De trinitate -
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/didymus-the-blind" aria-label="More works by Didymus the Blind">
—
⋯
Original / primary: Pg Scrape Grc
4.1
Δεύτερον πρόβλημα τῶν δυσαγκαλίστων καὶ ἀνεξέταστον ἐχόντων τὸ φρόνημα αἱρετικῶν πειρᾶται τὴν ὀρθὴν πίστιν ἀπὸ Γραφῶν, τῶν παρὰ τὸν θεολογικὸν νοῦν ὑπ' αὐτῶν νοουμένων, ἀπείθανον δεικνύναι, τὴν δ' ἑαυτῶν διὰ τῶν αὐτῶν σεμνοτέραν ἀποφαίνειν. Δείκνυται γὰρ, φησὶ, κτιστὸς καὶ οἷον ἐπίπλαστον καὶ νόθον ἔχων τὸ «μονογενὴς Υἱὸς» καὶ «Θεὸς» ὄνομα· ἐξ ὧν Παῦλος Κολοσσαεῦσιν ἔγραψεν περὶ αὐτοῦ· «Πρωτότοκος πάσης κτίσεως.». Εἰ γὰρ δῆθεν πρωτότοκος, οὐ μονογενὴς, ἀλλ' ὡς πρὸς τοὺς μετ' αὐτὸν κτισθέντας πρωτότοκος· εἰ δὲ μονογενὴς Υἱὸς, πῶς πρωτότοκος; Προειπόντες οὖν, ὡς ὑπὲρ τὴν αὐτῶν ἐστι καὶ τὸ βάθος τοῦ λογίου τούτου συναίσθησιν, καὶ ὡς ἐλάλει Παῦλος, ἃ μὴ ᾔδει, καὶ ἐπίστευεν, οἷς ἐλάλει, ἐπειδὴ ὑποβολὴ ἦν τῆς ὄντως σοφίας, καὶ προφανῆ ταῦτα πάντα ἐποίει, παραγράψομεν ὅλον τὸ χωρίον τοῦτο, καὶ οὕτως ἐπὶ τὴν ἑρμηνείαν αὐτοῦ βαδιούμεθα, οὐ δεόμενοι στοχασμῶν τινων, καὶ δι' εἰκότων τὰ φωτὸς φωτοειδέστερα διηγούμενοι, ἐροῦντες δὲ ὅσα ἑκόντες, ἢ ἄκοντες αὐτοὶ μὲν οὗτοι παρίδον, ἡμεῖς δὲ ὁρῶμεν δυνάμενα συμμαχεῖν τῷ λόγῳ. Ἔχει δὲ ἡ Ἐπιστολὴ οὕτως· «Εὐχαριστοῦντες τῷ Θεῷ καὶ Πατρὶ, τῷ καλέσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων, ὃς ἐῤῥύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν τῆς ἀγάπης τοῦ Υἱοῦ αὐτοῦ, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως· ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι· τὰ πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται, καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν· καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς Ἐκκλησίας, ὅς ἐστιν ἀρχὴ πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται αὐτὸς ἐν πᾶσιν πρωτεύων· ὅτι ἐν αὐτῷ εὐδόκησε πᾶν τὸ πλήρωμα κατοικῆσαι, καὶ δι' αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτὸν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, εἴτε τὰ ἐπὶ γῆς, εἴτε τὰ ἐν τοῖς οὐρανοῖς.» Θέα τοίνυν ἐμφρόνως, πῶς ἐναντία αἱρετικοῖς ἡ Γραφὴ ἐξηγεῖσθαι παρεσκεύασται, καὶ ἔχει ἑκάστην λέξιν ἀκτῖνας οἷον νοήσεων περὶ Θεοῦ ἐνανθρωπήσεως ἀποπέμπουσαν· καὶ ὅτι προεῖπεν αὐτὸν Υἱὸν καὶ εἰκόνα τοῦ Θεοῦ, καὶ οὕτω πρωτότοκον καὶ κεφαλὴν τοῦ σώματος τῆς Ἐκκλησίας, καὶ πρωτότοκον ἐκ τῶν νεκρῶν, εἰρηνοποιήσαντα διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ τὰ ὁρατὰ, καὶ τὰ ἀόρατα, καὶ πᾶν τὸ πλήρωμα τῆς ὑπὲρ τὸ ἀσώματον, καὶ ἀχρώματον, καὶ ἀχώρητον θεότητος κληρωσάμενον· ἵν' ὅπως ποτ' οὖν ἀξίως συνίωμεν αὐτοῦ καὶ τὴν ἐκ τοῦ Θεοῦ Πατρὸς καὶ πρὸς αὐτὸν ἀσύγκριτον φύσιν, καὶ τὴν ἐκ Παρθένου καὶ κατ' αὐτὴν τελείαν καὶ ἑνοειδῆ σάρκωσιν καὶ ψύχωσιν. Τί γὰρ ἄλλο νοήσαις ἂν μεταξὺ τῶν ἐκκειμένων ὅλων ῥητῶν, καὶ τὸ δι' αὐτοῦ καὶ εἰς αὐτὸν πάντα συνεστάναι, καὶ καταλλάσσεσθαι, καὶ εἰρηνοποιεῖσθαι, εἰ μὴ τὸ διὰ τῆς ἀτρέπτου καὶ ἀναμαρτήτου δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ἐνανθρωπήσεως αὐτοῦ ἐπιστρέφεσθαι ἡμᾶς εἰς τὴν ἐπίγνωσιν τῆς ἀκτίστου θεότητος αὐτοῦ; Ἀνείρηται οὖν Μονογενὴς μὲν, ἅτε οὐκ ἔχων κατὰ τὴν ἄνω ἄῤῥευστον γέννησιν ἕτερον παρ' αὐτὸν κατὰ φύσιν ἀδελφόν· πρωτότοκος δὲ πάσης κτίσεως, οὐ διὰ τὸ προεκτίσθαι αὐτῆς ἐπεὶ ἂν πρωτόκτιστος ἐκλήθη, ἀλλ' ὡς τῇ προγνώσει, καθὰ ἐμνημονεύθη ἐν τῷ πρὸ τοῦδε κεφαλαίῳ, πρὸ παντὸς δημιουργήματος ἀπὸ τῆς ἁγίας Παρθένου τεχθεὶς, καὶ ὢν αὐτός τε πρωτότοκος καὶ Μονογενὴς πάσης κτίσεως ἄῤῥητος, κατὰ τὸ θεῖον γραφίον· ὥσπερ ὠνόμασται ὁ αὐτὸς καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν, οὐ διὰ τὸ προτελευτῆσαι αὐτῶν, ἀλλὰ διὰ τὸ ἐγερθέντα ἐκ νεκρῶν, πρῶτον τὴν ἀσφάλειαν τῆς ἀναστάσεως καθολικῶς παρασχεῖν ἡμῖν, τοῖς κατὰ χάριν καὶ δωρεὰν αὐτοῦ καταξιωθεῖσιν υἱότητος μὲν τοῦ Θεοῦ Πατρὸς, ἀδελφότητος δὲ αὐτοῦ. «Ἐγὼ» γὰρ, ἔφη, «εἰμὶ ἡ ζωὴ καὶ ἡ ἀνάστασις.» Καὶ Παῦλος δὲ τὸν καιρὸν αὐτὸν ὑπέδειξεν, ἐν ᾧ διὰ τὴν αὐτοῦ ἀγαθότητα ὁ Σωτὴρ τὴν παλαιὰν ἡμῶν ἀμεῖψαι κακοπραγίαν, καὶ ἀξιῶσαι ἡμᾶς διαιωνίως ἀπολαύειν τῆς τοῦ ἄνω ἀπόνου φωτὸς μετουσίας προθέμενος, πρωτότοκος πάσης κτίσεως ἐγένετο, δι' ὧν ἔφη· «Τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ καινὰ γέγονε πάντα.» Καὶ ἕτερα δὲ αὐτοῦ ῥήματα διωθεῖται μὲν ταυτηνὶ τὴν αἱρετικὴν ἐνθύμησιν, τὴν κατασοφιζομένην τοῦ τε Παύλου, ὡς τοιαῦτα γράψαντος, τοῦ τε πάντα ποιήσαντος καὶ κεκτημένου, ὡς τοιούτων περὶ αὐτοῦ ἐξενηνεγμένων φωνῶν, ὅπερ χαλεπὸν καὶ πλάσαι καὶ ἀκοῦσαι· διαῤῥήδην δὲ παρίστησιν, ὡς τὸ, «Πρωτότοκος πάσης κτίσεως,» ἀντὶ τοῦ, πάσης ἀνθρωπότητος, ἐλέχθη. Τὴν γὰρ ἀνθρωπότητα κτίσιν προσαγορεύει, ὡς ἐν τῷ προκειμένῳ κεφαλαίῳ εἴρηται λέξεσιν αὐταῖς· «Ὑποτάγητε πάσῃ κτίσει ἀνθρωπίνῃ διὰ τὸν Κύριον, εἴτε βασιλεῖ, ὡς ὑπερέχοντι, εἴτε ἡγεμόσιν, ὡς δι' αὐτοῦ πεμπομένοις.» Συναντιλαμβάνεται δὲ ἡμῖν, εἰς μὲν τὸ «Πρωτότοκος» καὶ «Μονογενὴς,» τὸ διηγήσασθαι τὸν εὐαγγελιστὴν, ὅτι ἔμεινε παρθένος, «ἕως ἔτεκε τὸν Υἱὸν αὐτῆς τὸν πρωτότοκον.» Οὔτε γὰρ ἐγαμήθη τινὶ ἡ τιμιωτέρα πάντων καὶ εὐκλεεστάτη Μαρία, οὔτ' ἄλλου μήτηρ ἐγένετό ποτε· ἔμεινε δὲ καὶ μετὰ κυοφορίαν ἀεὶ καὶ διὰ παντὸς ἄμωμος παρθένος, καὶ ὅμως πρωτότοκος αὐτῆς ὁ πλάσας αὐτήν τε καὶ πάντας οὐκ ἀλόγως ἐκλήθη. Εἰς δὲ τὸ, «Πρωτότοκος ἐκ τῶν νεκρῶν,» τὸν αὐτὸν Παῦλον Κορινθίοις διὰ τῶν πρὸς αὐτοὺς πρώτων ἐπιστολιμαίων χαραγμάτων διδάξαι· «Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων· ἐπειδὴ γὰρ δι' ἀνθρώπου ὁ θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν. Ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται, ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι. Ἀπαρχὴ Χριστὸς, ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ, εἶτα τὸ τέλος.» Χρήσαιτο δ' ἄν τις καὶ τούτῳ ὀρθῶς. Οὐ γὰρ ἕν τι μόνον ἐπὶ τοῖς οὕτω ὑψηλοῖς ῥητοῖς χρὴ ἐπισκοπεῖν, οὐδὲ τὸ ἧσσον, ἀλλὰ τὸ ἄμεινον· εἰς γὰρ τὰ περὶ Θεοῦ, ἐν τοῖς ἀμείνοσιν ἡ ἀλήθεια. Ὅτι πρωτότοκος πάσης κτίσεως ὠνόμασται, διὰ τοὺς ἐν τῷ θείῳ βαπτίσματι τῇ υἱοθεσίᾳ τοῦ ἁγίου Πνεύματος ἐκ τοῦ Θεοῦ γεννωμένους, καὶ διὰ τὸ πᾶν, ὃ ἐσμὲν καὶ κεκτήμεθα, ἐξ αὐτοῦ εἰληφέναι, καθὰ πάλιν ὁ αὐτὸς παιδεύων λέγει· «Τί δὲ ἔχεις, ὃ οὐκ ἔλαβες; Εἰ δὲ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών;» ὡς καὶ Ἑλλήνων παῖδες, τὰς ἄλλας ἐναντιώσεις ἀφέντες, διηγόρευσαν· Πάντα μὲν ἀθανάτοιο Θεοῦ πανυπέρτατα δῶρα, Ἔξοχα δ' ἐν μερόπεσσιν ἀληθείης μέγ' ὄνειαρ. Εἰ δὲ τολμηρῶς καὶ εἰς τὴν ἀκατάληπτον αὐτοῦ θεότητα ἐκληπτέον τὸ, «Πρωτότοκος πάσης κτίσεως,» νοηθείη ἂν οὕτω πως κεκλῆσθαι, ἢ ὡς πρὸ πάσης κτιστῆς γεννήσεως γεννηθεὶς, ἢ ὡς πρῶτος καὶ μόνος Υἱὸς Λόγος παρακομίσας καὶ τεκτηνάμενος ἐκ μὴ ὄντων πᾶσαν προηγουμένην κτίσεως κτίσιν, καὶ αἴτιος πάσης ὢν, εἶτα καὶ ὡς θεμέλιος φέρων αὐτὴν τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, κατὰ τὸν ψάλλοντα· «Πάντα ἐν σοφίᾳ ἐποίησας·» καὶ κατὰ τὴν Παροιμίαν Σολομῶνος λέγουσαν· «Ὁ Θεὸς ἐν τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν, ἡτοίμασεν δὲ οὐρανοὺς ἐν φρονήσει.» Καὶ αὐτὸ δὲ τοῦτο κρίνει τὸ προκείμενον μέρος τῆς Ἐπιστολῆς, ἔχον· «Πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα,» καὶ, «Τὰ πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· καὶ αὐτὸς ἔστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν.» Καὶ διὰ τοῦτο καὶ μόνον φησὶν, «Πρωτότοκος πάσης κτίσεως,» ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τῆς, ὅτι, λέξεως ἀντὶ τῆς, διότι, ἢ, ἐπειδὴ, ὑγιῶς νοουμένης· οὐ γὰρ ἂν ὑπῆρχεν, ἢ διέμεινεν ἀβλαβῆ, εἰ μὴ βάσιν καὶ κρηπῖδα εἶχε τὸν δημιουργικὸν τὸν τοῦ Θεοῦ Υἱὸν Λόγον, καὶ εἰς αὐτὸν ἀπηρείδετο. Διὸ οὐκ εἶπεν, οὔτε, πρωτόκτιστος, ἀλλὰ, «πρωτότοκος,» οὐδὲ, Αὐτὸς ἐγένετο πρὸ πάντων, ἀλλ', «Αὐτὸς ἔστι πρὸ πάντων,» τοῦτ' ἔστιν ἀνάρχως. Ἐπὶ γὰρ τῆς ἀῤῥήτου φύσεως πᾶς χρόνος ἐνέστηκεν καὶ ἐν τῷ νῦν πάρεστι, καὶ οὔτε παρῆλθέν τι ἐν αὐτῇ, οὔτε μέλλει, ἀλλ' ἐν τῷ ἑνὶ χρόνῳ διατελεῖ πως ἀΐδια, ὡς Πλάτων ἐν τῷ Τιμαίῳ φησίν· «Ὅθεν δὴ οὐδὲ ὀρθῶς ἐπὶ τῆς ἀῤῥήτου φύσεως ὀνομάζομεν. Λέγομεν γὰρ δὴ ὡς ἦν, ἔστιν καὶ ἔσται· τῇ δὲ τὸ ἔστι μόνον κατὰ τὸν ἀληθῆ λόγον προσήκει· τὸ δὲ ἦν τό τε ἔσται, κατὰ τὸν ἐν φύσει χρόνον πρέπει λέγεσθαι· κίνησις γάρ ἐστιν· τὸ δὲ ἀεὶ κατὰ ταυτὰ ἔχον ἀκινήτως, οὔτε πρεσβύτερον, οὔτε νεώτερον προσήκει γίνεσθαι διὰ χρόνον, οὔτε «γεγονέναι» νῦν, οὔτε αὖθις «ἔσεσθαι.» Ὅτι δὲ, ὡς ἔφαμεν, ἐν τῷ Θεῷ τὰ πάντα καὶ ἐξ αὐτοῦ πέφηνεν, μαρτυροῦντες καὶ Ἕλληνες ἔγραψαν ταῦτα· Αὐτὸς ἑαυτὸν ἄγει Θεὸς ἄμβροτος· ἔστι δ' ἀπ' αὐτοῦ Πάντα, καὶ ἐν μεγάλοιο Θεοῦ νόῳ ἐξεφαάνθη. Οὐ πάντως δὲ ὁ πρωτότοκος οὐ μονογενὴς, ἀλλ' ἔσθ' ὅτε τὰ συναμφότερα· καὶ ὁ μονογενὴς δὲ πάντως καὶ πρωτότοκος εὑρίσκεται οὐκ ἔχων δευτερότοκον, ἢ τριτότοκον, ὡς μόνος γεννηθεὶς καὶ τὸ ὄνομα ἐκ τοῦ πράγματος κτησάμενος. Ἀμέλει τοι καὶ ἐν τῷ Ἱερεμίᾳ ἀπὸ τοῦ παναγίου Πνεύματός φησιν· «Καὶ Ἐφραῒμ πρωτότοκός μού ἐστιν.» Ἦν δὲ οὐδὲ τῷ ἑαυτοῦ Πατρὶ πρωτότοκος Ἐφραΐμ. Ἐπεὶ οὖν αὐτὸς ἡ ἀλήθεια, καὶ ἡ δημιουργὸς, καὶ ἀδίδακτος σοφία, πρέπει τοῖς περὶ αὐτοῦ γεγραμμένοις κατὰ θεοπρεπῆ νόησιν ἔχειν τὸ ἀψευδές. Ἔστω τοίνυν καὶ μονογενὴς καὶ πρωτότοκος· ἁρμόζει δὲ μᾶλλον αὐτῷ πρὸς τὴν οἰκονομίαν ἡ τοῦ «πρωτότοκος» λέξις. Εἰ μὴ γὰρ διὰ φιλανθρωπίαν ἄφατον, τὸ μὲν ἅγιον Πνεῦμα ἀνεγέννησεν ἡμᾶς, ὁ δὲ Θεὸς καὶ Πατὴρ υἱοὺς προσέλαβεν, ὁ δὲ περὶ οὗ ὁ λόγος μονογενὴς Θεὸς ἀτρέπτως καὶ ἀῤῥεύστως ἐγένετο, ὡς οἶδεν, διὰ σωτηρίαν ἀνθρώπων υἱὸς ἀνθρώπου· οὐκ ἂν οὔτ' αὐτὸς ὠνόμαστο «Πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς,» οὔτε οἱ υἱοὶ τῶν ἀνθρώπων ἐκλήθημεν ἂν θεοὶ καὶ υἱοὶ Θεοῦ· οὐδεὶς γὰρ φύσει ἀδελφός ἐστιν υἱοῦ μονογενοῦς· ὁ δὲ Ποιητὴς καὶ οἰκονόμος πάντων καὶ μόνος εὔσπλαγχνος, ἀδελφόςτε ἡμῶν, πρωτότοκός τε ἀριθμεῖται. Αὐτὸς μὲν γὰρ ἐξ ἀπείρου ὕψους ἑαυτὸν διὰ τοὺς ἰδίους δούλους κενώσας, καὶ ἀνακαινίσας πάντα, καὶ ἀρχὴν κρείττονος βίου τῇ ἑαυτοῦ ἐπιδημίᾳ παρασχόμενος, καὶ διὰ τοῦτο πρωτότοκος κληθεὶς, οὔ τί που τὴν θείαν παρεβλάβη δόξαν· οὐδὲ γὰρ μειονεκτεῖσθαί πως, ἢ εἰς τὸ τοῦ χεῖρον ἔχοντος μέτρον καταφέρεσθαι ἀνέχεται δυνάμεως λέξεων, ἐν τῇ καταχρήσει διὰ τὴν ἄφθεγκτον οἰκονομίαν ἐξενηνεγμένων· ἡμεῖς δὲ ἐκ πολλῆς ταπεινώσεως καὶ σκότους εἰς δόξαν καὶ φῶς ἀνήχθημεν ἄπειρον, τὴν εἰς αὐτὸν εἰσδεδεγμένοι πίστιν. Ἕκαστον γὰρ, παρ' ὃ τὴν φύσιν ἐστὶν, λέξεως ὄγκῳ, ἢ χθαμαλότητι, οὔτ' ἀναθρώσκειν πως καὶ ἐξαίρεσθαι, οὔτε μὴν ἑαυτοῦ οἱονεὶ κατιέναι καὶ ὑφιζάνειν δύναται. Οὐ μικρὰ δὲ συνενδείκνυται τοῖς ὑφ' ἡμῶν διηγηθεῖσιν, ἀλλὰ καὶ μόνον ἐπικουρεῖν ἰσχύει καὶ τὸ ἐν πηʹ ψαλμῷ τὸν ἀπερινόητον Θεὸν ἀξιῶσαι εἰπεῖν· «Εὗρον Δαυῒδ τὸν δοῦλόν μου· ἐν ἐλαίῳ μου ἁγίῳ ἔχρισα αὐτόν. Καὶ γὰρ ἡ χείρ μου συναντιλήψεται αὐτῷ, ὁ βραχίων μου κατισχύσει αὐτόν· οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν. Καὶ συγκόψω ἀπὸ προσώπου αὐτοῦ τοὺς ἐχθροὺς αὐτοῦ, καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσομαι. Καὶ ἡ ἀλήθειά μου καὶ τὸ ἔλεός μου μετ' αὐτοῦ, καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ. Καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ, καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ. Αὐτὸς δὲ ἐπικαλέσεταί με· Πατήρ μου εἶ σὺ, ὁ Θεός μου, καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου. Καὶ ἐγὼ πρωτότοκον θήσομαι αὐτὸν ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς.» Κἄν τε γὰρ περὶ τοῦ συνυφεστῶτος τῇ πατρικῇ δόξῃ ἀπαυγάσματος, καὶ ἐπ' ἐσχάτων ἐκ ῥίζης Ἰεσσαὶ ἀνθήσαντος, κἄν τε περὶ τοῦ Δαυῒδ τοῦτο διαγορεύεσθαι δοίημεν, οὐκ ἂν τῇ τῆς συνηθείας ὑπονοίᾳ ὁ πρωτότοκος νοηθείη. Πῶς γὰρ ἢ τὸν ἤδη ὄντα ἄνθρωπον λέγει γὰρ, ὅτι «Εὗρον Δαυῒδ τὸν δοῦλόν μου», ἢ τὸν πρεσβυτέρους ἑαυτοῦ ἔχοντα ἀδελφοὺς, πρωτότοκον ποιήσεται; Ὅτι δέ ποτε σύνηθες τῇ Γραφῇ τοὺς ὄντας ἤδη καθ' ὕπαρξιν, γίνεσθαί πως ὃ οὐκ ἦσαν ἐξαγγέλλειν, Παῦλος ὁ Χριστοῦ γέμων καὶ ἁγίου Πνεύματος ἔμπλεως οὕτω που φάσκει· «Οὐκ ἔτι εἶ δοῦλος, ἀλλὰ υἱός.» Τὸ γὰρ, «οὐκ ἔτι,» τοῖς ἤδη ὑφεστηκόσιν τὴν ἐπὶ ἄλλο τι τοῦ λοιποῦ κατάστασιν σημαίνει. Καὶ πάλιν· «Οὓς προέγνω καὶ προώρισεν συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς·» ἀντὶ τοῦ, ὁ Θεὸς ὁ προγνοὺς ἀπογόνους, καὶ πάντα τὰ παρελθόντα καὶ ἐπιόντα, ὡς ὑφεστῶτα καὶ παρόντα ὁρῶν, παρ' ᾧ ἕν τι μέτρον οἱ αἰῶνες ἅπαντές εἰσι, καὶ οὐδὲν μεμερισμένον, ὡς πρὸ βραχέος ἐλέχθη, προΐδεν καὶ ἐπιφανῶς ὑπέσχετο, τοὺς ἀνθρώπους συμμόρφους ἔσεσθαι τοῦ ὄντος ἀϊδίως ἐν μορφῇ αὐτοῦ μονογενοῦς Υἱοῦ, ἀφ' οὗ ἂν οὗτος ὁ Μονογενὴς, καθεὶς ἑαυτὸν δι' ἡμᾶς εἰς δουλοπρεπῆ μορφὴν, λέξει ἰδίᾳ δωρεᾷ· «Οὐκ ἔτι ὑμᾶς καλῶ δούλους, ἀλλὰ φίλους καὶ ἀδελφοὺς, ὡς γέγραπται. Ὃν τρόπον γὰρ οἱ κτιστοὶ, υἱοὶ ἐκλήθημεν τοῦ Θεοῦ, κατὰ χάριν, οὐ κατὰ φύσιν· ὡσαύτως ὁ Μονογενὴς τοῦ Θεοῦ, ὅτε ἐμίγνυ τὰ ἐπίγεια τοῖς ἐπουρανίοις, καὶ σωτηρία ἡμῖν νέα διὰ τέλους ἐγίνετο, ἀδελφὸς ἡμῶν καὶ πρωτότοκος ἐκλήθη, οὐ κατὰ τὴν ἐκ Πατρὸς φύσιν, ἀλλὰ κατὰ τὴν ἐκ τῆς Παρθένου καὶ κατὰ τὴν Παρθένον σάρκωσιν αὐτοῦ. Εὔκαιρον τοίνυν ἂν εἴη εἰπεῖν πρὸς αἱρετικοὺς, ὅπερ εἴρηται τοῖς ἔξω καλῶς· «Τὰ ψεύδη μίσει, ἵνα σοι ἡ ἀλήθεια προσεθίζηται.»