De trinitate -
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/didymus-the-blind" aria-label="More works by Didymus the Blind">
—
⋯
Original / primary: Pg Scrape Grc
3.1
Καὶ ταῦτα μὲν ἀποδεδειγμένα κείσθω. Αἱρετικῶν δὲ πρῶτόν ἐστιν ἀσεβέστατον καὶ ἀποτομώτατον πρόβλημα, τὸ ἐν Παροιμίᾳ Σολομῶνος γεγραμμένον· «Κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ· πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με· ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι, καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ ἐλθεῖν τὰς πηγὰς τῶν ὑδάτων, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με.» Διὰ τούτου γὰρ τοῦ προβλήματος βιάζονται κτίσμα τὸν κτίστην καὶ εὐεργέτην ἀποφαίνειν. Κρείττων δὲ καὶ πειθανωτέρα τῆς αὐτῶν βουλήσεως καὶ ἡ τῆς Γραφῆς ταύτης ὑπάρχει νόησις. Εἰ γὰρ ἀληθῆ καὶ κατακρατοῦντα τὰ προκείμενα πάντα κεφάλαια καὶ τὰ ἐν τῷ πρώτῳ λόγῳ καταταγέντα ἐστὶν, ὥσπερ οὖν ἐστιν, ἀρηδηλοτάτην ἀπὸ τῶν θείων λογίων δεξαμένη μαρτυρίαν· πῶς οὐ τῶν ἀνοσιωτάτων καὶ ἀδυνατωτάτων ἐστὶν οὕτως ἐκδέχεσθαι τὰ δι' ἐπικρύψεως δηλούμενα θεῖα πράγματα; Οὔκουν εὔδηλον, ὅτι οὐ περὶ τῆς παναιτίου καὶ δημιουργοῦ σοφίας φημὶ τοῦ ἐπὶ πάντων μεγάλου Θεοῦ Λόγου, ὃν οὐκ ἂν δύναιτο δεῖξαι λόγος παροιμιάζεται Σολομὼν τὸ, «Κύριος ἔκτισέν με» Οὐ γὰρ θρασυκάρδιος οὕτως καὶ αὐθάδης κατὰ τοῦ Θεοῦ ἐγένετο, τοῦ καὶ μετὰ τηλικαῦτα ἁμαρτήματα συγγνόντος καὶ συμπαθήσαντος, ὡς πᾶσιν ἀεὶ καὶ αὐτῷ. Ἀλλὰ καὶ εἴ τίς ἐστιν, ὥσπερ οὖν ἐστιν, αὐτῷ τῶν ἐνταῦθα γινομένων, ἢ παρὰ τῶν ἑτεροφρόνων λεγομένων αἴσθησις· οἶμαι αὐτὸν καὶ πρὸ τῆς κυρίας καὶ ἀνεσπέρου ἡμέρας ἀντιλέγειν αὐτοῖς, καὶ αἰτιᾶσθαι, καὶ ἀντικαθίστασθαι, διδάσκοντα μήτε ὑπόνοιάν ποτε τοιαύτην περὶ αὐτοῦ εἰληφέναι. Αὐτόν τε γάρ φησιν ἐπίστασθαι, ἅτε σοφίαν ὑπὲρ βασιλείαν ζητήσαντα, καὶ ἐπιτυχόντα, καὶ ἐν προσθήκης μέρει τὴν βασιλείαν κομισάμενον· καὶ μέντοι καὶ παρὰ τοῦ πατρὸς αὐτοῦ Δαυῒδ ἀκηκοέναι, ὅτι ὡς ζωοποιὸς καὶ ζωὴ ὁ Κύριος τοῦ εἶναι κατὰ τὴν ἄνω γέννησιν οὐκ ἤρξατο, καὶ ὡς ζωόδοτον καὶ ἀΐδιον φῶς συνυφεστώτως καὶ ὁμοουσίως ἐκ τοῦ πατρικοῦ φωτὸς ἐκλάμψαν, ὑπ' ἄλλου οὐ πεφώτισται· ἀλλὰ γὰρ περὶ τῆς ἐγκοσμίου σοφίας τὸν λόγον ἐνηνοχέναι, τῆς ἐν λόγοις, τῆς ἐν στρατηγίᾳ, τῆς ἐν ἰατρικῇ, τῆς ἐν ἀρχιτεκτονικῇ, καὶ ἁπλῶς τῆς ἐν πάσῃ θαυμαστῇ ἐπιστήμῃ πᾶσι τοῖς σοφοῖς ἀνδράσιν ἐνυπαρχούσης. Καὶ γὰρ ὡς ἀληθῶς, εἴ τις σωφρόνως καὶ θεοσεβῶς τὰ προηγούμενα καὶ τὰ ἑπόμενα τοῦ, «Κύριος ἐκτισέν με,» θελήσῃ σκοπῆσαι· ταχέως, καὶ ἀμέσως, καὶ αὐτόθεν εὑρήσει πολὺν τὸν ἔλεγχον. Προέταξεν γάρ· «Ἀρχὴ σοφίας, φόβος Κυρίου· σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν·» καὶ πάλιν· «Δι' ἐμοῦ βασιλεῖς βασιλεύουσιν, καὶ δυνάσται γράφουσιν δικαιοσύνην· δι' ἐμοῦ μεγιστᾶνες μεγαλύνονται, καὶ τύραννοι δι' ἐμοῦ κρατοῦσιν γῆς.» Ἄνευ δὲ σοφίας, φησὶν, ἥτις ἐστὶν ἡ μεταδοθεῖσα ἡμῖν ἄνωθεν φρόνησις, καὶ νουνεχία, καὶ λόγων ἀρετὴ, οὐδὲν τῶν δεόντων κατορθοῦται· διαφεύγει γὰρ τὰ πολλὰ καὶ καλὰ τῶν νοημάτων τὸν ταύτης ἐστερημένον. Ὁ δὲ ταύτης μεταλαχὼν ἄνθρωπος τόν τε Θεὸν, ὡς χρὴ, φοβεῖται, καὶ φίλα αὐτῷ πράττει, καὶ ἀνθρώπῳ νομοθετεῖ, καὶ οὗτος κρατεῖ ἐκείνου, καὶ πολλαπλάσια ἐκτήσατο, καὶ οὐ μόνον λέγων αὐτὸς καὶ ποιῶν ἥδεται, ἀλλὰ καὶ τοὺς ἀκροωμένους αὐτοῦ, ἢ ἔργον μανθάνοντας τὰ αὐτοῦ, σωφρονίζει. Ἐν δὲ τοῖς ἐφεξῆς ἐξέθετο σποράδην ταῦτα· «Κύριος ἐποίησεν χώρας ἀοικήτους, καὶ ἄκρα οἰκούμενα τῆς ὑπ' οὐρανόν. Ἡνίκα ἡτοίμαζε τὸν οὐρανὸν, συμπαρήμην αὐτῷ· ἡνίκα ἀφώριζε τὸν ἑαυτοῦ θρόνον ἐπ' ἀνέμων, ἡνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη, καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπ' οὐρανὸν, ἐν τῷ τιθέναι αὐτὸν τῇ θαλάσσῃ ἀκριβασμὸν αὐτοῦ.» Ὁ δὲ ποιήσας τὴν γῆν ἐκ μὴ γῆς, καὶ καλῶς τεχνιτεύσας οὐρανῶν περιφερεῖς κύκλους ἐκ μὴ οὐρανῶν, καὶ τοὺς δρόμους ταχεῖς τελοῦντα ἥλιον πανταχοῦ οὐρανοῦ καὶ τῆς γῆς φαίνοντα, καὶ ἁπλῶς λόγῳ ἅπαντα φήνας, μονογενής ἐστιν Υἱὸς Λόγος τοῦ Θεοῦ, ὁ ἀνευφημηθεὶς Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία, καὶ ὡς ταῦτα ὑπάρχων τοῦ ἀνάρχου καὶ ἀληθῶς αὐτοῦ Πατρὸς, μὴ ἔχων ἀρχὴν, καθὰ διδάσκουσιν, Ἰωάννης μὲν λέγων· «Πάντα δι' αὐτοῦ ἐγένετο·» Παῦλος δὲ Ἑβραίοις γράφων· «Πρὸς δὲ τὸν Υἱόν φησιν· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Καὶ μεταξύ φησιν· «Καὶ σὺ κατ' ἀρχὰς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί.» Ὥστε μὴ αὐτὸν, ἀλλὰ γὰρ ἕτερον εἶναι πρόσωπον τὸ πάντα ταῦτα, καὶ τὸ, «Κύριος ἔκτισέ με,» εἰρηκός. Εἶτ' ἐπήγαγεν· «Καὶ ὕδατα οὐ παρελεύσεται στόμα αὐτοῦ.» Ἄρα οὖν ὡς ἐκτίσθη σοφία, περὶ τοῦ νοητοῦ στόματος τοῦ δημιουργοῦ Θεοῦ Λόγου ἐξηγεῖται. Αὖθίς τε· «Ἡνίκα ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, ἤμην παρ' αὐτῷ ἁρμόζουσα· ἐγὼ ἤμην ᾗ προσέχαιρεν καθ' ἡμέραν· εὐφραινόμην δὲ ἐν προσώπῳ αὐτοῦ ἐν παντὶ καιρῷ· ὅτε εὐφραίνετο τὴν οἰκουμένην συντελέσας, καὶ ἐνευφραίνετο ἐν υἱοῖς ἀνθρώπων.» Ὁ γὰρ δημιουργὸς Υἱὸς Λόγος, ὁ πάντα μὲν προειδὼς καὶ προδυνάμενος, μακροθυμῶν τε καὶ ἐπὶ ἀδίκῳ καὶ κακοδόξῳ πλήθει καὶ περιμένων μετάνοιαν, συντελέσας τὰ πάντα, προσέχαιρε τῇ ἐνούσῃ τοῖς κτίσμασιν αὐτοῦ σοφίᾳ, καὶ ἐνευφραίνετο ἐν αὐτῇ, ἐπιγαννύμενος τῷ ἰδίῳ ἔργῳ· εὐφραίνετο δὲ καὶ αὐτὴ ἐν προσώπῳ αὐτοῦ. Εἶτα μεθ' ἕτερά φησιν· «Αἱ δὲ ἔξοδοί μου ἐν ὁδοῖς ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Οἱ δὲ ἁμαρτάνοντες εἰς ἐμὲ ἀσεβήσουσιν εἰς τὰς ἑαυτῶν ψυχάς· καὶ οἱ μισοῦντές με ἀγαπήσουσι θάνατον.» Καὶ μάλα εἰκότως. Οἱ γὰρ τὸν ἑαυτῶν βίον μὴ σοφίᾳ κυβερνῶντες, ἑαυτοῖς ἐπιβουλεύουσιν, καὶ τῆς ἑαυτῶν ἀφροσύνης καὶ ἀπαιδευσίας ἄξιον εὑρίσκουσι θάνατον. Ὥστε δὲ καὶ τυφλοὺς, τοῦτο δὴ τὸ τοῦ λόγου, μὴ ἀμφιβάλλειν ὑγιῶς τὴν ἡμετέραν ἑρμηνείαν, ἡ κτιστὴ σοφία φάσκει περὶ ἐκείνου, περὶ οὗ εἶπεν Ἰωάννης, «Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, περὶ ἐσκήνωσεν ἐν ἡμῖν·» «Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτά.» Περὶ οὗ οἴκου ὁ αὐτὸς Δεσπότης ἔφη· «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐγὼ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» Μᾶλλον δὲ καὶ μᾶλλον δεικνὺς Σολομὼν, ὡς οὐ περὶ τῆς δημιουργοῦ διαλέγεται σοφίας, ἐν τοῖς ἑπομένοις διεξέρχεται οὕτως· «Υἱὲ, ἐὰν σοφὸς γένῃ, σεαυτῷ σοφὸς ἔσῃ καὶ τοῖς πλησίον· ἐὰν δὲ κακὸς ἀποβῇς, μόνος ἀντλήσεις κακά·» καὶ πάλιν· «Υἱὸς πεπαιδευμένος σοφὸς ἔσται, τῷ δὲ ἄφρονι διακόνῳ χρήσεται·» καὶ αὖθις· «Σοφὸς καρδίᾳ δέχεται ἐντολάς·» καὶ, «Οὗτος ἐκ χειλέων προφέρει σοφίαν. Ῥάβδῳ τύπτε ἄνδρα ἀκάρδιον· σοφοὶ κρύψουσιν αἴσθησιν·» καὶ πάλιν· «Ἡ σοφία ἀνδρὶ τίκτει φρόνησιν·» αὖθίς τε· «Στόμα δικαίου ἀποστάζει σοφίαν·» καὶ, «Γλῶσσαι σοφῶν ἰῶνται·» καὶ, «Ὁ συμπορευόμενος σοφοῖς σοφὸς ἔσται·» εἶτα ἑξῆς· «Ζητήσεις σοφίαν παρὰ κακοῖς, καὶ οὐχ εὑρήσεις·» καὶ μεθ' ἕτερα· «Σοφία πανούργων ἐπιγνώσεται τὰς ὁδούς· φόβος Κυρίου, παιδεία καὶ σοφία·» αὖθίς τε· «Νεοσσοῖς αἱρετώτεραι χρυσίου· νεοσσιαὶ δὲ φρονήσεως, ὑπὲρἀργύριον.» Εἰ, κατὰ αἱρετικοὺς, τοὺς ἀποθραύοντας τῆς Χριστιανῆς πίστεως τὸ κεφάλαιον, μᾶλλον δὲ πᾶσαν προαιρουμένους, ὅσον τὸ ἐπ' αὐτοῖς, ἡ δημιουργὸς Σοφία ἔφη· τίνας αὐτῆς νεοσσοὺς νοήσομεν; Καὶ πάλιν· «Οὐ χρείαν ἔχει σοφίας ἐνδεὴς φρενῶν·» αὖθίς τε· «Κόσμος νεανίσκοις σοφία·» καὶ πάλιν· «Γενεᾶς σοφίας, φόβος Κυρίου.» Ποίαν κἀνταῦθα γενεὰν δώσουσι τῷ Δημιουργῷ, εἰ αὐτὸς περὶ ἑαυτοῦ ἐφθέγξατο, «Κύριος ἔκτισέ με;» Καὶ ἐν τοῖς ἑξῆς φησι· «Μετὰ σοφίας οἰκοδομεῖται οἶκος, καὶ μετὰ συνέσεως ἀνορθοῦται πόλις·» εἶτα· «Κρεῖσσον σοφὸς ἰσχυροῦ.» Ταῦτα οὖν πάντα περὶ τῆς ἐν κόσμῳ σοφίας. Ὅταν γὰρ περὶ τῆς σοφίας τοῦ Θεοῦ Πατρὸς, καὶ τοῦ μονογενοῦς καὶ ἀληθινοῦ Υἱοῦ Λόγου μνημονεύῃ ἐν αὐταῖς ταύταις ταῖς Παροιμίαις, ὑπερφυῶς καὶ ὥσπερ ὑπ' ἐκπλήξεως θαυμάζων ἀναφθέγγεται ταυτί· «Ὁ Θεὸς ἐδίδαξέ με σοφίαν, καὶ γνῶσιν ἁγίων ἔγνωκα· ἅγια δὲ ἐπίσταμαι. Τίς ἀνέβη εἰς οὐρανὸν καὶ κατέβη; τίς συνήγαγεν ἀνέμους ἐν κόλπῳ; τίς συνέστρεψε τὸ πᾶν ὕδωρ ἐν ἱματίῳ; τίς ἐκράτησε πάντων τῶν ἄκρων τῆς γῆς; τί ὄνομα αὐτῷ; ἢ τί ὄνομα τῷ τέκνῳ αὐτοῦ, ἵνα γνῷς; ὁ Καὶ τὸ ἔχειν δὲ, «Πρὸ πάντων βουνῶν γεννᾷ με,» ὡς περὶ τῆς ἐν ἡμῖν κτιστῆς λέγει σοφίας, ὅτι δημιουργικῶς γεγέννηται, καὶ, ὡς εἰπεῖν, ἐφ' ἑκάστης μετὰ ἑκάστου σοφοῦ συντίκτεται. Ὁ γὰρ Υἱὸς τοῦ Θεοῦ ἐγεννήθη συνυφεστὼς τῷ τεκόντι, ἅτε Λόγος, καὶ ἀπαύγασμα, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ· ἀλλ' οὐκ ἔτι γεννᾶται. Καὶ οὐ ταῦτα μόνον, ἀλλὰ καὶ Παροιμία ὄνομα τῇ βίβλῳ, ὡς οὐ πάντως ἀεὶ τὸ φαινόμενον, ἀλλ' ὅτι μάλιστα δι' ἑτέρου πράγματος, ἢ προσώπου ἕτερον σημαινούσῃ, καὶ ὅτι Σολομὼν παροιμιαστὴς, ἀλλ' οὐ προφήτηςἐστίν. Περὶ ταύτης δὲ τῆς σοφίας, φημὶ τῆς ἐν τῇ κτίσει, ὅ τε σοφώτατος υἱὸς Σειρὰχ λέγει· «Προτέρα πάντων ἔκτισται σοφία καὶ σύνεσις φρονήσεως ἐξ αἰῶνος·» καὶ ἐπιφέρει τούτῳ· «Μετὰ πιστῶν ἐν μήτρᾳ συνεκτίσθη αὐτοῖς, καὶ μετὰ ἀνθρώπων θεμέλιον αἰῶνος ἐνόσσευσεν·» ὅ τε Ἀπόστολος Κορινθίοις τὸ πρῶτον ἐπέστειλε τόνδε τὸν τρόπον· «Ἐπειδὴ γὰρ,» φησὶν, «ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεὸν, εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας·» καὶ, «Ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου.» Καὶ δὴ καὶ ὁ Ἰὼβ τοιῶσδε μέμνηται ταύτης· «Ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶ τῆς φρονήσεως;» καὶ ἑτέρωθι· «Σοφία τοῦ πένητος ἐξουθενουμένη·» καὶ, «Οὗτος τῆς σοφίας ἐστὶ διορθωτής.» Τινὲς δὲ τὸν γενεσιουργὸν ἐνόησαν ἐκ προσώπου τῆς κτιστῆς εἰρηκέναι σοφίας τὸ, «Κύριος ἔκτισέ με.» Πολλάκις γὰρ κτισμάτων πρόσωπον ὁ πάντων ὑποστάτης καὶ Σωτὴρ ἀναλαμβάνων διαλέγεται· ὡς ὅταν ἐκ προσώπου τῆς ποτε διωχθείσης Ἐκκλησίας παρὰ Παύλου φάσκει· «Σαοὺλ, Σαοὺλ, τί με διώκεις;» καὶ τοῖς εὖ ποιήσασιν· «Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με·» καὶ ὅσα τοιαῦτα. Ἰδίᾳ γὰρ ἐκλάμπων φιλανθρωπίᾳ, καὶ ὅλος ὢν ἀγαθότης, καὶ ὡς ὁ ἀπόστολος Ἰούδας ἔφη, μόνος Δεσπότης, φείδεται πάντων, καὶ ἰδιοποιεῖται τὰ εἰς τὰ ἔργα τῶν χειρῶν αὐτοῦ ἁμαρτήματα. Καὶ μέντοι καὶ ἕτερα ἀνθρωπολογηθέντα περὶ τοῦ ἀνεφίκτου θείου εὑρήσομεν· ὡς ὅταν παραβολικῶς γράφει· «Ἄνθρωπός τις ἦν οἰκοδεσπότης·» καὶ πάλιν· «Ἄνθρωπός τις ἦν ἔχων ἀμπελῶνα·» καὶ ὡς ὅταν τὴν οὐράνιον βασιλείαν κόκκῳ σινάπεως καὶ σπόρῳ παρεικάζει. Εἰ δὲ καὶ συγχωρητέον τὸ μὴ ἐκ προσώπου τῆς ἐν ἡμῖν σοφίας Σολομῶνα γεγραφέναι, ἀλλ' οὖν νοητέον ἐκ προσώπου τῆς σοφῆς καὶ ἀπερινοήτου ἐνανθρωπήσεως, οὐχ ἅπαξ δὲ περὶ τῆς ἀνάρχου καὶ ἀθεωρήτου φύσεως τοῦ μονογενοῦς Θεοῦ εἰρηκέναι. Οὐκ αὐτοτελῶς γὰρ ἔφη, «Ἔκτισέ με,» ἀλλ', «εἰς ἔργα αὐτοῦ·» ὡσεὶ ἔλεγεν· Ἔκτισέ με, ὅτε εἰς ἀνθρώπους τὰ ἔργα αὐτοῦ ἐγενόμην, ἢ κατεσκήνωσα σαρκωθεὶς ἐξ αὐτῶν. Ὁ γὰρ ὢν, καὶ προὼν, καὶ μὴ δι' ἑαυτὸν, δι' ἄλλους δὲ γενόμενος, ἐκεῖνοπῶς ἔστι νοῆσαι, δι' οὓς καὶ καθ' οὓς ἐγένετο; Ὡς τὸ ἀνάπαλιν ἐκεῖνοι εὑρίσκονται τρόπον τινὰ, ὅ ἐστιν ὁ δι' αὐτοὺς γενόμενος κατ' αὐτούς. Τοιγαροῦν ἐν μορφῇ Θεοῦ ὑπάρχων, μορφὴν ἔλαβε δούλου· ἡμεῖς τε ἐγενόμεθα κατ' εἰκόνα τοῦ κτίσαντος ἡμᾶς, ὡς ἐδίδαξε Παῦλος. Ἢ ἄρα καὶ τῇ «ἔκτισε» λέξει ἐνταῦθα ἀντὶ τοῦ, κατέστησεν, ἢ, κατέταξεν, ἐχρήσατο, ὅτε ὁμοῦ ἐπί τε τῶν χερουβὶμ καὶ ἐν φάτνῃ ἦν, ὡς τὰ περὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ αἰνιγματωδῶς δηλῶν προεῖπεν· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὅρος τὸ ἅγιον αὐτοῦ·» καὶ ὡς ὁ Ὑμνολόγος ψάλλει· «Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο·» καίτοι ἀϊδίως προϋπῆρχε βασιλεὺς βασιλευόντων, εὐπρέπειαν ἀκατάληπτον ἔχων. Ὁμοίως οὐκ εἶπεν, ἐν ἀρχῇ, ἢ, πρὸ ἀρχῆς ὁδῶν αὐτοῦ, ἀλλ' «ἀρχὴν ὁδῶν αὐτοῦ.» Ὥστε πάλιν τῆς ἐνανθρωπήσεως αὐτοῦ ἀρχὴν προλέγεσθαι, καὶ οὐ τὴν φύσιν τῆς ἀνάρχου αὐτοῦ θεότητος. Ἀπολεσάντων γὰρ τῶν ἀνθρώπων τὴν ὁδὸν τὴν ἄγουσαν πρὸς Θεὸν, αὐτὸς ἡμῖν ἐν τῇ οἰκονομίᾳ ὁδὸς ἐγένετο πρόσφατος καὶ ζῶσα· καὶ ὃν τρόπον διὰ τὴν ἐν σαρκὶ οἰκονομίαν εἶπεν· «Ἐγώ εἰμι ἡ ὁδός·» καὶ πάλιν· «Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ,» τοῦτ' ἔστι διὰ τῆς εἰς τὴν ἐμὴν ἐνανθρώπησιν πίστεως βαδίσῃ· δι' αὐτὴν ἔφη καὶ τὸ, «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ.» Ἐτέχθη γὰρ, ἐκ μὲν τῆς ὑποστάσεως τοῦ Πατρὸς, ἀνάρχως, ἀφράστως· ἐκ δὲ τῆς ἀμιάντου Παρθένου, τῷ μὲν προειδέναι πάντα ὡς Θεὸς, καὶ τῷ προορίσαι τὴν οἰκονομίαν, πρὸ τοῦ αἰῶνος καθὰ ἐπιστέλλουσιν, Παῦλος μὲν Κολοσσαεῦσιν· «Τὸ μυστήριον τοῦτο, τὸ ἀποκεκρυμμένον πρὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν, νῦν ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ·» Πέτρος δὲ ἐν τῇ πρώτῃ Ἐπιστολῇ περὶ τοῦ Χριστοῦ· «Προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπ' ἐσχάτων τῶν χρόνων», τῷ δὲ πράγματι, ὅτε ἐπέφανεν ἐξ ὕψους τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου ποτὲ καθεσθεῖσιν· ὅτε λίθος παραβολικῶς ὠνομάσθη· ὅτε ἐγένετο ἀρχὴ ὁδῶν καὶ θεμέλιος ἡμῶν· ᾧτινι θεμελίῳ καὶ λίθῳ ἐπιμαρτυροῦσιν οὕτως, Παῦλος μὲν γράφων Κορινθίοις τὸ πρῶτον· «Θεμέλιον γὰρ οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός.» Ἀρχὴν δὲ τοῦ καλεῖσθαι Χριστὸς Ἰησοῦς ἐν τῇ ἐνανθρωπήσει ἔλαβεν. Ὅθεν ἐν τῷ Λουκᾷ ὁ ἄγγελος τὴν ὀνομασίαν αὐτοῦ ὡς ἐπὶ μέλλουσιν ποιεῖται, λέγων τῇ Παρθένῳ· «Ἕξεις υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν Οὗτος ἔσται μέγας, καὶ Υἱὸς Ὑψίστου κληθήσεται·» καὶ μεθ' ἕτερα· «Διὸ καὶ τὸ γεννώμενον ἅγιον, κληθήσεται Υἱὸς Θεοῦ.» Πέτρος δὲ Ῥωμαίους· «Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος, καὶ πέτραν σκανδάλου· καὶ πᾶς ὁ πιστεύων ἐπ' αὐτῷ οὐ καταισχυνθήσεται.» Αἱ δὲ Πράξεις τῶν ἀποστόλων· «Οὗτος,» φησὶν, «ἐστὶν ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφ' ὑμῶν τῶν οἰκοδόμων, ὁ γενόμενος εἰς κεφαλὴν γωνίας, καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία.» Ἐπιτήρησον, ὡς εἰ μὴ μία θεότης καὶ δύναμίς ἐστι τῆς ἁγίας Τριάδος, οὐδὲ παρὰ τῷ Πατρὶ ἡ σωτηρία. Ἵλεως δὲ ἡμῖν ἔστω ἡ ἁγία Τριάς. Καὶ μέντοι καὶ Δανιὴλ λίθον ἑώρακεν ἐξ ὄρους τμηθέντα ἄνευ χειρῶν ὅς ἐστιν ὁ ἐκ Μαρίας γεννηθεὶς ἄνευ ῥεύσεως καὶ ἐργασίας ἀνδρὸς, καὶ λεπτύνοντα τὴν εἰκόνα, τοῦτ' ἔστι τὸν κόσμον ἀπὸ τῆς παχύτητος τοῦ νοῦ, καὶ τῆς χυδαιότητος, ᾗ συνέζη. Καὶ τί θαυμάζομεν, εἰ ὑπὲρ λόγον καὶ νοῦν σωτήριον πρᾶγμα πρὸ αἰώνων τῇ θείᾳ προγνώσει ἐγένετο; Ὅπου γε καὶ ἡμᾶς τῇ ἀφράστῳ ταύτῃ προγνώσει καὶ δυνάμει πρὸ τῶν αἰώνων ἐκτίσθαι καὶ σεσῶσθαι λέγει ὁ Ἀπόστολος, γράφων τοιῶσδε Ἐφεσίοις μέν· «Ἐξελέξατο ἡμᾶς ἑαυτῷ πρὸ καταβολῆς κόσμου εἶναι ἁγίους καὶ ἀμώμους κατ' ἐνώπιον αὐτοῦ ἐν ἀγάπῃ, προορίσας ἡμᾶς εἰς υἱοθεσίαν·» Τιμοθέῳ δέ· «Κατὰ δύναμιν Θεοῦ τοῦ σώσαντος ἡμᾶς, καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατὰ ἰδίαν πρόθεσιν καὶ χάριν, τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων, φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.». Πολλὰ γὰρ, τοῦτο μὲν μέλλοντα γίνεσθαι, ὡς ἤδη γενόμενα· τοῦτο δὲ καὶ γενόμενα, ὡς ἔτι γινόμενα, ἢ ἐσόμενα, προλέγειν εἴωθε τὸ πάντα εἰδὸς καὶ δυνάμενον Πνεῦμα ἅγιον· οὐχ ἥκιστα δὲ καὶ τὰ περὶ τὴν ἄφθεγκτον οἰκονομίαν, ὡς παρῳχηκότα, πρινὴ γένηται διηγόρευσεν· ὡς ὅταν ὁ Δεσπότης, οὔπω γενόμενος σὰρξ, λέγῃ ἐν καʹ ψαλμῷ· «Ὤρυξαν χεῖράς μου καὶ πόδας μου·» καὶ πάλιν· «Διεμερίσαντοτὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον·» καὶ ἐν ριζʹ· «Λίθον, ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας, καὶ ἔσται θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν·» καὶ Ἡσαΐας· «Παιδίον ἐγεννήθη ἡμῖν.» Λέγει τὸ μηδέπω τεχθέν. Καὶ πάλιν· «Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη·» καίτοι οὐδέπω ἦν ἐκ Μαρίας τεχθεὶς ὁ ἀμνός. Καὶ πάλιν· «Ἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος.» Καὶ μὴν μετὰ πολλὰς γενεὰς ὤφθη τοιοῦτος ἐν τῷ σωτηρίῳ πάθει. Καὶ ἀλλαχοῦ· «Τὰς νεομηνίας ὑμῶν, καὶ τὰ Σάββατα ὑμῶν, καὶ τὰς ἑορτὰς μισεῖ ἡ ψυχή μου.» Ἐμίσησε δὲ πολλῷ ὕστερον, ὅτε δὴ ἐνηνθρώπησεν, καὶ τὴν Καινὴν Διαθήκην ἡμῖν διέθετο. Καὶ τὰ παρελθόντα δὲ, ὡς ἐνεστῶτα, καθὰ εἴρηται, διηγεῖται, ὡς ὅταν φράζῃ· «Ὁ ποιῶν Πλειάδα καὶ Ἕσπερον·» καὶ, «Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα·» ἀντὶ τοῦ, ὁ ποιήσας. Καὶ, «Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς·» ὅ ἐστιν, ὁ θεμελιώσας. Δι' ἃ δὴ ἐπάναγκες, εἰ μὴ εἰς τὴν ἐν τοῖς ἐπιτηδεύμασιν ἡμῶν σοφίαν, εἰς γοῦν τὴν δεσποτικὴν ἀναμάρτητον σάρκωσιν, τὴν ἐκκειμένην Παροιμίαν φέρειν, οὐδαμῶς δὲ εἰς τὸν τῆς ἀῤῥήτου θείας φύσεως Υἱὸν Λόγον, τὸν δι' οὗ, καὶ παρ' οὗ, καὶ ἐν ᾧ πάντα κατεκοσμήθη. Τὸ γὰρ εἰπεῖν, «Κύριος ἔκτισέ με,» καὶ τὸ ἐπαγαγεῖν, «Πρὸ δὲ πάντων βουνῶν γεννᾷ με,» ἴσον ἐστὶ τῷ λέξαι· Ὄντα με ἐξ αὐτοῦ συνυφεστώτως ἔκτισεν ὕστερον, καθὸ θελήσει αὐτοῦ ἐκοινώνησα ἀτρέπτως, ἀναμαρτήτως, ἀνθρώποις τῆς φύσεως, ὡς πρὸ βραχέος εἴρηται. Πρὸ δὲ πάντων βουνῶν ἐγέννησεν ἀπαθῶς, καὶ ἀνάρχως, καὶ ἀῤῥήτως, διότι ὑπὲρ τὸ ἀσώματον ἡ θεότης. Τὸ γὰρ «πρὸ» μάλιστα ἐπὶ αὐτῆς τυγχάνει ἀόριστον, ἔτι δὲ καὶ ὁ «δὲ» σύνδεσμος τοῦτο παρίστησιν. Εἰ γὰρ καὶ ἔκτισεν, πῶς ἐγέννησεν; Εἰ δὲ ἐγέννησεν, πῶς ἔκτισεν; Τὸ μὲν γὰρ κτίσμα εἴποι τις ἂν τοῦ κτίσαντος γέννημα, ὡς ἡμεῖς ἠκούσαμεν, υἱοὶ Ὑψίστου· τὸ δὲ ὄντως γέννημα οὐκ ἄν ποτε τοῦ γεννήσαντος κτίσμα κληθείη. Οὔπω γὰρ ἕως σήμερον ἴσμεν τοῦτο λεχθέν. Ὥστε τὴν ἐν τοῖς ἀρίστοις ἐπιτηδεύμασι σοφίαν πανταχόθεν εὑρίσκεσθαι, τὸ, «Κύριος ἔκτισεν,» εἰρηκυῖαν· ὥστε καὶ κατὰ βιαίαν ἐκδοχὴν τὸν γενόμενον σύμμορφον τῇ ἀνθρωπότητι. Τῷ γὰρ τῆς θείας προγνώσεως ὅρῳ πρὸ πάσης κτίσεως ἐγένετο οὗτος, κτίσιν δὲ καταχρηστικῶς τὴν ἀνθρωπότητα, καθὰ καὶ τὴν ἐν κόσμῳ σοφίαν ὀνομάζει, δι' ὧν λέγει ὁ Παῦλος· «Ὑποτάγητε πάσῃ κτίσει ἀνθρωπίνῃ διὰ τὸν Κύριον, εἴτε βασιλεῖ, ὡς ὑπερέχοντι, εἴτε ἡγεμόσιν, ὡς δι' αὐτοῦ πεμπομένοις.» Καὶ μέντοι τὸ εἰπεῖν· Ὁ δεῖνα τυχὸν ἔκτισε τόδε, ἢ ἐποίησεν ἐπίσκοπον, ἢ κλῆρον, ἢ στρατόπεδον, οὐκ οὐσίαν ἐκ μὴ ὄντων παρῆχθαι σημαίνει, καίτοι ὁμώνυμον ἔχοντα λέξιν· ἀλλὰ τοὺς ἤδη ὄντας, ἢ τὴν ὑφεστῶσαν ὕλην εἰς τάξιν τινὰ, ἢ τοιάνδε θέσιν καλεῖ. Καὶ ὁ Ὑμνῳδὸς τὸ ἐνυπάρχον αὐτῷ μόριον, ὡς ἔτι παρασχεθησόμενον αὐτῷ, ηὔχετο βοῶν· «Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός.» Καὶ Παῦλος δὲ ὁ ὁσιώτατος συνῳδὰ τούτῳ καὶ προῦπτα γράφει· «Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις· ἰδοὺ τὰ ἀρχαῖα παρῆλθεν, καινὰ γέγονε τὰ πάντα·» οὐ τῷ ἀρτίως κτισθῆναι, ἀλλὰ τῷ εἰς τὸ ἑξῆς ἐκλάμψαι. Καὶ ἑτέρωθι· «Ἵνα τοὺς δύο κτίσῃ εἰς ἕνα καινὸν ἄνθρωπον·» ἀντὶ τοῦ, συναγάγῃ. Ὅρα δὲ, εἰ συναίρεσθαι ἡμῖν δύναται καὶ τὸ λεχθὲν τοῖς ἐν τῷ βαπτίσματι ἀνακαινιζομένοις· «Ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον, τὸν κατὰ Θεὸν κτισθέντα·» καὶ ὅσα εὕροι τις ἂν τοιουτοτρόπωτα λόγια διερευνώμενος. Γέγραπται δὲ μεταφορικῶς καὶ περὶ τῶν τεκόντων· «Ἐποίησεν υἱοὺς καὶ θυγατέρας·» καὶ, «Ἐκτησάμην,» φησὶν, «ἄνθρωπον διὰ τοῦ Θεοῦ.» Καὶ ὅμως γεννητικῶς, οὐ δημιουργικῶς λέγει. Εἰ δὲ κατὰ συγχώρησιν εἰς τὸν ἐκ Θεοῦ Θεὸν ἐκληπτέον τὸ, «Κύριος ἔκτισέ με,» ὑπομεμνήσθω πάλιν, καὶ πάλιν πρὸς ἡμῶν λεγέσθω καὶ πιστευέσθω, ὡς διὰ τοῦτο ἐπήγαγεν· «Πρὸ δὲ πάντων βουνῶν γεννᾷ με·» ὥστε ἀνελεῖν τὸ, «ἔκτισέ με.» Τὰ γὰρ δεύτερα ἐν θεσπίσμασιν, ὡς καλλίονα καὶ βεβαιότερα, παύει πανταχοῦ τὰ πρόσθεν. Ἀνταγωνιζόμενος δὴ οὖν τούτοις, οὐδὲνἀξιόπιστον, οὔτ' ἀληθὲς, οὔτε λέγουσιν, οὔτε ταμιευομένοις, ἐπεισάκτῳ δὲ, καὶ ἐπεισοδίῳ, καὶ ἐπαχθεῖ τινι διδασκαλίᾳ κεχρημένοις αἱρετικοῖς, ὁ παρ' αὐτοῦ τὸ δῶρον τῆς θεολογίας δεξάμενος τοῦ πολυποθήτου καὶ ἀνεξικάκου Σωτῆρος, οὗ τοῦ ἐλέους πλήρης ἡ γῆ, καὶ διδάσκων ὁποίαν τινὰ γνώμην δεῖ περὶ αὐτοῦ ἔχειν, κοινόν τε δόγμα εἰς ἅπαντας ἀνθρώπους ἐξήνεγκεν· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος·» τοῦτ' ἔστιν ἄναρχος, ὅ ἐστιν ἀγένητος. Ἀνυπέρβατόν ἐστι τὸ, «ἦν,» οὐδεμίαν ἐπέκεινα αὐτοῦ ἀνυπαρξίαν συγχωροῦν ἐπινοεῖσθαι, καθὰ καὶ ἐν τῷ πρώτῳ εἴρηται βιβλίῳ. «Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν·» ἀντὶ τοῦ, Κατὰ τὸν Πατέρα ἦν ἀσύγκριτος, ἀγένητος, καὶ εἴσω τῆς ἀνεφίκτου θεότητος αὐτοῦ ὁρῶν ὑπῆρχεν. Τὸ γὰρ, Πρὸς τόνδε ἦν, νοεῖται μόνον οὐχὶ, Μετὰ τοῦδε ἦν, ἀλλὰ καὶ συγκριτικῶς, Κατὰ τόνδε ἦν. «Καὶ Θεὸς ἦν ὁ Λόγος·» τοῦτ' ἔστιν, ἀναίτιος· Θεοῦ γὰρ αἰτία, ἀμήχανον, ἀδύνατον οὐκ ἔστιν. «Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν·» ἀντὶ τοῦ, ἀγένητός τέ ἐστιν αὐτός· ἅπαξ γὰρ πᾶν κτιστὸν δι' αὐτοῦ, ὡς ἀκτίστου ποιητοῦ, ἀπεφήνατο παρῆχθαι. Πρὸς τοῖς ἀναντιῤῥήτοις δὲ τούτοις, ἔστι καὶ ἄλλο ἀντίθετον, καὶ ᾧ οὐδεὶς οὐδὲν μέχρι ἐνθυμήσεως ἄλλο πρὸς ἐπιχείρησιν εἰπεῖν δυνήσεται. Ἀκύλας μὲν γὰρ, ὁ εἷς τῶν ἑρμηνευτῶν, τὴν γραφὴν ταύτην ἔχουσαν Ἑβραϊστὶ, Ἀδωναεὶ κανόνι, ἐξέδωκεν οὕτως· «Κύριος ἐκτήσατό με,» οὐδὲ αὐτὸς κυριολεκτήσας· ἑρμηνεύεται γὰρ κατὰ τὸ ἀκριβές· «Κύριος ἐνόσσευσέ με·» τοῦτ' ἔστιν, ἔτεκεν. Κυρίως γὰρ ἐκ τῶν ἐξ ὠοῦ ἐκθορουμένων, οὐχὶ δὲ κτιζομένων, λέγεται τὸ, «ἐνόσσευσεν,» ἢ «ἐξέθορεν,» καὶ «νοσσεύει,» καὶ «ἐκθορεῖ·» τὸ δ' ἐκθοροῦν τῷ ὑπ' αὐτοῦ ἐκθορουμένῳ οὐχ ἑτεροούσιον. Ὥστε καὶ κατὰ τὴν λέξιν, καὶ κατὰ τὴν διάνοιαν ἀποχωρεῖ τὸ πρόβλημα αὐτῶν ἀπὸ τῆς ἀληθείας. Τινὲς δὲ τὸ, «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ,» περὶ τῆς Ἐκκλησίας εἰρῆσθαι καλῶς ἐνόησαν· ἐν ᾗ τῆς ἀληθείας καὶ σοφίας ἡ ὁδὸς καταγγέλλεται· ἥντινα καὶ σῶμα τοῦ Χριστοῦ ἐκάλεσεν ὁ Ἀπόστολος, γράφων τοιάδε Κολοσσαεῦσι μέν· «Καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὸ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ Ἐκκλησία, ἧς ἐγενόμην ἐγὼ διάκονος κατὰ τὴν οἰκονομίαν τοῦ Θεοῦ, τὴν δοθεῖσάν μοι·» Κορινθίοις δὲ ἐν τῇ πρώτῃ Ἐπιστολῇ· «Τὰ μέλη ἡμῶν, μέλη Χριστοῦ. Ἆρα οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσομεν πόρνης μέλη; Μὴ γένοιτο!» καὶ πάλιν· «Πάντα δὲ τὰ μέλη τοῦ σώματος τοῦ ἑνὸς, πολλὰ ὄντα, ἕν ἐστι σῶμα· οὕτως καὶ ὁ Χριστός.» Ὥστε, εἰ καὶ κατὰ τὴν δυσαντίβλεπτόν πως οἰκονομίαν, σῶμα μὲν αὐτοῦ τὴν Ἐκκλησίαν, ἀδελφοὺς δὲ ἡμᾶς τοὺς κτιστοὺς οἶδεν ἡ Γραφὴ, ἀλλ' οὖν, ὡς μονογενὴς καὶ ἀληθινὸς Υἱὸς τοῦ ὑψίστου Θεοῦ, τῇ συστάσει τοῦ πλήθους τῶν κτισμάτων κατ' οὐδὲν συνείληπται. Οὔτε δὲ ἄλλη γραφὴ περιέχει λέξιν τοιαύτην. Περὶ αὐτοῦ μενοῦνγε πέπλησται πᾶσα, ὅτι Θεὸς ἀληθινὸς, καὶ Υἱὸς μονογενὴς ἀληθῶς. Ἀλλὰ γὰρ ὥσπερ ὑπό τινος ῥεύματος ὑπηνέχθη βία. Ἐπὶ οὖν ἕτερον κεφάλαιον τρεπτέον τὸν λόγον.