Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De trinitate -
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/didymus-the-blind" aria-label="More works by Didymus the Blind"> —
⋯
More
Original / primary: Pg Scrape Grc
28.1
Πίστεως δὲ τὸ καθ' ὅλου χηρεύοντές τινες τῶν αἱρετικῶν, καὶ ἄλλο γελοῖον ὑπολαβεῖν τε καὶ πολλῷ πλέον εἰπεῖν φάσκουσιν· ὅτι τὰ πρὸ τῆς ἐν τῇ οἰκουμένῃ ἀστεμφοῦς, καὶ ἀσαλεύτου, καὶ φιλανθρώπου παρουσίας τοῦ Σωτῆρος Χριστοῦ τῇ κτίσει δοθέντα χαρίσματα, ὑπὸ τοῦ Θεοῦ Πατρὸς μόνου δεδώρηται, ἄνευ τοῦ ἰδίου αὐτοῦ ἀγαθουργοῦ Υἱοῦ Λόγου, ὡς δῆθεν αὐτοῦ ὑπεξουσίου τυγχάνοντος. Εἰ δὲ μερίδα καὶ κλῆρον εἶχον μετὰ τῶν θεολογησάντων, «Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν» ἐν οἷς πᾶσα δόσις δι' αὐτοῦ καὶ παρ' αὐτοῦ ὑπῆρξεν· μέρος γὰρ τῶν γεγενημένων καὶ αὐταί εἰσιν· ὅθεν καὶ ἀνείρηται· «Οὗτός ἐστι πάντων Κύριος,» καί· «Θεὸς, Ἰσχυρὸς, Ἐξουσιαστής·» καί· «Οὐ λογισθήσεται ἕτερος πρὸς αὐτὸν», καὶ εἰ ἐνόησαν δὲ καὶ τὸν διαγορεύσαντα, «Εἷς ἐστιν ὁ νομοθέτης καὶ κριτὴς ὁ μόνος σώζειν δυνάμενος·» ᾔδεσαν ἂν, ὡς δίχα τοῦ γενεσιουργοῦ καὶ δοτῆρος τῶν ἀγαθῶν, κριτοῦ τε ἅμα καὶ λυτρωτοῦ μονογενοῦς Υἱοῦ Λόγου, οὐδεμίαγέγονεν ἄνωθεν δωρεά· οὐδὲ χρόνος, ἢ γένος κτισμάτων, κακῶν τε ἠφείθη καὶ προνοίας ἠξιώθη· ὡς δ' αὖ πάλιν ἔξω τῆς αὐτοῦ κρίσεώς ἐστιν οὐδὲ ἕν· ἀλλ' ἁρμόζουσαν ἕκαστοι τὴν κρίσιν φιλανθρώπως, καὶ εἴ τι πλέον ἐστὶ τούτου εἰπεῖν, ἢ νοῆσαι, ἢ μὴ νοῆσαι, ὑποστησόμεθα παρ' αὐτοῦ, παρ' οὗ καὶ τὰ ἀγαθὰ, εὐδοκίᾳ τοῦ Πατρὸς καὶ συμφωνίᾳ τοῦ ἁγίου Πνεύματος, ἐξ ἀρχῆς ἐκομισάμεθα. Πῶς γὰρ οὐκ ἀδικώτατον καὶ δυσσεβέστατον τὸ λέγειν, ἢ ὅλως ὑποτοπάζειν, ὅτι ἔκτισε μὲν καὶ ἐνομοθέτησεν αὐτὸς, οὐ προενόησε δὲ, ὅπερ τοῦ κτίσαι προκρίνεται· ἀλλὰ μετὰ ὅλα τὰ τῇδε, καὶ κρίνει τοὺς παρ' ἑτέρου δεξαμένους τὰ ἀγαθὰ, καὶ ἀπολέσαντας αὐτὰ ἀβουλίᾳ οἰκείᾳ καὶ ἀφροσύνῃ; ἢ πῶς οὐ παράλογον τοῦτο ὑπολαμβάνειν, ὅτι ἡμᾶς μὲν αὐτεξουσίους, ὅπερ εἴρηται πολλάκις, πεποίηκεν· αὐτὸς δὲ οὐκ ἔσχε τοῦτο, ὅπερ ἄλλοις, κατὰ τὸ μέτρον τῆς φύσεως αὐτῶν, καὶ κατὰ τὸ προσῆκον ἀπένειμε; Συνορῶσι δὴ οὖν, οἶμαι, καὶ αὐτοὶ, ὧν οἱ λόγοι τῶν ἀληθῶν ἁμαρτάνουσιν αἱρετικοὶ, ὅτι ἀντικείμενόν τι τοῖς ἡμῶν θελήσαντες εἰπεῖν, οὐχ ἕξουσιν. Τῇ γὰρ δυσανασχέτῳ καὶ ἀκαθέκτῳ κακίᾳ αὐτῶν μαχόμενοι, τῷ δὲ τὸ χαίρειν κοινὸν πᾶσιν δεδωκότι Σωτῆρι, καὶ ἄλλοι πρὸς τοῖς μνημονευθεῖσιν ἀξιόχρεοι καὶ βέβαιοι τὸν τρόπον ἄνδρες, οὐχ ἁπλῶς ἄνθρωποι, μαρτυροῦντες φαίνονται. Ζαχαρίας μὲν γὰρ περὶ παρεληλυθότων καὶ μελλόντων διακεκριμένως βοᾷ· «Εἴ τι ἀγαθὸν αὐτοῦ, καὶ εἴ τι καλὸν, παρ' αὐτοῦ ἔσται.» Ἡσαΐας δὲ καθ' ὁμαλοῦ κηρύττει περὶ αὐτοῦ· «Θεὸς, Ἰσχυρὸς, Ἐξουσιαστής.» Τοῖς ἁγίοις δὲ τούτοις, οἷς σὺν ὥρᾳ καὶ χάριτι πανταχοῦ τῶν λόγων ἐπανθοῦσιν αἱ θεολογίαι, ἐφεπόμενοί πως ἐν τῷ μέρει τούτῳ καὶ οἱ ἔξω, πρόσφορα περὶ τοῦ Δημιουργοῦ καὶ παμβασιλέως ὑμνήκασιν. Ἔφασαν γάρ· Πάντα γὰρ ἀνθρώποισι Θεοῦ πέλει ἀγλαὰ δῶρα· Εἴτ' ἀγαθόν τι πέφυκε καὶ ὄλβιον, εἴτε φέριστον, Εἴτε ἐραστὸν, πᾶσι Θεοῦ καλὰ δῶρα τέτυκται. Καὶ πάλιν· Κάρτος ἀμετρήτοιο Θεοῦ καὶ ἀπείριτος ἀλκὴ Πάντων μὲν κρατέει, πάντεσσι δὲ μοῦνος ἀνάσσει.

Intertext edge

Open linked passage

Note