De trinitate -
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/didymus-the-blind" aria-label="More works by Didymus the Blind">
—
⋯
Original / primary: Pg Scrape Grc
27.1
Ἀληθείας δὲ παντοίως ἀλλότριον, καὶ τὸ λέγειν αὐτοὺς μεταξὺ τῆς θεϊκῆς φύσεως καὶ τῆς κτιστῆς εἶναι τὴν τοῦ Υἱοῦ φύσιν, μεταφέροντες εἰς τοῦτο κακῶς τὴν καλῶς φέρουσαν Γραφήν· «ΜεσίτηςΘεοῦ καὶ ἀνθρώπων ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός.» Διολισθήσει γὰρ λοιπὸν τοῦ Θεὸς εἶναι καὶ Υἱὸς ἀληθινὸς, ὅπερ ὑπάρχειν κατὰ τὸν ὀρθὸν τρόπον ἀποδέδεικται· ἐκφεύξεται δὲ καὶ τὸ νοεῖσθαι, κατὰ τὸν αἱρετικὸν λόγον, ποίημα, ὅπερ οὔτ' ἔστιν, οὔτε γέγραπται· καὶ γοῦν καὶ τοῦτο ἐν Ἡσαΐᾳ κεχρησμῴδηται· «Οὐ πρέσβις, οὐκ ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσεν αὐτούς·» τουτέστιν, οὐ κτίσμα, ἀλλ' αὐτὸς ὁ Θεὸς, ὁ πρεσβυτέρας τῶν ἡμετέρων αἰτήσεων τὰς αὐτῷ πρεπούσας εἰς ἡμᾶς δόσεις χορηγῶν. Ἐν τῇ οἰκονομίᾳ τοίνυν ἡ μεσιτεία· ἐν ᾗ ὑπὲρ παντὸς τοῦ ἀνθρωπείου γένους ἑαυτὸν ἀφράστως ἱερουργήσας, καὶ ἐν τάξει θυμιάματος νοητοῦ τῷ ἰδίῳ Πατρὶ προσαγαγὼν, αὐτόν τε ἐξεδυσώπησεν, καὶ τὸν ἐπηρτημένον τῷ κοινῷ γένει θάνατον ἀπέσβεσεν, καὶ ἡμᾶς τῶν εἰδώλων ἀπέστησεν, καὶ τῇ θεογνωσίᾳ προσήνωσε, τόν τε παράδεισον ἀπέδωκεν, καὶ εἰς οὐρανοὺς ἀνήγαγεν, συνάψας, ὡς Θεὸς ἐξουσιαστὴς, τὰ ἐπίγεια τοῖς ἐπουρανίοις, καὶ τὴν γενομένην διάστασιν συναρμόσας, καὶ ἐπαναγαγὼν τὸν ἄνθρωπον εἰς ἐκείνην τὴν χάριν, ἀφ' ἧς διώλισθεν· ὡς τὸν Ἀπόστολον, νικώμενον τῇ ὑπερβολῇ τῆς καταλλαγῆς, θεοφράστῳ γλώττῃ ἀνακηρύττειν· «Αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας·» καὶ πάλιν· «Δικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.»