De trinitate -
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/didymus-the-blind" aria-label="More works by Didymus the Blind">
—
⋯
Original / primary: Pg Scrape Grc
38.1
Καὶ τὰς παρὰ Ἰωάννῃ δὲ διαλαλούσας τοῦ Χριστοῦ πανωφελεῖς συλλαβάς· «Ὅταν ἔλθῃ ὁ Παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός μου, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ·» καὶ πάλιν· «Ὁ δὲ Παράκλητος, τὸ Πνεῦμα τὸ ἅγιον, ὃ πέμψει ὁ Πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα, καὶ ὑπομνήσει ὑμᾶς πάντα, ἃ εἶπον ὑμῖν·» οὐκ ἀδιαστρόφως δέχονται, καταψηφιζόμενοι τοῦ ἁγίου Πνεύματος. Ἀντὶ γὰρ τοῦ νοεῖν Παράκλητον, ἢ διὰ τὸ παρακαλεῖσθαι ὡς Θεὸν παρὰ τῆς κτίσεως, ἢ διὰ τὸ παραμυθεῖσθαι αὐτὴν, καὶ θυμηδίαν καὶ εἰρήνην ἐμβάλλειν· συνώνυμοι γὰρ αἱ λέξεις τῆς παρακλήσεως καὶ παραμυθίας εἰσίν· ὡς γράφει· «Καὶ τοὺς ταπεινοὺς τοῦλαοῦ αὐτοῦ παρεκάλεσεν» Καὶ ἡ ἐκ προσώπου τῶν ἀξιωθέντων τῆς παραμυθίας φησίν· «Κύριε, κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου ἐν τῇ καρδίᾳ μου αἱ παρακλήσεις σου εὔφραναν τὴν καρδίαν μου·» καὶ πάλιν· «Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου.» Καὶ ὡς Παῦλος Θεσσαλονικεῦσιν ἐπεύχεται· «Αὐτὸς δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ ὁ Θεὸς καὶ Πατὴρ παρακαλέσει ὑμῶν τὰς καρδίας.» Οἱ δὲ ἀντὶ τοῦ οὕτω νοεῖν, λέγουσιν διὰ τὸ παρακαλεῖν ὑπὲρ αὐτῆς ὠνομάσθαι Παράκλητον· καὶ ἐπάγουσιν, ὅτι καὶ ἀποστέλλεται. Ἀλλὰ πρῶτον μὲν τῷ τε ἁγίῳ Πνεύματι καὶ τῷ Υἱῷ ἐπίκοινόν ἐστι τοῦ Παρακλήτου τὸ ὄνομα, ὡς καὶ ἡ φύσις· καθὰ Ἰωάννης γέγραφεν οὕτως, ἐν μὲν ταῖς Καθολικαῖς· «Ταῦτα γράφω ὑμῖν, ἵνα μὴ ἁμάρτητε· ἐὰν δὲ καὶ ἁμάρτωμεν, Παράκλητον ἔχομεν πρὸς τὸν Θεὸν Ἰησοῦν Χριστὸν δίκαιον, καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν.» Ἐπιτήρησον δὲ τέως, ὅτι Παράκλητον πρὸς τὸν Θεὸν εἰπὼν Ἰησοῦν Χριστὸν, τῷ Παρακλήτῳ τὴν ἐξουσίαν ἀπένειμεν, ὡς αὐτοῦ παρακαλουμένου· «Αὐτὸς, γὰρ,» φησὶν, «ἱλασμός ἐστιν·» ἵν' οὕτω καὶ τὸ αὐτεξούσιον τοῦ Παρακλήτου δείξῃ, καὶ εἰς τὴν μίαν θεότητα τὸν ἱλασμὸν ἀναγάγῃ. Καὶ πάλιν ἐν Εὐαγγελίῳ ἀπὸ τοῦ Δεσπότου· «Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε, κἀγὼ ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν, ἵνα μένῃ μεθ' ὑμῶν εἰς τὸν αἰῶνα, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ, οὐδὲ γινώσκει αὐτό· ὑμεῖς δὲ γινώσκετε αὐτὸ, ὅτι παρ' ὑμῖν μένει, καὶ ἐν ὑμῖν ἔσται. Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς· ἔρχομαι πρὸς ὑμᾶς·» ἄλλον Παράκλητον φήσας, οὐ κατ' οὐσίαν, ἀλλὰ καθ' ὑπόστασιν. Ἔπειτα δὲ τὸ προειπεῖν τὸν Υἱὸν, «Πέμψω ὑμῖν παρὰ τοῦ Πατρός μου τὸ Πνεῦμα τῆς ἀληθείας,» παρέστησεν τὰς τρεῖς ὑποστάσεις, καὶ ὡς εὐδοκίᾳ καὶ συμφωνίᾳ μιᾷ ἡ τοῦ ἁγίου Πνεύματος ἐγένετο παρουσία, ὡς καὶ ἐν τῷ κεφαλαίῳ τῷ, «Ὁ Πατὴρ ἐντολήν μοι δέδωκεν, τί εἴπω, καὶ τί λαλήσω·» καὶ περὶ τοῦ ἁγίου Πνεύματος, «Ἀφ' ἑαυτοῦ οὐ λαλήσει,» προελέχθη. Ὡς γὰρ οὐκ ἀπέζευκται τοῦ Πατρὸς ὁ Υἱὸς πεμφθεὶς, οὕτως οὐδὲ τὸ ἅγιον Πνεῦμα. Τὸ δὲ προσκεῖσθαι, «Πνεῦμα τῆς ἀληθείας,» διδάσκει ἀληθῶς αὐτὸ Πνεῦμα εἶναι τοῦ Θεοῦ, καὶ οὐχ ὡς τὰ λειτουργικά. Τὸ δὲ ἔχειν, «Ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται,» σημαίνει, ὡς ἀνάρχως καὶ ὁμοουσίως ἐκ τῆς πατρικῆς ὑποστάσεως ἐξεφάνη· πᾶσα γὰρ πρόοδος διὰ τῶν ἴσων καὶ ὁμοίων ἐπιτελεῖται· καὶ διαφερόντως ὁμοουσίως ἐγένετο ἡ ἀπὸ τοῦ Θεοῦ γέννησις τοῦ Υἱοῦ, καὶ ἐκπόρευσις τοῦ Πνεύματος αὐτοῦ. Τὸ δὲ, «Ἐκεῖνος ὑμᾶς διδάξει πάντα, καὶ ὑπομνήσει ὑμᾶς πάντα, ἃ εἶπον ὑμῖν,» παράγγελμά ἐστιν μὴ ἀπιστῆσαι τῷ ἁγίῳ Πνεύματι, ὡς ἀνωτέρω εἴρηται, ἐλθόντι μετὰ τὴν ἀνάληψιν τοῦ Χριστοῦ καὶ διδάσκοντι· Οὐκ ἀπᾴδουσα γὰρ, φησὶν, τῆς ἐμῆς γνώμης καὶ διδασκαλίας ἔσται ἡ αὐτοῦ· ἐπειδὴ καὶ τῇ θεότητι ἡνωμένως καὶ ἐχομένως ἔχει· κοινὰ δὲ τῆς ἁγίας Τριάδος τὰ διδάγματα, καὶ τὰ πρὸς σωτηρίαν δωρήματα· καὶ ᾧ εἶπον τρόπῳ τὸ, «Ὁ Πατὴρ ἐντολήν μοι δέδωκεν, τί εἴπω, καὶ τί λαλήσω,» ἔστιν δὲ ὅτι συμφωνίας τῷ αὐτῷ φημὶ καὶ περὶ τοῦ ἁγίου Πνεύματος, ὅτι «Ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν.» Τῷ δὲ εἰπεῖν, «Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσατε, κἀγὼ ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν,» ἐδήλωσεν μονονουχὶ καὶ ἑαυτὸν Παράκλητον ὀνομάζεσθαι, καὶ ὡς, Εἰ μὴ φυλάξητε, φησὶν, τὰς ἐμὰς ἐντολὰς, ἀνάξιοι τῆς τοῦ ἁγίου Πνεύματος ἐπιφοιτήσεως τυγχάνετε, ἥτις οὐκ ἀπᾴδει τῆς ἐμῆς ἐπιφανείας. Τὸ δὲ γράφειν, «Τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ, οὐδὲ γινώσκει αὐτό· ὑμεῖς δὲ γινώσκετε αὐτὸ,» ἔδειξεν, ὅτι οἱ μὲν κοσμικοὶ, τοῦτ' ἔστιν αἱρετικοὶ, οὐ δύνανται λαβεῖν αὐτὸ, ὅτι οὐ θεωροῦσιν αὐτὸ τοῖς τῆς πίστεως ὀφθαλμοῖς, οὐδὲ γινώσκουσιν αὐτὸ, μὴ δοξάζοντες ὡς Θεόν· οἱ δὲ ὁμολογοῦντες αὐτὸ εἶναι Θεὸν, ἔχουσιν αὐτὸ μένον παρ' αὐτοῖς. Τὸ δὲ ἔχειν, «Δώσει ὑμῖν,» καὶ, «Παρ' ὑμῖν μένει, καὶ ἐν ὑμῖν ἔσται,» ἐσήμανεν, ὡς καὶ ἄνω καὶ κάτω, ἅτε δὴ Θεὸς, πανταχοῦ παρὸν τὸ ἅγιον Πνεῦμά ἐστιν· εἰ γὰρ καὶ παρ' ἡμῖν μένει καὶ ἐν ἡμῖν ἔσται, καὶ πάντα πληροῖ, κατὰ τὴν σοφίαν λέγουσαν· «Πνεῦμα Κυρίου πεπλήρωκεν τὴν οἰκουμένην·» πῶς ἡμῖν ἀπεστάλη; Ὅτι δὲ καὶ λέγοντος αὐτοῦ ταῦτα, μετ' αὐτοῦ ἦν ὡς ὁμοούσιον, πάλιν αὐτὸς ἔπεισεν, ἐμφυσήσας εἰς τὰ πρόσωπα τῶν ἀποστόλων καὶ εἰπών· «Λάβετε Πνεῦμα ἅγιον,» ὡς προείρηται. Τὸ δὲ, «Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς· ἔρχομαι πρὸς ὑμᾶς,» ἐδίδαξεν, ὡς ὃν τρόπον τὸ Πνεῦμα τοῦ Θεοῦ ἦν καὶ πρὸ τῆς γνωστῆς αὐτοῦ ἐπιδημίας ἐν πᾶσιν, οὕτω καὶ μετὰ τὴν ἀνάληψιν ὁ Υἱὸς, ἐν ἀπεριγράφῳ μιᾷ θεότητι καὶ θελήσει τῶν ὑποστάσεων οὐσῶν, οὐκ αὐτὸς ὢν ἄμφω καὶ Πνεῦμα τοῦ Θεοῦ ὡς ἐνόησεν Μοντανὸς, καὶ τούτῳ μάλιστα ἐπερείδεται τῷ μέρει τῆς Γραφῆς, μὴ βλέπων, μηδ' ἀκούων, ὡς ἄλλος περὶ ἄλλου καὶ ἄλλου προσώπου λέγει· «Ἐρωτήσω τὸν Πατέρα, καὶ πέμψει ἄλλον Παράκλητον»· ἀλλ' ὡς σὺν τῷ Πνεύματι παρὼν ἰδιοσύστατος, καθά ἐστιν ἀεὶ πανταχοῦ καὶ ὁ Πατήρ. Οὐ μέντοι ἐκ δευτέρου ἤδη ἐλθὼν, ᾗ πολλάκις καὶ τὴν ἐσομένην ἐν τῇ κρίσει δευτέραν ἄφιξιν αὐτοῦ ἐσήμανεν. Εὖ δὲ καὶ τὸ φάναι· «Ἐκεῖνος περὶ ἐμοῦ μαρτυρήσει.» Ἡ ἀλήθεια, φησὶν, περὶ τῆς ἀληθείας, καὶ ὁ Κύριος περὶ τοῦ Κυρίου, ὃν τρόπον περὶ τοῦ Πατρὸς εἶπεν· «Καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με Πατήρ.» Ταῦτα πάντα, καὶ πρὸ ὅλων τὸ λέγειν τὸν Δεσπότην, «Ἐρωτήσω τὸν Πατέρα,» ὅπερ ἀνεπίληπτόν ἐστιν, οὐ κατὰ κοσμικὴν συνήθειαν νοεῖσθαι ὀφεῖλον, Μακεδόνιος παρεὶς, τῷ «Πέμψει» προσέδραμεν καὶ προσεχάρη. Ἐχέτω δὲ ἀπόκρισιν πρὸς τὰς τοιαύτας περὶ τοῦ ἁγίου Πνεύματος φωνὰς, ἢν αὐτὸς ἐρωτώμενος δώσει ἕνεκα τῶν περὶ τοῦ Υἱοῦ κειμένων ἁγίων Γραφῶν· καὶ τοῦτο γινώσκων, ὅτι μάλιστα μὲν οὐ πάντως ὁ λέγων, ἢ πέμπων, μείζων τοῦ ἀκούοντος, ἢ πεμπομένου καθέστηκεν· ἀλλὰ τὸν ἴσον καὶ ὁμότιμον πολλάκις εὑρίσκεταί τις ἀποστέλλων· οὐκ ἀπεικὸς δὲ ἐν ἀνθρώποις, τὸν παντοίας τέχνης δημιουργὸν, καὶ ἀμείνονα τυγχάνειν τοῦ δοκοῦντός τι λέγειν αὐτῷ, ἢ πέμπειν αὐτόν. Ἔπειτα ὅτι καὶ ὁ μονογενὴς Θεὸς Λόγος ἐπέμφθη παρὰ τοῦ Πατρὸς, ἢ τοῦ Πνεύματος, ὡς αὐτὸς παρὰ Ἡσαΐᾳ λέγει· «Ἐγώ εἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα· ἡ χείρ μου ἐθεμελίωσεν τὴν γῆν, καὶ ἡ δεξιά μου ἐστερέωσεν τὸν οὐρανόν.» Καὶ μεθ' ἕτερα ἐπιφέρει· «Καὶ νῦν Κύριος ἀπέσταλκέν με, καὶ τὸ Πνεῦμα αὐτοῦ.» Ὥστε οὐ πέμπεται κατὰ τὴν ἀποστόλων ἢ προφητῶν ἀποστολὴν τὸ Πνεῦμα τοῦ Θεοῦ καὶ Πατρὸς, ἀλλ' ὡς Πνεῦμα αὐτοῦ· καὶ οὐδὲ μεταβατικῶς, ἐπειδὴ οὐδὲ ὁ Πατὴρ, οὗ τῆς ὑποστάσεως Πνεῦμά ἐστιν, πέρασι περιγέγραπται.