Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De trinitate -
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/didymus-the-blind" aria-label="More works by Didymus the Blind"> —
⋯
More
Original / primary: Pg Scrape Grc
40.1
Ἐθελεχθρῶς καὶ φιλαπεχθημόνως ἔχοντες πρὸς τὸ ἅγιον Πνεῦμα, κακοφρόνως ἐκλαμβάνουσιν καὶ τὸ παρ' Ἰωάννῃ παρὰ τοῦ Σωτῆρος λεχθὲν περὶ αὐτοῦ· «Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν.» Οὐ γὰρ θέμις, ὡς τὰ ἀνθρώπινα, οὕτω καὶ τὰ τοῦ Θεοῦ νοεῖν, οὐδὲ τῇ ὁμοιότητι τῶν καθ' ἡμᾶς λέξεων καὶ ἐννοιῶν τὸ θεῖον ἐνυβρίζειν, τὸ μηδαμῶς ἡμῖν προσεοικός. Δοξάσει οὖν, φησὶν, καθὸ τὰ αὐτὰ ὑμᾶς διδάξει, ἅπερ ἐγώ· ἐγὼ δὲ, ἅπερ ἤκουσεν ὁ Πατήρ· καὶ καθὸ ἀπὸ τῆς αὐτοῦ ἀφάτου μεγαλειότητος ἐπιδείξει καὶ τῆς ἐμῆς θεότητος τὸ ἀμέγεθες· καὶ οὐ τούτῳ μόνῳ τῷ τρόπῳ, ἀλλὰ καὶ καθὸ γέγραπται· «Υἱὸς δοξάζει Πατέρα·» καὶ, «Δόξα ἡλίου τὸ φῶς·» καὶ ὡς εἶπον· «Δόξασόν με, Πάτερ·» καὶ ἀπεκρίθη μοι· «Ἐδόξασά σε, καὶ πάλιν δοξάσω.» Οὐ γὰρ ὑμνεῖ ὡς ἡ κτίσις· ἐπειδὴ τῇ θεότητι καὶ τῇ τιμῇ ἀλλήλων μὴ ἀφεστᾶσιν· οὐδὲ λαμβάνον ἀναγγέλλει τὸ οἰκονομοῦν ἡμῖν ἀφ' ἑαυτοῦ καθαρῶς ἀεὶ τὰ θεϊκὰ χαρίσματα, καὶ μὴ διωρισμένον τῇ φύσει τοῦ Πατρός. Ὥσπερ γὰρ ὁ διδοὺς Υἱὸς οὐδενὸς στερεῖται, οὐδὲ κενοῦται· οὕτω τὸ ἅγιον Πνεῦμα οὐ λαμβάνει, ὃ μὴ ἔχει, οὐδὲ ἀκοῦον λαλεῖ, τὸ μόνον εἰδὸς, κατὰ Παῦλον, τὰ τοῦ Θεοῦ· ἐνίησι δὲ μᾶλλον αὐτὸ σοφίαν καὶ σύνεσιν, ἐξ ἐμφύτων θείων κινημάτων, τοῖς ἐπαξίοις τοῦ δέχεσθαι· οὐδὲ παρ' ἑτέρου διδάσκεται, τὸ σοφίαν καὶ γνῶσιν προφητείας τοῖς ἀκεραίοις ἐπιπνέον· ὑπὲργνῶσιν γὰρ ἡ θεότης αὐτοῦ εὑρίσκεται· καταχρηστικῶς γὰρ οὕτω τὰ τοιαῦτα περὶ τῆς ἀῤῥήτου Τριάδος εἴρηται. Τοιγαροῦν καὶ περὶ ἑαυτοῦ ὁ Σωτὴρ ἔφη· «Καθὼς ἀκούω, κρίνω·» καὶ Ἰωάννης περὶ αὐτοῦ· «Ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν, ὅτι ὁ Θεὸς ἀληθής ἐστιν· ὃν γὰρ ἀπέστειλεν ὁ Θεὸς, τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ·» ὅ ἐστι, συναινεῖ. Δοξάζεται δὲ καὶ τὸ ἅγιον Πνεῦμα διά τε τῆς πρὸς τὸν Πατέρα καὶ τὸν Υἱὸν περὶ ὅλα κοινωνίας, καὶ δι' ὧν ὁ Υἱὸς περὶ αὐτοῦ ἀπειλεῖ, ὅτι «Πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, ἡ δὲ εἰς τὸ Πνεῦμα βλασφημία οὐκ ἀφεθήσεται.

Intertext edge

Open linked passage

Note