De trinitate -
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/didymus-the-blind" aria-label="More works by Didymus the Blind">
—
⋯
Original / primary: Pg Scrape Grc
26.1
Πῶς οὖν, φησὶν, ἐν τῷ κατὰ Μάρκον Εὐαγγελίῳ λέγει· «Ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων,» Τοῦτο γάρ ἐστι τὸ παρ' ὀρθοδόξων λεγόμενον, ὅτι διὰ τὸ ταυτὸν τῆς θεότητος καὶ βασιλείας ἐν τῇ πατρικῇ δόξῃ ἐλεύσεται· τοῦτ' ἔστι, τὴν ἴσην δόξαν ἔχων τῷ γεννήσαντι. Πάλιν γὰρ ἐν Ματθαίῳ ὁ αὐτὸς Κύριος, τὸ κεφάλαιον τοῦτο φθεγγόμενος, καὶ δεικνὺς τὴν αὐτὴν εἶναι δόξαν αὐτῷ τε καὶ τῷ Πατρὶ, οὕτως εἶπεν «Ὅταν δὲ ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καὶ πάντες οἱ ἄγγελοι μετ' αὐτοῦ.»