De trinitate -
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/didymus-the-blind" aria-label="More works by Didymus the Blind">
—
⋯
Original / primary: Pg Scrape Grc
35.1
Οὐκ ἔχει αὐτοῖς ὑγιῶς καὶ τὸ Παύλῳ Ῥωμαίοιςγραφὲν, ὅτι· «Αὐτὸ τὸ Πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις· ὁ δὲ ἐρευνῶν τὰς καρδίας οἶδεν, τί τὸ φρόνημα τοῦ Πνεύματος, ὅτι κατὰ Θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων.» Μάλιστα γὰρ ἐσήμηνε τῷ ἔχειν «ἀλαλήτοις,» μὴ ζητεῖσθαι τὰ τοιαῦτα· ἀκατάληπτα γὰρ, φησὶν, καὶ ἄφραστα τῷ δὲ ἔχειν «κατὰ Θεὸν,» μὴ καθ' ἡμᾶς εἶναι ταῦτα, μηδὲ χρῆναι νοεῖσθαι κατὰ τὴν ἀνθρωπίνην συνήθειαν· ὑπερέχει γὰρ πάντα νοῦν καὶ λόγου φύσιν ἐλέγχει. Ἔπειτα οὐκ εἶπεν ἀπολελυμένως, Ἐντυγχάνει, ἢ κατεντυγχάνει καθ' ἡμῶν, καὶ κατὰ ἁγίων· ἀλλ', «Ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν,» καὶ, «ὑπὲρ ἁγίων.» Τοῦ ἁγίου Πνεύματος ἴδιον, ὡς Θεοῦ, τὸ φιλάνθρωπον. Ὅμως ἐπειδὴ κατὰ ἄνθρωπον ταῦτα, καὶ οὐ θεοπρεπῶς, προφέρουσιν, γνώτωσαν ὀψὲ γοῦν ποτε, ὡς ἐντυχεῖν καὶ τὸ σκοπῆσαι λέγεται· οἷον ὡς εἰώθαμεν λέγειν· Ἐνέτυχον τῇ βίβλῳ· καὶ πλέον τοῦτο κυριωτέρως φαίη τις· τὸ γὰρ πρὸς ἡδονὴν καὶ ἔντευξίν τινες καλοῦσι ποιήσασθαι. Αἰτήσασθαι μᾶλλον ἤπερ ἐντυχεῖν λέγεται. Στεναγμοὺς δὲ ἐνταῦθα τοὺς οἰκτιρμοὺς λέγει. Τὸ οὖν Πνεῦμα, φησὶ, τοῦ Θεοῦ ὑπερσκοπεῖ τὰ ὑπὲρ ἡμῶν οἰκτιρμοῖς ἀκαταλήπτοις· τοσοῦτον γὰρ καὶ τοῦτο μυστικῶς εἰρημένον ὑπερβαίνει τὴν κτίσιν, ὅτι εὐθὺς τῷ καρδιογνώστῃ Θεῷ ὡς μέγα τὸ εἰδέναι τὸ φρόνημα τοῦ ἁγίου Πνεύματος ἀπένειμεν. Ἔπειτα δὲ καὶ ὁ Υἱὸς ὁμοίως ἐντυγχάνει ὑπὲρ ἡμῶν· καὶ ὅμως μέγας, καὶ ἐξουσιαστὴς, καὶ ἀληθινὸς Θεός ἐστιν. Γράφει γὰρ περὶ αὐτοῦ ὁ αὐτὸς ἀπόστολος, Ἑβραίοις μέν· «Πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν·» Ῥωμαίοις δέ· «Χριστὸς Ἰησοῦς ὁ ἀποθανὼν, μᾶλλον δὲ ἐγερθεὶς ἐκ νεκρῶν· ὅς ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν.» Ὅτι δὲ τὸ ὄνομα τοῦ Παρακλήτου, καὶ τὸ ἐντυγχάνειν ὑπὲρ ἡμῶν, οὐ κατὰ τὸ δοκοῦν τῇ λέξει καὶ τὴν κοσμικὴν ὁμιλίαν ἐκδέχεσθαι χρὴ, ἔστιν ἐξ ὁμοιοτρόπων ῥημάτων διδαχθῆναι· ὡς ἡνίκα περὶ τοῦ Θεοῦ καὶ Πατρὸς γράφει ἐν πεʹ ψαλμῷ· «Ποίησον μετ' ἐμοῦ σημεῖον εἰς ἀγαθὸν, καὶ ἰδέτωσαν οἱ μισοῦντές με, καὶ αἰσχυνθήτωσαν, ὅτι σὺ, Κύριε, ἐβοήθησάς μοι καὶ παρεκάλεσάς με·» καὶ Παῦλος· «Αὐτὸς δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ ὁ Θεὸς καὶ Πατὴρ παρακαλέσει ὑμῶν τὰς καρδίας· καὶ ἑτέρωθι· «Ὁ μετανοῶν ἐπὶ ταῖς κακίαις τῶν ἀνθρώπων·» τοῦτ' ἔστιν, Ὁ συγγινώσκων ἢ συμπαθῶν· οὐ γὰρ ὡς αὐτὸς ὢν αἴτιος τῆς κακίας, ἢ μετανοεῖ. Πολλάκις δὲ ἡ Γραφὴ τὴν λέξιν, τὴν ἐνταῦθα σημαίνουσαν τόδε τι, ἔθηκεν ὡς ἄλλο τῷ φαινομένῳ μηνύουσαν· ὡς ἡνίκα λέγῃ ἐν Ἐξόδῳ· «Ἦν Μωϋσῆς ποιμαίνων τὰ πρόβατα Ἰοθὼρ γαμβροῦ αὐτοῦ.» Ἦν δὲ τοὐναντίον Ἰοθὼρ πενθερὸς, γαμβρὸς δὲ Μωϋσῆς. Ὅτι δὲ καὶ νῷ παντὶ ἀχώρητος καὶ ἀνέφικτος ὁ ἀόρατος Θεὸς διὸ ὡς ἐπίπαν αἱ θεηγορίαι οὐχ ὡς ἔτυχε πᾶσιν ἁπλῶς ἐμφανῆ, ἀλλὰ κρύφιον ἔχουσι νοῦν, ἔστιν εὑρεῖν καὶ ἐν βιβλίοις τῶν ἔξω φιλοσοφημάτων. Ἔχουσι γὰρ ταῦτα· Ἄῤῥητα δ' οὐρανίοιο Θεοῦ μελεδήματα θνητοῖς, Ἀφράστοισιν ἕκαστα διαφραχθέντα προνοίαις· Ὦν βροτὸν οὐ θέμις ἐστὶ μέτρῳ τ' ἀμέτρητ' ἀνελέσθαι.