De trinitate -
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/didymus-the-blind" aria-label="More works by Didymus the Blind">
—
⋯
Original / primary: Pg Scrape Grc
36.1
Καὶ τὴν ἔχουσαν παρ' Ἰωάννῃ περιοχὴν, «Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσίν σε, τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν·» καὶ πάλιν· «Πιστεύετε εἰς τὸν Θεὸν, καὶ εἰς ἐμὲ πιστεύετε,» βλασφήμως λίαν Μακεδονιανοὶ ἐμελέτησαν, φάσκοντες τὸ ἅγιον Πνεῦμα μὴ μνημονεύεσθαι, ὡς δῆθεν ὀθνεῖον τῇ φύσει· καὶ διὰ τοῦτο ἐκβάλλεσθαι τοῦ εἶναι ἀληθινὸν Θεόν. Ἀλλ' εἴρηται μὲν ἤδη εἰς ὁμοιότροπα προβλήματα πολλὰ περὶ τούτου, καὶ μέντοι ἐν τῷ πρώτῳ λόγῳ ἐν κεφαλαίῳ δεκάτῳ, καὶ ἐν τῷδε τῷ βιβλίῳ ἐν κεφαλαίῳ τεσσαρεσκαιδεκάτῳ· ῥηθήσεται δὲ καὶ νῦν. Εἰ τοίνυν ἡ αἰώνιος ζωὴ, ἡ περὶ τοῦΠατρὸς καὶ τοῦ Υἱοῦ, ἔστι γνῶσις, καὶ τὸ Πνεῦμα δὲ ἀποδέδεικται εἶναι ζωή τε καὶ Πνεῦμα τοῦ Θεοῦ· ἄρα καὶ αὐτὸς μόνος ἀληθινὸς Θεὸς ὑπάρχει, νοούμενος ἀεὶ μετὰ τοῦ Πατρὸς, ὡς Πνεῦμα αὐτοῦ. Διὸ μιᾷ αἰωνίῳ ζωῇ μίαν γνῶσιν, καὶ οὐ διάφορον, ἑπομένην ἐν τῷ ἐκκειμένῳ κεφαλαίῳ ἐδίδαξεν. Λέγων δὲ καὶ εὐαγγελιστὴς, «Ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν ἡμῖν ἐστιν ὁ Θεὸς, ἐκ τοῦ Πνεύματος αὐτοῦ, οὗ ἔδωκεν ἡμῖν,» συμμνημονεύεσθαι αὐτὸ καὶ συμπαρεῖναι τῷ Πατρὶ δηλοῖ. Ὅτι δὲ οὔτε ὁ Υἱὸς χωρὶς τοῦ ἁγίου Πνεύματος νοεῖται, εὔδηλον· λέγει γὰρ ὁ μὲν Πατὴρ πρὸς αὐτόν· «Τὸ Πνεῦμα τὸ ἐμὸν, ὅ ἐστιν ἐπὶ σοί·» αὐτὸς δέ φησι· «Πνεῦμα Κυρίου ἐπ' ἐμέ.» Καὶ ὁ Παῦλος δὲ, τῆς θεότητος τὸ ἐπίκοινον, καὶ τὸ συνεκφωνεῖσθαι τὸ ἅγιον Πνεῦμα τῇ διανοίᾳ τῆς Γραφῆς, κἂν μήποτε ἰδικῶς ἐμφέρηται, σημαίνων, γράφει· «Σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ Πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης.» Ἄλλοτε οὖν πάλιν τοῦ ἁγίου Πνεύματος, ἢ κατὰ μόνας, ἢ σὺν τῷ Πατρὶ μνημονεύει. Ἀναγκαῖον οὖν οἶμαι μᾶλλον λέγειν αὐτοὺς ὡς ὁ πάνσοφος Μωϋσῆς· «Εἰ εὕρηκα χάριν παρὰ σοὶ, ἐμφάνισόν μοι σεαυτόν· γνωστῶς ἴδω σε·» ἵν' ὀψέ ποτε γνοῖεν τὴν τῇ φύσει καὶ συμφωνίᾳ ἀδιαίρετον Τριάδα. Ὡς ἔοικεν γὰρ, οὔπω γνωστῶς ἴσασιν, ἃ πολλοὶ μὲν προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν καὶ ἀκοῦσαι, καὶ οὐκ ἔτυχον· ἡμεῖς δὲ οὐχὶ ἀκούομεν μόνον, ἀλλὰ καὶ βλέπομεν, ὡς παρὰ Λουκᾷ λέγει.