De trinitate -
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/didymus-the-blind" aria-label="More works by Didymus the Blind">
—
⋯
Original / primary: Pg Scrape Grc
32.1
Ἀλλὰ, «Πάντα,» φησὶν, «διὰ τοῦ Υἱοῦ ἐγένετο·» εἰ «Πάντα» οὖν ἔστιν, καὶ τὸ ἅγιον Πνεῦμα. Ἀλλ' εἶπε, «Πάντα,» τοῦτ' ἔστι τὰ κτιστά· οὐδαμοῦ δὲ γέγραπται τὸ Πνεῦμα τοῦ Θεοῦ κτίσμα, ὡς οὐδὲ Υἱός. Τὸ γὰρ κτίσμα δοῦλον· τὸ δὲ δοῦλον οὔτε ἐλευθεροῖ, ὡς τὸ ἅγιον Πνεῦμα, οὔτε οἶδε, τί ποιεῖ αὐτοῦ ὁ Κύριος, οὔτε ἀνακτίζει τὸ παρὰ τοῦ Δεσπότου κτισθὲν, οὔτε ναὸν ἔχει τὸν ἄνθρωπον ἴσως τοῦ Θεοῦ, οὐδὲ θεῖον γέγραπται. Ἄλλως τε δὲ σεσήμαται ὁ πρωτόκτιστος, ὃς τῆς πρωτείας δι' οἰκείαν ἀλαζονείαν εἰς τὰ ἔσχατα τῶν ἐσχάτων ἐῤῥίφη. ΚΕΦ. ΛΓʹ. Καὶ Ἰουδαίων δὲ οἰηθέντων τὸν Κύριον, μὴ τοῦ Θεοῦ, ἀλλὰ τοῦ Δαυῒδ εἶναι υἱὸν, καὶ αὐτοῦ πυθομένου αὐτῶν περὶ ἑαυτοῦ, τίνος ἐστὶν υἱὸς, καὶ ἀποκριναμένων, τοῦ Δαυΐδ, εἶτα φήσαντος αὐτοῖς, «Καὶ πῶς Δαυῒδ ἐν Πνεύματι ἁγίῳ καλεῖ αὐτὸν Κύριον, λέγων· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου;» Καὶ διὰ τούτου σαφηνίσαντος, ὅτι Δαυῒδ ἐν Πνεύματι ἁγίῳ προφητεύων τὸν διαδοχῇ γένους ἐσόμενον αὐτοῦ κατὰ τὴν ἐνανθρώπησιν υἱὸν, τοῦτον ἑαυτοῦ Κύριον κατὰ τὴν θεότητα ἀποκαλεῖ· ὡς καὶ ἐν ταῖς Βασιλικαῖς ἱστορίαις ὁ αὐτὸς λέγει Δαυΐδ· «Πνεῦμα Κυρίου ἐλάλησεν ἐν ἐμοί.» Αἱρετικοὶ πονηρῶς ὁμοῦ καὶ ἀμαθῶς παρανοήσαντες, φασὶν, ὅτι τὸ ἅγιον Πνεῦμα ἑαυτοῦ Κύριον ἔλεγεν τὸν Χριστὸν διὰ τοῦ Δαυΐδ. Ἐλέγχει δὲ αὐτοὺς ἡ ἐπαγωγὴ, ἔχουσα· «Εἰ οὖν Δαυῒδ καλεῖ αὐτὸν Κύριον, πῶς υἱὸς αὐτοῦ ἐστιν;» Πάντα μὲν ἔλεγεν τοῦ ἁγίου Πνεύματος ἐνηχοῦντος. Αὐτὸς γὰρ ἄγνωστος τῶν τε ἐσομένων καὶ τῶν ἐπουρανίων ἀναγκαίως ὑπῆρχεν· καὶ διὰ τοῦτο ἔχει· «Ἐν Πνεύματι ἁγίῳ·» οὐ πάντως δὲ ὅλα ἐκ προσώπου τοῦ ἁγίου Πνεύματος, ἢ τοῦ Υἱοῦ, ἢ τοῦ Πατρὸς, ἢ τῆς κτίσεως προεφήτευσεν, ἀλλὰ καὶ ἐξ οἰκείου προσώπου, ὡς τὰ μνημονευθέντα ῥήματα, καὶ ὡς ἡνίκα λέγῃ· «Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα·» καὶ, «Ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέν με ἡ μήτηρ μου.» Ἐπείτοιγε λείπεται ἐκδέχεσθαι εἰς τὸ θεῖον Πνεῦμα καὶ ὅταν λέγῃ αὐτός τε Δαυῒδ καὶ οἱ ἄλλοι προφῆται· πάντες γὰρ ἐν Πνεύματι ἁγίῳ ἐλάλησαν· «Ἐγώ εἰμι Κύριος ὁ Θεός σου ὁ παντοκράτωρ·» καὶ πάλιν· «Πλὴν ἐμοῦ οὐκ ἔστι Θεός·» καὶ ὅσα τοιαῦτα.