De trinitate -
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/didymus-the-blind" aria-label="More works by Didymus the Blind">
—
⋯
Original / primary: Pg Scrape Grc
37.1
Ἐν ἴσῳ πεπλάνηνται καὶ περὶ τὸ γεγραμμένον ἐν τῷ Λουκᾷ· «Οὐδεὶς γινώσκει τὸν Υἱὸν, εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι·» καὶ ἑτέρωθι· «Οὐχ ὅτι τὸν Θεόν τις ἑώρακεν, εἰ μὴ ὁ ὢν ἐκτοῦ Θεοῦ.» Ἡγοῦνται γὰρ, ὡς ἡ, «Οὐδεὶς ἄλλος γινώσκει,» λέξις ἐξωθεῖ τῆς θείας γνώσεως τὸ θεϊκὸν Πνεῦμα· οὐ προσέχοντες, ὡς ἡ λέγουσα φωνὴ, «εἰ μὴ ὁ ὢν ἐκ τοῦ Θεοῦ,» οὐκ ἐκβάλλει αὐτὸ τοῦ ὁρᾷν καὶ γινώσκειν τὸν Πατέρα, ἅτε καὶ Παύλου ὁμοίως γράψαντος περὶ αὐτοῦ· «Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ·» καὶ τοῦ Υἱοῦ φήσαντος· «Πνεῦμα, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται·» εἶτα καὶ ἐν ἑτέρῳ πάλιν τοῦ Παύλου σιωπήσαντος μὲν τῇ λέξει, οὐχὶ δὲ τῷ νῷ, τὸν Υἱὸν, διδάξαντος δὲ τὸ Πνεῦμα μόνον ὁρᾷν καὶ εἰδέναι τὸν Πατέρα ἐν ταῖς συλλαβαῖς ταῖσδε· «Τὸ Πνεῦμα πάντα ἐρευνᾷ καὶ τὰ βάθη τοῦ Θεοῦ· τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ·» καὶ πάλιν· «Ὅτι ὁ Θεὸς οἶδεν, τί τὸ φρόνημα τοῦ Πνεύματος.» Ἐρευνᾷ δὲ τὸν Θεὸν οὐχ ὁ μὴ ὁρῶν, μηδὲ συνὼν αὐτῷ· καὶ οἶδεν τὰ τοῦ Θεοῦ οὐχ ὁ μὴ γινώσκων αὐτὸν, μηδὲ ὢν τῆς αὐτῆς θεότητος· ἀδύνατον γὰρ εἰδέναι τὰ τοῦ Θεοῦ οὕτως, ὡς οἶδεν αὐτὰ ὁ Θεὸς, καὶ τὴν ἴσην γνῶσιν κεκτῆσθαι αὐτῷ, μὴ τῆς αὐτῆς αὐτῷ οὐσίας καὶ γνώσεως ὑπάρχοντα. Τὸ δὲ εἰδὸς τὰ τοῦ Θεοῦ καὶ ὂν ἐπὶ τὸν Υἱὸν, οἶδεν καὶ τὰ τοῦ Υἱοῦ. Ὡς πρὸς τοὺς κτιστούς ἐστι τοίνυν τὸ, «Οὐδεὶς γινώσκει τὸν Πατέρα,» ἢ «τὸν Υἱόν·» οὔτε μὴν ὁρᾷ οὕτως ὡς ἔστιν· οὔτε γὰρ ἡ ἐγχωροῦσα κατανόησις ἐν πᾶσιν, ἐπεὶ μὴ πάντες ἀξιόχρεοι· καὶ ἐν οἷς ἐστιν, οὐκ ἴση ἑκάστῳ ὑπάρχει. Κατὰ γὰρ τὸν Παύλου λόγον· «Ἄλλῳ μὲν δίδοται γνῶσις σοφίας,» ἄλλῳ δὲ τόδε ἢ τόδε· κατὰ δὲ τὸ Εὐαγγέλιον, ᾧ δίδοται περισσότερον, περισσοτέρας εὐθύνας ἐπάγεται. Αἱρετικοὶ δέ φασιν· «Ἐρευνᾷ τὰ βάθη τοῦ Θεοῦ, ὡς ἀγνοοῦν. Ἀλλ' ἐπήγαγεν, ὡς «Οἶδεν τὰ τοῦ Θεοῦ.» «Ὁ» γὰρ «δοῦλος οὐκ οἶδεν, τί ποιεῖ ὁ κύριος αὐτοῦ.» Ὅτι δὲ οὐκ ἀεὶ τὸ ἐρευνᾷν τῷ ζητεῖν ὅμοιον, διασαφηνίζει τὰ λόγια. Ἡνίκα μὲν γὰρ προφητεύει, «Ἐρευνῶντες, εἰς τίνα, ἢ ποῖον καιρὸν ἐδηλοῦτο ἐν αὐτοῖς Πνεῦμα Χριστοῦ,» τὸ ζητεῖν καὶ μανθάνειν δηλοῖ, παραπλησίως τῷ λέγοντι· «Ἐρευνᾶτε τὰς Γραφάς·» ἡνίκα δὲ ὁ Ἀπόστολος γράφῃ περὶ τοῦ Θεοῦ καὶ Πατρός· «Ὁ δὲ ἐρευνῶν τὰς καρδίας, οἶδεν τί τὸ φρόνημα τοῦ Πνεύματος, ὅτι κατὰ Θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων·» ἢ ἐν λʹ ψαλμῷ λέγει· «Ὅτι ἀληθείας ἐκζητεῖ Κύριος·» ἢ ἐν ζʹ· «Ἐτάζων καρδίας καὶ νεφροὺς ὁ Θεός·» ἢ ἑτέρωθι· «Ἐρευνῶν ταμεῖα κοιλίας·» οὐ τὸ ἐξετάζειν καὶ μανθάνειν, ἀλλὰ τὸ περιλαμβάνειν τὴν καρδίαν, ὡς μηδέν που λανθάνειν τῶν πώποτε αὐτῇ ἐνθυμηθέντων, ἢ νενοημένων· ἅπερ καὶ δίχα ἐξιχνιασμῶν οἶδεν ὁ καρδιογνώστης. Εἰ γὰρ τὸ πᾶν τῆς γνώσεως τῷ ἐρευνᾷν ἀπονεμηθείη, καὶ ἐρευνῶν ὡς ἀγνοῶν εὑρεθήσεται καὶ ὁ Θεὸς, καὶ ἀδοξίαν αὐτῷ κατ' ἐκείνους οἴσει τόδε ἐν τῷ Σοφωνίᾳ ὑπ' αὐτοῦ, οἷον τὸ ἀπὸ μεταφορᾶς τῶν ἀνθρώπων, εἰρημένον· «Ἐξερευνήσω τὴν Ἱερουσαλὴμ μετὰ λύχνου.» Τὸ ῥῆμα τὸ τοιοῦτο τῆς δυνάμεως αὐτοῦ πολλὴν ἐργάζεται σημείωσιν. Ἐρευνᾷ οὖν τὸ θεῖον Πνεῦμα τοῦ Θεοῦ, οὐχ ὡς ἀγνοοῦν, ἀλλ' ὡς Πνεῦμα τοῦ Θεοῦ ἡνωμένον αὐτῷ τῇ φύσει. Ὅθεν ὁ Ψαλμῳδὸς, οὐ διαστέλλων αὐτὸ τῆς οὐσίας καὶ γνώσεως τοῦ Θεοῦ καὶ Πατρὸς, αὐτὸ δὲ μᾶλλον ἐνυποστάτως εἶναι τὴν σοφίαν αὐτοῦ ἐν ἴσῳ τοῦ Μονογενοῦς ἀναπείθων, ηὔχετο· «Τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ·» τὸ ἀποκαλύπτον μοι, φησὶν, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου.