Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De trinitate -
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/didymus-the-blind" aria-label="More works by Didymus the Blind"> —
⋯
More
Original / primary: Pg Scrape Grc
34.1
Καὶ τῷ Ἰωάννῃ δὲ εἰρημένον, «Οὔπω γὰρ ἦν Πνεῦμα ἅγιον, ὅτι Ἰησοῦς οὔπω ἐδοξάσθη,» ταύτην ἔχει σὺν ἀληθείᾳ τὴν ἑρμηνείαν· Οὔπω, φησὶ, τελείαν τοῦ ἁγιασμοῦ καὶ τῶν χαρισμάτων τοῦ Πνεύματος τοῦ Θεοῦ τὴν γνῶσιν εἶχον ἅπαντες· οὔπω ἔγνωστο τῇ ὑφηλίῳ καὶ ἐδοξάζετο σὺν τῷ Πατρὶ καὶ τῷ Υἱῷ. Γένεσις γὰρ τοῦ Θεοῦ πρὸς ἡμᾶς ἡ γνῶσις αὐτοῦ· καὶ γινώσκομεν τοῦτο οὐχ ὅταν βουλώμεθα, ἀλλ' ὅταν τελείωσιν τοῦ συνιέναι κτησώμεθα· ὅταν δὲ ἐν ἀγωνίοις ἀρεταῖς καθαρθέντες γενώμεθα ἄξιοι, τότε αὐτὸ ἐκεῖνο αὐτόματον τὴν αὐτοῦ ἡμῖν παρέχει ἐπίλαμψιν. Μετὰ γὰρ τὴνἀνάστασιν ὁ Δεσπότης Χριστὸς ἐμφυσῶν εἰς τὰ πρόσωπα τῶν ἀποστόλων εἶπε· «Λάβετε Πνεῦμα ἅγιον·» καὶ μετὰ τὴν ἀνάληψιν αὐτοῦ τῇ Πεντηκοστῇ ἐπεφοίτησε, πυρίναις γλώσσαις ὀφθέν· «Ἐκάθισεν δὲ ἐφ' ἕνα ἕκαστον αὐτῶν, καὶ ἐπλήσθησαν ἁγίου Πνεύματος, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς,» ὡς μαρτυροῦσιν αἱ Πράξεις. Διὸ καὶ ὁ Δεσπότης προέλεγεν αὐτοῖς· «Ὑμεῖς δὲ λήψεσθε δύναμιν, ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ' ὑμᾶς.» Τὸ δὲ, «Ἰησοῦς οὔπω ἐδοξάσθη,» ἀντὶ τοῦ, φησὶν, οὔπω παθὼν, καὶ ἀναστὰς, καὶ συνεγείρας ἑαυτῷ πλῆθος νεκρῶν, καὶ ἀναληφθείς. Οὔπω γὰρ παρὰ πᾶσιν ἐπιστεύθη εἶναι ὁ προαιώνιος ἀγαπητὸς Υἱὸς τοῦ Θεοῦ, καὶ ἐδοξάσθη ὡς Θεὸς τῶν πατέρων· τοῦτ' ἔστιν, οὔπω ἡ περὶ αὐτοῦ δόξα ἐβεβαιώθη παρὰ πᾶσι· διὸ λέγει ὕστερον· «Πάτερ, ἐλήλυθεν ἡ ὥρα·» τοῦτ' ἔστι, πάντα πεπλήρωται τὰ περὶ ἐμοῦ ταῖς ἀπαραβάτοις Γραφαῖς προῤῥηθέντα· «Δόξασόν σου τὸν Υἱὸν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε.» Ὡς ἂν τοίνυν νοήσῃς τὸ, «Ἰησοῦς οὔπω ἐδοξάσθη.» οὕτως ἂν ἐκλάβοις τὸ, «Οὔπω ἦν Πνεῦμα ἅγιον·» ἐπεὶ μήγε, κἂν μὴ σὺ λέξῃς, φανείης οὐδὲν ἧττον οὕτως ἔχων· ὅτιπερ πρεσβυτερεύει τὰ πρὸ τοῦ ταῦτα οὑτωσὶ φρασθῆναι τοῦ πνεύσαντος αὐτὰ θεϊκοῦ Πνεύματος· ᾧτινι λόγῳ καὶ ἀπόκρισιν, ὡς ψιλὴ ἔννοια, τὸ δὴ λεγόμενον, τρέχοντα παρεξετάσαι, ὑπερβαίνει πᾶσαν ἀναισθησίαν. Ἑτέροις δὲ ἐνοήθη εἰρῆσθαι τὸ, «Ἰησοῦς οὔπω ἐδοξάσθη,» ἢ διὰ τὴν δουλικὴν μορφὴν, ἢν ἔφερεν αὐτὸς, ὅτι οὔπω ἦν ἀναβεβηκυῖα εἰς οὐρανοὺς, ἀπαρχὴ γενομένη τοῖς πιστοῖς τῆς τε ἄλλης πάσης μακαριότητος καὶ μέντοι καὶ τῆς εἰς οὐρανοὺς ἀνόδου ἀπαρχὴ γὰρ Χριστὸς ὡς ἀνωτέρω εἴρηται· ἢ δι' ἡμᾶς, ὧνπερ ἀπαρχὴ κατὰ τὴν ἐνανθρώπησιν αὐτὸς εἶναι γέγραπται· ὃν τρόπον εἴρηται· «Ἐγὼ ἁγιάζω ἐμαυτὸν, ἵνα ὦσιν καὶ αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ·» καὶ ὡς Παῦλος συνομολογῶν ἐπιστέλλει· «Συνήγειρεν καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ» καὶ πάλιν· «Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει.»

Intertext edge

Open linked passage

Note