Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De trinitate -
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/didymus-the-blind" aria-label="More works by Didymus the Blind"> —
⋯
More
Original / primary: Pg Scrape Grc
24.1
Ἔτι καὶ οἱ οἰήσει σοφοὶ καὶ πάσης ἀβελτηρίας ἐπέκεινα Ἕλληνες, οἱ πολυθεΐας δόξῃ καταμεθύοντες, καὶ ἑαυτοὺς πείθοντες, ὅτιπερ μόνοι εἰσὶν πολυμαθεῖς, ἀμαθαίνοντες δὲ περὶ τὸ καίριον παρὰ πάντας, καὶ οὐδεμίαν ἀκριβῆ περὶ τῆς ἐν μονάδι μακαρίας Τριάδος εἴδησιν ἔχοντες, αὐτῶν παραπλησίως τῇ λεγούσῃ Γραφῇ, «Ἀσεβὴς ἐμπεσὼν εἰς βάθος κακῶν, καταφρονεῖ» δι' ἐθελοακρότητα δεισιδαιμονίας δῆθεν καὶ περιεργίας, εἰς βεβαίωσιν τῆς πολυθεΐας, μᾶλλον δὲ ἀθεΐας αὐτῶν ἐπερείδονται κακῶς τῇ προλεχθείσῃ τοῦ Ἀποστόλου φωνῇ· «Εἴ τινές εἰσι λεγόμενοι θεοὶ, εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ γῆς· ὥσπερ εἰσὶ θεοὶ πολλοὶ, καὶ κύριοι πολλοί·» καὶ τῇ προφητικῇ, τῇ φασκούσῃ· «Θεοὺς οὐ κακολογήσεις·» καὶ, «Θεὸς θεῶν Κύριος ἐλάλησεν·» οὐκ ἔτι βλέποντες δύο ταῦτα· ἓν μὲν, ὅτι ὁ Ἀπόστολος ἔγραψε πρὸ τοῦ μνησθέντος ῥητοῦ· «Οὐδεὶς Θεὸς, εἰ μὴ εἷς·» ἕτερον δὲ, ὅτι «Λεγόμενοι θεοί εἰσιν·» τοῦτ' ἔστιν, οὐ φύσει ὑπάρχοντες, ἀλλ' ὀνόματι. Τὸ μὲν γὰρ ἀποτέλεσμα σεσιώπηται, δεῖ δὲ ἐκδέξασθαι, ὡς δεδομένον ἀπὸ μέρους τὸ ὅλον νοοῦντας. Χάριν γὰρ καὶ τῶν κατ' ἔλλειψιν φρασθέντων γράψει· «Ὁ ἀναγινώσκων νοείτω.» Θεοὺς τοίνυν τοὺς ἁγίους λέγει, τοὺς κατὰ χάριν ἀξιωθέντας τῆς υἱοθεσίας καὶ ταύτης τῆς προσηγορίας· ὧν ἐξ ἀρετῆς τὸ πολίτευμα, κατὰ τὸν αὐτὸν Ἀπόστολον, ἔστιν ἐν οὐρανῷ· περὶ ὧν αὐτὸς ὁ ἀπλανὴς Θεὸς εἰρηκὼς φαίνεται· «Ἐγὼ εἶπα· Θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες·» καὶ ὁ εὐαγγελιστής· «Εἰ ἐκείνους εἶπε θεοὺς, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο.» Καὶ μέντοι Μωϋσέα καὶ Ἀαρὼν αἰνίττεται ἡ Γραφὴ, τοὺς ἀγγέλων γείτονας, τοὺς οὐ μόνον γενικώτερον, ἀλλὰ καὶ ἰδικώτερον κατηγλαϊσμένους τῷ τοῦ Θεοῦ ὀνόματι. Εἶπεν γὰρ ὁ Θεὸς τῷ Μωϋσεῖ· «Ἰδοὺ τίθεμαί σε θεὸν τῷ Φαραώ·» καὶ πάλιν τῷ Ἀαρών· «Ἔσῃ αὐτῷ εἰς θεόν·» τουτέστι, τῇ περὶ αὐτὸν προνοίᾳ. Ἢ τάχα οὐκ ἀπεικὸς κατ' ἐμὲ καὶ τὰς πιστὰς καὶ εὐδοκίμους λειτουργικὰς τοῦ Θεοῦ δυνάμεις τὰ εὐχάριστα ποιήματα, σεραφὶμ λέγω καὶ κυριότητας, δυνάμεις τε καὶ ἐξουσίας, τούτῳ, καθὰ καὶ ἡμεῖς, τῷ ὑπερφερεῖ τετιμῆσθαι ὀνόματι. Ἀφθόνως γὰρ ὁ πάντων γενεσιουργὸς τοῖς αἰτοῦσιν αὐτὸν, καὶ οὐκ αἰτοῦσι, πιστοῖς δὲ καὶ εὐγνώμοσιν οὖσιν, καὶ χάριτος εἰδόσι μεμνῆσθαι, πάντων μεταδίδωσι, κἂν σιγῶσιν, τῶν ἑαυτοῦ ἀγαθῶν. Μᾶλλον οὖν ἐπιλεγέσθωσαν, Ἱερεμίαν μὲν προφητεύοντα περὶ τῶν παρ' Ἕλλησι συμπτωχοτάτων αὐτοῖς θεῶν· «Θεοὶ, οἳτὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ἐπὶ τῆς γῆς. Κύριος ἐποίησε τοὺς οὐρανοὺς ἐν συνέσει, αὐτὸς Θεὸς ζῶν καὶ ἀληθινός·» τὸν δὲ Δαυῒδ ἐν ριγʹ ψάλλοντα· «Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων. Στόμα ἔχουσιν, καὶ οὐ λαλήσουσιν· ὀφθαλμοὺς ἔχουσιν, καὶ οὐκ ὄψονται· ὦτα ἔχουσιν, καὶ οὐκ ἀκούσονται· ῥῖνας ἔχουσιν, καὶ οὐκ ὀσφρανθήσονται· χεῖρας ἔχουσιν, καὶ οὐ ψηλαφήσουσιν· πόδας ἔχουσιν, καὶ οὐ περιπατήσουσιν· οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῷ. Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτοῖς.»

Intertext edge

Open linked passage

Note