De trinitate -
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/didymus-the-blind" aria-label="More works by Didymus the Blind">
—
⋯
Original / primary: Pg Scrape Grc
25.1
Καταλιπόντες οὖν ἤδη καὶ τὸ κεφάλαιον τοῦτο, ἐπὶ ἕτερον μεταβῶμεν. Αἱρετικῶν οἱ ἐξηγηταὶ, νενευκότες πρὸς τὰ αἰσχίω, τὸν ἀγῶνα πρὸς τὸ παραῤῥηγνύναι τὴν ἀλήθειαν ἔχουσιν, καὶ μηδὲν ὀρθῷ σκοπῷ προσηκούσας ἀμφισβητήσεις ἐπινοοῦσιν ἀεί. Προσπταίουσι γὰρ καὶ περὶ τὰς ἀναιτίους καὶ μείζονας συλλαβὰς τοῦ τὰ κακυνθέντα ἡμῶν δι' ἡμετέραν ἀφροσύνην ἰωμένου δι' οἰκείαν εὐσπλαγχνίαν, καὶ ἀρήγοντος πάντοτε πᾶσιν, καὶ μήτε ὀρθῶν, μήτε τῶν ἐπταισμένων τὴν πολιτείαν ἀποστρεφομένου μεγάλου καὶ ἀναμαρτήτου Θεοῦ, τὰς ἐχούσας ὧδε· «Δόξασόν με σὺ, Πάτερ, παρὰ σεαυτῷ·» ὑπολαμβάνοντες ἰδίαν αὐτὸν κεκτῆσθαι δόξαν, καίτοι ἐπαγαγόντος· «Τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί·» καὶ ποιήσαντος διὰ τῆς συμφράσεως ταύτης δῆλον, ὅτι ἀΐδιον καὶ σύμφυτον ἔχει δόξαν κατὰ τὸ θεϊκὸν, ἥτις οὐκ ἀπεβλήθη αὐτοῦ· ἀμετάβλητον γὰρ τὸ θεῖον. Ἔφασαν τοιγάρτοι αὐταῖς λέξεσιν, ὁ μὲν ἀοίδιμος Ἰωάννης· «Καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς·» ὁ δὲ ἀείμνηστος καὶ πολύπειρος τούτων Παῦλος· «Εἰ γὰρ ᾔδεσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν.» Καὶ ἄλλως δὲ οὐ θέμις νοεῖν, ὡς τῷ ἰδίῳ ἔργῳ δοξάζεται ὁ Θεὸς πάντα γὰρ δι' αὐτοῦ ἐγένετο, σὺν πᾶσιν δὲ πάντως, καὶ ἣν νομίζουσι δόξαν. Καὶ Θεοῦ δὲ δυνάμεως καὶ σοφίας ἔργα καὶ δοῦλα τὰ σύμπαντα κεχρησμῴδηται. Τοῦ Θεοῦ σοφία καὶ δύναμις ὁ Μονογενής ἐστιν, ἅτε δημιουργὸς Λόγος. Ἡρμήνευσε τοιγαροῦν παρὰ τῷ αὐτῷ εὐαγγελιστῇ οὗτος ὁ εὔμικτος Θεὸς, τί ἐστὶν τὸ, «Δόξασόν με,» πρὸς τὸν Πατέρα εἰπών· «Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς· τὸ ἔργον ἐτελείωσα, ὃ δέδωκάς μοι ἵνα ποιήσω·» ἀντὶ τοῦ, Οὐδὲν ἔξωθεν τοῦ θελήμα τός σου ἡ ἐνανθρώπησίς μου ἐποίησεν, ἀλλὰ πάντασυμφώνως Ἐνόησαν δέ τινες πιστῶς τὸ, «Δόξασόν με,» εἰρῆσθαι διὰ τὴν περιγινομένην δόξαν τῇ δουλικῇ μορφῇ. Ταῦτα ὡς ἐν ἐπιτόμῳ εἴδει. Εἰς ἀγωνιστικοὺς ἐρχόμεθα λόγους πρὸς τοὺς μὴ ἀκούοντας μὲν τὸ, «Πάτερ,» ἐπιλαμβανομένους δὲ τοῦ, «Δόξασον.» Εἰπάτωσαν ποίαν δόξαν ἐνόησαν. Ἆρα ἢν καὶ ἡμεῖς ἀναφέρομεν τῷ Θεῷ; Ἔστω τοίνυν κατὰ συγχώρησιν, οὔκουν τῇ ἀληθείᾳ. Διὰ τί οὖν κτίσμα καὶ ἥττονα λέγουσι τὸν Υἱὸν, τὸν ὑπ' αὐτοῦ δοξαζόμενον, τοῦ Πατρός; Ἐν γὰρ τῷ αὐτῷ Εὐαγγελίῳ εἶπε· «Πάτερ, δόξασόν σου τὸν Υἱὸν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε·» καὶ πάλιν· «Ἐὰν δοξάζω ἐμαυτὸν, ἡ δόξα μου ἐν αὐτοῖς ἐστιν· ἔστιν ὁ Πατήρ μου ὁ δοξάζων με·» καὶ πάλιν ἀπὸ τοῦ Πατρός· «Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω.» Ἀλλ' ἆρα καθ' ὃ δοξάζεται τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος; Καὶ πῶς τὴν ἰσοτιμίαν ἑαυτῷ ἐφύλαξε διὰ τοῦ, «Δόξασον τὸν Υἱὸν, ἵνα καὶ Υἱὸς δοξάσῃ σε·» Ἀλλ' ἑτέραν ὑποθώμεθα δόξαν; Ἐξ οὐκ ὄντων αὕτη εὑρίσκεται. Καὶ ποῖον ἔχει λόγον τόν τε Πατέρα τόν τε Υἱὸν ποιητῇ δόξα κατὰ νοητὸν δοξάζεσθαι;