De trinitate -
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/didymus-the-blind" aria-label="More works by Didymus the Blind">
—
⋯
Original / primary: Pg Scrape Grc
31.1
Οὐ μέχρι δὲ τοῦ Μονογενοῦς, ἀλλὰ καὶ ἕως τοῦ ἁγίου Πνεύματος ἐπεκτείνουσι τὸ αἱρετικὸν δυσσέβημα. Καὶ γὰρ οὐ μόνῃ τῇ προκειμένῃ τοῦ Σωτῆρος φωνῇ, τῇ· «Ἐγὼ ἀφ' ἑαυτοῦ οὐκ ἐλάλησα·» καὶ «Τὸ ἅγιον Πνεῦμα ἀφ' ἑαυτοῦ οὐ λαλήσει·» καὶ τῇ Παύλου, τῇ ἐχούσῃ· «Μόνῳ σοφῷ Θεῷ·» ἔτι δὲ καὶ ταῖς ἄλλαις ταῖς φερομέναις ἐν τῷ Περὶ τοῦ ἁγίου Πνεύματος λόγῳ, ἀθετικῶς, εἰς τὸ σμικρύνειν τὴν ἀπειρομεγέθη καὶ σεπτὴν αὐτοῦ φύσιν, κέχρηνται· ἀλλὰ καὶ τῇ προφητείᾳ Ἀμὼς, ὡσανεὶ παραδηλούσῃκτίσμα εἶναι τὸ ἅγιον Πνεῦμα τοῦ Θεοῦ, καίτοι τὸ σύνολον οὐδεμίαν ἔμφασιν τοιαύτην περὶ αὐτοῦ, οὔτε ἐν τῷ μέρει τούτῳ, οὔτε ἐν ἄλλῳ, ποιούσῃ. Ἔχει δὲ ὧδε· «Κατέστρεψα ὑμᾶς, καθὼς κατέστρεψεν ὁ Θεὸς Σόδομα καὶ Γόμοῤῥα, καὶ ἐγένεσθε ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός· καὶ οὐδ' οὕτως ἐπεστρέψατε πρὸς μὲ, λέγει Κύριος. Διὰ τοῦτο οὕτως ποιήσω σοι, Ἰσραήλ· πλὴν ὅτι οὕτως ποιήσω σοι, ἑτοιμάζου τοῦ ἐπικαλεῖσθαι τὸν Θεόν σου, Ἰσραήλ. Διότι ἰδοὺ στερεῶν βροντὴν, καὶ κτίζων πνεῦμα, καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ, ὁ ποιῶν ὄρθρον καὶ ὁμίχλην, καὶ ἐπιβαίνων ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς· Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ.» Τῶν τριῶν τοίνυν αὐτοτελῶν ὑποστάσεων μνημονευομένων, μιᾶς λεγούσης, «Κατέστρεψα·» ἑτέρας, περὶ ἧς λέγει· «Καθὼς κατέστρεψεν ὁ Θεός·» ἄλλης ἔνθα ἔχει τὸν Χριστὸν αὐτοῦ· εὐθέτως καὶ καταλλήλως εὑρίσκεται ἡ φωνὴ εἰρημένη, οὐκ ἐκ προσώπου τοῦ Πατρὸς, ἢ περὶ τοῦ ἁγίου Πνεύματος αὐτοῦ, ἀλλ' ἀπὸ τοῦ ἁγίου Πνεύματος, τοῦ καὶ λαλήσαντος περὶ τοῦ ἀνεμιαίου πνεύματος, τοῦ τῇ βροντῇ τῇ ἀνθρώποις ἐνηχουμένῃ παρακολουθεῖν πεφυκότος. Διὸ ἐπάγων μνημονεύει ὄρθρου, ὁμίχλης. Πῶς γὰρ ὁ Πατὴρ εἶχεν εἰπεῖν, ἢ τὸ, «Ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ·» καὶ οὐχὶ, τὸν Χριστόν μου, ὡς ἐν ρλαʹ ψαλμῷ ἔφη· «Ἡτοίμασα λύχνον τῷ Χριστῷ μου;» ἢ, «Τὸ ὄνομα αὐτῷ,» δέον φάναι, ὄνομά μοι; Εἰ δὲ δὴ καὶ δοθείη αὐτοῦ εἶναι ἡ φωνὴ, τὸ Πνεῦμα τὸ ἅγιον ἀναφαίνεται Θεὸς παντοκράτωρ. Οὔτε δὲ τῷ προφήτῃ, λέγοντι περὶ τοῦ Πατρὸς, αὕτη ἁρμόζει ἡ φωνή· εὑρεθήσεται γὰρ ἐκ προσώπου αὐτοῦ ἡ, «Κατέστρεψα ὑμᾶς, καθὼς κατέστρεψεν ὁ Θεὸς,» λέξις· οὐ καταστρέφει δὲ ἄνθρωπος, καθὼς ὁ Θεός· οὐδὲ ἴδιον προφήτου φθέγξασθαι καυχηματικῶς ἅμα καὶ βλασφήμως. Καὶ τὸ ἔχειν δὲ, «Κτίζων Πνεῦμα,» οὐχὶ δὲ, κτίσας Πνεῦμα, καὶ τὸ τετάχθαι ἐν πρώτοις τὴν βροντὴν στερεοῦσθαι, ἐν δευτέροις δὲ τὸ πνεῦμα κτίζεσθαι, ἔτι δὲ καὶ τὸ ἄνευ τοῦ ἄρθρου καὶ τοῦ, Ἁγίου, ψιλῶς προφητεύεσθαι, «Κτίζων πνεῦμα·» δείκνυσι διὰ πάντων τούτων. ὡς εἰς τὸ ἀέριον ὁ λόγος ἀποτείνεται. Σπανίως γὰρ τὸ ἅγιον Πνεῦμα τοῦ Θεοῦ δίχα τοῦ συνάπτεσθαι αὐτῷ τὸ, ἅγιον, ἢ τὸ, τοῦ Θεοῦ, ἢ τὸ ἄρθρον, ἢ τὴν μετοχὴν αὐτοῦ· ὡς ἡνίκα γράφει· «Πνεῦμα Ἡλία·» καὶ, «Πνεύματι περιπατεῖτε.» «Κτίζων» δὲ «Πνεῦμα» εἶπε, διὰ τὸ ἐπιγίνεσθαι τὸ ἀέριον, ὅταν καιρὸς καλῇ, πρὸς τὸ λυσιτελοῦν ταῖς χρείαις, δι' ἃς γέγονεν. Εἰώθαμεν γὰρ καὶ νῦν λέγειν· Ἐγένετο ἄνεμος πολύς· ἀλλ' οὐχ ὡς νῦν κτισθεὶς, ἀλλ' ὡς ἄρτι βίαιος ἐγερθείς. Προφητικῶς τοίνυν καὶ ὑστερομέσως ἐλέχθη ἀπὸ τοῦ θεϊκοῦ Πνεύματος οὑτωσί· «Κατέστρεψα ὑμᾶς,» τοῦτ' ἔστι «τοὺς σκληροτραχήλους καὶ ἀπεριτμήτους τῇ καρδίᾳ «Ἰουδαίους,» καθὼς κατέστρεψεν ὁ Θεὸς Σόδομα καὶ Γόμοῤῥα·» τὰς ἐσχηκυίας. φησὶν, οἰκήτορας, ὁμοίως Ἰουδαίοις ἀμεταμελῶς βεβιωκότας. Τοίνυν «ἑτοιμάζου τοῦ ἐπικαλεῖσθαι τὸν Θεόν σου, Ἰσραήλ·» ὃν, φησὶν, οὔπω καὶ τήμερον ἐκδήλως ἐπιγνοὺς ἐφάνης. Ἔλεγε δὲ τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ. «Διότι ὁστερεῶν βροντὴν, καὶ κτίζων πνεῦμα, καὶ ποιῶν ὄρθρον καὶ ὁμίχλην, καὶ ἐπιβαίνων ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς· Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ· ἰδοὺ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ.» Πότε οὖν, καὶ πῶς ἀπήγγειλεν αὐτόν; Ὅτε ἔφησεν ὑψόθεν· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα.» Πολλαχοῦ δὲ μία ἐκ τῶν τριῶν θείων ὑποστάσεων περὶ τῆς ἄλλης μιᾶς ἢ τῶν δύο λέγουσα φαίνεται, καθὰ ἐν τῷ πρώτῳ λόγῳ πλείοσιν ἀποδείξεσι τὸ περὶ τούτου κεφάλαιον ἡρμηνεύθη. Ἀμέλει καὶ τῆς μνημονευθείσης τοῦ Ἀμὼς προφητείας μικρῷ πρόσθεν τοῦτο εὑρίσκεται· φησὶ γάρ· «Τάδε λέγει Κύριος· Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις υἱῶν Ἰούδα καὶἐπὶ ταῖς τέτταρσιν οὐκ ἀποστραφήσομαι αὐτοὺς, ἕνεκα τοῦ ἰάσασθαι αὐτούς. Τὸν νόμον Κυρίου καὶ τὰ προστάγματα αὐτοῦ οὐκ ἐφύλαξαν· καὶ ἐπλάνησεν αὐτοὺς τὰ μάταια, ἃ ἐποίησαν, οἷς ἐξηκολούθησαν οἱ πατέρες αὐτῶν ὀπίσω αὐτῶν· καὶ ἐξαποστελῶ πῦρ ἐπὶ Ἰούδαν, καὶ καταφάγεται τὰ θεμέλια Ἰερουσαλήμ.» Δέον τοίνυν, εἰ μὴ περὶ τοῦ ἀνεμίου, περὶ γοῦν τοῦ ἰδίου αὐτῶν πνεύματος νομίζειν διαλέγεσθαι τὴν προφητείαν, οὗ πολλάκις τὰ λόγια μνημονεύει· ὡς ὅταν Παῦλος Θεσσαλονικεῦσιν ἐν τῇ πρώτῃ Ἐπιστολῇ γράφει· «Αὐτὸς δὲ ὁ Θεὸς τῆς εἰρήνης ἁγιάσῃ ὑμᾶς ὁλοτελεῖς· καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἄμεμπτον, ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη·» καὶ ὡς ἡνίκα Στέφανος εὐχόμενος λέγῃ· «Κύρις Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου·» καὶ ὡς Λουκᾶς ἐν Εὐαγγελίῳ, ὅτε ὁ Σωτὴρ νεκρὰν ἤγειρε τὴν παῖδα, ἔφη· «Καὶ ἐπέστρεψε τὸ πνεῦμα αὐτῆς.» Δέον οὕτω δοξάζειν, εἰ μετρίως ἐποίουν· οἳ δὲ οὐ τὸ πνεῦμα τοῦτο εἶναι ὑπενόησαν, εἰς δὲ τὴν ἄκραν βλασφημίαν ἀφικνοῦνται. Προσῆκε δὲ ὁρᾷν καὶ τοῦτο, ὅτιπερ ἔχει, «Ἀπαγγέλλων τὸν Χριστὸν αὐτοῦ,» ὁ Θεὸς καὶ Πατὴρ, οὐχὶ δὲ, «κτίζων.» Περὶ γὰρ τῶν ἐπικρυπτομένως φανερουμένων ἡμῖν ἕνεκα τῆς ἀῤῥήτου Τριάδος, ἐγράφη· «Τίς σοφὸς, καὶ συνήσει ταῦτα;» Ἐκεῖνος δὲ πρόδηλον, ὁ πρεπόντως καὶ νοερῶς νοήσας. Τῷ ὄντι γὰρ χαλεπὸν τῇ ἀκριβείᾳ τῶν Γραφῶν ἐπιστῆναι τοὺς κοσμικὰ, ἢ αἱρετικὰ ἠσκημένους. Ὅθεν ἔφη· «Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμα ἐπ' αὐτοὺς, διὰ τὸ εἶναι αὐτοὺς σάρκας.» Τὴν τοῖς θησαυροῖς τούτοις κρύφιον δύναμιν διάγνωσίν τε καὶ ἡ ἔξω σοφία παραδίδωσιν ἐκ Θεοῦ, ὡς καὶ τὰ πάντα, ὑπάρχειν, οὑτωσὶ φάσκουσα· Πάντα γὰρ ἀνθρώποισι Θεὸς διετεκμήρατο Ὅσσ' ἐθέλει, πάντων τε βροτοῖς ἀδίδακτος ἀκούει.