Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Didymus the Blind
De trinitate -
30.1
Choose a text More by Didymus the Blind
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
30.1
Τοιοῦτον ἔχει νόημα καὶ τὸ ἐν τῷ Λουκᾷ παρὰ τοῦ Σωτῆρος εἰρημένον· «Πάτερ, εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου.» Διὰ τοῦ οἰκείου προσώπου τὴν εἰς αὐτὸν τῇ πίστει ζωοποιουμένην ἀνθρωπότητα παρατίθεται, ἥντινα μέλη αὐτοῦ καλέσαι κατηξίωσεν· ἢ τάχα διδάσκει πάντας, τοῦτο μὲν εἰδέναι, ὡς ἐπλανήθη καὶ ἐν τούτῳ Ἄρειος, ἄψυχον αὐτὸν ἐν τῇ οἰκονομίᾳ οἰηθείς· τοῦτο δὲ, ἐν ταῖς ὑστέραις ἀναπνοαῖς προσευχομένους τῇ αὐτῇ κεχρῆσθαι φωνῇ, εὐγνωμόνως ὁμολογοῦντας, ὡς παρὰ τοῦ Θεοῦ ἡμῶν τῶν ἀνθρώπων ἡ ὕπαρξίς ἐστιν, καὶ εἰς αὐτὸν πάλιν ἡ ἀνάλυσις. Νόμος οὖν ἦν τὸ γινόμενον.

Intertext edge

Open linked passage

Note