Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De trinitate -
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/didymus-the-blind" aria-label="More works by Didymus the Blind"> —
⋯
More
Original / primary: Pg Scrape Grc
29.1
Καὶ ἐν τῷ Ματθαίῳ αἰτούσῃ, φησὶ, τῇ καλλίπαιδι μητρὶ τῶν υἱῶν Ζεβεδαίου, ὥστε ἑκατέρωθεν αὐτοῦ, ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, συνθώκους αὐτοῦ γενέσθαι ἐν τῇ βασιλείᾳ αὐτοῦ τῶν οὐρανῶν τοὺςδύο αὐτῆς υἱοὺς, ἀποστόλους ὄντας, ἀπεκρίθη· «Οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ' οἷς ἡτοίμασται ὑπὸ τοῦ Πατρός μου.» Καὶ τοῦτο δὲ οὐδὲν αὐτοῦ καταβάλλει τὸ γέρας. Οὐ γὰρ ἀεὶ, ὡς μόνη ἡ τῶν ῥημάτων ἔχει σύνταξις, οὕτω καὶ τὰ πράγματα· ἀλλ' ἔστιν ὅτε ἀπαρτίζει τὴν διάνοιαν καὶ πρὸς τὰ μὴ λεγόμενα ἡ ἀλήθεια. Ἐῤῥήθη οὖν οὕτω διὰ τὴν δουλικὴν μορφὴν, ἢ μᾶλλον διὰ τὸ συστῆναι θεομισεῖς τὰς μὴ κατὰ βαθμὸν καὶ κατὰ λόγον εἰσπροεδρίας, ἢ καὶ διὰ τὸ ἐκείνην οἴησιν ἐσχηκέναι εὐπαιδίας, καὶ τοῦ ἀξίους εἶναι τοὺς παῖδας αὐτῆς τῆς τε ἀποστολικῆς πρωτείας καὶ τῆς θεϊκῆς συγκαθεδρίας· οὐκ ἐλάνθανεν γὰρ αὐτὸν τὰ ἐγκάρδια, ὡς Ἰωάννης λέγει· «Αὐτὸς δὲ ὁ Ἰησοῦς οὐκ ἐπίστευεν αὐτοῖς, διὰ τὸ αὐτὸν γινώσκειν πάντας, καὶ μὴ χρείαν ἔχειν ἵνα τις μαρτυρήσῃ περὶ τοῦ ἀνθρώπου· αὐτὸς γὰρ ἐγίνωσκε, τί ἦν ἐν τῷ ἀνθρώπῳ.» Ἄκουε δὴ οὖν τῶν ἑξῆς, καὶ πείθου, ὡς οὐκ ἐσφάλη μοι τὸ νόημα. Εὐθὺς γὰρ ἔχει, ὅτι, «Ἀγανακτησάντων» τῶν δώδεκα «περὶ τῶν δύο τούτων ἀδελφῶν,» εἶπεν ὁ Δεσπότης· «Ἐν ὑμῖν ὃς ἐὰν θέλῃ μέγας γενέσθαι, ἔσται ὑμῶν διάκονος· καὶ ὃς ἐὰν θέλῃ εἶναι πρῶτος, ἔσται ὑμῶν δοῦλος.» Ὅπως δὲ καὶ ἐν τῷ Λουκᾷ κωλύει τὰς ἐξ ἐπιλογῆς πρωτοκαθεδρίας καὶ πρωτοκλισίας, ἠκούσαμεν. Καὶ γὰρ οὐκ ἦν τοῦ δικαίου Θεοῦ, τοῦ ἑτοιμάζοντος κατὰ τὴν ἑκάστου πολιτείαν τὰ μέλλοντα, παρασχεῖν τινι μὴ δικαίαν, ἢ αὐχηματικὴν αἴτησιν, καὶ τάξαι τοὺς πρώτους ἐν ὑστέροις, καὶ παραλυπῆσαι τοὺς τὴν τάξιν μὴ λιπόντας, μηδ' ἀρχῆς ἐφιεμένους ἀποστόλους, καὶ σὺν αὐτοῖς τοὺς προαρέσαντας αὐτῷ, καὶ ἐπ' ἀρετῇ θαυμασθέντας προπάτορας ἡμῶν, οἷς συνέθετο, καὶ οἷς πᾶν ἐστιν εἰκὸς τὴν ἑκατέρωθεν αὐτοῦ προεδρίαν προϋποσχέσθαι, ὧν καὶ εἰς τοὺς κόλπους οὗτοι, περὶ ὧν ὁ λόγος, καταναπαύεσθαι ἔμελλον· πρὸς τούτοις δὲ καὶ Μωϋσέα· ἐπείτοι καὶ αὐτός ἐστιν ὁ καὶ τοῦ αἰτηθέντος πράγματος καὶ τῆς κρίσεως πάσης Κύριος, καὶ ὁ προορίσας τοῖς ἀποστόλοις τοὺς θρόνους, βασιλικώτατα προαγαγόμενος αὐτοὺς καὶ ἐπαγγειλάμενος· «Ὑμεῖς καθεσθήσεσθε ἐπὶ δώδεκα θρόνων, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.» Ὅρον γοῦν ἕνα οὐκ ἀντίλεκτον τοῦ μὴ μεγάλα αὐχεῖν τινα καὶ ἑαυτῷ ἀποδιδόναι τιθεὶς φάσκει· «Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐδέν ἐστιν· ἀλλ' ἔστιν ὁ μαρτυρῶν περὶ ἐμοῦ,» ὁ λέγων, φησὶ, Πατήρ· «Οὗτόςἐστιν ὁ Υἱός μου.» Ὅτι δ' οὕτως διὰ μόνην τὴν προλεχθεῖσαν αἰτίαν εἰρῆσθαι, αὐτὸς πάλιν πιστοῦται, φάσκων· «Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστιν·» καὶ πάλιν· «Αὐτὰ τὰ ἔργα μαρτυρεῖ περὶ ἐμοῦ, καὶ Μωϋσῆς μαρτυρεῖ περὶ ἐμοῦ.»

Intertext edge

Open linked passage

Note