De trinitate -
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/didymus-the-blind" aria-label="More works by Didymus the Blind">
—
⋯
Original / primary: Pg Scrape Grc
41.1
Καὶ Μοντανιστῶν ἡ πλάνη ἐν τούτοις· Αʹ. Πρῶτον, ὅτι ἀπομαντεύονται ἓν πρόσωπον εἶναι τῶν τριῶν θείων ὑποστάσεων· Μοντανὸς γὰρ, φησὶν, εἶπεν· «Ἐγώ εἰμι ὁ Πατὴρ, καὶ ὁ Υἱὸς, καὶ ὁ Παράκλητος.» Καὶ πρὸς σύστασιν δῆθεν τούτου προφέρουσιν, πάσης ἰδιωτείας ἐπέκεινα νοοῦντες, ὅπερ θαυμασίως εἶπεν ὁ Υἱός· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» καὶ, «Ἐλευσόμεθα ἐγὼ καὶ ὁ Πατήρ μου, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν·» καὶ, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·» καὶ, «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν Πατέρα·» καὶ, «Ὁ Παράκλητος, ὃν πέμψει ὁ Πατὴρ ἐν τῷ ἐμῷ ὀνόματι.» Ταῦτα δὲ πάντα, ὡς καὶ ἀνωτέρω εἴρηται, ἓν καὶ ἓν καὶ ἓν πρόσωπον ἰδιοσυστάτως δηλοῖ ἐν μιᾷ θεότητι καὶ συμφωνίᾳ. Οὐ γὰρ εἶπεν· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν εἰμι, ἀλλὰ, «Ἕν ἐσμεν.» Καὶ κατηγορεῖ ταῦτα τῆς ἀνοίας αὐτῶν καὶ κακοδοξίας. Βʹ. Δεύτερον, ὅτι τοῦ Ἀποστόλου γράψαντος Κορινθίοις ἐν τῇ πρώτῃ Ἐπιστολῇ· «Εἴτε προφητεῖαι καταργηθήσονται, εἴτε γλῶσσαι παύσονται, εἴτε γνῶσις καταργηθήσεται· ἐκ μέρους γὰρ γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν· ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται·» ἐκεῖνοι λέγουσιν τὸν Μοντανὸν ἐληλυθέναι, καὶ ἐσχηκέναι τὸ τέλειον τὸ τοῦ Παρακλήτου, τοῦτ' ἔστιν τὸ τοῦ ἁγίου Πνεύματος· οὐ προσέχοντες τοῖς προσκειμένοις. Ἔχει γὰρ εὐθύς· «Ὅτε ἤμην νήπιος, ἐλάλουν ὡς νήπιος, ἐλογιζόμην ὡς νήπιος· ὅτε γέγονα ἀνὴρ, κατήργηκα τὰ τοῦ νηπίου. Βλέπομεν γὰρ ἄρτι δι' ἐσόπτρου ἐν αἰνίγματι· τότε δὲ πρόσωπον πρὸς πρόσωπον. Ἄρτι γινώσκομεν ἐκ μέρους· τότε δὲ ἐπιγνωσόμεθα, καθὼς καὶ ἐπεγνώσθημεν.» Τοῦτ' ἔστιν· Ἅπερ νῦν ἀκούοντες ὑπὸ τῶν Γραφῶν πιστεύομεν εἶναι, μετὰ τὴν ἀνάστασιν τῇ ὄψει θεασόμεθα, καὶ τῷ πράγματι γνωσόμεθα, τῆς μερικῆς γνώσεως παυσαμένης· ἡ γὰρ γνῶσις, ἡ ἐξ ἀκοῆς, τῆς αὐτόπτου γνώσεως καὶ τῆς πείρας μέρος ἐστίν. Οἷον νῦν ἀκούοντες πιστεύομεν περὶ τῆς δευτέρας παρουσίας τοῦ Δεσπότου, καὶ περὶ τοῦ βήματος αὐτοῦ, καὶ τῆς τρισμακαρίας φωνῆς· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν·» τότε τῇ θέᾳ καὶ τῇ πείρᾳ μαθησόμεθα. Νῦν ἀκούοντες πιστεύομεν περὶ τῶν ἁγίων ἀγγέλων· τότε κατὰ πρόσωπον λειτουργοῦντας αὐτοὺς ὀψόμεθα. Νῦν ἀκούοντες πιστεύομεν, «Ἃ ὀφθαλμὸς οὐκ ἴδεν, καὶ οὗς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ὅσα ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν·» τότε οὐκ ὄψονται μόνον, ἀλλὰ καὶ ἐν ἀπολαύσει αὐτῶν οἱ ἄξιοι γένωνται. Τὰ γὰρ νῦν κάτω τῆς ψυχῆς ἡμῶν ὄμματι τῶν ἐπουρανίων ἀφανῆ καθεστῶτα, ὁ μέλλων βίος φανερὰ ποιήσει. Ἀλλ' εἶπεν, φησὶν, ὁ Χριστός· «Ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι· ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν·» καὶ, «Ἀφ' ἑαυτοῦ οὐ λαλήσει, ἀλλ' ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν·» καὶ, «Ἐκεῖνος ἐμὲ δοξάσει·» καὶ πάλιν· «Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς· ἔρχομαι πρὸς ὑμᾶς.» Ἦλθεν οὖν δῆθεν, ὅταν Μοντανός. Οὐχ οὕτως δέ· μὴ γένοιτο! ἐπεὶ πρὸς τοῦτον τὸν ἀδιανόητον αὐτῶν λόγον εὑρίσκονται πρὸ Μοντανοῦ οἵ τε τὸν Χριστὸν ἐσχηκότες, οἵ τε ἀπόστολοι οἱ τὴν τάξιν δεξάμενοι παρὰ τοῦ Θεοῦ, καὶ ἐν ἑαυτοῖς ἐσχηκότες λαλοῦντα τὸν Χριστὸν, καὶ οἰκοῦν τὸ Πνεῦμα τοῦ Θεοῦ, καὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν καὶ ἄλλοις παρέχοντες αὐτὸ κατὰ τὴν αὐτοῦ βούλησιν, καὶ μετὰ παῤῥησίας διδάσκοντες, καὶ παρὰ πᾶσιν πιστευόμενοι καὶ μὴ ὡς Μοντανὸς ἀπιστούμενος· οἵ τε ἀκούσαντες· «Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε·» μὴ ἐσχηκότες τὸν Χριστὸν καὶ τὸ ἅγιον Πνεῦμα. Ἀλλὰ τὰ προκείμενα ῥήματα τοῦ Σωτῆρος τὴν ἰσοτιμίαν, καὶ τὴν συνᾴδουσαν αὐτῷ διδασκαλίαν τοῦ ἁγίου Πνεύματος παριστᾷ. Τί δὲ σημαίνει τὸ, «Ἔρχομαι πρὸς ὑμᾶς,» εἴρηται ἀνωτέρω· εἴχομεν γὰρ εἰ καὶ ἔχουσιν οἱ ἄξιοι τελείως τόν τε Χριστὸν τὸν εἰπόντα· «Ἔρχομαι πρὸς ὑμᾶς·» τό τε ἅγιον Πνεῦμα, περὶ οὗ εἶπεν· «Ὅταν ἔλθῃ ἐκεῖνος.» Οὐδὲ γὰρ ἀτελές τι ἐποίει ὁ Δεσπότης, ἐμφυσῶν μετὰ τὴν ἀνάστασιν εἰς πρόσωπα τῶν ἀποστόλων, καὶ λέγων· «Λάβετε Πνεῦμα ἅγιον·» οὐδ' ἐψεύδετο, ἢ αὐτὸς λέγων· «Ὅτι παρ' ὑμῖν μένει, καὶ ἐν ὑμῖν ἐστιν·» ἢ Ἀπόστολος γράφων· «Οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα, οὐ Θεοῦ ἐκεῖ ἐν ὑμῖν,» οὔτε ἡ Σοφία λέγουσα «Πνεῦμα Κυρίου πεπλήρωκεν τὴν οἰκουμένην· καὶ τὸ συνέχον τὰ πάντα, γνῶσιν ἔχει φωνῆς.» Οὔτε μὴν ἀτελέστεροι Μοντανοῦ οἱ ἀπόστολοι καὶ οἱ πρὸ αὐτῶν ἅγιοι ἐτύγχανον ὄντες. Ἐπεφάνη δὲ τῇ Πεντηκοστῇ, ἔνθα καὶ ἤδη ἦν τὸ πάντα συνέχον ἅγιον Πνεῦμα, καὶ ἐδέχθη, ὡς ἔχουσιν αἱ Πράξεις οὕτως· «Ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοιςἀπόστολοι, ὅτι δέδεκται ἡ Σαμάρεια τὸν λόγον τοῦ Θεοῦ, ἀπέστειλαν πρὸς αὐτοὺς τὸν Πέτρον καὶ Ἰωάννην· οἵτινες καταβάντες, προσηύξαντο περὶ αὐτῶν, ὅπως λάβωσιν Πνεῦμα ἅγιον· οὐδέπω γὰρ ἦν ἐπ' οὐδενὶ αὐτῶν ἐπιπεπτωκός· μόνον δὲ βεβαπτισμένα ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Τότε ἐπετίθεσαν τὰς χεῖρας ἐπ' αὐτοὺς, καὶ ἐλάμβανον Πνεῦμα ἅγιον.» Καὶ ὃν τρόπον ὁ Υἱὸς ἀεὶ μὲν πανταχοῦ παρῆν, ὅμως δὲ μετὰ τὴν ἐν κόσμῳ ἐπιδημίαν τελείως ἐπεγνώσθη καὶ ἐδοξάσθη οὕτω καὶ τὸ ἅγιον Πνεῦμα ἀεὶ μὲν πάντα ἐπλήρου καὶ συνεῖχεν, μετὰ δὲ τὴν ἐν τῇ Πεντηκοστῇ ἐπιφοίτησιν αὐτοῦ τελειότερον ἐπεγνώσθη καὶ ἐδοξάσθη. Γʹ. Τρίτον ὅτι κατασκευάζοντες δεῖξαι, τόν τε Μοντανὸν ἐσχηκέναι τὸ τέλειον τοῦ Παρακλήτου, τήν τε Πρισκίλλαν καὶ Μαξιμίλλαν προφήτιδας........... ἔγραψαν Μοντανῷ. Λέγουσιν, ὅτι ὑμεῖς οὐ πιστεύετε μετὰ τὴν πρώτην ἐπιφάνειαν τοῦ Δεσπότου εἶναι προφήτας· εἶπεν δὲ, φησὶν, ὁ Σωτήρ· «Ἰδοὺ ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας, καὶ σοφοὺς, καὶ γραμματεῖς· καὶ ἐξ αὐτῶν ἀποκτενεῖτε, καὶ σταυρώσετε, καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν.» Λέγει δὲ, οὐχ ὡς ἐκεῖνοι νομίζουσιν, ἀλλὰ τοὺς ἀποστόλους προειπόντας πολλὰ τῶν μελλόντων καὶ τῶν ἐσχάτων καιρῶν, καὶ τῆς ἐν οὐρανοῖς βασιλείας· ἐξ ὧν καὶ ἀπεκτάνθησαν, ὡς Στέφανος καὶ Ἰάκωβος· καὶ ἐσταυρώθησαν, ὡς Πέτρος· καὶ ἐμαστιγώθησαν, ὡς Παῦλος. Ἔσθ' ὅτε δὲ εἶπεν καὶ τοὺς μάρτυρας καὶ τοὺς σοφοὺς ἐπισκοπομάρτυρας. Προφήτιδας δὲ οἶδεν ἡ Γραφὴ τὰς Φιλίππου τέσσαρας θυγατέρας, τὴν Δεβόῤῥαν, Μαριὰμ τὴν ἀδελφὴν Ἀαρὼν, καὶ τὴν Θεοτόκον Μαριὰμ, εἰποῦσαν, ὡς τὸ Εὐαγγέλιον εἶπεν· «Ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γυναῖκες καὶ αἱ γενεαί·» βίβλους δὲ συνταγείσας ἐξ ὀνόματος αὐτῶν οὐκ οἶδεν· ἀλλὰ καὶ ἐκώλυσεν ὁ Ἀπόστολος, Τιμοθέῳ τὸ πρῶτον γράψας· «Γυναιξὶν διδάσκειν οὐκ ἐπιτρέπω·» καὶ πάλιν ἐν τῇ πρὸς Κορινθίουςπρώτῃ Ἐπιστολῇ· «Πᾶσα γυνὴ προσευχομένη καὶ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ, καταισχύνει τὴν κεφαλήν·» ὅ ἐστιν, μὴ ἐξεῖναι γυναικὶ ἀναίδην ἐξ οἰκείας προστάξεως βίβλους συγγράφειν καὶ ἐ.......... δάσκειν καὶ τούτῳ ὑβρίζειν τὴν κεφαλὴν, τοῦτ' ἔστιν τὸν ἄνδρα· «Κεφαλὴ» γὰρ» γυναικὸς, ὁ ἀνήρ· κεφαλὴ δὲ ἀνδρὸς, Χριστός.» Καὶ ἡ κατασιγάζουσα τὰς γυναῖκας αἰτία πρόδηλος· ἐπειδὴ ἡ ἐξ ἀρχῆς τῆς γυναικὸς διδασκαλία οὐ καλῶς τὸ κοινὸν ἔβλαβε γένος. «Ὁ» γὰρ «ἀνὴρ,» ὡς γράφει ὁ Ἀπόστολος, «οὐκ ἠπατήθη, ἀλλ' ἡ γυνή.» Ὥστε παρὰ πάντας Μοντανὸς οὐδὲ ἔγνω, οὐδὲ ἔσχεν τὸ ἅγιον Πνεῦμα, τοῦτο οἰηθείς· καὶ ταῦτα, μετὰ τὴν ἀνάληψιν τοῦ Σωτῆρος, καὶ τὴν ἐπιφοίτησιν τοῦ ἁγίου Πνεύματος, πλέον ἢ μετὰ κατὸν ἔτη γενόμενος ἱερεὺς, πρῶτον εἰδώλου, καὶ οὕτω τὴν τυφλὴν ταύτην εἰσηγησάμενος αἵρεσιν. Τοσαῦτα πρὸς τὰς ἄλλας αἱρέσεις, ὡς οἷόν τε, σωφρόνως διαμαχόμεθα· ἔστιν δέ τις καὶ ἄλλη γυμνὴ κεφαλὴ τῇ ἀληθείᾳ μαχομένη· οὐδὲ αὐτὴν ἡμῖν καταλειπτέον ἀνέλεγκτον.