De trinitate -
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/didymus-the-blind" aria-label="More works by Didymus the Blind">
—
⋯
Original / primary: Pg Scrape Grc
39.1
Ἔτι σμικρύνοντες, καὶ τῷ ἑαυτῶν κακῷ κατακιβδηλεύοντες τὰ περὶ τοῦ ἁγίου Πνεύματος, ὀνειδίζουσιν αὐτῷ καὶ ἄλλην θεϊκὴν φιλανθρωπίαν, ἣν Παῦλοςἔγραψεν, εἰπών· «Ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα αὐτοῦ ἐν ταῖς καρδίαις ἡμῶν, κράζον· Ἀββὰ, ὁ Πατήρ.» Τὸ δὲ «Ἐξαπέστειλεν» τὴν συμφωνίαν. ὡς προελέχθη, σημαίνει· τὸ δὲ ἐν ταῖς καρδίαις ἡμῶν κράζειν, Ἀββὰ, ὃ ἑρμηνεύεται «Πατὴρ,» τὴν τοῦ ἁγίου Πνεύματος εὐσπλαγχνίαν παρίστησιν, οἰκειότητα ἡμῖν παρέχουσαν πρὸς τὸν Θεὸν καὶ Πατέρα ἐν τῷ ἀνθ' ἡμῶν καὶ ὑπὲρ ἡμῶν ταύτην εἰρηκέναι τὴν φωνὴν, τῶν τότε νηπίων ἔτι τυγχανόντων, καὶ γάλακτι τρεφομένων, καὶ ἀπαῤῥησιάστων, διά τε τὴν ἀρχαίαν παρακοὴν καὶ τὸ καταλεῖψαι Θεὸν ζῶντα, διά τε τὴν κακὴν τοῦ βίου ἀδιαφορίαν καὶ τὸ ἀνάξιον εὑρίσκεσθαι τοιαύτην ῥῆξαι πρόσρησιν· ὃν τρόπον καὶ ὁ Υἱὸς ἐν τῇ οἰκονομίᾳ δι' ἡμᾶς πάντα τὰ ἡμῶν ἀνεδέξατο. Ἀμέλει διὰ τῶν ἐφ' ἑξῆς καὶ Θεὸν εἶπεν τὸ ἅγιον Πνεῦμα, καὶ ἔδειξεν, ὡς διὰ τῆς προλεχθείσης αὐτοῦ φωνῆς ἐλευθερούμεθα, υἱοθετούμεθα, καὶ τῶν ἐπουρανίων κληρονομοῦμεν. Ἐπάγει γὰρ εὐθὺς μετὰ τὸ εἰπεῖν, Ἀββὰ, ὁ Πατήρ· «Ὥστε οὐκ ἔτι εἶ δοῦλος, ἀλλὰ υἱός· εἰ δὲ υἱὸς, καὶ κληρονόμος διὰ Θεοῦ·» τοῦ κράζοντος ἡμῖν ἁγίου Πνεύματος. Ὅτι δὲ ἀνθ' ἡμῶν ἡ προλεχθεῖσά ἐστιν φωνὴ, ὁ αὐτὸς Ῥωμαίοις ἐπέστειλεν· «Εἰ δὲ Πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε· ὅσοι γὰρ Πνεύματι Θεοῦ ἄγονται, οὗτοι υἱοὶ Θεοῦ εἰσιν· οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ' ἐλάβετε Πνεῦμα υἱοθεσίας ἐν ᾧ κράζομεν· Ἀββὰ, ὁ Πατήρ.» Ἐπειδὴ γὰρ, ὡς εἴρηται πολλάκις, κοινῇ παρὰ τῆς ἁγίας Τριάδος πᾶσα ἡμῖν σωτηρία δεδώρηται, ὁ μὲν Πατὴρ εἰς υἱοθεσίαν ἐκάλεσεν· ὁ δὲ μονογενὴς, καὶ ἀληθινὸς, καὶ γνήσιος Υἱὸς ἀδελφοὺς προσηγόρευσεν· ἐπέτρεψεν δὲ ἐπικαλεῖσθαι ἑαυτῶν Πατέρα τὸν Θεόν· τὸ δὲ ἅγιον Πνεῦμα ἐνῴκησεν, ἐνήχησεν, ἐδίδαξεν, εἰρηκὸς, Ἀββά. «Αὐτὸς, φησὶν, διδάξει ὑμᾶς,» καὶ, «Ὁδηγήσει εἰς πᾶσαν ἀλήθειαν.» Προσέτι δὲ καὶ ἀνεγέννησεν, καὶ ἠλευθέρωσεν ἀπὸ ἁμαρτίας καὶ θανάτου, καὶ ἡγίασεν, καὶ υἱοὺς κατ' οἰκείαν ἀγαθότητα ἀνέδειξεν τοῦ Θεοῦ. Τοιγαροῦν πρινὴ παρ' αὐτοῦ ἀναγεννηθῆναι διὰ τοῦ φωτίσματος, οὐδὲ λέγειν ἁρμόττει· «Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς.» Πρὸς δὲ τούτοις κράζει ἐν ταῖς καρδίαιςἡμῶν, «Ἀββὰ» τὰς κωφὰς αἱρετικῶν ἀκοὰς διδάσκον, ὅτι αὐτός ἐστιν ὁ ἐνοικῶν τοῖς πιστοῖ. Θεὸς κατὰ τὸ, «Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω· καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός·» κατὰ τὸν Ἀπόστολον γράφοντα· «Οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν,» Αἱρετικοὶ δὲ τὸ. «Ὅσοι Πνεύματι Θεοῦ ἄγονται, οὗτοι υἱοὶ Θεοῦ εἰσιν,» καὶ ὅσα τοιαῦτα, περὶ τοῦ ἰδίου ἡμῶν πνεύματος οὐ περὶ τοῦ ἁγίου Πνεύματος εἰρῆσθαι βιάζονται. Κρίνει δὲ αὐτὸ ἡ ἐπαγωγὴ, ἔχουσα· «Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ' ἐλάβετε Πνεῦμα υἱοθεσίας.» Πάντως γὰρ ἔχοντες ἤδη τὸ ἴδιον ἡμῶν πνεῦμα, προσελάβομεν τὸ τῆς υἱοθεσίας ἅγιον Πνεῦμα.