπαγγείλῃ. Ἐπείτοιγε, κατ' αὐτοὺς, εἰ μὴ ἔστιν φύσει Θεὸς ὁ Υἱὸς, οὐδὲ Κύριος ὁ Πατὴρ ἵλεως δὲ ἡμῖν εἴη, τοιαῦτα ἐξ ἀνάγκης διὰ τὴν ἀπόνοιαν φθεγγομένοις τὴν τούτων, ὡς ταυτὸν δὲ τυγχάνον «Θεὸς» καὶ «Κύριος, «καὶ ὡς θάτερον θατέρου μὴ διαφέρον, μηδὲ κεχωρισμένον ὡς ἐπίπαν, προτάττει ἡ Γραφὴ τὸ «ὁ Κύριος» τοῦ «ὁ Θεὸς,» κατὰ Μωϋσέα λέγοντα· «Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν·» καὶ πάλιν· «Πῶς διώξεται εἷς χιλίους, καὶ δύο μετακινήσουσιν μυριάδας, εἰ μὴ Κύριος παρέδωκεν αὐτοὺς, καὶ ὁ Θεὸς ἀπέδοτο αὐτούς;» καὶ κατὰ τὸν ψαλμῳδὸν ἐν ζʹ ψαλμῷ· «Κύριε ὁ Θεός μου, εἰ ἐποίησα τοῦτο.» Κατὰ δὲ Ἰησοῦν τὸν τοῦ Ναυὴ, ἡ λατρεία ἥτις ὀφείλεται μόνῳ Θεῷ, τῷ Κυρίῳ προσάγεται· πάντως δὲ ὡς Θεῷ. Ἔχει γάρ· «Μάρτυρες ὑμεῖς καθ' ἑαυτῶν, ὅτι ἐξελέξασθε ἑαυτοῖς τὸν Κύριον, τοῦ λατρεύειν αὐτῷ.» Ἔστιν δὲ σκοπῆσαι καὶ ἐξ ἑτέρας γραφῆς, ὡς οὐ τῇ μιᾷ ὑποστάσει ἁρμόττει τὸ «ὁ Κύριος.» Ψάλλει γὰρ Δαυῒδ ἐν πβʹ ψαλμῷ· «Αἰσχυνθήτωσαν καὶ ταραχθήτωσαν εἰς τὸναἰῶνα τοῦ αἰῶνος, καὶ ἐντραπήτωσαν, καὶ ἀπολέσθωσαν, καὶ γνώτωσαν, ὅτι ὄνομά σοι Κύριος. Σὺ εἶ μόνος Ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν.» Εἰ γὰρ περὶ τοῦ Πατρὸς λέγει, πῶς Παῦλος γράφει· «Εἷς ἅγιος, εἷς Κύριος Ἰησοῦς Χριστός;» καὶ πάλιν· «Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν;» Εἰ δὲ περὶ τοῦ Υἱοῦ γράφει, οὐκοῦν οὐ Κύριος, οὐχ Ὕψιστος, οὐχ ἅγιος, κατ' αὐτοὺς, ὁ Πατήρ· ἢ ἐγκαλέσουσιν τῷ Δαυῒδ ψάλλοντι, ἐν μὲν ρθʹ ψαλμῷ· «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου·» ἐν δὲ ςθʹ· «Γνῶτε, ὅτι Κύριος αὐτός ἐστιν ὁ Θεὸς, ὅτι αὐτὸς ἐποίησεν ἡμᾶς, καὶ οὐχ ἡμεῖς.» Δηλοῖ δὲ ἐκεῖνον, δι' οὗ τὰ πάντα ἐγένετο. Ἐν δὲ ξζʹ· «Ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμάς· Κύριος ὄνομα αὐτῷ.» Δυσμὰς δὲ λέγει, ἐπ' ἐσχάτων καιρῶν· Κύριον δὲ, τὸν ἐπιφανέντα, ὅτε ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου. Ἐγκαλέσουσι δὲ καὶ Ἡσαΐᾳ, Θεὸν καὶ Κύριον ὁμοίως τὸν Υἱὸν προφητεύοντι οὕτως· «Ἰδοὺ ὁ Θεὸς ἡμῶν· ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βραχίων μετὰ κυρείας· ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ' αὐτοῦ, καὶ τὸ ἔργον πρὸ προσώπου αὐτοῦ. Ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ, καὶ τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας.» Ἔτι δὲ καὶ Ἰακώβῳ, προοίμιον τῶν ἑαυτοῦ γραμμάτων τοῦτο ποιησαμένῳ· «Ἰάκωβος Θεοῦ καὶ Κυρίου Ἰησοῦ δοῦλος·» καὶ ἐν τοῖς ἐφεξῆς· «Καὶ Κυρίου Θεοῦ.» Γράψαντα δὲ καὶ Παῦλον, Ῥωμαίοις διαβεβαιούμενον· «Ὅτι πᾶς, ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται.» Ἢ συνθῶνται, ὡς τὸ «ὁ Θεὸς» καὶ «Κύριος» ἐπίκοινόν ἐστιν ὄνομα τῶν τριῶν ὑποστάσεων, ὡς καὶ Βασιλεὺς, καὶ Ὕψιστος, καὶ ἄχραντος, καὶ ἀκατάληπτος, καὶ ἅγιος, καὶ ὅσα πρέπει λέγειν περὶ Θεοῦ· καὶ οὐκ ἀλλοτριοῦται οὔτε ὁ Πατὴρ τῆς κυριότητος, κἂν γέγραπται· «Εἷς Κύριος Ἰησοῦς Χριστός·» καὶ, «Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν·» οὔτε ὁ Υἱὸς, ἢ τὸ Πνεῦμα τὸ ἅγιον ἐκβάλλεται τῆς θεότητος, κἂν εἴρηται· «Εἷς Θεὸς ὁ Πατήρ.» Ἡ μὲν οὖν ἀλήθεια οὕτως, καθὰ δέδεικται, καὶ ἡμεῖς δοξάζομεν. Αἱρετικοὶ δὲ, κατ' οἰκείαν ἐξουσίαν τὴν δοξολογίαν συνθέντες, ἕτερον δι' ἄλλου ἐν ἄλλῳ, ὡς δι' ὀργάνου, δοξάζουσιν, τὸ δ' ἀληθέστερον οὐδένα· παραβαίνοντες καὶ τὸ περὶ τὸ βάπτισμα θεῖον θέσπισμα, καὶ τὴν Παύλου Ἐπιστολὴν, ἔνθα συνημμένως καὶ ὁμοτίμως μνημονεύει τῆς Τριάδος· ἔτι δὲ παραβαίνοντες καὶ τὸ θέλημα τοῦ Πατρὸς, βουλομένου τιμᾶσθαι τὸν Υἱὸν αὐτοῦ, καθάπερ αὐτός. Λέγουσι γάρ· «Δόξα Πατρὶ διὰ Υἱοῦ ἐν ἁγίῳ Πνεύματι·» ὅπερ οὐδαμοῦ γέγραπται συνημμένως, ἀλλὰ κεχωρισμένως, καθ' ὑπαλλαγὴν λέξεων, διὰ τὰς μνημονευθείσας αἰτίας, οὐ μέντοι διὰ δοξολογίαν, ἤ τινα ὕφεσιν· οἷον ἐν τοῖς προκειμένοις ἡ Γραφὴ εἶπεν· «Εἷς Θεὸς καὶ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα·» καὶ οὐκ ἐπήγαγεν, Ἐν ἁγίῳ Πνεύματι, ἢ, Ἐν τῷ Πνεύματι. Πολλάκις δὲ κέχρηται τῷ «δι' οὗ» ἀντὶ τοῦ, μεθ' οὗ· ὡς Παῦλος Κορινθίοις γράφει· «Ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων·» ἀντὶ τοῦ, μετὰ πολλῶν. Καὶ πάλιν ἐν τῇ πρώτῃ Ἐπιστολῇ· «Ὅταν δὲ παραγένωμαι, οὓς ἐὰν δοκιμάσητε, δι' ἐπιστολῶν τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν ἐν Ἱερουσαλήμ·» τουτέστιν, μετὰ ἐπιστολῶν πέμψω. Εἶτα ἀλλαχοῦ, οὐκ εἰποῦσα ἡ Γραφὴ τὸ «ἐξ οὗ» καὶ «δι' οὗ,» λέγει· «Ἐν Πνεύματι ἁγίῳ·» ὅ ἐστιν, σὺν τῷ ἁγίῳ Πνεύματι. Πολλαχοῦ γὰρ, ἀντὶ τοῦ εἰπεῖν, μετὰ καὶ τοῦδε, ἢ σὺν τῷδε, εἴρηκεν τὸ «ἐν τῷδε·» ὡς ἐν ξςʹ προφητεύει ψαλμῷ· «Εἰσελεύσομαι εἰς τὸν οἶκόν σου ἐν ὁλοκαυτώμασιν·» ἀντὶ τοῦ, μετὰ ὁλοκαυτωμάτων· καὶ πάλιν· «Ἐξήγαγεν αὐτοὺς ἐν ἀργυρίῳ καὶ χρυσίῳ·» τουτέστιν, μετὰ ἀργυρίου καὶ χρυσίου· καὶ πάλιν ἐν ρζʹ· «Οὐκ ἐξελεύσῃ ἐν ταῖς δυνάμεσιν ἡμῶν·» ὅ ἐστι, σὺν ταῖς δυνάμεσιν ἡμῶν. Ὁ δὲ σοφώτατος Παῦλος, περὶ τοῦ Σωτῆρος Χριστοῦ γράφων, ἀντὶ τοῦ εἰπεῖν, Πάντα ἐπ' αὐτὸν συνέστηκε καὶ παρ' αὐτοῦ ἐκτίσθη, ἔφη· «Πάντα ἐν αὐτῷ συνέστηκεν, καὶ ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα.» Εἰ οὖν παραλλαξίαν οὐ δηλοῖ ἡ λέγουσα τοῦ Δεσπότου φωνὴ, «Βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος,» παραλλαξίαν ἡ λέξις οὐχ ἕξει, «ἐν τῷ ἁγίῳ Πνεύματι,» διά τε εἰς ἓν ὄνομα ἰσοτίμως εἰρῆσθαι, διά τε αὐτὸν εἶναι εἰπεῖν, «εἰς τὸ ὄνομα,» καὶ «ἐν τῷ ὀνόματι.» Ἱκανὰ μὲν οὖν ἐστι καὶ ταῦτα. Εὑρίσκεται δὲ ὅμως τὸ «ἐξ οὗ» γεγραμμένον περί τε τοῦ Υἱοῦ, περί τε τοῦ ἁγίου Πνεύματος, καὶ τὸ «δι' οὗ» κείμενον περὶ τοῦ Πατρὸς καὶ περὶ τοῦ θείου Πνεύματος, καὶ τὸ «ἐν ᾧ» οὐ τῷ ἁγίῳ Πνεύματι ἀφωρισμένον, ἀλλὰ καὶ περὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ λεχθὲν, ὡς αἱ ὑποκείμεναι παριστῶσιν γραφαί. Ὅτι τὸ «ἐξ οὗ» εἴρηται καὶ περὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, οὕτως· περὶ τοῦ Υἱοῦ, Παῦλος Ἐφεσίοις· «Ὅστις ἐστὶν ἡ κεφαλὴ Χριστὸς, ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμβιβαζόμενον αὔξει τὴν αὔξησιν τοῦ Θεοῦ·» Ἰωάννης ἐν Εὐαγγελίῳ· «Ἐκτοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν·» καὶ πάλιν ἀπὸ τοῦ Υἱοῦ· «Ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν·» καὶ ἑτέρωθι· «Ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ' ἐμοῦ» Περὶ τοῦ ἁγίου Πνεύματος. Ἰωάννης· «Ὁ σπείρων εἰς τὸ Πνεῦμα, ἐκ τοῦ Πνεύματος θερίσει ζωὴν αἰώνιον·» καὶ πάλιν· «Τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος, Πνεῦμά ἐστιν·» καὶ ὁ ἄγγελος «Τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου» Ὅτι περὶ τοῦ Πατρὸς γέγραπται ἡνωμένως «ἐξ οὗ, δι' οὗ,» καὶ «ἐν ᾧ,» προελέχθη· ὅτι κεχωρισμένως τὸ «δι' οὗ» κεῖται περὶ τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος, οὕτως· περὶ τοῦ Πατρὸς, Ἡσαΐας ἀπὸ τοῦ Πατρὸς πρὸς τὸν Υἱόν· «Ἰδοὺ προσήλυτοι προσελεύσονταί σοι δι' ἐμοῦ.» Ἐπιτήρησον, ὡς διὰ τὸ ἰσότιμον καὶ ὁμοούσιον, προσάγει τὰ ἔθνη τῷ Υἱῷ ὁ Πατήρ· καὶ πάλιν· «Οὐαὶ οἱ βαθέως βουλὴν ποιοῦντες, καὶ οὐ διὰ Κυρίου.» Καὶ ἐν τῇ Γενέσει Ἀδὰμ λέγει· «Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ·» καὶ πάλιν· «Ὅσα ἐνετείλατο Μωϋσῆς τῷ Ἰσραὴλ διὰ τοῦ προστάγματος Κυρίου.» Καὶ Ἰωσὴφ πρὸς τοὺς εὐνούχους φησίν· «Οὐχὶ διὰ τοῦ Θεοῦ ἡ διασάφησις αὐτῶν ἔσται·» Ἀλλὰ καὶ Παῦλος Ἑβραίοις· «Ἔπρεπενγὰρ,» φησὶν, «αὐτῷ, δι' ὃν τὰ πάντα, καὶ δι' οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀναγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι.» Σημειωτέον, πῶς παραπλήσιον τοῦτο μάλιστα τῷ ἐκκειμένῳ κεφαλαίῳ τῷ, «Εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα·» καὶ Κολοσσαεῦσιν· «Παῦλος ἀπόστολος δοῦλος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ·» καὶ Κορινθίοις· «Πιστὸς ὁ Θεὸς, δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν.» Μέμνησο πάλιν, ὅτι ὁ Θεὸς καὶ Πατὴρ καλεῖ πρὸς τὸν ἑαυτοῦ Υἱόν. Καὶ Ῥωμαίοις· «Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοὶ, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ·» καὶ Γαλάταις· «Ὥστε οὐκ ἔτι εἶ δοῦλος, ἀλλὰ υἱός· εἰ δὲ υἱὸς, καὶ κληρονόμος διὰ Θεοῦ.» Περὶ τοῦ ἁγίου Πνεύματος Ἡσαΐας ἀπὸ τοῦ Πατρός· «Βουλὴν ἐποιήσατε οὐ δι' ἐμοῦ, καὶ συνθήκας οὐ διὰ τοῦ Πνεύματός μου·» Παῦλος Κορινθίοις· «Ἡμῖν ἀπεκάλυψεν ὁ Θεὸς διὰ τοῦ Πνεύματος αὐτοῦ· τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ·» καὶ πάλιν· «Ὧ μὲν γὰρδιὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ πίστις διὰ τοῦ αὐτοῦ Πνεύματος.» Ῥωμαίοις· «Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ διὰ τῆς ἀγάπης τοῦ Πνεύματος·» καὶ πάλιν· «Ὁ ἐγείρας Ἰησοῦν Χριστὸν ἐκ νεκρῶν, ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν, διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν, κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ, δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύματος αὐτοῦ·» καὶ πάλιν· «Ἡ ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ Πνεύματος ἁγίου·» καὶ πρὸς Τιμόθεον· «Τὴν καλὴν παραθήκην φύλαξον διὰ Πνεύματος ἁγίου, τοῦ ἐνοικοῦντος ἐν ἡμῖν.» Καὶ αἱ Πράξεις φασίν· «Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν, ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος ἁγίου, οὓς ἐξελέξατο ἀνελήφθη.» Εἶπεν δὲ «πρῶτον» τὸ Εὐαγγέλιον τὸ κατὰ Λουκᾶν· αὐτὸς γὰρ καὶ τὰς ἀποστολικὰς Πράξεις συνέγραψεν. Ὅτι, ἐν ᾧ, ἐγράφη περί τε τοῦ Πατρὸς, περί τε τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ οὑτωσί. Περὶ τοῦ Πατρὸς, Ὠσιέ· «Καὶ εἶπεν αὐτῷ,» φησὶν, «ὁ Θεός· Κάλεσον τὸ ὄνομα αὐτοῦ, Οὐκ ἠλεημένη· διότι οὐ μὴ προσθήσω ἔτι ἐλεῆσαι τὸν οἶκον τοῦ Ἰσραὴλ, ἀλλ' ἢ ἀντιτασσόμενος ἀντιτάξομαι αὐτοῖς· τοὺς δὲ υἱοὺς Ἰούδα ἐλεήσω, καὶ σώσω αὐτοὺς ἐν Κυρίῳ Θεῷ αὐτῶν.» Ἐν τῇ ᾠδῇ Ἄννης· «Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν Θεῷ μου.» Δαυῒδ ἐν ψαλμῷ ρζʹ· «Καὶ οὐκ ἐξελεύσῃ, ὁ Θεὸς, ἐν ταῖς δυνάμεσιν ἡμῶν; Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, καὶ ματαία σωτηρία ἀνθρώπου. Ἐν τῷ Θεῷ ποιήσωμεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς·» καὶ πάλιν· «Ἐν τῷ Θεῷ ὑπερβήσομαι τεῖχος·» καὶ πάλιν· «Ἐν τῷ Θεῷ ἐπαινέσω τοὺς λόγους μου.» Παῦλος πρὸς Κολοσσαεῖς· «Εὐχαριστοῦντες τῷ Πατρὶ, τῷ ἱκανώσαντι ὑμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί· ὃς ἐῤῥύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαντοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ· ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν· καὶ πάλιν· «Παῦλος, καὶ Σιλουανὸς, καὶ Τιμόθεος τῇ Ἐκκλησίᾳ Θεσσαλονικέων ἐν Θεῷ Πατρὶ ἡμῶν, καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ·» καὶ πάλιν· «Εἰ δὲ σὺ Ἰουδαῖος ἐπονομάζῃ, καὶ ἐπαναπαύῃ νόμῳ, καὶ καυχᾶσαι ἐν τῷ Θεῷ·» καὶ ἑτέρωθι· «Εἷς Θεὸς, δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν·» καὶ πάλιν· «Ἐν τῷ Θεῷ τῷ τὰ πάντα κτίσαντι·» αὖθίς τε· «Ἤδη ποτὲ εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς·» καὶ πάλιν· «Εὔχεσθε ἐν Θεῷ·» καὶ πάλιν· «Ὁ ποιῶν τὴν ἀλήθειαν, ἔρχεται πρὸς τὸ φῶς, ἵνα φανερωθῇ αὐτοῦ, ὅτι ἐν Θεῷ εἰσιν εἰργασμένα.» Περὶ τοῦ Υἱοῦ, Παῦλος Κολοσσαεῦσι μέν· «Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶ γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα· εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι, τὰ πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἐκτίσθη· καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν.» Κορινθίοις μὲν ἐν τῇ πρώτῃ Ἐπιστολῇ· «Ἀλλὰἀπελούσασθε, ἀλλ' ἐδικαιώθητε, ἀλλὰ ἡγιάσθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν·» ἐν δὲ τῇ δευτέρᾳ· «Τῷ δὲ Θεῷ χάρις, τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ, καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι' ἡμῶν·» καὶ πάλιν· «Ὥστε εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις·» Ῥωμαίοις δέ· «Ὁ γὰρ νόμοςτοῦ Πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέν με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου·» τοῖς αὐτοῖς· «Πάντες γὰρ ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ» Ἑβραίοις δέ· «Πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτων ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ.» Πέτρος ἐν Ἐπιστολῇ· «Ὁ δὲ Θεὸς πάσης χάριτος, ὁ καλέσας ἡμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ Ἰησοῦ»